File generated October 5, 2023 Texts are licensed under the Creative Commons Attribution-Noncommercial-Share Alike 3.0 License. Homer Multitext project edition of Venetus A manuscript Venetus A (Marciana 454 = 822), folio 12, recto Iliad 1.title-1.25 1.title ἰλιάδος ἄλφα 1.1 Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος 1.2 οὐλομένην: ἡ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν: 1.3 πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν 1.4 ἡρώων: αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν 1.5 οἰωνοῖσί τε πᾶσι: Διὸς δ' ἐτελείετο βουλή: 1.6 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε 1.7 Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς : 1.8 τίς τάρ σφωε θεῶν ἔριδι ξυνἕηκε μάχεσθαι: 1.9 Λητοῦς καὶ Διὸς υἱός: ὁ γὰρ βασιλῆϊ χολωθεὶς 1.10 νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν: ὀλέκοντο δὲ λαοὶ. 1.11 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα 1.12 Ἀτρείδης : ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν : 1.13 λυσόμενός τε θύγατρα: φέρον τ' ἀπερείσι' ἄποινα: 1.14 στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 1.15 χρῡσέῳ ἀνὰ σκήπτρῳ: καὶ λίσσετο πάντας Ἀχαιούς : 1.16 Ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν: 1.17 Ἀτρεῖδαί τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί: 1.18 ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες 1.19 ἐκπέρσαι Πριάμοιο πόλιν: εὖ δ' οἴκαδ' ϊκέσθαι: 1.20 παῖδα δ' ἐμοὶ λύσαιτε φίλην: τὰδ' ἄποινα δεχέσθαι. 1.21 ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα : 1.22 Ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ . 1.23 αἰδεῖσθαί θ' ἱ̈ερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα: 1.24 ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ: 1.25 ἀλλα κακῶς ἀφίει: κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε: Scholia to Iliad 1.title-1.25 Main scholia On Iliad 1.1: μῆνις παρὰ τὸ μένω μῆνις ὡς ἐνὸς ἦνις : οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα οὐκ ὀρθῶς. On Iliad 1.1: ἄειδε ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι άδειαν ἠ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντι εὐκτικῶν: καὶ γὰρ Ἡσίοδός φησι: δεῦτε δὴ ἐννέπετε , καὶ Πίνδαρος : μαντεύο Μοῦσα , καὶ Ἀντίμαχος ὁ Κολοφώνιος. ἐννέπετε Κρονίανος Διὸς μεγάλοιο θύγατρες : δευτερον δὲ ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπιτάσσουσιν, ἀλλ' ἑαυτοῖς⁑ On Iliad 1.1: θεά οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν: ἀμέλει καὶ ἐν Ὀδυσσεία : ἄνδρα μοι ἔννεπε Μοῦσα ⁑ On Iliad 1.1: Πηληϊάδεω Ἀχιλῆος οὕτως ἀναγνωστεον δια τοῦ ενὸς λ καὶ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος ὅ ἐστι λύπην ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν, οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς ὅλως γὰρ οὐ μετέσχε γάλακτος⁑ On Iliad 1.2: μυρία τινὲς θρηνητικά: παρὰ τὸ μύρεσθαι καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ήκουσαν, ἐφ οἷς μύριᾶσθαι καὶ τὸ κλαῦσαι, οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ φρόνησις μὲν γάρ ἐστιν ἡ πάντ εἴδησις: προαίρεσις δὲ ἀκριβῆς ἡ τῶν ἀμεινόνων πραξεων αἵρεσις⁑ On Iliad 1.2: Ἀχαιοῖς Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγόμενος Κρέουσαν τὴν Ἐρεχθεως θυγατέρα ἔσχεν εξ αυτῆς δύο παῖδας, ΄Ϊονα καὶ Ἀχαιόν : ὧν ὁ μὲν ΄Ϊων ᾤκησεν Ἀθήνας , ὁ δὲ Ἀχαιὸς φονον ἐμφύλιον δράσας, παρεγένετο εἰς Θεσσαλιαν καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτεταγμένους, ἀφ εαυτοῦ προσηγόρευσεν Ἀχαιούς, Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν ἀπο Ελληνος τοῦ Διός : πρῶτοι οῦν οὗτως ἐλέγοντο οἱ ἐν Θεσσαλία ἄνθρωποι καὶ οὖτοι οὐ πάντες, ἀλλα μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει ἔτειτα μεγάλα δυναστευθέντος τοῦ Ἕλληνος , καὶ τῶν τούτου παίδων ἀπ αυτοῦ πάντες ἐκλήθησαν Ἕλληνες⁑ On Iliad 1.4: ἡρώων αὐτοὺς δὲ ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ: γίνεται δὲ τὸ προοίμιον κόλον καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκεν τὸ αὐτοὺς δὲ ἐπί τινῶν σωμάτων: ἥρωας δὲ φασὶ κλνθῆναι. ἀπο τῆς ἀρετῆς , ἢ ἀπο τοῦ ἀέρος . ὡς φησιν Ἱσίοδος ἠέρα ἐσσαμενοι , ἢ ἀπο τῆς ἐράσεως τοῦτέστι τῆς μίξεως τῶν θεῶν: οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ συνερχόμενοι. ἐποίουν γένος τὸ τῶν ἡρώων. ἠ ἀπο τῆς ερας, έρα δὲ ἡ γῆ κατὰ διάλεκτον: ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γενος τῶν ἀνθρώπων ⁑ On Iliad 1.5: Διὸς δ' ἐτελείετο βουλή τινὲς σὺν τῷ ϊ κατὰ δοτικὴν οἷον τῆ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο⁑ On Iliad 1.5-1.6: Διὸς δ' ἐτελείετο βουλή⁑ ἐξ οῦ δὴ τὰ πρωτα Ἀρίσταρχος συνάπτει ἵνα μὴ παροῦσα τίς φαίνηται βουλῆ καθ' Ἑλληνων, ἀλλ αφ οῦ χρόνου ἐγένετο ἡ μῆνις ἵνα μὴ τὰ παρα τοῖς νεωτέροις πλάσματα δεξώμεθα⁑ On Iliad 1.7: Ἀτρείδης τε ἄναξ Ἀγαμεμνων κατὰ μὲν Ὅμηρον Ἀτρέως τοῦ Πέλοπος : μητρὸς δὲ Αεροπης , κατὰ δὲ Ησίοδον Πλεισθένους , τὸ γενος Μυκηναιος , ὃς ήγαγε ναῦς εἰς ῎Ϊλιον : ἐκ πορθήσας δὲ τὴν Ἴλιον , καὶ ὑποστρέψας οἴκαδὲ ἀναιρειται ὑπο Αἰγίσθου τοῦ Θυέστου δόλῳ ἐπι ευωχιας οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδημιας εμοιχευσε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνηστραν κατὰ δὲ τοὺς τραγικοὺς αὐτὴν τὴν Κλυταιμνήστραν ἀνελεῖν αὐτὸν χϊτῶνα μη έχοντα δίεκδυσιν τραχήλου: ἔσχεν δὲ εξ αυτῆς υἱὸν μὲν Ὀρεστην καὶ θυγατέρας τέσσαρας: Λοδίκην Χρυσοθεμιv Ἰφιγένειαν καὶ Ἠλέκτραν ⁑ On Iliad 1.9: Λητοῦς καὶ Διὸς ὑιός Ζεὺς ερασθεὶς Λητοῦς τῆς Κόιου θυγατρὸς ἑνὸς τῶν Τιτάνων καὶ Φοίβης ἔγκυον αὐτὴν ἐποίησεν: ἥτις δὲ καμηνιαίον χρόνου διαγενομένου παρεγένετο δια θαλάσσης εἰς Ἀστερίον τὴν νῆσον μίαν ουσαν τῶν Κυκλάδων εκεῖσε τὲ ἐλθουσαν καὶ ἀψαμενην δύο φυτῶν ελαιας καὶ φοίνικος διδύμους ἀποκυῆσαι: παίδας Ἄρτεμιν καὶ Ἀπόλλωνα καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον ὅτι ἐξ αδήλου βάσεως ἐρριζώθη⁑ On Iliad 1.19: εὖ δ' οἴκαδ' ϊκεσθαι διὰ τί ὁ Χρύσης κατα τῶν οἰκείων ηὔχετο: λέγομεν ὅτι πρῶτον μὲν έδει κολακευειν τὸν τύραννον καὶ ταυτα λέγειν άπερ ἐπεθύμεϊ δρᾶσαι δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα: ὄθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατ αὐτῶν: On Iliad 1.21: ἁζόμενοι Διὸς υἱόν ἵνα μη δοκοῖεν ἔμπορον εἶναι τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δεξασθαι: δια δὲ τοῦ εκηβόλον εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεὶ αὐτούς⁑ Interlinear scholia On Iliad 1.23: απαρεται αντι προστατικος On Iliad 1.24: δασύνεται Intermarginal scholia On Iliad 1.1: ὁ Κοτιαευς Ἀχιλῆος : δια το μέτρον ἓν γράφει καὶ γὰρ τὸ Κάμανδρος ἀντὶ Σκαμανδρος γράφεσθαι⁑ On Iliad 1.3: οτι κακῶς τινὲς μεταγράφουσι πολλὰς δ' ἰφθίμους κεφαλὰς ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ αγαθοὺς λέγῃ κεφαλάς ⁑ On Iliad 1.8: ὅτι Ζηνόδοτος σφῶϊν ἔγραφεν⁑ Interior scholia On Iliad 1.13-1.14: εἰ δὲ φιλοχρήματοι τὰ ἄποινα⁑ On Iliad 1.13-1.14: εἰ δὲ οἰκτίρμονες τὸ γῆρας αἰδεσθήσονται On Iliad 1.20: δέχθαι ἄποινα ἀπαρέμφατον ἀντὶ προστακτικοῦ ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς ε διηπεῖτο μοίρας: Αργολικὴν Πυλικὴν Λακονικὴν Μεσσηνιακήν : ἰστεον δὲ ὅτι ἡ Πελοπόννησος τὸ αρχαῖον Αιγιάλεια ἐκαλειτο απὸ Αιγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελείας τῆς Ωκεανοῦ . ὕστερον δὲ Απία πάλιν ἐκλήθη ἀπὸ Ἄπιδος τοῦ Φορωνέως παιδός. εἰθ ούτως Ἄργος ἀπο Άργου τοῦ πανόπτου: τελευταῖον δὲ πάντων Πελοπόννος ἀπο τοῦ κρατησαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πελοπα ⁑ Venetus A (Marciana 454 = 822), folio 12, verso Iliad 1.26-1.50 1.26 μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω 1.27 ἠ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰ̈όντα: 1.28 μὴ νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο: 1.29 τὴνδ' ἐγὼ οὐ λύσω: πρίν μιν καὶ γηρας ἔπεισιν. 1.30 ἡμετέρῳ ἐνι οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης 1.31 ἱ̈στὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιοωσαν. 1.32 ἀλλ' ἴ̈θι μή μ' ἐρέθιζε σαώτερος ὥς κε, νέηαι. 1.33 ὡς έφατ'. ἔδδεισεν δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ 1.34 βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης: 1.35 πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὁ γεραιὸς 1.36 Ἀπόλλωνι ἄνακτι. τὸν ἠΰκομος τέκε Λητώ : 1.37 κλῦθί μευ ἀργυρότοξ' ὃς Χρύσην ἀμφιβέβηκας 1.38 κίλλάν τε ζαθέην Τενέδοιό τε ῗφι ἀνάσσεις. 1.39 Σμινθεῦ : εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα. 1.40 ἢ εἰ δή ποτέ τοι κατα πίονα μηρί' ἔκηα 1.41 ταύρων ἢδ' αἰγῶν. τό δε μοι κρήηνον ἐέλδωρ: 1.42 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν: 1.43 ὡς έφατ' εὐχόμενος: τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων . 1.44 βῆ δε κατ Οὐλύμποιο καρήνων χωόμενος κῆρ. 1.45 τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην: 1.46 ἔκλαγξαν δ' άρ ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο 1.47 αὐτοῦ κινηθέντος: ὃ δ' ἤϊε νυκτὶ ἐοικώς: 1.48 ἕζετ' ἔπειτ' ἀπάνευθε, νεῶν: μετὰ δ' ἰ̈ὸν έηκε: 1.49 δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο: 1.50 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς: Scholia to Iliad 1.26-1.50 Main scholia On Iliad 1.26: μή σε γερον κοίλῃσι μετὰ σπουδῆς ὁ Αγαμέμνων ἀπελαύνει τὸν Χρυσην εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας, καὶ οὐ τοῦτο δὲ λέγει ὅτι γηράσασαν αὐτὴν, τότε ἀποδώσει: ἀλλ' ὅτι προτερον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται⁑ On Iliad 1.28: μη νύ τοι οὐ χραίσμη κατ ολίγων αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα: ἔστι γάρ ὥς που τὸ περι αυτοῦ ἐπιγράφον γράμμα δηλοῦν: βασιλεύς γὰρ ἀγαθὸς κρατερός τ' αἰχμητής : δι ὅ παρα μὲν τῶν ὑπηκόων ὑβρίζεται: τοῖς δε πολεμίοις λίαν ἐστιν ἀπηνής ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμαχου παισίν. On Iliad 1.29-1.31: τὴν δ' ἐγὼ οὐ λύσω ἀθετοῦνται ὅτι ἀναλύουσι τὴν ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν ἡσμένισε γὰρ καὶ ὁ Χρυσης εἰπούσης αὐτῆς τῷ βασιλεῖ: ἀπρεπὲς δὲ καὶ τὸ τὸν Αγαμεμνονα τοιαῦτα λέγειν⁑ On Iliad 1.28: μη νυ τοι οὐ χραίσμη ἀναιρεῖ τὴν ἐλπίδα καὶ ἔστι μείποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε ἢ ὡς πορθούμενον περιεῖδε πάντως καὶ φονεὑόμενον⁑ On Iliad 1.38: Κιλλαν τε ζαθεην Πέλοψ ὁ Ταντάλου κάτω μισθὸν παιδικῆς ώρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμάστους συν τῷ οχήματι ἔσπευσεν εἰς Πίσαν τῆς Λέσβου ἐπὶ τὸν Ἰπποδαμείας γαμον τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν γενομένῳ δὲ αὐτῷ πὲρι Λέσβον , Κίλλος ἡνίοχος τελευτᾷ τὸν βίον ὃς καὶ καθ υπνον επιστὰς τῷ Πέλοπι σφόδρα ὁδυνηρῶς ἐπ αυτῷ ἔχοντι ἀπωδύρετο τὲ τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περι κηδείας ἡξίου διὅπερ ἀναστὰς ἐξερυπαρου τὸ εἴδωλον δια πυρὸς, εἰθ' οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλλου ἱρίον επ αυτὸ ἐγείρας καὶ πρὸς τῷ ῑρίῳ αὐτοῦ ἐδείματο ἰερὸν Κιλλέου Ἀπόλλωνος προσαγορευσας δια τὸ αιφνιδίως τὸν Κίλλον ἀποθανειν, οὐ μὴν ἀλλα καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν: ὁ μέντοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον, ἡ ἰστορία παρα Θεοπόμπω ⁑ On Iliad 1.38: Τενέδοιό τε καὶ τῆς Τενέδου : ἡ δὲ Τενεδος ἐστι νῆσος προ τῆς Τροίας κειμένη οὔπω δὲ πρότερον τοῦτο εἶχεν ὄνομα : καὶ γὰρ οὐδε Κύκνω τοῦ Ποσειδῶνος Τέννης ἢν καὶ Λευκοθέα : Λευκόφρυν δὲ αὐτὴν οἱ πρὶν ὠνόμαζον: ἐπειδὴ δὲ ἄρα τῷ Κυκνῳ ἐγεννηθη ὁ Τεννης καὶ ἡ Λευκοθέα ἡ μὲν μήτηρ αὐτῶν οὐκέτι ῆν: ἐπέγημεν δ' ὁ Κύκνος Φυλονόμην ἠ ὡς έννιοι Πολύβοιαν , ἡ Φυλονόμη καὶ γὰρ εἰς ανδρας ετελει ἤδη ὁ Τεννης ἐρασθεῖσα αὐτοῦ λόγους περὶ συνουσιας ηνέγκατο πρὸς αὐτόν: τοῦ δὲ πρὼς τὴν φύσιν δικαιως, τηρήσαντ' κατηγορήσατο πρὸς τὸν πατέρα αὐτοῦ ὅτι ἐθἑλήκοι αὐτὴν βιασασθαι: ὁ δὲ πιστευσας τῇ κατηγορίᾳ συλλαβὼν τὸν παῖδα ἐνέβαλεν εἰς λάρνακα καὶ ἔρριψεν εἰς τὴν ὑποκειμενην θάλασσαν, ὃν δια σωφροσύνην καὶ δια τὸ εῖναι οἱωνὸν ἔσωσεν ὁ Ποσειδῶν : τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυϊ νήσῳ ἐποίησεν ἢν θεασάμενοι καὶ ἀφελόντες τὸ ἐπίθημα μαθόντες τὲ τὸ γεγονὸς, οὐ μόνον ἑαυτὸν βασιλέα κατεστήσαντο, ἀλλὰ καὶ ἀπ αυτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν⁑ On Iliad 1.39: Σμινθεῦ ἐπίθετον Ἀπόλλωνος : Σμίνθος γὰρ τόπος τῆς Τρῳαδος ἐν ᾧ ϊερὸν Ἀπόλλωνος ἀπο αἰτιας τῆσδε ἐν Χρυσῃ πόλει τῆς Μυσίας Κρίνις τίς ἱερεὺς τοῦ κεῖθι Ἀπόλλωνος τούτου ὀργισθεὶς ὁ θεὸς ἔπεμψε τοῖς αγροῖς μυιας οἵτινες τοὺς καρποὺς ἐλυμαίνοντο: βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι προς Όρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο: παρ ῷ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο τὸ κακῶς ἀπαλλάξειν: καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς, διέφθειρεν ἀπαλλασόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνιαν αὐτὴν δηλῶσαι τῷ Κρίνιδι . οὗ γενομένου ὁ Κρίνις ἱερὸν ἱδρύσατο τῷ θεῷ Σμινθέα αὐτὸν προσαγορεύσας, επειδὴ κατὰ τὴν εγχωριον αυτῶν διάλεκτον οἱ μύες «σμίνθιοι» καλοῦνται ἡ ἱστορια παρὰ Πολεμωνι ⁑ On Iliad 1.39: ἄλλοι δε οὕτως ὅτι Κρῆτες ἀποικιαν στέλλοντες χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος ὅπου αὐτοῖς ἐναντιωθῶσι γιγενεῖς: ἔλεγεν δὲ περὶ μυῶν ἐκεῖ κτίσαι τὴν πόλιν: οἱ δὲ ἀπέλαισαν τοὺς ἀποικους: ἐλθόντες δὲ εἰς τὸν Ἐλλήσποντον , καὶ τῆς νυκτὸς επιγενομένης μύες ἔκοψαν αυτῶν τοὺς τελαμῶνας τῶν όπλων: πρωῒ δὲ ἀνασταντες καὶ θεασαμενοι τοῦτο σοφισάμενοι τὲ καθ εαυτοὺς ἔκτισαν εκεῖ πόλιν ἥτινα ἐκάλεσαν Σμινθίαν : οἱ γὰρ Κρῆτες τοὺς μύας σμίνθους καλοῦσιν ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος , δια τὸ ὑπερασπίζειν αὐτῆς⁑ On Iliad 1.39: ἔρεψα παρὰ τὸ ἐρέφω ὅθεν καὶ Ειραφιώτης ὁ Διονυσος λέγεται: ἐστέφετο γὰρ κισσῷ ἢ ἀπο τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός ἢ παρα τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι: ἢ παρα τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι⁑ On Iliad 1.42: Δαναοι Ἕλληνες οὕτως: Βῆλος ὁ Ἀγήνορος μὲν ἀδελφὸς υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης αφ ἧς ἡ χωρα ὠνόμασται Λιβύη βασιλεύων Αἰγυπτίων γαμεῖ Ἀγχινόην τὴν Νήλου θυγατέρα καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι Αἴγυπτος καὶ Δαναὸς καὶ Δαναὸν μὲν Βηλου Λιβύῃ κατοικίζει Αἴγυπτον δὲ ἐν Αραβιᾳ : ὃς καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφ εαυτοῦ ωνόμασεν Αἴγύπτον : γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν μ παιδες: Δαναῷ δὲ θυγατέρες ν . στασιασάντων δὲ αὐτῶν πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς, ὕστερον Δαναὸς τοὺς τοῦ Αιγύπτου παῖδας δεδοικὼς, καθὅτι καὶ ἐκ χρησμοῦ ἠκηκόει ὅτι φονευθήσεται ὑφ ενὸς αυτῶν καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ ναῦν πρῶτος κατεσκεύασεν τὴν κλιθεισαν ὡς ἀπο τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόντωρον εν ῆ τὰς κόρας ἐνθεμενος ἔφυγεν: προσχὼν δὲ Ρόδῳ τὸ τῆς Λινδιας Ἀθηνᾶς ἀγαλμα ῾ϊδρύσατο ἐντευθεν δὲ ῆκεν εἰς Ἄργος καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ελλάνωρ ὁ τότε βασιλευων: αὐτὸς δὲ κρατησας τῆς χώρας αφ εαυτοῦ τοὺς ενοικουντας Δαναοὺς ῶνόμασεν ἱστορεῖ Ἀπολλόδωρος εν β ⁑ On Iliad 1.50: οὐρῆας μὲν πρῶτον οὐρῆες λέγονται δια τὸ ἄγονον καὶ ούρια ωὰ καλοῦμεν: εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπο νόσων, σύμμικτος γὰρ, ἡ φύσις αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸν φθεῖραι δεῖται ἀνάγκης οὑδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη: οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρα τῇ ὀσφρήσει χρώμενοι: ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς ὅτι ἀσθενεστερά ἐστι τὰ τοι αῦτα σώματα τῶν ἐναντίως ἐχόντων ἁραιότερα ὄντα εὐπαθέστερά εισιν⁑ Interlinear scholia On Iliad 1.26: βαθείαις On Iliad 1.27: εν τῶ παροντι καιρω On Iliad 1.27: ἐν μερος λογου On Iliad 1.27: χροντίζοντα βραδύνοντα⁑ On Iliad 1.32: ὅπως ἂν ἐπανέθῃς⁑ On Iliad 1.34: ἀποκοπη On Iliad 1.34: ὀνοματοποιία On Iliad 1.35: πλεῖστα On Iliad 1.35: ηὔχετο⁑ On Iliad 1.36: παραεβολη⁑ On Iliad 1.37: λαμψακινων On Iliad 1.37: πολις Τρωϊκη ⁑ On Iliad 1.38: πολίχνιον τῆς Τρωάδος On Iliad 1.38: νησος προ τῆς Τροίας On Iliad 1.40: λιπαρα On Iliad 1.42: τιμωρίαν δοῖεν On Iliad 1.44: ἐξοχῶ ἀκροτηρίων On Iliad 1.45: κοινή ἐστιν οὐκ έκοτασις⁑ On Iliad 1.46: ποιὸν ῆχον απετελεσαν⁑ Intermarginal scholia On Iliad 1.26: ὅτι αντι του κιχείοιμι ⁑ On Iliad 1.32: ὅτι τὸ σαώτερος ἀντι ἁπλοῦ ⁑ On Iliad 1.34: ὅτι Ζηνόδοτος δια τοῦ χ ⁑ On Iliad 1.37: ὅτι κατα μεταφορὰν ἐκ τῶ τετραποδων ὑπερμαχεῖς: On Iliad 1.41: ὅτι περιττὸς ὁ δὲ συνηθως αὐτῶ⁑ On Iliad 1.42: ὅτι Ζηνοδοτος τίσειεν On Iliad 1.46-1.47: ὅτι Ζηνοδοτος ἀμφοτέρους ἡθέτηκεν οὐ καλῶς⁑ On Iliad 1.50: ὅτι οὐκ ορθῶς τινὲς ουρήας τοὺς φυλακας ἀντιδιαστέλλει γὰρ διὰ του αὐτοῖσι Interior scholia On Iliad 1.30: καθ' ἑαυτὸ τοῦτο προφερομεθα καὶ γὰρ εμφαντικότερον⁑ On Iliad 1.39: ὅτι παρέλκει ἡ ἐπι⁑ On Iliad 1.41: Ἀρισταρχος δύο μέρη λόγου τὸ τὸ δέ μοι Ἡρωδιανὸς ἔν On Iliad 1.44: ὅτι ορος ὁ Ολυμπος τα γὰρ καρηνα ἐπι όρους⁑ On Iliad 1.49: Αριστάρχος ο τόνος παρα τὴν βιαν ⁑ On Iliad 1.50: ‡ φιλανθρωπος ὦν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῶα ἀναιρεῖ ἵνα δια τούτων εἰς δεος ἀγαγὼν τοὺς Ἕλληνας ἐπι τὸ εὐσεβεῖν παρασκευάσῃ ἥ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργετέραν ἔχουσιν: οἱ μεν γαρ κύνες ἀπο τῆς ὀσφρήσεως τῶν ἰχνῶν εν αισθήσει τῶν θηρίων γίνονται: αἱ δε ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι τινων ἀπο τῆς ὀσφρήσεως καὶ τας ὁδους ἀνευρισκουσι⁑ Venetus A (Marciana 454 = 822), folio 13, recto Iliad 1.51-1.75 1.51 αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς 1.52 βάλλ': αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. 1.53 ἐννῆμαρ μὲν ἀνα στρατὸν ᾤχετο κῆλα θεοῖο: 1.54 τῇ δεκάτῃ δ' ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς : 1.55 τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη : 1.56 κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήισκοντας ὁρᾶτο. 1.57 οἱ δ' ἐπεὶ οὖν ἤγερθεν: ὁμηγερέες τ' ἐγένοντο, 1.58 τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς : 1.59 Ἀτρείδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω: 1.60 ἂψ ἀπονοστήσειν: εἴ κεν θάνατόν γε φύγοιμεν. 1.61 εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς : 1.62 ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱ̈ερῆα 1.63 ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, 1.64 ὅς κ' εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπολλων . 1.65 εἴ ταρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται ἢδ' ἑκατόμβης: 1.66 αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων 1.67 βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. 1.68 Ἤτοι ὅ γ' ὡς εἰπὼν κατ' ἄρ ἕζετο: τοῖσι δ' ἀνέστη 1.69 Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ' ἄριστος: 1.70 ὃς ᾔδη τά τ' εόντα: τά τ' ἐσσόμενα: πρό τ' ἐόντα: 1.71 καὶ νήεσς' ἡγήσατ' Ἀχαιῶν Ἴ̈λιον εἴσω 1.72 ἣν διὰ μαντοσύνην: τήν οἱ πόρε Φοῖβος Ἀπόλλων : 1.73 ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 1.74 ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι 1.75 μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος: Scholia to Iliad 1.51-1.75 Main scholia On Iliad 1.51: αὐτὰρ ἐπειτ αυτοῖσι βελος διαφέρει ὁ αὐτὰρ τοῦ δὲ ὅτι ὁ μὲν προτάσσεται: ὁ δὲ ὑποτάσσεται: ὁ μὲν αὐτὰρ προτάσσεται: ὁ δὲ δὲ ὑποτασσεται: On Iliad 1.52: θαμειαί πῶς φησίν ὁ ποιητὴς ἐναντία ἑαυτῶ λέγει προεἰπὼν γὰρ αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν : νῦν επάγει αἰεὶ δὲ πυραὶ νεκύων . ἐροῦμεν δὲ ὅτι ὁ λοιμὸς ηῦξε: τὴν μῆνιν ἡ μῆνις δὲ τὰς μετα ταῦτα μάχας: καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο: οἱ δὲ ἀπο τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο⁑ On Iliad 1.58: τοῖσι δ ἀνιστάμενος τὸ γὰρ παλαιὸν κὰν βασιλεὺς ἢν κἂν ἄλλης οἵασδήποτε τύχης λαμπρᾶς ἐδημηγόρει δὲ, ὀρθῶς ἵστατο⁑ On Iliad 1.59: παλιμπλαγχθεντας εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα εάν περ δεῖ ὅλως τὸν θάνατον ὑπεκφύγοιμεν οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς ἀλλα συντεθειται δια τὸ ὰψ ἀπονοστήσειν ⁑ On Iliad 1.59: Ἀτρείδη νὺν ἄμμε⁑ μετα τὸ Ἀτρείδη δεῖ στίζειν ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσιν⁑ On Iliad 1.62: ἀλλ άγε δη τινα μαντιν ἡ διπλῆ ὅτι μάντις γενικῶς ἱερεὺς δὲ καὶ οἱωνοπόλος εἰδικῶς εἴδη μάντεων: Ζηνόδοτος δὲ ἡθέτηκεν αὐτὸν μήποτε δὲ ὀνειροκριτην ὑπείληφεν οὐκ ορθῶς. On Iliad 1.62-1.63: μεχρι τοῦ ἐρείομεν διασταλτεον εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπολον ἵνα γενικὸν μὲν ἢ τὸ μάντιν: εἴδη δὲ τὰ επιφερόμενα: οὕτως Ἡρωδιανός : καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει⁑ On Iliad 1.62-1.63: ἔστι γενος τι ἡ μαντικη διαιπουμένον εἰς εἴδη τρία εἰς οιωνοσκοπιαν: εις αεροσκοπιαν καὶ τὴν δια τὴν τῶν ονειρατων⁑ On Iliad 1.62: Ἡρῳδιανὸς τελειαν δίδωσι καὶ κοινὸν τὸ μαντιν : ὁ δὲ Πορφύριος τὸν δὴ οιωνὸν σημειων ἠ τεράτων μαντευόμενον: ὀνειροπολον δὲ τὸν ὀνειροκριτην⁑ On Iliad 1.63: καὶ γάρ τ' ὄναρ τοῦ τι ἐστιν συναλιφὴ καὶ γὰρ τι ὄναρ οὐ γὰρ παντα λέγει ἀληθῆ ἐπεὶ φησὶν οὐ πάντας εἰναι τοὺς ὀνείρους ἀληθεῖς: οἱ μεν γὰρ κεράεσσι τετεύχαται: αἱ δὲ λέφαντι ⁑ On Iliad 1.65: εἴ ταρ οὕτως ὀξεῖα εἰς τὸν εἶ τὸ γὰρ ταρ ἐστιν ἐγκλιτικὸς συνδεσμος επιφερόμενος καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ : οὐ γάρ ἐστιν ὁ τὲ σύνδεσμος ἐπεφέρετο γὰρ ἂν ἐτερος τε ⁑ On Iliad 1.66: αἱ κέν πως ἀρνῶν κνίσης Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς κατα γενικὴν πτῶσιν ἄνευ τοῦ ϊ ⁑ On Iliad 1.67: ἡμῖν ἀπο λοιγὸν ἀμύναι τὸ ἑξῆς ἐστιν ἀπαμῦναι δι ὃ φυλάττει τὸν ἴδιον τόνον: ὄταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχη προς τὸ επιφερόμενον τὸν ἴδιον τόνον φυλάσσει άτε δὴ ἐπέχουσα τὴν τάξιν: εἰς δε τὸ αἴ κεν περισσὸς ὁ κεν ἵνα ᾖ ἀντι τοῦ εἴ πως ⁑ On Iliad 1.68: ἤ τοι ὅ γ' ὡς εἰπῶν ὅτι Ζηνοδοτος γράφει ἐκαθέζετο : οὐκ εᾶ δὲ ἑλληνίζειν τὸν Όμηρον ὥσπερ γὰρ ουδὲ λέγει ἐκατεβαινεν: οὕτως οὐδε ἐκαθέζετο⁑ On Iliad 1.69: Κάλχας Θεστοριδης ὅτι Ζηνόδοτος γράφει μάντις Θεστορίδης . οὐ δύναται δὲ τῷ γένει τὸ εἶδος ἅμα συγκατατίθεσθαι⁑ On Iliad 1.74: ὦ Ἀχιλεῦ κέλεαί με⁑ καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος ὑπο Ἀχιλλέως καὶ τῷ πλήθει. ὡς δέει τοῦ βασιλέως μη προειπών⁑ On Iliad 1.52: ‡αἰεὶ δὲ πυραὶ νεκύων τὸ παλαιὸν τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο δια τὸ ἀπέριττα γίνεσθαι εἰθ' οὕτως ἐθάπτετο ὑπὸ γῆν, ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρα τοῖς Ἕλλησιν πρῶτος φησὶν ουτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου δι ανάγκην ὑπο Ηρακλέους : συναγαγόντος γὰρ φασὶ στρατίαν ἐπι Ϊλιον Ἡρακλέους δια τὸ Λαομέδοντα παρα σύνταξιν ποιῆασι Ἡρακλει σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην καὶ μη δοῦναι τοὺς ἵππους οὕς ὑποσχόμενος ἦν αὐτῶ ὑπερ τῆς τοσαύτης εὐεργεσίας ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον: Λικύμνιον φασὶ τὸν πατέρα Ἀργείου φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱον ὀνόματι Οιωνὸν αποστείλας εἰς Λακεδαίμονα μεθ' Ἡρακλέους ἀπέβαλεν οὐ βούλεσθαι προΐεσθαι τοῦτ' ἕως Ηρακλῆς όμωσεν ἀπάξειν παλιν αὐτόν τότε δ' οὖν συμπερούσης τῷ Ἀργείω τῆς τοῦ βίου τελευτῆς διαπορηθεὶς ὁ Ηρακλῆς πῶς ἄν ἐπιτελέσοι τὸν όρκον έκαυσεν αὐτὸν καὶ πρῶτον φασὶ τοῦτον τοιαὔτης ἐπιμελείας τυχεῖν⁑ Interlinear scholia On Iliad 1.51: τοῖς Ἑλλησι On Iliad 1.51: πικρόν On Iliad 1.51: επιπέμπων: On Iliad 1.52: ἐτίτρωσε On Iliad 1.53: νῦν τὰ βέλη ὅτι δὲ καὶ σημειω On Iliad 1.54: λείπει ημέρᾳ On Iliad 1.56: ἐφροντιζεν On Iliad 1.59: Αιολικόν On Iliad 1.59: εις τοὐπίσω πλανηθεντας On Iliad 1.59: ὑπολαμβάνω On Iliad 1.61: αντὶ καὶ γάρ On Iliad 1.62: ἠ θύτην On Iliad 1.70: τὰ προγεγονοτα⁑ On Iliad 1.71: νεῶν On Iliad 1.71: ἡγεμῶν ἐγένετο⁑ On Iliad 1.72: ἰδίαν On Iliad 1.73: εν αυτοῖς εἶπεν On Iliad 1.75: τοξότου Intermarginal scholia On Iliad 1.51: ὅτι μεταφορικῶς ἀπὸ τῆς πευκης On Iliad 1.56: ὅτι Ζηνόδοτος ορητο γράφει ἀγνωεῖ δε ὅτι Δωρικὸν γινεται⁑ On Iliad 1.59: προς τὴν τῶν νεωτέρων ἱστορίαν ὅτι ἐνθεν τὴν κατὰ Μυσίαν ϊστοριαν ἔπλασαν⁑ On Iliad 1.65: ὅτι ελλειπει ἡ περι περι On Iliad 1.71: ἀντι τῆς εις προθέσεως ⁑ On Iliad 1.73: ὅτι Ζηνοδοτος γράφει ός μιν αμειβόμενος ἔπεα πτερόεντα προσηυδα ⁑ Interior scholia On Iliad 1.56: εὐλόγως ἐφρoντιζεα τῶν Ἑλληνων ἡ Ἥρα ὅτι τὸ Άργος όλον ἱερὸν αὐτῆς: ἄλλως τε καὶ ἦν ὑβρισθεῖα ὑπὸ Ἀλεξάνδρου : ὡς καὶ ἡ Ἀθηνᾶ ἐν τη τοῦ μήλου κρίσει ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας ἵνα γένωνται τοῖς Τρωσὶν όλεθρος⁑ On Iliad 1.58: δια τὸν μετά ⁑ On Iliad 1.60: ὅτι Ζηνοδοτος οι κεν γράφει οὐ καλῶς: καλὴ γὰρ ἡ απόγνωσις τῆς σωτηρίας⁑ On Iliad 1.65: ἑκατόμβης ἠ τῆς ἀπο εκατῶν βοῶν ἠ ἀπὸ ρ βημάτων ὅ εστιν κέ ζώων⁑ On Iliad 1.73: οὕτως δια τοῦ ἑνὸς σ ⁑ Venetus A (Marciana 454 = 822), folio 13, verso Iliad 1.76-1.100 1.76 τοὶ γὰρ ἐγὼν ἐρέω: σὺ δὲ σύνθεο: καί μοι όμοσσον 1.77 ὴ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν: 1.78 ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν: ὃς μέγα πάντων 1.79 Ἀργείων κρατέει: καί οἱ πείθονται Ἀχαιοί : 1.80 κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ: 1.81 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ: 1.82 ἀλλάτε καὶ μετόπισθεν ἔχει κότον: ὄφρα τελέσσῃ 1.83 ἐν στήθεσσιν, ἑοῖσι: σὺ δὲ φράσαι εἴ με σαώσεις: 1.84 τονδ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 1.85 θαρσήσας μάλα, εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα: 1.86 οὐ, μὰ, γὰρ, Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν 1.87 εὐχόμενος, Δαναοῖσι θεοπροπίας ἀναφαίνεις 1.88 οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπι χθονὶ δερκομένοιο. 1.89 σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει 1.90 συμπάντων Δαναῶν . οὐδ ἢν Ἀγαμέμνονα εἴπῃς 1.91 ὃς νῦν πολλὸν ἄριστος ἐνι σρτατῷ εὔχεται εἶναι: 1.92 καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων: 1.93 οὔτὰρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὐδ' ἑκατόμβης, 1.94 ἀλλ' ἕνεκ' ἀρητῆρος, ὃν ἠτίμης' Ἀγαμέμνων : 1.95 οὐδ' ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ' ἄποινα. 1.96 τούνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος, ἠδ' ἔτι δώσει: 1.97 οὐδ' ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει. 1.98 πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην 1.99 ἀπριάτην: ἀνάποινον: ἄγειν θ' ἱερὴν ἑκατόμβην 1.100 ἐς Χρύσην : τότε κέν μιν ἱ̈λασσάμενοι πεπίθοιμεν: Scholia to Iliad 1.76-1.100 Main scholia On Iliad 1.77-1.78: ἠ μέν μοι πρόφρων ἐπι μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατα τὴν ἄρχουσαν κεῖται γὰρ ἀντι τοῦ ἠμὴν ὅπερ ἐστιν ορκικὸν επίρρημα ὅπερ ὁ ποιητὴς ἀεὶ δια τοῦ ε προφερεται: ἡμὲν τοὺς ἵππους τὲ καὶ ἄρματα ἠμὲν εμοὶ δώσειν τὸ δὲ ἡ γᾶρ ὀΐομαι περισπωμένη τάσει ἀναγνωστέον διαβεβαιωτικὸς γὰρ ὁ συνδεσμος ⁑ On Iliad 1.81: καταπέψη ἡ μεταφορα ἀπὸ τῶν ἐν τῆ γαστρὶ πλείω χρόνῳ κατεχομένων σιτίων δια τὴν πέψιν τὴν ἐν αυτῆ γινομενην⁑ On Iliad 1.85: θαρσήσας μάλα εἰπέ τρια εισὶ τὰ ἐν τῇ κοινῇ οξυνόμενα ἐλθέ ευρέ ειπέ ἰδιως δὲ καὶ μακρᾷ παραλήγονται Ἀττικοὶ δὲ καὶ ἐπι τῶν βραχυκαταλήκτων ὀξύνουσῑ τὸ εἰδέ καὶ λάβε : On Iliad 1.85: ὅτι οῖσθα χωρὶς τοῦ σ οὕτως γὰρ λέγει δια παντὸς οἶσθα: τί ἠ τοι ταυτα οἶσθα γέρον ⁑ On Iliad 1.86: οὐ μα γὰρ Ἀπόλλωνα ὅτι Ζηνοδοτος χωρὶς τοῦ ν Καλχα τὰ δὲ εἰς λήγοντα δια τοῦ ντ κλινόμενα επι τῆς γενικῆς ἔχει τὴν κλητικὴν ⁑ εἰς ν Θόαν Ἀίαν ⁑ On Iliad 1.90: οὐδ ἣν Ἀγαμέμνονα ὁ τρόπος ὑπερβολη ὃ δεδηὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς ⁑ On Iliad 1.93: οὔταρ ὅ γ' εὐχωλῆς οὕτως οξείαν ἐπ τὴν οὔ : ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος εγκλιτικός ὡς καὶ ἐπι τοῦ εἴ ταρ ὅ γ' εὐχωλῆς : οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός εἰ γὰρ ἢν επεφέρετο: ἂν πάλιν ὁ τέ μετὰ ἀποφασεως, οὔθ' εκατόμβης: οὕτως γὰρ ἔστιν εὑρεσθαι τὸν τέ σύνδεσμον μετα τῆς οὔ ἀποφάσεως: ἔνθα μὲν, οὔτε ἄναξ ἐπιδευής, οὔτε τι ποιμήν ⁑ On Iliad 1.97: οὐδ' ὅ γε πρὶν λοιμοῖο λέξεις ἐκ τῶν προς Κωμανόν . τὸ μὲν ἀεικέα λοιγόν όλεθρον ἀπεοικοτα λέγειν: τοῦτο δὲ ἐστιν ἀπεχθῆ: ἀπριάτην δὲ σαφὲς ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταυτὸν τῷ νῦν λεγομένῳ δωρεάν καὶ ἡ Μασσααλιωτικὴ δὲ καὶ ἡ Ριανοῦ τὸν αὐτὸν ἔχει τρόπον: ἔοικεν οὖν, ἡ ἑτέρα Ζηνοδότου εἶναι ἡ οὐδ' ὅγε πρὶν λοιμοῖο βαρείας χείρας ἀφέξει ⁑ On Iliad 1.98: ἐλικώπιδα μελανόφθαλμον ἀφ οὗ εὐπρεπῆ ὡς Καλλίμαχος ὕδωρ μέλαν Αἰσήποι , καὶ Αἴσηπον ἔχεις ἑλικώτατον ὕδωρ , ἢ τὴν οὐκ ἀτενῆ τὴν θέαν: ἠ τὴν ἀξιοθέατον προς ὴν πάντες ἐλίσσουσι τὴν θέαν⁑ On Iliad 1.99: ἀπριάτην ἀνάποινον ὅτι οὐ κατα προσηγορίαν τὴν ἀπριάτην λέγει ἀλλ' ἀντι τοῦ ἀπρατῆ καὶ παράλληλον τὸ ἀνάποινον: τὸ γὰρ αὐτὸ δι αμφοτέρων δηλοῦται: διασταλταιον δὲ βραχὺ ἀπριάτην: ἀνάποινον στικτέον δὲ ἐς Χρύσην : ἐπεὶ κοινὸν κατα πάντων τὸ πριν τὸ ἀπριάτην. ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος ἀντι τοῦ ἀπριαδην⁑ On Iliad 1.100: ἐς Χρύσην τότε κέν μιν ὅτι Ζηνόδοτος γράφει αἴ κεν μιν γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν⁑ Interlinear scholia On Iliad 1.76: Αιολίς On Iliad 1.76: Αιολικον On Iliad 1.77: ορκικον ἐπίρρημα On Iliad 1.77: προθύμως On Iliad 1.86: ὄμνυμι γάρ σοι On Iliad 1.86: ᾥτινι σὺ ὦ κάχαν⁑ On Iliad 1.88: ὁρῶντος ἢ ὁρωμένου On Iliad 1.90: ὑπερβολη⁑ On Iliad 1.91: κατα πολύ On Iliad 1.95: οὐκ απελύτρωσε On Iliad 1.97: παύσει On Iliad 1.99: παράλιψις Intermarginal scholia On Iliad 1.80: ὅτι Ζηνόδοτος χωρὶς γράφει τὰ δε τοιαυτα ἐν σύγκριτα εχει ἐπι της εὐθείας τὸ ν ⁑ On Iliad 1.83: ὅτι Ζηνόδοτος γράφει φράσον : μᾶλλον δὲ τὸ φράσαι ἀρμόζει⁑ On Iliad 1.85: διασταλτέον ἐπι το μάλα ⁑ On Iliad 1.93-1.95: ὅτι ελλείπει τὸ περι καὶ περισσον τὸ ἐπιμέμφεται κατεκερμάτισεν δὲ τὸν Αγαμέμνονος λόγον εἰς διαβολήν⁑ Interior scholia On Iliad 1.91: Ἀχαιῶν οὐκ ενι στρατῷ αι Αριστάρχου ὁμοιως ἡ Σωσιγένους καὶ Ἀριστοφάνους : καὶ ἡ Ζηνοδότου ⁑ On Iliad 1.93-1.94: βραχὺ διασταλτεον ἐπι τὸ εκατομβης καὶ αρητῆρος . κοινὸν δὲ τὸ ἕνεκα ουτε ευχωλῆς ουτε ἑκατόμβης ἕνεκα: ἀλλ αρητηρος ἕνεκα μεμφεται⁑ On Iliad 1.97: Δαναοῖσιν ἀεικέα λοιγὸν απώσει οὕτως αι Αριστάρχου ⁑ Venetus A (Marciana 454 = 822), folio 14, recto Iliad 1.101-1.125 1.101 ἠτοι ὅ γ' ὣς εἰπὼν κατὰρ ἕζετο: τοῖσι δ' ἀνέστη 1.102 ἥρως Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων 1.103 ἀχνύμενος: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι 1.104 πίμπλαντ': ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην: 1.105 Κάλχαντα πρώτιστα κὰκ' ὀσσόμενος προσέειπε: 1.106 μάντι κακῶν: οὐ πώ ποτε μοι τὸ κρήγυον εἶπες: 1.107 αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι: 1.108 ἐσθλὸν δ' οὐδέ τί πω εἶπες ἔπος οὐδ' ἐτέλεσσας: 1.109 καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις 1.110 ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει: 1.111 οὕνεκ' ἐγὼ κούρης Χρυσηΐδος ἀγλὰ' ἄποινα 1.112 οὐκ έθελον δέξασθαι. ἐπεὶ πολὺ βούλομαι αὐτὴν 1.113 οἴκοι ἔχειν: καὶ γάρ ῥα Κλυταιμν̈ήστρης προβέβουλα 1.114 κουριδίης ἀλόχου. ἐπεὶ οὔ ἑθέν ἐστι χερείων. 1.115 οὐ δέμας. οὐδὲ φυὴν: οὔτ' ὰρ φρένας οὐτέ τι ἔργα: 1.116 ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ' ἄμεινον: 1.117 βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἠ ἀπολέσθαι: 1.118 αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ'. ὄφρα μὴ οἶος 1.119 Ἀργείων ἀγέραστος ἔω: ἐπεὶ οὐδὲ ἔοικε: 1.120 λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ: 1.121 τὸνδ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς : 1.122 Ἀτρείδη κύδιστε φιλοκτεανώτατε πάντων: 1.123 πῶς τάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί : 1.124 οὐδέ τί οϋ πω ἴ̈δμεν ξυνήϊα κείμενα πολλά: 1.125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν. τὰ δέδασται: Scholia to Iliad 1.101-1.125 Main scholia On Iliad 1.103: φρένες αμφιμέλαιναι ἡ ἀμφὶ προς τὸ πίμπλαντο ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς εἰσὶ δὲ τῶν εντοσθίων αἱ φρένες πλευρὰς ὑφ ῆπαρ καὶ φρένας , ἤδη δὲ οἱ νεώτεροι μελαίνας τὰς φρένας φασίν: On Iliad 1.105: Κάλχαντα πρώτιστα ὅτι ἀπο τῶν ὄσσων κακῶς ὑπιδόμενος οὐκ απὸ τῆς ὄσσης τῆς φωνῆς κακολογήσας: οὐ γὰρ χρηται Ὅμηρος τῇ ὅσσῃ ψιλῶς ἐπι τῆς φωνῆς μᾶλλον δὲ ἐπι τῆς θείας κληδόνος⁑ On Iliad 1.106: ὅτι ἄπαξ εἴρηται τὸ κρήγυον καὶ οὐκ έστιν ἀληθὲς ἀλλα αγαθόν ἀντιδιαστέλλει γοὖν ἐπι τὸ αἰεί τοι τα κακ' εστι φίλα ⁑ On Iliad 1.106: μάντι κακῶν συντείνει τοῦτο εἰς τὸ δεκα ἔτη μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον ὅσον ἀπο τοῦ συμβολου τῶν στρουθῶν: On Iliad 1.117: βούλομ' ἐγω λαὸν σόον ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν ὡς τῆς διανοιας εὐήθους ούσης, οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρεσθαι ἀλλα συνάπτειν τοῖς ἄνω ἐν ἤθει γὰρ λέγεται⁑ On Iliad 1.120: λεύσσετε γὰρ πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ συν τῷ ϊ τὸ ἄλλη καὶ ἐστιν ἄλλοσε ὥσπερ τὸ πάντῃ ὁ γὰρ νοῦς τῶν λεγομένων τοιοῦτος ἐμοὶ δὲ γέρας παρασκευάσατε ὅπως μὴ ὑπολειφθῶ ἀγέραστος ἐν τοῖς Ἕλλησι ὁρατε γὰρ δή μου τὸ γέρας ἀλλαχόσσε ἀπερχόμενον. θαυμάσειε δ' ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν ἐν γὰρ τῷ τρίτῳ τῶν Ομηρικῶν ὑποδειγμάτων παραδεικνὺς ὅτι ἀντι τοῦ ἑτέρου τῷ ἄλλῳ ἐσθ' ὄπῃ καταχρῆται Ὅμηρος , καὶ τοῦτο φερων ἐντέθεικε τὸ μαρτύριον: λεύσσετε γὰρ ὅ μοι γέρας ἔρχεται ἄλλῃ ὡς ἐκεῖνο: πῦρ ἕτερον μὲν ὑπ' αἰθούσῆς εὐεργεος αὐλῆς, ἄλλο δ' ἐνι προδόμῳ , καὶ ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνι φρεσιν ἄλλο δὲ εἴπη , ἁπλῶς δ' ἕοικε νοῦς ὑγιῆς μὴ ὑποφαίνεσθαι δια τῆς ἐκδοχῆς ταύτης καὶ εἴη ἂν τὸ παρόραμα οὐκ επιστήσαντος αὐτοῦ τοῖς παραδειγμασιν⁑ On Iliad 1.124: οὐδέ τι πω ἴ¨δμεν ξυνήϊα τινὲς ἐπὶ τὸ κείμενα στίζουσι καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσι κακῶς, ξυνὸν δὲ ξύνειον ὡς κοινὸν κοινειον : καὶ διαίρεσις Ἰωνικὴ ξυνήϊον ⁑ Interlinear scholia On Iliad 1.105: προ πάντων On Iliad 1.105: δεινὸν καὶ ορίλον ὑποβλεψάμενος On Iliad 1.106: τὸ ἀγαθον On Iliad 1.109: μαντευόμενος On Iliad 1.110: αὑτοῖς τοῖς ἕλλησι On Iliad 1.113: προκέκριξ προτιμῶ⁑ On Iliad 1.115: τὸ σῶμα On Iliad 1.115: ουδε τὴν εὐφυΐαν On Iliad 1.116: όμως On Iliad 1.118: τιμὴν On Iliad 1.118: ευθέως On Iliad 1.119: οὐδε γὰρ πρέπει On Iliad 1.120: αποκοπη τοῦ ότι μου On Iliad 1.120: ἀλλαχοῦ: On Iliad 1.122: φιλοχριματῶτατε: On Iliad 1.125: ταῦτα μεμέρισται: Intermarginal scholia On Iliad 1.103: αἱ ἐν βάθει κείμεναι ἣ τεταραγμέναι δια τὴν οργήν⁑ On Iliad 1.111: ὅτι ελλείπει ἡ περι πρόθεσις On Iliad 1.116: στηκτέον ἐπι τὸ άμεινον ψυχροι γὰρ οἱ επι τὸ παλιν στίζοντες⁑ Interior scholia On Iliad 1.103-1.104: ὅτι αμφοτεροι εις τὴν Ὀδύσσειαν μετάκεινται οὐκ ορθῶς On Iliad 1.116: τὸ ως ὁπότε σημαντικόν ἐστι τοῦ όμως περισπαται Exterior scholia On Iliad 1.106: σημειωτέον ὅτι τὸ κρήγυον απαξ: Venetus A (Marciana 454 = 822), folio 14, verso Iliad 1.126-1.150 1.126 λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν. 1.127 ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες: αὐτὰρ Ἀχαιοὶ 1.128 τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν, αἴ κέ ποθι Ζεὺς 1.129 δῷσι πόλιν τροΐην εὐτείχεον ἐξαλαπάξαι: 1.130 τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων : 1.131 μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' Ἀχιλλεῦ 1.132 κλέπτε, νόῳ. ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις: 1.133 ἦ ἐθέλεις: ὄφρ' αὐτὸς ἔχῃς γέρας αὐτὰρ ἒμ' αὔτως 1.134 ἧσθαι δευόμενον, κέλεαι δέ με τῆνδ' ἀποδοῦναι: 1.135 ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ 1.136 ἄρσαντες κατὰ θυμὸν, ὅπως ἀντάξιον ἔσται. 1.137 εἰ δέ κε μὴ δώωσιν: ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι: 1.138 ἢ τεὸν: ἢ Αἴαντος : ἰὼν γέρας: ἢ Ὀδυσῆος 1.139 ἄξω ἑλών: ὁ δέ κεν κεχολώσεται ὅν κεν, ΐκωμαι. 1.140 ἀλλ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις: 1.141 νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν: 1.142 ἐς δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν: ἐς δ' ἑκατόμβην 1.143 θείομεν: ἂν δ' αὐτὴν Χρυσηΐδα καλλιπάρηον 1.144 βήσομεν: εἷς δέ τις ἀρχὸς. ἀνὴρ βουληφόρος ἔστω: 1.145 ἢ Αἴας . ἢ Ϊδομενεύς : ἢ δῖος Ὀδυσσεὺς : 1.146 ἠὲ σὺ Πηλειδη πάντων ἐκπαγλότατ' ἀνδρῶν: 1.147 ὄφρ' ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας: 1.148 τὸν δ' ἄρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 1.149 ᾤμοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον: 1.150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν : Scholia to Iliad 1.126-1.150 Main scholia On Iliad 1.126: λαοὺς παρὰ τὸ λάαν: λάας δὲ κατα διάλεκτον ὁ λιθος Προμηθέως παῖς Δευκαλίων γίνεται, οὗτος βασιλεύων τον περὶ τὴν Φθιαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδωρας ἣν ἔπλασαν οἱ θεοὶ πρώτην γυναῖκα καὶ ἐπεὶ δὲ Ζεὺς ἠθέλησε τὸ χαλκὸν γενος ἀπολέσαι ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα καὶ τὰ επιτήδεια ἐνθεμενος εν αυτῆ μετα Πυρρας ενέβη⁑ On Iliad 1.126: Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ' οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους ὀλίγων χωρὶς οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη, τότε δὲ καὶ τὰ κατα Θεσσαλίαν στενώματα διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλασσης φερόμενος εφ ημερας ἐννέα καὶ νύκτας ΐσας τῷ Παρνασσῷ περιηχεῖτο κακεῖ τῶν όμβρων παύλαν λαβόντων ἐκβὰς ἔθυσεν Διῒ φυξίῳ: Ζεὺς δὲ πέμψας Ἑρμῆν προς αυτὸν ἐπέτρεψεν αἰτεῖσθαι ὅ τι βούλεται: ὁ δὲ αἰρεῖται ἀνθρώπους αὐτῷ γενέσθαι καὶ Διὸς εἰπόντος ὑπερ κεφαλῆς ἔβαλλεν αἴρων τοὺς λίθους καὶ οὓς μὲν ἔβαλλεν οὗτος ἄνδρες ἐγίνοντο οὓς δὲ ἡ Πύρρα γυναῖκες⁑ On Iliad 1.126: παλίλλογα οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα παρα τὸ λέγω ὅθεν καὶ τὸ συλλέγω: τὸ δὲ ταυτα Τυραννίων ὀξύνει: On Iliad 1.127-1.128: ἀλλα σὺ μὲν νῦν τήνδε θεῷ πρόες⁑ ου χάριν αιτεῖ ἀλλ ὡς κακῷ δανειστῇ κεχρηται καὶ διπλᾶ καὶ τριπλᾶ αποδώσειν επαγγελλεται⁑ On Iliad 1.128: ἀποτίσομεν πιστοῦται τὴν ὑποσχεσιν ὡς δανειου καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει⁑ On Iliad 1.128: αἰ κέ ποθι Ζευς ὅτι μεθ υπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς ὑποσχέσεις δια τὸ ἄδηλον τῆς τύχης⁑ On Iliad 1.129: δῷσι πόλιν Τροΐην ⁑ ὅτι Ζηνόδοτος γράφει δῶσι πόλιν Τροιην ὡς ἐπι τὴν Ἰλιον βουλόμενος γενέσθαι τὴν ἀναφορὰν ἀπιθάνως: ἄδηλον γὰρ ἢν εἰ έλουσιν αὐτήν, ἐστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν περιοικων ταύτας γὰρ επορθει ὁ Ἀχιλλεὺς , διὸ καὶ ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται: Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν ἀντι ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι τὸ γὰρ δῷσι φασὶ πληθυντικόν. ἀγνοοῦσι δέ, εστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον ὡς τὸ λέγῃ λέγῃσι φέρη φέρῃσι , τοιοῦτόν ἐστι καὶ τὸ ἐν Οδυσσεία τὸ φῆσιν ἐμὲ γενεσθαι καὶ τὸ εἰσόκε μοι μάλα πάντα πατὴρ αποδῷσι έεδνα : κἀνταυθα γὰρ ἀποδῷ δι ὃ καὶ τὸ ϊ εχει προσκείμενον μέμνηται αὐτοῦ κἀν τῇ Ορθογραφίᾳ ὁ Ηρῳδιανός ⁑ On Iliad 1.129: Τροΐην οὕτως Ἀρίσταρχος τρισυλλάβως καὶ ἐνθάδε καὶ εν τῇ πόλει Λ τῆς Ὀδυσσείας ήτοι ὅτ' ἀμφὶ πόλιν Τροΐην φράζευ καὶ επείσθη αὐτῷ ἡ παράδοσις ἐστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ϊδίωμα παραφυλάξαι οὕτως: ὡς ὅτι εἴ που λέγει τὸ Τροία δισυλλάβως. οὐδέποτε ἐπιφέρει τὸ πόλις οἶον εἰσόκε περ Τροιην διαπέρσομεν . ἔνθα κεν ὑψίπυλον Τροιην ἕλον υἱες , Τροίῃ ἐν νευρείῃ : καὶ ἀλλαχοῦ ἐπι μέντοι τούτων τῶν δύο ὁμοιοπτῶτως ἐπήνεγκε τὸ πόλιν Τροΐην δῷσι πόλιν Τροΐην . καὶ τὸ ἤτοι ἀμφι πόλιν Τροΐην ταῦτα ὁ Ἡρῳδιανός ⁑ Interlinear scholia On Iliad 1.127: πρόπεψον On Iliad 1.128: ἑάν ποτε On Iliad 1.129: τρισυλλάβως On Iliad 1.131: γενναῖος On Iliad 1.131: εναντιωματικόν On Iliad 1.132: παραλογιζου τῇ διανοία On Iliad 1.134: καθέζεσθαι On Iliad 1.136: τῇ εμῆ ἀξία On Iliad 1.137: τοῦ δῶσι διαίρεσις On Iliad 1.138: τὴν Βρισηΐδα On Iliad 1.138: Τέκμειαν On Iliad 1.138: Λαοδίκην On Iliad 1.139: οὗτος On Iliad 1.139: ἐφ ὃν ἄν On Iliad 1.140: καὶ ἐν ϋστέρω βουλευσόαμεθα On Iliad 1.147: ἐγκλιτέον On Iliad 1.148: δεινὸν ὑποβλεψάμενος Intermarginal scholia On Iliad 1.144: βραχὺ διασταλτεον ἐπι τὸ ἀρχός ἵν ῇ ανηρ βουληφόρος αρχὸς ἔστω ⁑ Interior scholia On Iliad 1.133: ἐσχιματισεν οὐχ' ὁμοιως τὸ αὐτὸς ἐπενεγκῶν αὐτὰρ εμ' αὔτως⁑ On Iliad 1.142: δια τοῦ ν Ἀρίσταρχος ἑν δ' ερέτας : Venetus A (Marciana 454 = 822), folio 15, recto Iliad 1.151-1.175 1.151 ἢ ὁδὸν ἐλθέμεναι. ἢ ἀνδράσιν ἶ̈φι μάχεσθαι: 1.152 οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων 1.153 δεῦρο. μαχησόμενος. ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν: 1.154 οὐ γαρ πώποτ' ἐμὰς βοῦς ἤλασαν: οὐδὲ μὲν ἵππους: 1.155 οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ 1.156 καρπὸν ἐδηλήσαντ'. ἐπει ῆ. μάλα πολλὰ μεταξὺ 1.157 οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα: 1.158 ἀλλὰ σὺ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ'. ὄφρα σὺ χαίρῃς: 1.159 τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα 1.160 πρὸς Τρώων . τῶν οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις: 1.161 καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς 1.162 ᾧ ἔπι πολλ' ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν : 1.163 οὐ μέν σοί ποτε ἶ̈σον ἔχω γέρας, ὁππότ' Ἀχαιοὶ 1.164 Τρώων ἐκπέρσωσ' εὖ ναιόμενον πτολίεθρον: 1.165 ἀλλα τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο 1.166 χεῖρες ἐμαὶ διέπους': ἀτὰρ ἤν ποτε δασμὸς ἵ̈κηται. 1.167 σοὶ τὸ γερας πολὺ μεῖζον: ἐγὼ δ' ὀλίγον τε φίλον τε 1.168 ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω πολεμίζων: 1.169 νῦν δ' εἶμι Φθίην δ': ἐπειῆὴ πολὺ φέρτερόν ἐστιν 1.170 οἴκαδ' ΐμεν σὺν νηυσὶ κορωνίσιν: οὐδέ σ' ὀΐω 1.171 ἐνθάδ' ἄτιμος ἐὼν. ἄφενος καὶ πλοῦτον ἀφύξειν: 1.172 τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 1.173 φεῦγε. μάλ'. εἴ τοι θυμὸς ἐπέσσυται: οὐδέ σ' ἔγωγε: 1.174 λίσσομαι εἵνεκ' ἐμεῖο μένειν: παρ' ἔμοιγε καὶ ἄλλοι 1.175 οἵ κέ με τιμήσουσι: μάλιστα δὲ. μητίετα Ζεύς : Scholia to Iliad 1.151-1.175 Main scholia On Iliad 1.151: ἶφι ἐσχημάτισται οὕτως ἴς ϊνός ἰνοφι ῶς χαλκός χαλκοῦ χαλκόφι καὶ κατὰ συγκοπὴν τῆς συλλαβῆς ἶφι⁑ On Iliad 1.153: δεῦρο μαχησόμενος βελτιον ἐπι το δεῦρο διαστελλειν ἵν ᾖ ἤλυθον δεῦρο ἐπεὶ σόλοικον εσται τὴν εἰς τόπον σχέσιν δηλοῦντος τοῦ ἐπιῤῥήματος: δύναται δ ἴσως τίς λέγειν ὡς καὶ τὴν εν τόπω σχέσιν δηλοῖ, ἐν Ὀδυσσείᾳ πωλεῖταί τις δεῦρο γέρων ἄλιος : σημαίνει δὲ ἀντι τοῦ ἀναστρέφεται ἐν τούτω τῷ τόπω βελτιον δε ἐστι τὸ πρότερον ἐπεὶ καὶ εκεῖ τὴν εις τόπον σχέσιν μᾶλλον δηλοὶ ἀντι τοῦ παραγίνεται πολλάκις ἐνθάδε: On Iliad 1.154: οὐ γάρ πώποτ' οὕτως ὑφ ἑν πώποτε Ἀρίσταρχος ἀεὶ δὲ τὸ ποτε ἐν συνθέσει ὣν ἐπι παρῳχημένου παραλαμβάνεται οὐδέποτε δὲ ἐπι μέλλοντος⁑ On Iliad 1.159: τιμὴν ἀρνύμενοι ὅτι Ζηνόδοτος γράφει τιμὴν ἀρνύμενος καὶ τὸν εξῆς ἡθέτηκεν ηγνοηκε δὲ ὅτι ἡ τιμὴ νῦν αντὶ τῆς τιμωρίας κεῖται καὶ τὸ ἀρνύμενος οὐκ έστι λαμβάνων ἀλλ ἀντι τοῦ εἰσπραττόμενος παρα Τρώων ⁑ On Iliad 1.160: προς Τρώων τῶν ού τι μετατρέπῃ τινὲς ἐπι τὸ Τρώων στίζουσιν καὶ τὸ επιφερόμενον μόριον ἐπι τὰ προεἰρημένα πράγματα οὐ επι τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται: ἐὰν μέντοι ἐπι τὸ Τρώων ἀναφέρηται αντὶ ὑποτακτικοῦ τοῦ ων κέηται βραχὺ διαστελοῦμεν ἐπι τὸ Τρώων ως ἐπι τοῦ ουλομένην ἢ μυρί Αχαιοῖς ⁑ On Iliad 1.164: Τρώων ἐκπέρσωσ', ὅτι φανερὸν εκ τούτου ὡς καὶ ἐν τοῖς ἐπάνω ὅτι περί τινος τῶν περιχωρων ἐστὶ πόλεων ὁ λόγος, καὶ ὅτι ὁ χρόνος ήλλακται ἐκπέρσωσι' ἀντι τοῦ ἐκπέρσουσι ⁑ On Iliad 1.157: θάλασσα τε ηχήεσσα ὁ λόγος οὐδέποτε ἡδικησάν με οἱ Τρῶες ἐπειδὴ μεταξὺ Φθίας καὶ Πελοποννήσου πολλα ἐστι μέγιστα όρη καὶ πολλὴ θάλασσα ὡς μήτε ὑπήκοόν με σοι εῖναι μήτε ἀστυγείτονα⁑ On Iliad 1.168: Αρίσταρχος γράφει επεί κε κάμω ἵνα μη ἢ διπλασιασμὸς ἐν τῷ ῥήματι καὶ οὕτως ἡ συνηθης ανάγνωσις: οὕτω δὲ καὶ Ἡρωδιανὸς φάσκων ὅτι τ ὸ ἐπήν εχει τὸν αν . καὶ τίς χρεία ἐν δευτέρω αὐτὸν κεῖσθαι οὐκ ἀγνοὼ δὲ ὅ τινὲς ἐπήν κε γράφουσι On Iliad 1.169-1.171: νῦν δ' εἶμι Φθίην δ' ὁ νοὺς ὑπερβατον νῦν δ' ἐμι Φθιην δὲ σὺν νηυσὶ κορωνῗσιν ἔνθαδ' ἄτιμος εὼν επειὴ πολὺ φέρτερόν ἐστιν : οὐχ ὑπολαμβάνω δέ σε φησὶν ἐμοῦ ἀπόντος καταστρεψαι τὴν ¨Ίλιον καὶ πλοῦτον πολὺν σχεῖν⁑ On Iliad 1.171: ἄφενος καὶ πλουτον αφενος καλεὶται ἡ ἀπο ενὸς ἐνιαυτοῦ περιουσία: πλοῦτος δὲ ὁ ἀπο πολλῶν ⁑ On Iliad 1.173: φεῦγε μάλ' διασταλτέον βραχὺ ἤτοι ἐπι τὸ φεῦγε ἢ ἐπι τὸ μαλα ὴ γὰρ φεῦγε μάλα ἢ εἴ τοι μάλα θυμὸς ἐπεσσυται εἰ λίαν ὥρμησαι ἢ τάχα περιττεύει τὸ μάλα ⁑ On Iliad 1.173: θυμὸς τοῦτο τὸ ὄνομα παρα τῷ ποιητῇ σημαίνει πέντε⁑ On Iliad 1.173: τὴν οργήν ὡς εν τῶ θυμος δε μέγας ἐστι διοτρεφέων βασιλήων : καὶ τὴν ψυχὴν ὡς ὅταν εἴπῃ μελιηδέα θυμὸν ἀπηυρα τὴν ἐπιθυμίαν: ὡς εν τῶ ὦ θυμῷ ειξας μίγη φιλότητι καὶ εὐνη ⁑ On Iliad 1.173: τὸν ἐπιλογισμὸν ἕτερος δέ με θυμὸς ἀνῆκεν ⁑ On Iliad 1.173: τὴν ὁμώνοιαν ὡς ἐπι τοῦ ἀλλ' ένα θυμὸν ἔχοντες νόῳ καὶ επίφρονι βουλῇ ⁑ On Iliad 1.174: παρ ἕμοιγε τὴν παρὰ προθεσιν , κατα τὴν ἄρχουσαν ὀξυτονητέον καὶ καθόλου ὁπότε σημαντικαί εἰσὶ ῥημάτων αἱ προθέσεις: τοῦτον τὸν τόνον ἀναδέχονται, ἐπεὶ οῦ τοι ἐπι δεος οὐ γὰρ ἐπ ανὴρ οῖος Ὀδυσσεύς τὴν δε έμοιγε προπαροξυτονητέον ἔστι γὰρ Ἀττικὴ ὡς καὶ ἡ ἔγωγε⁑ On Iliad 1.175: οἵ κε με τιμήσουσι μάλιστα δὲ μητίετα Ζευς Βοιωτῶν καὶ Αιολεων ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμὸς οἷον αὐτὰρ ὁ αῦτε Θυέστ' ἀντι τοῦ Θυέστης καὶ ἱππηλάτα ἀντι τοῦ ἱππηλάτης : καὶ νεφεληγερέτα ἀντι τοῦ νεφεληγερέτης . καὶ κυανοχαῖτα ἀντι τοῦ κυανοχαίτης : παρ ημῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα ἐπι τῆς ευθείας εἰς α λήγει⁑ On Iliad 1.175: τὰ εἰς βαρύτονα βραχεία παραληγόμενα ἀπρόσληπτα τοῦ σ κατα γενικὴν, παροξυνόμενα, ἐν τῇ κλητικῇ κλητικα φυλάττει τὸν τόνον σεσημείαται τὸ δέσποτα καὶ εὐρύοπα καὶ μητίετα⁑ Interlinear scholia On Iliad 1.153: ἐνταυθα On Iliad 1.157: Ἰώνων On Iliad 1.159: τιμωρίαν: On Iliad 1.159: ἀντι καὶ ὑπερ σοῦ ὦ ἀναιδεσπατε On Iliad 1.161: ὑπισνῆ λέγεις: On Iliad 1.162: ἀνασροφη On Iliad 1.162: εκακοπαθησα On Iliad 1.165: πολλὰς ορμὰς ἔχοτος On Iliad 1.166: διοικοῦσ' On Iliad 1.166: μερισμὸς τῶν λαφύρων δηλονότι ⁑ On Iliad 1.167: εμοὶ ελαχιστοντ έρχεται και τουτο προσφιλὲς ηγουμαι⁑ Intermarginal scholia On Iliad 1.156: περισπαστέον τὸ η εστε γὰρ βεβαιωτικός⁑ On Iliad 1.163: ὅτι Ζηνοδοτος γράφει οὐδ ότ' Ἀχαιοί ἠγνόηκε δὲ ὅτι ήλλακταὶ τὸ εχω ἀντι τοῦ ἔσχον⁑ On Iliad 1.169: οὕτως συν τῷ δ αἱ Αρισταρχου Φθίην δὲ καὶ η Ζηνοδότου ὁμοιως⁑ On Iliad 1.173: οὕτως προπαροξυτονητεον τὸ ἔγωγε ἵν ᾖ ἕν⁑ On Iliad 1.175: ουτος Αρισταρχος τριτην ἀπο τέλους ποιεῖ τὴν οξειαν καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις καὶ ἴσος πλεονασμός ἐστι τοῦ ε ⁑ Interior scholia On Iliad 1.156: σκιόωντα δια τοῦ ω Ἀρισταρχος ⁑ On Iliad 1.162: Ϊακῶς τὸ εμόγησα αι Αρισταρχου On Iliad 1.169: υπο On Iliad 1.175: ὅτι περισὸς ὁ κε συνδεσμος καὶ τὸ τιμήσουσιν αντὶ τοῦ τιμήσειαν ⁑ Venetus A (Marciana 454 = 822), folio 15, verso Iliad 1.176-1.200 1.176 ἔχθιστος δέ μοι ἐσσὶ διοτρεφέων βασιλήων: 1.177 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε: 1.178 εἰ μάλα καρτερός ἐσσι: θεός πού σοὶ τό γ' ἔδωκεν: 1.179 οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι 1.180 Μυρμιδόνεσσιν ἄνασσε: σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω 1.181 οὐδ' ὄθομαι κοτέοντος: ἀπειλήσω δέ τοι ὧδε: 1.182 ὡς ἒμ`' ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων . 1.183 τὴν μὲν ἐγὼ σὺν νηΐ τ' ἐμῇ. καὶ ἐμοῖς ἑτάροισι 1.184 πέμψω. ἐγὼ δέ κ' ἄγω Βρισηΐδα καλλιπάρηον 1.185 αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας: ὄφρ' ἐῦ εἰδῇς 1.186 ὅσσον φέρτερός εἰμι σέθεν: στυγέῃ δὲ καὶ ἄλλος 1.187 ἶ̈σον ἐμοὶ φσθαι, καὶ ὁμοιωθήμεναι ἄντην: 1.188 Ὣς φάτο: Πηλείωνι δ' ἄχος γένετ': ἐν δέ οἱ ἦτορ 1.189 στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν: 1.190 ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 1.191 τοὺς μὲν ἀναστήσειεν: ὁ δ' Ἀτρείδην ἐναρίζοι. 1.192 ἦε, χόλον παύσειεν: ἐρητύσειέ τε θυμόν: 1.193 ἕως ὃ: ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν. 1.194 ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος: ἦλθε δ' Ἀθήνη 1.195 οὐρανόθεν: πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη : 1.196 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε: 1.197 στῆ δ' ὄπιθεν: ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα 1.198 οἴῳ φαινομένη: τῶν δ' ἄλλων οὔ τις ὁρᾶτο: 1.199 θάμβησεν δ' Ἀχιλεύς : μετὰ δ`' ετράπετ', αὐτίκα δ' ἔγνω 1.200 Παλλάδ' Ἀθηναίην : δεινὼ δέ οἱ ὄσσε φάανθεν: Scholia to Iliad 1.176-1.200 Main scholia On Iliad 1.176: διοτρεφέων τῶν συν Διὸς γνώμῃ τεθραμμένων ἐπι τῆς αὐτοῦ σειρᾶς εἰσὶν ὡς καὶ Ἡσίοδος φησὶν: ἐκ γάρ τοι Μουσάων καὶ ἐκηβόλου Ἀπόλλωνος ἄνδρες ἀδελφοὶ ἐπι χθονὶ καὶ κιθαρισταὶ ἐκ Διὸς βασιλέως On Iliad 1.178: εἰ μάλα καρτερὸς ἔσσι ἐπι τὸ ἐσσὶ ὑποστικτέον ἵνα στίζωμεν κατα τὸ τέλος τοῦ στίχου τὰ δὲ εξῆς ἀπο ἄλλης ἀρχῆς προσφερώμεθα οἶκαδ' ἰὼν ἠ ὑποστικτέον καὶ ἐπι τὸ ἔδωκεν ἀνυποκρίτως ὡς δια μέσου τὸ ἡμιστίχϊον ἀναφωνεῖσθαι καὶ τὸ εξῆς εἶναι εἰ μάλα καρτερός ἔσσι οἶκαδ' ἰών ⁑ On Iliad 1.180: Μυρμιδόνεσσιν ἄνασσε Αἴγιναν τὴν Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν θυγατέρα ἁρπάσας Ζεῦς κατῆλθεν εἰς Φλιοῦντα καὶ φθειρας τὴν προεἰρημένην ἔγκυον ἐποίησεν: ἥτις Αἰακὸν ἐγέννησεν: Ἀσωπὸς δὲ τὴν θυγατέρα ζητῶν ἔμαθεν παρα Σισύφου καὶ τὸν ἀρπάσαντα καὶ τὸν τόπον εἰς ὃν κατεληλύθει μὴ μελλήσας οὖν ἔσπευσε: μέλλων δὲ ὁ Ζεὺς ἐπ αὐτοφόρῳ καταλαμβάνεσθαι: τὴν μεν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον: αὐτὸς δὲ μετεβλήθη εἰς λιθον ἐλθὼν δὲ ὁ Ασωπὸς καὶ μηδ ὅντινα καταλαβὼν ἔμπαλιν εἰς τὰς ἰδιας ὑπέστρεψε πηγας: βουλόμενος δὲ ὁ Ζεὺς τιμωρήσασθαι τὸν μηνύσαντα ἠνάγηασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσούτο μέγεθος πέτρου ἀνωθεῖν ἐς ὅσον αὐτὸς μετεβλήθη: Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος ὄντος ὁ Ζεὺς κατοικτειρας τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνους,ἀνθρώπους ἀφ ἧς αιτιας Μυρμιδόνες ἐκλήθησαν⁑ On Iliad 1.181: ἀπειλήσω δέ τοι ὧδε στικτεον ἐπι τῶ ῶδε καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλλων ἵνα ἀπ αλλης ἀρχῆς ᾖ τὸ ὡς εμ' αφαιρεῖται ⁑ On Iliad 1.189: στήθεσσιν λασίοισι ὅτι δύο ἐμερίμνησεν οὐκ εναντία ἀλλήλοις ὅπερ ἐκλαβών τίς προσεθηκεν ἦε χόλον παύσειεν : βραχὺ δὲ διασταλτέον ἐπι τὸ μερμήριξεν ὁ γὰρ λόγος διχῶς ελογισατο τοὺς μὲν ἀναστῆσαι: τὸν δε Αγαμέμνονα ανελεῖν⁑ On Iliad 1.189: στήθεσσιν λασίοισι νῦν περι τοῦ θυμοειδοῦς τῆς ψυχῆς φησὶν ἀφ οῦ λέγει στήθεσσιν: ὑπο γὰρ τὰ στέρνα κεῖται ἡ καρδία εν ῆ ἐστι τὸ πυρδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς: σημαίνει δε καὶ τοῖς θερμοῖς, ἡ θέρμη γὰρ αἰτία τῆς εκφυσεως τῶν τριχῶν⁑ On Iliad 1.189: μερμήριξε μερίζω μερμερίζω καὶ ἐκτάσει μερμηρίζω ὡς δάπτω δαρδάπτω ⁑ On Iliad 1.190: ἡ ὅγε φάσγανον: ηὲ χόλον τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητεον, τὸν δε δευτερον περισπαστεον διαπορητικὴ γάρ εστιν ἡ σύνταξις⁑ On Iliad 1.193: ἕως ὃ ταῦθ' ώρμαινε κατα φρένα καὶ κατα θυμον⁑ ενταῦθα μὲν ὑποστικτέον ἐπι δὲ τὸ ξίφος ἤτοι ὑποστικτέον ἠ στικτέον: ἐὰν μὲν οὖν ὑποστίζωμεν ὁ ἐπιφερόμενος σύνδεσμος περισσὸς ἔσται, ἦλθε δ' Ἀθήνη : ἐὰν δὲ στήζωμεν, οὗτος μὲν καλῶς στίζεται ὁ δὲ πρότερος πλεονάσει ἐν τῶ ἔλκετο δ' ἐκ κολεοῖο , βελτιον δὲ ὑποστίζειν ἀμφότερα ἐν ὅσω γὰρ λογιζεταί τε καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνὰ : On Iliad 1.194: ἦλθ ε δ' Αθήνη οὐρανώθεν ἐκ τοῦ ουρανου παρεγένετο φησὶν ἡ Ἀθηνα ὁ ἐστιν ἡ φρόνησις δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν οῖα καὶ τῆς κόμης αὐτὴν κρατεῖν καὶ οὐκ άλλου μέρους τοῦ σώματος ἀλλ' ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος, εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν : κατεπόθη ὑπὸ Διὸς καὶ ἀπο τῆς κεφαλῆς αὐτοῦ τῷ ωρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ ἐξέθορεν ἡ θεὸς συν όπλοις ἡ ϊστορία παρα Ἀπολλοδώρῳ ἐν πρώτῳ⁑ On Iliad 1.197: στῆ δ' ὄπιθεν ὅτι ούτως λέγει τὸν Πηλείωνα τῆς κόμης εἷλεν οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην αγνοήσαντες δέ τινες γράφουσι ξανθῆς δὲ κόμης ἔλε Πηλείωνος , δια τούτου δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος οἱ γὰρ ξανθόχολοι τοιοῦτοι⁑ On Iliad 1.200: Παλλάδ ' Αθηναιην ⁑ Παλλάδα τὴν Ἀθηνᾶν ἐπιθετικῶς ἤτοι ἀπο τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ πολεμικῆ γὰρ ἡ θεός ἠ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν ἢ ἀπο τοῦ ἀναπαλθῆναι αὐτὴν ἀπο τῆς κεφαλῆς τοῦ Διός , ἠ δια τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ ⁑ On Iliad 1.200: δεινὼ δέ οἱ ὄσσε φάανθεν δια τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέστησεν: τινὲς δὲ φάανθεν ἀντι τοῦ εφωτίσθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί⁑ Interlinear scholia On Iliad 1.176: Ἰάς On Iliad 1.178: τουτο On Iliad 1.182: ὥς περ ἐμοῦ λαμβάνειν On Iliad 1.186: ευλαβηθῆ On Iliad 1.187: ἐξ ίσης ἐμοὶ λέγειν On Iliad 1.187: εξ εναντιας On Iliad 1.189: διχῶς ἐνεθυμηθῆ ἐβουλεύσατο On Iliad 1.190: ὄπερ οῦτος On Iliad 1.191: ἀνέλοι On Iliad 1.192: ἐπισχῆ On Iliad 1.193: οὗτος On Iliad 1.193: διενοεῖτο On Iliad 1.195: προέπεμψεν On Iliad 1.198: μόνος γὰρ αὐτὸς τὸν οἰκεῖον δαίμονα καὶ τὴν ἐν αυτῷ φρόνησιν ἐώρα On Iliad 1.199: καὶ περιεστράφη: Intermarginal scholia On Iliad 1.177: ὅτι ενταῦθα ορθῶς εἴρηται ἐν δὲ τῆ Ὀδυσσείᾳ ου ⁑ On Iliad 1.184: ὅτι τὸ άγω ἀντὶ τοῦ ἅγοιμι ⁑ On Iliad 1.195-1.196: ὅτι οὐκ ορθῶς εκ τοῦ ποιητικοῦ προσώπου λέγεται⁑ Interior scholia On Iliad 1.176: ὅτι συγκριτικῶ ἀντι ἁπλοῦ ἐχρήσατο⁑ On Iliad 1.185: οὕτω περισπαστεον τὸ εἰδῇς ⁑ On Iliad 1.192: ὅτι εκλύεται τὰ τῆς οργῆς δι ὃ ἀθετεῖται⁑ On Iliad 1.194: ὅτι περισσὸς ὁ δε σύνδεσμος ⁑ On Iliad 1.198: ὅτι Ζηνοδοτος γράφει ὁρητο τοῦτο δὲ Δώριον Exterior scholia On Iliad 1.184: Βρισηῒς απο τοῦ βρι ἡ βαροῦσα πάντας ἡ πάντα τῷ κάλλει⁑ Venetus A (Marciana 454 = 822), folio 16, recto Iliad 1.201-1.225 1.201 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 1.202 τίπτ' αὖτ' αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας: 1.203 ἦ ἵ̈να ὕβριν ἰ̈δῆ Ἀγαμέμνονος Ἀτρείδαο ; 1.204 ἀλλ' ἔκ τοι ἐρέω. τὸ δὲ καὶ τετελέσθαι ὀΐω: 1.205 ᾗς ὑπεροπλίῃσι, ταχ' ἄν ποτε θυμὸν ὀλέσσαι: 1.206 τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη : 1.207 ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος. αἴ κε πίθηαι: 1.208 οὐρανόθεν. πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρη 1.209 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε: 1.210 ἀλλ' άγε λῆγ' έριδος, μηδὲ ξίφος ἕλκεο χειρί: 1.211 ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ: 1.212 ὧδε γὰρ ἐξερέω. τὸ δὲ καὶ τετελεσμένον ἔσται: 1.213 καί ποτέ τοι τρὶς, τόσσα παρέσσεται ἀγλαὰ δῶρα 1.214 ὕβριος εἵνεκα τῆσδε: σὺ δ' ἴσχεο: πείθεο δ' ἡμῖν: 1.215 τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 1.216 χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι 1.217 καὶ μάλα περ θυμῷ κεχολωμένον: ὡς γὰρ ἄμεινον: 1.218 ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ' ἔκλυον αὐτοῦ. 1.219 ἦ καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν: 1.220 ἂψ δ' ἐς κουλεὸν, ὦσε μέγα ξίφος: οὐδ' ἀπίθησε 1.221 μύθῳ Ἀθηναίης . ἣ δ' οὔλυμπον δὲ βεβήκει 1.222 δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους: 1.223 Πηλείδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν 1.224 Ἀτρείδην προσέειπε . καὶ οὔ πω λῆγε χόλοιο: 1.225 οἰνοβαρές. κυνὸς ὄμματ' ἔχων. κραδίην δ' ἐλάφοιο. Scholia to Iliad 1.201-1.225 Main scholia On Iliad 1.202: αἰγιόχοιο ἀπο τῆς αιγὸς ὀχὴν λαβόντος ὅθεν καὶ Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς παρεκτικόν⁑ On Iliad 1.204: ἀλλ έκ τοι ἐρέω ἤτοι στικτέον ἐπι τὸ ερέω , ἠ βραχὺ διασταλτεον ἐὰν μὲν οὖν στίζωμεν ἔσται τὸ λεγόμενον τοῦτο δὲ τετελέσθαι ὑπολαμβάνω ἐὰν δε διαστελλωμεν ἔσται ὁ δε κείμενος ἀντι τοῦ δη καὶ τὸ το ἀντι ὑποτακτικοῦ τοῦ ο : On Iliad 1.204: ἀλλ έκ τοι ερέω ὅτι Ζηνοδοτος γράφει τὸ δὲ καὶ τετελεσμενον ἐσται : τοῦτο δὲ τῇ Ἀθηνᾷ ὰρμόζει μᾶλλον διαβεβαιοῦν⁑ On Iliad 1.207-1.209: οὐρανόθεν πρo δέ μ' ῆκεν ὅτι αμφοτέρους Ζηνοδοτος ἠθέτηκεν οἰκείως δὲ μᾶλλον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλεως : τὸ σφρίγον δὲ τοῦ θυμοῦ μαλακοῖς ϊᾶται λόγοις ὄμως ἐκδειματοῖ καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται ὡς λύκος ἄρνα⁑ On Iliad 1.212: ᾧδε γὰρ ἐξερέω ὅτι Ζηνοδοτος γράφει τετελέσθαι ὀΐω . τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν: On Iliad 1.216: χρὴ μὲν σφωΐτερον γε ὅτι προς δύο ἀμείβεται τὸ γὰρ σφωΐτερόν ἐστιν δυϊκον κακῶς ἄρα ἀθετεῖ Ζηνοδοτος τὸ προ δέ μ ῆκε θεᾶ καὶ ἄμφω ὁμῶς ⁑ On Iliad 1.217-1.218: ὁ λόγος δὲ ερεῖ στίζειν ἐπι τὸ κεχολωμένον καὶ ἄμεινον : ἕκαστος γὰρ καθ εαυτὸν λόγος ἀπηρτισμένος εστι: καὶ οἱ μὲν πρωτον τοι δύο ὑπο τοῦ γὰρ συνδεσμου συνηγμένοι εἰσὶν, ὁ δὲ τρίτος ὅς κε θεοῖς ἐπιπείθηται ἀσύνδετός ἐστι προς τὸν δεύτερον δι ὃ τελείαν ἔχει τὴν προ ἑαυτοῦ στιγμήν: γελοῖος δὲ ὁ Πτολεμαῖος αἰτίαν ἠγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέγεσθαι τὸν τελευταῖον στίχον. καὶ γὰρ εἰ μη γνωμικὸν ἦν, οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω ἀσύνδετος ὣν ὁ λογος ⁑ On Iliad 1.216: χρὴ οξυτονητέον, καὶ ἐν τῇ συντάξει βαρυνόμενον σημαίνει ἐπίρρημα τὸ δεῖ, χρὴ μὲν σφωϊτερόν γε θεὰ ἔπος εἰρύσσασθαι περισπώμενον δὲ ῥῆμα Ἀττικόν ἀπο γὰρ τοῦ χρῶμαι τὸ δευτερον τῆς κοινῆς διαλέκτου ἐστι χρᾶ Ϊωνικῶς Ἀττικὸν δὲ χρη ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσω ἰδοῦ κάτοπτρον εἰπέ μοι τί χρὴ τοῦτο ⁑ On Iliad 1.219-1.220: ἢ καὶ ἐπ αργυρέῃ ὅτι Ζηνοδοτος μεταγράφει, ὡς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδ' ἀπίθησε καὶ τοὺς δύο ένα ἐποίησεν⁑ On Iliad 1.219: κώπη παρὰ τὸ κοπτικὸν τοῦ ξίφους: On Iliad 1.220: κουλεος παρὰ τὸ κοῖλον εῖναι⁑ On Iliad 1.219: ἦ καὶ ἐπ αργυρέῃ τοῦτο τὸ ἠ ψιλῶς λεγόμενον καὶ περισπωμένως, δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι ἶσον τῷ δη οἷον ἐπειῆ πολὺ φέρτερόν ἐστι καὶ παραλλήλως ἦ δὴ λοίγια ἔργα : δηλοῖ δὲ καὶ ἀπορρηματικὸν σύνδεσμον ἠ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο. ἦ μούνοι φιλέουσ ἀλόχους μερόπων ανθρώπων Ἀτρεῖδαι : δηλοῖ δὲ καὶ τὸ εφη ἦ καὶ κυανέῃσι . καὶ σεσημείωται Ἀρισταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπι προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη ὡς ἐπι τοῦ προκειμένου: ὁ δὲ Πλάτων μετ αυτὸν ἐπιφέρει τὸν λόγον: ψιλούμενον δὲ καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικὸν ἢ εὖ ἠὲ κακῶς , ἔστι δὲ ὅτε καὶ ἀντι συναπτικοῦ τοῦ η τίθεται οἶον οὐδ' ἀφαμαρτοεπής εἰ καὶ γένει ὕστερος ῆεν : ποτὲ δὲ παρέλκει ἀλλὰ τίη με ταῦτα παρεξερέεσθαι ἕκαστα . δασυνόμενον δὲ καὶ ὀξυτονούμενον αρθρον προτακτικὸν δηλοῖ, ἡ δ' ἑτέρη θέρεϊ προρῥέει εἰκυῖα χαλάζῃ : δηλοι δὲ καὶ αρθρον ὑποτακτικόν οἷον ἣ μυρὶ Αχαιοῖς : δηλοῖ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν ὣς ἥ γ ἀ'μφιπόλοισι μετέπρεπεν . δηλοῖ δὲ και τὴν συναρθρον ἀντωνυμίαν τριτου προσώπου συζυγοῦσαν τῇ εμῇ σῇ: ὑποδείγματα δὲ ταύτης παρ Ὁμήρῳ οὐχ εὑρίσκεται: ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται. αἱ γὰρ πλάγιοι πᾶσαι δι αυτῆς παρ Ομήρῳ σώζονται⁑ On Iliad 1.222: δώματ' ες αἰγιόχοιο δύναται μὲν ἀθετεῖσθαι: οἱ γὰρ θεοὶ προ μιᾶς ἡμέρας εἰς Αἰθιοπίαν εἰσὶ κεχωρισμένοι. δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι. ἡμῶν μετα δαίμονας ἄλλους εἰς τὸν τῶν δαιμόνων τόπον⁑ On Iliad 1.222: μετα δαίμονας ἄλλους οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς ἤτοι ὅτι δαΐμονες ἔμπειροι καὶ ΐδριες πάντων αὐτοὶ εἰσίν. ἢ ὅτι διαιτηταὶ εἰσὶ καὶ διοικηταὶ τῶν ἀνθρώπων ὡς Ἀλκμὰν ὁ λυρικός φησιν οἵ εθεν πάλοις ἔπαλλεν δαίμονάς τ εδάσσαντο τοὺς μερισμοὺς τὰς διαιρέσεις αὐτῶν: Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῆν μεταστάντας, ὄντας δὲ ἐπι τῆς Κρόνου βασιλείας τοῦ χρυσοῦ γένους λέγων αὐτοὺς δαίμονας φύλακας θνητῶν ἀνθρώπων ⁑ On Iliad 1.225-1.233: οἰνοβαρὲς κυνὸς ὄμματ' ἐχων ὅτι Ζηνοδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν ἕως τοῦ ναὶ μα τὸδε σσκῆπτρον καθ εκαστην δὲ λοιδωριαν βραχὺ διασταλτέον ἐπὶ δὲ τὸ τέλος στικτεον: προσαγορευτικῆ γὰρ ἡ περίοδος: ἡ δ ἑξῆς περιοδικὴ ῥηματικὴ δι ὃ ἀπ' ἄλλης ἀρχῆς, ουτ' ἔποτ' ἐς πόλεμον οὔτε λόχον Interlinear scholia On Iliad 1.214: παύου On Iliad 1.216: πρέπει On Iliad 1.216: ὑμέτερον On Iliad 1.216: φυλάξαι On Iliad 1.218: πλέον ἐπακουουσιν On Iliad 1.219: λαβῇ ἐπέσχεν On Iliad 1.220: πάλιν εἰς τὸ πίσω On Iliad 1.222: ὅτι ἀντὶ επι On Iliad 1.223: χαλεποῖς σκληροῖς On Iliad 1.225: μέθυσε On Iliad 1.225: ἀναιδέστατε On Iliad 1.225: μετάθεσις: Intermarginal scholia On Iliad 1.203: ὅτι χωρὶς τοῦ σ τὸ ἰδῇ οὕτως καὶ ἡ Αριστάρχου : On Iliad 1.214: ὅτι ὀρθονητεον ΐνα ᾐ διασταλτικη: On Iliad 1.218: πρὸς τὸ σχῆμα ὅτι οὐ κλύουσιν εἶπεν ἠ ακούσονται⁑ On Iliad 1.222: βραχὺ διασταλτέον ἐπι τὸ Διος ⁑ Interior scholia On Iliad 1.201: τὸ μιν Ϊώνων On Iliad 1.212: τὸ δὲ β μέρη λόγου εισίν: On Iliad 1.225: λέγεται χολην οὐκ έχειν ἐν τῶ ήπατι περικειμενην τὴν ελαφον⁑ Venetus A (Marciana 454 = 822), folio 16, verso Iliad 1.226-1.250 1.226 οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι 1.227 οὔτε λόχον δ' ϊέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν 1.228 τέτληκας θυμῷ. τὸ δέ τοι κὴρ, εἴδεται εἶναι: 1.229 ῆ πολὺ λώϊόν ἐστι κατα στρατὸν εὐρὺν Ἀχαιῶν 1.230 δῶρ' ἀποαιρεῖσθαι: ὅς τις σέθεν ἀντίον εἴπῃ: 1.231 δημοβόρος βασιλεὺς. ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις: 1.232 ῆ γὰρ ἂν, Ἀτρείδη νῦν ὕστατα λωβήσαιο: 1.233 ἀλλ' έκ τοι ἐρέω: καὶ ἐπι μέγαν ὅρκον ὀμοῦμαι: 1.234 ναὶ μὰ τόδε σκῆπτρον: τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους 1.235 φύσει: ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν: 1.236 οὐδ' ἀναθηλήσει: περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε 1.237 φύλλά τε καὶ φλοιόν: νῦν αὖτέ μιν υἷες Ἀχαιῶν 1.238 ἐν παλάμαις φορέουσι δικασπόλοι, οἵ τε θέμιστας 1.239 πρὸς Διὸς εἰρύαται ὁ δέ τοι μέγας ἔσσεται ὅρκος: 1.240 ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵ̈ξεται υἷας Ἀχαιῶν 1.241 σύμπαντας: τότε δ' οὔ τι δυνήσεαι ἀχνύμενός περ 1.242 χραισμεῖν: εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνοιο 1.243 θνήισκοντες πίπτωσι. σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις 1.244 χωόμενος: ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας: 1.245 ὡς φάτο Πηλείδης : ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 1.246 χρυσείοις ἥλοισι πεπαρμένον: ἕζετο δ' αὐτός: 1.247 Ἀτρείδης δ' ἑτέρωθεν ἐμήνιε: τοῖσι δὲ Νέστωρ 1.248 ἡδυεπὴς ἀνόρουσε: λιγὺς Πυλίων ἀγορητής: 1.249 τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή. 1.250 τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων Scholia to Iliad 1.226-1.250 Main scholia On Iliad 1.226: οὐτέ ποτ' ἐς πόλεμον τοῦτο δημοκρατικοῦ βασιλέως καὶ δημαγωγικοῦ⁑ On Iliad 1.227: οὔτε λόχον δ' ϊεναι τοῦτο ἀριστοκρατικοῦ άμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει ὅτι γὰρ καὶ ἐλόχα δῆλον ἀπο Λυκάονος καὶ ἐς λόχον ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρός ⁑ On Iliad 1.228: το δέ τοι κηρ ἐν δύο μέρεσι λόγου ἵνα ᾖ τοῦτο δέ σοι θάνατος νομίζεται⁑ On Iliad 1.229: ἦ πολὺ λώϊον περισπαστέον τὸν ῆ κατ αρχὴν γὰρ κεῖται ἰσοδυναμῶν τῷ δη δύναται δὲ βραχὺ διατέλλεσθαι ἐπι τὸ εὐρὺν ἵν ᾖ Ἀχαιῶν δῶρ' ἀποαιρεῖσθαι ⁑ On Iliad 1.231: δημοβόρος βασιλευς καθ εαυτὸ τοῦτο ἀναγνωστέον ὡς καὶ Φιλοξένῳ ἐν τῷ Περι προσῳδιῷν δοκεῖ ἵνα τὸ κομματικον τῆς προφορᾶς τὴν οργὴν μᾶλλον ἐμφαίνῃ, δύναται δὲ καὶ τὸ ει ῥῆμα λείπειν ὑφ ἓν ἡμῶν όλον προφερομένων τὸν στίχον ἵν ᾖ δημοβόρος εἶ βασιλευς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις ἀλλ οὐκ επείγει: On Iliad 1.232: ἣ γὰρ ἃν Ἀτρείδη ὅτι τὸ εὐκτικὸν ἀντι παρεληλυθότος ὁριστικοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας , τὸν δὲ ῆ περισπαστέον βεβαιωτικὸς γαρ ἐστιν⁑ On Iliad 1.234: ναὶ μὰ τόδε πεπλεόνακεν τὸ μα ἀρνητικῷ ἤγουν ἀπωμοτικῷ μορίῳ κατα Ἀττικὸν ἔθος, ἤρκει γὰρ εἰπεῖν νὴ τοῦτο τὸ σκῆπτρον, ἱ¨στέον δὲ ὅτι δια τοῦ σκήπτρου όμνυσιν αὐτῷ: τὸν ἔφορον τῆς βασιλείας θεόν⁑ On Iliad 1.234-1.240: ναι μα τόδε σκηπτρον⁑ ή ποτ' Ἀχιλλῆος μεταξὺ παρενήρει άτε σκεπτόμενος ὅπως ὀμόσῃ οὔτε ὁμοιως ἐὼν ὅλως κατα τῆς βεβαιότητος τοῦ ὅρκου ἀλλα δεικνὺς ἐν ἤθει ὅτι τιμιώτερον καταξύλον τὸ σκῆπτρον καθ Ὅμηρον δι ὃ καὶ ἐπιφέρει ὁ δέ τοι μέγας ἔσσεται όρκος ⁑ On Iliad 1.234-1.240: ναι μα τοδε σκῆπτρον όλη ἡ παρέκβασις δια μέσου ἕως τοῦ ἦ πότ' Ἀχιλλῆος ποθὴ , διὸ τὰ μεταξὺ διαστολαῖς τε καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν τὸ γὰρ ἑξῆς ναι μα τόδε σκηπτρον ἦ πότ' Ἀχιλλῆος ⁑ On Iliad 1.239: ὁ δέ τοι μέγας ἔσσεται ἄμεινον δύο μέρη λόγου ποιεῖν: ὃ δέ τοι νημερτὲς ἐνήψει ⁑ On Iliad 1.244: οὐδὲν ἔτισας πλεονάζει τὸδε ν ἰσοδυναμεῖ γὰρ τῷ οὐκ έτισας⁑ On Iliad 1.244: Ἀρίσταρχος παρέλκειν λέγει τὸδε ν , Ἀπολλοδωρος δὲ ἐν Γλώσσαις εἶναι τὸ πλῆρες οὐδε έν : πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν δοκεῖ τρία εἶναι μέρη λόγου ου καὶ δέ καὶ εν ⁑ On Iliad 1.249: τοῦ καὶ ἀπο γλώσσης: ἡ γλῶσσα τρία σημαίνει, αὐτό τε τὸ σῶμα καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων⁑ On Iliad 1.249: μέλιτος γλυκίων μέλιτος δια τὸ πείθειν: ῥὲεν προς τὸ ἀνεμπόδιστον: ἔοικεν δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατα συλλογισμὸν ἔπαινος⁑ On Iliad 1.250: τῷ δ' ἤδη δύω μὲν γενεαὶ ὅ ἐστι δύο τριάκονταετηρίδες παρεληλύθεισαν ἐπ αὐτῷ: ἡ γὰρ γενεᾶ τριάκοντα έτη ἔχει τελείᾳ γὰρ αὕτη προς γένεσιν ἡλικία οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολωλεισαν ὑπο Ηρακλέους . οἳ συγγηράσαντες οὐ συνεστράτευσαν: αὐτὸς δὲ οὔ μιν ἐπέτρεπεν γήραϊ λόγρῷ τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν ἐστιν οὖν ἑβδομηκονταέτης δύο γὰρ γενεᾶς πληρώσας εἰς τὴν τρίτην κατελέγετο: ἀμέλει τήν τε Ἑκαμίδην ἔχει καὶ μετα τὸν νόστον σύνεστι τῆ γυναικί⁑ On Iliad 1.250: μερόπων ἀνθρώπων μεμερισμένην τὴν φωνὴν ἐχόντων ὡς προς σύγκρισιν τῶν ἄλλων ζῴων ὁ ἐστι μεριζομένην εἰς συλλαβὰς καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα τοῦτ έστι τὴν φωνήν ἀπο Μέροπος τοῦ Ὕιαντος , ὃς μετα τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνθρώπους , ἠ τῶν μοιρούντων περι τὴν ὄπα οἱ δὲ τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων⁑ Interlinear scholia On Iliad 1.227: ἐνέδραν On Iliad 1.228: τὸ ἐν πολέμω ἣ λόχω εύρεθῆναι⁑ On Iliad 1.230: τὰ παρ άλλων τισὶ διδόμενα δῶρα αφαιρεῖσθαι On Iliad 1.231: ὁ τα δημόσια κατεσθίων On Iliad 1.231: οὐδενος λόγου ἀξίων ἁσθενεῶν⁑ On Iliad 1.232: ὄντως γὰρ δὴ ὦ Ἀγάμεμνον ἐπι τοῦ παρόντος τὰ ἔσχατα ἐξύβρισας⁑ On Iliad 1.233: ομόσω On Iliad 1.235: τὴν ῥίζαν τμηθὲν ἐν τῷ όρει κατέλειψεν⁑ On Iliad 1.238: οἱ βασιλεῖς On Iliad 1.239: παρα τοῦ Διὸς λαβόντες φυλάττουσι ⁑ On Iliad 1.242: περισπαστέον τὸ χραισμεῖν On Iliad 1.242: πολεμικοῦ On Iliad 1.243: κινηήσεις λυπήσεις⁑ On Iliad 1.245: προσέβαλεν δὲ καὶ προσέρρηξεν τῆ γῆ τὸ σκῆπτρὸν δια τὴν οργην On Iliad 1.247: ὡργίζετο On Iliad 1.248: ἀνεστη On Iliad 1.249: ουτινος ἡ φωνη απο τῆς γλώσσης γλυκυτέρα μελιτος κατερρεῖτο⁑ Intermarginal scholia On Iliad 1.229: περισπαστέον τὸν η καὶ ἐν τῷ ῆ γὰρ ὰν Ατρείδη ⁑ On Iliad 1.240: τὸ ποθὴ ὀξυτόνως On Iliad 1.249: ὅτι Ζηνοδοτος χωρὶς τοῦ ν γλυκίω : τα δε τοιαῦτα συγκριτικὰ ἔχει τὸ ν ⁑ Interior scholia On Iliad 1.228: θανατος νομιζεται On Iliad 1.241: ουτως Ἀρισταρχος τότε δ' ούτι ⁑ Venetus A (Marciana 454 = 822), folio 17, recto Iliad 1.251-1.276 1.251 ἐφθίαθ'. οἵ, οἱ. πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο 1.252 ἐν Πύλῳ ἠγαθέῃ: μετὰ δὲ τριτάτοισιν ἄνασσεν: 1.253 ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 1.254 ὦ πόποι ῆ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱ̈κάνει: 1.255 ῆ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες: 1.256 ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ. 1.257 εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν: 1.258 οἳ περὶ μὲν βουλῇ Δαναῶν , περὶ δ' ἐστὲ μάχεσθαι. 1.259 ἀλλὰ πίθεσθ': ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο: 1.260 ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ἡμῖν 1.261 ἀνδράσιν ὡμίλησα: καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον: 1.262 οὐ γάρ πω τοίους ἴ̈δον ἀνέρας οὐδὲ ἴ̈δωμαι 1.263 οἷον Πειρίθοόν τε: Δρύαντά τε ποιμένα λαῶν: 1.264 Καινέα τ'. Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον : 1.266 κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν: 1.267 κάρτιστοι μὲν ἔσαν. καὶ καρτίστοις ἐμάχοντο 1.268 φηρσὶν ὀρεσκῴοισι: καὶ ἐκπάγλως ἀπόλεσσαν . 1.269 καὶ μὲν τοῖσιν ἐγὼ μεθ'ὁμίλεον ἐκ Πύλου ἐλθὼν 1.270 τηλόθεν ἐξ ἀπίης γαίης. καλέσαντο γὰρ αὐτοί: 1.271 καὶ μαχόμην κατ' ὲμ' αὐτὸν ἐγώ: κείνοισι δ' ἂν οὔ τις 1.272 τῶν. οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο: 1.273 καὶ μέν μευ βουλέων ξύνιεν: πείθοντό τε μύθῳ: 1.274 ἀλλὰ πίθεσθε καὶ ὕμμες. ἐπεὶ πείθεσθαι ἄμεινον: 1.275 μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαιρέο κούρην. 1.276 ἀλλ' ἔα: ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν : Scholia to Iliad 1.251-1.276 Main scholia On Iliad 1.268: ὀρεσκῴοισι κείω: κοῖος κῷος ὀρεσικῷος καὶ ὀρεσκῷος ⁑ On Iliad 1.270: τηλόθεν ἐξ απίης ὅτι παραλληλως τηλοθεν εξ απίης οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον ⁑ On Iliad 1.271: κατ εμ' αὐτὸν οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις ἐμὲ αὐτὸν σύνθετος γὰρ ἀντωνυμία παρα τῷ ποιητῇ οὐκ έστιν⁑ On Iliad 1.272: τῶν οἳ νῦν βροτοι ὅτι ἀντι τοῦ μάχοιτο οὐ κατα διαίρεσιν, ἀλλὰ κατὰ παρένθεσιν τοῦ ε ⁑ On Iliad 1.273: βουλέων ξύνιεν δια τοῦ ε ὡς αὐτὰρ ἐπεὶ κοσμηθεν : μεμνηται δὲ αυτοῦ καὶ εν τῷ ιζ ὁ Ηρωδιανός Interlinear scholia On Iliad 1.251: ἐφθάρησαν On Iliad 1.251: αντι οίτινες προ τούτον ἐγένοντο καὶ οἱ άμα αὐτῶ τραφέντες⁑ On Iliad 1.252: πάνυ θεία On Iliad 1.252: ἐν δὲ τῇ τρίτη γεννεᾶ ἐβασίλευσεν On Iliad 1.254: φεῦ φεῦ On Iliad 1.254: όντως μεγάλη λύπη On Iliad 1.254: μετωνυμία On Iliad 1.255: όντως ἂν χαρείη On Iliad 1.256: χαρεῖεν On Iliad 1.257: εἰ ὑμῶν On Iliad 1.257: μάθοιεν On Iliad 1.257: μαχομένων On Iliad 1.259: ὑπάρετε On Iliad 1.260: βελτίῳσι κρείττος: On Iliad 1.261: συνανεσράφη On Iliad 1.261: ἠπείθουν ἀπεδοκίμαζον: On Iliad 1.264: καὶ τὸν ἰσόθεον On Iliad 1.267: ὑπῆρχον On Iliad 1.268: θηρσὶν τοῖς ἐν όρεσι διαιτωμένοις On Iliad 1.268: εξόχως καὶ φοβερως On Iliad 1.269: τοῖς περι τὸν Πειρίθοον On Iliad 1.269: συνεμάχουν On Iliad 1.270: πορρωθεν On Iliad 1.273: ἤκουον ἐπίθοντ On Iliad 1.275: καίτοι βασιλεὺς ὑπάχων ῆ αγαθὸς τῆ γνώμῃ On Iliad 1.275: Ϊωνων On Iliad 1.275: Ϊώνων Intermarginal scholia On Iliad 1.251: τὸ άμα ἐπι καιροῦ: τὸ ομοῦ ἐπι τόπω⁑ On Iliad 1.258: δια τοῦ ν βουλην οὐ δια τοῦ ϊ ούτος Ἀρίσταρχος καὶ ἐν τῆ πολυστιχῳ ⁑ On Iliad 1.271: ὅτι Ζηνοδοτος γράφει κατ εμωυτόν τὸ δὲ πλῆρες εμε αὐτον⁑ On Iliad 1.275: ὅτι ἀρχαϊκῶς τόνδε ἀφαιροῦ οὐχι τοῦδε⁑ Interior scholia On Iliad 1.268: ωδ On Iliad 1.269: οὕτως Ἀρισταρχος τὴν μετα φυλάσσειν τὸν τόνον⁑ On Iliad 1.276: ἐκτατέον τὸ αλφα⁑ Venetus A (Marciana 454 = 822), folio 17, verso Iliad 1.277-1.301 1.277 μήτε σὺ Πηλείδ' ἤθελ' ἐριζέμεναι βασιλῆϊ 1.278 ἀντιβίην: ἐπεὶ οὔ ποθ' ὁμοίης ἔμμορε τιμῆς 1.279 σκηπτοῦχος βασιλεὺς. ᾧ τε Ζεὺς κῦδος ἔδωκεν: 1.280 εἰ δὲ σὺ καρτερός ἐσσι: θεὴ δέ σε γείνατο μήτηρ. 1.281 ἀλλ' ὅδε φέρτερός ἐστιν. ἐπεὶ πλεόνεσσιν ἀνάσσει: 1.282 Ἀτρείδη : σὺ δὲ παῦε. τεὸν μένος: αὐτὰρ ἔγωγε 1.283 λίσσομ' Ἀχιλλῆϊ μεθέμεν χόλον: ὃς μέγα πᾶσιν 1.284 ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο: 1.285 τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων : 1.286 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατα μοῖραν ἔειπες: 1.287 ἀλλ' ὁ δ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων: 1.288 πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν, 1.289 πᾶσι δὲ σημαίνειν, ἅ, τιν' οὐ πείσεσθαι ὀΐω: 1.290 εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες 1.291 τοῦνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι; 1.292 Τὸν δ' ὰρ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς : 1.293 ῆ̄ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην 1.294 εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴπῃς: 1.295 ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο: μὴ γὰρ ἔμοιγε 1.296 σήμαιν': οὐ γὰρ ἔγωγέ τι σοι πείσεσθαι ὀΐω: 1.297 ἄλλο δέ τοι ἐρέω: σὺ δ' ἐνι φρεσὶ βάλλεο σῇσι: 1.298 χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης 1.299 οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ. ἐπεί μ' ἀφέλεσθέ γε δόντες: 1.300 τῶν δ' ἄλλων, ἅ μοι ἐστὶ θοῇ παρὰ νηῒ μελαίνῃ. 1.301 τῶν οὐκ ἄν τι, φέροις, ἂν, ἑλὼν ἀἕκοντος ἐμεῖο: Scholia to Iliad 1.277-1.301 Main scholia On Iliad 1.277: Πηλείδ ' ἥθελ' Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνηθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστωτα ἀπο τοῦ ε ἄρχεται. ἀλλα μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ ἀλλ' οδ' ἀνηρ εθελει : ἤθελε Μηριόνης καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπι τὴν δη συλλαβὴν ὀξείαν παραλαμβάνειν ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλαβου γενομένη ὡς καὶ συνηθης ἐστὶν ὁ ποιητης. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατα τόνον εστι τρισύλλαβον ὄν ὡς δείκνυται ἐν τοῖς Περι ῥημάτων ⁑ On Iliad 1.280-1.281: εἰ δὲ σὺ καρτερός ἔσσι ὑποστικτέον ἐπι τὸ εσσί , καὶ μήτηρ , τοῦ ἀλλά προς μὲν τὴν σύνδεσιν πλεονάζοντος μόνην δὲ ἐναντίωσιν περιστάντος δύναται δέ τις τὸ μὲν ἐσσὶ ὑποστίζειν, τὸ δὲ μήτηρ στίζειν ἵνα ὁ δε περισσεύῃ ἀπ άλλης δὲ ἀρχῆς ἀλλ όδε φέρτερός ἐστιν βέλτιον δὲ τὸ πρότερον⁑ On Iliad 1.280: εἰ δε σὺ καρτερός ἔσσι⁑ τὰ εἰς τερος τρισυλλαβα βαρύνεται οἶον σφέτερος πρότερος κύντερος πῶς οὐχὶ κάρτερος κατα βαρείαν λέγομεν ὅτι τοῦτο οὐκ ἦν εἰς τέρος ἀλλ εἰς ἔρος : τὸ γὰρ τ οὐκ εν τῆ παραγωγῇ ἔσχεν ἦν γὰρ ἀπο τοῦ κρατος ὡς ἀπο τοῦ βλάβος βλαβερός οὐ δια τοῦ βέρος ἡ παραγωγη ἐν γὰρ τῷ πρωτοτυπῳ τὸ β οὔτω καὶ ἀπο τοῦ κράτος κρατερός δια τοῦ ερος ἡ παραγωγη οὐ δια τοῦ τερος ⁑ On Iliad 1.290-1.291: εἰ δέ μιν αἰχμητὴν ὑποστικτεον ἐπι τὸ ἐόντες, ἐπι δὲ τὸ μυθήσασθαι στικτέον οὐδὲν γὰρ ἐλλείπει ὠς ᾠήθησαν τινὲς ἀναφέρεται δὲ ταῦτα ἐπι τὸ οὔ ποτ' ἐς πόλεμον καὶ οὔτε λόχον δ ιεναι ⁑ On Iliad 1.290-1.291: το τοῦ δευτέρου οὖν στίχου πευστικῶς ἀναγινωσκόμενου γίνεται ὁ λόγος τοιοῦτος: εἰ δε πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοὶ ἄρα ὀφειλει δια τοῦτο ἄλλοις ὀνειδίζειν: On Iliad 1.293: οὐτιδανός ὡς πευκεδανὸς ληθεδανός: οἱ δὲ οὔτις οὐτιδανός ὡς οὐδαμινός μέγιστον δὲ ὄνειδος ἡγειται τὴν δειλίαν⁑ On Iliad 1.294: εἰ δη σοὶ πᾶν ἔργον: οὕτως ὀρθοτονητέον τὴν ἀντωνυμίαν ἀντιδιασταλτικῆ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ δια τοῦ σ οὖσα εἰ γαρ ἦν εγκλιτικὴ ὁμοίως ἂν ἐτράφετο τῷ εἰ δή τοι σοῦ πατρός : καί τοι ἐγὼ συνέριθος : περι δε ταύτης τῆς ἀναγνώσεως ἐντελέστερερον διαληψόμεθα ἐν τῇ Γ τῆς Οδυσσείας ὅταν περι τῆς Ὀδυσσειου γραφῆς ἐπιζητῶμεν πότερον τοῦ ἕνεκα σοί προτέρω ἢ τοῦ ἔνεκά τοι ⁑ On Iliad 1.298: μαχήσομαι οὕτως δια τοῦ η , οὐ δια τοῦ ες καὶ ἡ Μασσαλιωτικῇ καὶ ἡ Ἀργολικῇ καὶ ἡ Σινωπικὴ , καὶ ἡ Ἀντιμάχου καὶ Ἀριστοφάνους ⁑ On Iliad 1.299: οὔτε σοὶ οὔτε ὅτι Ζηνόδοτος γράφει ἐπεὶ ρ εθέλεις ἀφελεσθαι , ἔργῳ δὲ κοινωνεῖ εἰς ἅπαντας τὴν αιτίαν τῆς ἀφαιρέσεως ἀγνοῶν⁑ On Iliad 1.299: οὐτέ τῳ τὸ τω σημαίνει ε ὄνομα ἄρθρον ἀντωνυμιαν σύνδεσμον αἰτιολογικὸν καὶ ῥῆμα: ὄνομα μὲν οὕτως, οὔτε σοὶ οὔτε τῷ ἄλλω ἐστι γὰρ ἀντι τοῦ τινί: ῥῆμα δὲ, οἷον Κύκλωψ τί πῖε οἶνον ἐστι γὰρ τὸ θέμα τῶ αρθρον ὃ σημανει τὸ λαμάνω ἄρθρον δὲ οὕτως. ἤτοι μὲν τά γ' όπισθε Μαχάωνι παντα ἔοικε τῷ Ασκληπιαδι : ἀντωνυμίαν δὲ δὲ ὡς ἐν τω τό μιν εεισάμενος σύνδεσμον δὲ αἰτιολογικὸν οὔτως τὸ σε καὶ οὐ δύναμαι οὔτε τῷ ἵνα μὴ νομισθῆ προς ένα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπεριείληφεν οὐκ επαμύνοντας αὖτῶ στὲρουμένω τῆς δωρεᾶς⁑ Interlinear scholia On Iliad 1.277: βούλου On Iliad 1.278: ἴσης On Iliad 1.278: ἔλαχεν ἔτυχεν⁑ On Iliad 1.279: ᾥστινι On Iliad 1.281: αντι πλειόνων On Iliad 1.282: την σὴν οργήν On Iliad 1.283: συγχωρήσας On Iliad 1.283: μεγάλως On Iliad 1.284: τειχος περίφραγμα On Iliad 1.295: πρόστασσε On Iliad 1.296: πρόστασσε On Iliad 1.296: ἐγω γὰρ οὐ νομίζω πισθηναι σοι: On Iliad 1.301: λάβοις Intermarginal scholia On Iliad 1.277: ὅτι ἐγκεκλιμενως ἀναγνωστεον ἵνα διαλύηται εις τὸ ἔθελον ⁑ On Iliad 1.291: ὅτι συνήθως ἑαὐτῶ προθέουσι τὰ: ὀνείδη⁑ On Iliad 1.295: κοινὸν τὸ ἐπιτέλλεο καὶ ὁ γὰρ περισσὸς ὁ εξῆς διὸ ἀθετεῖται⁑ Interior scholia On Iliad 1.298: οὕτως διὰ τοῦ η μαχησομαι⁑ Venetus A (Marciana 454 = 822), folio 18, recto Iliad 1.302-1.326 1.302 εἰ δ' άγε μὴν πείρησαι. ἵ̈να γνώωσι καὶ οἷδε 1.303 αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περι δουρί: 1.304 ὡς τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν 1.305 ἀνστήτην: λῦσαν δ' ἀγορὴν παρα νηυσὶν. Ἀχαιῶν : 1.306 Πηλείδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσᾱς 1.307 ἤϊε. σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν: 1.308 Ἀτρείδης δ' ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν: 1.309 ἐν δ' ἐρέτας ἔκρινεν ἐείκοσιν. ἐς δ' ἑκατόμβην 1.310 βῆσε θεῷ. ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρηον 1.311 εἷσεν ἄγων. ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς : 1.312 οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα: 1.313 λαοὺς δ' Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν: 1.314 οἱ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ' ἔβαλλον: 1.315 ἔρδον δ`' Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 1.316 ταύρων ἢδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο: 1.317 κνίση δ`' οὐρανὸν ἷ̈κεν ἐλισσομένη περι καπνῷ. 1.318 ὡς οἱ μὲν τὰ πένοντο κατα στρὰτον: οὐδ' Ἀγαμέμνων 1.319 λῆγ' ἔριδος, τὴν πρῶτον ἐπηπείλης' Ἀχιλῆϊ . 1.320 ἀλλ' ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε 1.321 τώ οἱ έσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε: 1.322 ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος : 1.323 χειρὸς ἑλόντ' ἀγέμεν Βρισηΐδα καλλιπάρηον. 1.324 εἰ δέ κε μὴ δωίηισιν. ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι 1.325 ἐλθὼν σὺν πλεόνεσσι: τό οἱ καὶ ῥίγιον ἔσται: 1.326 ὡς εἰπὼν προΐει: κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε: Scholia to Iliad 1.302-1.326 Main scholia On Iliad 1.305: ἀνστήτην: λύσαν δ' αγορὴν παρα νηυσὶν, δύναταί τις διαστέλλειν βραχὺ ἐπι τὸ νηυσὶν ἵν' ᾖ τὸ ἑξῆς αγορὴν Ἀχαιῶν⁑ On Iliad 1.307: ἥϊε συν τε Μενοιτιάδῃ ὅτι εἰπὼν τὸ πατρωνυμικὸν παρέλιπεν τὸ κύριον⁑ On Iliad 1.312: ὑγρὰ κέλευθα παρα τὸ ἐλεύθω , ἔστι δὲ ὡς τὸ δίφρα λύχνα : μεταβολὴ γένους ἀντι γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν: γίνεται γὰρ μεταβολὴ γένους: ἀντι γαρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν: γίνεται γὰρ μεταβολῆ γένους εἰς έτερον γένος ὡς ἀπο τοῦ τράχηλος τὸ τράχηλον ἔνθα πληθυντικὸν παρα Καλλιμάχῳ τὰ τράχηλα γυμνάζειν . καὶ λύχνος λύχνα δίφρος δίφρα καὶ ἀπο τοῦ ἐρετμὸς τὸ ερετμόν Τάρταρος ἀρσενικῶς καὶ κατα μεταβολὴν ἡ Τάρταρος παρα Πινδάρῳ ὥς τ' ἐν αἰνᾷ Ταρτάρῳ καὶ οὐδέτερον τὸ Τάρταρον Ἡσίοδος Τάρταρά τ' ηερόεντα , τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ κέλευθα ⁑ On Iliad 1.314: καὶ εἰς ἄλλα λύματ' ἔβαλλον τὰ περιττώματα εἰς τὴν ἀπεριττον θάλασσαν βάλλουσι: καὶ Εὐριπίδης θάλασσα βλύζει πάντ' ανθρώπων κακα ⁑ On Iliad 1.317: κνίση δ' ουρανὸν ἷκεν δοκεῖ ἡ λέξις τέσσαρα σημαίνειν, ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ, αὐτό τε τὸ λίπος καὶ τὸν ἐπίπλουν, καὶ τὸ κρέας καὶ τὴν ἀναθυμήασιν: ἔστι δὲ παρα τὸ κνίσω , ὑπ όψιν δὲ ἥγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς: ἀπο οὖν τοῦ κνίσω μέλλοντος γέγονε πλεῖστα γὰρ ὀνόματα ἀπο μελλόντων γέγονεν οἷον ἅψω ἀψίς λέξω λέξις , δόξω δόξα ἄξω ἄξα καὶ ἄμαξα : οὕτως οὖν καὶ κνίσω κνίσα : εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστι καὶ ἔχει τὸ ϊ : τὰ γὰρ δια τοῦ ἴζω τὸ ϊ μόνον ἔχουσι, τὸ δε κνισμός ὁμοίως ἐκ τοῦ κνίσζω κνισμός ὡς λογίσω λογισμός : τὸ κνίσα καὶ τὸ ϊ καὶ τὸ α βραχύ καὶ τὸ μὲν ϊ επειδὴ τὰ δια τοῦ ΐζω τὸ ϊ βραχὺ ἔχει: τὸ δὲ α επειδὴ τὰ εἰς α θηλυκὰ ἀπο μελλόντων ἠ ἐνεστώτων γινόμενα βραχὺ ἔχει τὸ α δόξω δόξα ἄξω ἄξα καὶ ἅμαξα μῶ μῶσα καὶ μοῦσα ἐκτέτανται δὲ ποιητικῶς τὰ δύο κνίση δ' οὐρανὸν ἷκεν⁑ On Iliad 1.320: ἀλλ' ό γε Ταλλθύβιον τε καὶ Εὐρυβάτην ὅτι καὶ έτερος Εὐρυβάτης Ὀδυσσεως κῆρυξ ἡ δὲ ἀναφορὰ πρὸς τὰ Πυλαιμενῆα ⁑ On Iliad 1.321: οτρηρῶ θεραποντε : πὰρὰ τὸ ὄρω τὸ ὁρμῶ θεράποντες δὲ οἱ τοὺς κρείσσονας δι' ωφελειαν θεραπεύοντες ὡς Ἐτεωνεὺς Μηριόνης ὁμωνυμως δὲ καὶ οἱ δοῦλοι θεράποντες καλοῦνται⁑ On Iliad 1.322: ἔρχεσθον κλισίην στικτέον κατα τὸ τέλος τοῦ στιχου αὐτοτελὴς γὰρ ὁ λόγος καὶ ὁ ἑξῆς ὁμοίως: τὸ δε αγέμεν ἀντι προστακτικοῦ τοῦ ἄγε ⁑ On Iliad 1.323: χειρὸς ἑλόντ' ὅτι χειρὸς ἑλόντε ἄγειν Ἀριστόνικος ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ ἀμφίβολον γὰρ έσται ἐὰν κατα συναλιφὴν ἀναγινώσκομεν⁑ On Iliad 1.324-1.325: εἰ δέ κε μὴ δώῃσιν προς τὸ σχῆμα ὅτι: ἀντὶ τοῦ ἑλοίμην . ὑποστικτέον δὲ εἰς τὸ δώησι : στικτέον δε ἐπι τὸ πλεόνεσσι : ἵνα ὁ δέ περιττεύῃ⁑ On Iliad 1.324: δώῃσιν ἀπο τοῦ δώω ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις ἐάν ἐστιν ἀπο τοῦ δω τό τε η καὶ τὴν σι συλλαβήν⁑ Interlinear scholia On Iliad 1.302: εἰγε μὴν βούλει On Iliad 1.303: μελαν On Iliad 1.303: περιρρυήσεται On Iliad 1.306: επι τας σκηνας On Iliad 1.309: κωπηλάτας On Iliad 1.309: κατηρίθμησεν On Iliad 1.311: εκάθισεν On Iliad 311: λειπει τῶ πατρι On Iliad 1.312: τὴν διὰ θαλασσης ὁδον: On Iliad 1.314: ἀπεκαθαίροντο: On Iliad 1.315: ἔθυον On Iliad 1.316: τῆς ἀκαταπονητου τῆς πολλῆς ἠ τῆς ακαρπου: On Iliad 1.317: παρεγένετο On Iliad 1.317: ταῦτα ἔπραττον On Iliad 1.323: άγειν On Iliad 1.325: ὅπερ αὐτῶ χαλεπον γενήσεται: On Iliad 1.326: προ ἔπεμπε Intermarginal scholia On Iliad 1.304: καὶ τοῦτο ὁμοίως τῶ προκειμένω δια τοῦ η αξιοῖ Αρίσταρχος ⁑ On Iliad 1.309: δια τοῦ ν Αρισταρχος εν δ' ερέτας : On Iliad 1.325: δύναται ὑπερβατον εῖναι: καὶ τοῦτο αυτῶ ρίγιον ἔσται⁑ Interior scholia On Iliad 1.302: τὸ πείρησαι προπαροξυτόνως προστακτικὸν γὰρ ὡς τὸ σὺ δὲ φράσαι ⁑ On Iliad 1.314: φύσει γὰρ τὸ ύδωρ τῆς θαλασσης καθαρτικον⁑ Venetus A (Marciana 454 = 822), folio 18, verso Iliad 1.327-1.351 1.327 τωδ`' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο: 1.328 Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην: 1.329 τὸν δ`' εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 1.330 ἥμενον: οὐδ' άρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς . 1.331 τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα 1.332 στήτην. οὐδ΄ έτι μιν προσεφώνεον οὐδ' ἐρέοντο: 1.333 αὐτὰρ ὃ, ἔγνω ᾗσιν ἐνι φρεσὶ φώνησέν τε: 1.334 χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν: 1.335 ἄσσον ΐτ', οὔ τί μοι ὕμμες ἐπαίτιοι: ἀλλ' Ἀγαμέμνων 1.336 ὃ, σφῶϊν προΐει Βρισηΐδος εἵνεκα κούρης: 1.337 ἀλλ' ἄγε διογενὲς Πατρόκλεις ἔξαγε κούρην. 1.338 καί σφωϊν δὸς ἄγειν: τὼ δ' αὐτὼ μάρτυροι ἔστων. 1.339 πρός τε θεῶν μακάρων. πρός τε θνητῶν ἀνθρώπων. 1.340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ' αὖτε 1.341 χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι 1.342 τοῖς ἄλλοις. ἦ γὰρ ὅ γ' ὀλοιῇσι φρεσὶ θύει: 1.343 οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω 1.344 ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί : 1.345 ὡς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ: 1.346 ἐκ δ' ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρηον: 1.347 δῶκε δ' ἄγειν: τὼ δ' αὖτις ΐτην παρὰ νῆας Ἀχαιῶν : 1.348 ἡδ`' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν: αὐτὰρ Ἀχιλλεὺς 1.349 δακρύσας, ἑτάρων ἄφαρ ἕζετο, νόσφι λιασθείς: 1.350 θὶν' ἐφ' ἁλὸς πολιῆς, ὁρόων ἐπι οἴνοπα πόντον: 1.351 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς: Scholia to Iliad 1.327-1.351 Main scholia On Iliad 1.334-1.335: χαίρετε κήρυκες: στικτέον κατα τὸ τέλος τοῦ στίχου καὶ βραχὺ διασταλτέον ἐπι τω ἐπαίτιοι : ὡς γὰρ ἀγγέλους σεμνύνων αὐτοὺς εἶπεν⁑ On Iliad 1.334: Διὸς ἄγγελοι ἄσυλον γὰρ καὶ θεῖον τὸ γενος τῶν κηρύκων, Ἐρμῆς γὰρ μιγεῖς Πανδρόσω τῆ Κέκροπος θυγατρὶ ἔσχεν παῖδα ὀνοματι Κήρυκα ἀφ οῦ τὸ τῶν Κηρύκων γένος ὡς ἱστορεῖ Πτολεμαῖος : ἠ ὅτι τὰς εορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπο Ερμοῦ εἰσιν ὃς ἄγγελος Διὸς πεπαιδευμένως δέ οὐ γὰρ δὴ τὰς αἰτίας ἐφ ετέρους μετάγειν ὡς κυνα κατα τοῦ βεβλημενου λίθου⁑ On Iliad 1.335: οὔτι μοι ὕμμες οὕτως ψιλωτέον τὸ υ τοῦ ὕμμες ἡ γὰρ λέξις Αἰολική ἐπιμαρτυρεῖ καὶ ἡ συναλιφη, αἵ κ' ὕμμιν ὑπέρσχη χεῖρα Κρονίων ⁑ On Iliad 1.336: ὃ σφῶϊ δια τοῦ ενος ὃ σφῶϊ ὁμοίως τῷ καὶ θώρηχ' ὁ γὰρ ἦν ἡ διπλῆ δὲ ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν ὃ σφῶϊν τοῦτο δὲ σημαίνει ὑμῶν ἠ ὑμῖν ὧν οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ ἀλλα τῷ ὑμᾶς⁑ On Iliad 1.337: Πατρόκλεις ἀντὶ τοῦ Πάτροκλε : ἐσχημάτισται γὰρ τὸ ὄνομα οὐ καποτῆς Πάτροκλος εὐθείας ἀλλ απο τῆς Πατροκλῆς ὡς Ἡρακλῆς ⁑ On Iliad 1.340: καὶ προς τοῦ βασιλῆος Σέλευκος ἐν τῇ πολυστίχω: γράφει ἀναιδέος εὐεπίφορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ καλεῖν τὸν Ἀγαμέμνονα αἰὲν ἀναιδειην ἐπιειμένε κερδαλεόφρον , ἀπεινῆ δὲ καλεῖ τὸν Ἀγαμέμνονα δια τὰ εἰς αυτὸν πεπραγμένα διασταλτέον δὲ μετα τὸ ἀπηνέος ⁑ On Iliad 1.340: ἡ διπλῆ δὲ ὅτι τὸ ἄρθρον μετακειται ἔδει δὲ καὶ παρα τοῦ βασιλῆος καὶ ἄνω κατα τὸ οὔνεκα τὸν Χρύσην ητίμασεν ⁑ On Iliad 1.343-1.344: οὐδέ τι οῖδε νοῆσαι διασταλτέον ἐπι τὸ οπίσσω ἴσως δὲ καὶ επι τὸ νοῆσαι ἵν ᾖ ὅππως οἱ παρα νηυσὶ σόοι μαχέοιντο ἅμα πρόσσω καὶ ὁπίσσω καὶ νῦν καὶ ὕστερον η καὶ ετέρως, ἐκ τῶν ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα, ἠ ἐν αμφιβολία κἂν τῇ Γ ἐστιν οἷς δ' ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσῳ ⁑ On Iliad 1.349: δακρύσας ἑτάρων βραχὺ διασταλτέον ἐπι τὸ δακρύσας μᾶλλον γὰρ σαφηνίζει τα πράγματα⁑ Interlinear scholia On Iliad 1.328: παρεγενοντο On Iliad 1.330: καθεζόμενον On Iliad 1.331: φοβηθέντες On Iliad 1.331: αιδεσθέντες On Iliad 1.332: ουδέ τι αὐτῶν On Iliad 1.332: προσἐφθέγγοντο ουδὲ ἀῆρώτων On Iliad 1.333: ταῖς ἰδίαις On Iliad 1.335: εγγυς On Iliad 1.335: παραγίνεσθε On Iliad 1.336: προπέμπει On Iliad 1.337: Πατροκλε On Iliad 1.337: ἔξω τῆς σκηνῆς On Iliad 1.338: αυτοῖς On Iliad 1.340: χαλεποῦ σκληροῦ On Iliad 1.341: αἰκιστικὸν χαλεπόν On Iliad 1.342: ὄντος γὰρ On Iliad 1.345: ἐπίσθη On Iliad 1.347: ουτοι δὲ πάλιν On Iliad 1.347: παρεγένοντο: On Iliad 1.349: χωρισθεις On Iliad 1.350: δια τὸν αφρόν On Iliad 1.351: ηὔξατο: On Iliad 1.351: ἐκτεινας Intermarginal scholia On Iliad 1.332: δια τοῦ ϊ οὐδέ τι: οὐ δια τοῦ ε καὶ ἡ Κύπριος ⁑ On Iliad 1.341: ὡς Κλειώ καὶ γὰρ χρειοῖ ἀναγκαίῃ ὡς Κλειοῖ ⁑ On Iliad 1.351: ὅτι Ζηνοδοτος γράφει χεῖρας ἀναπτας ⁑ Interior scholia On Iliad 1.342: ολοῇσι πλονασμῷ τοῦ ϊ Venetus A (Marciana 454 = 822), folio 19, recto Iliad 1.352-1.376 1.352 μῆτερ: ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα. 1.353 τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι 1.354 Ζεὺς ὑψιβρεμέτης. νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν: 1.355 ῆ γάρ μ' Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων 1.356 ἠτίμησεν. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας: 1.357 ὡς φάτο δάκρυ χέων: τοῦ δ' ἔκλυε πότνια μήτηρ 1.358 ἡμένη ἐν βένθεσσιν ἁλὸς. παρὰ πατρὶ γέροντι: 1.359 καρπαλίμως δ`' ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ' ὁμίχλη: 1.360 καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δάκρυ χέοντος: 1.361 χειρί τέ μιν κατέρεξεν: ἔπος τ' ἔφατ'. ἔκ τ' ὀνόμαζε: 1.362 τέκνον: τί κλαίεις: τί δέ σε φρένας ἵ̈κετο πένθος: 1.363 ἐξαύδᾱ: μὴ κεῦθε νόῳ: ἵνα εἴδομεν ἄμφω: 1.364 τηνδὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεΰς : 1.365 οἶσθα: τίή τοι ταῦτ' εἰδυίῃ πάντ' ἀγορεύω: 1.366 ᾠχόμεθ' ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος : 1.367 τηνδὲ διεπράθομέν τε. καὶ ἤγομεν ἐνθάδε πάντα: 1.368 καὶ τὰ μὲν εὖ δάσσαντο μετα σφίσιν υἷες Ἀχαιῶν . 1.369 ἐκ δ' έλον Ἀτρείδῃ Χρυσηΐδα καλλιπάρηον: 1.370 Χρύσης δ' αὖθ’ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος . 1.371 ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων: 1.372 λυσόμενός τε θύγατρα: φέροντ' ἀπερείσι' ἄποινα: 1.373 στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 1.374 χρυσέῳ ἀνὰ σκήπτρῳ: καὶ λίσσετο πάντας Ἀχαιοὺς . 1.375 Ἀτρείδᾱ δὲ μάλιστα δύω κοσμήτορε λαῶν: 1.376 ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ Scholia to Iliad 1.352-1.376 Main scholia On Iliad 1.353: Ὀλυμπιος ὁ Ὄλυμπος ὄρος τῆς Μακεδονίας ὑψηλότατον ἱερον καὶ οι κητηριον τῶν θεῶν: ἀλληγορικῶς δὲ ὁ οὐρανός: On Iliad 1.354: ὑψιβρεμετης βρόμος κυρίως ὁ τοῦ πυρὸς ῆχος ὅθεν καὶ τὸν ἀπο πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν⁑ On Iliad 1.357: πότνια σεπτή οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕδεσι τῶν θεῶν ἡ παρα τὸν πότμον ἡ εὐτυχής ὅς ἐστιν ἀπο τοῦ πέσεῖν παρα ποσὶ γυναικὸς καὶ ποτνιασθαι δὲ τὸ προσπίπτειν καὶ παρακαλεῖν⁑ On Iliad 1.358: παρα πατρὶ γέροντι τῷ Νιρεῖ : τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν ἡμιν δαίμονα θαλάσσιον ἀφ οὗ καὶ Δωρίδος τῆς Ωκεανοῦ αἱ Νιρεΐδες⁑ On Iliad 1.361: χειρὶ τέ μιν κατέρεξεν στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατο καὶ ὠνόμαζεν ἡ περίοδος γὰρ καθ εαυτὴν ἑκάστη⁑ On Iliad 1.364: τὴν δὲ βαρυ στενάχων βαρύνεται ἡ μετοχή διδασκόμεθα δὲ ἐξ εκείνου τὺς δὲ βαρυ στενάχων μετέφη κρείων Ἀγαμεμνων : χειρὸς ἔχων Μενέλαον ἐπεστενάχοντο δ' ἑταῖροι ἡ γὰρ ἐπίζευξις τοῦ ἐπεστενάχοντο διδάσκει ὅτι καὶ τὸ στενάχω βαρύνεται εἰ γὰρ ῆν περισπώμενον ἐστεναχοῦντο εγίνετο ὡς ἐννοοῦντο. καὶ ἡ κλήσις δὲ τοῦτο δείκνυσι βαρὺ δὲ στενάχοντος ἄκουσα οὐχι στεναχοῦντος. καὶ ἡ δοτικῆ τῷ δὲ βαρυ στενάχοντι ⁑ On Iliad 1.363: ἵνα εἴδομεν προπαροξύνεται τὸ εἴδομεν ἀπo βαρυτόνου τοῦ είδω οὐ θαῦμα δὲ εἰ τὸ αυτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει ἢ ὅτι ἀνθ' ὑποτακτικοῦ ἐστι καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον ⁑ On Iliad 1.365: οἶσθα τίή τοι ὅτι παλλιλογεῖν παρῄτῃται ἀλλότριοι ἄρα οἱ ἐπιφερόμενοι στίχοι εἰκοσι επτά ⁑ On Iliad 1.366: ᾠχόμεθ' ἐς Θήβην νῦν λέγει τὰς Ὑποπλακίους ὧν ἐβασίλευσεν Ἠετίων ὁ Ἀνδρομαχης πατήρ Κίληκες ἔθνος βάρβαρον τῆς Ὑποπλάκου Θήβης : τούτων ἦρχεν Ἠετίων ἔχων υἱοὺς ἑπτὰ θυγατέρα δὲ Ἀνδρομάχην τὴν γαμηθεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου κατα δὲ τοὺς Τρωϊκοὺς πολέμους ἐπιστρατεύσας Ἀχιλλεὺς τῇ Θήβῃ καὶ τὴν πόλιν πορθησας τόν τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις μεθ οὓς Λυρνησσὸν πορθήσας καὶ τὴν πόλιν ἐξελὼν αἰχμάλωτον ἦγεν Λυρνησσοῦ μὲν Βρισηΐδα ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες: ἀπο δε τῆς Χρύσης Χρυσηΐδα τὴν Χρύσου τοῦ ιερέως τοῦ Ἀπόλλωνος θυγατέρα ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν τῷ πατρὶ δεομένῳ οὐκ απέδωκεν ἐξ οῦ οργισθεὶς ὁ θεὸς ἔπεμψε τοῖς Ἓλλησι λυμικὴν νόσον ἔνιοι δὲ φασὶν ὅτι καὶ ἡ Χρυσηῒς ἐκ Θηβῶν ἐλήφθη: τῆς γὰρ Χρύσης φησὶν οὔσης πολιχνίου ἀτειχιστου καὶ εὐτελοῦς ὡς ἐν ἀσφαλεστέρᾳ καὶ μείζονι τῇ Θήβῃ οἱ ἀπ αυτῆς προσερρυηκότες ῆσαν: τρεῖς γάρ εἰσι Θῆβαι αἱ Ὑποπλακιοι ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ Ζ , καὶ αἱ Καδμεῖαι ὧν μέμνηται ἐν τῇ Δ καὶ ἐν τῇ Ε καὶ αἱ τῆς Αἰγύπτου ὧν μνημονεύει ἐν τῇ Ϊ ⁑ On Iliad 1.366: ὠχόμεθ' ἐς Θήβην ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρες δὲ διηγήσεων ϊδέαι ὁμιλητική ὡς ὅτ ἂν παρά τινος τις ἀκουσας αὐτὰ διηγεῖται ἃ ἤκουσεν ὡς τὸ πολλάκι γάρ σεο πατρός : τὸ δὲ ἀπαγγελτικόν ὅταν ἃ παρ ἑτέρου ἤκουσεν ἑτέρῳ διηγοῖτο. ὡς τὸ ἀγγελίην τινά τοι γαιήοχε : τὸ δὲ ὑποστατικὸν, ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγοίμεθα: τὸ δὲ μικτὸν ἐξ ομιλητικοῦ καὶ ὑποστατικοῦ ὡς τὸ ἀλλα σὺ τόν γ' ελθοῦσα θεὰ ὑπελύσαο δεσμῶν ⁑ On Iliad 1.368: μετα σφίσιν τοῦ σφίσιν τὴν πρώτην ὀξυτονητέον ἐπειδήπερ εἰς σύνθετον ἡ μεταληψις εἰ καὶ οὐκ έστι διηνεκὴς ὁ λόγος ἔστι γάρ τινα ἐναντιούμεθα ενα τοὺς δ' ἄναγον ζῳοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ : σφίσι δ' αὐτοῖς δαῖτα πένεσθαι : καὶ ὅτι μετα προθέσεως ἔστιν ὅταν γὰρ πρόθεσις ᾖ μετα ἀντωνυμίας ὀρθοτονεῖται ἡ ἀντωνυμία: συν σοὶ δῖα θεα πρότι οι δ' ἔλαβ' ἔντεα κατα σφέας γὰρ μαχέοιντο : ἀπὸ ἕο κάββαλεν ἀμφὶ ἓ παπτηνας τοῦ ἆλτ' ἐπί οἱ μεμαὼς ζήτησιν ἐχοντος⁑ Interlinear scholia On Iliad 1.352: ὀλιγοχρόνιον On Iliad 1.353: ὤφειλεν On Iliad 1.353: ἐγχειρίσαι παρασχεῖν: On Iliad 1.354: ὁ εν ύψει βροντῶν On Iliad 1.354: οὐδε ολίγον με On Iliad 1.356: αφελόμενος παρὰ τὸ ορίζω On Iliad 1.358: τῷ Νιρεῖ On Iliad 1.361: κατέψηξεν On Iliad 1.362: κατέλαβεν On Iliad 1.363: ἔξεῖπε On Iliad 1.363: μη κρύπτε On Iliad 1.363: ἀμφότεροι On Iliad 1.364: μεγάλα στενάζων On Iliad 1.365: ἐπίστασαὶ Intermarginal scholia On Iliad 1.353: όφειλεν όφελλεν Αιολικῶς ὡς χεῖρες χέρρες : On Iliad 1.374: οὕτως Ϊακῶς τὸ λίσσετο ⁑ Interior scholia On Iliad 1.364: ὅτι τὸ βαρυ στενάχων κατα βαρείαν τάσιν⁑ Venetus A (Marciana 454 = 822), folio 19, verso Iliad 1.377-1.401 1.377 αἰδεῖσθαί θ' ἱ̈ερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα: 1.378 ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ: 1.379 ἀλλὰ κακῶς ἀφίει: κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε: 1.380 χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο: τοῖο δ' Ἀπόλλων 1.381 εὐξαμένου ἤκουσεν. ἐπεὶ μάλα οἱ φίλος ἦεν: 1.382 ἧκε δ' ἐπ' Ἀργείοισι κακὸν βέλος: οἱ δέ νυ λαοὶ 1.383 θνῇσκον ἐπασσύτεροι: τὰ δ' ἐπῴχετο κῆλα θεοῖο 1.384 πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν : ἄμμι δὲ μάντις 1.385 εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο: 1.386 αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱ̈λάσκεσθαι: 1.387 Ἀτρείωνα δ`' ἔπειτα χόλος λάβεν: αἶψα δ`' ἀναστὰς 1.388 ἠπείλησεν μῦθον: ὃ, δὴ, τετελεσμένος ἐστίν: 1.389 τὴν μὲν γὰρ συν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ 1.390 ἐς Χρύσην πέμπουσιν: ἄγουσι δὲ δῶρα ἄνακτι: 1.391 την δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες 1.392 κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν : 1.393 ἀλλὰ σὺ εἰ δύνασαί γε. περίσχεο παιδὸς ἑῆος: 1.394 ἐλθοῦς' οὔλυμπον δὲ, Δία λίσαι: εἴ ποτε δή τι 1.395 ἢ ἔπει ὤνησας κραδίην Διὸς , ἠὲ καὶ ἔργῳ. 1.396 πολλάκι γάρ σεο, πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα 1.397 εὐχομένης, ὅτ' ἔφησθα κελαινεφέϊ Κρονίωνι 1.398 οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι: 1.399 ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι: 1.400 Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη : 1.401 ἀλλὰ σὺ τόν γ' ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν. Scholia to Iliad 1.377-1.401 Main scholia On Iliad 1.381: ‡εὐξαμένου ήκουσεν Σέλευκος φησὶν ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ ἐπεί ρά νύ οἱ φίλος ῆεν : καὶ Θεαγένης δὲ οὕτως προφέρεται ἀπίθανον γὰρ τὸ ο δέ νυ λίαν φίλος ἦν⁑ On Iliad 1.383: ἐπασσύτεροι Αἰολικόν ἐστι. ἄσσον ἀσσότερος ἀσσύτερος , ὡς ὄνομα ὄνυμα καὶ ἐπασσύτερος On Iliad 1.388: ἠπείλησεν μῦθον ἀμφίβολος ἡ στιγμῆ δια τὸ μόριον ἐπεὶ καὶ αὐτὸ ἀμφιβολον: ὅμως δὲ εἰς τὸ ὅς ὑποτακτικὸν ἄρθρον αὐτὸ μεταληπτέον⁑ On Iliad 1.392: κούρην Βρισῆος ἐοικεν πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν σχηματίζειν ὁ ποιητὴς καὶ οὐ κυρίως ὡς γὰρ ἄλλοι ἀρχαῖοι ἱ¨στοροῦσιν. ἡ μὲν Ἀστυνόμη ἐκαλεῖτο: ἡ δὲ Ἱπποδάμεια ὁ δὲ τρόπος ἀντωνομασία⁑ On Iliad 1.393: ἀλλὰ σὺ εἰ δνασαί γε ὅτι Ζηνόδοτος γράφει εοῖο ⁑ On Iliad 1.396: πολλάκι γάρ σεο Ἀρίσταρχος εγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο πολλάκις γάρ σοι ἐν τοῖς τοῦ πατρός μου δόμοις ἤκουσα καυχωμένης. ἐαν γάρ φησι κατ ορθὸν τόνον ἀναγνῶμεν ἔσται εν τοῖς τοῦ νιρέως οίκοις ὁ Αχιλλεὺς αὐτῆς ἀκηκοώς: ταύτην δὲ τὴν ἱστορίαν οὐκ οῖδεν Ὅμηρος , τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπ αὐτοῦ: Πτολεμαῖος δὲ συγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένη αἰτίᾳ. εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο φησὶ παρεφύλασσεν ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὔτως χρῆται κατα γενικήν ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν : ὁμοίως καὶ ὁ ἐπι δευτέρου καὶ τρίτου, ταῖς δὲ κτητικαῖς ἤτοι ἐμοῦ ἢ εμοῖο σοῦ σοῖο : ἐγίνετο οὖν εἴπερ ἦν κτητικῆ σοῖο ὥστε κὰν ορθοτονήσωμεν τὴν σέο , οὐ δύναται ἀμφίβολος καθίστασθαι: ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν ἐγένετο οὖν ἐγκλιτικῇ ἡ ἀνάγνωσις ἐπειδήπερ ἁπλῆ εστιν καὶ οὐκ έχει ἀντιδιαστολὴν καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις⁑ On Iliad 1.396: ἡ διπλῆ δὲ ὅτι ἀπο τούτου τοῦ στιχου ἕως τοῦ τὸν καὶ καὶ ὑπέδδεισαν Ζηνόδοτος αθετεῖ βραχὺ δὲ διασταλτέον μετα τὴν αντωνυμίαν τὸ γὰρ ἑξῆς ἐστι πολλάκι γάρ σου ἤκουσα⁑ On Iliad 1.397-1.401: εὐχομενης διασταλτέον μετὰ τὸ ευχομένης καὶ αμῦναι , ἐπὶ δὲ τὸ Ἀθήνη στιγμήν. ἐνδέχεται δὲ καὶ οὕτως ἐπὶ μὲν τὸ λοιγὸν ἀμῦναι στίζειν τὰ δ' ἄλλα ἀπ άλλης προφέρεσθαι ἀρχῆς ἕως τοῦ Ἀθήνη ⁑ On Iliad 1.397: κελαινεφέϊ παρα τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν: On Iliad 1.399: ὁππότε μιν ξυνδῆσαι Ζεὺς παραλαβὼν τὴν ἐν οὐρανῷ διοίκησιν περισσῶς τῇ παρρησίᾳ ἐχρῆτο πολλὰ αὐθάδη διαπρασσόμενος Ποσειδῶν δὲ καὶ Ἥρα καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι: Θέτις δὲ ἀκούσασα παρα τοῦ πατρὸς Νιρέως ἢν γὰρ μάντις τὴν Διὸς επιβουλὴν ἔσπευσεν πρὸς αυτὸν ἐπαγομένη Αἰγαίωνα φοβητρον τῶν ἐπιβουλευόντων θεῶν ἦν δὲ θαλασσιος δαίμων οὗτος καὶ τὸν πατέρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ Ζεὺς Θετιδος , τὴν μὲν Ἥραν ἐν τοῖς κατ αυτοῦ δεσμοῖς ἐκρέμασε, Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι τὴν παρα Λαομέδοντι θητείαν ἐψηφίσατο: τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετα ταῦτα ἐταμιεύσατο: ἱστορεῖ Δίδυμος ⁑ Interlinear scholia On Iliad 1.382: ἔπεμψεν On Iliad 1.383: ἐπάλληλοι πυκνοι: On Iliad 1.392: αντωνομασία: On Iliad 1.393: φρόντισον On Iliad 1.394: λιτάνευσον On Iliad 1.396: ἐν τοῖς οίκοις On Iliad 1.397: οτε ἔλεγες On Iliad 1.397: τοῦ ομβροποιοῦ On Iliad 1.398: αποστρέψαι On Iliad 1.399: συν On Iliad 1.399: οἱ Τιτᾶνες On Iliad 1.401: εξείλω ἔλυσας On Iliad 1.401: συναπτέον τοῦτον τὸ ἑξῆς βραχὺ δὲ διασταλτεον ἐπι το Όλυμπον ⁑ Intermarginal scholia On Iliad 1.393: ‡ὑποστικτεον ἐπι τὸ γε στικτεον δὲ κατα το τέλος τοῦ στίχου⁑ Venetus A (Marciana 454 = 822), folio 20, recto Iliad 1.402-1.426 1.402 ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν Ὄλυμπον : 1.403 ὃν, Βριάρεων καλέουσι θεοὶ: ἄνδρες δέ τε πάντες 1.404 Αἰγαίων' : ὃ γὰρ αὖτε βίῃ, οὗ, πατρὸς ἀμείνων: 1.405 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων: 1.406 τὸν καὶ ὑπέδδεισαν μάκαρες θεοὶ: οὐδ έτ' ἔδησαν: 1.407 τῶν νῦν μιν μνήσασα, παρἕζεο. καὶ λάβε γούνων: 1.408 αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι. 1.409 τοὺς δὲ κὰτὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἔλσαι Ἀχαιοὺς 1.410 κτεινομένους. ἵνα πάντες ἐπαύρωνται βασιλῆος: 1.411 γνῷ δὲ καὶ Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων 1.412 ἣν, ἄτην: ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν: 1.413 τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα: 1.414 ᾤμοι τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα: 1.415 αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων 1.416 ἧσθαι: ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν: 1.417 νῦν δ' ἅμα τ' ὠκύμορος, καὶ ὀϊζυρὸς περὶ πάντων 1.418 ἔπλεο: τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν: 1.419 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διῒ τερπικεραύνῳ 1.420 εἰμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον: αἴ κε πίθηται: 1.421 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρἥμενος ὠκυπόροισι 1.422 μήνι' Ἀχαιοῖσι : πολέμου δ' ἀποπαύεο πάμπαν: 1.423 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας 1.424 χθιζὸς ἔβη μετὰ δαῖτα: θεοὶ δ' ἅμα πάντες ἕποντο: 1.425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται οὔλυμπον δέ: 1.426 καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ. Scholia to Iliad 1.402-1.426 Main scholia On Iliad 1.403: ‡ὃν Βριάρεων καλέουσι τῶν διωνύμων τὸ μὲν πρότερον ὄνομα Ὅμηρος εἰς θεοὺς ἀναφέρει: τὸ δε δεύτερον εἰς ἀνθρώπους ὡς καὶ τὸ χαλκίδα κικλίσκουσι θεοὶ ἄνδρες δέ τε κύμινδιν : καὶ περι τοῦ ποταμοῦ ὃν Ξανθον καλέουσι θεοὶ ἄνδρες δέ τε Σκάμανδρον ⁑ On Iliad 1.404-1.405: ὅς ῥα παρὰ Κρονίωνι ὅτι ἐντευθεν επι τοῦ Ἄρεῳς λεγεται οὐκ ορθῶς πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο κύδεϊ γαίων : Ὅμηρος δὲ ὡς Στωϊκὸς Ποσειδῶνος αὐτὸν εἶναι φησίν ἢ ὅτι φησὶ παύροι δέ τε πατρὸς ἀρείους ⁑ On Iliad 1.418: ἔπλεο λέγεται τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περι Αχιλλεως ὅτι εἰ μὲν μείνει ἐν τῇ Φθια μὴ συμπλεύσας τοῖς Ἕλλησιν εἰς τὴν Ἴλιον πολλὴ μὲν έσται αὐτῷ ἡ ζωὴ ἄδοξος δὲ: ει δε συνανέλθοι αὐτοῖς έσται ὁλιγοχρόνιος μὲν ἀλλ αοίδιμος καὶ εὐκλεής: ὅθεν ὡς προειδυῖα ἡ Θέτις τοῦτο ἦν αὐτὸν παραθεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην ἐν τῇ Σκύρω : ἔστι δὲ μία τῶν Κυκλάδων ⁑ On Iliad 1.420: ἀγάννιφον τὰ ἄκρα τοῦ Ὀλυμπου ὡς ὑπερνεφῆ οὔτε νείφεται οὔτε κατομβρεῖται κατ αυτὸν τὸν ποιητὴν λέγοντα: ὀλυμπόν τ' ὅθι φασὶ θεῶν ἔδος ἀσφαλὲς αἰεὶ έμμεναι οὔτ' ἀνέμοισι τινασσόμενον οὔτε ποθ' όμβρω δεύεται οὔτε χιων ἐπιπίλναται ἀλλὰ μάλ' αἴθρη πέπταται ἀννέφελος λευκὴ δ' ἐπιδέδρομεν αἴγλη ἀγάννιφον οὖν ἡ τὸν πάνυ κατανειφόμενον ἠ τὸν οὔτε ὅλως⁑ On Iliad 1.420: τὸ νείφω σημαίνει: τὸ βρέχω ὅπερ γράφεται δια τῆς ει διφθόγγου ἐξ οῦ νέφος καὶ νεφρός : νίφω τὸ χιονίζω δια τοῦ ϊ ἐξ οῦ τὸ ἀγάννιφον : νήφω τὸ σπένδω δια τοῦ η ἐξ οῦ νηφάλια ξύλα : νήφω τὸ προσέυχω καὶ δια τοῦ η τοῦτο ἐξ οῦ τὸ νήφων προσεύχου ⁑ On Iliad 1.421-1.422: ἀλλὰ σὺ μὲν νῦν τὸ νῦν ἀντὶ τοῦ δη διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν οὐκ εῦ: On Iliad 1.423: Αἰθιοπῆας: ὅμοιόν ἐστι τὸ ἡνιοχῆας δισσοὶ δέ εισὶν οἱ Αἰθίοπες ὑπο Νείλου ὁριζόμενοι ὡς ἡ Ϊθάκη καὶ αἱ λοιπαὶ νῆσοι τινὲς δὲ γράφουσιν μετα Μέμνονας Αἰθιοπῆας . ἔθνος δὲ οὗτοι⁑ On Iliad 1.423-1.424: χθιζὸς ἔβη λέξις Ἀρισταρχου εκ τοῦ Α τῆς Ἰλιάδος ὑπομνήματος: τὸ μὲν μετ αμύμονας ἐπ αμυμονας ὅ ἐστι πρὸς ἀμώμους ἀγαθούς: τὸ δὲ κατα δαῖτα ἀντι τοῦ ἐπι δαῖτα οὕτως γὰρ νῦν Ὅμηρος τέθεικεν. ἔνιοι δὲ ποιοῦσι μετα δαῖτα ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ μετα ἐπι χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατὰ ἀντι τῆς ἐπι Σοφοκλῆς ἐγὼ κατα αυτὸν ὡς ὁρᾶς ἐξέρχομαι : οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῆ καὶ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμαχίῳ : καὶ Ἀριστοφανείῳ : Καλλίστρατος δὲ ἐν τῷ Πρὸς τὰς ἀθετήσεις ὁμοίως καὶ ὁ Σιδώνιος καὶ ὁ Ἰ¨ξίων ἐν τῷ ς Προς τὰς ἐξηγήσεις , καὶ τὸ θεοὶ δὲ πάντες ἔπονται δια τοῦ αι : On Iliad 1.425: δωδεκάτῃ δέ τοι: φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερόν αφ οῦ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετα καὶ τῶν ἄλλων ἐγχωρίων θεῶν κατά τινα χρόνον. περινοστεῖν τὰ μέρη τῆς Λιβύης , καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπι δώδεκα ἡμέρας ὅτι καὶ τοσοῦτοι οἱ θεοί⁑ Interlinear scholia On Iliad 1.408: ἑαν πῶς On Iliad 1.409: τοὺς δὲ Ἕλληνας: On Iliad 1.409: τὰς ναῦς απο μέρους On Iliad 1.409: συνελάσαι On Iliad 1.410: ἵνα πάντες ἀπολαύσωυσι τῆς αβουλιας τοῦ βασιλεως τοῦ τεστιν ἵνα ἀπωλωνται δι αυτου: On Iliad 1.412: τὴν ἰδίαν αβουλιαν καὶ βλάβην⁑ On Iliad 1.415: ἄλυπος On Iliad 1.416: μοῖρα On Iliad 1.416: ἐπ ολίγου On Iliad 1.416: και οῦκ επι πολυν χρόνον On Iliad 1.417: ταχύθάνατος On Iliad 1.417: ἄθλιος ταλαίπρωροι On Iliad 1.418: διὸ δή σε On Iliad 1.426: προς τὸ τοῦ Διός : Intermarginal scholia On Iliad 1.404: οὕτως δια τοῦ ν βίην Ἀρισταρχος ⁑ On Iliad 1.420: ὅτι όρος ὁ Όλυμπος ⁑ Interior scholia On Iliad 1.402: ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς όρος τὸν δὲ οὐρανὸν ευρύν⁑ On Iliad 1.424: ὅτι τινὲς γράφουσι μετα δαίμονας ἄλλους διὸ ἀθετειται: Venetus A (Marciana 454 = 822), folio 20, verso Iliad 1.427-1.451 1.427 καί μιν γουνάσομαι: καί μιν πείσεσθαι ὀΐω: 1.428 Ὣς ἄρα φωνήσας' ἀπεβήσετο. τὸν δ`' ἔλιπ' αὐτοῦ 1.429 χωόμενον κατα θυμὸν, ἐϋζώνοιο γυναικὸς. 1.430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων: αὐτὰρ Ὀδυσσεὺς 1.431 ἐς Χρύσην ἵ̈κανεν ἄγων ἱερὴν ἑκατόμβην: 1.432 οἱ δ`' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵ̈κοντο. 1.433 ἱ̈στία μὲν στείλαντο: θέσαν δ' ἐν νηῒ μελαίνῃ: 1.434 ἱ̈στὸν δ' ἱ̈στοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες 1.435 καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς: 1.436 ἐκ δ' εὐνὰς ἔβαλον. κατα δὲ πρυμνήσι' ἔδησαν: 1.437 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. 1.438 ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι : 1.439 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο: 1.440 τὴν μὲν ἔπειτ' ἐπι βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς 1.441 πατρὶ φίλῳ ἐν χερσὶ τίθει: καί μιν προσέειπεν: 1.442 ὦ Χρύση : πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων . 1.443 παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην 1.444 ῥέξαι ὑπερ Δαναῶν , ὄφρ' ἱ̈λασόμεσθα ἄνακτα. 1.445 ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν: 1.446 ὡς εἰπὼν ἐν χερσὶ τίθει: ὁ δὲ δέξατο χαίρων 1.447 παῖδα φίλην: τοὶ δ' ὦκα θεῷ κλειτὴν ἑκατόμβην 1.448 ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν: 1.449 χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο: 1.450 τοῖσιν δὲ Χρύσης μεγάλ' εὔχετο χεῖρας ἀνασχών: 1.451 κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας Scholia to Iliad 1.427-1.451 Main scholia On Iliad 1.449: οὐλοχύτας τινὲς τὰ κανὰ, δι ὦν ἐπέχεον τὰς οὐλάς: καὶ κριθαὶ δὲ πρὸς ἀντιδιαστολὴν τῶν ψαιστῶν προ τῶν πυρῶν γὰρ εὕρηνται: καὶ ἀπο τοῦ προκριθῆναι τῶν οὐλῶν οὕτως ὠνομάσθησαν⁑ Interlinear scholia On Iliad 1.427: λιτανεύσω On Iliad 1.430: ἀφήλαντο On Iliad 1.433: τὸ ἄρμενον On Iliad 1.434: ἡ κατάρτη On Iliad 1.434: τοῖς προτεταμενοις κάλοῖς On Iliad 1.434: χαλάσαντες On Iliad 1.435: ταῖς κώπαις⁑ On Iliad 1.436: τα σίδηρα On Iliad 1.444: επιτελέσαι θῦσαι On Iliad 1.447: ἔνδοξον On Iliad 1.448: ἐφεξῆς Intermarginal scholia On Iliad 1.434: Ἀρίσταρχος ἀφέντες ⁑ On Iliad 1.435: βέλτιον τοῖς επάνω προσδίδωσθαι τὸ καρπαλίμως ⁑ On Iliad 1.451: τὸ μεῦ δια τοῦ εῦ κατα γενικὴν πτῶσιν⁑ Interior scholia On Iliad 1.432: Ἀρίσταρχος ἐγγὺς οἷον πλησίον οὐχὶ εντός⁑ On Iliad 1.444: ὅτι περισσός⁑ Venetus A (Marciana 454 = 822), folio 21, recto Iliad 1.452-1.476 1.452 Κίλλάν τε ζαθέην: Τενέδοιό τε. ἶ̈φι ἀνάσσεις: 1.453 ἤδη μέν ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο: 1.454 τίμησας μὲν ἐμέ, μέγα δ ἴ̈ψαο λαὸν Ἀχαιῶν : 1.455 ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ: 1.456 ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον: 1.457 ὡς ἔφατ' εὐχόμενος. τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων : 1.458 αὐτὰρ ἐπεί ῥ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο: 1.459 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν 1.460 μηρούς τ' ἐξέταμον: κατά τε κνίσῃ ἐκάλυψαν 1.461 δίπτυχα ποιήσαντες: ἐπ' αὐτῶν δ`' ὠμοθέτησαν: 1.462 καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων: ἐπὶ δ' αἴθοπα οἶνον 1.463 λεῖβε: νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. 1.464 αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχν' ἐπάσαντο: 1.465 μίστυλλον τ' ἄρα τ' ἄλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν: 1.466 ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. 1.467 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα. 1.468 δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης: 1.469 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο. 1.470 κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο: 1.471 νώμησαν δ`' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν: 1.472 οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱ̈λάσκοντο: 1.473 καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν . 1.474 μέλποντες ἑκάεργον: ὁ δὲ φρένα τέρπετ' ἀκούων: 1.475 ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε. 1.476 δὴ τότε κοιμήσαντο παρα πρυμνήσια νηός: Scholia to Iliad 1.452-1.476 Main scholia On Iliad 1.459: ‡αὐέρυσαν μὲν πρῶτα εἰς τοῦπίσω ἀνέκλων τὸν τράχηλον τοῦ θυομένου ϊερείου ὡς προσέχειν εἰς οὐρανὸν τοῖς θεοῖς οἷς καὶ ἐθύοντο ὡς καὶ αὐτῶν όντων ἐν οὐρανῷ πάλιν δὲ τοῖς ἥρωσιν ὡς κατοιχομένοις ἔντομα ἔθυον ἀποβλέπων τὰ κάτω εἰς γῆν⁑ On Iliad 1.461: ὠμοθέτησαν ἀπο τῶν ωμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπο παντὸς μέρους καὶ ἐπέθηκαν ἐπι τὰ μηρία ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ιερείου καρποῦσθαι δι ὃ ἡ διπλῇ On Iliad 1.464: αὐτὰρ ἐπεὶ κατὰ μηρ' ἐκάη Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε ἵνα Ϊακώτερον εκδέξηται τὸ κάη : καὶ Ἀρισταρχος δὲ οὕτως, δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες ἐκθλίψεως γενομενης τοῦ α ὥσπερ καὶ ἐπι τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν, η εἰ δη ποτέ τοι κατα πίονα μηρι ἐκηα . τὸ δὲ τοιοῦτο πολὺ παρα τῷ ποιητῇ λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι, ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μηρον ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει ἐπεί τοι εὐθύνεται ὁ τόνος: τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γενος τὸ εἰς ον λῆγον τὸν αὐτὸν τόνον φυλάσσει ὁ ζυγός , τὸ ζυγόν τὰ ζυγά , δίφρος δίφρον δίφρα : ὅθεν εἰ καὶ μηρός καὶ μηρὸν καὶ μηρά εἰ δε μῆρα καὶ μήρους , εἰ δε δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται τὸ περι τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει⁑ On Iliad 1.465: ἄρα τ' άλλα Πτολεμαῖος ὡς τ' άργ' ἄλλα ἡ μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τε σύνδεσμον, ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν καθότι ήδη ἔθος ἐστὶ τῷ ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις⁑ On Iliad 1.467: ἀὐτὰρ ἐπεὶ παύσαντο πόνου ὅτι πόνον τὸ επι τῆς ἱερουργιας ἔργον οὐδέποτε δὲ τὴν ἀλγιδόνα πόνον εἴρηκεν⁑ On Iliad 1.469: ἐξ έρον ἕντο τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον ἠ καθ ὃ τὸ ε καὶ α προ τοῦ ρ φωνήεντος επιφερομένου ψιλοῦται τὸ δὲ ἕντο δασεώς ἔστι γὰρ παρα τὸ ἵ¨ημι β ἀόριστος ἧν και εἷς ἡ μετοχή καὶ ἀφεῖς: έμαι , έμην ἕσο ἕτο ἕντο : ταῦτα δὲ καὶ πλεονάζουσι τὸ ϊ πολλαχοῦ⁑ On Iliad 1.470: κούροι μὲν κρητήρας: ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους δι ὃ καὶ παίδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμεν καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσιν⁑ On Iliad 1.473: καλὸν ἀείδοντες ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα ἀλλὰ τὸν επι καταλύσει λοιμοῦ ὕμνον καὶ τὸ καλὸν ἀντι τοῦ καλῶς ⁑ On Iliad 1.474: μέλποντες ἑκάεργον ἀθετεῖται ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέθηκεν αὐτόν καὶ γίνεται δισσολογία προείρηκε γὰρ οἱ δὲ πανημέριοι μολπῇ θεὸν ϊλάσκοντο : ἀπο δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ ὁ δὲ φρένα τέρπετ' ἀκούων διδάσκει ἡμᾶς ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις⁑ Interlinear scholia On Iliad 1.454: μεγάλως ἔβλαψας On Iliad 1.458: κριθὰς On Iliad 1.462: αντι τοῦ ἐπι σχιζῶν On Iliad 1.464: ἐγεύσαντο On Iliad 1.468: ἐνδεὴς ἤν On Iliad 1.469: εκορέσθησαν On Iliad 1.471: διεμέρισαν On Iliad 1.472: ὕμνῳ ωδη: On Iliad 1.473: ειδος ωδῆς On Iliad 1.476: παρα τὰ ἀπόγια σχοινια On Iliad 1.476: ἀπο θέματος τοῦ κοιμῶ Intermarginal scholia On Iliad 1.464: Ἀρισταρχος Ϊακῶς πασαντο ⁑ Interior scholia On Iliad 1.470: ὑπερ τὸ χειλος ἐπλήρωσαν ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ⁑ Venetus A (Marciana 454 = 822), folio 21, verso Iliad 1.477-1.501 1.477 ἦμος δ`' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠὼς . 1.478 καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν : 1.479 τοῖσιν δ' ἴ̈κμενον οὖρον ἵ̈ει ἑκάεργος Ἀπόλλων : 1.480 οἱ δ' ἱ̈στὸν στήσαντ'. ἀνά θ' ἱ̈στία λευκὰ πέτασσαν: 1.481 ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱ̈στίον: ἀμφὶ δὲ κῦμα 1.482 στείρῃ πορφύρεον μεγάλ' ΐαχε, νηὸς ἰ̈ούσης: 1.483 ἡ δ`' ἔθεεν κατὰ κῦμα. διαπρήσσουσα κέλευθον: 1.484 αὐτὰρ ἐπεί ρ' ἵ̈κοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν . 1.485 νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν 1.486 ὑψοῦ ἐπὶ ψαμάθοις. ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν: 1.487 αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε: 1.488 αὐτὰρ ὃ μήνιε, νηυσὶ παῤἥμενος ὠκυπόροισι 1.489 διογενὴς, πηλέος υἱὸς, πόδας ὠκὺς Ἀχιλλεύς : 1.490 οὔτέ ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν. 1.491 οὔτέ ποτ' εἰς πόλεμον. ἀλλὰ φθινύθεσκε φίλον. κῆρ 1.492 αὖθι μένων: ποθέεσκε δ`' ἀϋτήν τε πτόλεμόν τε: 1.493 Ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠὼς, 1.494 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴ̈σαν θεοὶ αἰὲν ἐόντες 1.495 πάντες ἅμα: Ζεὺς δ' ἦρχε: Θέτις δ' οὐ λήθετ' ἐφετμέων 1.496 παιδὸς ἑοῦ: ἀλλ' ἥ γ' ἀνεδύσετο κῦμα θαλάσσης: 1.497 ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε: 1.498 εὗρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων: 1.499 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο : 1.500 καί ῥα πάροιθ' αὐτοῖο καθέζετο: καὶ λάβε γούνων 1.501 σκαιῇ: δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα. Scholia to Iliad 1.477-1.501 Main scholia On Iliad 1.486: ὑψοῦ ἐπι ψαμάθοις ψάμαθος καὶ ἡ ποταμία, οὕτως καλεῖται κείμενον ἐν ψαμάθοις Αἰσήποιο ⁑ On Iliad 1.488: αὐτὰρ ὃ μήνιε ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ αὖθι μένων : τὸν δὲ οὐτ' έποτ' ἐς πόλεμον οὐδε ἔγραφεν⁑ On Iliad 1.493: ἀλλ ὅτε δή ρ' εκ τοιο Ἀρίσταρχος ὅτε δὴ ὡς δηλαδὴ παραλόγως ἀνεγίνωσκεν: Πάμφιλος δὲ τὸ ὅτε κατ ϊδίαν ἀναφορικον ἀναλόγως διαφέρει γὰρ τὸ ὄτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ότε ἀρίστου: ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀναγινώσκειν ὅτεδὴ ὡς δηλαδὴ πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται: δευτερον τὸ σημαινόμενον παραφθείρει τὸ δε τοῖο προπερισπαστέον τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθεν ἐγίνετο τοῖο ὡς καλοῦ καλοῖο⁑ On Iliad 1.493: ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρῳδιανὸς ἐν τῇ Ϊλιακῇ προσῳδίᾳ διαλαμβάνων περι τοῦ ἀλλ ὅτε δή ρ' εκ τοῖο λέγει ὅτι τοῦ ὅτε ὀξυτόνου ἀορίστου οὐκ έστιν ἡ χρῆσις παρα τῷ ποιητῇ ἐν μέντοι τῷ ἐννέα καὶ δεκάτῳ τῆς καθόλου τὸ ὡς Ἕκτωρ ὁτε μενον μετα πρώτοισιν φάνεσκεν ὀξυτόνως δεῖν φησὶν ἀναγινώσκεσθαι⁑ On Iliad 1.496: ἀνεδύσετο παρατατικοῦ παθητικοῦ ὡς ἀπο τοῦ δύω ἐνεστῶτος τὸ παράγωγον δῦμι ὁ μελλων δύσω καὶ ἐγένετο ὁ μέλλων ἐνεστῶς οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο ὥσπερ καὶ ἐκ τοῦ βῶ βιβῶ βίβημι ὁ μέλλων βήσω καὶ μετάγεται εἰς ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι ὁ παρατατικὸς εβισόμην ἐβήσετο ⁑ On Iliad 1.497: ἠερίη δ' ἀνέβη ὅτι οὕτως εἰρηκεν οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ οὐρανοῦ ὄντος: ἀλλ επεὶ καὶ αἱ κορυφαὶ τοῦ όρους ὑπερ τὰ νέφη εἰσίν ὁ δὲ ὑπερ τα νέφη τόπος οὐρανος καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ: ἀλλα καὶ ἐν οὐρανῷ καὶ ἐν Ὀλύμπω γεγονέναι αὐτὴν λεγει⁑ On Iliad 1.498: εὐρύοπα ἤτοι μεγαλόφθαλμον παρα τοὺς ὦπας: ἠ μεγαλόφωνον παρα τὴν ώπα ὁ ἔστι τὴν φωνὴν: ψιλῶς μεγαλόφωνον ὡς τὸ ἐριβρεμέτης : ἠ μεγαλόφθαλμος διὰ τὸ προνοητικόν⁑ Interlinear scholia On Iliad 1.477: ἡ ἀπο τοῦ όρθρου γεννωμένη: On Iliad 1.480: τὴν οθόνην: On Iliad 1.482: τῆ τρόπηδι On Iliad 1.483: διαπερῶσα διερχομένη τὸν πλοῦν On Iliad 1.486: ἐρεισματα φυλάγματα On Iliad 1.487: ἐσκορπίζοντο On Iliad 1.490: ἀνεστρέφετο On Iliad 1.492: μάχην On Iliad 1.493: ἐξ εκείνου τοῦ χρόνου On Iliad 1.494: ἐπορεύοντο On Iliad 1.496: ανέδυ ἀνῆλθεν On Iliad 1.497: εωθινὴ ὀρθρινη On Iliad 1.498: χωρὶς On Iliad 1.498: θεῶν On Iliad 1.499: πολλὰς εξοχὰς ἔχοντος On Iliad 1.501: αριστερᾷ On Iliad 1.499: παροιμία On Iliad 1.499: τρὶς δὲ τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου Intermarginal scholia On Iliad 1.484: Ἀρισταρχος κατα οὐ μετα καὶ χθιζὸς έβη κατὰ δαιτα ⁑ On Iliad 1.497: ὅτι ἐν τῶ ἄκρω τοῦ Ὀλυμπου ἐστὶν ὁμώνυμος πόλις Ὄλυμπος ⁑ Interior scholia On Iliad 1.492: ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ήρως φιλότιμος δὲ περὶ τὰς πράξεις⁑ On Iliad 1.499: ὅτι καὶ ἀρσενικῶς τὸ πολυδειραδος ὡς ἐντεῦθεν⁑ Venetus A (Marciana 454 = 822), folio 22, recto Iliad 1.502-1.526 1.502 λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα: 1.503 Ζεῦ πάτερ: εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα 1.504 ἢ ἔπει ἢ ἔργῳ. τόδε μοι κρήηνον εέλδωρ: 1.505 τίμησόν μοι υἱὸν, ὃς, ὠκυμορώτατος ἄλλων 1.506 ἔπλετ': ἀτάρ μιν, νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων 1.507 ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας: 1.508 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ : 1.509 τόφρα δ`' ἐπι Τρώεσσι τίθει κράτος. ὄφρ' ἂν, Ἀχαιοὶ 1.510 υἱὸν ἐμὸν τίσωσιν. ὀφέλλωσιν τέ ἑ τιμῇ: 1.511 ὡς φάτο: τὴν δ`' οὔ τι προσέφη νεφεληγερέτα Ζεύς : 1.512 ἀλλ' ἀκέων, δὴν, ἧστο: Θέτις δ' ὡς ἥψατο γούνων, 1.513 ὣς, ἔχετ' ἐμπεφυυῖα: καὶ εἴρετο δεύτερον αὖτις: 1.514 νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον 1.515 ἠ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπει, δέος: ὄφρ' εὖ εἰδῶ 1.516 ὅσσον ἐγὼ μετα πᾶσιν ἀτιμοτάτη θεός εἰμι. 1.517 τὴν δὲ προσέφη νεφεληγερέτα Ζεύς : 1.518 ἦ δὴ λοίγια ἔργ' ὅ τε μ' ἐχθοδοπῆσαι ἐφήσεις 1.519 ἥρῃ: ὅτ' ἄν μ' ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν: 1.520 ἡ δὲ καὶ αὕτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι 1.521 νεικεῖ: καί τε με φησὶ μάχῃ Τρώεσσιν ἀρήγειν: 1.522 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε: μή σε νοήσῃ 1.523 Ἥρη : ἐμοὶ δέ κε, ταῦτα μελήσεται ὄφρα τελέσσω: 1.524 εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς: 1.525 τοῦτο γὰρ ἐξ εμέθεν γε μετ' ἀθανάτοισι μέγιστον 1.526 τέκμωρ: οὐ γὰρ ἐμὸν παλινάγρετον, οὐδ' ἀπατηλόν. Scholia to Iliad 1.502-1.526 Main scholia On Iliad 1.504: ἢ ἐπει ἢ εργω ὅτι εἰ μη προϊστορήσαμεν τὰ περι τῶν δεσμῶν ἐφ ὦν ἡ Θέτις ἐβοήθησεν αὐτῷ: ἐζητοῦμεν ἂν τί αὐτὸν ὤνησεν: On Iliad 1.508: μητίετα βουλευτικώτατε ἐχρῆν αὐτὸ παροξύνειν εἴγε τὰ εἰς της λήγοντα βαρύτονα βραχεία παραληγόμενα ἀπρόσληπτα τοῦ ς ἐπι γενικῆς καὶ κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα ἐννέτα: παραλόγως ἄρα ἡ εὐρύοπα δέσποτα καὶ τὸ μητίετα: ἔστι δὲ εἰπεῖν ὅτι ἀπο τοῦ μητῖτα κατα πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ϊ ἀπο εὐθείας τῆς μητίτης κλητικὴ γεγονεν μητίετα καὶ ὁ τόνος επι τοῦ αὐτοῦ τόπου ἔμεινεν μετα τὸν πλεονασμόν, οὕτως Ὦρος καὶ Ἀπολλώνιος ἐν τῷ Περι παρωνύμων καὶ ἀπο τοῦ μητῖτα φησὶ τὸ μητίετα ⁑ On Iliad 1.512: ἀλλ ακέων δὴν ἧστο ὑποστιγμὴ ἐν ὑποκρίσει ἐπι τὸ γούνων δια τὸ ὡς μόριον⁑ On Iliad 1.519: Ἥρῃ ὅτ' ἄν μ' ἐρέθῃσιν Ἀρίσταρχος τὸ Ἥρη κατ ευθεῖαν φησὶν οὐ κατα δοτικήν ἵ¨ν' ᾖ ὅταν με ἐρεθίσῃ Ἥρη ἐχθοδοπῆσαί με ἐφήσεις: τὸ δε ὅτ αν τρία μέρή λόγου⁑ On Iliad 1.519: ὅταν ἐρεθῃσιν τὸ τέλειον ὅτε άν ἐστι καὶ κατα συναλιφὴν ὅτ ἄν , ἐν δὲ τῇ συντάξει κεκοιμισται ἡ ὀξεῖα τοῦ αν ὡς τὸ οὐκ ὰν ἐφ' ὑμετέρων ὀχέων οὐκ ὰν δὴ μείνειας , ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπι τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες, ὡς δ' ὅτ αν ὠδίνουσαν καὶ τότε μὲν ἐν σημαινόμενῳ ὀφείλομεν παραλαμβανειν τὸν αν ὅταν ὑποτακτικὸν επιφέρῃ ἢ εὐκτικόν τοτὲ δὲ παρέλκοντα ὅταν μὴ οὔτως ἔχῃ: πρόδηλον δὲ εκ τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εῖναι εῖ γε τὰ εἰς αν ἐπίρρηματα οὐδεποτε συστελ,συστελλει τὸ α τὸ γὰρ πάμπαν οὐ φύσει ἐπίρρημα: ἀλλα μὴν οὐδὲ σύνθετον δύναται εἶναι οὐδεποτε γὰρ τὰ ἀναφορικὰ τῶν επιρρημάτων κατ αρχὰς συντίθεται: On Iliad 1.519: Ζεὺς ερασθεὶς Θέτιδος τῆς Νιρέως ἐδίωκεν αὐτὴν βουλόμενος βιάσασθαι, γενόμενος δὲ ἐπι τὸ Καυκάσιον όρος ἐκωλύθη ὑπο Προμηθέως φήσαντος τὸν ἐκ Θέτιδος γενόμενον ἀμείνονα ἔσεσθαι τοῦ ἰδίου πατρος δείσας οὖν ὁ Ζεὺς περι τῆς ἐν οὐρανῷ κρατήσεως, αὐτὸς μὲν ἀπέσχετο τῆς προειρημένης, εἰς τιμὴν δὲ τοῦ παιδὸς Αἰακοῦ ἔδωκεν αὐτῇ προς γάμον Πηλεῖ ἑξῆς ἐγένετο ὁ Ἀχιλλεύς : ὃς οὐ μόνον ὑπερέβαλεν τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα ἀλλὰ καὶ τοὺς κατ εκεινου καιροῦ γενομένους πάντας ήρωας: On Iliad 1.522: μή σε νοήσῃ οὐχὶ μή σε ἀλλα μή τι αἱ Ἀριστάρχου καὶ αἱ άλαι σχεδὸν πασαι διορθώσεις καὶ μήποτε ἐκ περισσοῦ τὸ τι πρόσκειται ὡς ἐπι τούτων, μή τι φόβον δ'αγόρευε : μή τι μευ ἠΰτε παιδός , μή τι σὺ ταῦτα ἕκαστα διείρεο ⁑ On Iliad 1.524: κεφαλῇ κατανεύσομαι οὕτως κατανεύσομαι οὐχὶ ἐπινεύσομαι Ἀρίσταρχος εν τοῖς πρὸς Φιλιτὰν προφέρεται: On Iliad 1.525: τοῦτο γὰρ ἐξ εμέθεν ἀπο τούτων λέγεται τῶν δύο στίχων Φιδείαν τὸν αγαλματοποιὸν ποιῆσαι τὸν ἐν Ἥλιδι χαλκοῦν ἀνδριάντα οὕτως καμπτόμενον καὶ συνωθούμενον⁑ On Iliad 1.525-1.526: τέκμωρ' οὐ γὰρ ἐμὸν παλινάγρετον ὅτι περιώρικε τοὺς τρόπους: στικτέον δὲ ἐπι τὸ πάλινάγρετον τὰ δὲ ἄλλα συναπτέον: εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται: Interlinear scholia On Iliad 1.507: αφελόμενος On Iliad 1.508: τίμησον On Iliad 1.509: ἐπι τοσοτον On Iliad 1.512: ἐπι πολὺν χρόνον εκαθέζετο On Iliad 1.513: εκρατει On Iliad 1.513: ανηρώτα On Iliad 1.514: δια τὸ αὐτὸ πέφρακεν ἐπιτάσεως χάριν αντὶ τοῦ ὑπέσχου μοι ⁑ On Iliad 1.515: ἢ απαρνησαι On Iliad 1.515: ἔπεστιν On Iliad 1.518: εφυρμήσεις ὅ εστιν ἀναγκάσεις⁑ On Iliad 1.521: καὶ εμὲ λέγει On Iliad 1.522: αναχώρει On Iliad 1.524: άγε δή σοι On Iliad 1.526: τέλος τεκμηριον: On Iliad 1.526: ὑστερόληπτον οἱονεὶ μεταμελητον: On Iliad 1.526: οὐδε απατητικόν: Intermarginal scholia On Iliad 1.509-1.510: βραχὺ διασταλτέον ἐπι τὸ κράτος καὶ τίσωσι⁑ On Iliad 1.513: Δημήτριος ὁ Ϊξίων προπερισπᾶ παραλαμβανον τὸ το αρθρον ⁑ On Iliad 1.523: ὅτι περισσὸς ο κε Interior scholia On Iliad 1.510: αὐξουσιν έθεν καὶ όφλημα τὸ χρέος δια τὸν τόκον⁑ Venetus A (Marciana 454 = 822), folio 22, verso Iliad 1.527-1.551 1.527 οὐδ' ἀτελεύτητον: ὅ τι κεν κεφαλῇ κατανεύσω. 1.528 ᾖ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι, νεῦσε Κρονίων: 1.529 ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος 1.530 κρατὸς ἀπ' αθανάτοιο: μέγαν δ' ἐλέλιξεν Ὄλυμπον : 1.531 Τώ γ' ὡς βουλεύσαντε διέτμαγεν: ἡ μὲν ἔπειτα 1.532 εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ὀλύμπου . 1.533 Ζεὺς δὲ ἑὸν πρὸς δῶμα: θεοὶ δ' ἅμα πάντες ἀνέσταν 1.534 ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον: οὐδέ τις ἔτλη 1.535 μεῖναι ἐπερχόμενον: ἀλλ' ἀντίοι ἔσταν ἅπαντες: 1.536 ὡς ὁ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου: οὐδέ μιν Ἥρη 1.537 ἠγνοίησεν ἰδοῦς' ὅτι οἱ συμφράσσατο βουλὰς 1.538 ἀργυρόπεζα Θέτις . θυγάτηρ ἁλίοιο γέροντος: 1.539 αὐτίκα κερτομίοισι, Δία , Κρονίωνα προσηῦδα: 1.540 τίς δ' αὖ τοι δολομῆτα, θεῶν, συμφράσσατο βουλάς: 1.541 αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπο, νόσφιν, ἐόντα 1.542 κρυπτάδια φρονέοντα δικαζέμεν: οὐδέ τι πώ μοι 1.543 πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς: 1.544 τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε: 1.545 Ἥρη : μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους 1.546 εἰδήσειν: χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ: 1.547 ἀλλ' ὃν, μέν κ' ἐπιεικὲς ἀκουέμεν, οὔ τις ἔπειτα 1.548 οὔτε θεῶν πρότερος τόν γ' εἴσεται οὐτ' ἀνθρώπων: 1.549 ὃν δέ κ' ἐγὼν, ἀπάνευθε θεῶν, ἐθέλοιμι νοῆσαι. 1.550 μή τι σὺ ταῦτα ἕκαστα διείρεο μὴ δὲ μετάλλά. 1.551 τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη : Scholia to Iliad 1.527-1.551 Main scholia On Iliad 1.527: ‡κεφαλῆ κατανεύσω τὸ λογιστικὸν περι κεφαλην, τὸ θυμικὸν περὶ καρδίαν κραδίη δε οἱ ἔνδον ὑλακτεῖ : καὶ οἱδάνεται κραδίῃ χόλῳ : τὸ ἐπιθυμητικὸν περι ἧπαρ: ἣπαρ έκειρον ⁑ On Iliad 1.528: ῆ ἔφει εῖπεν δηλοὶ δὲ πλείονα: καὶ τὸ ἥτις ὡς ἐπι τοῦ ἣ μυρι Ἀχαιοῖς : καὶ τὸν και σύνδεσμον ὡς ἐπι τοῦ βούλομ' εγὼ λαὸν σῶον ἔμμεναι ἢ ἀπολεσθαι : δηλοῖ καὶ τὸ ἀληθῶς ὡς ἐπι τοῦ ή δη λοίγια ἔργα : τὸ γὰρ ὄντος ἐπι τοῦ ἀληθοῦς λαμβάνεται⁑ On Iliad 1.530: κρατὸς ἀπ αθανάτοιο ὅτι Ζηνόδοτος γράφει κρητὸς οὐκ έστι δὲ Ϊακὸν ὰψ Ὁδυσεὺς κατα κράτα καλυψάμενος ⁑ On Iliad 1.530-1.531: ἐλέλιξεν τῷ τάχει τῶν συλλαβῶν τὸ ταχὺ τῆς κινήσεως δηλοὶ: διέτμαγεν αἱ πᾶσαι δια τοῦ ε : ἡ μεταφορὰ δὲ ἀπο τῶν τεμνομένων σωμάτων⁑ On Iliad 1.532: ἆλτο ψιλωτέον καὶ τάχα μὲν ἀπελαβε τὸ προοφειλόμενον πνα,πνεῦμα: ἠλόγητο γὰρ τὸ ἄλλομαι δασυνόμενον εἴ γε τὸ α προ δύο λλ ἐψιλοῦτο: ἄλλος ἀλλότριος τάχα δὲ ὅπερ καὶ μᾶλλον ἐπεὶ τὸ α καταλῆγον εἰς λ επιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας ψιλοῦται Ἄλτεω ὃς Λελέγεσσι . ληΐου ἀλδήσκοντος ἄλθετο χείρ ἔνθεν τινὲς καὶ τὸ ὃς τοῦτον τὸν ἄναλτον ψιλῶς προφέρονται⁑ On Iliad 1.534-1.535: ἐξ ἑδέων δασύνεται παρα τὸ έζω οἱ δὲ μετὰ τοῦ ρ : ἀπο τούτων τῶν δύο στίχων λέγουσι μέρος τιμῆσαι τὸν Λυκοῦργον τὸν τῶν Λακεδαιμονιων γράψαντα νόμον ἐπανίστασθαι τοὺς νέους τοῦς πρεσβυτέροις⁑ On Iliad 1.535: ἔσταν ἅπαντες ψιλωτέον τὸ ἔσταν ἐπεὶ γίνεται σταν δὲ μεταστοιχεῖ : τὸ γὰρ αιρόμενον ἐκ τοῦ ῥήματος ε εν ψιλῶ πνεύματι οὐ δασύνεται ἐπεὶ οὐκ αποβάλλει τὸ ε ὁ δὲ ἔστησα ψιλοῦται ἐπεὶ γίνεται στήσα δ' ἐν Ἀμνησῷ ποταμῷ ⁑ On Iliad 1.538: ἁλίοιο γέροντος ἄδηλον Πρωτέως ἠ Φόρκυνος εἰ μη δια τὸ κλυται κασίγνηται Νιρηΐδες ⁑ On Iliad 1.539: κερτομίοισι τοῖς τὸ κέαρ τέμνουσιν ὀ ἔστι τὴν ψυχὴν καὶ λυποῦσιν οἱονει κεαροτομίοις⁑ On Iliad 1.540: τίς δ' αὐ τοι δολομητα προπερισπαστέον τὸ δολομῆτα ὁμοίως τῷ σχέτλιε ποικιλομητα καὶ καθόλου τὰ εἰς της λήγοντα βαρύτονα ὅτε ἐπι κλητικῆς εἰς α λήγει προπερισπᾶται ἀλῆτα πλανῖτα: νικῆτα: παιδῖτα: σαμνῖτα: ἔνθεν οῦν σημειωτεον τὸ ἀκάκητα ⁑ On Iliad 1.541: ἀπο νόσφιν εόντα τὸ εξῆς ἀπόντα διὃ οὐκ αναστρεπτέον τὴν ἀπό: ἡ δὲ φράσις συνηθης ἀπο δοτικῆς εἰς αιτιατικὴν ἔρχεσθαι, ὡς σφῶϊν μέν τ' ἐπέοικε μετα πρότοισιν εόντας ⁑ On Iliad 1.544: πατηρ ἀνδρῶν τε θεῶν τε⁑ δια τί τὸν Δία μόνον τῶν θεῶν οὕτω καλεῖ ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος θεῶν μὲν ἐστι πατηρ καθ Ὅμηρον , Ἀπόλλωνος , Ἡφαίστου : Ἄρεος Ἑρμοῦ Διονύσου : Χαρίτων Μουσῶν Ἀφροδίτης : καὶ πολλῶν θνητῶν: Σαρπηδόνος . Αἰακοῦ Ζήθου Ἀμφίονος Μίνωος Ῥαδαμάνθυος . Ἡρακλέους Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλοὶ καθ Ὅμηρον πατέρες εἰσὶ μόνως ἠ θνητῶν ἠ ἀθανάτων: οἷον Κρόνος μὲν Διός Ἥρας Ἅδου Ποσειδῶνος ‡ θνητοῦ δὲ οὐδενός καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν οὐδενὸς, θνητοῦ δὲ, Κύκλωπος Ἐφιάλτου . Ὤτου Νηλέως ⁑ On Iliad 1.547: ἀλλ' ὃν μέν κ' ἐπιεικες ἄλλ' ὅντινα μὲν λόγον προσήκει σε παρ εμοῦ ακουσαι, τοῦτον οὐδεὶς, πρὸ σοῦ μάθῃ οὔτε θεῶν οὔτε ἀνθρώπων ⁑ On Iliad 1.547: ἐπιεικὲς ὡς τιμὴν αὐτῇ προσάπτει. ἔστι δὲ καὶ βιωτικῶν μιμητικὰ πρῶτον ἠπίως ἀρξάμενον επάγειν τὰς ἀπειλὰς ὕστερον⁑ Interlinear scholia On Iliad 1.528: ειπεν On Iliad 1.528: μελαίναις On Iliad 1.529: τρίχες On Iliad 1.529: επεσείσθησαν On Iliad 1.530: ἐκίνησεν ἔσεισεν On Iliad 1.531: διεχωρίσθησαν On Iliad 1.533: προς το ΐδιον: On Iliad 1.534: τοῦ ἰδίου On Iliad 1.537: ὅτι αὐτῷ On Iliad 1.538: λαμπρόπους πέζα γὰρ ὁ ποῦς On Iliad 1.539: νῦν λυπηροῖς On Iliad 1.542: ὡς διχθάδια On Iliad 1.542: διανοούμενον On Iliad 1.543: ουδέν μοι ἑκὼν λεγεις ἐὰν μὴ ὑπ εμοῦ ἀναγκασθης On Iliad 1.547: πρέπον: On Iliad 1.548: γνώσεται μάθοι On Iliad 1.550: ἀνερώτα On Iliad 1.1369: πολυπραγμονει: Intermarginal scholia On Iliad 1.534-1.535: τὸ σφοῦ ἀπο συγκοπῆς τοῦ σφετέρου ⁑ Interior scholia On Iliad 1.542: το δε πῶ ὀξύνεται δια τὴν μοι ἀντωνυμιαν ἥτις νῦν ἐγκλητική ἔστιν⁑ Venetus A (Marciana 454 = 822), folio 23, recto Iliad 1.552-1.576 1.552 αἰνότατε Κρονίδη : ποῖον τὸν μῦθον ἔειπες: 1.553 καὶ λίην σε πάρος γ' οὐτ' εἴρομαι οὔτε μεταλλῶ. 1.554 ἀλλὰ μάλ' εὔκηλος, τὰ φράζεαι ἅσσ' ἐθέλῃσθα: 1.555 νῦν δ' αἰνῶς δείδοικα κατα φρένα. μή σε παρείπῃ 1.556 ἀργυρόπεζα Θέτις , θυγάτηρ ἁλίοιο γέροντος: 1.557 ἠερίη γὰρ, σοί γε παρ' έζετο καὶ λάβε γούνων: 1.558 τῇ σ' ὀΐω κατανεῦσαι ἐτήτυμον, ὡς Ἀχιλῆα 1.559 τιμήσῃς. ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν : 1.560 τὴν δ`' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς : 1.561 δαιμονίη. αἰεὶ μὲν, ὀΐεαι: οὐδέ σε λήθω: 1.562 πρῆξαι δ' ἔμπης οὔ τι δυνήσεαι: ἀλλ' ἀπὸ θυμοῦ 1.563 μᾶλλον ἐμοὶ ἔσεαι: τό δε τοι καὶ ῥίγιον ἔσται: 1.564 εἰ δ' οὕτω τοῦτ' ἐστὶν, ἐμοὶ μέλλει φίλον εἶναι: 1.565 ἀλλ' ἀκέουσα κάθησο. ἐμῷ δ' ἐπιπείθεο μύθῳ. 1.566 μήν οί τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς' ἐν Ὀλύμπῳ 1.567 ἄσσον ἰ̈όνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω: 1.568 Ὣς ἔφατ'. ἔδδεισεν δὲ βοῶπις πότνια Ἥρη , 1.569 καί ῥ' ἀκέουσα καθῆστο. ἐπιγνάμψασα φίλον κῆρ: 1.570 ὄχθησαν δ`' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες: 1.571 τοῖσιν δ' Ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν 1.572 μητρὶ φίλῃ ἐπίηιρα φέρων λευκῳλένῳ Ἥρῃ : 1.573 ῆ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδ' ἔτ' ἀνεκτά, 1.574 εἰ δὴ, σφῶ, ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε. 1.575 ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον: οὐδέ τι δαιτὸς 1.576 ἐσθλῆς ἔσσεται ἦδος. ἐπεὶ τὰ χερείονα νικᾷ. Scholia to Iliad 1.552-1.576 Main scholia On Iliad 1.553: καὶ λίην σε πάρος γ' oὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ριανοῦ καὶ ἡ Ἀριστοφανους καὶ ἐστιν ἐμφατικὸν δι ὃ λεγόμενον τὸ οὕτε οἱ γράφοντες οὐδε μεταλλῶ κακῶς γράφουσιν⁑ On Iliad 1.554: ἅσσ' ἐθέληισθα ὁ μὲν Πτολεμαῖος δασύνει: τρία λέγων σημαίνειν τὸ ἄσσα : τό τε ἅτινα καὶ ὅσα καὶ τινά : καὶ ὅτε μὲν ἰσοδυναμεῖ τῷ ἄτινα δασύνεται, ἀλλὰ καὶ ὅτε τῷ όσα ὡς ἐπι τοῦ ἄσσ ἂν ἐμοί περ αὕτη : ψιλοὶ δὲ ὅτε επι τοῦ τινὰ παραλαμβάνεται⁑ On Iliad 1.556: ἀργυρόπεζα κόσμον περὶ τὰς ὤας ἔχουσα, ἠ δια τοὺς αἰγιαλούς⁑ On Iliad 1.558: τῇ σ ὁΐω κατανοῦσαι διἀσταλτεον ἐπι τὸ ετήτυμον ἵν ᾖ ἀληθὲς κατανενευκέναι⁑ On Iliad 1.564: εἰ δ' οὕτω τοῦτ' ἔστι εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστὶν ἔοικε καμοὶ προσφιλὲς εῖναι λέγει δὲ προὑποσχεσθαι τὴν Ἀχιλλέως τιμήν: On Iliad 1.565: κάθησο προπαροξυτόνως τὰ γὰρ σύνθετα προστακτικὰ βραχυκαταληκτα ὡς επι τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον τὰ δε μακροκατάληκτα τὸν αυτὸν τοῖς αὐτοῖς φυλάσσει τόνον βραχυκατάληκτα μὲν λέγε κατάλεγε σπεῖρε κατάσπειρε οὕτως οὖν καὶ ἧσο καθησο : μακροκατάληκτα δὲ νοοῦ διανοοῦ ποίει περιποίει⁑ On Iliad 1.567: ἀάπτους χείρας οὕτως ψιλῶς προενεκτεον οὕτως δὲ καὶ Ἀρίσταρχος ἤκουε δὲ τὰς δεινὰς καὶ απτοήτους: ὁ δὲ Ζηνόδοτος : καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν ἐν δὲ ταῖς Ἀριστοφάνους Γλώσσαις δια τοῦ ε ἐγέγραπτο ἀέπτους . εἰσὶ δὲ οἳ ἀπροσπελάστους ἀποδιδόασιν ἀπο τοῦ άψασθαι ὃν οὐδεὶς ἂν άψαιτὸ δι' ἰ¨σχὺν: ἐμοὶ δὲ δοκεῖ παρα τὸ ϊάπτω γεγενῆσθαι ὃ σημαίνει τὸ διαφθείρω καὶ βλάπτω: ἔνθεν τὸ πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν καὶ μέσον αὐτοῦ κατ έλλειψιν τοῦ α μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν : ἔνθεν καὶ ὁ ἲ¨ψ ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα, ἀπο δὴ τούτου τοῦ ἰάπτω τῶ αϊάπτους ἦν καὶ κατ έλλειψιν τοῦ ϊ ἀάπτους ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι ὴ κατ επίτασιν τὰς άγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι⁑ On Iliad 1.566: θεοί εἰσ' ἐν Ὀλύμπω : ἀπο τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον πρόσωπον ἑμὲν ὡς τίθημι τίθεμεν ετέ καὶ τὸ τρίτον εσί καὶ κατα πλεονασμὸν τοῦ ϊ εἰσὶ μαρτυρεῖ τὸ έασι τῇ διφθόγγῳ γραφῇ ὥσπερ γὰρ εκ τοῦ τιθέασι τιθεῖσι : οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν ⁑ On Iliad 1.569: καθῆστο τοῦ έζω ἐστὶν ἡ κλῆσις, ῆσμαι ἥσμην ῆσσο ἧστο καὶ ἐν συνθέσει καθῆστο : εἰ γὰρ ἢν ἐκ τοῦ ῆμαι ὡς ἀπο τῶν εἰς μι ἀνεδίδου τὸν τόνον οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι ἔχοντες δύο σύμφωνα ἐν τῇ συνθεσει φυλάσσουσι τὸν τόνον. εῖργμαι καθεῖργμαι ἦγμαι κατῆγμαι οὕτως οὖν καὶ τὸ καθῆστο ⁑ On Iliad 1.575: κολῳὸν ἀπο τοῦ κολοιὸς εγένετο τὸ κλῳὸς τοῦ ο τραπεντος εἰς τὸ ῳ δι' ὃ καὶ τὸ ϊ γράγεται ὡς κλοιός κλῳός , ὁ δε Φιλόξενος παρα τὸ κολῶ ὅ ἐστι τὸ κλάζω ἀπο τοῦ κλῶ κατα παραγωγὴν καὶ οὐ προσγράφει τὸ ϊ ⁑ On Iliad 1.576: ἦδος ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ος ληγόντων κατα σχηματισμόν ἔστι τὸ ῆδος τὸ ἡδονὴ δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον ὡς τὸ ἡμέρα μετασχηματίζεται εἰς τὸ ῆμαρ ψιλούμενον καὶ τὸ ἅμα ἐν τῷ ἄμυδις : οὕτως Ἡρῳδιανὸς ἐν τῆ Ἰ¨λιακῇ προσωδίᾳ ⁑ Interlinear scholia On Iliad 1.552: δεινότατε ἐπίφοβε On Iliad 1.553: καὶ πάνυ σε ἐν τῷ ἐμπροσθεν χρόνῳ On Iliad 1.554: ἥσυχος On Iliad 1.554: διενοοὺ ἐβουλεύου On Iliad 1.555: δεινῶς On Iliad 1.558: ἀληθές On Iliad 1.561: νῦν κακη φαύλη On Iliad 1.561: δια παντος μὲν ὑπονοεῖς On Iliad 1.569: πραΰνασα On Iliad 1.570: ἐστέναξαν δια τὴν Ἡραν On Iliad 1.573: ὄντως δή Intermarginal scholia On Iliad 1.564: ὅτι τὸ μελλει οὐκ ἔστι χρονικόν αλλ αντι τοῦ έοικε ⁑ On Iliad 1.567: αντὶ ἰόντος δοτικη δὲ κέχρηται ἀντι γενικῆς⁑ On Iliad 1.573: διασταλτέον ἐπι τὸ ανεκτα έχεται γράφει τῶν ἑξῆς⁑ Interior scholia On Iliad 1.556: κόσμον περι τὰς ώας ἔχουσα, ἡ δια τοὺς αιγιαλους⁑ On Iliad 1.560: γράφεται τὴν δὲ μέγ' ὀχθησας On Iliad 1.567: ‡ὅτι Ζηνοδοτος γράφει άσσον ϊοντε οὐκ ἔστι δέ ἀλλ' ἀντι ϊόντος συγχεῖ δὲ καὶ τὸ δυϊκόν ⁑ On Iliad 1.570: βραχὺ διασταλτεον ἐπι τὸ Διός ὁ γὰρ οικος Διός : Venetus A (Marciana 454 = 822), folio 23, verso Iliad 1.577-1.601 1.577 μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ 1.578 πατρὶ φίλῳ ἐπίηρα φέρειν Διῒ , ὄφρα μὴ αὖτε 1.579 νεικείῃσι πατὴρ, σὺν δ' ἥμῑν δαῖτα ταράξῃ. 1.580 εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς. 1.581 ἐξ ἐδέων στυφελίξαι. ὃ γὰρ πολὺ φέρτατός ἐστιν: 1.582 ἀλλὰ σὺ τόν γ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν. 1.583 αὐτίκ' ἔπειθ' ἵ̈λαος Ὀλύμπιος ἔσσεται ἥμιν: 1.584 ὡς ἀρ ἔφη: καὶ ἀναΐξας. δέπας ἀμφικύπελλον 1.585 μητρὶ φίλῃ ἐν χερσὶ τίθει: καί μιν προσέειπε: 1.586 τέτλαθι μῆτερ ἐμὴ. καὶ ἀνάσχεο κηδομένη περ: 1.587 μή σε φίλην περ, ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴ̈δωμαι 1.588 θεινομένην: τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ 1.589 χραισμεῖν: ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι: 1.590 ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα 1.591 ῥίψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο: 1.592 παν δ' ῆμαρ φερόμην: ἅμα δ' ἠελίῳ καταδύντι 1.593 κάππεσον ἐν Λήμνῳ : ὀλίγος δ' ἐτί θυμὸς ἐνῆεν: 1.594 ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. 1.595 ὡς φάτο: μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη . 1.596 μειδήσασα δὲ, παιδὸς ἐδέξατο χειρὶ κύπελλον: 1.597 αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν 1.598 ᾠνοχόει γλυκὺ νέκταρ ἀπο κρητῆρος ἀφύσσων: 1.599 ἄσβεστος δ' ὰρ, ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν 1.600 ὡς ἴ̈δον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. 1.601 ὡς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. Scholia to Iliad 1.577-1.601 Main scholia On Iliad 1.577: ‡παράφημι ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον τὰ γὰρ ὀξυνόμενα τῶν εἰς μι τοιαῦτα⁑ On Iliad 1.579: σὺν δ' ᾕμιν δαῖτα πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμιν καὶ ἐκτείνειν τὴν τελευταίαν⁑ On Iliad 1.580-1.583: ἀστεροπητης ἀστραπὰς ποιῶν αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι: οἱ μὲν εἰς τὸ ἀστεροπητὴς ὑποστίζουσιν καὶ τὸ στυφελίξαι . ὑποτελείαν στίζουσι στιγμήν ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα: ὁμοίως δὲ καὶ τὸ ἐστιν καὶ τὸ μαλακοῖσιν : τελείαν οἱ δὲ τὸ στυφελίξαι ὑποστίξαντες. καὶ τὸ ἐστι καὶ τὸ μαλακοῖσιν ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχω τὸ ἐθέλεις τοῦ ἀλλά παραλαμβανομένου ἀντι τοῦ δε ἵν ᾖ ἡ ἔννοια τοιαύτη: σὺ δὲ τοῦτον ἐθέλεις θεραπεῦσαι καὶ εἰς τὸ ἔσσεται ἡμῖν τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ στυφελίξαι καὶ τὸ ἔστιν εἰς τὸ μαλακοῖσι τϊθέασι τὴν τελείαν ἵν ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις⁑ On Iliad 1.584: δέπας οἰονεὶ δέχας καὶ πλησαμενος οἱνοῖο δέπας καὶ δεικανόωντο δεπάεσσι : γελοῖος δε ἐστιν Ἥφαιστος ἀναπηδῶν καὶ μιμούμενος Ἥβην καὶ Γανυμήδεα καὶ μεμνημένος τῆς ρίψεως⁑ On Iliad 1.585: ἐν χερσὶ τίθει οὕτως αἱ Αρισταρχου ἐν χειρί οὐ πληθυντικῶς ἐν χερσίν : ὁμοίως δὲ καὶ ἡ Μασσαλιωτικὴ καὶ ἡ Σωσιγένους . καὶ ἡ Ἀριστοφάνους . συνᾴδει δὲ καὶ τὸ ἐπιφερόμενον: μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον ⁑ On Iliad 1.590: ἤδῃ γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα⁑ Ἡρακλῆς ἀνακομιζόμενος εξ Ιλίου μετὰ τὴν γενομένην ὑπ αυτοῦ πόρθησιν τῆς Ἰ¨λίου ἐπι τῆ Λαομέδοντος ἀπάτη, παρ ὅσον αὐτῷ ἀντι τῶν ἀθανάτων ἵππων οὓς ὑπέσχετο ἀντέδωκεν θνητοὺς ἀπατήσας κατ εκεῖνο καιροῦ προσέσχεν τῇ Κῷ τῆς Μεροπίδος : χειμῶν κατεχόμενος κατα χόλον Ἥρας , μισόυσης τὸν ἥρωα καὶ δια τοῦτο πρότερον κατακοιμισάσα τὸν Δία οἱ δὲ ἀπο τῆς Κω θεασαμενοι αυτὸν καὶ ὡς ἄγριον Φοβηθέντες ἐξήλασαν ἀπο τῆς πόλεως ἐφ ᾧ ἀγανακτησας Ἡρακλῆς εξεπόρθησε τὴν Κω : ἐπι δὲ τῇ τῆς Ἥρας κατακοιμήσει ὁ Ζεὺς ὁργισθεὶς ἐν δεσμοῖς κατέσχεν τὴν Ἥραν ἣν ἐπειρᾶτο τηνικαυτα ὁ Ἥφαιστος λύειν καὶ φωραθεὶς ἀπο τοῦ Ὀλύμπου ἐξερρίφη καὶ εἰς Λῆμνον πρὸς τὴν τῆς Θρακης νῆσον καταπεσὼν χωλὸς ἐγένετο ὥς φησιν ὁ ποιητὴς δι ὃ καὶ ιερὰ τοῦ θεοῦ ἡ Λῆμνος ⁑ On Iliad 1.591: ῥίψε ποδὸς ὅτι ἀπο δυεῖν τόπων συμπεπλήρωκε τὸν μῦθον: νῦν μὲν γάρ ὅτι ἐρρίφη κατα δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ήρας δεσμῶν καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν δι ἢν ἐρρίφη⁑ On Iliad 1.591: δύο ῥίψεις Ἡφαίστου : προτέρα μὲν ἡ ὑπο τὴν γένεσιν τῆς Ἥρας : δευτέρα δὲ ἡ ὑπο Διὸς δια τοὺς τῆς Ήρας δεσμούς: On Iliad 1.591: απο βηλοῦ: ἀπo τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ αυτὸ καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν. οὔτως είρηται: τῷ δὲ τόνῳ καθάπερ οἱ Ἀριστάρχειοι βηλόν ὡς χωλὸν προφερόμενοι ἀποδιδόντες τὸν τῶν θεῶν βαθμόν: ἕταιοι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν πάντα ἀέρα: ἄλλοι δὲ τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων: κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας ὃ καλεῖται φλιαὶ: ὁ γὰρ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχειν: εἴρηται δὲ βηλὸς ἀπο τοῦ βαίνεσθαι ὡς καὶ ὀδὸς ἀπο τοῦ διοδευεσθαι: τινὲς δὲ κατα Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρεια: οἱ δὲ κατα Δρύοπας τὸν Ὄλυμπον : ἄμεινον δὲ τὸν βατῆρα λεγειν⁑ On Iliad 1.593: κάππεσον ἐν Λήμνῳ προς τὰ περι Ὀλύμπου παράκειται γὰρ ἡ Λῆμνος τῇ Θράκῃ : τινὲς δὲ μεταποιοῦσιν ἐς Λῆμνον . ἀλλ' ὁ ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι, ἐν δ' έπεσ ᾨκεανῷ κάππεσεν ἐν κονίῃσι , θοῇ ἐν νηῒ πέσῃσιν , οὕτως Ἀρίσταρχος ⁑ On Iliad 1.594: Σίντιες ἀπο τοῦ σίνεσθαι καὶ βλάπτειν ὄντας πειραστάς: ἠ ὅτι δοκοῦσιν αὐτοὶ πρώτοι ἐπινενοηκέναι τὰ προς τὸν πόλεμον όπλα: ταῦτα γὰρ ὁμολογουμένως βλάπτει⁑ On Iliad 1.600: Ἥφαιστος . δασυνεται δια τὴν ἐτυμολογίαν παρα γὰρ τὸ ἅπτω ἐγένετο⁑ Interlinear scholia On Iliad 1.577: παραινῶ σύμβουλεύω On Iliad 1.577: φρονούση On Iliad 1.578: νῦν χάριν On Iliad 1.581: ἀποκινῆσαι ἀνατρέψαι On Iliad 1.582: καταπραύνειν ἐπέχειν On Iliad 1.584: ἀναστάς On Iliad 1.588: πληττομενην⁑ On Iliad 1.589: χαλεπός On Iliad 1.590: βοηθεῖν On Iliad 1.591: ἐκτείνας On Iliad 1.591: ἀπο βηλοῦ θείου θαυμαστοῦ On Iliad 1.593: ἀντι τοῦ ἐλειποψύχουν On Iliad 1.594: τοτε με On Iliad 1.595: ἐγέλασε On Iliad 1.596: ποτήριον: On Iliad 1.597: ἀπο των δεξιῶν μερῶν αρξάμενος: On Iliad 1.598: ἐκίρνα On Iliad 1.599: πολύς On Iliad 1.599: διεγείρετο: On Iliad 1.600: ἐνεργοῦντα διακονοῦντα Intermarginal scholia On Iliad 1.581: λείπει τὸ δύναται On Iliad 1.584: βραχὺ διασταλτέον μετα τὴν μετοχήν: On Iliad 1.586: ην On Iliad 1.596: βραχὺ μετὰ τὸν σύνδεσμον διασταλτέον⁑ Interior scholia On Iliad 1.581: ἀντὶ στυφελίξειε ⁑ On Iliad 1.596: ὅτι ελλείπει ἡ παρὰ πρόθεσις ἵν ῇ παρὰ παιδός⁑ Venetus A (Marciana 454 = 822), folio 24, recto Iliad 1.602-2.10 1.602 δαίνυντ': οὐδ' ἔτι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης: 1.603 οὐ μὴν φόρμιγγος περικαλλέος, ἣν ἔχ' Ἀπόλλων : 1.604 Μουσάων θ', αἳ, ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ: 1.605 αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο: 1.606 οἱ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος: 1.607 ᾗχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις 1.608 Ἥφαιστος ποίησεν ϊδυίῃσι πραπίδεσσι: 1.609 Ζεὺς δὲ πρὸς ὃν, λέχος ἤϊ' Ὀλύμπιος ἀστεροπητής, 1.610 ἔνθα πάρος κοιμᾶθ' ὅτε μιν γλυκὺς ὕπνος ἱ̈κάνοι: 1.611 ἔνθα κὰθεῦδ' ἀναβὰς, παρ δὲ χρυσόθρονος Ἥρη . 2.title ἰλιάδος β 2.1 Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ 2.2 εὗδον παννύχιοι: Δία δ' οὐκ έχε, νήδυμος ὕπνος: 2.3 ἀλλ' ὅ γε μερμήριζε κατα φρένα: ὡς Ἀχιλῆα 2.4 τιμήσει : ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν : 2.5 ἧδε, δέ οι κατα θυμὸν ἀρίστη φαίνετο βουλῆ: 2.6 πέμψαι ἐπ' Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον. 2.7 καί μιν φωνήσας ἔπεα πτερόεντα προσήυδᾱ : 2.8 βάσκ', ἴ̈θι οὖλε ὄνειρε θοὰς ἐπι νῆας Ἀχαιῶν . 2.9 ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο . 2.10 πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω: Scholia to Iliad 1.602-2.10 Main scholia On Iliad 1.602: δαίνυντ' οὐδέ τι θυμὸς βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου καὶ ἐν τῷ ἑξῆς κοινὸν εἶναι τὸ ἐδευετο⁑ On Iliad 1.606: οἱ μὲν κακκείοντες ἔβαν ὅτι οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται: πρῶτος δὲ Ὅμηρος ἔδωκε τοῖς ἀπο τῶν μαθητῶν εἰρηκὼς ἕκαστον τῶν θεῶν ἴδιον οἶκον ἔχειν⁑ On Iliad 1.607: ἀμφιγυήεις ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος διότι τὰ εἰς ης λήγοντα ἀρσενικὰ δια τοῦ εντος κλίνεται: οἷον τολμήεις τολμήεντος τελήεις τελήεντος : οὕτως ἀμφιγυήεις ἀμφιγυήεντος ⁑ On Iliad 1.611: ἔνθα καθεῦδ' ἀναβὰς ὅτι Ζηνοδοτος γράφει ἔνθ' ἐκάθευδ' ἀναβάς τὸ δε καθεῦδε προπερισπᾶται: ὅτι τὰ ἀπο φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατα τοὺς παρῳχημένους χρόνους ἐν οριστικοῖς ἀπαθῆ ὄντα φυλάσσει τὸν τόνον ἐν τῇ συνθέσει: εἶχον κατεῖχον, ὅθεν εἰ εὗδε δ' ἀνακλιθεὶς , δηλονότι καθευδεν ὁμοτόνως ὀφείλομεν προφέρεσθαι ⁑ On Iliad 1.611: χρυσόθρονος επειδὴ τὰ προς τῷ αἰθέρι μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐισίν ὁ γὰρ ποιητὴς ἀλληγορῶν τὸν χρυσὸν λαμβάνει ἐπι τοῦ πυρός⁑ On Iliad 2.1: ἄλλοι μέν ῥα ὅτι Ζηνόδοτος γράφει ὦλλοι ὁ δὲ ποιητὴς ἀσυνάρθρως ἐκφέρει: διδάσκει δὲ ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νύξ τούς τε ἄρχοντας οὓς παννυχίζειν δεῖ καὶ παντὶ τρόπω τὰς ὑποσχέσεις πληροῦν: On Iliad 2.2: παννύχιοι πῶς εν τῆ εἰπὼν τὸν δία καθεύδειν: νῦν φησὶ δία δ' οὐκ έχε, νήδυμος ὕπνος: λεγομεν δὲ ἡμεῖς ὅτι ἐκαθευδε μὲν ἀλλ' ἐπ ολίγον ἐκαθεύδησεν καὶ οὐ δια πάσης τῆς νυκτὸς ὡς οἱ ἄλλοι μεριμνῶν⁑ On Iliad 2.2: εὖδον παννύχιοι ὅτι τὸ νήδυμος μετα τοῦ ν καὶ οὐχὶ ἥδυμος ὡς ἔννιοι παρα τὸ ἡδύς ὡς δηλον εκ τοῦ νήδυμος ἀμφιχυθείς : οἱ δὲ μεθ' Ὅμηρον καὶ χωρὶς τοῦ ν λέγουσι: καὶ Ἀντίμαχος : ἐπεί' ῥά οι ἥδυμος ἐλθών καὶ Σιμωνίδης . οὗτος δέ τοι ἥδυμον ὕπνον ἔχων . ἵσως οὖν ἐνόμισαν ἀπο τοῦ ἡδὺς εἶναι παράγωγον τὸ ἥδυμος ὡς ἔτυμος ἐτήτυμος ὁ δὲ ποιητὴς ἐπι τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν. καὶ δῆλον ὅτι παρὰ τὸ : δύω ἢ δύνω ἐξεπίπτε ῥηματικὸν τὸ δυμος καὶ κατα στερήσιν τοῦ νη ὁ νήδυμος ἐγίνετο: ὅθεν καὶ οἱ δίδυμοι δύο εκ μιᾶς καταδυσεως τῆς γαστρός καὶ οὐ παρὰ το ἡδύς : λέξις γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη οἱ δὲ ὃν οὐ δυνατὸν ἀποδύσασθαι ἠ ὁ βαθὺς παρὰ τὴν νηδύν ἢ ὁ ἀνώδυνος⁑ On Iliad 2.4: τιμήσῃ: ὀλέσει δὲ ὅτι Ζηνοδοτος γράφει πολὺς μόνα δὲ τὰ εἰς υς μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἠ συστολὴν ἑνικὰ καὶ πληθυντικὰ γίνεσθαι. οἷον βότρυς καὶ βότρυς⁑ On Iliad 2.4: τιμήσει. τοῦτο εὐκτικόν τὸ δὲ ἑξῆς ὑποτακτικόν ὡς τὸ χόλον τελέσει Ἀγαμέμνων στικτέον δὲ ἐν τῷ νηυσὶ μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν, διό φησιν ὑπερ αῖς ἀν Ἀχαιοὶ φέρτεροι ἦσαν ὥστε διωχθῆναι μέχρι νηῶν⁑ On Iliad 2.5: ἧδε δέ οι κατα θυμον: πολλὰ προσκεψαμενος ταύτην εὗρε χρειώδη βουλήν ἔστι δὲ ὡς τὸ ἕτερος δέ με θυμὸς ἀνηκεν , αἱ δευτεραι φροντίδες σοφώτεραι ⁑ On Iliad 2.6: οὖλον ὄνειρον: δηλοὶ ἡ λεξις καὶ τὸν προσηνῆ καὶ τὸν ὁλόκληρον ὡς ἐν ὀδυσσείᾳ φησὶν οὗλον ἄρτον ἑλών: δηλοὶ δὲ καὶ τὴν τῶν τριχῶν διαστροφήν: οὖλον δὲ ὄνειρον οὐκ αυτὸν ὀλέθριον ὄντα ἀλλα τὸν ἐπ' ὀλέθρω πεμπόμενον, ἢ οὖλον τὸν ὑγιῆ ὥσπερ λέγεται οὐλὴ τραύματος: σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγιαινε οὔλε τε καὶ μέγα χαίρεται. θεοὶ δέ τε ὄλβια δοῖεν ⁑ On Iliad 2.8: βασκ' ἴθι: στικτέον κατα τὸ τελος περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος ἔχει καὶ τὸ πρέπον τῆς ἐγκελευσεως δια τοῦ ἀσυνδέτου φαίνεται⁑ Interlinear scholia On Iliad 1.605: περίφρασις On Iliad 1.607: ενθα όπου On Iliad 1.607: ἀμφοτέροις τοῖς γύοις ὁ έστι τοῖς ποσυὶ χωλός⁑ On Iliad 1.608: εμπείροις On Iliad 1.608: φρεσὶ διανοίαις On Iliad 2.4: ὡς αχέας On Iliad 2.10: προστάσσω Intermarginal scholia On Iliad 2.1-2.2: απο κοινοῦ τὸ παννύχιοι⁑ On Iliad 2.5: βραχὺ διασταλτέον κατα τὸ τέλος μέρος γὰρ κατα τὸ επιφερόμενον τῆς περιοδου⁑ On Iliad 2.10: ὅτι απαρεμφάτῳ χρηται αντι προστακτικοῦ αγορευεμεν αντι τοῦ ἀγόρευε ⁑ Interior scholia On Iliad 1.607: Ἀρισταρχος τὸ ῇχι χωρὶς τοῦ ϊ γράφει καὶ Διονύσιος παρατίθεται δὲ ὁ Διονυσιος τοὺς Δωριεῖς λέγοντας ᾶχι⁑ On Iliad 2.3-2.4: βραχὺ διασταλτέον μὲτὰ τὸ φρένα καὶ τιμήσει ⁑ On Iliad 2.6: ὅτι οὐ τὸν μαλακόν ἀλλα τὸν ὀλέθριον, πέμπεται γὰρ ἐπ απίστῳ καὶ κακῶ⁑ On Iliad 2.8: ὅτι παραλήλως βάσκε καὶ ἴθι ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις⁑ Venetus A (Marciana 454 = 822), folio 24, verso Iliad 2.11-2.35 2.11 θωρῆξαί, ἑ, κέλευε κάρη κομόωντας Ἀχαιοὺς 2.12 πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν 2.13 Τρώων : οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες 2.14 ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας 2.15 Ἥρη λισσομένη: Τρώεσσι δὲ κήδε' ἐφῆπται: 2.16 ὡς φάτο: βῆ δ' ὰρ' ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε. 2.17 καρπαλίμως δ' ἵ̈κανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν : 2.18 βῆ δ' ἄρ' ἐπ' Ἀτρείδην Ἀγαμέμνονα : τὸν δ' ἐκίχανεν 2.19 εὕδοντ' ἐν κλισίῃ: περι δ' ἀμβρόσιος κέχυθ' ὕπνος. 2.20 στῆ δ' άρ ὑπερ κεφαλῆς Νηληΐῳ υἷϊ ἐοικὼς 2.21 Νέστορι : τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγαμέμνων : 2.22 τῷ μιν ἐεισάμενος. προσεφώνεε θεῖος ὄνειρος: 2.23 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱ̈πποδάμοιο. 2.24 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. 2.25 ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε: 2.26 νῦν δ' ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγελός εἰμι: 2.27 ὃς σεῦ ἄνευθεν, ἐὼν μέγα κήδεται ἢδ' ἐλεαίρει: 2.28 θωρῆξαί σ' ἐκέλευε κάρη κομόωντας Ἀχαιοὺς 2.29 πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν 2.30 Τρώων : οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες: 2.31 ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας 2.32 Ἥρη λισσομένη: Τρώεσσι δὲ κήδε' ἐφ ἧπται 2.33 ἐκ Διός , ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί: μὴ δέ σε λήθη 2.34 αἱρείτω. εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ: 2.35 ὡς ἄρα φωνήσας ἀπεβήσετο: τὸν δὲ, λίπ' αὐτοῦ Scholia to Iliad 2.11-2.35 Main scholia On Iliad 2.11: καρη κομόωντας: τῶν Ἑλλήνων τὸ παλαιὸν ἀρετῆς ἕνεκα: καὶ ἀνδρείας˙ κομώντων τὰς κεφαλὰς λόγος, πρῶτον Θησεα ἀπκειράμενον τὴν ἐμπροσθίαν κόμην. εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι ⁑ Interlinear scholia On Iliad 2.19: θεῖος On Iliad 2.21: ἔτίμα' On Iliad 2.23: πολεμικὸν φρόνημα ἔχοντος On Iliad 2.25: δια φροντιδος εστι⁑ On Iliad 2.26: αντι τὸ παρ εμοῦ λεγόμενον σοι νόησον On Iliad 2.33: ἀλλὰ σὺ τὸ λεχθέν σοι κατὰ νοῦν ἕχε καὶ μέμνησο⁑ On Iliad 2.34: ο ηδύς⁑ On Iliad 2.34: καταλίπῃ ἐάσῃ Intermarginal scholia On Iliad 2.28: τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον ἀπολελυμένη γάρ ἐστιν εἰ σέ . On Iliad 2.35: εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ δια τοῦ α γραπτέον οὕτως Ἐπαφρόδιτος ⁑ Interior scholia On Iliad 2.35: οὕτως Ιωνικῶς τὸ λίπε ⁑ Venetus A (Marciana 454 = 822), folio 25, recto Iliad 2.36-2.60 2.36 τὰ φρονέοντ' ἀνὰ θυμὸν, ἅ, ρ' οὐ τελέεσθαι ἔμελλε: 2.37 φῆ γὰρ ὅ γ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ: 2.38 νήπιος. οὐδὲ τὰ ᾔδη ἅ, ῥα Ζεὺς μήδετο ἔργα: 2.39 θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε στοναχάς τε 2.40 Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας: 2.41 ἔγρετο δ' ἐξ ὕπνου: θείη δέ μιν ἀμφέχυτ' ὀμφή. 2.42 ἕζετο δ' ὀρθωθεὶς. μαλακὸν δ' ἔνδυνε χιτῶνα 2.43 καλὸν νηγάτεον: περι δὲ μέγα βάλλετο φᾶρος: 2.44 ποσσὶ δ' ὑπο λιπαροῖσιν, ἐδήσατο καλὰ πέδιλα: 2.45 ἀμφι δ' ὰρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον: 2.46 εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί; 2.47 σὺν τῷ ἔβη κατα νῆας Ἀχαιῶν χαλκοχιτώνων: 2.48 Ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον 2.49 Ζηνὶ φόως ἐρέουσα, καὶ ἄλλοις ἀθανάτοισιν: 2.50 αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε 2.51 κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς : 2.52 οἱ μὲν ἐκήρυσσον: τοι δ`' ἠγείροντο μάλ' ὦκα: 2.53 βουλὴν δὲ πρῶτον μεγαθύμων ἵ̈ζε γερόντων 2.54 Νεστορέῃ παρὰ νηῒ πυλοιγενέος βασιλῆος: 2.55 τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἠρτύνετο βουλήν: 2.56 κλῦτε φίλοι: θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος 2.57 ἀμβροσίην διὰ νύκτα: μάλιστα δὲ Νέστορι δίῳ 2.58 εἶδός τε: μέγεθός τε: φυήν τ' ἄγχιστα ἐῴκει: 2.59 στῆ δ' ὰρ ὑπερ κεφαλῆς. καί με πρὸς μῦθον ἔειπεν: 2.60 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο. Scholia to Iliad 2.36-2.60 Main scholia On Iliad 2.36: Τὰ φρονέοντ' ἀναθυμον: προς τὸ σχῆμα ὅτι ἔμελλον: ἡμεῖς δὲ ἐροῦ ἔμελλεν ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντι τοῦ ἐῴκεσαν ⁑ On Iliad 2.41: ἔγρετο δ' ἐξ ύπνου: ὅτιὀμφὴἡ θεία κληδὼν οὐ πάσα φήμη διὃ καὶ ὁ Ζεῦς πανομφαῖος, ὁ κληδόνιος: ὀμφὴδὲ ἡ τὸ ὂν φαίνουσα: λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαντικὸν δὲ τὸἀμφέχυτοπρος τὸ μηδὲν αυτῆς ἐπιλελῆσθαι⁑ On Iliad 2.45: ἄμφι δ ἂρ ὤμοισιν: ὅτι τὸ Ἀγαμέμνονος νῦν μὲνἀργυρόηλονἐν ἄλλοις δὲ χρυσόηλον: καὶ Εὐριπίδης : σφυὸν σιδηρᾶ κέντρα εἰπὼν ἐν ἄλλοις φησί χρυσοδέτοις περόναις . τὰ τοιαῦτα δὲ κυρίως οὐ λέγεται ἀλλα κατ επιφοραν ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ περι τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει, οὕτω καὶ τὸ ξίφος κοσμεῖ⁑ On Iliad 2.46: ἄφθιτον: τὸ μηδέπω φθαρὲν οὔπω γὰρ ἦν ὑπὸ τῶν Ἡρακλειδῶν ᾑρημένον ἢ ὅτι Ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται δὲ νῦν περι αὐτοῦ ἀλλ' ἑξῆς ⁑ On Iliad 2.48: ἠὼς μέν ῥαπρὸς τῶν ἡμερῶν ἀριθμὸν ὅτι τρίτη καὶ εἰκοστή: δέκα μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιοπῆᾳ ὄντων. ἡ δὲ ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστῆ ἐστιν: καὶ ὅτι όρος ὁ Ὄλυμπος διὃ καὶ μακρός⁑ On Iliad 2.53: ϊζε γερόντων: γέροντας ὁ ποιητὴς τοὺς γερασμίους φησὶ διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθ' ἡλικίαν ἀλλὰ καὶ προ ηλικίας φαίνεσθαι γέροντας τοῖς ήθεσιν⁑ On Iliad 2.53: ἵ¨ζε γερόντων: ἡ κοινὴ τὸ ἱ¨ζε συστέλλει φθάνει δὲ τῆν Λακώνων πολιτείαν βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων⁑ On Iliad 2.56: τοὺς ὅ γε συγκαλέσας: ὅτι Ζηνόδοτος γράφει αὐτὰρ ἐπεί ῥ ἤγερθεν ὁμηγερέες τ' εγενοντο τοῖσι δ' ἀνισταμενος μετέφη κρείων Αγαμεμνων ἀπίθανον δὲ ἐν επτὰ ορθὸν δημηγορεῖν⁑ On Iliad 2.56: κλῦτε φίλοι: ὅτι Ζηνοδοτος γράφει θεῖόν μοι ἐνὕπνιον οὐ λέγει δὲ ὡς ἡμεῖς: αλλ αντι τοῦ κατα τοὺς ὕπνους ἐνὑπνίως. ὁ δε ἀστερίσκος ὅτι ἐν τῇ τῆς Ὀδυσσείας κακῶς φέρεται⁑ On Iliad 2.60: εὔδεις Ἀτρέος υἱ+ὲ: ὅτι Ζηνόδοτος συντέτμηκεν οὕτως εἰπὼν ἀνώγει σε πατὴρ ὑψίζυγος αἰθέρι ναίων: Τρωσὶ μαχήσασθαι προτὶ Ί¨λιον : ὡς ὁ μὲν εἰπὼν ᾤχετ' ἀποπταμενος : τὰ δὲ ἀπαγγελτικὰ ἐξ ανάγκης δὶς καὶ τρὶς ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι καὶ οὐ δυσωπητέον ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι⁑ Interlinear scholia On Iliad 2.36: ταῦτα λογιζόμενον On Iliad 2.37: ελογίσατο On Iliad 2.37: λαβεῖν πορθήσειν On Iliad 2.38: εβουλεύετο On Iliad 2.39: ποιήσειαι On Iliad 2.39: ἐπ αυτοὶς κακα On Iliad 2.40: μάχας On Iliad 2.41: θεία δὲ αὐτὸν εῖχεν κληδων ὅ ἐστιν ἐμνήσθη τὸν Όμηρον ⁑ On Iliad 2.43: νεωστὶ κατεσκευασμένον On Iliad 2.43: ϊμάτιον On Iliad 2.45: σπάθη On Iliad 2.46: ἀδιάφθαρτον αἰώνιον ὅτι οὐκ ἐδόθη ἐκ τοῦ γένους ἑτέρῳ On Iliad 2.48: ἀνέτειλεν On Iliad 2.51: βοᾶν συγκαλεῖν εἰς το συνέδριον: On Iliad 2.52: πανυ σπουδαίως ⁑ On Iliad 2.53: τὸ προβούλευμα On Iliad 2.53: εκάθιζε On Iliad 2.55: ἐποίησεν On Iliad 2.56: ἀκούσατε On Iliad 2.56: ονοματικὸν επίρρημα ἀντὶ τοῦ ενυπνίως⁑ On Iliad 2.58: ἔγγιστα Intermarginal scholia On Iliad 2.36: δασυντέον τὸ α ἄρθρον γαρ ἐστι καὶ δύο μέρη λόγου ἅ ρα ἃ δη⁑ On Iliad 2.49: ὅτι μεταφορικῶς τὸ ερέουσα ἀντὶ τοῦ σημαίνουσα: On Iliad 2.52: ἐπι τὸ κήρυσσον ἄνω πρώτη στιγμὴ ἥτις δύο δύναται χρόνους σιωπῆς⁑ Interior scholia On Iliad 2.48: ὅτι οἱ πρὸς ἠὼ ὄνειροι ἀληθεῖς πεπτωμένων τῶν σιτίων⁑ On Iliad 2.53: διασταλτεον τὸ ἵζε τὴν ἄρχουσαν⁑ On Iliad 2.56: τελεία στιγμὴ΄ ἐπι τὸ φίλοι: αὐτοτελὴς γὰρ ὁ λόγος : Venetus A (Marciana 454 = 822), folio 25, verso Iliad 2.61-2.85 2.61 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. 2.62 ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε: 2.63 νῦν δ' ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγελός εἰμι 2.64 ὃς σεῦ ἄνευθεν, ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει: 2.65 θωρῆξαί σε, κέλευε, κάρη κομόωντας Ἀχαιοὺς 2.66 πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν 2.67 Τρώων : οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες. 2.68 ἀθάνατοι φράζονται, ἐπέγναμψεν γὰρ ἅπαντας 2.69 Ἥρη λισσομένη: Τρώεσσι δὲ κήδε' ἐφἧπται 2.70 ἐκ Διὸς : ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν: ὡς ὁ μὲν εἰπὼν 2.71 ᾤχετ' ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνἧκεν. 2.72 ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν : 2.73 πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι ἣ θέμις ἐστίν: 2.74 καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω: 2.75 ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν: 2.76 Ἤτοι ὅ γ' ὡς εἰπὼν κατ' ὰρ ἕζετο: τοῖσι δ' ἀνέστη 2.77 Νέστωρ , ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος. 2.78 ὅ σφιν. ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 2.79 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: 2.80 εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε. 2.81 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον: 2.82 νῦν δ' ἴδεν. ὃς μέγ' ἄριστος Ἀχαιῶν εὔχεται εἶναι: 2.83 ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν . 2.84 ὡς ἄρα φωνήσας βουλῆς ἐξῆρχε, νέεσθαι: 2.85 οἱ δ`' ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν Scholia to Iliad 2.61-2.85 Main scholia On Iliad 2.73: πρῶτα δ' ἐγῶν: οἶδεν αὐτοὺς ἀποκάμοντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῆ ἀποστάσει Ἀχιλλέως παρακαλεῖν δ' οὐκ ἐνῆν τὸν πρώην λέγοντα στυγέει δὲ καὶ ἄλλος ἴσον ἐμοὶ φᾶσθαι: ἀλλ οὔτε ἐπιτάσσει μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. ἄλλως τε: τῇ παραδόξῳ χαρᾷ καὶ λύπη τὴν ποίησιν ἐκτραγῳδεῖ φίλτρον τὲ πορίζεται ἑαυτῷ: μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργεν δια τῶν βασιλέων: εἰ δὲ μὴ ἐλάνθανε τὸ βούλευμα⁑ On Iliad 2.73: ἢ θέμις ἐστιν: τὸ ἦτα δασυντέον οὐ γὰρ ἐστι σύνδεσμος. ἀλλ' ϊσοδυναμοῦν, τῷ ὡς ἐπιρρήματι . On Iliad 2.76: ητοι ὅγ' ὡς εἰπῶν: ἀπὸ τούτου ἕως τοῦ ἀλλ άγετ' αἰ κέν πως ἀθετοῦντοι στίχοι ὀκτώ. ὅτι καὶ οὐκ ὀρθοῦ εἰρηκότος τοῦ Αγαμέμνονος λέγει ἥτοι ὅγ' ὡς εἰπὼν κατ ἄρ έζετο: ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ ἀλλὰ καὶ εὔηθες τὸ εἰπεῖν εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ψεῦδός κεν φαῖμεν οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν: αἰρομένων δὲ αὐτῶν, ὀρθῶς ἐπι τοῦ Αγαμέμνονος ἐπενεχθήσεται πείθοντο δὲ ποιμένι λαῶν : μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγειν ποιμένα λαῶν: ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους⁑ On Iliad 2.81: ψεῦδός κεν: οἷς οἱκεῖον τὸ μεριμνᾶν τούτοις ἀληθεῖς αἱ ἐμφάσεις: καὶ ᾧ ἡ ἀποτυχίᾳ κίνδυνον φέρει οὐκ ὰν ψεύσαιτο⁑ On Iliad 2.85: οἱ δ' ἐπανέστησαν: διαστολὴ ἐπι τὸ ἀνέστησαν καὶ λαῶν . κοινὸν δὲ τὸ σκηπτοῦχοι βασιλῆες κατ αμφοτέρων⁑ Interlinear scholia On Iliad 2.71: ἀπήρχετο ταχέως ἀπελθών: On Iliad 2.71: κατέλιπεν : On Iliad 2.73: ὡς νενόμισται καὶ ὡς προσηκόν ἐστιν On Iliad 2.74: πολυκαθέδροις ἐξ οῦ πολυκώποις⁑ On Iliad 2.79: καὶ πρόβουλοι On Iliad 2.81: χωριζοίμεθα⁑ Intermarginal scholia On Iliad 2.70: ὅτι οὐ λέγει μηδενὶ εἴπης ἀλλ οῖον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον⁑ On Iliad 2.77: μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον μετα δὲ τὸ τελος τοῦ στίχου τελείαν στιγμὴν θετέον⁑ Interior scholia On Iliad 2.64: ὅτι ὑπὸ τῆς Ίριδος πρὸς Πρίαμον δεόντως λέγεται ⁑ On Iliad 2.72: ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρήξωμεν ⁑ On Iliad 2.80: ὑποστιγμὴ ἐπι τὸ ένισπε δια τὸν ει σύνδεσμον: Venetus A (Marciana 454 = 822), folio 26, recto Iliad 2.86-2.110 2.86 σκηπτοῦχοι βασιλῆες, ἐπεσσεύοντο δὲ λαοί: 2.87 ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων 2.88 πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων. 2.90 αἱ μέν τ' ἔνθα ἅλις πεποτήαται: αἱ δέ τε ἔνθα: 2.91 ὡς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων 2.92 ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο 2.93 ἰ̈λαδὸν εἰς ἀγορὴν. μετὰ δέ σφισιν. ὄσσα δεδήει 2.94 ὀτρύνους' ϊέναι Διὸς ἄγγελος. οἱ δ`' ἀγέροντο: 2.95 τετρήχει δ' ἀγορὴ. ὑπὸ δὲ στεναχίζετο γαῖα 2.96 λαῶν ἱ̈ζόντων. ὅμαδος δ' ἦν: ἐννέα δέ σφεας 2.97 κήρυκες βοόωντες ἐρήτυον. εἴ ποτ' ἀϋτῆς 2.98 σχοίατ'. ἀκούσειαν δὲ διοτρεφέων βασιλήων: 2.99 σπουδῇ δ' ἕζετο λαός. ἐρήτυθεν δὲ καθἕδρας 2.100 παυσάμενοι κλαγγῆς. ἀνὰ δὲ κρείων Ἀγαμέμνων 2.101 ἔστη σκῆπτρον ἔχων. τὸ μὲν Ἥφαιστος κάμε τεύχων. 2.102 Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι. 2.103 αὐτὰρ ἄρα Ζεὺς . δῶκε διακτόρῳ ἀργειφόντῃ: 2.104 Ἑρμείας δὲ ἄναξ. δῶκεν Πέλοπι πληξίππῳ: 2.105 αὐτὰρ ὃ αὖτε Πέλοψ , δῶκ' Ἀτρέϊ ποιμένι λαῶν: 2.106 Ἀτρεὺς δὲ θνῄσκων. ἔλιπεν πολύαρνι Θυέστῃ : 2.107 αὐτὰρ ὃ αὖτε Θυέστ' Ἀγαμέμνονι λεῖπε φορῆναι 2.108 πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν: 2.109 τῷ ὅ γ' ἐρεισάμενος. ἔπε' Ἀργείοισι μετηύδα: 2.110 ὦ φίλοι: ἥρωες: Δαναοὶ . θεράποντες Ἄρηος : Scholia to Iliad 2.86-2.110 Main scholia On Iliad 2.105: αὐτὰρ ὁ αὖτε Πέλοψ: Πέλοψ ἐκ προτέρας γυναικὸς ἔχων παῖδα Χρύσιππον εἴγημεν Ἱπποδάμειαν τὴν Οἰνομάου ἑξ ῆς ἱκανοὺς επαιδοποίησεν: αγαπωμένη δὲ ὑπ αυτοῦ σφόδρα τοῦ Χρυσίππου ἐπιφθονήσαντες ἡ τε μητρυιὰ καὶ οἱ παῖδες μή πως καὶ τὰ σκήπτρα αὐτῷ καταλείψῃ θάνατον ἐπεβούλευσαν Ἀτρέα καὶ Θυεστην τοὺς πρεσβψτάτους τῶν παίδων εἰς τοῦτο προστησάμενοι. ἀναιρεθεντος οὖν τοῦ Χρυσίππου Πέλοψ ἐπιγνοὺς ἐφυγάδευσε τοὺς αὐτόχειρας αὐτου γενομένους παῖδας ἐπαρασάμενος αὐτοῖς καὶ τῷ γένει αὐτῶν ἀναιρεθῆναι: οἱ μὲν οὖν ἄλλοι ἀλλαχῇ ἐκπίπτουσι τῆς Πίσης : τελευτήσαντος δὲ τοῦ Πέλοπος Ἀτρεὺς κατὰ πρεσβυτερον συν στρατῷ πολλῷ ἐλθὼν εκρατησε τῶν τόπων. ἱστορεῖ Ἑλλάνικος ⁑ On Iliad 2.107: αὐτὰρ ὁ αὖτε Θύεστ' ὅτι συμφωνοῦντας αὐτοὺς συνἵστησι: καὶ γὰρ ὁ Θυεστης οὐ τῷ υἱῶ αὐτοῦ Αἰγίσθω καταλείπει τὸ σκῆπτρον ἀλλ' Ἀγαμέμνονι : καὶ ὅτι κλητικη ἀντι τῆς ορθῆς Θυέστα ἀντὶ τοῦ Θυέστης ⁑ Interlinear scholia On Iliad 2.87: τῶν ἀθρόως πετωμένων ⁑ On Iliad 2.88: κοίλης On Iliad 2.92: ἥτοι κοίλης ἣ μακρας On Iliad 2.93: ἐν αυτοῖς δὲ On Iliad 2.94: ἠθροίζοντο On Iliad 2.96: ἡ ἡμοῦ αὐδή, ἠ όπαδος παρὰ τὴν όπα On Iliad 2.97: κατεῖχον On Iliad 2.98: ἀπόσχοιντο παύσαιντο On Iliad 2.99: μόγις On Iliad 2.100: βασιλεύς On Iliad 2.101: αντιστροφή On Iliad 2.106: πολυθρέμμονι πλουσίῳ On Iliad 2.108: ο Αγαμέμνων : On Iliad 2.110: πολεμικοί: Intermarginal scholia On Iliad 2.87: δασυντέον τὸ ἁδινάων ἀπο γὰρ τοῦ άδην καὶ άδηνος ἡ κίνησις: On Iliad 2.89: ὅτι ἀντὶ ἐπ άνθη εἰαρινα ὡς ἐν τῆ ήλθε δ' ἐπι Κρήτεσσιν ἀν ἐπι τοὺς Κρῆτας ⁑ On Iliad 2.93: ὅτι όσσα ἡ θεία κληδών οἱ δὲ νεώτεροι ψιλῶς ἐπι πάσης φωνῆς⁑ On Iliad 2.96: τὸ ἐννέα ψιλοῦται ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἣ εἰς γ τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου ψιλοῦται ἀντίος ἔγχος τοῦ ἁνδάνω ὑπεξαιρουμένου On Iliad 2.109: ὅτι τὸ ἑξῆς ἐστι μετ Αργείοισιν ἔπεα ηὔδα⁑ On Iliad 2.86: στικτέον κατα τὸ λαοὶ ἵνα ἁπ άλλης ἀρχῆς ἡ παραβολὴ γενομένη ὑποστίζηαι μέχρι τοῦ αἱ δὲ τε ἔνθα οὕτως γὰρ βέλτιον⁑ Interior scholia On Iliad 2.87: ὡς π On Iliad 2.89: πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ρᾶγες οὕτως δὲ ϊπτανται σκιάζειν θέλουσαι ἀλλήλας αἱ μέλισσαι ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου⁑ On Iliad 2.94: διεγείρουσα On Iliad 2.95: ἤτοι στικτέον ἐπι τὸ ἀγορῆ ἠ διασταλτέον καὶ ἐπ αὐτὸ καὶ ἐπι τὸ γαῖα: ἵν' ᾖ κοινὸν τὸ λαῶν ἱ¨ζόντων⁑ On Iliad 2.99: ὅτι σπουδῇ λέγει οὐχ οἶον ἐν τάχει ἀλλα μόγις καὶ δυσχερῶς ὼς τὸ ὡς ἄρ' άτερ σπουδῆς τάνυσσεν μέγα τόξον Ὀδυσσεύς ⁑ On Iliad 2.105: :κλητξ λτν εὐθειας On Iliad 2.110: ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ήρωας λέγει ἡ δὲ ἀναφορὰ προς Ίστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἡρωας λέγεσθαι: στικτέον δὲ κατὰ τὸ τελος προσαγορευτικὴ γὰρ ἡ περίοδος⁑ Venetus A (Marciana 454 = 822), folio 26, verso Iliad 2.111-2.135 2.111 Ζεύς με, μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ: 2.112 σχέτλιος: ὃς πρὶν μέν μοι ὑπέσχετο: καὶ κατένευσεν 2.113 Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι: 2.114 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο. καί με κελεύει 2.115 δυσκλέᾰ, Ἄργος ἱ̈κέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν: 2.116 οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι: 2.117 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα. 2.118 ἠδ' ἔτι, καὶ λύσει: τοῦ γὰρ κράτος ἐστὶ μέγιστον: 2.119 αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. 2.120 μὰψ, οὕτω, τοιόνδε τοσόνδέ τε λαὸν Ἀχαιῶν 2.121 ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 2.122 ἀνδράσι παυροτέροισι: τέλος δ' οὔ πώ τι πέφανται: 2.123 εἴ περ γάρ κ' ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε 2.124 ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω: 2.125 Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν: 2.126 ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί : 2.127 Τρώων δ' ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν. 2.128 πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο: 2.129 τόσσον ἐγὼ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν 2.130 Τρώων , οἳ ναίουσι κατὰ πτόλιν: ἀλλ' ἐπίκουροι 2.131 πολλέων ἐκ πολίων ἐγχεσπάλοι ἄνδρες ἔασιν: 2.132 οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ' ἐθέλοντα 2.133 Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. 2.134 ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί. 2.135 καὶ δὴ δοῦρα σέσηπε, νεῶν, καὶ σπάρτα λέλυνται: Scholia to Iliad 2.111-2.135 Main scholia On Iliad 2.111: Ζεύς με μέγα ὅτι Ζηνοδοτος γράφει Ζεύς με μέγας Κρονίδης καὶ ὅτι ἀπο τούτου ἕως αἰσχρὸν γὰρ τὸδέ γ' ἐστι , οὕτως συντέμνει ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος : λώβη γὰρ τὰδέ γ' ἐστι καὶ ἐσσομένοισι πυθέσθαι μὰψ οὕτω ⁑ On Iliad 2.111: Ζεύς με μέγα Κρονίδης σχολικὸν αγνόημα τῷ δοκεῖν Ζηνοδοτειον εἶναι τὴν μετὰ τοῦ σ γραφήν: καὶ δόξειεν ἂν ὑπὸ Διονυσίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι ἐν γὰρ τὸ Περι ποσοτήτων καθάπτεται Ζηνοδότου ὡς ἡγνοηκότος ὅτι τὸ μέγα ἀντι τοῦ μεγάλως Ὅμηρος ἀποχρῆται παρ' ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως τὸ δὲ ουκ έχει τ'ἀκριβὲς οὕτως εἰ γὰρ τὰ συγγράμματα τῶν ὑπομνημάτων προττάτοιμεν ἕνεκα γοὖν τ'ἀκριβοῦς γράφοιμεν κατὰ Ἀρίσταρχον Ζεύς με μέγας , ἐν γοῦν τῷ Πρὸς Φιλιταν συγγράμματι τῆ γραφῆ κέχρηται δύο λέγων τὸ μέγας σημαίνειν τότε μὲν τὸ καθ αυτὸ καθάπερ νῦν Ζεύς με μέγα Κρονίδης καὶ κεῖτο μέγας μεγαλωστί λελασμένος ἱπποσυνάων : τότε δὲ αῦ τὸ προς τὴν κατα τὸν Αἴαντα τὸν ἕτερον διάκρισιν: Αἴας δ' ὁ μέγας . κὰν ταῖς Λιταῖς ἐξηγούμενος αὐτὰρ ἔπειτ' Αἴας τε μέγας ἔν τινι τῶν ἠκριβωμένων ποιημάτων γράφει ταῦτα κατὰ λέξιν: οὐ κατ επίθετον λέγει μέγας ἀλλα προς ἀντιδιαστολὴν τοῦ ετέρου Αἴαντος : ὅταν δὲ λέγῃ ‘Ζεύς με μέγας Κρονίδης' οὐκέτι ὅτι καὶ ἕτερος μικρός ἐστιν καὶ τοὺς ἀπ αυτοῦ δὲ χρωμένους ἐστὶν εὑρεῖν τῇ γραφῇ Διὸνυσίδωρον τὸν Ἀλεξανδρέα καὶ Ἀμμώνιον ἐπιλέγουσι δὲ οὐδὲν: διὃ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ εγράψαμεν. καὶ Καλλίστρατος δὲ ἐν τῷ Περι Ϊλιάδος οὕτως προφέρεται ὥστε ὅμοιον εῖναι τῶ ἐπεὶ μέγας ὠδύσατο Ζεῦς : οὐδὲ ὁ Ἐπιθέτης δὲ Πτολεμαῖος τὰς Ζηνοδότου γραφᾶς ἐκτιθεμενος ταυτην ωμολόγει Ζηνοδότου εῖναι ταύτα ὁ Δίδυμος ⁑ On Iliad 2.112: σχέτλιος: τοῦτο καθ εαυτὸ προενεκτεον ὡς ἐν τοῖς ἄνω τὸ νηπιος μαλλον γαρ κομματικῶς λεγόμενον ἐμφαίνει⁑ On Iliad 2.114: κακὴν απάτην: ἔστι γὰρ καὶ δικαία: Αἰσχύλος ἀπατης δικαίας οὐκ αποστατεῖ θεός . καὶ τίς πείθοιτο θεῶν ἐναντία ἑαυτῷ βουλεύσασθαι⁑ On Iliad 2.115: δυσκλέα Ἄργος: ὅτι κατὰ συστολὴν Ὁμηρικην τὰ τοιαῦτα ἐκφέρει. δυσκλέα καὶ ἀγακλέα Ἱωνικῶς οἱ δὲ Αττικοὶ ἐκτείνουσιν⁑ On Iliad 2.116: οὕτω που Διϊ μελλει: προς τὸ μέλλει ὅτι ἀντι τοῦ ἔοικεν : ὁ δὲ ἀστερίσκος ὅτι εἰς τὰς Λιτὰς οὐκ ορθῶς μετάκεινται δίς⁑ On Iliad 2.117: πολλάων πολίων: ἄδηλον εἴτε καθολικῶς αὐτὸ λέγει εἴτε περὶ τῶν εἰκοσιτριῶν ὑπόνοιαν διδοὺς καὶ περι Ϊλίου ⁑ On Iliad 2.118: τοῦ γὰρ κράτος: πειθανὸν γὰρ ἐκ τῶν ὑποκειμενων τὴν δύναμιν δεῖξαι τοῦ θεοῦ τοῦ γὰρ κράτος: Πυθαγόρας φησὶ: τί ἔστι θεός τὸ πάντων κρατοῦν ὅς γε καὶ πολέμων εξουσίαν ἔχει τίς οὖν ἂν εἴην ἐγώ: On Iliad 2.122: παυροτέροισι⁑ οἱ μεν Τρῶες χωρὶς τῶν. ἐπικούρων ἦσαν ἀριθμῷ μυρίαδας πέντε : τὸ δὲ τῶν Ἑλλήνων πληθος τινὲς φασὶ μυρίαδας δώδεκα ἄλλοι δὲ ιδ ⁑ On Iliad 2.123: εἴπερ γάρ κ' ἐθέλοιμεν: ἕως τοῦ οἰνοχοεύειν ὑποστιγμαί εισὶν ἐν ὑποκρίσει πάσαι ἄμφω . καὶ ἔασιν , , καὶ Ἀχαιοὶ . καὶ οἰνοχοεύειν , τῆς δὲ ἀρνήσεως ὁ ει σύνδεσμος αἴτιος⁑ On Iliad 2.124: ὅρκια πιστὰ ταμόντες: ἀθετεῖται οὐ γὰρ ἐπ ἀληθίας λέγεται ἀλλ' ὑπερβολικῶς τὰ τῶν δεκάδων προς τι οὖν ὅρκια⁑ On Iliad 2.125: Τρώας μὲν λέξασθαι: Ἀριστάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων ἐὰν καὶ τὰ παιδία καὶ τοὺς πρεσβύτας ἀριθμήσωσιν οὐ μὴ γένωνται: ὅσοι ἡμεῖς. τοῦτο δέ ἐστι κατοικητίδιοι καὶ ἔναυλοι καὶ ἐν Ὀδυσσείᾳ πᾶσιν γὰρ ἐπιστιόν ἐστιν ἑκάστῳ . ὡσεὶ κατάλυμα παρα τῇ νηΐ ἡ διπλῆ δὲ ὅτι τὸ λέξασθαι νῦν οὔτε ἐπι τοῦ κοιμηθῆναι οὔτε ἐπι τοῦ καταριθμηθῆναι κεῖται ἀλλ' ἐπὶ τοῦ συλλεγῆναι καὶ ἀθροισθῆναι ἔν τ'αὐτῷ καὶ ὅτι ἐφέστιοι ὅσοι ἐστίας τοῦτέστιν οικίας αὐτόθι διαμενουσιν⁑ On Iliad 2.125: τὸ λέξασθαι: δηλοῖ τὸ κοιμασθαι, λέξασθαι εἰς ευνήν : τὸ επιλέξατο λέξατο κούρους : τὸ ἀριθμεῖν, λέγε κήτεσιν ⁑ On Iliad 2.130: Τρώων: οἳ νέουσι: ἕως τοῦ Ἰλίου εκπέρσαι ἀθετοῦνται στίχοι δ ὅτι καθόλου παντας τοὺς βαρβάρους συν τοῖς επικούροις ήσσονας τῶν Ἑλληνων δια παντὸς φησὶ εἷναι⁑ On Iliad 2.131: ἐγχεσπάλοι ἄνδρες έασι: ἐν τῆ ἑτέρᾳ τῶν Ἀριστάρχου εὕρομεν ενεισὶ , καὶ Καλλίστρατος οὕτως εν τῶ Περὶ Ἰλιάδος γράφει καθάπερ καὶ τὸ ἡμεῖς δὲ μαχόμεθ' οἵπερ τ' ἐπικουροι, ἔνειμεν παρ ὃ καὶ διχῆ γράφομεν. ἐγχεσπάλοι δὲ ὅτι ἔσειον τὰ δῶρα τὰ προ τῆς ἀφεσεως μήποτε ἄρα εἶεν κλασθέντα⁑ On Iliad 2.131: οἵ με μέγα πλάζουσι: τὸ οι ἤτοι ἄρθρον ὑποτακτικόν ἐστιν ἠ ἀντὶ τῆς οὗτοι ἀντωνυμίας, πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἠ διαστολὴν θήσομεν ἐπι τὸ ἄνδρες έασι , ἐπι δὲ τὸ πλάζουσι θετέον τὴν ἄνω δευτέραν στιγμὴν ἥτις ἕνα χρόνον δύναται σιωπῆς⁑ On Iliad 2.133: Ἰλίου ἐκπέρσαι: ἐν τοῖς κατ' Αριστοφανην ὑπομνήμασιν Ἀριστάρχου Ἴ¨λιον ἐγέγραπτο οὐκ' Ἰ¨λίου καὶ μήποτε ἄμεινον ἔχει⁑ Interlinear scholia On Iliad 2.111: αντι τοῦ μεγαλως On Iliad 2.111: ενέβαλε On Iliad 2.112: ὁ τοῦ δυσφημείν τοῖς ἀνθρώποις αἴτιος: On Iliad 2.112: ἐν τῇ Αὐλίδι On Iliad 2.113: ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος On Iliad 2.115: ἄδοξον On Iliad 2.115: εἰς τὴν Πελοπόννησον On Iliad 2.116: οὕτω δή On Iliad 2.116: ἔοικεν ἀρέσκει On Iliad 2.117: ἀκροπόλεις εξ οὗ βασίλεια: On Iliad 2.119: καὶ τοῖς μεταγενεστεροι: ακοῦσαι μαθειν On Iliad 2.120: μάτην On Iliad 2.120: τῇ ἀρετῇ On Iliad 2.120: τῷ πλήθει On Iliad 2.121: ἄπρακτον ἀτέλεστον: On Iliad 2.121: το σχῆμα παρωνομασία On Iliad 2.122: ὀλιγωτέροις On Iliad 2.122: ἐφάνη On Iliad 2.125: αὐτόχθονες πολίται On Iliad 2.129: ὑπολαμβάνω On Iliad 2.130: κατ αυτὴν την Ί¨λιον On Iliad 2.131: πάλλοντες καὶ κινοῦντες τὰ δόρατα: Intermarginal scholia On Iliad 2.113: Ἴ¨λιον μὲν λέγει Ὅμηρος Ἰλιεῖς δὲ οὐκέτι φησι καὶ Εὔβοιαν ἀλλ' οὐκ Ευβοεῖς ⁑ On Iliad 2.117: τὸ πολλάων ἐπέκτασις καὶ ΐδιον Ἰώνων ⁑ On Iliad 2.119: ὅτι τὸ πυθέσθαι ἀντὶ ἀκούσαι τίθησι ⁑ On Iliad 2.122: ὅτι ήσσονες κατα τὸν ἀριθμὸν οἱ βάρβαροι⁑ On Iliad 2.125: ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας τὸ ἡμεῖς ἐπιφέρων Interior scholia On Iliad 2.123: ὅτι περισσὸς ὁ κε σύνδεσμος : On Iliad 2.127: ὁ Ἰ¨ξίων δια τοῦ ν ἕκαστον On Iliad 2.132: πλανῶσι και ἀπείργουσι τῆς πολλῆς προθυμίας καλὸν δὲ τὸ οικειοῦσθαι τὴν ήτταν καὶ μη λέγειν τὸ κοινον Venetus A (Marciana 454 = 822), folio 27, recto Iliad 2.136-2.160 2.136 αἱ δέ που ἡμέτεραί τ' ἄλοχοι καὶ νήπια τέκνα 2.137 εἵατ' ἐν μεγάροις ποτιδέγμεναι: ἄμμι δὲ ἔργον 2.138 αὕτως ἀκράαντον: οὗ εἵνεκα δεῦρ' ἱ̈κόμεσθα: 2.139 ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες 2.140 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν: 2.141 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. 2.142 ὡς φάτο: τοῖσι δὲ θυμὸν ἐνι στήθεσιν ὄρινε 2.143 πᾶσι μετα πληθὺν. ὅσοι οὐ βουλῆς ἐπάκουσαν: 2.144 κινήθη δ' ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης 2.145 πόντου ἱ̈καρίοιο: τὰ μέν τ' Εὖρός τε Νότος τε 2.146 ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων: 2.147 ὡς δ' ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν 2.148 λάβρος ἐπαιγίζων. ἐπί τ' ἠμύει ἀσταχύεσσιν. 2.149 ὡς τῶν πᾶσ' ἀγορὴ κινήθη: τοιδ`' ἀλαλητῷ 2.150 νῆας ἐπ' ἐσσεύοντο: ποδῶν δ' ὑπένερθε κονίη 2.151 ἵστατ' ἀειρομένη: τοιδ`' ἀλλήλοισι κέλευον 2.152 ἅπτεσθαι νηῶν. ἢδ`' ἑλκέμεν εἰς ἅλα δῖαν: 2.153 οὐρούς τ' ἐξεκάθαιρον: ἀϋτὴ δ' οὐρανὸν ἷ̈κεν 2.154 οἴκαδε, ϊεμένων: ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν: 2.155 Ἔνθά κεν Ἀργείοισιν , ὑπέρμορα νόστος ἐτύχθη 2.156 εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν: 2.157 ὦ πόποι. αἰγιόχοιο Διὸς τέκος. Ἀτρυτώνη. 2.158 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 2.159 Ἀργεῖοι φεύξονται ἐπ' εὐρέα νῶτα θαλάσσης: 2.160 καδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν Scholia to Iliad 2.136-2.160 Main scholia On Iliad 2.150: νήας ἔπ' ἐσσεύοντο: οὐκ αναστρέφεται ἡ πρόθεσις ὅτι συνείληπται. διὃ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγνωκέναι τὸ στεῦτο γὰρ Ἡφαίστοιο παρ οισέμεναι . οὐκ αναστρέφονται γὰρ εἰ μὴ ἐπι τέλους κέωνται ῥῆμα δηλοῦσαι⁑ On Iliad 2.153: οὔρους τ' ἐξεκάθαιρον: ψιλοῦται ἐν πλεονασμῷ γὰρ τοῦ ἐγένετο ὡς καὶ ὅλος οῦλος ἀνεγνώσθη δὲ κατ οξεῖαν τάσιν ὁ γὰρ Ἀρίσταρχος παρήγγελεν, ἴσως δὲ σημειώδης ὁ τόνος: τὰ γὰρ εἰς ρος λήγοντα δισύλλα ἁπλᾶ ἔχοντα τὴν ου δίφθογγον εβαρύνετο: κοῦρος , θοῦρος : οὖρος : καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ: ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπι τοῦ ἀνεμου: καὶ γὰρ καὶ ἐπ άλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ⁑ On Iliad 2.153: οὐρανὸν ἷκεν: μεγαλοφυῶς ἡ λέξις ηὔξησε τὴν ταραχήν ἣν κατελεπτολόγησεν καὶ Ἀριστοφάνης ⁑ On Iliad 2.154: ᾕρεον: δασυντέον τὸ ᾕρεον ἀπο γὰρ τοῦ ερῶ περισπωμένου καὶ δασυνομένου γέγονεν⁑ On Iliad 2.155: ὑπέρμορα: οὕτως ὑφ' ἓν τὸ ὑπέρμορα οὐ γὰρ ὥς τινες κατα διάστασιν ἔστιν οὖν τι μόρος ᾧ συντεθὲν γίνεται ὑπέρμορος ὡς ὀκύμορος, οὗ οὑδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὸ ὑπέρμορα ὡς οὖν τὸ καλὰ καὶ ὄνομα ἀλλα καὶ ἐπίρρημα ῆ μευ καλὰ πατὴρ ὃς κήδεαι ὑιὸς: καὶ πυκνὰ μάλα στενάχων , οὕτως καὶ ὑπέρμορα νοστος ἐτύχθη⁑ On Iliad 2.155: ἔνθα κεν Ἀργείοισι ἀσύνδετος ὁ λόγος προς τὰ ἐπάνω δῖὃ προ ὑποστικτέον τελείᾳ βραχὺ δὲ διασταλτέον ἐπι τὸ ἐτύχθη δια τὸν ει σύνδεσμον εἰ μη Ἀθηναίην ⁑ On Iliad 2.156: εἰ μη Ἀθηναίην: ὅτι Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν εἰ μὴ Ἀθηναίη λαοσσόος ἦλθ' ἀπ Ολυμπου : εὗρεν ἔπιτ' Ὀδυσῆα καθόλου τὸν τῆς Ήρας λόγον περιγράψας Ὁμηρικῶς ἔχοντα καὶ γὰρ καὶ τῆς ξιφουλκίας αὕτη ἐφἵστησιν, ἡ δὲ Ἀθηνά ὑπηρετει κατα διαφορὰν τῆς δεξιᾶς τηρουμένης τῶν προσώπων⁑ On Iliad 2.160: καδ δέ κεν εὐχωλὴν: ἀπο τούτου ἕως τοῦ ἐν Τροίῃ ἀπόλοντο , ἀθετοῦνται στίχοι τρεῖς καὶ ἀστερίσκοι παράκεινται ὅτι οἱκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσὶ τεταγμένοι: νῦν δε κυμικώτερον λέγονται⁑ Interlinear scholia On Iliad 2.137: καθέζονται On Iliad 2.137: ἐν τοῖς οίκοις On Iliad 2.137: προσδεχόμεναι On Iliad 2.138: ὁμοίως ἠ ματαῖως On Iliad 2.138: ἐνταῦθα On Iliad 2.141: πορθήσωμεν λαβωμεν On Iliad 2.143: ἐν τῷ πλήθει On Iliad 2.144: ἀντὶ μεγάλα On Iliad 2.146: διήγειρεν διεταρραξεν ἐφορμήσας: On Iliad 2.146: τοῦ XX ἢ τοῦ XX On Iliad 2.147: μέγα καὶ εὔφορον σιτοφόρον χωρίον On Iliad 2.148: σφοδρῶς ἐπικαταπνέων On Iliad 2.148: ἐπικατακλΐνει δὲ τοὺς ἀσταχυας τοῖς ἀστάχυσιν: On Iliad 2.149: συν θορύβῳ On Iliad 2.150: ὑποκάτωθεν On Iliad 2.151: ὑψοῦται On Iliad 2.153: ταφροειδῆ ὀρύγματα: On Iliad 2.154: εἰς τὸν οἴκον ἀπιέναι προθυμουμένων⁑ On Iliad 2.154: ὑφήρουν δὲ On Iliad 2.155: ὑπερ τὸ εἰμαρμένον ὀνοματικὸν ἐπίρρημα On Iliad 2.155: ἐγένετο On Iliad 2.157: φεῦ παπαι On Iliad 2.157: ακαταπόνητε⁑ Intermarginal scholia On Iliad 2.144-2.145: ἐπι τὸ Ϊκαρίοιο στιγμή βραχὺ δὲ διαστελοῦμεν ἐπι τὸ ἀγορή : On Iliad 2.148: ὑποστιγμαὶ ἐν ὑποκρίσει ἐπαιγίζων ἀσταχύεσσιν ⁑ On Iliad 2.154: παραλόγως δασύνεται το ερῶ ⁑ Interior scholia On Iliad 2.143: ἀθετεῖται ὅτι κενῶς ἐπεξηγεῖται τὸ γαρ νοούμενον το αυτό On Iliad 2.146: ἀπο τοῦ όρωρε ὑπέρθεσις χρόνου: On Iliad 2.150: οὕτως νῆας ἐπ' ἐσσεύοντο On Iliad 2.152: ‡ἐπιλαμβάνεσθαι ὡς το εανοῦ απτομένη On Iliad 2.159: οὐδετέρως τὸ νῶτον καὶ τα νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ καὶ Ἡσίοδος καὶ οὐκ αρσενικῶς τον νῶτον ⁑ Exterior scholia On Iliad 2.137: γράφεται εἱατ' ἐνι μεγαροις ποτιδέγμεναι Venetus A (Marciana 454 = 822), folio 27, verso Iliad 2.161-2.186 2.161 Ἀργείην Ἑλένην ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν 2.162 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης: 2.163 ἀλλ' ἴθι νῦν κατα λαὸν Ἀχαιῶν χαλκοχιτώνων: 2.164 σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον: 2.165 μηδὲ ἔα νῆας. ἅλα δ' ἑλκέμεν ἀμφιελίσσας: 2.166 ὡς ἔφατ': οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη . 2.167 βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα: 2.169 εὗρεν ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον 2.170 ἐσταότ': οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης 2.171 ἅπτετ'. ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵ̈κανεν: 2.172 ἀγχοῦ δ' ἱ̈σταμένη προσέφη γλαυκῶπις Ἀθήνη : 2.173 διογενὲς. Λαερτιάδη . πολυμήχαν' Ὀδυσσεῦ : 2.174 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 2.175 φεύξεσθ' ἐν νήεσσι πολυκλήϊσι πεσόντες. 2.176 καδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε 2.177 Ἀργείην Ἑλένην , ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν 2.178 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης: 2.179 ἀλλ' ἴ̈θι νῦν κατα λαὸν Ἀχαιῶν : μηδ έτ' ἐρώει: 2.180 σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον. 2.181 μηδὲ ἔα νῆας ἅλα δ' ἑλκέμεν ἀμφιελίσσας: 2.182 ὡς φάθ', ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης: 2.183 βῆ δὲ θέειν: ἀπὸ δὲ χλαῖναν βάλε. τὴν δ' κόμισσε 2.184 κῆρυξ Εὐρυβάτης Ἰ̈θακήσιος , ὅς οἱ ὀπήδει: 2.185 αὐτὸς δ' Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν 2.186 δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί: Scholia to Iliad 2.161-2.186 Main scholia On Iliad 2.161: Ἀργείην Ἑλένην : ὅτι Ζηνοδοτος γράφει Ἀργείην θ' Ἑλενην . σὺν τῷ συνδέσμω ὥστε εἶναι χωρὶς καύχημα καὶ συν τούτῳ τὴν Ἑλενην οὐ λεγει δὲ οὕτως ἀλλ αυτὴν τὴν Ἑλένην καύχημα⁑ On Iliad 2.161: φίλης ἀπο πατρίδος αίης⁑ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν ὡς Τυραννίων καὶ Πτολεμαῖος ὁπότε γὰρ γενικῇ συντάττεται ἡ ἀπο τηρεῖ τὸν τόνον: καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπο ῆς ἀλόχοιο ⁑ On Iliad 2.175: πολυκλήϊσι: τινὲς προπερισπῶσιν ὡς καὶ τὸ ἁπλοῦν ἐπὶ κληῗσι κάθιζον ὡς γὰρ πλοκαμὶς ἐϋπλοκαμῖδες Ἀχαιαὶ οὕτως καὶ κληῒς καὶ πολυκληΐς οὐκ έχει δὲ οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπερ τῆς βαρυνομένης λέξεως οὗτος: τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα εἰ μὲν ἐν τῆ συνθέσει φυλασσοι μόνον τὸ θηλυκὸν γένος. καὶ τὸν αὐτὸν τόνον φυλάσσει: εἰ δὲ μεταληπτικὸν γίνοιτο καὶ ἀρσενικοῦ μεθἵσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως τοῦ μὲν προτερου φυλάσσοντος τὸ αὐτὸ γενος καὶ τὸν αὐτὸν τόνον: περισκελίς: τοῦ δε δευτέρου δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγὶς ὀξύνεται: τὸ δε μελάναιγις βαρύνεται οὕτως οὖν καὶ τὸ εὔκληϊς καὶ πολυκληϊς βαρυνθήσεται τίθεται γὰρ καὶ ἐπι ἀρσενικοῦ ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις καὶ γὰρ ἐπι Ἀμαζόνος ταγείη ἄν καὶ τὸ εὐκνῆμις ἀμέλει ἐπι τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς τοὶ δ ήδη επι νηῶν ἐϋκνημιδος Ϊτώνης ⁑ On Iliad 2.183: βῆ δὲ θέειν ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. ἐστι δέ ώρμησεν ἐπὶ τὸ θέειν . ἠ Αττικῶς λείπει τὸ ὥστε, ἠ τὸ ἀπαρέμφατον ἀντι μετοχῆς⁑ On Iliad 2.186: δέξατό οι σκῆπτρον: ὅτι ἀρχαϊκώτερον δέξατο αὐτὸ τὸ σκῆπτρον ἀντι τοῦ παρ αυτοῦ⁑ On Iliad 2.186: αὐτὸς δ' Ἀτρείδεω Ἀγαμέμνονος : Ὀδυσσεὺς φησὶ παρα τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον: οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ ἀλλ' ἵνα δοκῇ συν τῆ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς⁑ Interlinear scholia On Iliad 2.164: προσηνέσι πράοις On Iliad 2.164: κάτεχε κώλυε On Iliad 2.167: ακρωτηρίων On Iliad 2.170: ευκαθέδρου On Iliad 2.170: επειδη αὐτόν λύπη On Iliad 2.173: εὐγενέστατε Λαέρτου παῖ πολύτεχνε On Iliad 2.179: μηδε συγχώρει: On Iliad 2.182: συνήκεν ήκουσεν On Iliad 2.183: δια τὸ μὴ ἐμποδίζεσθαι αὐτὸν ὑπὸ τοῦ πλήθους τῶν ἰματίων On Iliad 2.184: ὅστις αὐτῷ ἠκολούθει On Iliad 2.186: τὸ ἀθάνατον ἐπι εμψύχων οἱ φιλόσοφοι: τὸ δὲ ἄφθιτον ἐπὶ ἀψυχων‡ Intermarginal scholia On Iliad 2.163: οὕτω κατα λαὸν συμφώνως εἶχον ἅπασαι‡ On Iliad 2.167: ὅτι ὅρος ὁ Ὄλυμπος On Iliad 2.176-2.178: ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν⁑ On Iliad 2.180: ὅτι ἐνταῦθα οικείως τετακται: On Iliad 2.184: ὅτι καὶ έτερος Εὐρυβάτης ὁμώνυμος⁑ Interior scholia On Iliad 2.161: ἡ Λακωνικὴ πέμπτον τῆς όλης Πελοποννήσου ⁑ On Iliad 2.164: ψιλωτέον τὸ ἀγανὸς τοιοῦτο γὰρ τὸ α προ τοῦ γ ⁑ On Iliad 2.167: τελεία ἐπὶ το ἀΐξασα ασύνδετον γὰρ τὸ ἑξῆς προς τὰ ἐπανω: On Iliad 2.173: προσαγορευτικη ἡ περίοδος διὃ τελείαν στικτεον⁑ On Iliad 2.175: οὐκ εμβάντες ὅτι σύμβουλον ατακτου φυγῆς: On Iliad 2.179: ἐνταῦθα καὶ τὸν λόγον ὑποτέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι ΐθι κατὰ λαόν ⁑ Venetus A (Marciana 454 = 822), folio 28, recto Iliad 2.187-2.212 2.187 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων: 2.188 Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείηι. 2.189 τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς: 2.190 δαιμόνι', οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι: 2.191 ἀλλ' αὐτός τε κάθησο. καὶ ἄλλους ἵ̈δρυε λαούς: 2.192 οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος ἀτρείδαο : 2.193 νῦν μὲν πειρᾶται: τάχα δ' ΐψεται υἷας Ἀχαιῶν 2.194 ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε: 2.195 μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν : 2.196 θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος: 2.197 τιμὴ δ' ἐκ Διός ἐστι: φιλεῖ δέ ἑ μητίετα Ζεύς : 2.198 Ὃν δ' αὖ δήμου ἄνδρα ἴ̈δοι βοόωντά τ' ἐφ εὕροι. 2.199 τὸν σκήπτρῳ ἐλάσασκεν, ὁμοκλήσασκέ τε μύθῳ: 2.200 δαιμόνι' ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε 2.201 οἳ σέο φέρτεροί εἰσι: σὺ δ' ἀπτόλεμος καὶ ἄναλκις: 2.202 οὔτέ ποτ' ἐν πολέμῳ ἐναρίθμιος, οὔτ' ἐνι βούλῇ: 2.203 οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί : 2.204 οὐκ ἀγαθὸν πολυκοιρανίη: εἷς κοίρανος ἔστω 2.205 εἷς βασιλεὺς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω: 2.207 ὣς ὅ γε κοιρανέων δίεπε στρατόν: οἱ δ' ἀγορὴν δὲ 2.208 αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων 2.209 ἠχῇ. ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης 2.210 αἰγιαλῷ μεγάλῳ βρέμεται: σμαραγεῖ δέ τε πόντος: 2.211 Ἄλλοι μέν ρ' ἕζοντο: ἐρήτυθεν δὲ καθ' ἕδρας: 2.212 Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα: Scholia to Iliad 2.187-2.212 Main scholia On Iliad 2.189: ‡τὸν δ'ὰγανοῖς ἐπέεσσιν: ὅτι οὐκ ἐγκλιτέον τὸν δέ σύνδεσμον ὡς ἄν τις εἴποι ὑφ ἑν τόνδε χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ⁑ On Iliad 2.190: δαιμόνι: αὕτη ἡ λέξις τῶν μέσων ἐστι καὶ δηλοὶ ἀμφότερα ὅτε μὲν ἐπὶ ἐπαίνων λεγόμενη οἷον θεῖε. μακάριε: μέγιστε ἀγαθέ ὅτε δὲ ἐν ψόγῳ: ἄφρον καὶ ματαιε: ἠ χείριστε καὶ φαῦλε ὅτε μὲν οὖν φησὶ θεῷ προσφέρει. ἥσσονα λέγει ἢ κατα θεόν: ὅτε ἀνθρώπω ὑπερεχοντα ἄνθρωπον ὡς δηλοῦσθαι ἥσσονα μὲν θεοῦ ὑπερεχοντα δὲ ἀνθρώπου ⁑ On Iliad 2.192: οὐ γάρ πω σάφα οἶσθ': τὸ ἀντίσιγμα ὅτι ὑπο τοῦτων ἔδει τετάχθαι τοὺς εξῆς παρεστιγμένους τρεῖς στίχους εἰσὶ γὰρ πρὸς βασιλεῖς ἀρμόζοντες οὐ πρὸς δημώτας: οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί οὐκ αγαθὸν πολυκυρανίη καὶ τὰ εξῆς⁑ On Iliad 2.192: οἷος νόος Ατρείδαο: οἷος νόος Ἀτρείωνος καν ταῖς διορθώσεσι καὶ ἐν τοῖς ὑπομνήμασιν οὕτως ἐγέγραπτο Ἀτρείωνος καὶ αἱ πλείους δὲ τῶν χαριεστάτων οὕτως εἶχον καὶ ἡ Ἀριστοφάνειος καὶ ὁ Σιδώνιος δὲ καὶ ὁ Ϊξίων οὕτως γράφουσιν⁑ On Iliad 2.193: ἀπὸ τούτου ἕως τοῦ τιμη δ' ἐκ Διὸς ἐστιν αθετοῦνται στίχοι έ ὅτι ἀπεοικότες οἱ λόγοι καὶ οὐ προτρεπτικοι εἰς κατάστασιν⁑ On Iliad 2.196: διοτρεφέος βασιλῆος οὕτως ἑνικῶς αἱ Ἀριστάρχου καὶ Πτωλεμαῖος δὲ ὁ Ἐπιθετης ἐν τῷ πρώτω Περὶ Ἰλιάδος Ἀριστάρχειον ὁμολογεῖ τὴν γραφήν εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως ἄνευ τῆς Ζηνοδότου ⁑ On Iliad 2.199: τὸν σκήπτρῳ ἐλάσασκεν: οἱ γὰρ θρασεῖς κολακευόμενοι ἐπαίρονται: εἴκουσι δὲ πληγαῖς μᾶλλον πῶς οὖν δημοχαριστής κατὰ τοὺς τραγικοὺς Ὀδυσσεύς ⁑ On Iliad 2.204: κοίρανος: οὕτως ἡ Περσῶν ἀρχη δια τῆς μοναρχίας μεγαλη ἐστίν καὶ οἱ Ἀθηναίοι δὲ ὁπότε πλείονας παρειχον τῷ στρατευματι: ἡγεμόνας ὡς ἐν Αιγὸς ποταμοῖς οἱ ἐννέα ἡτγῶντο ὁπότε δὲ διενος ἐποιοῦντο τοὺς αγωνας ἐνίκων ὥσπερ ἐν τῇ Κνίδῳ ὁ Κόνων τὸ Περσων στρατόπεδον ὅπου γε καὶ αὐτὰ τὰ σώματα ἡμῶν εἰ ἦσαν ἑξ ενὸς στοιχείου οὐδέποτε ἂν ἤλγουν οὔτε γὰρ ἢν ὑφ οῦ ἀλγήσειαν ἓν ὄντα ὡς φησιν ὁ θεῖος Ἱπποκράτης πᾶν τὸ πολὺ τῇ φύσει πολεμὶον τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα πολεμον ἐπιφέρει ἀφ οὗ φθορά ⁑ On Iliad 2.205: ἀγκυλομήτεω: αγκυλομήτης ὁ Κρόνος ἐκλήθη ἤτοι ἀγκύλα καὶ σκολιᾶ βουλευσάμενος κατα τοῦ πατρὸς καὶ τῶν παιδων ὡς φησὶν ὁ Ησίοδος τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε τοὺς δε κατέπινεν. ἠ ὁ τὰ ἀγκύλα καὶ σκολιὰ καὶ δυσχερῆ πράγματα τῇ μήτιδι περιλαμβάνων κορόνους τίς ὢν καὶ τέλειος νοῦς ὡς φησὶν καὶ ἡ Δημῶ ⁑ On Iliad 2.212-2.216: Θερσίτης δ ἕτι μοῦνος. ἕως τοῦ ἔμμεναι στιγμη οὐδεμία ἐστίν ἀλλα πᾶσαι διαστολαί ἐκολώα : ἤδη , μὰψ βασιλεῦσι ἐπι δὲ τὸ ἔμμεναι στιγμή. ὁ δε λόγος: Θερσίτης δ ετι μοῦνος ἐθορύβει ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἡπίστατο ὥστε ματην καὶ οὐ προς λόγον φιλονεικεῖν τοῖς βασιλεῦσι: ἀλλ ὅ τι ἂν αὐτῷ ἔδωξε γέλωτος ἄξιον φανήσεσθαι τοῖς Ἕλλησι : τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο καὶ ἀφ' ἑτέρας γελοίϊον Ἀργείοισιν έμεται : τελεία ἵν ᾖ ὁ λόγος τοιοῦτος πᾶν τὸ παραστὰν αυτῷ κὰν εἰ μετα σπουδῆς παρεστή, τοῦτο γελοῖον ἦν: τὸ γὰρ ἔμμεναι ἀντι τοῦ ἦν κεῖται: πιθανώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν. καὶ ἑκοντα ἁμαρτανειν οὕτως Νικάνωρ ⁑ Interlinear scholia On Iliad 2.188: καταλαβοι On Iliad 2.190: ὦ βέλτιστε On Iliad 2.191: κάθου On Iliad 2.191: καθέζεσθαι κέλευε On Iliad 2.192: σαφῶς ἀκριβῶς On Iliad 2.193: απόπειραν λαμβάνει On Iliad 2.193: βλάψει On Iliad 2.196: οργη On Iliad 2.197: αὐτὸν On Iliad 2.198: ὄντινα δε παλιν On Iliad 2.198: καταλάβοι On Iliad 2.199: καὶ ἡπειλει μεθ υβρεως On Iliad 2.200: φαυλόατε On Iliad 2.201: απειρος πολέμου On Iliad 2.201: ἀσθενής On Iliad 2.202: καταριθμούμενος On Iliad 2.202: εν ἐκκλησια : On Iliad 2.204: οὐ συμφέρον On Iliad 2.204: πολυαρχίαι On Iliad 2.207: δίετασσε διώκει On Iliad 2.210: ηχεῖ κτυπεῖ On Iliad 2.210: ηχεῖ On Iliad 2.212: φλύαρος Intermarginal scholia On Iliad 2.207: δασυντέον τὸ ἔπω πρόδηλον κακ της συναλιφῆς ὡς εφεπε κλονέων ⁑ Interior scholia On Iliad 2.188: προς τὴν τάξιν τῶν ἑξῆς τὸ αντισιγμα⁑ On Iliad 2.194: ἀκούσαμεν: μετρίως ἵ¨να μὴ καταισχύνῃ τοὺς ἄλλους: τινὲς δὲ ἐν ἐρωτήσει: μὴ οὐκ ηκούσαμεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τη βουλῆ ὁ Αγαμέμνων ⁑ On Iliad 2.196-2.197: καλῶς καὶ ταῦτα: ἵνα δεδοικὼσι μὲν ὡς μεγαλόφρονα, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα: καὶ θῶ πειθαρχεῖν δοκῶσιν. ὑποκείμενοι βασιλεῖ⁑ On Iliad 2.201: οὕτως ὀρθοτονητέον τὴν σέο αντι γαρ διασταλτικη ἐστιν ‡ On Iliad 2.207: βασιλικὰ διαπραττόμενος ἔργα: On Iliad 2.208: ἠχῇ τοῦτο πρὸς τὴν κίνησιν: τὸν δὲ βρόμον, πρὸς τὴν ἀπήχησιν⁑ On Iliad 2.210: συμφυῶς τῷ ὑποκειμενῳ, τετράχυνται τὸ ἔπος ταῖς ὀνοματοποιΐαις: καλῶς δὲ καὶ τὸ μεγάλῳ : ἐμφηναι θέλων τὴν παρατασιν τῶν κυματων⁑ On Iliad 2.212: Θερσίτης : ὠνοματοπε ποιηται τὸ ὄνομα, παρὰ τὸ θέρσος Αἰολικόν : Venetus A (Marciana 454 = 822), folio 28, verso Iliad 2.213-2.237 2.213 ὅσρ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ῄδη 2.214 μάψ, ἀτὰρ οὐ κατα κόσμον ἐριζέμεναι βασιλεῦσιν: 2.215 ἀλλ' ὅ τι οἱ, εἴσαιτο, γελοίϊον Ἀργείοισιν 2.216 ἔμμεναι: αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴ̈λιον ἦλθε: 2.217 φολκὸς ἔην: χωλὸς δ' ἕτερον πόδα: τὼ δέ οἱ ὤμω 2.218 κυρτὼ, ἐπι στῆθος συνοχωκότε: αὐτὰρ ὕπερθε 2.219 φοξὸς ἔην κεφαλὴν. ψεδνὴ δ' ἐπενήνοθε λάχνη. 2.220 ἔχθιστος δ' Ἀχιλῆϊ μάλιστ' ἦν ἢδ' Ὀδυσῆϊ : 2.221 τὼ γὰρ νεικείεσκε: τότ' αὐτ' Ἀγαμέμνονι δίῳ 2.222 ὀξέα κεκληγὼς λέγ' ὀνείδεα: τῷ δ' ἂρ Ἀχαιοὶ 2.223 ἐκπάγλως κοτέοντο: νεμέσσηθέν τ' ἐνι θυμῷ: 2.224 αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ: 2.225 Ἀτρείδη . τέο δ' αῦτ' ἐπιμέμφεαι ἠδὲ χατίζεις: 2.226 πλεῖαί τοι χαλκοῦ κλισίαι: πολλαὶ δὲ γυναῖκες 2.227 εἰσὶν ἐνι κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ 2.228 πρωτίστῳ δίδομεν εὐτ' ἂν πτολίεθρον ἕλωμεν: 2.229 ἠ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι: ὅν κέ τις οἴσει 2.230 Τρώων ἱπποδάμων ἐξ Ἰ̈λίου υἷος ἄποινα. 2.231 ὅν κεν ἐγὼ δήσας ἀγάγω ἠ ἄλλος Ἀχαιῶν . 2.232 ἠὲ γυναῖκα νέην. ἵνα μίσγεαι ἐν φιλότητι. 2.233 ἥν τ' αὐτὸς ἀπο νόσφι κατίσχεαι: οὐ μὲν ἔοικεν 2.234 ἀρχὸν ἐόντα. κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν : 2.235 ὦ πέπονες. κὰκ' ἐλέγχε', Ἀχαιΐδες , οὐκέτ' Ἀχαιοί : 2.236 οἴκαδέ περ συν νηυσὶ. νεώμεθα: τόνδε δ' ἐῶμεν. 2.237 αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴ̈δηται Scholia to Iliad 2.213-2.237 Main scholia On Iliad 2.217: ‡χωλος δ' έτερον πόδα: οἰκείως ἐπὶ δύο, ἠ τὸν ἀριστερὸν: τοῦτο δὲ προς τὸ γελωτοποιεῖν ἧττον γὰρ ἐγελᾶτο εἰ ἄμφω τῶ ποδε⁑ On Iliad 2.219: φοξὸς: φοξὸς εἵρηται ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπο τοῦ φωτὸς ἀπωξυμμένων καθα φησι καὶ Σιμωνίδης αύτη δε φησι φοξίχειλος Ἀργείη κοίλιξ ἔνιοι δὲ κυρίως τὸν ἐπι τὰ φάη τοῦ τέστι τὰ ὄμματα ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν ἀμφοτέρων τὸ πρότερον⁑ On Iliad 2.219: ἐπενήνοθε: ἀπο τοῦ έθω ἐνέθω ήνοθα καὶ ἐπενήνοθα : ὅθεν καὶ ἕνωσις ἡ ἀπο τοῦ θέω ὑπερβιβασμὸς ἔθω ὡς ῥέω ἔρω ἐν συνθέσει ἐνέθω: ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα⁑ On Iliad 2.220: ἔχθιστος δ' Ἀχιλῆϊ . ὅτι Ζηνοδοτος τοῦτον καὶ τοὺς μετ αυτὸν τρεῖς ἡθέτηκεν προς ὑπόθεσιν δέ τινα λέγονται επίτηδες γὰρ τούτων τῶν αγαθῶν ἐπεσβόλον παραγείοχεν: ἱστέον δὲ ὅτι Ἀχιλλεὺς αὐτον ἀναιρεῖ ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθ Ὅμηρον φησὶ γὰρ ὅτι ἐν τῇ Ἀμαζονομαχια ἀνελὼν ὁ Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασίλισσαν ὕστερον προσχὼν τὸ σῶμα αὐτης εὐπρεπὲς πάνυ εἰς ἔρωτα ἤλθεν τῆς προειρημενης βαρέως τὲ ἔφερεν ἐπι τῷ θανάτῳ αὐτῆς: ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσίτης συνήθως ἐλοιδόρει. ἐφ ῷ ὀργισθεις ὁ ἤρως γρονθω παίσας αὐτὸν ἀναιρεῖ παραυτὰ τῶν οδοντῶν αὐτοῦ ἐνεχθεντων χαμαί⁑ On Iliad 2.221: τῷ γὰρ νεικείεσκε: κὰν ταῖς Ἀρισταρχου ἐκδόσεσιν δυϊκῶς εῖχε τὸ τῳ κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως ἐφέρετο⁑ On Iliad 2.225: Ἀτρειδη τέο δ᾽ αὐτ᾽: τοιαῦτα ἢν καὶ τὰ παρα Ἀχιλλέως ἀτὰρ ήν ποτε δασμος ΐκηται σοὶ τό γέρας πολὺ μεῖζον : τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν αγει⁑ On Iliad 2.226: πλειαί τοι χαλκοῦ κλισίαι: ὅτι Ζηνοδοτος γράφει πλεῖαι δὲ γυναικῶν καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν εν οῖς μάλιστα ὁ Θερσίτης γελοιοποιός ⁑ On Iliad 2.227: εἰσὶν ἐνὶ κλισίῃς ὅτι τοῦτον καὶ τὸν ἑξῆς Ζηνόδοτος ἠθέτηκεν ἡ δὲ αιτία προείρηται⁑ On Iliad 2.231-2.234: ὄν κεν ἐγω δήσας ὅτι Ζηνοδοτος τοὺς τέσσαρας ἠθέτηκεν εν οῖς πάλιν ἐστι τὰ γελοιώτατα ⁑ On Iliad 2.235: ὧ πέπονες: ἡ μεν τελευταία τοῦ στίχου τελεία αἱ δὲ μεταξὺ βραχεῖαι διαστολαί πέπονες. ἐλέγχεα: Ἀχαιΐδες . τὸ δὲ πεπον κοινὸν ὁ πέπων καὶ ἡ πέπων καὶ τὰ πεπονα γελωτα δὲ κινεῖ κάκ' ἐλέγχεα καλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχήν Θερσίτης ‡ On Iliad 2.237: γέρα πεσσέμεν: τὰ γέρα ὅ ἐστι τὰς τιμὰς κατέχειν ἡ μεταφορὰ ἀπο τῶν εν γαστρὶ σιτιων: καὶ γὰρ αὐτὰ ἀν μη κρατηθῇ τὸν ὡρισμένον χρόνον ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως οὐ πέπτεται⁑ On Iliad 2.220: ἔχθιστος δ' Αχιλῆϊ : τοῦτο τὸ επος δηλοῖ, ὅτι εν τω πρώτω ζυγῶ τῶν αριστέων ἐτέτακτο μετ Ὀδυσσέως : ἄκρως δὲ υπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς ουκ ηνείχοντο ἐπιγελᾶν ἀνθρώπων πονηρίᾳ: καὶ τὸ παροιμιῶδες: ζητεῖ τοι συνετὸς συνετὸν φίλον, αφρονα δὲ ἄφρων : τοῖς οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος⁑ On Iliad 2.225-2.226: πλεῖαί τοι χαλκοῦ: τὸν ἀμετροεπῆ δεικνυσιν: ἃ γὰρ ἕδει ἐπι τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ελεγεν Ἀγαμέμνων ἀγέραστος ἔω , καὶ ῆσθαι δευόμενον , νῦν προβάλλεται: ἴσως τότε, τῶ πρὸς Αχιλλέα φθόνῳ νικώμενος⁑ On Iliad 2.236: οἴκαδε περ συν νηυσι: συν τῶ στόλῳ: κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου ἐφ όπερ ὁρμήσαντες κατεσχέθησαν: καὶ τὸ φευγωμεν , ἰάσατο⁑ Interlinear scholia On Iliad 2.214: καὶ οὐ κατα λόγον καὶ τάξιν τοῖς βασιλεύσι φιλονεικεῖν On Iliad 2.215: εφαίνετο On Iliad 2.216: αισχρότατος On Iliad 2.217: στραβος On Iliad 2.217: τον ένα On Iliad 2.218: συμπεπτωκότε On Iliad 2.219: οξυκέφαλος On Iliad 2.230: αντὶ ὑιοῦ Intermarginal scholia On Iliad 2.215: εἴσαιτο: ευκτικὸν αντὶ ὁριστικοῦ τοῦ ἐδόκει: ὡς τὸ καὶ νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης On Iliad 2.217: ὅτι ἅπαξ εἴρηται εστι δὲ φολκος ὁ τὰ φάη εἰλκυσμένος ὅ εστιν εστραμμένος⁑ On Iliad 2.223: ὁ τὲ σύνδεσμος ἐγκλιτικὸς ὦν τὴν προ εαυτοῦ συλλαβὴν ὀξύνει⁑ On Iliad 2.232: αντὶ γυναικός Interior scholia On Iliad 2.217: φολκὸς: ὡς ἀνδριαντοπλάστης, ἀπὸ τοῦ καλλιστου ἄρχεται ὡς ὄμματα καὶ κεφαλήν : κάρη κομόωντες ⁑ On Iliad 2.219: ψεδνή: πιθανῶς: ὁπως μη λανθάνη τὸ φοξὸν τῆ κόμη καλυπτόμενον⁑ On Iliad 2.229: ὅτι περισσὸς ὁ και ⁑ Venetus A (Marciana 454 = 822), folio 29, recto Iliad 2.238-2.262 2.238 ἦ ρά τι οἱ χ' ἠμεῖς προσ ἀμύνομεν. ἠὲ καὶ οὐκί: 2.239 ὃς καὶ νῦν Ἀχιλῆα . ἕο μέγ' ἀμείνονα φῶτα 2.240 ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. 2.241 ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν: ἀλλὰ μεθήμων: 2.242 ῆ γὰρ ἂν, Ἀτρείδη νῦν ὕστατα λωβήσαιο: 2.243 ὡς φάτο, νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν 2.244 Θερσίτης : τῷ δ' ὦκα παρίστατο δῖος Ὀδυσσεύς : 2.245 καί μιν ὑπόδρα ἰ̈δὼν χαλεπῷ ἠνίπαπε μύθῳ: 2.246 θερσῖτ' , ἀκριτόμυθε: λιγύς περ ἐὼν ἀγορητής 2.247 ἴ̈σχεο: μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν: 2.248 οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον: βροτὸν ἄλλον 2.249 ἔμμεναι: ὅσσοι ἅμ' Ἀτρείδῃς ὑπὸ Ί̈λιον ἦλθον: 2.250 τῶ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ' ἔχων ἀγορεύοις. 2.251 καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις: 2.252 οὐδέ τι πω σάφα ἴδμεν. ὅπως ἔσται τάδε ἔργα: 2.253 ἦ εὖ, ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν : 2.254 τῶ νῦν Ἀτρείδῃ Ἀγαμέμνονι ποιμένι λαῶν 2.255 ἧσαι ὀνειδίζων: ὅτι οἱ μάλα πολλὰ διδοῦσιν 2.256 ἥρωες Δαναοί . σὺ δὲ κερτομέων ἀγορεύεις: 2.257 ἀλλ' έκ τοι ἐρέω, το δὲ καὶ τετελεσμένον ἔσται: 2.258 εἰ κ' έτι σ' ἀφραίνοντα κιχήσομαι ὡς νύ περ ὧδε. 2.259 μηκέτ' ἔπειτ' Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείῃ: 2.260 μηδ' ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην. 2.261 εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω 2.262 χλαῖνάν τ' ἠδὲ χιτῶνα. τά τ' αἰδῶ ἀμφικαλύπτει: Scholia to Iliad 2.238-2.262 Main scholia On Iliad 2.239: ‡ὃς καὶ νῦν Ἀχιλῆα ὅτι Ζηνόδοτος γράφει ἑοῦ τοῦτο δὲ ασύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ⁑ On Iliad 2.242: η γὰρ ἂν Ἀτρειδη νῦν: προς το σχῆμα ἀντι τοῦ ἐλωβήσω , ἂν ἔβλαψας , ἠ λωβητὸς εγένου⁑ On Iliad 2.246: θερσῖτ᾽ ἀκριτόμυθε: μετα εἰρωνείας ὡς καὶ τὸ λιγύς οἱ δὲ ἀκριτόμυθε ἀντι τοῦ ἀμετροεπὲς πρὸς κατάγνωσιν τῶν εἰρημένων⁑ On Iliad 2.249: ὅσσοι ἅμ Ἀτρείδῃς : οὔτοι ἦσαν κατα μὲν τὸ σύνηθες Πλησθένους καὶ Αεροπης τῆς Ατρέως παῖδες τοῦ Πελοπος ὡς φησὶν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν: ἀλλ' ἐπειδὴ Πλησθένης νέος τελευτᾷ μηδὲν καταλείψας μνήμης νέοι ἀνατραφέντες ὑπο Ατρέως αὐτοῦ παῖδες ἐκλήθησαν⁑ On Iliad 2.255: ὅτι οἱ μάλα πολλά: τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον: πᾶσα γὰρ δίβραχυς λέξις προ ἐγκλιτικοῦ οὐ ἐπιδέχεται ἐπαλληλον ὀξειαν εἰ μὴ ἐπιφέροιτο ἀντωνυμίᾳ δια τοῦ σφ σεσημειωμένου τοῦ ἔνθ' έσαν οἱ πέπλοι ⁑ On Iliad 2.258: εἰ κ' έτι σ αφρείνοντα: ὅτι περισσὸς ὁ κε καὶ ὅτι συνεκδοχῇ εἰ σὲ ἀφραίνοντα κιχήσομαι ὕστερον αὔτης ἐν δε τῇ κατα Φιλημονα τὸν Κρητικὸν κιχήσομαι ἐν Δαναοῖσι δύναιτο δ ἂν τὸ ὡς νύ περ ὦδε ἀκούεσθαι ἁπλούστερον ἀντι τοῦ οὕτως ὡσαύτως ταῦτα ὁ Δίδυμος ⁑ On Iliad 2.260: μηδ' έτι Τηλεμάχοιο πατὴρ : οὔχ ἑαυτῷ νῦν ἀρᾶται ἀλλα τῷ παιδι καὶ ἐστιν ἡ μὲν πρώτῃ κατάρα κατα τοῦ Ὀδυσσέως ἡ δε δευτέρα κατα τοῦ Τηλεμάχου : εἰ γὰρ ἀπόλοιτο ὁ παῖς οὐκ ὰν πατήρ ἐστιν Ὀδυσσεύς ἡ διπλὴ δὲ προδιασυγκρισιν τὰ κατὰ τὴν μελλοντα λόγου τυχεῖν πλείονος⁑ On Iliad 2.262: ‡τά τ' αἰδῶ ἀμφικαλύπτει: Ἀρισταρχος περισπωμένως ἀναγινώσκει: ὁμοίως καὶ τὸ ἠῶ δῖαν ἔμιμνε : καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει: Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αιτιατικὰς περισπᾶ Λητῶ γὰρ ἤλκησε καὶ Πυθῶ δ' ερχομένην επει φησι Λητόα ἐστι καὶ Πυθόα . Διονύσιος δὲ ὁ Θρᾷξ φησὶ κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατα τὸν περισπώμενον τόνον: τὸ μὲν αἰδῶ καὶ ἠῶ: τὰ δὲ ἄλλα κατ οξείαν τάσιν Πυθώ Λητώ ἐχρῆν γάρ φησιν ὁμοίως ἀνεγνωκέναι. οὐκ εὖ δε μέμφεται τῷ Ἀριστάρχῳ εἴ γε ἤδη διάφοραι αἱ εὐθείαι ἠώς αἰδώς Λητῶ δὲ καὶ Πυθώ , ἐστιν οὖν λόγος ὑπερ τῆς Ἀρισταρχείου ἀναγνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος. ὅτι ἐχρῆν μὲν τὸ Πυθῶ περισπᾶσθαι: ἐπειδήπερ Πυθόα ἐστι καὶ τοῦτο ἀπῄτει ἡ συναλιφὴ ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπεστραπται τὸν περισπώμενον τόνον κατα τοῦτο ὠξύνετο: ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξυνοῦμεν: οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικῇ εἰς ϊ λήγει καὶ οὐκ εἰς ω . δεύτερος δὲ λόγος ἀληθής ἐστιν ὡς εὐθεῖᾳ καὶ αἰτιατικῆ ὁμόφωνος οὖσα κατα φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἐπιφέρεται οἱ ταχεῖς τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντως καὶ ἡ αιτιατική. δια τοῦτο οὖν ἡ μὲν αιδῶ αιτιατικὴ καὶ ἠῶ μη κρατούμεναι ὑπο τῆς συνεμπτώσεως κατα τὴν εὐθείαν περισπῶνται κατεχόμεναι τῷ λόγῳ τῆς συναλιφῆς οὐχ ὑπο τοῦ πτωτικοῦ χαρακτῆρος ἡ δὲ Λητῶ καὶ Πυθῶ καίπερ κατεχόμεναι ὑπο τῆς συνεμπτώσεως τῆς φωνῆς κατέχονται καὶ τῷ τόνῳ⁑ Intermarginal scholia On Iliad 2.238: ὅτι τὴν ἀπόφασιν δια τοῦ κ οὐ δια τοῦ χ ⁑ On Iliad 2.247: ὅτι ἔθελε κατὰ συναλιφην⁑ Venetus A (Marciana 454 = 822), folio 29, verso Iliad 2.263-2.287 2.263 αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω 2.264 πεπληγὼς ἀγορῆθεν ἀεικέσσι πληγῇσιν. 2.265 ὡς ὰρ ἔφη: σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω 2.266 πλῆξεν: ὁ δ`' ἰ̈δνώθη: θαλερὸν δέ οι ἔκπεσε δάκρυ: 2.267 σμῶδιξ δ' αἱματόεσσα μεταφρένου ἐξυπανέστη 2.268 σκήπτρου ὑπὸ χρυσέου: ὁ δ' ὰρ ἕζετο. τάρβησέν τε: 2.269 ἀλγήσας δ`': ἀχρεῖον ἰ̈δὼν. ἀπομόρξατο δάκρυ: 2.270 οἱ δὲ, καὶ ἀχνύμενοί περ, ἐπ αὐτῷ ἡδὺ γέλασσαν: 2.271 ὧδε δέ τις εἴπεσκεν, ἰδὼν ἐς πλησίον ἄλλον: 2.272 ὦ πόποι: ῆ δὴ μυρί' Ὀδυσσεὺς ἐσθλὰ ἔοργε 2.273 βουλάς τ' ἐξάρχων ἀγαθὰς. πόλεμόν τε κορύσσων: 2.274 νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν. 2.275 ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ' ἀγοράων: 2.276 οὐ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ 2.277 νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν: 2.278 ὡς φάσαν ἡ πληθύς: ἀνὰ δ' ὁ πτολίπορθος Ὀδυσσεὺς 2.279 ἔστη σκῆπτρον ἔχων: παρα δὲ γλαυκῶπις Ἀθήνη 2.280 εἰδομένη κήρυκι: σιωπᾶν λαὸν ἀνώγει: 2.281 ὡς ἅμα θ' οἱ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν 2.282 μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν: 2.283 ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 2.284 Ἀτρείδη : νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ 2.285 πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν: 2.286 οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν. ἥν περ ὑπέσταν 2.287 ἐνθα δ' έτι στείχοντες ἀπ' Ἄργεος ἱπποβότοιο Scholia to Iliad 2.263-2.287 Main scholia On Iliad 2.272: ἦ δυμυρί: τὸν ἠ περισπαστέον παραλλήλως γὰρ κεῖται τῷ δὴ βεβαιωτικὸς ὦν ὁμοίως τῷ ἠ δὴ λοίγια ἔργα ⁑ On Iliad 2.271: ὦδε δέ τις εἴπεσκεν: κατα Ἀρίσταρχον : οὐδεποτε τοπικῶς ἀλλ αντι τοῦ ούτως τάσσει ὦδε δε τίς εἴπεσκεν ἰδών . ἐπι δὲ τοῦ Ἤφαιστε πρόμολ' ὦδε οὕτως ἀκούει πρόελθε οὕτως ὡς ἔχεις ἐκ προχείρου⁑ On Iliad 2.275: ἔσχ' ἀγοράων: κολάζεται ὁ μὲν εὐφυὴς νουθεσίᾳ: ὁ δὲ ἅκοσμος βασάνοις καὶ ἐιςφοραῖς: ὁ δὲ λελωβημένος βραχεῖα πληγῇ καὶ μεθ όρκων ἀπειλῇ⁑ On Iliad 2.278: ὼς φάσαν ἡ πληθὺς: προς τὸ σχῆμα ὅτι προς τὸ νοητὸν ἀνα δ' ἐστη: τὸ γὰρ ἔννοιαν ἔχον τοῦ πλήθους ὄνομα προς πληθυντικὸν ἐπισυνέζευξεν τὸ φάσαν: ᾧ εἴη ἂν ὅμοιον δερκόμενοι πᾶς δῆμος : καὶ προς τὸ πτολίπορθον ὅτι δια τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον⁑ On Iliad 2.278: ἀνα δ' ὁ πτολίπορθος: ἀνέστη δὲ ὁ τὰς πόλεις πορθῶν ὁ πολεμικὸς Ὀδυσσεὺς ἵν ᾖ ὑπερβατὸν ὁ τρόπος προκατεςκεύασεν δὲ αὐτῷ ὁ ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν τὴν κατα τοῦ δουρείου ἵππου κατασκευὴν οὗ εἰσαχθεντος ἐπορθὴθη ἡ Ἴλιος ὡσ καὶ ἀλλαχόσε τῆσ ποιήσεως φησὶ σῂ δ' εἴλω βουλῂ πόλεις Πριάμοιο ἄνακτος ⁑ On Iliad 2.279: ἔστη σκῆπτρον ἔχων: τρία ῥητορικῆς ἤδη: συμβουλευτικόν: ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς ὡς νῦν. δικανικόν ἐκ κατηγορίας καὶ ἀπολογίας. ὡς δύο δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς : πανηγυρικόν εξ εγκωμίου καὶ ψόγου: ὡς μάκαρ Ατρείδη καὶ οἱνοβαρὲς κοινὸς ὄμματ' ἔχων ⁑ On Iliad 2.284: Ἀτρείδη , νυν δη γάρ σε: ὅτι αὕτη ἡ γραφὴ ἡ δια τοῦ γὰρ μετα τῆς προσηγορίας καὶ τὸν λόγον ἔχει: ἔθος δὲ αὐτῷ ἀπο τοῦ γάρ ἄρχεσθαι, ὧ πόποι ῆ γὰρ ὀΐω ἐϋκνημιδας Ἀχαιούς ⁑ Interlinear scholia On Iliad 2.269: οξύνεται μετοχη γάρ εστι On Iliad 2.270: δια τὸ θέλειν ὑποστρέψαι Intermarginal scholia On Iliad 2.276: ὅτι τὸ μεν πάλιν εἰς τοῦπίσω τὸ δὲ αῦτις χρονικὸν ἐξ υστέρου On Iliad 2.278: οὕτως Ἀρισταρχος πτολίπορθος ἄλλοι δὲ δια τοῦ ε οὐκ ορθῶς On Iliad 2.286: προς τὴν ἐναλλαγὴν τοῦ χρόνου ὅτι ἀντι εκτελέσουσιν ⁑ Interior scholia On Iliad 2.264: ὅτι αντὶ πλήσσων τὸ παθητικὸν παρειληφεν⁑ Venetus A (Marciana 454 = 822), folio 30, recto Iliad 2.288-2.312 2.288 Ἴ̈λιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι: 2.289 ὥς τε γὰρ ἠ παῖδες νεαροὶ χῆραί τε γυναῖκες 2.290 ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι: 2.291 ῆ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι: 2.292 καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο. 2.293 ἀσχαλάᾳ σὺν, νηῒ πολυζύγῳ: ὅν περ ἄελλαι. 2.294 χειμέριαι ἰ̈λέωσιν ὀρινομένη τε θάλασσα: 2.295 ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς 2.296 ἐνθάδε μιμνόντεσσι: τῶ οὐ νεμεσίζομ' Ἀχαιοὺς 2.297 ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν: ἀλλὰ καὶ ἔμπης 2.298 αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι: 2.299 τλῆτε φίλοι: καὶ μείνατ' ἐπὶ χρόνον, ὄφρα δαῶμεν 2.300 εἲ ἐτεὸν Κάλχας μαντεύεται ηἒ καὶ οὐκί: 2.301 εὖ γαρ δὴ τόδε ἴ̈δμεν ἐνι φρεσίν. ἐστὲ δὲ πάντες 2.302 μάρτυροι: οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι: 2.303 χθιζά τε καὶ προωῒζ' ὅτ' ἐς Αὐλίδα νῆες Ἀχαιῶν 2.304 ἠγερέθοντο. κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι: 2.305 ἡμεῖς δ' ἀμφὶ περι κρήνην: ἱεροὺς κατα βωμοὺς. 2.306 έρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας. 2.307 καλῇ ὑπο πλατανίστῳ: ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ. 2.308 ἔνθ' ἐφάνη μέγα σῆμα: δράκὼν ἐπι νῶτα δαφοινὸς . 2.309 σμερδαλέος: τόν ρ' αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ: 2.310 βωμοῦ ὑπαΐξας, πρός ῥα πλατάνιστον ὄρουσεν: 2.311 ἔνθα δ' έσαν στρουθοῖο νεοσσοὶ. νήπια τέκνα. 2.312 ὄζῳ ἐπ ακροτάτῳ. πετάλοις ὑποπεπτηῶτες. Scholia to Iliad 2.288-2.312 Main scholia On Iliad 2.289-2.290: ὥς τε γὰρ ἠ παῖδες νεαροί: ἄμφω παρέτεινε τὸ μεν τὸ νεαροὶ τὸ δὲ τῷ χεῖρε : οἱ μὲν γὰρ εὐθὺ κόρον τῆς ἀγορᾶς λαβόντες ΐενται οἴκαδε αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μη κεκτημέναι κωμωδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς ὡς οὐ δια τὴν ὑπερτελειαν τῶν πολεμίων δια δὲ τὸ ϊδίᾳ μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν⁑ On Iliad 2.292: καὶ γάρ τις θ' ἕνα μῆνα μένων: τινὲς ἀνέγνωσαν ἅπο ἧς ἀλόχοιο κατα ἀναστροφὴν ἵνα σιμαίνηται τὸ ἄπωθεν: ἄμεινον δὲ πείθεσθαι τῇ κατηθισμένῃ ἀναγνώσει συντέτακται γὰρ τῇ γενικῇ⁑ On Iliad 2.299: τλῆτε φίλοι: ὅτι Ζηνοδοτος γράφει ἔτι χρόνον ἀπιθάνως ἔμφασις γὰρ γίνεται πολλοῦ χρόνου δια τοῦ ετι ⁑ On Iliad 2.303: χθιζά τε καὶ πρωῒζ: κατεσμίκρυνε τὸν ενναέτη χρόνον ἵνα μὴ δια τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγανακτῆσαι τοὺς Ἕλληνας ⁑ On Iliad 2.305-2.309: ἡμεῖς δ' ἀμφι περι κρήνην: ἕως ἀγλαὸν ὕδωρ ὑποστικτέον καὶ τὸ ἔνθα ἵν ᾖ τοπικὸν δια τὴν πλατάνιστον χρονικὸν δια τὸ χθιζά τε καὶ πρωΐζ' περιέχεται δὲ καὶ τέλη ἔσσας ἐκατόμβας ὑποστίζειν ἵνα συνάπτηται καλῇ ὑπο πλατανίστῳ ἕως σμερδαλέος . δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τὸ χθιζα τε καὶ πρωῒζ ἵνα πάντα συνημμένα ἢ ἐκ τοῦ εὖ γὰρ δὴ τόδε ἴδμεν ⁑ On Iliad 2.307: καλὴ ὑπο πλατανίστῳ: τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ: διυδατίζεσθαι δὲ θέλει ἡ πλάτανος καὶ ἐστιν ἐπιτηδεία προς γένεσιν στρουθῶν: On Iliad 2.308: δράκων: τοῦτο τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασι φησὶ σθένιος οὕτως γὰρ ἱστόρεται Διονυσίῳ ἐν τῷ ε τῶν Ἀπόρων ⁑ On Iliad 2.311: στρουθοῖο: οἱ στρουφοὶ Ἀφροδίτης χρόνον τε δηλοῦσιν ἐπεὶ πτηνὸς ὁ χρόνος: ὁ δε λίθος ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος ὅ τε μὲν ἐφ' ὑψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν Ἴλιον οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ολιγοχρόνιον τῶν Τρώων μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται: ἡ δὲ ενάτη μήτηρ τῆς ἐνναετηρίδος τοῦ πολεμου τὸ ἐναγώνιον ἐσήμανεν. ἡ δὲ δια τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι ὑδατος ἄφιξιν τῶν Ἑλληνων : τὸ δὲ περιλειφθηναι τὴν νοσσιὰν τὸ μη παντελῶς ἠφανίσθαι τὸν τόπον οἰκεῖται γὰρ ἕως τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις ἡ το δυσδιεξόδευτον τῶν νόστων: ἡ ὅτι εἰς λίθους περιστήσεται τὸ τελος τοῦ πολεμου. ἔστι δὲ σῆμα μὲν τὸ παρα τόπον γινόμενον ὡς μέλισσαι ἠ πτηνοὶ ἢ μύρμηκες ἐν οἴκω: τέρας δὲ τὸ παρα φύσιν τοῦτο οὖν ἄμφω εἶχεν σῆμα μὲν τὸ επ ακρῳ τῷ φυτῷ εῖναι τὴν νοσσιὰν τέρας δὲ τὸ ὀκτῶ τετοκέναι ἑπτὰ γὰρ τίκτει ὧν τὸ ἓν ούριον εᾷ εῖναι⁑ On Iliad 2.311: στρουθοῖο: ὡς ἀπο ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις: Χαίριδι δὲ ἥρεσκε βαρύνειν καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισύλλαβα μονογενῆ φύσει μακρᾷ παραληγόμενα ἐβαρύνετο Ξοῦθος Ζῆθος καὶ μῦθος : ἔχει δὲ ἡ τετριμμένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν ἐτυμολογοῦσι γὰρ τὸ ζῷον παρα τὸ μετὰ οἴστρου θέειν τὰ δὲ παρα τοῦτο τὸ ῥῆμα ἑωρῶμεν ὀξυνόμενα ὥσπερ τὸ αγαθός καὶ βοηθος⁑ Interlinear scholia On Iliad 2.293: παρα On Iliad 2.302: επι του λοιμοῦ Intermarginal scholia On Iliad 2.291: προς τὸν πονον ὅτι ἀντὶ έργον οὐδέποτε γὰρ ούτως εἷπε τὴν αλγηδόνα⁑ On Iliad 2.300: ὅτι δια τοῦ κ γραπτέον οὐ δια τοῦ χ και το ἠ ετεον δια τοῦ η Ἀρισταρχος ⁑ Interior scholia On Iliad 2.291: ὁμοίως τὸν η περισπαστέον⁑ On Iliad 2.292: ἀπὸ ἧς τῆ γενικῇ δεῖ συντάττειν⁑ Exterior scholia On Iliad 2.294: ειλέωσιν On Iliad 2.300: εἰ ἐτεὸν Venetus A (Marciana 454 = 822), folio 30, verso Iliad 2.313-2.337 2.313 ὀκτὼ: ἀτὰρ μήτηρ ἐνάτη ἦν; ἣ, τέκε τέκνα: 2.314 ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας. 2.315 μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα: 2.316 τὴν δ' ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιᾰχυῖᾰν; 2.317 αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγεν στρουθοῖο καὶ αὐτήν, 2.318 τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς. ὅς περ ἔφηνε: 2.319 λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω: 2.320 ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη: 2.321 ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας. 2.322 Κάλχας δ' αὐτίκ' ἔπειτα θεοπροπέων ἀγόρευε: 2.323 τίπτ' ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί : 2.324 ἡμῖν μὲν τόδ' ἔφηνε τέρας μέγα μητίετα Ζεὺς 2.325 ὄψιμον ὀψιτέλεστον. ὅ οὑ κλέος οὔ ποτ' ὀλεῖται: 2.326 ὡς οὗτος κατὰ τέκν' ἔφαγε, στρουθοῖο καὶ αὐτὴν, 2.327 ὀκτὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν. ἣ τέκε τέκνα. 2.328 ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι: 2.329 τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν: 2.330 κεῖνος θ' ὣς ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται: 2.331 ἀλλ' άγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ 2.332 αὐτοῦ. εἰσόκεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν: 2.333 ὡς ἔφατ': Ἀργεῖοι δὲ μέγ' ΐαχον: ἀμφὶ δὲ νῆες 2.334 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν . 2.335 μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο: 2.336 τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ : 2.337 ὦ πόποι: ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε Scholia to Iliad 2.313-2.337 Main scholia On Iliad 2.314: ‡ἔνθ᾽ ὅ γε τοὺς ἐλεεινὰ: ὅτι Ζηνόδοτος γράφει τιτίζοντας εὐτελὴς δὲ ἡ λέξις κατα φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν: οἱ δε κατεσθιόμενοι τρίζουσιν⁑ On Iliad 2.316: πτερύγος παροξυτόνως: καὶ ὁ μὲν κανὼν θέλει προπαροξυτόνως ὡς δοίδυκος ἀλλ' επειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀριστάρχῳ πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ⁑ On Iliad 2.316: ἀμφιαχυῖαν. μετοχή εστι διὃ προπερισπαστέον σημειωτέον δὲ τὸν ἐν αρχῆ χρόνον ὅτι συνεστάλη τὸ α : On Iliad 2.318: τὸν μὲν ἀρίζηλον: ὅτι Ζηνοδοτος γράφει: ἀρίδηλον καὶ τὸν ἐχόμενον προσέθηκεν τὸ γὰρ ἀρίδηλον ἄγαν ἐμφανὲς, ὅπερ ἀπίθανον ὃ γὰρ ἐὰν πλάσῃ τοῦτο ἀναιρεῖ: λέγει μέντοι γε. ὅτι ὁ φήνας αὐτὸν θεὸς καὶ ἄδηλον ἐποίησεν⁑ On Iliad 2.320: ἡμεῖς δ' εσταότες θαυμάζομεν⁑ ὅτι ἀντι τοῦ ἐξεπληττόμεθα οὐχ ὡς ἐνίοτε τίθησιν ἀντι ψιλοῦ τοῦ θεάσασθαι⁑ On Iliad 2.323: τίπτ' ἄνεῳ κατα στέρησιν τῆς ἰωῆς ὅ ἐστι φωνῆς. ὦδε δὲ μετα τοῦ ϊ οἷον οἱ ἄνεῳ ἐπι δε τοῦ ἡ δ' ἄνεω δῆν ἧστο δίχα τοῦ ϊ ⁑ On Iliad 2.328: ὡς ἡμεῖς τοσσαῦτ᾽ ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν ἐπι τῆς Αὐλίδος αὐτὸς ὢν ἐπι τῆς Τροίας διὃ κέχρηται τῷ αὖθι τοπικῷ ἀντι τοῦ αὐτόθι ὅπου νῦν ἐσμέν⁑ On Iliad 2.329: τῷ δεκάτω δὲ δια τί οὐχι ενάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν πόρθησιν καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης. ὀκτῶ ἀτὰρ μήτηρ ἐνάτη ἦν ἢ ὅτι τῶν εννέα πληρωθέντων ἀνάγκῃ νοεῖν τὸν ἐπέκεινα δεκατον ἢ καὶ τὸν δράκοντα αὐτὸν δεῖ συναριθμεῖν ὡς ἐστι δέκατος ὡς όλου τοῦ αγῶνος ἐν τούτῳ μελλοντος παύεσθαι⁑ On Iliad 2.333-2.335: ὣς έφατ' Ἀργεῖοι δὲ μέγ' ἴ¨αχον⁑ επι τὸ ΐαχον διαστολὴ καὶ επι τὸ Αχαιῶν ὑποστιγμῆ. δια μέσου δὲ τὸ ἀμφι δὲ νῆες καὶ τὰ εξής ἕως Ἀχαιῶν : καὶ τὸ εξῆς ἐστιν ΐαχον μῦθον ἐπαινήσαντες . ἐὰν δὲ στίζωμεν γίνεται σολοικισμὸς ἀϋσάντων ὑπ Αχαιῶν μῦθον ἐπαινήσαντες ⁑ On Iliad 2.336: Γερήνιος ἱππότα Νέστωρ : ἀντι τοῦ ἱππικὸς νῦν δὲ φυγάς : ὁ γὰρ ποιητὴς τὸ ἱππότης νῦν ἀντι τοῦ φυγὰς κέχρηται: Ἡρακλῆς γὰρ ἐπιστρατεύσας τῇ Πύλῳ δια τὸ μη καθαρθῆναι αὐτὸν ὑπο Νηλέως τὸν Ϊφίτου φόνον καὶ δια τὴν τῶν Νηλεϊδῶν δὲ ἀφροσύνην πολὺς ἢν πορθῶν τὴν πόλιν καὶ ἐφ ὅσον μὲν Περικλύμενος ὁ Νηλεὺς ἔζη. δυσάλωτος ἢν ἡ πόλις αφ ἀμφιβιος γὰρ εγένετο ἐκεινος καὶ δὴ γενόμενον αὐτὸν μέλισσαν καὶ στάντα ἐπι τοῦ Ἡρακλέους ἅρματος Ἀθηνα εἰκάσασα Ἀθηνᾶ εποίησεν αναιρεθῆναι τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος πορθηθείσης τῆς Πύλου καὶ τῶν ια αδελφων αὐτοῦ ἀναιρεθέντων μόνος περιελήφθη διὃ καὶ Γερηνιος ὠνομάσθη: ἱστορεῖ Ἱσίοδος ἐν Καταλόγοις ⁑ On Iliad 2.337: ὦ πόποι: στικτέον ἐπι τὸ ὦ πόποι κομματικὸν γὰρ καὶ μᾶλλον ἐμφαίνει καθ εαυτὸ λεγόμενον⁑ Intermarginal scholia On Iliad 2.330: οὕτως Ηρωδιανὸς δια τοῦ θ Αρισταρχος δια τοῦ τ : On Iliad 2.337: διασταλτέον ἐπι τὸ πώποι μαλλον γὰρ ἐμφαίνει καθ εαυτὸ λεγόμενον‡ Exterior scholia On Iliad 2.324: μὲν Venetus A (Marciana 454 = 822), folio 31, recto Iliad 2.338-2.362 2.338 νηπιάχοις. οἷς οὔ τι μέλει πολεμήϊα ἔργα 2.339 πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν: 2.340 ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν. 2.341 σπονδαί τ' ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν: 2.342 αύτως γάρ ῥ' ἐπέεσσ' ἐριδαίνομεν, οὐδέ τι μῆχος 2.343 εὑρέμεναι δυνάμεσθα: πολὺν χρόνον ἐνθάδ' ἐόντες: 2.344 Ἀτρείδη : σὺ δέ θ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν 2.345 ἄρχευ, Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας: 2.346 τοῦσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο: τοί κεν, Ἀχαιῶν 2.347 νόσφιν βουλεύωσ'. ἄνυσις δ`' οὐκ ἔσσεται αὐτῶν 2.348 πρὶν Ἄργος δ' ϊέναι. πρὶν καὶ Διὸς αἰγιόχοιο 2.349 γνώμεναι. εἴ τε ψεῦδος ὑπόσχεσις, εἴ τε καὶ οὐκί: 2.350 φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα 2.351 ἤματι τῷ, ὅτε, νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον 2.352 Ἀργεῖοι : Τρώεσσι φόνον καὶ κῆρα φέροντες: 2.353 ἀστράπτων ἐπιδεξὶ', ἐναίσιμα σήματα φαίνων: 2.354 τῶ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι. 2.355 πρίν τινα παρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι. 2.356 τίσασθαι δ`' Ἑλένης ὁρμήματά τε στοναχάς τε: 2.357 εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι, 2.358 ἁπτέσθω ἧς, νηὸς ἐϋσσέλμοιο μελαίνης. 2.359 ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ: 2.360 ἀλλὰ ἄναξ. αὐτός τ' εὖ, μήδεο: πείθεό τ' ἄλλῳ: 2.361 οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττι κεν εἴπω: 2.362 κρῖν' ἄνδρας κατα φῦλα, κατα φρήτρας Ἀγάμεμνον . Scholia to Iliad 2.338-2.362 Main scholia On Iliad 2.340: ‡ πῃ δὴ συνθεσίαι τε: τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται τοῦ ἁπῆλθον αἱ συνθήκαι καὶ τὰ ὅρκια σπονδαί τε καὶ δεξιαὶ ἵν ᾖ καὶ τὸ βήσετε ἀντι τοῦ ἔβησαν καὶ τὸ γενοίατο ἀντι τοῦ γένοιτο : καὶ τὸ ἐριδαίνομεν ἀντι παρῳχημένου ἵν ἥ μάχην εφιλονείκουν ἐν λόγοις μόνον ὑπισχνούμενοι καὶ τὸ ἀγοράασθε ἀντι τοῦ ἠγοράασθε τότε ὅτε συνετίθεσθαι τῶ Ἀγαμέμνονι On Iliad 2.339: πῇ δὴ συνθεσίαι τε: τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπι μνηστείαν τῆς Ἑλένης παρόντων δια γενόμενος καὶ τὸ κάλλος Τυνδάρεως ὁ πατηρ αὐτῆς ὥς τινες φασὶ φυλασσόμενος μή ποτε ἕνα αὐτὸν προκρίνας τοὺς ἄλλους ἐχθροὺς ποιήσῃται: κοινὸν αὐτὸν ἔλαβεν όρκον ἠ μῆν τῷ ληψομένω τὴν παῖδα ἀδικουμένῳ περι αυτὴν σφόδρα πάντας ἐπαμύνειν: διὅπερ Μενελάῳ αὐτὴν ἐκδίδωσιν: καὶ μετ ου πολὺ ἁρπασθείσης αὐτῆς ὑπο Ἀλεξανδρου ἐκοινώνησαν τῆ στρατείᾳ δια τοὺς γενομένους όρθρους ἡ ἱστορία παρὰ Στησϊχόρω ⁑ On Iliad 2.341: σπονδαί τ' ἄκρητοι: ὅτι ὅταν λέγῃ ἐν ἄλλοις κρητῆρι δὲ οἶνον μίσγον οὐ σημαίνει τὸ ὕδατι κιρνασθαι ἀλλα τὸν τῶν Τρώων καὶ τῶν Αχαιῶν μίσγον⁑ On Iliad 2.347: ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν: ἐντελῆς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν ὥστε προ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελοπόννησον πρὶν γνῶμεν τὴν Διὸς γνώμην: τὸ δὲ α προ τοῦ ν ψιλοῦται πλὴν τοῦ ἁνδάνω ⁑ On Iliad 2.348: πρὶν Ἄργος δ' ϊέναι: ἀμφιβολος ὁ λόγος διαστελλόντων ἡμῶν ἐπι τὸ αυτὸ ἠ συναπτόντων μέχρι τοῦ ϊέναι ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν: οὐδὲν ἐπινοήσουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου. ἠ τοῦτο ‘ἀνύσουσι δὲ οὐδεν πρὶν ὑποστρέψαι τὲ ἡμᾶς καὶ πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου ἀντεστραμμένου τοῦ λόγου⁑ On Iliad 2.346: ἕνα καὶ δύο: εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον : ἕτεροι δὲ ἕνα καὶ δύο ἀντι τοῦ Θερσίτην καὶ ἕτερον τοιουτον⁑ On Iliad 2.349: γνώμεναι εἴ τε ψεῦδος ὅτι δια τοῦ κ καὶ οὐ δια τοῦ χ : On Iliad 2.349: εἴτε ψευδος ὑπόσχεσις: ταῦτα παρα τοῖς Στωϊκοῖς λεκτὰ καλοῦνται τὰ προς τὴν σημασίαν φερόμενα: ψευδος τὸ επαγγελμα⁑ On Iliad 2.353: αστράπτον ἐπιδεξι', ὅτι ἀκατα˙λλήλως θέλει γὰρ κατανεῦσαι ἀστράπτοντα διασταλτέον δὲ βραχὺ ἐπιδεξι' ἀσύνδετος γὰρ ὁ λόγος λείποντος τοῦ και καὶ ἀστράπτων καὶ φαῖνων ⁑ On Iliad 2.353: πριν τινα περ Τρώων οὕτως Ἀρίσταρχος δια τοῦ ε καὶ τὰ ὑπομνήματα: On Iliad 2.356: τίσασθαι δ' Ἑλένης: προς τοὺς Χωρίζοντας ἔφασαν γὰρ τὸν μὲν τῆς Ἰλιάδος ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν δια τὸ βίᾳ ἀπῆχθαι ὑπο τοῦ Ἀλεξάνδρου τὸν δε τῆς Ὀδυσσείας ἑκοῦσαν οὐ νοοῦντες ὅτι οὐκ έστιν επ αυτῆς ὁ λόγος ἀλλ' έξωθεν πρόθεσιν τὴν περὶ δεῖ λαβεῖν ἵ¨ν ᾖ περι Ἑλένης . καὶ ἐστιν ὁ λόγος τιμωρίαν λαβεῖν ἀνθ ῶν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περι Ἑλένης παραλειπτικὸς γὰρ προθέσεων ἐστιν ὁ ποιητής⁑ On Iliad 2.356: ὁρμήματα. μεριμνήματα ὡς αὐτῆς ἀκουσίως παρα τοῖς πολεμίοις οὔσης ἵνα ἀξιόχρεως ἦ βοηθεῖσθαι⁑ On Iliad 2.359: θάνατον καὶ πότμον: εὐθὶς προπάντων εκεῖνος ἐπὶ θάνατον ἔλθῃ καὶ ἀναπληρώσῃ τὴν εἰμαρμένην⁑ On Iliad 2.359: ἀλλὰ ἄναξ: αὐτος τ' εῦ: ἀποστρέφει τὸν λόγον ἀπο τῶν Ἑλλήνων προς τὸν Ἀγαμέμνονα καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή⁑ Interlinear scholia On Iliad 2.355: ἀντὶ Τρῶος Intermarginal scholia On Iliad 2.347: ὅτι βουλεύωσιν αἱ Αριστάρχου : On Iliad 2.350-2.352: διασταλτεον επι τὸ Κρονίω ν επι δε τὸ φεροντες ὑποστιγμη⁑ Interior scholia On Iliad 2.346: ἕν ἐστι τὸ τοῦσδε διὸ προπερισπαστέον:⁑ On Iliad 2.360: τὸ σχημα ἀποστροφη⁑ Exterior scholia On Iliad 2.351: ἐπωκυποροισιν Venetus A (Marciana 454 = 822), folio 31, verso Iliad 2.363-2.387 2.363 ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ: φῦλα δὲ φύλοις: 2.364 εἰ δέ κεν ὡς έρξῃς. καί τοι πείθωνται Ἀχαιοί , 2.365 γνώσῃ ἔπειθ'. ὅς θ' ἡγεμόνων κακὸς. ὅς τέ νυ λαῶν. 2.366 ἢδ' ὅς κ' ἐσθλὸς ἔῃσι. κατα σφέας γὰρ μαχέονται: 2.367 γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις 2.368 ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο: 2.369 τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων . 2.370 ῆ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν : 2.371 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον . 2.372 τοιοῦτοι, δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν : 2.373 τῶ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος 2.374 χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε: 2.375 ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν. 2.376 ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει: 2.377 καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης 2.378 ἀντιβίοις ἐπέεσσιν. ἐγὼ δ' ἦρχον χαλεπαίνων: 2.379 εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα 2.380 Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν. 2.381 νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα : 2.382 εὖ μέν τις δόρυ θηξάσθω. εὖ, δ' ἀσπίδα θέσθω: 2.383 εὖ, δέ τις ἵ̈πποισιν δεῖπνον δότω ὠκυπόδεσσιν: 2.384 εὖ, δέ τις ἅρματος ἀμφὶς ἰ̈δὼν, πολέμοιο μεδέσθω: 2.385 ὥς κε, πανημέριοι στυγερῷ κρινώμεθ' Ἄρηϊ : 2.386 οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιὸν. 2.387 εἰ μὴ νὺξ ἐλθοῦσα διακρίνεει μένος ἀνδρῶν: Scholia to Iliad 2.363-2.387 Main scholia On Iliad 2.368: ἢ ἀνδρῶν κακότητι Πτολεμαῖος περισπᾷ τὸν ἦ διαπορητικὸν ἐκδεχόμενος εἰσὶ δὲ οἳ ὀξύνουσιν ὥσπερ καὶ οἱ περι τὸν Ἀλεξίωνα ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν η : On Iliad 2.368: καὶ ἀφραδίη πολέμοιο ἐζήτηται δια τί ταύτην τὴν τάξιν προ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φιλόσοφος ὣν τῶν Ἑλλήνων ἤρκει προσ τὸ συνέχειν τοὺς βαρβάρους καὶ καλῶς ἐκείνῳ θαρρῶν οὐκ εποίει τοῦτο νῦν δὲ αὐτοῦ μηνιόντος εἰκότως ἀσφαλευτέραν διάταξιν εἰσάγει⁑ On Iliad 2.371: αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη : ἐντεῦθεν τινὲς ὀνομάζουσιν Ἀθηναῖον γεγονέναι τὸν ποιητὴν τὸ γὰρ Ἀθηναίη Ἀττικὸν καὶ ἴδιον εἶναι τὸν όρκον φασὶ τῶν Ἀθηναίων ⁑ On Iliad 2.373: τῶ κε τάχ᾽ ἠμύσειε: τὸ τῶ πολλὰ σημαίνει ἐπι μὲν τοῦ τοιούτου περισπᾶται καὶ τὸ ϊ οὐκ ἔχει⁑ On Iliad 2.374: ἁλοῦσα τε περθομένη τε: ἐζητηται δια τί Ὀδυσσέως κατασχόντος διαλόγον τοὺς όχλους καὶ τοιοῦτον πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς, νῦν δύναμιν ἐν τῶ λέγειν δύναμιν προσμαρτυρεῖ ἤτοι ὅτι ὡς δυναμικωτέρῳ προκατειλημμένων τῶν ἐπιχειρημάτων Ἀθηνᾶ τε καὶ Ὀδυσσεῖ ὅμως εὐπορῆσαι λόγον: ἠ ὅτι ὁ μὲν μόνον ὠνείδισεν: Νέστωρ δὲ συν τῇ διατάξει καὶ συμβουλίᾳ καὶ τὰς ἀστραπὰς εἶπεν βεβαιότερον γὰρ νίκης φῶς⁑ On Iliad 2.380: οὐδ' ἠβαιον: οἱ μὲν τὸ πληρες φασὶ βαιόν οἱ δε ηβαιόν : ἐστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπο τοῦ η ποιεῖν τὴν ἀρχὴν, ἀεὶ ἐλθόντες δ' ἠβαιόν παρα μέντοι τοῖς νεωτέροις δισσῆ ἡ χρῆσις βαιὸν ὑπερ Ποταμοῖο καὶ Καλλίμαχος δὲ ἠβαιὴν οὔτι κατὰ πρόφασιν ⁑ On Iliad 2.381: νῦν δ' ἔρχεσθ' ἐπι δειπνον. δειπνον τὸ εωθινὸν ἄριστον ὃ δι ανάγκην προ τοῦ δέοντος ποιοῦνται δόρπον δὲ τὸ εσπερινόν δοροπόν τι ὢν τὸ μετα τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἐσθ' ότε πᾶσαν τροφήν: Αἰσχύλος δὲ κακῶς. ἄριστα δεῖπνα δόρπα θ' αιρεῖσθαι⁑ On Iliad 2.382: εὖ μέν τις δόρυ. δύο συνέπλεξε σχήματα ὁμοιοτέλευτον καί ἐπαναφορὰν ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν καταλῆγον δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων⁑ On Iliad 2.385: ὥς κε πανημέριοι: ὅτι παρεληλυθυίας λέγει τῆς ἡμέρας ἤδη τὸ πανημέριοι ἐπι τοῦ ἀπολείποντος αὐτοῦ μέρους καὶ οὐ πάντως τὸ ἀπ ανατολῆς μέχρι δύσεως λέγει πρόπαν ῆμαρ ⁑ On Iliad 2.385: κρινώμεθ' Ἄρηϊ τούτῳ τῷ ὀνόματι τετραχῶς κεχρηται ὁ ποιητής: ἐπι μὲν τοῦ πολέμου ὡς ἐνταῦθα: ἐπι δε τοῦ σιδήρου αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν καὶ ἐνθά δ' ἔπειτ' ἀφίειμένος ὄβριμον Ἄρης : ἐπι δε αὐτοῦ τοῦ θεοῦ οὕτως καὶ δ' αύτ' ἡκυμάμυια ἄγει βροτολοιγὸν Ἄρηα καὶ πάλιν ἐς δὲ Τρῶας Ἄρης κορυθαιόλος πόλεμον δέ: ἐπι δὲ τῆς πληγῆς. ἔνθα μάλιστα γίνεται Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν ⁑ Intermarginal scholia On Iliad 2.373: απο τῶν ὀφθαλμῶν οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται⁑⁑ On Iliad 2.377: δια τοῦ η αἱ Αριστάρχου καὶ ἔστιν ὁμοιον τῷ μαχήσονται περὶ σεῖο ⁑⁑ Exterior scholia On Iliad 2.387: διακρινέει Venetus A (Marciana 454 = 822), folio 32, recto Iliad 2.388-2.412 2.388 ἱ̈δρώσει μέν τευ τελαμὼν ἀμφι στήθεσφιν 2.389 ἀσπίδος ἀμφιβρότης. περ δ' ἔγχεϊ χεῖρα καμεῖται: 2.390 ἱ̈δρώσει δέ τευ. ἵππος ἐΰξοον ἅρμα τιταίνων: 2.391 ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω 2.392 μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν. οὔ οἱ ἔπειτα 2.393 ἄρκιον ἐσσεῖται: φυγέειν κύνας ἠδ`' οἰωνούς: 2.394 ὡς ἔφατ': Ἀργεῖοι δὲ, μέγ' ΐαχον. ὡς ὅτε κῦμα 2.395 ἀκτῇ ἐφ' ὑψηλῇ. ὅ, τε κινήσῃ Νότος ἐλθών 2.396 προβλῆτι, σκοπέλῳ: τὸν δ`' οὔ ποτε κύματα λείπει 2.397 παντοίων ἀνέμων, ὅτ' ὰν ἔνθ' ἢ ἔνθα γένωνται: 2.398 ἀνστάντες δ' ὀρέοντο. κεδασθέντες κατὰ νῆας: 2.399 κάπνισάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο: 2.400 ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων. 2.401 εὐχόμενος θάνατόν τε φυγεῖν. καὶ μῶλον Ἄρηος : 2.402 αὐτὰρ ὃ, βοῦν ἱ̈έρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 2.403 πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι : 2.404 κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν : 2.405 Νέστορα μὲν πρώτιστα. καὶ Ἰ̈δομενῆα ἄνακτα: 2.406 αὐτὰρ ἔπειτ' Αἴαντε δύω. καὶ Τυδέος υἱόν: 2.407 ἕκτον δ' αὖτ' Ὀδυσῆα Διῒ μῆτιν ἀτάλαντον: 2.408 αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος . 2.409 ᾔδεε γὰρ κατὰ θυμὸν, ἀδελφεὸν ὡς ἐπονεῖτο: 2.410 βοῦν δὲ περιστήσαντο. καὶ οὐλοχύτας ἀνέλοντο: 2.411 τοῖσιν δ`' εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων : 2.412 Ζεῦ κύδιστε: μέγιστε: κελαινεφὲς. αἰθέρι ναίων: Scholia to Iliad 2.388-2.412 Main scholia On Iliad 2.389: ἀσπίδος ἀμφιβρότης: ὅτι περιφερεὶς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες⁑ On Iliad 2.389: ἀμφιβρότης: ἐν τῇ συνθέσει προσλαμβάνει τὸ βροτός ὡς κεχρεωστημένον τοῦτο δὲ οὐχ οὕτως: Venetus A (Marciana 454 = 822), folio 32, verso Iliad 2.413-2.437 2.413 μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν. 2.414 πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον 2.415 αἰθαλόεν: πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα: 2.416 Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι 2.417 χαλκῷ ῥωγαλέον: πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι 2.418 πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν: 2.419 ὡς ἔφατ'. οὐδ' ἄρα πώ οἱ, ἐπεκραίαινε Κρονίων : 2.420 ἀλλ' ὅ γε δέκτο μὲν ϊρὰ. πόνον δ`' ἀμέγαρτον ὄφελλεν. 2.421 αὐτὰρ ἐπεί ρ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο. 2.422 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν: καὶ ἔδειραν: 2.423 μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν 2.424 δίπτυχα ποιήσαντες. ἐπ' αὐτῶν δ' ὠμοθέτησαν: 2.425 καὶ τὰ μὲν ὰρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον: 2.426 σπλάγχνα δ' ἂρ ἀμπείραντες. ὑπείρεχον Ἡφαίστοιο : 2.427 αὐτὰρ ἐπεὶ κατα μῆρ' ἐκάη καὶ σπλάγχν' ἐπάσαντο. 2.428 μίστυλλόν τ' άρα τ' ἄλλα καὶ ἀμφ οβελοῖσιν ἔπειραν. 2.429 ὤπτησάν τε περιφραδέως. ἐρύσαντό τε πάντα: 2.430 αὐτὰρ ἐπεὶ παύσαντο πόνου. τετύκοντό τε δαῖτα. 2.431 δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης: 2.432 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο. 2.433 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱ̈ππότα Νέστωρ : 2.434 Ἀτρείδη : κύδιστε: ἄναξ ἀνδρῶν Ἀγάμεμνον : 2.435 μηκέτι νῦν δηθ`' αὖθι λεγώμεθα. μηδέτι δηρὸν 2.436 ἀμβαλλώμεθα ἔργον. ὃ δὴ θεὸς ἐγγυαλίζει: 2.437 ἀλλ' ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων Scholia to Iliad 2.413-2.437 Main scholia On Iliad 2.420: ἀλλ ὅ γε δέκτο μὲν ϊρὰ πόνον δ' αλίαστον: τοῦτο καὶ λέξις ὑπόκειται δια τοῦ α τῶν ὑπομνημάτων καὶ ἐστιν ἐμφατικωτέρα. οὐ χεῖρον δ' ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι: ἀλλ ὅ γε δέκτο μὲν ϊρὰ πόνον δ' ἀλίαστον ὄφελλεν : οἷον αἴσια ἐσήμαινε ὥστε λεγείν τοὺς μάντεις ὅτι δέδεκται τοιοῦτον μέντοι πόνον αὐτὸς ηὗξεν ὃν οὐκ ἂν ἐκκλίνειεν γελοῖον γὰρ ἂν ἦν εἰ μη εποίει τοῦτο⁑ On Iliad 2.422: αὐ έρυσαν: ὅτι τὸ αὐ έρυσαν ἀντὶ εἰς τοὐπίσω ἀνέκλασαν ὃ ποιοῦσιν οἱ σφάζοντες⁑ On Iliad 2.424: δίπτυχα ποιήσαντες: πρὸς τὸ ὠμοθέτησαν ὅτι ἐστὶν ἀπο τῶν μελῶν τῶν ὤμων ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι⁑ On Iliad 2.427: αὐτὰρ ἐπεὶ κατα μῆρ' ἐκάη: Πτολεμαῖος ἀπο τοῦ κ τὴν ἀρχὴν ποιεῖται μῆρε παραλαμβάνων εἶτα κάη ἵνα φησὶν Ϊωνικώτερον γένηται : τοῦτο δὲ οὐ συνεκτικὸν ὥσπερ εἶπον ἐντελῶς ὁπότε διέλαβον ἐπι τοῦ ἠ ει δη ποτέ τοι κατα πίονα μηρι' ἔκηα εἴ γε ἤδη οιδε κάη τὰ μῆρα: μῆρα δὲ κείαντες ⁑ On Iliad 2.435: μηκέτι νῦν δήθ' αὖθι λεγώμεθα⁑ οὕτως αἱ Ἀριστάρχου λέξεις εκ τοῦ τῆς Ἰλιάδος δηθὰ πολὺν χρόνον, αῦθι: αὐτοῦ λεγώμεθα συναθροιζόμεθα ὁ δε λόγος τοιοῦτος: μηκέτι νῦν ἐπι πολὺν χρόνον αὐτοῦ συνηθροισμενοι μένωμεν: Ζηνόδοτος δὲ ποιεῖ μηκέτι νῦν ταῦτα λεγώμεθα . Καλλίστρατος δὲ ἐν τῷ α Περι Ἰλιάδος οὕτως προφέρεται μὴκετι δὴ νῦν αὖθι λεγώμεθα καὶ ἔστιν εὐφραδὴς μᾶλλον ἀλλ ουκ Ἀριστάρχειος ταῦτα ὁ Δίδυμος ⁑ On Iliad 2.435: μηκέτι νυν δήθ' ὅτι Ζηνόδοτος γράφει ει ταῦτα λεγώμεθα : ὁ δε Ὅμηρος εἴωθε λέγειν: ὅτἂν πολλὰ προειρημένα ἢ ὡς ἐπ' Αἰνείου καὶ Ἀχιλλέως ἀλλ άγε μηκέτι ταῦτα λεγώμεθα ⁑ On Iliad 2.435-2.436: μηκέτι νῦν δήθ' στρατηγικὴ παραγγελία χρόνου μὴ φείδεσθαι οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα, ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος πῶς τῆς Ἑλλάδος ἐκράτησεν μηδὲν ἀναβαλλόμενος εἶπεν⁑ On Iliad 2.436: ὃ δὴ θεὸς ἐγγυαλίξει: δια τοῦ ζ τὸ ἐγγυαλίζει αἱ Ἀριστάρχειοι καὶ Ἀπολλώνιος δὲ ὁ Ρόδιος ὁμοίως προφέρεται καὶ ἡ Ἀριστοφάνους ⁑ Interlinear scholia On Iliad 2.415: λείπει ὑπὸ Intermarginal scholia On Iliad 2.427: Ἀρισταρχος Ϊακῶς πάσαντο ⁑ On Iliad 2.435: ἀντὶ αναλεγώμεθα . Interior scholia On Iliad 2.415: μελαθρον Venetus A (Marciana 454 = 822), folio 33, recto Iliad 2.438-2.462 2.438 λαὸν, κηρύσσοντες. ἀγειρόντων κατὰ νῆας: 2.439 ἡμεῖς δ' ἀθρόοι ὧδε, κατα στρατὸν εὐρὺν Ἀχαιῶν . 2.440 ἴ̈ομεν: ὄφρά κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα : 2.441 ὡς ἔφατ'. οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 2.442 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε 2.443 κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς : 2.444 οἱ μὲν ἐκήρυσσον. τοὶ δ' ἠγείροντο μᾶλ' ὦκα: 2.445 οἱ δ' ἀμφ' Ἀτρείωνα διοτρεφέες βασιλῆες 2.446 θῦνον κρίνοντες. μετὰ δὲ γλαυκῶπις Ἀθήνη 2.447 αἰγίδ' ἔχους' ἐρίτιμον ἀγήραον ἀθανάτην τε: 2.448 τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο 2.449 πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος: 2.450 σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν . 2.451 ὀτρύνους' ϊέναι: ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ 2.452 καρδίῃ: ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι: 2.453 τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ'. ἠὲ νέεσθαι 2.454 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν: 2.455 ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην 2.456 οὔρεος ἐν κορυφῇς. ἕκαθεν δέ τε φαίνεται αὐγή. 2.457 ὡς τῶν ἐρχομένων. ἀπὸ χαλκοῦ θεσπεσίοιο 2.458 αἴγλη παμφανόωσα, δι' αἰθέρος οὐρανὸν ἷ̈κεν: 2.459 Τῶν δ`' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ. 2.460 χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων 2.461 Ἀσίω ἐν λειμῶνι καϋστρίω̈ ἀμφὶ ῥέεθρα 2.462 ἔνθα καὶ ἔνθα ποτῶνται: ἀγαλλόμενα πτερύγεσσιν: Scholia to Iliad 2.438-2.462 Main scholia On Iliad 2.446: μετὰ δὲ γλαυκῶπις Ἀθήνη : λείπει τὸ ἦν αὐτοτελὲς ῥῆμα δι'ὃ καὶ στικτέον ἐπι τὸ κρίνοντες : εἰ δέ τις κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπο τοῦ θῦνον συναπτέον τοῖς ἐπάνω: On Iliad 2.450: συν τῇ παιφάσουσα: ἑκατέρω δύναται προσδίδοσθαι καὶ λόγον ἔχει ἀμφότερα⁑ On Iliad 2.448: ἠερέθονται: αἰωροῦνται παράγωγον δέ ἐστι τοῦ ἀείρω ὡς τοῦ ἀγείρω τὸ ἠγερέθονται : Ζηνόδοτος δὲ γράφει παρατατικῶς ἠερέθοντο ὅπερ οὐχ ἁρμόζει ἐπι ἀθανάτων⁑ On Iliad 2.452: καρδίῃ ἄλληκτον ἐπι τὸ καρδίη βραχὺ διασταλτέον ἔχει δὲ λόγον καὶ ἐπι τὸ ἄλληκτον διαστέλλειν ἵν σθενος ἄληκτον ⁑ On Iliad 2.453-2.454: τοῖσι δ' άφαρ πολεμος: ὅτι προ τῆς Ἀγαμέμνονος ἀριστείας οὐκ ὀρθῶς φέρονται. διαστολὴ δὲ βραχεῖα ἐπι τὸ γένετ' ἐπεὶ μέρος ἐστι περιόδου⁑ On Iliad 2.449: ἑκατόμβοιος: ἑκατὸν βοῶν τιμῆς ἄξιος ἠ ἑκατὸν χρυσὸν νομισμάτων οἱ γὰρ ἀρχαῖοι ὑπερτιμῶντες τὸ ζῷον τὸν βοῦν δια πολλὰ μὲν καὶ ὅτι ϊερόν ἐστιν. ἐνεχάραττον τῳ μὲν ἑνὶ μέρει τοῦ νομίσματος βοῦν: τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον⁑ On Iliad 2.455-2.456: ἠΰτε πῦρ ἀΐδηλον: νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ ὅτε καθ έκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ πρώτη δὲ εἰκῶν ἡ ἀπο τῆς τῶν ὅπλων λαμπηδόνος μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ τῷ όρει ἔνθα καταιγίδες εἰσὶ καὶ τῆς κορυφῆς δι'ὃ θαρρῶν ἐπάγει ἔκαθεν δέ τε φαίνεται αὐγή ⁑ On Iliad 2.458: αἴγλη παμφανόωσα: ὅτι καθ Ὅμηρον πρῶτος ἀπο γῆς ἐστιν ὁ ἀηρ εῖτα μετὰ τὰ νέφη αἰθηρ ὃν καὶ ὁμονύμως τῷ στερεμνίῳ οὐρανὸν καλεὶ⁑ On Iliad 2.461: Ἀσίω ἐν λειμῶνι: Ἰωνικὴ γενικὴ παθοῦσα τὸ γὰρ ὑγιές ἐστιν Ἀσίεω ὡς Ἀτρείδεω δι'ὃ χωρὶς τοῦ ϊ ⁑ On Iliad 2.461: Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς Λυδῶν βασιλεὺς ὥς φησὶ Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς Κότυς λευκώλενον ἄλλην ἤγετο κουριδίην ὁμοδεμνιον οὔνομα Μυιοῦν ἢ δ' Ἀσίην τέκε κοῦρον ⁑ On Iliad 2.462: ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα: οὕτως χωρὶς τοῦ ϊ ἀγαλλόμενα Ἀρίσταρχος ἵν ᾖ τὰ ἔθνη ἀγαλλόμενα ἔνιοι δὲ προστιθέασι τὸ ϊ προς τὸ ὀρνίθων ἀνάγοντες τὸ ἀγαλλόμεναι καὶ λόγου τινὸς ἔχονται⁑ On Iliad 2.461: ἀπο τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος ὃς ἐν Ασκάλωνι ἔγημεν τὴν Δερκετὼ καὶ ἐξ αυτῆς ἔσχεν τὴν Σεμείραμιν : ἡ δε Δερκετὼ παρα Σύροις καλεῖται Ἀτάρκατις ⁑ Interior scholia On Iliad 2.439: δασύνειν δὲ καὶ παροξύνειν τὸ ἁθρόοι ἐνθάδε On Iliad 2.446: ἵ¨να μὴ απιστοῖτο τὸ τάχος, την θεον παρέλαβεν: καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αυτῶν κατορθοῦν On Iliad 2.448: ἀντὶ πολλοί : ἢ τῶ αριθμῷ, πίστιν πεπόρισται: On Iliad 2.450: πάντη τὰ φάη ἀΐσσουσα: On Iliad 2.450: φῶ το φαίνω : ἀναδιπλασιασμὸς πεφασσω : καὶ πλεονασμὸς παιφασσω . οἱονεὶ φανερῶ : ὡς πταίνω παπταίνω : πάσσω πάλη . παιπάλη : Venetus A (Marciana 454 = 822), folio 33, verso Iliad 2.463-2.487 2.463 κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, 2.464 ὡς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων 2.465 ἐς πεδίον προχέοντο Σκαμάνδριον : αὐτὰρ ὑπο χθὼν 2.466 σμερδαλέον κονάβιζε ποδῶν. αὐτῶν τὲ καὶ ἵ̈ππων. 2.467 ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίω ἀνθεμόεντι 2.468 μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ: 2.469 ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ. 2.470 αἵ τε κατα σταθμὸν ποιμνήϊον ἠλάσκουσιν 2.471 ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει: 2.472 τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ 2.473 ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες: 2.474 τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες 2.475 ῥεῖα διακρίνωσιν. ἐπεί κε, νομῷ μιγέωσιν. 2.476 ὡς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα 2.477 ὑσμίνην δ`' ἰέναι: μετὰ δὲ κρείων Ἀγαμέμνων 2.478 ὄμματα καὶ κεφαλὴν ἵ̈κελος Διῒ τερπικεραύνῳ, 2.479 Ἄρεϊ δὲ ζώνην: στέρνον δὲ Ποσειδάωνι : 2.480 ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων 2.481 ταῦρος: ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομενῇσιν. 2.482 τοῖον ἂρ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ 2.483 ἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν: 2.484 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι: 2.485 ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστε τε πάντα: 2.486 ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν: 2.487 οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν: Scholia to Iliad 2.463-2.487 Main scholia On Iliad 2.463: ‡κλαγγηδὸν προκαθιζόντων: ὑποστιγμὴ ἐπι τὸ προκαθιζόντων δια τὸ ὡς μόριον καὶ ἐπι τὸ λειμών. μακρὰ γὰρ ἡ περίοδος πέντε ἔπη περιέχουσα. τὸ δὲ εξῆς: ορνίθων: πετεηνῶν ἔθνεα πολλὰ κλαγγηδὸν προκαθιζόντων ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι σμαραγεῖ δέ τε λειμῶν τὰ δὲ ἀλλα δια μέσου τὸ δὲ σμαραγεῖ λάμπει ὅθεν καὶ σμάραγδος ὁ λαμπρὸς λίθος On Iliad 2.463: προκαθιζόντων: τὰ συναγελαστικὰ τῶν ὀρνέων ὅταν προλάβη τῇ πτήσει ἀνανένειν εἴωθε τὰ ὑστεροῦντα⁑ On Iliad 2.467: Σκαμανδρίῳ ἀνθεμόεντι: τὸ τῷ Σκαμάνδρω ποταμῷ παρα κείμενον πεδίον: ὁ δὲ Σκάμανδρος κατα φερόμενος ἀπο τῆς Ἴδης καὶ μέσον τέμνων τὸ ὑπο κείμενον τῇ Ἰλίῳ πεδίον καὶ ἐπι τὰ ἀριστὰ ἐκδιδὸυς εἰς θάλασσαν καλεῖται δε οὗτος καὶ Ξάνθος ⁑ On Iliad 2.469-2.472: ἡΰτε μυιάων: ἀπ άλλης ἀρχῆς τὴν παραβολὴν προοιστέον ἵνα ὑποστίζωμεν ἐπι τὸ δεύει τῆς ἀνταποδιδομένης τῷ ηΰτε λέξεως ἀνακολούθως ἐχούσης ὡς ἐν τῇ ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα τόσσα μεσηγὺ νεῶν ⁑ On Iliad 2.474: τοὺς δ' ὥς τ' αἰπόλια: αἰπόλιαν τὸ τῶν αιγῶν ποίμνιον δὲ τὸ τῶν προβάτων συβόσιον δὲ τὸ τῶν χοίρων: βουκόλιον δὲ τὸ τῶν βοῶν: ἱπποφόρβιον δὲ τὸ τῶν ἵππων⁑ On Iliad 2.474: τοὺς δ' ὥς τ' αἰπόλια: αἰπόλιαν τὸ τῶν αιγῶν ποίμνιον δὲ τὸ τῶν προβάτων συβόσιον δὲ τὸ τῶν χοίρων : βουκόλιον δὲ τὸ τῶν βοῶν : ἱπποφόρβιον δὲ τὸ τῶν ἵππων ⁑ On Iliad 2.478-2.479: ὄμματα καὶ κεφαλὴν: γραφεις μὲν τὸ ἀληθὲς μεταδιώκουσι: τραγικοὶ δὲ τὸ σεμνότερον. κωμικοὶ δὲ τὸ έλασσον άπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστιν ὡς ἐπὶ Θερσίτου : καὶ τῷ δ' ἔχεν Αὐτομέδων καὶ ἐπι Αγαμέμνονος νῦν καὶ ἱ¨κανὸν ἑνὶ θεῷ εἰκάζειν αὐτὸν: ὁ δε τρεῖς εἴκασεν ἑκάστου τὸ διαπρεπὲς ἐκλεξαμενος τοῦ βασιλέως μὲν τὸ ἠγεμονικὸν καὶ ἐποπτικον ἐννοσιγαίου δὲ τὸ ἰσχυρὸν οῖς τὰ βάρη κατέχομεν: Ἄρεως δὲ τὰ μάλιστα ἐν πολέμῳ φαινόμενα: τὸ ἀξιωματικόν: τὸ γεραρὸν τὸ πολεμικόν⁑ On Iliad 2.484-2.487: ἔσπετε νῦν μοι Μοῦσαι ⁑ ὡς επι ἐργώδη καὶ θαυμασίαν περιπετειαν τὰς Μουσας παρακαλεῖ ὡς τὸν ἀκροατὴν δια τὸ μέγεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεεστερον λεγομένοις εὐτελίζων δε τὴν ἰδίαν φυσιν τὴν ἀπο τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν: ὁ δε λόγος εσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ἀρχοὺς γὰρ νηῶν ἐρέω πληθὺν δ' οὐκ ὰν εγὼ μυθήσομαι εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι ὑμῶν γάρ ἐστι τὸ ἔργον δια δε τοῦ εἰπεῖν φωνὴ δ' ἄρρηκτος δηλοῖ ὅτι σῶμα ἡ φωνη: On Iliad 2.484-2.487: ἔσπετε νῦν μοι Μοῦσαι ⁑ τὸ ἑξῆς ἐστιν ἔσπετε οἵ τινες : τὰ δε λοιπὰ δια μέσου καὶ διασταλτέον μὲν επι τὸ ἔχουσαι ἀνυποκρίτως δὲ στίζεται ἐπι τὸ ἑστέ καὶ πάρεστε : καὶ πάντα : καὶ ἀκούομεν καὶ ἴδμεν . δύναται δὲ καὶ στίζεσθαι κατα τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος ἵνα ἕκαστον ᾖ καθ εαυτὸ καὶ συνάπτηται: οὐδέ τι ἴδμεν οἵ τινες ἡγεμόνες περισσεύοντος τοῦ τί μορίου πρότερον γὰρ ἐπεῖχε τινὰ χώραν⁑ On Iliad 2.485: ὑμεῖς γὰρ θεαί ἐστε: ὅτι τινὲς γράφουσι πάρηστε οἷον κατ εκεῖνον τὸν χρόνον βελτιον δὲ καθολικῶς ἐπι πάντων⁑ On Iliad 2.486-2.493: οὐδέ τι ἴδμεν οἴτινες ἠγεμόνες⁑ εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας πῶς ὑποκατιών φησὶν ἀρχοὺς αὖ νηῶν ἐρέω : στικτέον οὖν εἰς τὸ ἴ¨δμεν καὶ τὸν λόγον οὕτως ἐκδεκτέον: δύο ὑποτίθεται ὦν τὸ μὲν μηδε όλως δύνασθαι δια τὸ πλῆθος εἰπεῖν: τὸ δε δύνασθαι μέν χρήζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας ἔστιν οὖν τὸ πᾶν ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας πληθὺν δ' οὐκ ὰν ἐγὼ μυθήσομαι εἰ μη αὖται αἱ Μούσαι δι εαυτῶν εἴποιεν: τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε τοῦ ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ προς τὰς Μουσας ἀπερεῖσαι τὸν λόγον⁑ Intermarginal scholia On Iliad 2.471: κατ εξοχὴν τῶν ἄλλων ὡρῶν⁑ On Iliad 2.478: τὸ ομοίος καὶ ἴσως καὶ τὸ ΐκελος δοτικῇ συντάσσεται⁑ Interior scholia On Iliad 2.474: πλατέα μεγάλα ἡ ὅτι ἐν διάστήματι καὶ πλάτει νέμονται αἱ αῖγες⁑ Exterior scholia On Iliad 2.468: γεινεται ὤρη On Iliad 2.481: ρομένησι Venetus A (Marciana 454 = 822), folio 34, recto Iliad 2.488-2.512 2.488 πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω 2.489 οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι: δέκα δὲ στόματ' εἶεν: 2.490 φωνὴ δ' ἄρρηκτος. χάλκεον δέ μοι ἦτορ ἐνείη: 2.491 εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι. Διὸς αἰγιόχοιο 2.492 θυγατέρες. μνησαίαθ' ὅσοι ὑπὸ Ἴλιον ἦλθον: 2.493 ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας ⁑ 2.494 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον: 2.495 Ἀρκεσίλαός τε Προθοήνωρ τε κλονίος τε: 2.496 οἵ θ' Ὑρίην ἐνέμοντο, καὶ Αὐλίδα πετρήεσσαν: 2.497 Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ' Ἐτεωνόν : 2.498 θέσπῑαν : Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν : 2.499 οἵ τ' ἀμφ' Ἅρμ' ἐνέμοντο. καὶ Εἰλέσιον : καὶ Ἐρυθράς : 2.500 οἵ τ' Ἐλεῶν' εἶχον: ἠδ' Ὕλην καὶ Πετεῶνα : 2.501 Ὠκαλέην Μεδεῶνά τ' ἐϋκτίμενον πτολίεθρον: 2.502 Κώπας Εὔ΄τρησίν τε πολυτρήρωνά τε Θίσβην : 2.503 οἵ τε Κορώνειαν καὶ ποιήενθ' Ἁλίαρτον : 2.504 οἵ τε Πλάταιαν ἔχον ἢ δ' οἳ Γλισᾶντ' ἐνέμοντο: 2.505 οἵ θ' ὑπο Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον: 2.506 Ὀγχηστόν θ' ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος: 2.507 οἵ τε πολυστάφυλον Ἄρνην ἔχον: οἵ τε Μίδειαν : 2.508 Νῖσάν τε ζαθέην, Ἀνθηδόνα τ' ἐσχατόωσαν: 2.509 τῶν μὲν πεντήκοντα νέες κίον: ἐν δὲ ἑκάστῃ 2.510 κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον: 2.511 οἱ δ' Ἀσπληδόνα ναῖον ἰ̈δ`' Ὀρχομενὸν Μινύειον . 2.512 τῶν ἦρχ' Ἀσκάλαφος καὶ Ἰ̈άλμενος υἷες Ἄρηος : Scholia to Iliad 2.488-2.512 Main scholia On Iliad 2.488-2.492: ‡πληθὺν δ' ἐγὼ μυθήσομαι: ἤτοι ὅτι περισσὸς, εἰ μυθήσομαι εἴρηκεν ἀντι τοῦ μυθησαίμην: πάλιν δὲ δια μέσου τὸ διστίχιον : τὸ γὰρ ἑξῆς πληθὺν δ' οὐκ ὰν εγὼ μυθήσομαι εἰ μὴ Ολυμπιάδες : τὰ δὲ λοιπὰ δια μέσου ὡς ἔθος. διὃ στίζομεν ἀνυποκρίτως ἐπι τὸ Μοῦσαι ⁑ διασταλτέον δὲ καὶ θυγατέρες ⁑ On Iliad 2.489-2.490: οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική: καὶ ἐν Ὀδυσσείᾳ . οὐδ' εἰ οἱ χειρές τε ἐείκοσι καὶ πόδες εἶεν : ἡ δὲ ἀναφορὰ πρὸς τοὺς περιγράφοντας τούτους τοὺς στίχους⁑ On Iliad 2.494: Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ῆρχον⁑ ἄρξασθαι φασὶ τινὲς ἀπο Βοιωτῶν τὸν Ὅμηρον τοῦ ὡς κεχαρισμένων τῶν Μουσῶν ῶν ἐπεκαλέσατο αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἰναι τὸν Ελικῶνα τὸ όρος ὅπου σύνηθες αὐταῖς διατρίβειν: ἀντιλέγουσι δε τινες τούτοις φάσκοντες. οὑ τῆς Βοιωτίας ἀλλὰ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα . μὴ οὖν ἀπο Βοιωτῶν τὴν ἀρχὴν δια τοῦτο γεγενῆσθαι: τινὲς δὲ ὅτι ἀνθ ὧν οὖτοι μόνοι πέντε εἶχον ἡγενόνας: ἄλλοι δέ φασιν οὐ δια τοῦτο: ἀλλ' επεὶ πολλὰς πόλεις εἶχεν ἡ Βοιωτία . δια τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ . οὐκ έστι δὲ, οὐδε τοῦτο ὑγιὲς οὐ γὰρ ἀπο πλήθους πόλεων ὁ παραμετρεῖται. ήρξατο γὰρ ἂν μᾶλλον ἀπο Κρητῶν ἐχόντων ἑκατὸν πόλεις: βέλτιον δὲ λέγειν αὐτὸν ἀπὸ Βοιωτῶν ῆρχθαι ἐπειδήπερ ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας συνήχθη ἅπαν τὸ πλῆθος τῶν ἐπι τὴν Ἴλιον μελλόντων στρατεύειν ἔχει δὲ αὕτη ἡ πόλις λιμένας τοὺς μὲν βλέποντας ἐπι τὴν Ἴλιον τοὺς δὲ καταγωγοὺς ἀπο τῆς Ἑλλάδος ἁπασης δι ἥν αἰτίαν συνηθροίσθησαν αὐτόθι καὶ ἐντεῦθεν ἀπέπλευσαν. ὁ δὲ Ἀρίσταρχός φησὶ κατα ἐπιφορὰν αὐτὸν τὴν ἀρχὴν ποιήσασθαι ει γὰρ καὶ ἀπ αλλου ἔθνους ήρξατο ἐζητοῦμεν ἄν τὴν αιτίαν τῆς ἀρχῆς‡ On Iliad 2.494-2.495: Βοιωτῶν μὲν Πηνέλεως : ἰστέον ὅτι ἐτίθεσαν οἱ πλεῖστοι τῶν παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν ἀφ ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων: σφόδρα δὲ αὐτοῖς ἔμελλε τὰ πολέμου διὃ Πηνέλεως μὲν ὠνομάσθη ἀπὸ τοῦ μένεσθαι περι τὸν λεὼν ὅ ἐστι πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν όχλον: Λήϊτος δὲ ἀπο τοῦ λειαν ἁζειν: λεία δὲ ἡ ἀπο πολέμου κτῆσις. Ἀρκεσίλαος δὲ ἀπο τοῦ επαρκεῖν καὶ βοηθεῖν τοῖς λαοῖς τοῦτεστι τοῖς όχλοις: Προθοήνωρ δὲ ὁ προθέων ἠνορέῃ τοῦτεστιν ἀνδρεῖα: Κλονίος δὲ ὁ γενναιος καὶ μάχιμος γενησόμενος κλόνος γὰρ ἡ μάχη⁑ On Iliad 2.494-2.495: Βοιωτῶν μὲν Πηνέλεως ἡ Βοιωτία τὸ πρότερον Ἀονία εκαλεῖτο ἀπὸ τῶν κατοικούντων ἐπ αυτῇ Ἀόνων μετωνομάσθη δὲ Βοιωτία κατα μέν τινας ἀπο Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης . καθ' ἑτέρους δὲ ἀπο τῆς ελαθείσης κατὰ τὸ πυθόχρηστον ὑπὸ Καδμου βοός. Εὐρωπης γὰρ τῆς Φοίκινος θυγατρὸς ἐκ Σιδῶνος ὑπο Διὸς ἁρπαγείσης Κάδμος ἀδελφὸς αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπο τοῦ πατρὸς ὡς οὐχ εῦρεν αὐτὴν. ἦλθεν εἰς Δελφοὺς ἐρωτήσων τὸν θεόν. ὁ δὲ θεὸς εἶπεν αὐτῷ περι μὲν Εὑρώπης μὴ πολυπραγμονεῖν. χρῆσθαι δε καθοδηγῷ βοῒ καὶ πόλιν εκεῖ κτίζειν ἔνθα ἂν αὐτὴ εἰς τα δεξιᾷ πέσῃ καμοῦσα: τοιοῦτον λαβὼν χρησμὸν διὰ Φωκείων ἐπορεύετο, εἶτα βοῒ συντυχὼν παρὰ τοῖς Πελαγόνος βουκολίοις ταύτῃ πορευομένῃ κατὅπιν εἵπετο: ἡ δὲ διεξοῦσα πασαν Βοιωτίαν ὦκνήσασα ἀνεκλίθη ενθα νῦν εἰσὶ αἱ πολεῖς Θῆβαι : βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι, πέμπει τινὰ τῶν μεθ εαυτοῦ ληψόμενου χέρνιβα ἀπο τῆς Ἀρητιάδος κρήνισσος δὲ φρουρῶν τὴν κρήνην δράκων ὃν Ἄρεως ἔλεγον εἶναι τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν : ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα καὶ τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης τοὺς τούτου ὀδόντας σπείρειν ἀφ οῦ εγένοντο οἱ γηγενεῖς. ὀργισθέντος δὲ Ἄρεως . καὶ μέλλοντος Κάδμον ἀναιρεῖν ἐκώλυσεν ὁ Ζεὺς , καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεως καὶ Ἀφροδίτης : πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντι τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι: ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι καὶ τῶν θεῶν ἕκαστον Ἁρμονία δῶρον δοῦναι: ἱστορεῖ Ἑλλανικος ἐν Βοιωτιακοἷς καὶ Ἀπολλόδωρος ἐν τῷ γ ⁑ On Iliad 2.495: Κλονίος, παροξύνεται ἐπεὶ τὰ εἰς ὸς λήγοντα τὸ ϊ παραληγόμενα τριβράχεα ἐπι κυρίων παροξύνεται Σχεδίος Χρομίος Δολίος . ἀντιπίπτει τὸ Ἅλιος κατὰ τὴν παράδοσιν καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ Ξένιος ⁑ On Iliad 2.496: οἵ θ' Ὑρίην ἐνέμοντο: ποῦ παρέλαβον σύνδεσμον τέ ἀλλ ὅντως παρέλαβον Θυρίαν τὴν πόλιν οὐκ εῦ δὲ ἀπο γὰρ Ὑριέως καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ υ φθόγγον: μαρτυρεῖ καὶ Ἡσίοδος λέγων ἢ δίη Ὑρίη Βοιωτίης τρέφε κούρην ⁑ On Iliad 2.496: Αὐλίδα πετρήεσσαν: ὡς ἀπο ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις καὶ εἰ μέντοι παρα τῷ Εὐφορίωνι Αὖλιν τεσφάγον αἰτιατικὴ ἀπο εὐθείας βαρυνομένης γέγονεν ἡ γὰρ εἰς ϊν κατάληξις ἀπο βαρυτόνων ἐστιν ἡ δε εἰς ρα καὶ ἀπο βαρυτόνων καὶ ὀξυτόνων⁑ On Iliad 2.497: Σχοῖνόν τε, Σκῶλόν τε, πολύκνημόν τ' Ετεωνόν : καθ ἕκαστον ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή εστι βραχυτάτη δια τὴν ἐπανάληψιν τῶν ὀνοματικῶν ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι οὐκ επείγει κατα δὲ τὴν προφορὰν σώζει⁑ On Iliad 2.498: Θέσπιαν Γραιαν τε: ἐκτετάσθαι φασὶ δια τὸ μέτρον τὸ γὰρ τῆς ϊστορίας ἐν συστολῇ τέ εστι πληθυντικῶς τὲ λεγόμενον ἴσως οὖν ὅλον ποιητικόν ἐστι σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντικῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι καὶ εὐρυάγυιαν Ἀθήνην πολυχρύσοιο Μυκήνῃς καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικα πληθυντικῶς: ἐκ μὲν Κρητάων γένος εὔχομαι . ταῦτα ἐν τη Προσῳδίᾳ ὁ Ηρωδιανός : ἐν μέντοι τῷ ια τῆς Καθολικῆς προσωδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι προ τέλους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ομηρικὸν παρατίθησι καὶ ἀλλ' αχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιὰ ὀξυτόνως λέγεται: On Iliad 2.500: οἵ τ᾽ Ἐλεῶν εἶχον⁑ ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν ἐν ἄλλοις δὲ συνεσταλμένως Ὕλη ἔνι οἰκίᾳ ναίων : νῦν δὲ καλοῦνται Ὕλαι πληθυντικῶς⁑ On Iliad 2.507: οἵ τε πολυστάφυλον ὅτι Ζηνόδοτος γράφει Ἄσκρην ἔχον οὐ δύναται δὲ πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι: ἀξιοπιστότερος γάρ ἐστιν Ἡσίοδος λέγων Ἄσκρη χεῖμα κακον θέρει ἀργαλέη . ὥστε οὐδὲ πολύκαρπος λεγοιτο ἄν⁑ On Iliad 2.511: οἱ δ᾽ ἁσπληδόν: ὅτι καὶ ἕτερος Ὀρχόμενός εστιν Ἀρκαδικός. ἀλλ' ὁ μὲν Βοιωτιακὸς , Μινύειος καλεῖται ὁ δὲ Ἀρκαδικὸς πολύμηλος καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία⁑ Intermarginal scholia On Iliad 2.493: ὅτι περισὴ ἡ προ πρόθεσις : Exterior scholia On Iliad 2.511: ἀσπληδον' ἔναιον Venetus A (Marciana 454 = 822), folio 34, verso Iliad 2.513-2.537 2.513 οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο : 2.514 παρθένος αἰδοίη ὑπερώϊον εἰς, ἀναβᾶσα 2.515 Ἄρηϊ κρατερῷ: ὁ δέ οἱ παρελέξατο λάθρῃ: 2.516 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο: 2.517 Αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον 2.518 υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδᾱο : 2.519 οἲ Κυπάρισσον ἔχον: Πυθῶνά τε πετρήεσσαν 2.520 Κρῖσαν τε ζαθέην: καὶ Δαυλίδα καὶ Πανοπῆα : 2.521 οἵ τ' Ἀνεμώρειαν . καὶ Ὑάμπολιν ἀμφενέμοντο: 2.522 οἵ τ' ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον: 2.523 οἵ τε Λίλαιαν ἔχον πηγῇς ἐπὶ Κηφισοῖο : 2.524 τοῖς δ' ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο: 2.525 οἱ μὲν Φωκήων στίχας ἵ̈στασαν. ἀμφιέποντες. 2.526 Βοιωτῶν δ' ἔμπλην ἐπαριστερὰ θωρήσσοντο: 2.527 Λοκρῶν δ' ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας 2.528 μείων: οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας : 2.529 ἀλλὰ πολὺ μείων: ὀλίγος μὲν, ἔην λινοθώρηξ. 2.530 ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς 2.531 οἳ Κῦνόν τ' ἐνέμοντ'. Ὀπόεντά τε Καλλίαρόν τε 2.532 Βῆσσάν τε. Σκάρφην τε. καὶ Αὐγειὰς ἐρατεινάς: 2.533 Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ρέεθρα: 2.534 τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο 2.535 Λοκρῶν . οἳ νεουσι πέρην ἱ̈ερῆς Εὐβοίης : 2.536 οἱ δ`' Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες 2.537 Χαλκίδα τ' Εἰρέτριάν τε πολυστάφυλόν τ' Ἰ̈στίαιαν Scholia to Iliad 2.513-2.537 Main scholia On Iliad 2.514: ‡ὑπερώϊον oἶς ἀναβᾶσα: τὴν εἶς πρόθεσιν χωριστέον τοῦ ἀναβᾶσα ἀναστροφὴ γὰρ εἰς ὑπερῷον ἀναβασα : τὸ δε διάστημα οὐ πάν τι αἰσθητόν⁑ On Iliad 2.516: τῶν δὲ τριήκοντα γλαφυραι: κατα δοτικὴν τοῖς δὲ αἱ Ἀριστάρχου . καὶ ἔστιν ὅμοιον τῷ τοῖσι δ' ἅμ ὁγδώκοντα καὶ τὸ ἑνικὸν τῷ δ' ἅμα τεσσαράκοντα ⁑ On Iliad 2.517: αὐτὰρ Φωκήων : ὅτι καὶ ἕτερος Σχεδίος ἐστι Φωκεὺς τῶν ἐπι μέρους ἡγεμὼν καὶ ἀμφότεροι ὑφ' Ἕκτορος ἀναιροῦνται: ἔνθ' Ἕκτωρ μὲν ἕλε Σχεδίον ἀρχὸν Φωκήων ἡ δὲ ἀναφορὰ προς τὰ Πυλαιμενοῦς ⁑ On Iliad 2.517: αὐτὰρ Φωκήων : τὰ τοιαῦτα διχῶς εν ταῖς Ἀριστάρχου εὑρίσκομεν καὶ δια τοῦ ει Φωκείων καὶ δια τοῦ η Φωκήων τοὺς δε Φωκεῖς οἱ μὲν ἀπο Φωκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ τοῦ Πωσειδῶνος καὶ Προνοης τῆς Ἀσωποῦ ⁑ On Iliad 2.518: υἱέες Ἰ¨φίτου : τὴν μέσην συλλαβὴν ἐκτείνομεν τα Ἰφίτου διὰ τὸ μέτρον ἐν ἑτέροις γοῦν φυλασσομεν τὸν χρόνον Ἴφιτος Εὐρυτίδης ⁑ On Iliad 2.519: οἳ Κυπάρισσον ἔχον: ὠνομάσθη Κυπάρισσος ἀπο Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ ἡ ἀπο τῶν ἐν αυτῆ φυομένων κυπαρίσσων ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη⁑ On Iliad 2.520: κρῖσάν τε ζαθέην : ὅτι Ζηνόδοτος γράφει καὶ Πανοπτέων ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθ' Ὅμηρον σχηματίζων τὸ ὄνομα ἔστι γὰρ Πανοπεὺς ὡς Ἀχιλλεὺς ὃς ἐν κλειτῷ Πανοπῆϊ ⁑ On Iliad 2.520: Κρῖσα : πεδίον ἐν Λοκρίδι . ἡ ὡς οἱ πλείονες φασὶν ἐν Δελφοῖς ὀνομασθὲν ἀπο Κρίσου τοῦ Τυράννου καὶ Ἀστεροδείας τῆς Διϊονος ⁑ On Iliad 2.520: Δαυλὶς δὲ πόλις Φωκίδος : ἀπο Δαυλιέως ὀνομασθεῖσα τοῦ τυράννου καὶ Χρηστώνης , ἠ δια τὸ σύμφυτον. δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχαῖοι ⁑ On Iliad 2.520: Πανοπῆα : πόλις Φωκίδος ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φωκοῦ⁑ On Iliad 2.521: οἵ τ' Ἀνεμώρειαν : αὕτη μεταξὺ κειται Φωκίδος καὶ Δελφῶν : ἐφ ὑψηλοῦ τόπου ὅθεν καὶ οὕτως ὠνόμασται παρα τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς⁑ On Iliad 2.522: οἵ τ' ἄρα παρ ποταμὸν Κηφισον : οὗτοι Ἐπικηφίσιοι λεγονται ὑπο δέ τινων παραποτάμιοι: ὁ δε Κηφισὸς ποταμὸς ἐπι τῆς Φωκίδος ἔχων τὰς πηγὰς ἐκ Λιδαίας ὥς φησιν Ησίοδος ᾥστε Λιλαίῃσι προΐει καλλίροον ὕδωρ ⁑ On Iliad 2.523: πηγῇς ἐπι Κηφισοῖο : Πτολεμαῖος ἀναστρέφει καὶ Πάμφιλος Ἀλεξιῶν συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν καὶ οὐκ αναστρέφει. Ἀρίσταρχος δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς προθέσεις⁑ On Iliad 2.527-2.531: Λοκρῶν δ' ηγεμόνευεν: ὅτι τινὲς τῶν νεωτέρων ἀνέγνωσαν χωρὶς τοῦ ο ὡς ἄρθρου ὄντος εἶτα Ἰλῆος : ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ἰολῆα . τὸ δὲ ἑξῆς ἐστι, Λοκρῶν οἳ Κῦνον τὰ δὲ λοιπὰ δια μέσου ὦν ἡ διόρθωσις προεἴρηται ⁑ On Iliad 2.527: Λοκρῶν νῦν μέμνηται τῶν Επικνηνιδίων καλουμένων οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας τὴν οίκησιν πεποίηται ὁ ὑπο τῷ Αἴαντι ὄντες: εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ ἐπικαλούμενοι Ὀζόλαι περι τὴν Αἰτωλίαν ἐπι τῆς ἑταίρας πλευρᾶς οικοῦντες κατὰ τὸ Κρισαῖον πεδίον κεκλημένοι οὕτως ἀπο τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ ὃν ἐποίησαν δυσώδη οἱ ϊχῶρες τοῦ Κενταύρου τοῦ ὑπο Ηρακλέως τρωθέντος ὁπηνίκα διάγων Διϊάνειραν τὴν Οἰνέως κατα τὸν Εὔϊνὸν ποταμὸν ἐπεχείρει βιάζεσθαι: ἠ ὅτι εἰσὶ αἰγονόμοι καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. τούτων δὲ ἄποικοι εἰσὶν ἕτεροι Λοκροὶ οἱ Ὑποζεφύριοι καλούμενοι δια τὸ ἐπι Ζεφυρίῳ όρει τῆς Ἰταλίας παροικεῖν⁑ On Iliad 2.528: μείων οὔτι τόσος γε: ὅτι Ζηνοδοτος ἠθέτηκεν αυτὸν ἀναγκαῖος δέ ἐστι προδιασυνίστησι γὰρ ὅτι ἥττων ἐστὶ κατα τὸ μέγεθος τοῦ Τελαμωνίου : ἐκεῖνον μέντοι γε μέγαν λέγει⁑ On Iliad 2.529-2.530: ἀλλα πολὺ μείων: ἀθετοῦνται ἀμφότεροι ὅτι προἔιρηκε μείων οὔτι τόσος γε καὶ πρὸς οὐδὲν διλογεῖ ἀλλα πολὺ μείων καὶ οὐδὲ πολὺ λείπεται τοῦ ἑτέρου κακῶς δὲ καὶ ὁ λινοθώρηξ οἱ γὰρ Ἕλληνες οὐκ εχρῶντο λινοῖς θώραξι δια παντὸς γὰρ χαλκοχίτωνας αὐτοὺς λέγει καὶ Ἕλληνας οὐδεποτε εἴρηκεν: ἀλλ' Ἀργείους ἠ Δαναούς καὶ οὐδε Ἐλλάδα τὴν οικουμένην ὑπο Ἑλλήνων ἀλλα μίαν πόλιν Θεσσαλίας ἧς τοὺς οἰκήτορας Ἕλληνας λέγει: Μυρμιδόνες δὲ καλεῦτο καὶ Ἕλληνες καὶ Ἀχαιοὶ ⁑ Venetus A (Marciana 454 = 822), folio 35, recto Iliad 2.538-2.565 2.538 Κήρινθόν τ' ἔφαλον. Δίου τ' αἰπὺ πτολίεθρον. 2.539 οἵ τε Κάρυστον ἔχον: ἠδ' οἱ Στύρα ναιετάασκον. 2.540 τῶν αὖθ' ἡγεμόνευ' Ἐλεφήνωρ ὄζος Ἄρηος 2.541 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων : 2.542 τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες 2.543 αἰχμηταὶ: μεμαῶτες ὀρεκτῇσιν μελίῃσιν 2.544 θώρηκας ῥήξειν δηΐων ἀμφι στήθεσσι: 2.545 τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο: 2.546 οἱ δ' άρ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον: 2.547 δῆμον Ἐρεχθῆος μεγαλήτορος: ὅν ποτ' Ἀθήνη 2.548 θρέψε Διὸς θυγάτηρ. τέκε δὲ ζείδωρος ἄρουρα: 2.549 καδ δ' ἐν Ἀθήνῃς εἷσεν, ἑῷ ἐν πίονι νηῷ. 2.550 ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ϊλάονται 2.551 κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν. 2.552 τῶν αὖθ' ἡγεμόνευ' υἱὸς Πετεῶο Μενεσθεύς : 2.553 τῷ δ' οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρ 2.554 κοσμῆσαι ἵ̈ππους τε καὶ ἀνέρας ἀσπιδιώτας: 2.555 Νέστωρ οἶος ἔριζεν: ὃ γὰρ προγενέστερος ἦεν: 2.556 τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο: 2.557 Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας: 2.559 οἱ δ' Ἄργός τ' εἶχον Τίρυνθά τε τειχιόεσσαν. 2.560 Ἑρμιόνην Ἀσίνην τε βαθὺν κατα κόλπον ἐχούσας: 2.561 Τροίζην' Ἠϊόνας τε καὶ ἀμπελόεντ' Ἐπίδαυρον : 2.562 οἵ τ' ἔχον Αἴγιναν , Μάσητά τε κοῦροι Ἀχαιῶν . 2.563 τῶν αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης : 2.564 καὶ Σθένελος , Καπανῆος ἀγακλειτοῦ φίλος υἱός: 2.565 τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰ̈σόθεος φὼς. Scholia to Iliad 2.538-2.565 Main scholia On Iliad 2.547: δῆμον Ἐρεχθῆος : Ἐρεχθέως τοῦ βασιλέως Ἀθηναίων τοῦ καὶ Ἐριχθονίου καλουμένου: γεννηθέντος δὲ ἐκ τοῦ Ἡφαίστου οὗτος γὰρ εδίωκεν Ἀθηνᾶν ἐρῶν αὐτῆς ἡ δὲ ἒφυγεν. ὡς δὲ εγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ ἢν γὰρ χωλὸς επειρᾶτο συνελθεῖν. ἡ δὲ ὡς σώφρων καὶ παρθένος οῦσα οὐκ ἀνέσχετο ὃς ἀπεσπερμήνεν εἰς τὸ σκέλος τῆς θεᾶς: ἡ δὲ μυσαχθεῖσα ἐρίῳ ἀπομάξασα τὸν γόνον ἔρριψεν εἰς γῆν ὅθεν Ἐριχθόνιος ὁ εκ τῆς γῆς ἀναδοθεὶς παῖς ἐκλήθη ἀπο τοῦ ἐρίου καὶ τῆς χθονός: ἱστορεῖ Καλλίμαχος ⁑ On Iliad 2.548: ζείδωρος ἄρουρα: τοῦτο ὡς κύριον ἔλαβεν ἐπι τῆς Ἀττικῆς ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπὸς διὅ νῦν πρῶτον τῷ ἐπιθέτω εχρήσατο⁑ On Iliad 2.553: τῷ δ' οὔ πω τις ὁμοῖος: ὅτι Ζηνοδοτος ἀπο τούτου τρεῖς στίχους ἠθέτηκεν μήποτε δὲ δια τῶν επι μέρους οὐδεποτε αὐτὸν διατάσσοντα συνέστησεν: πολλα μεντοι Ὅμηρος κεφαλαιωδῶς συνίστησιν αὐτα τὰ ἔργα παραλιπὼν ὡς τὴν Μαχάονος ἀριστείαν παῦσεν ἀριστεύοντα μάχας ⁑ On Iliad 2.565: ἰσόθεος φῶς : τὸ φῶς ὀξυτονούμενον τὸν ἄνθρωπον δηλοὶ ὡς νῦν καὶ φῶτ' Ἀσκληπιοῦ υἱόν περισπώμενον δὲ τὸ φέγγος καὶ τροπικῶς τὴν σωτηρίαν συνῃρημένον ἐκ τοῦ φάους: εἰκότως οὖν περισπαται φόως δ' ετάροισιν ἔθηκεν : καὶ χρύσεον λύχνον ἔχουσα φόως περικαλλές . ἐπεὶ τὸ πῶς καὶ τὸ ποῦ επιρρήματά εστι πευστικὰ οἷον πῶς θάνεν Ἀτρείδης ποῦ Μενέλαος ἔιη: ὀζυτονούμενα δὲ καὶ ἐγκλιτικά ἐστιν ὡς τὸ ἀλλ οὔπως ἅμα πάν'τα θεοὶ δόσαν ἀνθρώποισιν , ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι ⁑ Venetus A (Marciana 454 = 822), folio 35, verso Iliad 2.566-2.592 2.566 Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος: 2.567 συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης : 2.568 τοῖσι δ' ἅμ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο: 2.569 οἱ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον 2.570 ἀφνειόν τε Κόρινθον : ἐϋκτιμένας τε Κλεωνάς : 2.571 Ὀρνειάς τ' ἐνέμοντο Ἀραιθυρέην τ' ἐρατεινήν: 2.572 καὶ Σικυῶν' : ὅθ' ὰρ Ἄδρηστος πρῶτ' ἐμβασίλευεν: 2.573 οἵ θ' Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν : 2.574 Πελλήνην τ' εἶχον. ἠδ' Αἴγιον ἀμφενέμοντο: 2.575 Αἰγιαλόν τ' ἀνὰ πάντα, καὶ ἀμφ' Ἑλίκην εὐρεῖαν. 2.576 τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων 2.577 Ἀτρείδης : ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι 2.578 λαοὶ ἕποντ', ἐν δ' αὐτὸς ἐδύσετο, νώροπα χαλκὸν 2.579 κυδιόων, ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν. 2.580 οὕνεκ' ἄριστος ἔην: πολὺ δὲ πλείστους ἄγε λαούς: 2.581 οἱ δ' εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν: 2.582 Φᾶρίν τε Σπάρτην τε: πολυτρήρωνά τε Μέσσην . 2.583 Βρυσειάς τ' ἐνέμοντο, καὶ Αὐγειὰς ἐρατεινάς: 2.584 οἵ τ' ὰρ' Ἀμύκλας εἶχον: Έλος τ' ἔφἁλον πτολίεθρον 2.585 οἵ τε, Λάαν εἶχον, ἠδ' Οίτυλον ἀμφενέμοντο. 2.586 τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος 2.587 ἑξήκοντα νεῶν. ἀπάτερθε δὲ θωρήσσοντο: 2.588 ἐν δ' αὐτὸς κίεν, ᾗσι προθυμίῃσι πεποιθὼς: 2.589 ὀτρύνων πόλεμον δὲ, μάλιστα δὲ ἵ̈ετο θυμῷ 2.590 τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε: 2.591 οἱ δὲ Πύλον τ' ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν. 2.592 καὶ Θρύον Ἀλφεῖοιο πόρον καὶ ἐΰκτιτον Αἰπὺ. Scholia to Iliad 2.566-2.592 Main scholia On Iliad 2.570: ἀφνειόν τε Κόρινθον ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ Θουκυδίδην ἡ Κόρινθος : ἡ διπλῆ δὲ ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον : ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λόγον Ἔφυραν λέγει ἔστι πόλις Ἐφύρη ⁑ On Iliad 2.571: Ὀρνειάσ τ' ὅτι Ζηνοδοτος γράφει Παραιθυρέην οὐκ επίσταται δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην⁑ On Iliad 2.574: Πελλήνην τ' εἶχον: διαφέρει Πελλήνῃ Παλλήνης : Πελλήνη γὰρ δῆμο πόλις Θρᾴκης : Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς ⁑ Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαΐας ἥ ἐστι Πελοπόννησος ⁑ On Iliad 2.575: Αἰγιαλόν τ' ἀνα πάντα: οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία χώρα ἤ τοι πλευρὰ τῆς Πελοποννήσου ἡ παρατείνουσα ἀποσικυῶνος μέχρι Ήλιδος ⁑ On Iliad 2.576: τῶν ἑκατὸν νηῶν ὅτι τὸ τῶν οὐχ ὡς ἄρθρον παρείληπται, ἀλλ' ἀντι ἀντωνυμίας τῆς τούτων καὶ παραλέλειπται ἡ ἔκ ρόθεσις ἵν ἢ ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν ⁑ On Iliad 2.579-2.580: κυδιόων ὅτι πᾶσι ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν ἐπεὶ δια τῶν ἑξῆς ἄριστος ὁ Αἴας λέγεται ἐν διαφόροις δὲ πράγμασιν εἰσὶν οὗτοι ἄριστοι ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῆ κατα πόλεμον ἀρετῇ⁑ On Iliad 2.579: κυδιόων πᾶσιν δέ. οὕτως ἡ ετέρα τῶν Ἀρισταρχείων καὶ ἔστι χαριεστέρα: ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκον κυδιόων: πᾶσι δὲ μετέπρεπεν ἡρώεσσιν: οὕνεκ' ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λάους ἡ γὰρ αιτία τοῦ διαπρέπειν δια τοῦ ἑξῆς ἀποδίδοται: οὕνεκ' ἄριστος ἔην: πολὺ δὲ πλείστους ἀγε λάους : ὁμοίως δὲ καὶ Ζηνόδοτος γράφει: On Iliad 2.581: κητῴεσσαν: μεγάλην παρα τὸ κῆτος ὅπερ δοκεῖ πάντων μείζον εῖναι τῶν ἐνύδρων ζῴων⁑ On Iliad 2.582: Φᾶριν τε Σπάρτην τε: ὅτι Μέσσην τὴν ἐπι τῆς Λακωνικῆς Μεσσήνην λέγει συγκόψας τούνομα⁑ On Iliad 2.585: οἵ τε Λάαν εἶχον ἠδ' Οίτυλον : ὁ ποιητὴς διεῖλε μονοσυλλάβως γὰρ λέγεται Λᾶς Οίτυλον δὲ ὡς δάκτυλον ἄρχεται γὰρ τὸ ὄνομα ἀπο τῆς οι διφθόγγου: κακῶς δὲ Τυραννίων οιόμενος ἄρθρον εἶναι τὸ υ καὶ παρα τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτανων καὶ παρα τὴν ϊστορίαν εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης : τοῦ δὲ γίνεται Ἀμφάναξ τοῦ δὲ Οίτυλος ἀφ οῦ ἡ (πό)λις ἡ εν Σπάρτη καλεῖται : τὸ δε κεφάλαιον ἐκτέταται ἐν τῇ Προσῳδίᾳ τῷ Ἡρωδιανῷ περι τῆς ἀναγνώσεως τῆς Τυραννίωνος ⁑ On Iliad 2.582: πολυτρήρωνά τε Μέσσην : ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδεν δῆλον ἑξ ὧν φησὶ δωρα τά οι ξεῖνος Λακεδαίμονι δῶκε τῷ δ' ἐν Μεσσήνη ⁑ On Iliad 2.592: καὶ Θρύον ἀλφειοῖο: ὅτι Θρύον εἶπεν τὴν ἐν άλλοις Θρυόεσσαν ἔστι δέ τις Θρυόεσσα πόλις ⁑ On Iliad 2.592: καὶ ἐΰκτιτον Αἰπύ . Ἀρίσταρχος ὡς ὀξύ συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβεν: τὸ δὲ αἰπύ ἐπίθετον: ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον τὸ δε Αἰπὺ κύριον ἐπεὶ καὶ ἐν ἄλλοις εἴρηκεν. ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη ὃ νῦν εἴρηκεν Αἰπύ καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν: Πτολεμαῖος δὲ φησὶ μὲν κύριον εἶναι τὸ Αἰπὺ : οὐ μὴν συγκατατίθεται τῷ τόνῳ φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς Ελος Αἰγιαλός : χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἣν ἡ βαρεῖα: τα γὰρ εἰς υ μονογενῆ οὐδέτερα βαρύνεται πῶυ μεθυ ταῦτα ἐν τῇ Προσῳδίᾳ καὶ ἐν τῆ Καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ εᾷ ἐν μέντοι τῇ τῆς Ἰλιάδος διαλαμβανων περι τοῦ ϊῷ οἱ μὲν πάντες ϊῷ κίον ήματι φανερῶς λέγει ὅτι Ἀρισταρχος ὀξύνει τὸ Αἰπύ : καὶ επλείσθη αὐτῷ ἡ πλείων χρῆσις⁑ Venetus A (Marciana 454 = 822), folio 36, recto Iliad 2.593-2.617 2.593 καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον 2.594 καὶ Πτελεὸν καὶ Ἕλος , καὶ Δώριον , ἔνθά τε Μοῦσαι 2.595 ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς 2.596 Οἰχαλίηθεν ϊόντα, παρ' Εὐρύτου Οἰχαλιῆος : 2.597 στεῦτο γὰρ εὐχόμενος νικησέμεν. εἴ περ ἂν αὐταὶ 2.598 Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο: 2.599 αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν. αὐτὰρ ἀοιδὴν 2.600 θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν: 2.601 τῶν αὖθ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ : 2.602 τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο: 2.603 οἱ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ 2.604 Αἰπύτιον παρὰ τύμβον ἵν' ἀνέρες ἀγχιμαχηταί, 2.605 οἳ Φενεόν τ' ἐνέμοντο. καὶ Ὀρχομενὸν πολύμηλον. 2.606 Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην : 2.607 καὶ Τεγέην εἶχον. καὶ Μαντινέην ἐρατεινὴν 2.608 Στύμφηλόν τ' εἶχον καὶ Παρρασίην ἐνέμοντο 2.609 τῶν ἦρχ' Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ . 2.610 ἑξήκοντα νεῶν: πολέες δ' ἐν νηῒ ἑκάστῃ 2.611 Ἀρκάδες ἄνδρες ἔβαινον: ἐπιστάμενοι πολεμίζειν: 2.612 αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 2.613 νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον 2.614 Ἀτρείδης . ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει: 2.615 οἱ δ' ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον 2.616 όσσον ἐφ' Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα 2.617 πέτρη τ' Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει. Scholia to Iliad 2.593-2.617 Main scholia On Iliad 2.595: ‡ἀντόμεναι Θάμυριν : Θάμυρις οὗτος παῖς ἦν Φιλάμωνος καὶ Ἀρσιόυτης νύμφης τὸ γένος Θρᾷξ ὃς ἔσχεν αἰσχρὸν ἔρωτα πρῶτος ἀρξάμενος ἐρᾶν ἀρρένων οὗτος κάλλει πολλῶν διενεγκῶν καὶ κιθαρωδίᾳ περι μουσικῆς ἐρίσας ταῖς Μούσαις συνέμενος ἀν μὲν κρεῖττων εὑρεθῇ πλειάσαι πάσαις: ἐὰν δὲ ἡττηθῇ στερηθῆναι οὐδ ἂν ἐκεῖναι θέλωσιν καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας καὶ τοῦ νοῦ ἐστέρησαν⁑ On Iliad 2.596: Οἱχαλίηθεν ἰ¨όντα: ὅτι Θεσσαλίας ἡ Οἱχαλία καθ Ὅμηρον οἱ δὲ νεώτεροι ἐπ Ευβοίας πεποιήκασιν⁑ On Iliad 2.597: στεῦτο γὰρ εὐχόμενος: ὅτι τὸ στεῦτο κατα διάνοιαν ὡρίζετο οὐκ επι τῆς τῶν ποδῶν στάσεως ὡς ἐν τοῖς κατὰ τὴν ἡθετημένοις στεῦτο δὲ διψάων . καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντι τοῦ ει καὶ αὐται ⁑ On Iliad 2.599: πηρὸν θέσαν: ὡς χρηστὸν κατ οξείαν τασιν παρα τῷ ποιητῇ παρα δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον : ὑγιεστέρα δὲ ἡ παρα τῷ ποιητῇ ἀνάγνωσις: ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ ητ ὀξύνονται οἶον πηός : πηλός . οὕτως καὶ πηρός ⁑ On Iliad 2.600: καὶ ἐκλέλαθον κιθαριστύν: ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο: ἐπι δὲ τοῦ διδακτικοῦ ἐκλέλαθον ὃ γὰρ ἔμαθεν τις οὐκ απόλλυσιν ἐπιλήθεται δὲ⁑ On Iliad 2.603-2.609: οἱ δ' ἔχον Ἀρκαδίην : Ἀρκαδία ἀπο Ἀρκάδος τοῦ Διὸς οὗ Ἀμφιδάμας οὗ Ἀλεός . οὗ Ἀγκαῖος , οὗ Ἀγαπήνωρ Κυλλήνη ὄρος ὑφηλὸν τῆς Ἀρκαδίας καὶ πόλις οῦσα παρ' αυτῷ ὁμώνυμος ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆσθαι ἐκ Μαίας τῆς Ἄτλαντος θυγατρὸς καὶ Διὸς ὅθεν Κυλλήνιον τὸν θεὸν φασίν⁑ On Iliad 2.605: οἳ Φενεόν τ᾽ ἐνέμοντο: προς τὴν ὁμωνυμίαν τοῦ Ὀρχομενοῦ ὅτι τῷ ἐπιθετῳ διέσταλκεν⁑ On Iliad 2.612: αὐτὸς γάρ σφιν: ἀπο τούτου ἕως τοῦ Ἀτρείδης ἐπεὶ οὔ σφι Ζηνόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαιοι δὲ εἰσὶ παριστόρηται γὰρ δι αυτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγαμέμνων ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει On Iliad 2.612-2.614: αὐτὸς γάρ σφιν: ἐπεὶ μεσογείους ὄντας εἰς Ἴ¨λιον ἐπήγαγεν λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς⁑ On Iliad 2.615-2.617: οἱ δ' ἄρα Βουπράσιον : Βουπρασιον πόλις ἡ δὲ χῶρα Ἧλις . ὁρίοις δὲ αὐτὴν περιγράφει μὴ θέλων πάλιν λεπτολογεῖν τὰ κατα μερος⁑ On Iliad 2.616: ὅσον ἐφ Υρμΐνη ἐφ ὅσον ἥ τε Ὑρμηνη καὶ ὁ Μύρσινος καὶ τὸ Ἀλείσιον καὶ ἡ Ωλενία πέτρα ἐντὸς συνεῖχον τοῦ παντὸς οἱ Ήλειοι ἐβασίλευον. ἡ διπλη δὲ ὅτι Ζηνόδοτος συν τῷ ϊ γράφει γίνεται δὲ ἀκατάλληλος ὁ λόγος⁑ Interlinear scholia On Iliad 2.604: τοῦ Αιγυπτίου Interior scholia On Iliad 2.608: ὡς Εὔμηλον ΐδιον γὰρ⁑ Venetus A (Marciana 454 = 822), folio 36, verso Iliad 2.618-2.642 2.618 τῶν αὖ, τέσσαρες ἀρχοὶ έσαν: δέκα δ' ἀνδρὶ ἑκάστῳ 2.619 νῆες ἕποντο θοαὶ: πολέες δ' ἔμβαινον Ἐπειοί : 2.620 τῶν μὲν ὰρ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην 2.621 υἷες ὁ μὲν Κτεάτου . ὁ δ' ἂρ Εὐρύτου Ἀκτορίωνε: 2.622 τῶν δ' Ἀμαρυγκείδης , ἦρχε κρατερὸς Διώρης : 2.623 τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς 2.624 υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος: 2.625 οἱ δ' ἐκ Δουλιχίοιο Ἐχῑνά̄ων θ' ἱ῾εράων 2.626 νήσων. αἳ ναίουσι πέρην ἁλὸς Ήλιδος ἄντα. 2.627 τῶν αὖθ' ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ 2.628 Φυλείδης . ὃν τίκτε Διῒ φίλος ἱ̈ππότα Φυλεύς : 2.629 ὅς ποτε Δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς: 2.630 τῷ δ' ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο: 2.631 Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους: 2.632 οἵ ῥ' Ἰ̈θάκην εἶχον. καὶ Νήριτον εἰνοσίφυλλον: 2.633 καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν. 2.634 οἵ τε Ζάκυνθον ἔχον. ἠδ' οἳ Σάμον ἀμφενέμοντο: 2.635 οἵ τ' ἤπειρον ἔχον. ἠδ' ἀντιπέραι' ἐνέμοντο: 2.636 τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διῒ μῆτιν ἀτάλαντος: 2.637 τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρηοι. 2.638 Αἰτωλῶν δ' ἡγεῖτο Θόας Ἀνδραίμονος υἱὸς: 2.639 οἱ Πλευρῶν ' ἐνέμοντο. καὶ Ὤλενον . ἠδὲ Πυλήνην : 2.640 Χαλκίδα τ' ἀγχίαλον. Καλυδῶνά τε πετρήεσσαν: 2.641 οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν: 2.642 οὐδ' ὰρ ἔτ' αὐτὸς έην. θάνε δὲ ξανθὸς Μελέαγρος : Scholia to Iliad 2.618-2.642 Main scholia On Iliad 2.621: ‡υἷες ὁ μὲν Κτεάτου: ὅτι παρα τὸ ἠθισμένον προς τὸ πρότερον ἀπήντηκεν ἔστι γὰρ ὁ προκατειρημένος Ἀμφίμαχος Κτεάτου υἱὸς ὁ δὲ Θάλπιος Εὐρύτου καὶ ὅτι οὕτως εἴρηκεν Ἀκτορίωνε δέον Ακτοριώνων ⁑ On Iliad 2.625: οἱ δ' ἐκ Δουλιχίοιο : ὅτι οὐχ ὡς κεχωρισμένου Δουλυχίου τῶν Ἐχινάων οὕτως εἴρηκεν ἀλλ αντι τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων καὶ ὅτι ἀπο τοῦ Ἔχινα εἴρηκεν Ἐχινάων ⁑ On Iliad 2.629: ἔς ποτε Δουλίχιον προς τὴν ἀμφιβολείαν πότερον ὁ Μέγης ἀπῴκησεν ἢ ὁ Φυλεὺς ὃ καὶ μηρικώτερον Ὅμηρος γὰρ ἀεὶ προς τὸ δεύτερον πρότερον ἀπαντᾷ⁑ On Iliad 2.629: Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας αἱ δὲ Ἐχινάδες νῆσοι εἰσὶ τῆς Ἀκαρνανίας παρα ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ ἐν αῖς οἱκατοικοῦντες καλοῦνται ἰ¨οί ⁑ On Iliad 2.629: πατρὶ χολωθεὶς⁑ ὃς εἰς τὸ Δουλίχιον ποτὲ ἀπῳκίσθη δια τὸ καταμαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περι τοῦ μισθοῦ ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας εἰ καθάροι εν αὐτοῦ τὰς ἐπαύλεις μεταστησας τῆς κόπου τῶν βοῶν ἡ ϊστορία καὶ παρα Καλλιμάχῳ ⁑ On Iliad 2.634: οἵ τε Ζάκυνθον : ὅτι Ζηνόδοτος γράφει ἠδ' οἰ Σάμη¨ν καὶ ἄμετρον ποιῶν καὶ ἀγνοῶν ὅτι κατα τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς ος λήγοντα μεσσηγὺς Τενέδοιο Σάμοιό τε οὐ γὰρ εἶπε Σάμις τε φρούριον δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον ⁑ On Iliad 2.637: μιλτοπάρηοι: ὅτι ἤδη ἡ μῖξις ἢν ἐπιπολάσασα προς τὴν ζωγραφικὴν ἐξηλαγμέν αιδὲ αἱ Οδυσσέως νῆες ὅπως εἰ καὶ ὁλίγαι ἀλλ οὖν δια τῆς χρίσεως ἐπίσημοι εῖεν καὶ ὅτε δέ οἱ πλεῖν μὴ σκορπίζοιντο ἀμέλει καὶ μέσας αὐτὰς ἔταξαν καὶ τὴν αγορὴν εκεῖσε εποίησαν⁑ On Iliad 2.641: οὐ γὰρ ἔτ' Οἰνῆος ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν ἴσως ὑποπτεύσας τὸν Μελέαγρον κεχωρισθαι τῶν Οἰνέως παίδων εἴρηται δὲ ἐξ ονόματος κατ εξοχήν καθάπερ ἐπι τοῦ Ζεὺς δ' ἐπει οῦν Τρώάς τε καὶ Ἕκτορα καὶ γὰρ ὁ Ἕκτωρ Τρῶς ἦν⁑ On Iliad 2.642: οὐδ ὰρ έτ' αὐτὸς ἔην: ἐὰν στίζωμεν ἐπι τὸ έην, ἔσται τὸ αυτός ἐπι τοῦ Οἰνέως . ἐὰν δὲ βραχὺ διαστέλλωμεν. ὅλος ὁ στίχος ἐπι τοῦ Μελεάγρου καὶ τὸ ἑξῆς οὐδ' ὰρ ἔτ' αὐτὸς ἔην ξανθὸς Μελέαγρος θάνε δέ ⁑ Intermarginal scholia On Iliad 2.626: ὅτι Ζηνόδοτος γράφει οι ναιουσι επι τῶν ἀνδρων οὐ νοεῖτον δε ὅτι ἀντὶ τοῦ ναίονται . Venetus A (Marciana 454 = 822), folio 37, recto Iliad 2.643-2.667 2.643 τῷ δ' ἐπὶ πάντ' ἐτέταλτ˙ο ἀνασσέμεν Αἰτωλοῖσι̃ : 2.644 τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο: 2.645 Κρητῶν δ' Ἰ̈δομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν: 2.646 οἳ Κνωσόν τ' εἶχον. Γόργυνά τε τειχιόεσσαν: 2.647 Λύκτον Μί̄λητόν τε καὶ ἀργινόεντα Λύκαστον : 2.648 Φαιστόν τε Ῥύτιόν τε πόλις εὖ ναιεταώσας: 2.649 ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο: 2.650 τῶν μὲν ὰρ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν 2.651 Μηριόνης τ' ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ: 2.652 τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο: 2.653 Τληπόλεμος δ' Ἡρακλείδης ἠύς τε μέγας τε 2.654 ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων: 2.655 οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες: 2.656 Λίνδον : Ϊήλυσόν τε καὶ ἀργινόεντα Κάμειρον : 2.657 τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν 2.658 ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ 2.659 τὴν ἄγετ' ἐξ Ἐφύρης . ποταμοῦ ἀπο Σελλήεντος 2.660 πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν: 2.661 Τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνι μεγάρῳ εὐπήκτῳ 2.662 αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα 2.663 ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος : 2.664 αἶψα δὲ νῆας ἔπηξε πολὺν δ' ὅ γε λαὸν ἀγείρας 2.665 βῆ φεύγων ἐπὶ πόντον: ἀπείλησαν γάρ οἱ ἄλλοι 2.666 υἱέες υἱωνοί τε βίης Ἡρακληείης: 2.667 αὐτὰρ ὅ γ' ἑς Ῥόδον Ί̈ξεν ἁλώμενος ἄλγεα πάσχων: Scholia to Iliad 2.643-2.667 Main scholia On Iliad 2.648: Φαιστόν : ὡς πιστὸν ὀξυτόνως: βαρυνόμενον γὰρ ἐπι τοῦ ἥρωος τίθεται Ἱ¨δομενεὺς δ' ἄρα Φαῖστον ⁑ On Iliad 2.648: Ῥύτιον : προπαροξυτόνως ὡς στάδιον οὐκ εῦ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡς πεδίον : οὔτε γὰρ ὑποκοριστικὸν οὔτε εἰ ῆν ὑποκοριστικόν παρωξύνετο καθότι τρίβραχυ τοῦτο δὲ εἴπομεν καὶ ἐπι τοῦ Θρόνιον ⁑ On Iliad 2.658: ὃν τέκεν Ἀστυόχεια : ὅτι Ζηνόδοτος γράφει Ἡρακλείῃ καὶ ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα ἀπο γὰρ τοῦ Ηρακλῆος Ἡρακληείη ἐκπίπτει⁑ On Iliad 2.659: τὴν ἄγετ' ἐξ Εφύρης : ὅτι ἡ Εφύρα αὕτη ἑτέρα ἐστι τῆς Κορίνθου τῆς Θεσπροτίας οῦσα. καὶ ὅτι συν τῷ σ Σελλήεντα τὸν ποταμὸν λέγει ἀφ' οῦ τὸ παροικοῦν ἔθνος Σελλοὺς καλεῖ οἱ δὲ νεώτεροι Ἑλλοὺς λέγουσι πλανηθεντες⁑ On Iliad 2.662: αὐτίκα πατρὸς εοῖο: ἱστόρηται ὅτι Τληπόλεμος θεασάμενος Λικύμνιον τὸν μήτρῳα ἤδη γεραιὸν ὑπάρχοντα ὑπό τινος τῶν οἰκείων ἀμελῶς χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπι τὸν οἰκέτην: καὶ τούτου μέν ἥμαρτεν πλήξας δὲ τὸν Λικύμνιον ἀκουσίως ἀπέκτεινεν δι'ὃ ἠναγκάσθη γενεσθαι φυγὰς τῆς πατρίδος⁑ On Iliad 2.662: φιλον μήτρωα κατεκτα: Πτολεμαῖος φησὶν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ ἔκτα συν οὐλομένῃ ἀλόχῳ κατα συστολήν: Τυραννίων δὲ κατ έκτασιν οἶμαι δὲ ἀκόλουθον εἶναι εκείνῃ τῇ γραφῇ τῇ κομιζομένη ὑπ' Ἀριστάρχου . ὣς ἑμὲν ὅτε δῖον Ἐρευθαλίωνα κατέκτα ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατα συστολὴν ἀφορμῆς ἔσχε τὴν τῆς ἀποκοπῆς ὁμοίως τῶ οῦτα κατα λαπάρην ⁑ On Iliad 2.665: βῆ φεύγων ἐπὶ πόντον: τὸ μὲν Ὁμηρικὸν ἔθος βῆ φεύγειν προφέρεται ἀλλ' ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν ἀλλ οὕτως γράφει μῆ φεύγων ⁑ On Iliad 2.665: ἀπείλησαν γὰρ οἱ ἄλλοι: ὁ γάρ ὀξύνεται ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως καὶ μη ἄρθρον καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παραλειπεῖν τὰ ἄρθρα ⁑ On Iliad 2.667: αὐτὰρ ὅ γ' ἐς Ρόδον : ὅτι Ζηνόδοτος γράφει αῖψα δ' ὅ γ' ἐς Ῥόδον : οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπι τὴν Ῥόδον ὁ πρότερον μὲν ναῦς πεπηχὼς εἶτα ἁλώμενος καὶ οὐκ εὐθὺ πλοϊκῶς⁑ Interior scholia On Iliad 2.643: ἐπι τοῦ Θόαντος ἵν ῆ τούτω: Exterior scholia On Iliad 2.646: Γόρτυνά τε On Iliad 2.663: ὄζος Venetus A (Marciana 454 = 822), folio 37, verso Iliad 2.668-2.692 2.668 τριχθὰ δὲ ᾤκηθεν, καταφυλαδὸν. ἢ δ' ἐφίληθεν 2.669 ἐκ Διός : ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει: 2.670 καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων : 2.671 Νῑρεὺς , αὖ, Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας: 2.672 Νιρεὺς . Ἀγλαΐης υἱὸς: χαρόποιό τ' ἄνακτος: 2.673 Νιρεὺς ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴ̈λιον ἦλθε 2.674 τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα : 2.675 ἀλλ' ἀλαπαδνὸς ἔην: παῦρος δέ οἱ εἵπετο λαός: 2.676 οἱ δ' ἄρα. Νίσυρόν τ' εἶχον Κράπαθόν τε Κάσον τε 2.677 καὶ Κῶν , Εὐρυπύλοιο πόλιν: νήσους τε Καλύδνας : 2.678 τῶν αὖ, Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην 2.679 Θεσσαλοῦ υἷε δύω Ἡρακλείδαο ἄνακτος: 2.680 τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο: 2.681 Νῦν, αὖ, τοὺς ὅσσοι, τὸ Πελασγικὸν Ἄργος ἔναιον 2.682 οἵ τ' Ἄλον οἵ τ' Ἀλόπην : οἵ τε Τρηχῖν' ἐνέμοντο 2.683 οἵ τ' εἶχον Φθίην ἠδ' Ἑλλάδα καλλιγύναικα 2.684 Μυρμιδόνες δὲ καλεῦτο καὶ Ἕλληνες καὶ Ἀχαιοὶ . 2.685 τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς . 2.686 ἀλλ' οἵ γ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο: 2.687 οὐ γὰρ ἔην ὅς τί σφιν ἐπὶ στίχας ἡγήσαιτο: 2.688 κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς 2.689 κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο 2.690 τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας 2.691 Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης : 2.692 καδ δὲ Μύνητ' ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους Scholia to Iliad 2.668-2.692 Main scholia On Iliad 2.668: ‡τριχθὰ δὲ ᾤκηθεν σεσημείωται προς τὸν ἑξῆς ἀθετούμενον οὐ γὰρ νοήσας τις ὅτι τὸ σημαινόμενον τοιοῦτον ἐστὶ καίπερ οὐκ επι τῆς αὐτῆς οικοῦντες πόλεως ἀλλα τριχῆ διασπαρέντες ἐφιλήθησαν ὑπο ἀλλήλων καὶ οὐ διήχθρευσαν ἐζήτησεν ὑπο τινος ἐφιλήθησαν διὃ προσέθηκε τὸν ἐκ Διὸς ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει ⁑ On Iliad 2.670: καί σφιν θεσπέσιον πλοῦτον: ὅτι Πίνδαρος κυρίως δέδεκται, χρυσὸν ὗσαι τὸν Δία Ὁμήρου μεταφορᾷ κεχρημένου δια τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου⁑ On Iliad 2.671: Νιρεὺς αὖ Σύμηθεν : ἐνταῦθα τρὶς ὀνομασας τὸν Νιρέα οὐκέτι αὐτοῦ ἐμνήσθη: καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι λέγων: ἀλαπαδνὸς ἔην παῦρος δέ οι εἵπετο λαος ⁑ On Iliad 2.672: Χαροποιό τ' ἄνακτος: ὡς Μενάνδροιο καὶ γὰρ ἀπο γενικῆς ευθεία ἐστι παρειλημμένη ὡς τὸ υἱὸς Τροιζήνοιο καὶ εἰς ϊδιότητα ὀφείλει ἡ βαρεῖα τᾶσις παραλαμβάνεσθαι⁑ On Iliad 2.673-2.675: Νιρεὺς ὃς κάλλιστος⁑ τρισὶ στίχοις παράκεινται διπλαὶ περιεστηγμέναι ὅτι ἐκ τῶν τριῶν τοὺς δύο ἡθέτηκε Ζηνόδοτος τὸν δὲ μέσον οὐδὲ ἔγραφεν τοῦ Ὁμήρου φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα προτεροῦντας στῆσαι⁑ On Iliad 2.676: Κράπαθόν τε: ὡς λάπαθον οὕτως Κραπαθον καὶ γὰρ ὁ τοιοῦτος χαρακτηρ ὀφείλει βαρύνεσθαι ἐπι θηλυκῶν λέγω δὲ ὁ εἰς θος λήγων ὑπερ δύο συλλαβὰς τῷ α παραληγόμενος ἅμαθος ψάμαθος ⁑ On Iliad 2.681: νῦν αὖ τοὺς ὅσσοι ὅτι Ζηνοδοτος μετέγραφεν οὕτως οἱ δ' Ἄργος τ' εἶχον τὸ Πελασγικὸν οὖθαρ ἀρούρης τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ προοιμιαζόμενου δια τὸ μεταβαίνειν ἀπο τῶν νήσων καὶ τῆς Πελοποννήσου ἐπι τὸ κατὰ Θεσσαλίαν οὐκ ὄντα συναφῆ τοῖς προειρημένοις ⁑ On Iliad 2.681-2.685: νῦν αὐ τοὺς ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον⁑ μακρόθεν ὑπακούεται τὸ ἕσπετε ἠ τὸ ἐρέω καὶ τὰ τοιαῦτα τοῖς αιτήμασιν ὑποπίπτει: στικτέον δὲ ἐπι τὸ ἔναιον ἵν' ᾗ τὸ ἐπιφερόμενον οἵ τ' Ἄλόν τε καὶ Ἀλόπην ἐνεμοντο τὸ γὰρ οἱ κατ επανάληψιν περισσεύει δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοὶ κατα τέλος ἡ δε συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοικοῦσιν οἱ ὑπ' Αχιλλεῖ τεταγμένοι τὸ δὲ τοὺς ἀντωνυμία ἐστι διὃ περισπασταῖον τὸ νῦν καὶ τὸ αὖ ⁑ On Iliad 2.684: Μυρμιδόνες δὲ καλεῦντο: ὅτι μόνους τοὺς ὑπ Αχιλλεῖ τεταγμένους Ἕλληνας καλλεῖ⁑ On Iliad 2.686: ἀλλ' οἵ γ' οὐ πολέμοιο ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπο τούτου ἕως τοῦ τῆς ὅ γε κεῖτ' ἀχέων στίχους ἐννέα ἀναγκαῖοι δέ εἰσι: δι αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφ εαυτῶν ἔμενον οἱ Μυρμιδόνες ⁑ Intermarginal scholia On Iliad 2.669: ἀθετειται ἡ δε αιτία προείρηται ⁑ On Iliad 2.689: ὅτι ελλείπει ἡ περὶ πρόθεσις Interior scholia On Iliad 2.682: Ἰακῶς τὸ ἐνέμοντο: Αρισταρχος ⁑ Venetus A (Marciana 454 = 822), folio 38, recto Iliad 2.693-2.697 2.693 υἱέας Εὐηνοῖο , Σεληπιάδαο ἄνακτος: 2.694 τῆς ὅ γε κεῖτ' ἀχέων. τάχα δ' ἀνστήσεσθαι ἔμελλεν: 2.695 οἱ δ' εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα 2.696 Δήμητρος τέμενος: Ί̈τωνά τε μητέρα μήλων 2.698 τῶν, αὖ, Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε 2.699 ζωὸς ἐὼν, τότε δ' ἤδη ἔχεν κάτα γαῖα μέλαινα: 2.700 τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο 2.701 καὶ δόμος ἡμιτελὴς. τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ 2.702 νηὸς ἀποθρῴσκοντα πολυπρώτιστον Ἀχαιῶν : 2.703 οὐδε μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν: πόθεόν γε μὲν ἀρχὸν: 2.704 ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος 2.705 Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδᾱο : 2.706 αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου 2.707 ὁπλότερος γενεῇ: ὁ δ' ἄρα πρότερος καὶ ἀρείων 2.708 ἥρως Πρωτεσίλαος ἀρήϊος, οὐδ' έτι λαοὶ 2.709 δεύονθ' ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα. 2.710 τῷ δ' ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο: 2.711 οἱ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην. 2.712 Βοίβην καὶ Γλαφυρὰς , καὶ ἐϋκτιμένην Ἰ̈αωλκὸν 2.713 τῶν ἦρχ' Ἀδμήτοιο φίλος παῖς ἕνδεκα νηῶν 2.714 Εὔμηλος , τὸν ὑπ' Ἀδμήτῳ τέκε δῖα γυναικῶν 2.715 Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη: 2.716 οἱ δ' ἄρα Μηθώμην καὶ Θαυμακίην ἐνέμοντο 2.717 καὶ Μελίβοιαν ἔχον: καὶ Ὀλιζῶνα τρηχεῖαν. 2.697 ἀγχίαλόν τ' Ἀντρῶνα ἰ̈δὲ Πτελεὸν λεχεποίην. Scholia to Iliad 2.693-2.697 Main scholia On Iliad 2.694: ‡τῆς ὅ γε κεῖτ᾽ ἀχέων: ὅτι Ζηνόδοτος γράφει ἀνατάσασθαι ἔμελλεν δια τοῦ καταπροηγουμένως λόγον αἰολίζοντος ἀλλ ουχὶ σπανίως δι' ευφωνίαν οὐδ' οἱ Αιολεῖς δὲ οὕτως λέγουσιν⁑ On Iliad 2.696: Δήμητρος τέμενος: τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς χωριστέον ἡ Δημήτριον γὰρ πόλις καθ εαυτήν ἐστιν ἀσυνδετώς δὲ ἐξενήνεκται ὡς καὶ ἐπάνω Ἑρμιόνην Ἄσην τε Τροίζην Ἠϊονας τε ἡ γὰρ Ερμιόνη καὶ ἡ Τροίζην ἀσύνδετα πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵν' ὁ Πύρασος λέγηται Δήμητρος τέμενος δι ευκαρπίαν κακῶς⁑ On Iliad 2.697: ἀχίαλόν τ' Ἀντρῶνα ὅτι Ζηνόδοτος γράφει ἀχιάλην τ' Ἀντρῶνα καὶ ἡ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών κοινόν ἐστι τὸ ὄνομα ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος: διάφοροι δὲ καὶ ἄριστοι ὅνοι ἐν Ἀντρῶνι τῆς Θεσσαλίας γίνονται ὅθεν καὶ εἰς παρομίαν παρῆλθεν τὸ Ἀντρώνιος ὄνος⁑ On Iliad 2.701: καὶ δόμος ἡμιτελὴς, τὸν δ' έκτανε Δάρδανος ἀνήρ⁑ ἤτοι ἄτεκνος ἢ ἀφηρήμενος τοῦ ἑτέρου τῶν δεσποτῶν ἠ ατελείωτος ἔθος γὰρ ἢν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὃ οἱ πολλοὶ φασὶν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπι τὸν πόλεμον: βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγενηκότα παῖδας πλεῦσαι: οἱ δὲ ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τῶν γεγαμηκότος οἷκον διεπράξατο ἀλλα πρότερον ἐστράτευσεν⁑ On Iliad 2.701: Δάρδανος ἀνὴρ: οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν ὅτι βασιλεὺς ἦν Δαρδανίων , οἱ δὲ τὸν Εὕφορβον ἕτεροι Ἕκτορα : τινὲς δὲ Ἀχάτην ἑταιροι τὸν Αἰνείου φονέα Πρωτεσιλάον δύναται δὲ καὶ ἀνωνύμως ἕνα τινὰ τῶν Δαρδανίων λέγειν⁑ On Iliad 2.717: Ὀλιζῶνα : προπερισπωμένως ὡς Μεδεῶνα Νικίας δὲ οὐκ εῦ ὡς περίζωμα⁑ Interior scholia On Iliad 2.695: βαρυτονητεον τὸ Φυλάκην πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου⁑ Exterior scholia On Iliad 2.716: μηθάνην Venetus A (Marciana 454 = 822), folio 38, verso Iliad 2.718-2.742 2.718 τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων εὖ εἰδὼς 2.719 ἑπτὰ νεῶν: ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα 2.720 ἐμβέβασαν. τόξων εῦ εἰδότες ῗφι μάχεσθαι: 2.721 ἀλλ' ὁ μὲν ἐν νήσῳ κεῖτο κρατὲρ' ἄλγεα πάσχων 2.722 Λήμνῳ ἐν ἠγαθέῃ: ὅθι μιν λίπον υἷες Ἀχαιῶν 2.723 ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου: 2.724 ἔνθ' ὅ γε κεῖτ' ἀχέων: τάχα δὲ, μνήσεσθαι ἔμελλον 2.725 Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος: 2.726 οὐδὲ μὲν οὐδ' οἱ ἄναρχοι ἔσαν. πόθεόν γε μὲν ἀρχὸν: 2.727 ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός: 2.728 τόν ῥ' ἔτεκεν Ῥήνη ὑπ' Ὀϊλῆϊ πτολιπόρθῳ: 2.729 οἱ δ' εἶχον Τρίκκην καὶ Ἰ̈θώμην κλϊμακόεσσαν: 2.730 οἵ τ' ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος : 2.731 τῶν, αὖθ', ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε 2.732 ἰ̈ητῆρ' ἀγαθὼ: Ποδαλείριος ἠδὲ Μαχάων : 2.733 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο: 2.734 οἵδ' ἔχον Ορμένιον : οἵ τε κρήνην Ὑπέρειαν 2.735 οἵτ': ἔχον Ἀστέριον . Τιτανοιό τε λευκὰ κάρηνα. 2.736 τῶν ἦρχ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱὸς 2.737 τῶ δ' ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο: 2.738 οἱ δ' Ἄργεισαν ἔχον: καὶ Γυρτώνην ἐνέμοντο 2.739 Ὄρθην Ηλώνην τε πόλιν τ' Ολοοσσόνα λευκήν. 2.740 τῶν, αὖθ'. ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης 2.741 υἱὸς Πειριθόοιο : τὸν ἀθάνατος τέκετο Ζεύς : 2.742 τόν ῥ' ὑπο Πειριθόῳ τέκετο κλυτὸς Ἱ̈πποδάμεια Scholia to Iliad 2.718-2.742 Main scholia On Iliad 2.718: ‡τὸν δε Φιλοκτήτης ἦρχεν: ὅτι Ζηνοδοτος γράφει τῶν αὖ ἡγεμόνευε Φιλοκτήτης ἀγὸς ἀνδρῶν ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ , τὴν περι εκάστου ἀρετήν⁑ On Iliad 2.722: Λήμνῳ ἐν ηγαθέῃ: ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλοκτήτης οἱ δὲ νεώτεροι ἐν τῇ σιδίῳ ἐρήμω On Iliad 2.722: ἱστόρηται ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς Χρυσῆς καλουμένης Ἀθηνᾶς ἐδείχθη ὑπο ὕδρου. καὶ ἀνιαρῶ τραύματι περιπεσὼν κατελείφθη αὐτόθι ὑπο τῶν Ἑλλήνων ἤδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους⁑ On Iliad 2.724: ἔνθ' ὅ γε κεῖτ' ἀχεων: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν ἀναγκαῖον δέ ἐστι γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης ⁑ On Iliad 2.724: τάχα δὲ μνήσεσθαι ἔμελλον: ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν καὶ χρῄζειν τοῦ Φιλοκτήτου , ἐπειδὴ εἵματο χωρὶς τῶν Ἡρακλέους καθὃ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οίτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης ⁑ Interlinear scholia On Iliad 2.739: ως Μεθώνην On Iliad 2.742: ὅτι αντι τοῦ κλυτὴ κλυτος εἶπεν⁑ Intermarginal scholia On Iliad 2.739: οὕτως ὀξυτόνως ἐπιθετικῶς γὰρ τέτακται Ὀλόσσόνα δὲ οὕτως παροξυτόνως φησὶν ἐν τῇ καθόλου⁑ On Iliad 2.741: οὕτως ἁσσπάρτην ἵν ῇ ἰδιον⁑ Exterior scholia On Iliad 2.723: μαχθιζοντα Venetus A (Marciana 454 = 822), folio 39, recto Iliad 2.743-2.767 2.743 ἤματι τῷ: ὅτε Φῆρας ἐτίσατο λαχνήεντας 2.744 τοὺσδ' ἐκ Πηλίου ῶσε καὶ Αἰθΐκεσσι πέλασσεν 2.745 οὐ κ' οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος 2.746 υἱὸς ὑπερθύμοιο Κορώνου Καινείδαο : 2.747 τοῖς δ' ἅμα τεσσεράκοντα μελαιναι νῆες ἕποντο: 2.748 Γουνεὺς δ' ἐκ Κύφου ἦγε δυω και είκοσι νῆας: 2.749 τῷ δ' ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ 2.750 οἱ περὶ Δωδώνην δυσχείμερον οἰκί' ἔθεντο 2.751 οἵ τ' ἀμφ' ϊμερτὸν Τιταρήσιον ἔργ' ἐνέμοντο 2.752 ὅς ῤ' ἐς Πηνειὸν προΐει. καλλίροον ὕδωρ: 2.753 οὐδ' ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ 2.754 ἀλλά τε μιν καθύπερθεν ἐπιρρέει ἠΰτ' ἔλαιον: 2.755 ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ: 2.756 Μαγνήτων δ' ἦρχε Πρόθοος Τενθρηδόνος υἱός. 2.757 οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον 2.758 ναίεσκον: τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε 2.759 τῷ δ' ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο: 2.760 Οὗτοι ὰρ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν: 2.761 τίς ταρ τῶν ὄχ' ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα 2.762 αὐτῶν ἢδ' ἵ̈ππων. οἳ ἅμ' Ἀτρείδῃσιν ἕποντο: 2.763 Ἵπποι μὲν μέγ' ἄρισται ἔσαν Φηρητιάδᾱο 2.764 τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς: 2.765 ὄτριχας οἰέτεας. σταφύλῃ ἐπὶ νῶτον ἐΐσας: 2.766 τὰς ἐν πηρείῃ θρέψ' ἀργυρότοξος Ἀπόλλων 2.767 ἄμφω θηλείᾱς: φόβον Ἄ̄ρηος φορεούσας: Scholia to Iliad 2.743-2.767 Main scholia On Iliad 2.744: ‡ καὶ Αἰθῑ'κεσσι πέλασσεν: Δημοκρινὴς ἀγνοήσας Αἰθιόπεσσιν ἔγραφεν κακῶς On Iliad 2.745: οὐκ οἶος ἅμα τῷ γε: ὅτι δια μέσου τὰ περι τοὺς Κενταύρους παριστόρηται: τὸ δὲ ἑξῆς ἐστι τοῦ λόγου τῶν αὖθ' ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης οὐκ οἶος, ἄμα τῷ γε Λεοντεὺς όζος Ἄρηος ⁑ On Iliad 2.750: οἳ περὶ Δωδώνην : χωρίον ἐν Ὑπερβορέοις τῆς Θεσπρωτίας ἱερὸν Διὸς ἔνθα τὸ ἐκ δρυὸς μαντεῖον τοῦ Δωδωναίου Δϊός ⁑ On Iliad 2.755: ἀπορρώξ: Ἀρισταρχος ὀξυτόνως ὡς θυλακοτρώξ: καὶ ἡ σύνθεσις δὲ τοῦτο ἀπαιτεῖ ὅ τι ἂν σημαίνει εἴτε πάθος εἴτε ἐνέργειαν: On Iliad 2.755: ὀξυτόνως ἀπορρὼξ ἡ ἀπορροή βαρυτόνως δὲ τὸ ἀπόρρυμα⁑ On Iliad 2.764: ποδώκεας: τινὲς ὡς εὐσεβέας καὶ οὕτως ἐρεῖ ὁ λόγος εἴ γε καὶ τὸ ποδώκὴς ὀφίλει ὀξύνεσθαι καθὃ τὰ εἰς υς ὀξύτονα φυλάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν ἀναδίδωσι τὸν τόνον, δριμὺς ἄδριμυς οὔχ οὕτως δὲ ἔχοντα ἀλλα τρέποντα τὸ τελος ἵσταται ἐπι τῆς ὀξείας ἡδύς ἀηδής: βαρύς ἀβαρής, ἠΰς ἐνηής οὕτως οὖν ὄφειλε καὶ τὸ ποδωκής ὀξυτονεῖσθαι: γενόμενον ἀπο τοῦ ὠκύς ἀλλα φασὶν εἰς ϊδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονεῖσθαι τὸ ποδώκης παρα γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι ποδώκης δι Ατάλαντι τί οὖν ἐπι τοῦ Δόλωνος κατα βαρεῖαν τάσιν ἀνεγνώκασιν καὶ ἐπι τούτου ὃς δή τοι εἶδος μὲν έην κακὸς ἀλλα ποδώκης ⁑ On Iliad 2.765: ὅτριχας οἰέτεας: συντόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν: διαφέρουσι γὰρ ἀλλήλων ἵπποι. ηλικία χρόᾳ μεγέθει γένει δυνάμει τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμφαίνειν ὡς τὸ καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ' εἰδυῖα : καὶ τὸ οὐ δέμας οὐδε φυήν οὔτ αρ φρένας οὐτέ τι ἔργα ⁑ On Iliad 2.765: οἰἔτεας: ὡς Διομήδεας ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχηματισμοῦ παράλογος ὁ τόνος: τὰ γὰρ παρα τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα συντιθέμενα εἰς ης λήγοντα ἐπιθετικὰ μὴ ἔχοντα τὸ η προ τέλους πάντα ὀξύνεται: εὐγενής ἀκλεής εὐειδής: οὕτως δὲ καὶ εὐτειχηςειν, εχρῆν μὲν οὖν καὶ τὰ παρα τὸ έτος τὸ αὐτο ἀναδέχεσθαι: νυνὶ δὲ κατα βαρεῖαν τάσιν ἀναγινώσκουσιν ἀλλ' οὑδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες ξετέα γὰρ ἀδμήτην ἀναγινώσκουσιν ὡς εὐσεβέα⁑ On Iliad 2.765: σταφυλη: οὕτως σταφύλη ὡς κό΄τυλη: έστι δὲ ἄμφω ἴσας τὸν νῶτον ὡς σταφύλη μετρεῖσθαι ὅ ἐστι λαοξικῷ δικη ὃς ἅμα πλᾶτος καὶ ὕψος μετρεῖ ὁ δὲ διαβήτης μόνον πλάτος⁑ On Iliad 2.767: ἄμφω θηλείας ὅτι τὴν ἐν πολέμῳ φυγὴν φόβον Ἄρεος εἴρηκεν ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν ἀλλα καὶ ὅτε δέοι ἀταράχως φεύγειν διωκέμεν ἠδὲ φεβεσθαι ⁑ Intermarginal scholia On Iliad 2.751: Ἱ¨ακῶς τὸ vέμοντο Ἀρίσταρχος ⁑ On Iliad 2.755: εἰς αὐτὸν γὰρ ομνυουσιν οἱ ἐπιχώριοι⁑ On Iliad 2.763: ὅτι προς τὸ δευτερον πρότερον ἀπήντηκεν: On Iliad 2.765: διαβητη⁑ Interior scholia On Iliad 2.756: χωρὶς τοῦ ν τὸ ῆρχε δια τὸ ἐπιφέρεσθαι δύο σύμφωνα ⁑ Exterior scholia On Iliad 2.761: τις γὰρ On Iliad 2.766: πιερίη Venetus A (Marciana 454 = 822), folio 39, verso Iliad 2.768-2.792 2.768 ἀνδρῶν αὖ, μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας 2.769 ὄφρ' Ἀχιλεὺς μήνιεν: ὃ γὰρ πολὺ φέρτατος ῆεν: 2.770 ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα Πηλείωνα : 2.771 ἀλλ' ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι 2.772 κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν 2.773 Ἀτρείδῃ : λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης 2.774 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱ̈έντες 2.775 τόξοισίν θ': ἵπποι δὲ παρ' ἅρμασιν οἷσιν ἕκαστος 2.776 λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον 2.777 ἕστασαν: ἅρματα δ' εὖ πεπυκασμένα κεῖτο ἀνάκτων 2.778 ἐν κλισίῃς: οἱ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντες 2.779 φοίτων ἔνθα καὶ ἔνθα κατα στρατὸν: οὐδ' ἐμάχοντο: 2.780 οἱ δ' ὰρ ΐσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα, νέμοιτο: 2.781 γαῖα δ' ὑπεστενάχιζε Διῒ ὡς τερπικεραύνῳ 2.782 χωομένῳ. ὅτε τ' ἀμφι Τυφώέϊ γαῖαν ϊμάσσῃ 2.783 ειν Αρίμοις. ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς: 2.784 ὡς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα 2.785 ἐρχομένων: μάλα δ' ὦκα διέπρησσον πεδίοιο: 2.786 Τρωσὶν δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ϊ῀ρις 2.787 παρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ: 2.788 οἱ δ' ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι 2.789 πάντες ὁμηγερέες, ἠμὲν νέοι ἠδὲ γέροντες: 2.790 ἀγχοῦ δ' ἱ̈σταμένη προσέφη πόδας ὠκέα Ϊ῀ρις : 2.791 εἴσατο δὲ φθογγὴν: υἱέϊ Πριάμοιο Πολίτῃ 2.792 ὃς Τρώων σκοπὸς ΐζε ποδωκείῃσι πεποιθὼς. Scholia to Iliad 2.768-2.792 Main scholia On Iliad 2.777: ἔστασαν δασυντέον τὸ ἔστασαν ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος: ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλικος οἱ δὲ ἀόριστοι ψιλὸν ἐπεὶ καὶ κατα ἀποβολὴν τοῦ ε λέγονται: στὰν δὲ μεταστοιχεί καὶ ὁ πρότερος: στῆσαν ἀείραντες : οὐκέτι δὲ ὁ ἕστασαν στάσαν⁑ On Iliad 2.783: εἰν αρίμοις ὅθι φασὶ Τυφωέος : οὕτως Τυφωέος ὡς Ἀχιλλέως καὶ γὰρ Τυφωέϊ γαῖαν ϊμάσσῃ ἀπ ευθείας τῆς Τυφωεύς . συνήθης δὲ αὐτῷ ὁ τοιοῦτος τύπος παρώνυμος⁑ On Iliad 2.791: εἴσατο δὲ φθογγὴν: ἀπὸ τούτου ἕως τοῦ τῶ μιν εεισαμένη ἀθετοῦνται στίχουι πέντε: εἰ γὰρ ἕνεκα τοῦ προἀπαγγεῖλαι ὅτι παραγίνονται οἱ Ἕλληνες ἤρκει ὁ Πολίτης εἴπερ ὅλως ἐπετήρει: εἰ δὲ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντος προελθεῖν ἔδει αὐτὸπρόσωπον παρεῖναι. ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν, τεκμηριον εἰς ἐπίγνωσιν: οἵ τε λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματισμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα ἀλλ' εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί: καὶ τὸ Ἕκτορ σὺ δὲ μάλιστ' ἐπιτελλόμενοι . Πολίτῃ ἀνοίκειον, μᾶλλον δὲ Ἴ¨ριδι ἁρμόζει ἐπιτάσσειν⁑ Intermarginal scholia On Iliad 2.769: οὕτως φέρτατος οὐ φέρτερος αἱ Ἀριστάρχου ⁑ On Iliad 2.781-2.784: ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ προλέγεται καὶ ἐπιλεγεται⁑ Venetus A (Marciana 454 = 822), folio 40, recto Iliad 2.793-2.817 2.793 τύμβῳ ἐπ ακροτάτῳ Αἰσυήταο γέροντος 2.794 δέγμενος ὁππότε, ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί : 2.795 τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ϊ῀ρις : 2.796 ὦ γέρον. αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν: 2.797 ὥς ποτ' ἐπ' εἰρήνης. πόλεμος δ' ἀλίαστος όρωρεν: 2.798 ῆ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν. 2.799 ἀλλ' οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα: 2.800 λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν 2.801 ἔρχονται πεδίοιο μαχησόμενοι περι ἄστυ: 2.802 Ἕκτορ : σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι: ὧδε δὲ ῥέξαι: 2.803 πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι 2.804 ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων: 2.805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει: 2.806 τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας: 2.807 ὡς ἔφαθ', Ἕκτωρ δ' οὔ τι θεᾶς ἔπος ἠγνοίησεν: 2.808 αῖψα δ' ἔλυσ' ἀγορὴν. ἐπὶ τεύχεα δ' ἐσσεύοντο: 2.809 πᾶσαι δ' ὠΐγνυντο πύλαι: ἐκ δ' έσσυτο λαός: 2.810 πεζοί θ' ἱππῆές τε: πολὺς δ' ὀρυμαγδὸς ὀρώρει: 2.811 Ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη 2.812 ἐν πεδίῳ ἀπάνευθε, περίδρομος ἔνθα καὶ ἔνθα: 2.813 τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν 2.814 ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης : 2.815 ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ' ἐπίκουροι: 2.816 Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαιόλος Ἕκτωρ 2.817 Πριαμίδης . ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι: Scholia to Iliad 2.793-2.817 Main scholia On Iliad 2.798: ἡ μὲν δὴ μάλα πολλὰ: οὕτως αἱ Ἀρισταρχου ἤδη καὶ ἐν τοῖς Πρὸς Κώμανον ὁμοίως προφέρεται καὶ μήποτε παραπλήσιόν ἐστι τὸ ήδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν ⁑ On Iliad 2.801: μαχησόμενοι προτι άστυ: οὕτως προτὶ άστυ οὐ περὶ άστυ ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλλϊν ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν⁑ On Iliad 2.805: τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω: ἀπ' ἄλλης ἀρχῆς ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω πολλοὶ γὰρ κατὰ ἄστυ μέγα τὴν αἰτίαν προλαβόντος τοῦ ποιητοῦ⁑ On Iliad 2.808: αἰψα δ' έλυσ' ἀγορὴν: τινὲς ἀπο τοῦ λ τὴν ἀρχὴν ποιοῦνται καὶ προπερισπῶσιν ἵνα ποιητικώτερον γένηται ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ διαφόρως ὁρᾶσθαι: ἀν δ' ὰρ έβη Πρίαμος : αὐτὰρ ὁ βῆ ρ' ϊέναι οὐδ' έλαθ' Ἀτρέος υἱόν : ἔμε δ' οὐ λάθεν ⁑ On Iliad 2.809: πᾶσαι δ' ὡΐγνυντο πύλαι ὅτι ἔμφασιν ἔχει πολλῶν πυλῶν μία δέ εστι καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι ⁑ On Iliad 2.813: Βατίειαν : οὕτως προπαροξυτόνως Βατίειαν ὡς Ἀλεξάνδρειαν ⁑ On Iliad 2.814: πολυσκάρθμοιο πολυκινήτου ταχείας δια τὸ πολλὰ ἐνεργεῖν αὐτὴν ἐν τῷ πολέμῳ σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις: Μυρῖνα δὲ Ἁμαζόνος ὄνομα⁑ On Iliad 2.816: κορυθαίολος ὁ αἰόλλων τὴν περικεφαλαίαν ὅ ἐστι κινῶν δια τὰς ἐν τῷ πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας ἠ ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν ἠ ὁ εὐκίνητος ἐν τοῖς πολέμοις⁑ Interlinear scholia On Iliad 2.798: ἤδη μέν On Iliad 2.802: προτι On Iliad 2.814: ὄνομα Intermarginal scholia On Iliad 2.811: οὕτως αιπεῖα ὡς οξεῖα : Interior scholia On Iliad 2.798: τὸν η περισπαστέον ἔστι γὰρ βεβαιωτικοί⁑ On Iliad 2.802: ὅτι περισσεύει ὁ δὲ σύνδεσμος ⁑ Venetus A (Marciana 454 = 822), folio 40, verso Iliad 2.818-2.842 2.818 λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι: 2.819 Δαρδανίων αὖτ' ἦρχεν ἐῢς παῖς Ἀγχίσαο 2.820 Αἰνείας , τὸν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη 2.821 Ἴ̈δης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα: 2.822 οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε 2.823 Ἀρχέλοχός τ' Ἀκάμας τε: μάχης εὖ εἰδότε πάσης: 2.824 οἱ δὲ Ζέλειαν ἔναιον. ὑπαὶ πόδα νείατον Ἴ̈δης 2.825 ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο 2.826 Τρῶες , τῶν αὖτ' ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς 2.827 Πάνδαρος . ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν: 2.828 οἱ δ' ἂρ Ἀδρήστειάν τ' εἶχον καὶ δῆμον Ἀπαισοῦ 2.829 καὶ Πιτύειαν ἔχον, καὶ Τηρείης ὄρος αἰπύ: 2.830 τῶν ἦρχ' Άδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ 2.831 υἷε δύω Μέροπος Περκωσίου , ὃς περι πάντων 2.832 ᾔδεε μαντοσύνας. οὐδ' ἑοὺς παῖδας ἔασκε 2.833 στείχειν ἐς πόλεμον φθισήνορα, τῶδέ οἱ οὔ τι 2.834 πειθέσθην, κῆρες γὰρ ἄγον μέλανος θανάτοιο: 2.835 οἱ δ' ἄρα, Περκώτην καὶ Πρά̄κτιον ἀμφενέμοντο 2.836 καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον, καὶ δῖαν Ἀρίσβην 2.837 τῶν αὖθ' Ὑρτακίδης ἦρχ' Άσιος ὄρχαμος ἀνδρῶν. 2.838 Άσιος Ὑρτακίδης , ὃν Ἀρίσβηθεν φέρον ἵπποι 2.839 αίθωνες μεγάλοι: ποταμοῦ ἄπο Σελλήεντος : 2.840 Ἱ̈ππόθοος δ' άγε φῦλα Πελασγῶν ἐγχεσιμώρων 2.841 τῶν οἳ Λάρῑσσαν ἐριβώλακα ναιετάασκον: 2.842 τῶν ἦρχ' Ἱππόθοός τε Πύλαιός τ' όζος Ἄρηος Scholia to Iliad 2.818-2.842 Main scholia On Iliad 2.819: Δαρδανίων αὐτ' ῆρχεν: ὅτι τῶν Δαρδάνων ἦρχεν Αἰνείας καὶ αὐτὸς ὢν Δάρδανος πρὸς τὸ τὸν δ' ἔκτανε Δάρδανος ἀνήρ ⁑ On Iliad 2.824: ὑπαι πόδα: οὕτως ὑπαὶ ὡς καταὶ καὶ παραὶ αἱ γὰρ προθέσεις ἐπαυξανόμεναι δια τοῦ ϊ φυλάσσουσι τὸν αὐτὸν τόνον⁑ On Iliad 2.827: Πάνδαρος . ᾦ καὶ τόξον: ὅτι οὐ τὸ τόξον λέγει, ἀλλα τὴν τοξικὴν ἐμπειρίαν τὸ γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει ⁑ On Iliad 2.831: ὃς περι πάντων: οὕτως φυλακτέον τὸν τονον τῆς προθέσεως εἴτε γὰρ πρόθεσις ἐστιν ἀντι προθεσεως παρειλημμένη ἀντι τοῦ ὑπερ πάντων φυλάσσεται ὁ τόνος καθότι πᾶσα πρόθεσις ἀντι ἑτέρας προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον: εἴτε ἀντι τοῦ περισσὸς φυλάσσει τὸν τόνον ὣς τὸ ῶς περι μὲν νόον ἐστι βροτῶν περὶ δ' ϊρὰ θεοῖσιν οὐ περὶ μὲν πρόφρων κραδίη καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν ὡς ὅτι πρὸς αὐτοὺς τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ορθοτονοῦνται⁑ On Iliad 2.832: οὐδ' ἑοὺς παῖδας έασκε: οὕτως τὸ αὐτοῦ έασκε κατα συστολην οὕτως καὶ πάντες : τα γὰρ δια τοῦ σκε παρηγμένα Ϊακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν ὧδε δέ τις εἴπεσκε τὴν αὐτὸς φορέεσκε ⁑ On Iliad 2.836: καὶ Σηστὸν καὶ Ἄβυδον ⁑ πόλεις περι τὸν Ἑλλήσποντον καθ ὰ ὁ Ξέρξης ἐπιστρατευών τῇ Ἑλλάδι συνέδησε ναῦς καὶ ἐπλήρωσε αὐτὰ γῆς ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον ἄφατον ὢν πεζὸν παρελθεῖν τὸν στενὸν εκεῖνον τῆς θαλάσσης τόπον Ἑλλήσποντος δὲ λέγεται ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρῳάδα πορθμός: εἴρηται δε Ἑλλήσποντος ἀπο τοῦ εκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα⁑ On Iliad 2.837-2.838: τῶν αῦθ' Ὑρτακίδης : ὅτι ὁ Ἄσιος οῦτος ὁμώνυμός ἐστι τῷ Ἑκάβης ἀδελφῷ ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος τὰς ὁμωνυμίας προς τὰ Πυλαιμενοῦς καὶ πρὸς τὴν ἐπανάληψιν ὅτι πλεονάζει ἐν Ἰ¨λιάδι ⁑ On Iliad 2.839: αἴθωνες μεγάλοι ὅτι Σελλήεις ποταμὸς ἐπι Ασίας ὁμώνυμος τῇ Θεσπρῳτία ⁑ On Iliad 2.839: ποταμοῦ ἀπο Σελλήεντος : Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἀναστρέφει πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις: ὁμοίως καὶ Νικίας , οὐκέτι μέντοι ἐπὶ τοῦ Ξάνθῳ ἐπι δινήεντι μάχῃ ἐνι κυδιανείρῃ ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα, ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις διὸ ἀναστρεφων ἀνεγίνωσκε Ξάνθου ἀπο δινήεντος , φυλάσσων δὲ τὸν τόνον ἐπι τοῦ ποταμοῦ ἀπο Σελλήεντος εῖτα πολλὰ εἰπὼν ὁ Ηρωδιανὸς φησὶν ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον όλον εῖδος ἀναγινώσκειν κατὰ ἀναστροφήν εἰ γὰρ δύο ὀνόματά ἐστι καθ ενὸς ὑποκειμένου λαμβανόμενα καὶ σχεδὸν ἕν ἐστι τὸ όλον καὶ θέλει ἡ πρόθεσις προἡγεῖσθαι μέση δὲ παρείληπται καθ υποταγὴν ὡς ὑποτετάγμενη ἀναστραφήσεται ⁑ On Iliad 2.842: Πύλαιος τ' όζος Ἄρηος : τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον προς ἀντιδιαστολὴν τοῦ τοπικοῦ. καὶ τὸν Ερμῆν τὸν Πυλαῖον ⁑ Interlinear scholia On Iliad 2.835: τινὲς ἐκτείνουσι τὴν φυοην τοῦ Πράκτιον Intermarginal scholia On Iliad 2.830: ὅτι καὶ έτερος Ἄμφιος Περκώσιος Ελατου υἱός⁑ Exterior scholia On Iliad 2.819: πάεϊς Venetus A (Marciana 454 = 822), folio 41, recto Iliad 2.843-2.865 2.843 υἷε δύω Λήθοιο Πελᾱσγοῦ Τευταμίδᾱο : 2.844 αὐτὰρ Θρήϊκας ἦγ' Ἀκάμας καὶ Πείροος ἥρως 2.845 ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει: 2.846 Εὔφημος δ' ἀρχὸς Κικόνων ἦν αἰχμητάων 2.847 υἱὸς Τροιζήνοιο διοτρεφέος. Κεάδᾱο : 2.848 αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους 2.849 τηλόθεν ἐξ Αμυδῶνος ἀπ' Ἀξίου εὐρὺ ῥέοντος 2.850 Ἀξίου : οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν: 2.851 Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ 2.852 ἐξ Ενετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων 2.853 οἵ ῥα Κύτωρον ἔχον, καὶ Σήσαμον ἀμφενέμοντο: 2.854 ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ' έναιον: 2.855 Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους : 2.856 αὐτὰρ Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον 2.857 τηλόθεν ἐξ Ἀλύβης , ὅθεν ἀργύρου ἐστὶ γενέθλη. 2.858 Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής: 2.859 ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσσατο κῆρα μέλαιναν 2.860 ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδᾱο 2.861 ἐν ποταμῷ ὅθι περ Τρώας κεράϊζε καὶ ἄλλους: 2.862 Φόρκῡς αὖ, Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής: 2.863 τῆλ' ἐξ Ἀσκανίης . μέμασαν δ' ὑσμῖνι μάχεσθαι: 2.864 μῄοσιν αῦ, Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην 2.865 υἷε Ταλαιμένεος , τῶ γυγαίῃ τέκε λίμνη Scholia to Iliad 2.843-2.865 Main scholia On Iliad 2.847: υἱὸς Τροιζήνοιο : οὕτως Τροιζήνοιο ὡς Εὐμήλοιο ἀπο γὰρ γενικῆς τῆς Τροίζηνος ἐγένετο εὐθεία ἔθει ποιητικῷ⁑ On Iliad 2.851: Παφλαγόνων δ᾽ ἡγεῖτο: ὅτι οῦτος ἐστι Πυλαιμένης περι οῦ πολλοὶ τῶν ἀρχαίων ἐζητήκασιν⁑ On Iliad 2.854: ἀμφί τε Παρθένιον ποταμὸν : τοῦτον ἕνιοι λέγουσιν δια τὴν πραότητα οὕτως προσαγορεύεσθαι: ἢ ἐπειδὴ παρθένος οῦσα ἐν αυτῷ ἐλούσατο⁑ On Iliad 2.856: αὐτὰρ ἀλιζώνων Ὀδίος ὅτι καὶ ἕτερος ἐστιν Ὁδίος ὁμώνυμος καὶ παρα τοῖς Ἕλλησιν Ἐπίστροφος ⁑ On Iliad 2.856: Ἀλιζῶνες δὲ ἔθνος Πόντου εἰσι δὲ οῦτοι βοιωτοὶ οὕς τινας Οἴνοπας φασὶ οἱ δὲ ἔθνος Αἰακῶν⁑ On Iliad 2.858: Μυσῶν δὲ Χρόμις ὅτι νῦν μὲν Χρόμιν ἐν ἄλλοις δὲ λέγει Χρόμιον τὸν αὐτον⁑ On Iliad 2.860-2.861: ἀλλ' εδάμη ὑπο χερσὶ: ἀθετοῦνται ἀμφότεροι ὅτι κατα τὴν περιποταμίαν μάχην οὐχ εὑρίσκεται επ' ονόματι πίπτων εἴωθεν δὲ ὁ ποιητὴς τοὺς τῶν ηγεμόνων θανάτους διαδήλως λέγειν ἐὰν δὲ μὴ ὁρισθῇ ὁ τόπος καὶ ὁ καιρὸς δύναται ὁ ετερος μένειν⁑ On Iliad 2.862: ‡τῆλ᾽ εξ Ασκανίης : ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν τὴν αὐτὴν λέγουσιν ὁ δε Ὅμηρος οὐχ οὕτως: Αἰσχύλος δὲ συνέσχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας : ἡ δὲ μεγάλη παρα τῷ Σαγγαρίῳ κεῖται ὅθεν καὶ Ἄσιος ὃς μήτρως ἢν Ἕκτορος ἱπποδάμοιο ⁑ On Iliad 2.865: τῷ Γυγαίη τέκε λίμνη: ἄνευ τοῦ ϊ Γυγαίη τέκε λίμνη ἡ κατα Ἀρίσταρχον εἶχε διόρθωσις: οἱ δὲ περὶ Χαῖρον καὶ Διόδωρον καί τισι τῶν καθ ημᾶς προστιθέασι τὸ ϊ ἵν' λίμνῃ ἐπι Γυγαίῃ τέκε κακῶς μηδέποτε γὰρ Ὅμηρον λημνῶν τέκνα ἱστορεῖν. βίαιοι δέ εἰσι⁑ Interior scholia On Iliad 2.852: ὅτι Ζηνοδοτος γράφει ἐξ Ενέτης ⁑ Venetus A (Marciana 454 = 822), folio 41, verso Iliad 2.866-2.877 2.866 οἳ καὶ Μῃόνας ἦγον˙ ὑπο Τμώλῳ γεγαῶτας: 2.867 Νάστης αὖ, Καρῶν ἡγήσατο βαρβαροφώνων 2.868 οἳ Μίλητον ἔχον: Φθῑρῶν τ' ὄρος ἀκριτόφυλλον 2.869 Μαιάνδρου τὲ ῥοὰς, Μυκάλης τ' αἰπεινὰ κάρηνα: 2.870 τῶν μὲν ὰρ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην: 2.871 Νάστης Ἀμφίμαχός τε Νομίονος , ἀγλαὰ τέκνα: 2.872 ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ' ΐεν ἠΰτε κούρη 2.873 νήπιος. οὐδέ τι οἱ τό γ' ἐπήρκεσε λυγρὸν ὄλεθρον: 2.874 ἀλλ' ἐδάμη ὑπο χερσὶ ποδώκεος Αἰακίδαο 2.875 ἐν ποταμῷ: χρυσὸν δ' Ἀχιλεὺς ἐκόμισσε δαΐφρων: 2.876 Σαρπηδὼν δ' ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων 2.877 τηλόθεν ἐκ Λυκίης Ξάνθου ἄπο δινήεντος: Scholia to Iliad 2.866-2.877 Main scholia On Iliad 2.869: Μαιάνδρου τὲ ροὰς: Μαίανδρος ποταμὸς ἀρχόμενος ἀπο Φρυγίας ῥέων δὲ τὸ Καρίας εἰς θάλασσαν πλησίον Μιλήτου σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροιὰς ποιουμενος⁑ On Iliad 2.872: ὃς καὶ χρυσὸν ἔχων: ὅτι ἐπι τοῦ Ἀμφιμάχου ἐστι τὸ ὃς καὶ χρυσὸν ἔχων ὁ δε Σιμωνίδης ἐπι τοῦ Νάστου λέγει οὕτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν χρυσᾶ ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν ἀλλα κόσμον χρυσοῦν λέγει γὰρ ἠΰτε κούρη: ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι πλόχμοι θ' οἱ χρυσῷ τε καὶ ἀργύρω εσφήκωντο ⁑ On Iliad 2.877: Ξάνθου ἀπο δινήεντος: πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ επιθετικου τῷ κυρίῳ ἕπεται κατα Ἀρίσταρχον . κατα δὲ Πτολεμαῖον τῷ προσηγορικωτέρω: κατὰ δὲ Ἀπολλώνιον πάντως ἀναστρέφεται: τὸ δὲ Ξάνθου , προς τοὺς Ζελήτας Λυκίους ⁑ Venetus A (Marciana 454 = 822), folio 42, recto Iliad 3.title-3.25 3.title ΙΛΙΑΔΟΣ Γ 3.1 Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι, 3.2 Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ' ἴ̈σαν ὄρνιθες ὣς : 3.3 ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό: 3.4 αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον 3.5 κλαγγῇ ταί γε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων 3.6 ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι: 3.7 ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται. 3.8 οἱ δ' αρ' ΐσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ 3.9 ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. 3.10 Εὖτ' ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην 3.11 ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, 3.12 τόσσόν τίς τ' ἐπιλεύσσει ὅσον τ' ἐπὶ λᾶ̄αν ΐησιν: 3.13 ὡς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ώρνυτ' ἀελλὴς 3.14 ἐρχομένων: μάλα δ' ὦκα διέπρησσον πεδίοιο. 3.15 Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν' ΐόντες, 3.16 Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς 3.17 παρδαλέην ὤμοισιν ἔχων : καὶ καμπύλα τόξα 3.18 καὶ ξίφος: αὐτὰρ ὃ δοῦρε δύω κεκορυθμένα χαλκῷ 3.19 πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους 3.20 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. 3.21 Τὸν δ' ὣς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος 3.22 ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα, 3.23 ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας 3.24 εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα 3.25 πεινάων: μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν Scholia to Iliad 3.title-3.25 Main scholia On Iliad 3.1: ‡ αὐτὰρ ἐπεὶ ἄμφω τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ εξίσταται τοῦ ἤθους ὥστ' ὄϊες πολυπάμμονος καὶ ἐς Τρώων όμαδον κίεν ⁑ On Iliad 3.1: διαφέρει δὲ ὁ ἀυτὰρ τοῦ δὲ . καθὸ ὁ μὲν αὐτὰρ προτάσσεται ὁ δὲ δὲ ὑποτάσσεται: ζητεῖται δὲ πῶς δὴ τὸν αὐτὰρ σύνδεσμον προφέρεσθαι πότερον ὀξυτόνως ἢ βαρυτόνως: οἱ μὲν οὖν ὀξυτόνως ἀνεγνώκασιν ὡς Καλλίμαχος οἱ δὲ βαρυτόνως λόγῳ τῶδε: πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται οἷον ἄφαρ εἴθαρ δάμαρ στέαρ οὖθαρ : ῥητέον δὲ ὅτι οὐδεὶς συμπλεκτικὸς ἢ περισπᾶται ῆ βαρύνεται πάντες δὲ οξύνονται ⁑ On Iliad 3.1: κόσμηθεν ὁ τρόπος μεταφορά ἄπο τοῦ κόσμου ὅθεν καὶ ἡ τῶν όλων τάξις κόσμος ὑπο Πυθαγόρου εἴρηται ἡ δε διάλεκτος Δωρὶς εὐταξία δὲ μάλιστα πόλεμος κατορθοῦται ⁑ On Iliad 3.2: ὄρνιθες ὥς βραχὺ διασταλτέον ἐπι τὸ ὡς ἡ γὰρ ἀνταπόδοσις πρόκειται καὶ ἀνεστραμμένη ἡ περίοδος ἐστιν ⁑ On Iliad 3.5: ῥοάων ἀντι τοῦ εἰς ροὰς τὸ αδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει την κλαγγην τὰδε δειλότερα των ζώων φωνητικώτερα μᾶλλον των ἀνδρείων ⁑ On Iliad 3.6: Πυγμαίοι καὶ τῶ ξένω της ἱςτορίας ψυχαγωγεῖ καὶ τὸν θροῦν αὔξει φησὶ δὲ αὐτοὺς Εκαταῖος ἐπι σχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς τὰς δε καταφρονούσας τοῦ μήκους πολεμεῖν προς αὐτους ⁑ On Iliad 3.19-3.20: τὸ πάλλον καὶ τὸ ἀντίβιον ἀθετοῦνται ἀμφότεροι: ὁ γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν προκαλοῖτο εἰς μονομαχίαν ἀλλ' ὕστερον ἐπι τοῦτον ἔρχεται ὀνειδισθεὶς ὑφ' Ἕκτορος ἄτοπον δὲ καὶ τὸ ἅμα πάντας προκαλεῖσθαι On Iliad 3.25: ἡ ἔλαφον ὁ μὲν ἐλάφῳ καὶ τεθνειῶτι: ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται. χαλεπος δέ εστι πεινῶν ὁ λέων ὅσον ἥμερος βεβρωκός. τῶν γὰρ ἀλλων εστὶ ζώων θερμότερος. ὥσπερ οὖν λέοντα παροξύνει λιμός εἰς ἀπερίσκεπτον κίνδυνον οὕτως και νεόν ἄνδρα πολεμιου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται On Iliad 3.24: ἤ ἔλαφον κεραόν αἱ γὰρ θήλειαι τῶν ἐλαφων οὐ κερατοφοροῦσιν: ἔλαφος δὲ εἴρηται παρὰ τὸ έλειν τοὺς όφεις οἷονεὶ ἔλαφος τίς οῦσα τούτους γὰρ ἐσθίουσα καθαίρεται φυσικῶς οὕτως γοῦν οἱ ὄφεις ὅτε ἀφανισθῶσιν αύτη τὸ κέρας αὐτῆς προστριβῆ εἰς πέτραν ὅ θερμαινόμενον ποιεῖ τινὰ ἀναθυμίασιν, ἧς μεταλαμβανόμενοι οἱ όφεις τῶν φολεῶν εξίουσιν ⁑ On Iliad 3.18: καὶ ξίφος αὐτὰρ ὃ δοῦρε Αρίσταρχος ἄνευ τοῦ αρθου αὐτὰρ δοῦρε οὕτως καὶ Αριστοφάνους καὶ ἡ Καλλιστράτου καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται : καὶ ὁ ϊξίων ἐν τῴ πρωτῳ πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρεται ἔχει δὲ τον Ομηρικὸν χαρακτηρα καὶ ἡ σὺν τῷ ἄρθρω γραφη καίπερ οὐκ οῦσα Αριστάρχειος σύνηθες γὰρ τῷ ποιητῇ ἐπι τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περι ἑτέρου διαλέγοιτο προσθέσει ἄρθου καὶ μεταλλάξει τοῦ συνδεσμου ὡς ἐπι τοῦ Κύκλωπος καδ δέ μιν ὕπνος ἤρη: πανδαμάτωρ ὅ δ' ἔρευγ' οἰνοβαρείων ἀντὶ τοῦ καὶ ἐρευγετο Ζηνόδοτος δὲ ἡ θετήκε τοῖς ἑξῆς οὐ συντιθέμενον δεῖ δὲ κοινὸν παραλαβεῖν αὐτὰρ ὁ δοῦρε δύω ἔχων καὶ νοεῖν τὸ ἄρθον ἐξ επαναλήψεως παρήμενον ἐπὶ τοῦ αὐτοῦ προσώπου ⁑ Interlinear scholia On Iliad 3.22: τὸ προπάροιθεν ὁμίλου ἠτοι τοῖς ἐπάνω προσδοτέον Intermarginal scholia On Iliad 3.24-3.26: συναπτέον ἕως του πεινάων φαύλοι γὰρ οἱ συνάπτοντες τὸ πεινάων τοῖς επομενοις ὑποστικτεον δὲ εἰς το αἰζειοί ⁑ Interior scholia On Iliad 3.2: ὅτι ἀντὶ τοῦ μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ὀνόματα ⁑ On Iliad 3.16: ἀντι του Τρώων πτωτικὸν τὸ σχῆμα ταῖς δοτικαῖς γὰρ ἀντι γενικῶν χρῶνται οἱ ποιηται ⁑ On Iliad 3.20: ουτως ὁ Αρισταρχος προπερισπᾶ δηϊοτητι ὡς ἀπο ὀξυτόνου εὐθείας τὸ δε κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῄ προσῳδίᾳ ⁑ On Iliad 3.22: νεκροῦ γὰρ φασὶ σώματος μὴ άπτεσθαι λέοντα ⁑ On Iliad 3.25: ὁτι τὸ εἴπερ ἂν αυτὸν ἀντι του ει καὶ αὐτον ὡς ὅταν λέγῃ εἴπερ ἂν αὐταὶ μοῦσαι θέ δ' οιεν ἀντι τοῦ καὶ αὐταὶ : και ὅτι ὁ τὲ σύνδεσμος περισσός ⁑ Venetus A (Marciana 454 = 822), folio 42, verso Iliad 3.26-3.50 3.26 σεύωνται ταχέες τε κύνες θαλεροί τ' αἰζηοί: 3.27 ὡς ἐχάρη Μενέλαος : Ἀλέξανδρον θεοειδέα 3.28 ὀφθαλμοῖσιν ἰδὼν: φάτο γὰρ τίσεσθαι ἀλείτην: 3.29 αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 3.30 Τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 3.31 ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ῆτορ, 3.32 ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων. 3.33 ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη. 3.34 οὔρεος ἐν βήσσῃς: ὑπό τε τρόμος ἔλλαβε γυῖα: 3.35 ἂψ δ' ἀνεχώρησεν, ῶχρός τέ μιν εῖλε παρειά. 3.36 ὡς αὖτις καθ' ὅμιλον έδυ Τρώων ἀγερώχων 3.37 δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. 3.38 Τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν: 3.39 Δύσπαρι : εἶδος ἄριστε. γυναιμανὲς. ἠπεροπευτά: 3.40 αίθ' ὄφελες ἄγονός τ' ἔμεναι: ἄγαμός τ' ἀπολέσθαι: 3.41 καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ῆεν 3.42 ἢ οὕτω λώβην τ' έμεναι καὶ ὑπόψιον ἄλλων. 3.43 ῆ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ 3.44 φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν 3.45 εἶδος ἔπ': ἀλλ' οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. 3.46 ὴ τοιόσδε ἐὼν: ἐν ποντοπόροισι νέεσσι 3.47 πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, 3.48 μῐχθεὶς ἀλλοδαποῖσι: γυναῖκ' εὐειδέ' ἀνῆγες 3.49 ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων. 3.50 πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ: Scholia to Iliad 3.26-3.50 Main scholia On Iliad 3.29: χαμὰζε ‡ προπερισπᾶται ἐχρὴν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξείαν συστελλομένου τοῦ α ὥσπερ τὸ Ἀφίδναζε Θήβαζε ἔραζε : χωρὶς εἰ μη ἐστιν ἀφορμη ὅτι ταῦτα ἀπο ὀνομάτων τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί: τὸ δε μέταζε χρονικὸν παρὰ πρόθεσιν παρῆκται ⁑ On Iliad 3.35: ὦχρος οὕτως ὦχρος ὡς μῶμος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ: τάχα δὲ καὶ ἄχροός ἐστιν ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατα συναλειφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον: ἄλλως τε: τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπo τοῦ ω μὴ προσκειμένου τοῦ ϊ βαρύνεται ὦμος ὦμος προσκειται μὴ ἔχοντα τὸ ϊ διὰ τὸ ᾠδός τρῳδός ⁑ On Iliad 3.33: ὡς δ᾽ ὅτε τίς τε δράκοντα ἀνωτέρω περι τοῦ λέοντος ἐξειργάσατο, οὐ τοῦ ἐλάφου τοῦ δρόντος γὰρ ἦν ἡ εἰκῶν: καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται ὃ συνέβη Ἀλεξάνδρῳ ⁑ On Iliad 3.36: ἀγερώχων ὅτι ἀγερώχους τοὺς Τρῷας οὐμόνον τοὺς Ῥοδίους ὥς τινες ὠήθησαν, δια τὸ ἀγείρειν τὴν ὀχήν τοῦτέστι τὴν τροφήν ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραωχοὺς καὶ σεμνοὺς λέγει ⁑ On Iliad 3.39: Δύσπαρι ἐπι κακῷ ὠνομασμένε Πάρι κακὲ Πάρι καὶ Αλχμὰν φησίν Δύσπαρις Αἰνόπαρις κακὸν Ελλαδι βοτιανείρι ⁑ On Iliad 3.28: ὀφθαλμοῖσιν ϊδων ὅτι Ζηνόδοτος γράφει ἀλείτας τὰς ἁμαρτίας ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσθαι ἀλείτην ⁑ On Iliad 3.45: εἶδος μετα τὸ εῖδος ἔπ᾽ εὰν στίξῃς ὃ καὶ ἄμεινον ἀπο κοινοῦ τὸ φάντες ὅτι καλλὸς μέν ἐστι ειδος δὲ ⁑. On Iliad 3.43: ἥ που καγχαλόωσι περισπαστέον τὸν η βεβαιωτικὸς γάρ ἐστι καὶ ἰσοδυναμεῖ τῷ δή ⁑ On Iliad 3.49: ἐξ απίης γαίης ὅτι ἀπίαν τὸν πολὺ ἀφεστῶσαν οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον ⁑ On Iliad 3.46-3.52: ἠ τοιόσδε εὼν τινὲς κατὰ πεῦσιν καὶ θαυμασμὸν: τοιοῦτος ὢν δειλὸς συναγαγὼν πλῆθος διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολεμικοῦ ήγαγες τῷ πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα εἶτα ἀπo ἄλλης ἀρχῆς οὐκ ἀν δὴμείνειας Μενέλαον ἠθικῶς μετὰ πεύσεως ἠ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως τὸν ἤ ἀντὶ τοῦ εἴ εἰ τοιοὺτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ οὐκ ὰν ὑπομείναις τὸν ταύτης ἄνδρα ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον ⁑ On Iliad 3.46: ἐνταῦθα δὲ ἐγκλίνεται ὁ σύνδεσμος ὁμοίως τὸ ἢ καὶ Λαέρτη αὐτὴν ὁδὸν ἄγγελος ἔλθω : καί μοι δοκεῖ ἰσοδυναμεῖν τῷ εἴ λέγω δὲ τὸ τοιοῦτον εἰ ἤδεις σάφα οἵη περίφρων Πηνελόπεια ⁑ On Iliad 3.47: ἐπιπλώσας ὁ Ἀπολλώνιος σχηματίζει τὸ ἐπιπλώσας οὕτως πλέω καὶ ἐπιπλώω οὗ ἀόριστος ἐπέπλωσα μέτοχὴ επιπλώσας εῖτα ἀποκοπὴ ἐπίπλώς καὶ τὸ ἐπέπλως δὲ ῥῆμα τούνεκα γὰρ καὶ πόντον ἐπέπλως ὁμοίως εκ τοῦ επιπλωσας ἀπεκόπη ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλωμι δῆλον ἐκ τοῦ μηδὲ εῖναι ὡς ἀπὸ τῶν εἰς μι κινημα οὐκ ἀπαρέμφατὸν ἐπιπλῶναι οὐκ εὐκτικὸν ἐπιπλοίην οὐ προστὰκτικον ἐπίπλοθι οὐκ ἄλλο οὐδέν: ἔδει δὲ καὶ τὴν μετοχὴν εῖναι ἐπίπλους ὡσβιοὺς καὶ γνούς ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοὺς βῶς δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι αὐτοῦ ἐν χρήσει τὸ κοινόν ⁑ Interlinear scholia On Iliad 3.49: νύμφη Intermarginal scholia On Iliad 3.41: στικτέον ἐπι τὸ βουλοίμην τὰ δὲ ἑξῆς συναπτέον ἕως τοῦ ἄλλων ⁑ Venetus A (Marciana 454 = 822), folio 43, recto Iliad 3.51-3.75 3.51 δυσμεν έσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ: 3.52 οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον . 3.53 γνοίης χ' οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν: 3.54 οὐκ ἄν τοι χραίσμῃ κίθαρις, τά τε δῶρ' Ἀφροδίτης : 3.55 ἥ τε κόμη τό τε εἶδος, ὅτ' ἐν κονίῃσι μιγείης. 3.56 ἀλλὰ μάλα Τρῶες δειδήμονες, ῆ τέ κεν ἤδη 3.57 λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ' ὅσσα ἔοργας: 3.58 τὸν δ' αῦτε προσέειπεν Ἀλέξανδρος θεοειδής: 3.59 Ἕκτορ : ἐπεί με κατ' αῖσαν ἐνείκεσας. οὐδ' ὑπὲρ αῖσαν: 3.60 αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς. 3.61 ὅς τ' εἶσιν διὰ δουρὸς ὑπανέρος: ὅς ῥά τε τέχνῃ 3.62 νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν: 3.63 ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί: 3.64 μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης : 3.65 οὔ τοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα 3.66 ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο: 3.67 νῦν αῦτ' εἴ μ' ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι: 3.68 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς , 3.69 αὐτὰρ ἒμ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 3.70 συμβάλετ' ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι: 3.71 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται 3.72 κτήμαθ' ἑλὼν εῦ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω: 3.73 οἱ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες 3.74 ναίοιτε Τροίην ἐριβώλακα: τοιδὲ νεέσθων 3.75 ῎ Αργος ἐς ἱ̈ππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. Scholia to Iliad 3.51-3.75 Main scholia On Iliad 3.54: κίθαρις ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν οὐκ άν τοι χραίσμη κίδαρις τοῦτο δὲ πιλου γενος εἶναι λέγουσιν πολλα δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητη ⁑ On Iliad 3.57: ἕσσο δια τῶν Β σσ εἶχον αἱ Ἀριστάρχου καὶ οὐ μόνον ἐντοῖς ὑπομνήμασι εἶχον οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο ὅτι ἀνάλογον ἦν τὸ έσσω μιν χλαῖνάν τε καὶ έσσας καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχεν καὶ ἡ Ἀριστοφάνους ⁑ On Iliad 3.59-3.64: Ἕκτορ ἐπεί με κατ᾽ αῖσαν μετὰ τὴν κλητικὴν στικτέον κατὰ δὲ τὸ τέλος τοῦστίχου στικτέον ἐν ὑποκρίσει: ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου τὸ γὰρ ἑξῆς ἐπεί με κατ᾽ αῖσαν ἐνείκεσας ⁑ On Iliad 3.51: κατηφείην δὲ σοὶ αὐτῷ οὕτως κατηφείην σὺν τῷ ν ὡμολόγουν αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀργολική καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν: ἡ δὲ Ζηνοδότου χωρὶς τοῦ ν ⁑ On Iliad 3.59: Ἕκτορ οὐκ ἠθεῖε οὐδὲ κασιγνήτη τε ὡς πολλαχοῦ ἀλλ᾽ Ἕκτορ : πᾶσαν γὰρ προσηγορίαν ὁ θυμὸς ἐξέκοψε ⁑ On Iliad 3.65: ἀπόβλητα τὰ ὑπὸ τῶν θεῶν φησὶ διδόμενα δῶρα οὐκ ἐστιν ἀρνήσασθαι οἷα ἄν εἰσίν, μὴ διδόμενα δὲ παρ' αὐτῶν. ἀδύνατόν τινὰ λαβεῖν οἰκεία σπουδῇ ⁑ On Iliad 3.56: ἀλλα μάλα Τρῶες ὅτι Ζενοδοτος γράφει ἐλεήμονες οὐκ ἐλεοῦσι δὲ αὐτὸν ἀλλὰ μισοῦσι οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον ῏ϊσον γάρ σφιν πασῖν ἀπήχθετο δια δὲ τὸν Πρίαμον καὶ τὸν ῎ Εκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν ⁑ On Iliad 3.71: ὁππότερος δέ κε ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω : τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορθῆς ἔχει τὸ ν ⁑ On Iliad 3.74: ναίοιτε ὅτι Ζηνόδοτος γράφει ναίοιμεν δέ ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν ἀδηλότητος οὔσης εἰ οικήσει ⁑ Interlinear scholia On Iliad 3.55: αντι τοῦ ὁταν συνελθης εἰς μαχην. Exterior scholia On Iliad 3.63: ὡς τοι Venetus A (Marciana 454 = 822), folio 43, verso Iliad 3.76-3.101 3.76 ὡς ἔφαθ': Ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα μῦθον ἀκούσας: 3.77 καί ῥ' ἐς μέσσον ϊὼν. Τρώων ἀνέεργε φάλαγγας: 3.79 τῷ δ' ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ 3.80 ἰ̈οῖσίν τε, τιτυσκόμενοι: λάεσσί τ' ἔβαλλον: 3.81 αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 3.82 ἴ̈σχεσθ' Ἀργεῖοι : μὴ βάλλετε κοῦροι Ἀχαιῶν : 3.83 στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαιόλος Ἕκτωρ : 3.84 ὡς ἔφαθ': οἱ δ' ἔσχοντο μάχης ἄνεῴ τ' ἐγένοντο 3.85 ἐσσυμένως: Ἕκτωρ δὲ μετ ἀμφοτέροισιν ἔειπεν: 3.86 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 3.87 μῦθον Ἀλεξάνδροιο : τοῦ εἵνεκα νεῖκος όρωρεν: 3.88 ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς 3.89 τεύχεα κὰλ' ἀποθέσθαι ἐπι χθονὶ πουλυβοτείρῃ. 3.90 αὐτὸν δ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 3.91 οἴους ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι: 3.92 ὁππότερος δέ κε: νικήσῃ κρείσσων τὲ γένηται 3.93 κτήμαθ' ἑλὼν εῦ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω: 3.94 οἱ δ' ἄλλοι φιλότητα καὶ όρκια πιστὰ τάμωμεν: 3.95 ὡς ἔφαθ' οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: 3.96 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος : 3.97 κέκλυτε νῦν καὶ ἐμεῖο: μάλιστα γὰρ ἄλγος ἱ̈κάνει 3.98 θυμὸν ἐμόν: φρονέω δὲ διακρινθήμεναι ἤδη 3.99 Ἀργείους καὶ Τρῶας , ἐπεὶ κακὰ πολλὰ πέπασθε 3.100 εἵνεκ' ἐμῆς ἔριδος. καὶ Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς: 3.101 ἡμέων δ' ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται: Scholia to Iliad 3.76-3.101 Main scholia On Iliad 3.80: ϊοῖσιν τι τυσκόμενοι ὅτι Ὅμηρος τὸ βάλλειν ἐπι τοῦ τιτρώσκειν τίθησι νῦν δὲ ἔμφασιν ἔχει ⁑ On Iliad 3.82: ΐσχεσθ᾽ Ἀργεῖοι ὅτι τὸ βάλλετε ἀντι τοῦ τιτρώσκεται ⁑ On Iliad 3.90: αὐτὸν δ᾽ ἐν μέσω βραχὺ διασταλτέον κοινὸν γὰρ τὸ κέλεται ῥῆμα ⁑ On Iliad 3.92: ὁππότερος δέ κε ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω : τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορθῆς τὸ ν προσλαμβάνει ⁑ On Iliad 3.99: Ἀργείους καὶ Τρῶας ὅτι Ζηνόδοτος γράφει Ἀργεῖοι καὶ Τρῶες ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αυτούς: ἔστι δὲ τὸ διακρινθηναι διχῶς χωρισθῆναι: ὁ δὲ Ζηνοδοτος συνήθως ἡμῖν τέταχεν ⁑ Interlinear scholia On Iliad 3.79: τὰ τόξα ἔστιν On Iliad 3.83: δανεναι οὑτως Intermarginal scholia On Iliad 3.97: τὸ ῆν Interior scholia On Iliad 3.99: διὰ τοῦ α τὸ πεπασθε Ἀρίσταρχος ⁑ Venetus A (Marciana 454 = 822), folio 44, recto Iliad 3.102-3.126 3.102 τεθναίη. ἄλλοι δὲ διακρινθεῖτε τάχιστα: 3.103 οἴσετε δ' ἄρν': ἕτερον λευκόν. ἑτέρην δὲ μέλαιναν 3.104 Γῇ τε καὶ Ἠελίῳ : Διῒ δ' ἡμεῖς οἴσομεν ἄλλον: 3.105 ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ' ὅρκια τάμνῃ 3.106 αὐτὸς. ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι: 3.107 μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται: 3.108 αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται: 3.109 οἷς δ' ὁ γέρων μετέῃσιν. ἅμα πρόσσὼ καὶ ὀπίσσω 3.110 λεύσσει ὅπως όχ' ἄριστα μετ ἀμφοτέροισι γένηται 3.111 ὡς ἔφαθ': οἱδ' ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε 3.112 ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο: 3.113 καί ῥ' ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας: ἐκ δ' ἔβαν αὐτοί: 3.114 τεύχεά τ' ἐξεδύοντο: τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ 3.115 πλησίον ἀλλήλων: ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα: 3.116 Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε 3.117 καρπαλίμως: ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι : 3.118 αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων 3.119 νῆας ἐπὶ γλαφυρὰς ϊέναι: ἠδ' ἄρν' ἐκέλευσεν 3.120 οἰσέμεναι: ὁ δ' ἀρ' οὐκ ἀπίθης' Ἀγαμέμνονι δίῳ: 3.121 ῀ ϊρις δ' αὖθ' Ἑλένη λευκωλένῳ ἄγγελος ἦλθεν 3.122 εἰδομένη γαλόῳ: Ἀντηνορίδάο δάμαρτι: 3.123 τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων : 3.124 Λαοδίκην : Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην: 3.125 τὴν δ' εὗρ' ἐν μεγάρῳ: ἡ δὲ μέγαν ἱ̈στὸν ὕφαινε 3.126 δίπλακα μαρμαρέην: πολέας δ' ἐνέπασσεν ἀέθλους Scholia to Iliad 3.102-3.126 Main scholia On Iliad 3.102: διακρινθεῖτε τάχιστα οὕτως προπερισπᾶται ἔστι γὰρ εὐκτικόν κατα πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε ὁμοίως τὸ καὶ εἴ ποθεν ἀλλ᾽ ἐπιθεῖτε ῶν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν ὥσπερ καὶ τὸ ἡμεῖς δ᾽ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί ⁑ On Iliad 3.103-3.104: ἕτερον λευκόν ἑτέρην δὲ μέλαιναν τὰ οικεῖα ἑκάστω θεῷ ἱερουργούμενα εἰσάγει τῶ μὲν γὰρ ηλίῳ λαμπρῷ ὄντι καὶ αρρενα φησὶ καὶ λευκὸν ἱερουργηθῆναι ἄρνα τῇ δε γῇ μέλαιναν καὶ θήλειαν ἐπεὶ τοιαύτη ἡ θεός: τῷ δὲ Διῒ ἡμεῖς ἄλλον κομίσωμεν ὡς ξένοι ἐπεὶ καὶ ξένιος Ζεὺς προσαγορεύεται: ῾Ελληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν ἐπει δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν ⁑ On Iliad 3.103: οἴσετε δ' ἄρη προς τὸ οἴσετε ὅτι οὐ μέλλοντός ἐστι χρόνου ἀλλ᾽ ἀντι τοῦ φέρετε ἀπο τοῦ οἶσαι ὅ ἐστι φέρε ⁑ On Iliad 3.104: Γῇ τε καὶ Ἠελίῳ ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν ⁑ On Iliad 3.108: αἰεὶ δ᾽ οπλοτέρων ἀπὸ τούτου ἕως τοῦ λεύσσει ἀθετοῦνται στίχοι τρεῖς ὅτι ἀπολογία ἐστιν αὕτη ὑπερ τῶν παραβάντ Πριαμιδῶν. εἰ γὰρ κατα κοινοῦ αἱ φρένες τῶν νέων κρέμανται. οὐδὲν ξένον ἁμάρτημα πεποιήκασι ⁑ On Iliad 3.117: καρπαλίμως οὕτως συναπτέον καρπαλίμως ἄρνας τε φέρειν ἐνετείλατο γὰρ φέρειν ταχέως ἐπεὶ παρελκόμενον ἔσται τὸ καρπαλίμως ⁑ On Iliad 3.122: εἰδομένη γαλόῳ βαρύνειν δεῖ τὰ γὰρ εἰς ως θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν βραχεία παραληγόμενα βαρύνεται : ἅλως Κέως ἕως οὕτω γάλως: τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφων ἐν τῷ α Περὶ ἀρχαίας ἀναγνώσεως ⁑ On Iliad 3.126: δίπλακα μαρμαρέην καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους πορφυρέην εἶχον, οὐ μαρμαρέην καὶ ἐστι πρεπωδέστερον καὶ γὰρ ἐπι τῶν νυμφῶν φάρε᾽ ὑφαίνουσι ἀλιπόρφυρα ⁑ On Iliad 3.126: δίπλακα μαρμαρέην καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνοδοτου καὶ ἡ Ἀριστοφάνους πορφυρέην εἶχον καὶ ἐστι πρεπωδέστερον. καὶ γὰρ ἐπι τῶν νυμφῶν φάρεων ὑφαίνουσι ἀλιπόρφυραι ⁑ Interlinear scholia On Iliad 3.107: ἐν τὴ ὑπερηφανίη On Iliad 3.107: υτάψει On Iliad 3.108: νεωτερ On Iliad 3.108: κσέμαντ On Iliad 3.108: Ν symbol On Iliad 3.113: ἐκράτεις On Iliad 3.122: ἀνδρα δέλφη On Iliad 3.123: ὄνκος Intermarginal scholia On Iliad 3.103: ἐπὶ τὸ ἄρνε διαστολὴ βραχεια συλληπτικῶς γὰρ λεγει αρες εῖτα διαιρεῖ ⁑ On Iliad 3.122: γαλῶς ὡς ᾿ Αθῶς καὶ διαίρεσις γαλόῳ ὡς ἐξ ᾿ Αθόω δ‘ ἐπὶ πόητω ⁑ Interior scholia On Iliad 3.105: ὅτι τὸ ἄξετε οὐ τὸν μελλοντα σημαίνει αλλ᾽ ΐσον τῷ ἄγετε ⁑ Venetus A (Marciana 454 = 822), folio 44, verso Iliad 3.127-3.151 3.127 Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων 3.128 οὓς, ἕθεν εἵνεκ' ἔπασχον ὑπ' ῎ Αρηος παλαμάων: 3.129 ἀγχοῦ δ' ἱ̈σταμένη προσέφη πόδας ὠκέα ῀ Ϊρις : 3.130 δεῦρ' ΐθι νύμφα φίλη: ἵνα θέσκελα ἔργα ἴ̈δηαι 3.131 Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων: 3.132 οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν ῎ Αρηα 3.133 ἐν πεδίῳ: ὀλοοῖο λιλαιόμενοι πολέμοιο. 3.134 οἳ δὴ νῦν ἔαται σιγῇ: πόλεμος δὲ πέπαυται: 3.135 ἀσπίσι κεκλιμένοι: παρα δ' ἔγχεα μακρὰ πέπηγεν: 3.136 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος 3.137 μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο: 3.138 τῷ δέ κε. νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις: 3.139 ὡς εἰποῦσα θεὰ: γλυκὺν ΐμερον ἔμβαλε θυμῷ 3.140 ἀνδρός τε προτέροιο καὶ ἄστεος ἠδὲ τοκήων: 3.141 αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν 3.142 ὡρμᾶτ' ἐκ θαλάμοιο. τέρεν κατα δάκρυ χέουσα: 3.143 οὐκ οἴη: ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο 3.144 Αἴθρη Πιτθῆος θυγάτηρ: Κλυμένη τε βοῶπις: 3.145 αῖψα δ' ἔπειθ' ΐκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν: 3.146 οἱ δ' ἀμφι Πρίαμον : καὶ Πάνθοον : ἠδὲ Θυμοίτην : 3.147 Λάμπόν τε: Κλυτίον θ': Ἱ̈κετάονά τ' ὄζον ῎ Αρηος : 3.148 οὐκ αλέγων τε καὶ Ἀντήνωρ . πεπνυμένω ἄμφω: 3.149 εἵατο δημογεροντες ἐπὶ Σκαιῇσι πύλῃσιν: 3.150 γήραϊ δὴ πολέμοιο πεπαυμένοι: ἀλλ' ἀγορηταὶ 3.151 ἐσθλοί. τεττίγεσσιν ἐοικότες, οἵ τε καθ' ὕλην Scholia to Iliad 3.127-3.151 Main scholia On Iliad 3.128: ‡ οὕς ἔθεν ἐγκλιτικῶς ἀνεγνώσθη δια τὸ μετὰ λαμβανόμενον , ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψις οὗς αὐτῆς. τοῦτο δὲ ἐπι τῆς ἔθεν φασὶν ὅτι εἰ μὲν εἰς απλῆν μετὰ λαμβάνοιτο, ἐγκλιτικῶς ἀναγινώσκειν δεῖ: εἰ δὲ εἰς σύνθετον ὀρθοτονητέως δι ὃ κακεῖνα οὕτως ἀνεγνώσθη ἐπεὶ οὐ εθέν ἐστι χερείων οἱ ἕθεν ὤτρυνον : ἐκεῖνο δὲ κατ ορθὴν τάσιν ἀπο έθεν ὤσατο χειρί : ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ πρόσθεν ἕθεν φεύγοντα : ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν ⁑ On Iliad 3.130-3.134: πολύ δακρυν ἅρηα εἶτα ἀπο ἄλλης ἀρχῆς. ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω: διὸ τελεία στικτέον: ὑποστικτέον δὲ ἐν ὑποκρίσει ἀνταποδοτικῆς οὔσης τῆς περιόδου ὑποτακτικοῦ δὲ τοῦ προτέρου οι τοῦ δὲ δευτέρου ἀντωνυμίαν δηλοῦντος ⁑ On Iliad 3.134: πόλεμος δὲ πέπαυται δια μέσου τὸ ἡμιστίχιον πόλεμος δὲ πέπαυται: διόπερ διαστέλλομεν ἐπὶ τὸ σιγῇ: στίζομεν δὲ ἀνυποκρίτως ἐπι τὸ πέπαυται ⁑ On Iliad 3.145: Σκαιαὶ πυλαι Δαρδανίας αὐτὰς ἐνίοτε φησί δί ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες : Σκαιαὶ δὲ εἴρηται ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτὰς: ἠ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεινται: οἱ δὲ φασὶν ὅτι ἀπο τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας : τὸν γὰρ δούρειον ἵππον κατὰ ταύτας ἐδέξαντο τὰς πύλας ⁑ On Iliad 3.144: Αἴθρη Πιτθῆος θυγάτηρ ἑτέρα τῆς Θησέως μητρός ἔστιν αὕτη ἡ Αἴθρα : αἰσχρὸν γὰρ ὑπάρχει θεραπαίνης τρόπω ἀκολουθεῖν τῇ ῾ Ελένῃ τὴν Αἴθραν . ἑκυρὰν νομισθεῖσαν ὡς γὰρ ῾ϊστορεῖ ῾Ελλανικος Πειρίθους καὶ Θησεὺς ὁ μεν Διὸς ὢν ὁ δὲ Ποσειδῶνος συνέθεντο γαμῆσαι Διὸς θυγατέρας καὶ ἁρπάσαντες τὴν ῾ Ελένην κομιδῆ νέαν παρατίθενται εἰς ῎ Αφιδναν τῆς ᾿ Αττικῆς Αἴθρῃ τῆ Πιτθέως μὲν θυγατρὶ μητρὶ δὲ Θησέως : οὕτως εἰς ΄ Αδου παραγίνονται ἐπὶ τὴν Περσεφόνην οἱ δὲ Διόσκουροι μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν τὴν ᾿ Αττικὴν πορθοῦσιν Αἴθραν δὲ αἰχμαλωίζουσιν ⁑ On Iliad 3.151: ἐσθλοὶ τεττίγεσιν Τιθωνοῦ τοῦ Λαομέδοντος Πριάμου δὲ ἀδελφοῦ ἠράσθη ἡ ῾ Ημέρα ἐξ οὗπερ ἐποίησεν τὸν υἵον Μέμνονα : μακρῶ δε βίῳ δαπανηθέντος ἐκείνου μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεὸς. δι ὃ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής ἱστορεῖ ῾Ελλανικος ⁑ On Iliad 3.151-3.152: ἐσθλοὶ τεττίγεσιν ἀρσενικῶς οἱ γὰρ άρσενες μόνοι τεττιγες ἄδουσιν: τούτοις δὲ παρείκασεν τοὺς γέροντας: άναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον ἐπί τε τείχους κάθηντα ⁑ Interlinear scholia On Iliad 3.130: θειά Intermarginal scholia On Iliad 3.134: απο τοῦ ηνται διαλυσις On Iliad 3.138: ὅτι περισσὸς ὁ κε καὶ ὅτι πτῶσις ἐνήλλακται ἀντι τοῦ δε νικήσαντος ⁑ On Iliad 3.150: ‡ καὶ γηρεϊ ὡς οὐδεϊ On Iliad 3.151: διασταλτεον βραχυ επι εσθλοὶ την γὰρ ἐπιτασιν μαλλον εμφαίνει ⁑ Interior scholia On Iliad 3.150: ασυναλνπτως τῷ γηραϊ αναγνωστεον ⁑ Venetus A (Marciana 454 = 822), folio 45, recto Iliad 3.152-3.176 3.152 δενδρέῳ ἐφεζόμενοι: ὄπα λειριόεσσαν ϊεῖσιν: 3.153 τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ' ἐπὶ πύργῳ: 3.154 οἱ δ' ὡς οὖν εἴδονθ' Ἑλένην ἐπὶ πύργον ϊοῦσαν 3.155 ῆκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον: 3.156 οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς 3.157 τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν: 3.158 αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν: 3.159 ἀλλὰ καὶ ὧς: τοίη περ ἐοῦς' ἐν νηυσὶ. νεέσθω: 3.160 μὴ δ' ἡμῖν τεκέεσσί τ' ὀπίσσω πῆμα λίποιτο: 3.161 ὡς άρ' ἔφαν: Πρίαμος δ' Ἑλένην ἐκαλέσσατο φωνῇ: 3.162 δεῦρο πάροιθ' ἐλθοῦσα φίλον τέκος ἵ̈ζευ ἐμεῖο 3.163 ὄφρα ἴ̈δῃ πρότερόν τε πόσιν. πηούς τε: φίλους τε: 3.164 οὔ τί μοι αἰτίη ἐσσὶ: θεοί νύ μοι αἴτιοί εἰσιν 3.165 οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν : 3.166 ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς 3.167 ὅς τις ὅδ' ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε: 3.168 ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασιν: 3.169 καλὸν δ' οὕτω ἐγὼν οὔ πω ἴδον: ὀφθαλμοῖσιν: 3.170 οὐδ' οὕτω γεραρὸν: βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικεν: 3.171 τονδ' Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν: 3.172 αἰδοῖός τέ μοι ἐσσι φίλε ἑκυρὲ δεινός τε: 3.173 ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς. ὁππότε δεῦρο 3.174 υἱέϊ σῷ ἑπόμην: θάλαμον γνωτούς τε λιποῦσα: 3.175 παῖδά τε τηλυγέτην: καὶ ὁμηλικίην ἐρατεινήν: 3.176 ἀλλὰ τάγ' οὐκ ἐγένοντο: τὸ καὶ κλαίουσα τέτηκα: Scholia to Iliad 3.152-3.176 Main scholia On Iliad 3.155: ῆκα πρὸς ἀλλήλους Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ Περὶ τῆς Κρατη τε ίου αἱρέσεως φησίν ὦκα γράφει ἀντι τοῦ ἠκα καὶ ἀπολογούμενός φησιν ὅτι μετ αὐτὸν διασταλτέον: ἵν ᾖ Ἑλένην ἐπι πῦργον ἰοῦσαν ὦκα προς δὲ τὸ μὴ αρμόζειν: ἐπι τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι μὴ καὶ ἔτι καταλάβη αὐτοὺς ταῦτα διαλεγομένους: καὶ ἡ ἀρετὴ τοῦ πρέποντος ἀφαιρεῖται: τὸ γὰρ ῆκα επι πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρμόζει καὶ μάλλιστα ὅτι καλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων καταφρονοῦσι κινδύνων: τοῦτο οὖν οὐκ ῆν πρέπον ἄλλον ἀκούειν. ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξεν καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβύταις πρέπον προσθεὶς τὸ ἦκα ⁑ On Iliad 3.156-3.158: οὐ νέμεσις Τρῶας ἡ στιγμὴ κατα τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν εἷτα ἀφ ετέρας ἀρχῆς αἰνῶς ἀθανάτησι τοῦ αἰνῶς ἐν ϊσῳ κειμένου τῷ λίαν ὡς κακῆ αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά τινὲς δὲ τῶν καθ' ημᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς τρίγωνον δὲ ἐπίγραμμα πρῶτος ῞ Ομηρος γέγραφεν τὸ οὐ νέμεσις Τρῶας ἀφ οἵου γὰρ στίχου τῶν τριῶν ἀρξώμεθα ἀδιάφορον ⁑ ⁑ ⁑ On Iliad 3.158: ἔοικεν ἐζήται πῶς ὁ Πρίαμος τῷ δεκάτω ἔτει πυνθάνεται περι τῶν ἀρίστων ἐπειδὴ πρότερον περὶ τὰς ἀστογείτονας πόλεις ἐπλανῶντο ὥς που καὶ ὁ ποιητὴς φησὶν κατα ληΐδα ὅπη ἄρξειεν ᾿ Αχιλλεύς : νῦν δὲ προσκάθηνται τῇ ᾿ Ιλίῳ ῆ ὅτι πρότερον μὲν οὐκ ηγε σχολὴν πυθέσθαι περὶ αυτῶν τοῦ ᾿ Αχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν επιδεικνυντος καὶ τῷ φόβῳ κατακλείστους ποιῶν ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα ὁ Πρίαμος οὐ περὶ τούτων ἀλλα περι τοῦ σώζεσθαι τὴν πόλιν νῦν δὲ μηνιῶντος ἐκείνου καὶ ϊσορρόπου τῆς μάχης γεγενημένης ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας . εἰκότως περὶ αυτῶν πυνθάνεται: ἕτεροι δὲ φασὶν ὅτι ἀπο τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον ὡς καὶ Πάνδαρος ἐπι τοῦ Διομήδους λέγει ἀσπίδι γινώσκων αὐλώπιδι τε τροφαλείῃ πρότερον δὲ οὐ τεθέατο οὕτως πάντας ἐνόπλους ὡς νῦν ⁑ On Iliad 3.166: ὥς μοι καὶ τόνδ' ἄνδρα ἐὰν τὸ ῾ΐνα ἐκ τοῦ ὡς σημαίνηται. ἔσται τῶν ἄνω ἐχόμενος ὁ λόγο ς ὄφρα ᾿ΐδη πρότερόν τε πόσιν καὶ ὥς μοι τόνδ' ἄνδρα: βέλτιον δὲ εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντι τοῦ εὐκτικοῦ παραλαμβάνης ⁑ On Iliad 3.175: παῖδά τε τηλυγέτην λέγει τὴν῾ Ερμιόνην : ὁ δὲ Πορφύριος ἐν τοῖς ῾Ομηρικοῖς ζητήμασιν . οὕτως φησὶν. Ἑλένης τε καὶ Μενελάου ἱστορεῖ δίεθος παῖδα Μορράφιον ἀφ' οὗ τὸ τῶν Μορραφίων γένος ἐν Πέρσαις : ὡς δὲ Κιναίθων Νικόστρατος παρα δὲ Λακεδαιμονίοις ῾ Ελένης δύο παῖδες τιμῶνται Νικόστρατος καὶ Αἰθιόλας ⁑ On Iliad 3.175: τηλυγέτην καταχρηστικῶς εἶπεν κυρίως δὲ τηλυγέτοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες ὅ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας σπαρεντες: δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιΐας γεννόμενα μᾶλλον ἀγαπᾶσθαι ⁑ On Iliad 3.152: δενδρέω ἐφεζόμενοι ὅτι Ζηνόδοτος γράφει δένδρει ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος: ερεῖ δένδρει ὡς κάλλει: ὁ δὲ δένδρον ὡς βάθρον: ἐρεῖ δένδρῳ ὡς βάθρῳ: Ὅμηρος δὲ λέγων δένδρεον ὑψιπέτηλον . ὡς χάλκεον: ἐρεῖ καὶ δενδρέω ὡς χαλκέω ⁑ On Iliad 3.155: ἦκα πρὸς ἀλλήλους ὅτι Ζηνόδοτος γράφει ῶκα : εἴτε δὲ ἐπι τῆς Ἑλένης ἐστιν ὅτι ῶκα ἐπορεύετο ἀπρεπὲς ἔσται εἴτε ἐπι τῶν δημογερόντων ὅτι ῶκα διελέγοντο ἀνάρμοστον βραδύλογοι γάρ εισιν οἱ γέροντες ⁑ Interior scholia On Iliad 3.152: ὅτι Ζηνόδοτος γράφει δενδρει On Iliad 3.157: ‡ ἑν εστι διο προπερισπαστέον το τοιῇδε ⁑ On Iliad 3.158: ‡ αινῶς ἀθανατησι ὡς αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα ⁑ On Iliad 3.159: περισπαστέον τὸ ως ἀντὶ γὰρ τοῦ ὅμως ⁑ On Iliad 3.163: ὅτι χωρὶς τοῦ ς γραφειν ὁμηρικώτερον ⁑ ⁑ ⁑ On Iliad 3.176: δια του κέ συνδεσμου συνειλειπται τά κε γράφεται δὲ καὶ τά γε Venetus A (Marciana 454 = 822), folio 45, verso Iliad 3.177-3.201 3.177 τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς: 3.178 οὗτός γ' Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων : 3.179 ἀμφότερον: βασιλεύς τ' ἀγαθὸς. κρατερός τ' αἰχμητής: 3.180 δαὴρ αὖτ' ἐμὸς έσκε κυνώπιδος. εἴ ποτ' ἔην γε 3.181 ὡς φάτο: τὸν δ' ὁ γέρων ἠγάσσατο φώνησέν τε 3.182 ὦ μάκαρ Ἀτρείδη : μοιρηγενὲς: ὀλβιόδαιμον: 3.183 ῆ ῥά νύ̆ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν : 3.184 ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν: 3.185 ἔνθα ἴ̈δον πλείστους Φρύγας : ἀνέρας αἰολοπώλους 3.186 λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο: 3.187 οἵ ῥα τότ' ἐστρατόωντο παρ' όχθας Σαγγαρίοιο : 3.188 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην 3.189 ἤματι τῷ. ὅτε τ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι: 3.190 ἀλλ' οὐδ' οἳ τόσοι ἦσαν. ἑλίκωπες Ἀχαιοί : 3.191 δεύτερον αὖτ' Ὀδυσῆα ἰδὼν ἐρέειν' ὁ γεραιός: 3.192 εἰπ' άγε μοι καὶ τόνδε φίλον τέκος. ὅς τις ὅδ' ἐστί: 3.193 μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο : 3.194 εὐρύτερος δ' ὤμοισιν ἰ̈δὲ στέρνοισιν ἰ̈δέσθαι: 3.195 τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ: 3.196 αὐτὸς δὲ κτί̆λος ὡς ἐπιπωλεῖται στίχας ἀνδρῶν: 3.197 ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ: 3.198 ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων: 3.199 τονδ`' ἠμείβετ' ἔπειθ' Ἑλένη Διὸς ἐκγεγαυῖα: 3.200 οὗτος δ' αῦ Λαερτιάδης πολύμητις Ὀδυσσεὺς . 3.201 ὃς τράφη ἐν δήμῳ Ἰ̈θάκης κραναῆς περ ἐούσης: Scholia to Iliad 3.177-3.201 Main scholia On Iliad 3.179: ἀμφότερον τοῦτο συναπτεον τῷ ἀγαθός ἵν ῇ κατ άμφω ἀγαθός: καὶ τὸν ϊσχυρὸν γὰρ ἀγαθόν φησί μέγιστα δὲ πρὸς βασιλείαν ταῦτα τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα: On Iliad 3.180: δαὴρ αυτ᾽ εμὸς κυνώπιδος προς τὴν σημασίαν ὑπήντησεν τὸ γαρ δαὴρ εμός δηλοι τὸ δαήρ μου τῆς κυνόπιδος ⁑ On Iliad 3.182: ὀλβιόδαιμον προπαροξυτόνως ἕστι γὰρ σύνθετον τα δὲ μακρὰ παραληγόμενα βαρύτονα ἔχοντα κλητικὴν εἰς ον περατουμένην προπερισπᾶται ἁπλὰ ὄντα Μαχᾶον Ἀρετᾶον : σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον κυλλοπόδιον Ποσειδᾶον ολβίοδαιμον καὶ ἐπι τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτὸ λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγάμεμνον ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατα κλητικὴν: ἐπεὶ σύνθετα ἢν: τὰ μέντοι παρα τὸ φρὶν συντιθέμενα ἐφύλαξε τὸν τόνον: Λυκόφρον δαΐφρον ὅθεν σημειῶδες ἐκεῖνο κατα κλητικήν ιὼ Λακεδαῖμον ᾿Αριστοφάνης ὀλκάσι καὶ εἰ σύνθετον τὸ ψευδόμενοι σε Παλαῖμον ⁑ On Iliad 3.183: δεδμήατο ἡ μεταφορὰ ἀπο τῶν ἀλόγων ζώων δαμάζονται γὰρ κυρίως ταῦτα τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η δια τὴν ἐπαλληλίαν τῶν βραχέων τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο ἔστι δὲ συγκεκομμένον παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο ἦν τὸ ἐντελές δύο οὖν πάθη ὑπέμεινε συγκοπὴν τοῦ α καὶ ἔκτασιν τοῦ ε ⁑ On Iliad 3.188-3.189: καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν Μελανίππη καὶ ῾ Ιππολύτη θυγατέρες Ἄρεος τῶν μαζωνιδων προηγούμεναι τῆς στρατείας αὗται δὲ πειρώμεναι τὴν Φρυγίαν ὑπ αυτὰς ποιῆσαι δια τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προειρημένην χώραν καὶ στρατόπεδον ἔθεντο προς τὸν Σαγγάριον ποταμὸν: τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἦσαν Μυγδὼν καὶ Ὀτρεὺς οἵτινες τὴν σφῶν αὐτῶν στρατείαν ἐξήνεγκαν καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο τῶν Αμαζονίδων προς τὸ κωλῦσ αὐτὰς μὴ ἐπιβῆναι τοῖς ἑαυτῶν όροις καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλευς εστρατεύετο κατα ᾿Αμαζόνων συν αυτοῖς κατ εκεῖνον ἀκμάζων τὸν καιρόν ⁑ On Iliad 3.189: Ἀμαζόνες ἀντιάνειραι αἱ ᾿Αμαζόνες λεγονται: εἶναι ῎Αρεως καὶ ᾿Αφροδίτης θυγατέρες τραφεῖσαι παρα Θερμώδοντι ποταμῷ τῆς Σκυθίας ἐκλήθησαν δὲ οὕτως διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθαι ὡς ἐμποδίζοντα αὐταῖς ἐν τῷ τοξεύειν ⁑ On Iliad 3.184: ἤδη καὶ Φρυγίην ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας καθ Ὅμηρον : οἱ δὲ νεώτεροι συγχέουσι: καὶ ὅτι το ἤδη παρείληπται ἀντι χρονικοῦ τοῦ ποτὲ δι ὃ καὶ πάραλλήλως λέγεται τὸ ἤδη τῷ ποτε ήδη γὰρ καὶ δεῦρό ποτ᾽ ήλυθεν ⁑ On Iliad 3.197: πήγεσιμᾶλλον μελανομάλλῳ: οὗτος γὰρ ἐν λευκῷ ποιμνίωδιάδηλος ἔσται: τῶ πραϋτάτω δὲ εἴκασται δια τὸ ἀτάραχον ⁑ On Iliad 3.198: ‡ ὅς τ᾽ οἰῶν ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν ὁ δὲ Ἡρωδιανὸς ὀΐων ὡς δαΐδων λέγων ὡς οὐ κλίνει τὸμονοσύλλαβον ὁ ποιητής εἰ μὴ μέτρον κωλύσει ⁑ On Iliad 3.198: ὃς τράφη ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει μετὰ ἐπαίνων δὲ περι ἑκαστου ἐκτίθεται δια τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ On Iliad 3.201: ἐν δήμῳ Ϊθάκης ἔστι νῆσος τῆς Κεφαληνίας καὶ τόπος δέ ἐστιν ἐν Ϊθακη δῆμος καλούμενος ὅτε δὲ ἡ λέξις Δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν ἀνδρῶν ⁑ Interlinear scholia On Iliad 3.177: ἐθειγην On Iliad 3.182: ὠς γαθῆ μοίρα γενγηθειό On Iliad 3.183: ὑπο τετογμε κοίεισί On Iliad 3.190: ὅ σοι Intermarginal scholia On Iliad 3.182: σημείωσαι ως κατα πρόσωδον συλλαβῆς ἤυξηται μετεπιπλήξεως ὁ ἔπαινος ⁑ On Iliad 3.182: ᾿ Αρίσταρχος κεφαλην βελτιον δὲ ἀπ άλλης ἀρχῆς ἵνα λειπῃ τὸ ἐστίν ⁑ Venetus A (Marciana 454 = 822), folio 46, recto Iliad 3.202-3.226 3.202 εἰδὼς παντοίους τὲ δόλους καὶ μήδεα πυκνά: 3.203 τὴν δ' αῦτ' Ἀντήνωρ πεπνυμένος ἀντίον ηύδᾱ: 3.204 ὦ γύναι: ῆ μάλα τοῦτο ἔπος νημερτὲς έειπες: 3.205 ἤδη γὰρ καὶ δεῦρό ποτ' ἤλυθε δῖος Ὀδυσσεὺς 3.206 σεῦ ἕνεκ': ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ : 3.207 τοὺς δ' ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα: 3.208 ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά: 3.209 ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν: 3.210 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους: 3.211 ἄμφω δ' ἑζομένω: γεραρώτερος ῆεν Ὀδυσσεύς : 3.212 ἀλλ' ὅτε δὴ μύθους. καὶ μήδεα πᾶσιν ὕφαινον. 3.213 ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε: 3.214 παῦρα μὲν. ἀλλὰ μάλα λιγέως: ἐπεὶ οὐ πολύμυθος 3.215 οὐδ' ἀφαμαρτοεπής ἢ καὶ γένει ὕστερος ῆεν: 3.216 ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς . 3.217 στάσκεν: ὑπαὶ δὲ ἴ̈δεσκε κατα χθονὸς ὄμματα πήξας: 3.218 σκῆπτρον δ' οὔτ' ὀπίσω οὔτε προπρηνὲς ἐνώμᾱ: 3.219 ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς: 3.220 φαίης κεν ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὕτως: 3.221 ἀλλ' ὅτε δὴ ὄπα τὲ μεγάλην ἐκ στήθεος εἴη 3.222 καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν. 3.223 οὐκ ἂν ἔπειτ' Ὀδυσῆΐ γ' ἐρίσσειε βροτὸς ἄλλος: 3.224 οὐ τότε γ' ὧδ' Ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰ̈δόντες: 3.225 τὸ τρίτον αὖτ' Αἴαντα ἰ̈δὼν ἐρέειν' ὁ γεραιός: 3.226 τίς ταρ ὁδ' ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε Scholia to Iliad 3.202-3.226 Main scholia On Iliad 3.213: ἐπιτροχάδην βραχύλογοι γὰρ οἱ Λάκωνες ἀεὶ δηλοῖ δὲ εὐφυέστερον ὡς ἀπο μὲν Μενελάου τὸν παρα τοῖς ῥήτορσι καλούμενον ἄνετον τόπον ἀπο δὲ ᾿ Οδυσσέως τὸν σύντομον ἐπ ἐκείνου μὲν γὰρ εἶπε παῦρα μὲν ἐπι δε ᾿ Οδυσσεως πρόσεθηκεν τὸ καὶ ἔπεα νιφάδεσσιν ἐοικότα τοῦτέστι πυκνὰ καὶ πολλά ⁑ On Iliad 3.215: ἦ καὶ γένει ὕστερος εἶεν ἐὰν βαρύνωμεν τὸν ἠ σύνδεσμον. διαστελοῦμεν βραχύ: κείσεται γὰρ ἀντι τοῦ εἴ συναπτικοῦ: ἐὰν δὲ περισπῶμεν τελείαν στίξομεν παραπληρωματικὸς γάρ ἐστι καίτοι νεώτερος ἦν On Iliad 3.211: ἄμφω δὲ ἑζομένω ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει ἑζομένων τὸ δὲ ἄμφω δύο πτώσεις ἔχειν ἀμφότεροι ἢ ἀμφοτέρους καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι κατ εναλλαγὴν πτώσεως ἀντι τοῦ καθημένων δὲ προτέρων καὶ ἔστι σύνηθες ὡς ἐπεκείνου οἱ δὲ δύο σκόπελοι ὁ μέν ἀντι τῶν δύο σκοπέλων ⁑ ⁑ ⁑ ⁑ On Iliad 3.217: στάσκεν οῖδεν ἡ στάσις πολλάκις ὑπόνοιαν εἰς τι κινεῖν: ῥητορικὴ οὖν ἡ στάσις ᾿ Οδυσσέως : ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι τοῖς ὁρῶσιν η οία εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν: τῇ εἰς εαυτὸν οὖν ἐπιστροφῆ καταρτίζει τοὺς ὁρῶντας ⁑ On Iliad 3.219: ἀλλ᾽ αστεμφες προς τὸ ἀστεμφὲς ὅτι τὸ ἀμετακίνητον: ὁ γὰρ Ἀνακρέων συ γὰρ ῆς ἐμοίγ᾽ ἀστεμφής: καὶ ὅτι τὸ αΐδρεϊ κατα τὸ βαρὺ προενεκτέον ⁑ On Iliad 3.219: ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπ εὐθείας τῆς ἄϊδρις χώρου ἄϊδρις ἐών . ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ: ἐκπίπτειν ἀΐδρεος καὶ ἀΐδρεϊ οὐ γὰρ δή γε δια τοῦ δ οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον ἀλλ᾽ ὡς τὸ ἔχεις πόσις όφις: οὕτως ὁφείλει κλίνεσθαι ώστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρα τῇ Σαπφοῖ τὸ πολυΐδριδι εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη: ὁ γὰρ Σοφοκλῆς ᾿ΐδριδα ἔφη τὴν αιτιατικὴν: ὅ τε Φρύνιχος τὴν εὐθείαν ᾿ΐδριδες : γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικὼς κατα τὸν προκείμενον λόγον: οὐδὲν δὲ θαυμαστὸν εἰ διὰ τοῦ ϊ πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται ῎Ϊωνες τὴν δὲ δοτικὴν διὰ τοῦ ε οὐχι δὲ δια τοῦ ϊ τάχα γὰρ δια τὸ κακόφωνον: ὁ γοῦν ποιητὴ σφησὶν εὐνήν τ᾽ αἰδομένη πόσιος , τὴν δε δοτικὴν χαριζομένη πόσεϊ ᾧ ⁑ On Iliad 3.220: φαίης κεν ὅτι τὸ φαίης. τὴν φαντασίαν ἔχει ὡς πρὸς τὴν Ἑλένην λεγόμενον: κατα μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέον ἐν ᾿ΐσω τῷ ἔφη τίς ἄν ὡς ἔχει τὸ ἔνθ᾽ οὐκ ἂν βρίζοντα ᾿ΐδοις ἀντι τοῦ ἴδοι τίς ἄν: On Iliad 3.224: οὐ τότε γ᾽ ὧδ᾽ Ὀδυσσῆος πρὸς τὸ σιωπόμενον ὅτι συνυπακοῦσαι δεῖ το οὐ τότε οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ᾿ϊδόντες ὡς τὴν κατα λόγον δύναμιν ⁑ Intermarginal scholia On Iliad 3.215: πιθανώτερον βαρυνειν τὸν η καὶ ἀντι τοῦ εἴ παραλαμβάνεται ⁑ Interior scholia On Iliad 3.218: σημειωτέον δὲ ὅτι εκαστος τῶν ηγεμονων σκῆπτρον εῖχεν ΐδιον ὡς καὶ ᾿Αχιλλεὺς ἐν τῇ αλφα ὄμνυσι κατ αυτοῦ ⁑ Exterior scholia On Iliad 3.219: ἀΐδρει Venetus A (Marciana 454 = 822), folio 46, verso Iliad 3.227-3.251 3.227 ἔξοχος Ἀργείων κεφαλὴν ἠδ' εὐρέας ὤμους: 3.228 τὸν δ' Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν: 3.229 οὗτος δ' Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν : 3.230 Ἰ̈δομενεὺσδ ' ἑτέρωθεν ἐνι Κρήτεσσι θεὸς ὡς 3.231 ἕστηκ': ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται: 3.232 πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος 3.233 οἴκῳ ἐν ἡμετέρῳ: ὁπότε Κρήτηθεν ἵ̈κοιτο: 3.234 νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιοὺς 3.235 οὕς κεν ἔϋ γνοίην. καί τ' οὔνομα μυθησαίμην: 3.236 δοιὼ δ' οὐ δύναμαι ἰ̈δέειν κοσμήτορε λαῶν 3.237 Κάστορά θ' ἱππόδαμον: καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα 3.238 αὐτοκασιγνήτω. τώ μοι μία γείνατο μήτηρ: 3.239 ἢ οὐχ ἑπέσθην Λακεδαίμονος ἐξ ερατεινῆς. 3.240 ἦ δεύρο μὲν ἕποντο νέεσς' ἐνὶ ποντοπόροισι: 3.241 νῦν αῦτ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν 3.242 αἴσχεα δειδιότες καὶ ὀνείδεα: πολλ' ἅ μοι ἐστίν: 3.243 ὡς φάτο: τοὺσδ' ἤδη κάτεχεν φυσίζοος αῖα 3.244 ἐν Λακεδαίμονι αῦθι φίλῃ ἐν πατρίδι γαίῃ: 3.245 κήρυκες δ' ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ: 3.246 ἄρνε δύω: καὶ οἶνον. ἐΰφρονα καρπὸν ἀρούρης 3.247 ἀσκῷ ἐν αιγείῳ: φέρε δὲ κρητῆρα φαεινὸν 3.248 κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα: 3.249 ὤτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν: 3.250 ὄρσεο Λαομεδοντιάδη : καλέουσιν ἄριστοι 3.251 Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων Scholia to Iliad 3.227-3.251 Main scholia On Iliad 3.236: ᾿ϊδέειν οὐκ ἐστιν ἐυτελὲς τοῦ ἰδέειν, ἀλλα τοῦ ναντίον ἀπο τοῦ ϊδεῖν γέγονεν κατα διάλυσιν ὥσπερ ἀπο τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν: οἱ γὰρ δεύτεροι μέλλοντες οὐκ έχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες ⁑ On Iliad 3.237: πὺξ ἀγαθὸν ἐν πυγμῆ ἀνδρεῖον καὶ γενναῖον οὗτος γὰρ καὶ τὸν ἀφόρητον πύκτην ῎Αμυκον ἀναιρεῖ ὡς ᾿Απολλώνιος φησὶν ἐν δευτέρῳ : ἐζήτηται δὲ πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ ῾Ελένη : ῥητέον δὲ ὅτι ἴσως μὲν ἐπεζήτησεν εὐχερῶς δὲ ὅτε ἔγραφεν: ῞Ομηρος ἐπεμνήσθῃ ⁑ On Iliad 3.240: νέεσσ᾽ ἐνι ποντοπόροισι Νικίας ἀναστρέφει οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῴ φασὶ γὰρ Ἀρίσταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις ⁑ On Iliad 3.243: ὣς φάτο τοὺς δ᾽ ἤδη κάτεχεν οὗτοι δὲ φησὶν ἦσαν μεταστάντες ἐξ ἀνθρώπων καὶ ὑπο γῆν διετέλουν ὅτε μὲν ζῶντες ὅτε δὲ τεθνηκότες κατ αὐτὸν τὸν ποιητὴν λέγοντα ἄλλοτε μὲν ζωοὺς ἑτερήμεροι: ἄλλοτε δὲ τεθνᾶσι τιμὴν δὲ λελόγχασιν ἴσα θεοῖσιν : φυσίζωος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν φύουσα καὶ δωρουμένη ἠ ὅτι τῶ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω Φυσίζωος ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καραποθέντες πάλιν ἀναδοθῆναι ⁑ On Iliad 3.244: ἐν πατρίδι γαίῃ ὅτι Ζηνόδοτος γράφει ἑῇ ἐν πατρίδι : εἴτε δὲ ἐπι τῶν Διοσκούρων ἔσται τὸ ἑῇ ἑνικὸν οὐχ ἁρμόσει: εἴτε ἐπι τῆς Ἑλένης ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν: τούς δ' ἤδη κατέχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πατρίδι ⁑ On Iliad 3.250: Λαομεδοντιάδη μήτηρ Πριάμου ὡς φησὶ Πορφύριος ἐν τῷ περι τῶν παραλελειμμέων τῷ ποιητῇ ὀνομάτων κατὰ ᾿Αλκμᾶνα τὸν μελοποιὸν Ζευζίππη : κατα δὲ ῾Ελλάνικον Στρυμώ ⁑ Venetus A (Marciana 454 = 822), folio 47, recto Iliad 3.252-3.276 3.252 ἐς πεδίον καταβῆναι: ἵ̈ν' ὅρκια πιστὰ τάμητε: 3.253 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος 3.254 μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί: 3.255 τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ' ἕποιτο: 3.256 οἱδ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες: 3.257 ναίοιμεν. Τροίην ἐριβώλακα: τοὶ δὲ νέονται 3.258 ῎ Αργος ἐς ἱππόβοτον: καὶ Ἀχαιΐδα καλλιγύναικα: 3.259 ὡς φάτο: ῥίγησεν δ' ὁ γέρων: ἐκέλευσε δ' ἑτέροις 3.260 ἵππους ζευγνύμεναι: τοὶ δ' ὀτραλέως ἐπίθοντο: 3.261 ἂν δ' ὰρ' ἔβη Πρίαμος . κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω: 3.262 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον: 3.263 τὼ δὲ διὰ Σκαιῶν πεδίον δ' ἔχον ὠκέας ἵππους: 3.264 ἀλλ' ὅτε δή ρ' ἵ̈κοντο μετὰ Τρῶας καὶ Ἀχαιούς . 3.265 ἐξ ἵ̈ππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν 3.266 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο: 3.267 ὤρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 3.268 ἀν δ' Ὀδυσεὺς πολύμητις: ἀτὰρ κήρυκες ἀγαυοὶ 3.269 ὅρκια πιστὰ θεῶν σύναγον: κρητῆρι δὲ: οἶνον 3.270 μίσγον: ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευον : 3.271 Ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν 3.272 ἥ οἱ παρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο: 3.273 ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας: αὐτὰρ ἔπειτα 3.274 κήρυκες Τρώων καὶ Ἀχαιῶν . νεῖμαν ἀρίστοις: 3.275 τοῖσιν δ' Ἀτρείδης μεγάλ' εὔχετο χεῖρας ἀνασχών: 3.276 Ζεῦ πάτερ: ῎ Ϊδηθεν μεδέων. κύδιστε μέγιστε: Scholia to Iliad 3.252-3.276 Main scholia On Iliad 3.257: ναίοιμεν ὅτι νῦν ορθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφεται ναίοιμεν ἐν δε τοῖς ἐπάνω: ὅτε Ἀλέξανδρος λέγει οὐκέτι ⁑ On Iliad 3.261-3.262: ἂν δ ὰρ ἔβη Πρίαμος ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι: δι ὃ νῦν Πρίαμος ἡνιοχεῖ παραβατοῦντος Ἀντήνορος καὶ ὅτι οἱ ἡρωες πάντες ἔμπειροι καὶ αὐτουργοὶ δι ὃ καὶ ὁ Ὀδυσσεὺς ναυπηγεῖ καὶ κυβερνᾷ ⁑ On Iliad 3.272: ἄωρτο ἄρω ἐστι τὸ σημαντικὸν τοῦ ἁρμόζω οὗ μέλλων ἄρσω ἀόριστος ῆρσα θετίς ώμοισιν ἐπῆρσεν ἀντι τοῦ ἐφήρμοσε καὶ πόμασιν ἆρσον ἅπαντα ἀντι τοῦ ἐφάρμοσον: τοῦ ἄρω ὁ παρακείμενος ῆρκα: ὁ παθητικὸς ῆρμαι ὑπερσυντελικος ἤρμην τὸ τρίτον ἦρτο συστολῆ ἄρτο ἐπενθέσει τοῦ ω ἄωρτο οὕτως Ἡρῳδιανὸς ἐν τῷ β ποιήματι τὸ Περι παθῶν Διδύμου ⁑ On Iliad 3.273: ἀρνῶν ἐκ κεφαλέων ὅτι Ζηνόδοτος γράφει ἀρνέων ἐκ κεφαλέων ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες . οὐ γίνονται τοιαῦται διαιρέσεις ἀλλ ἀπο τῶν εἰς αι : εἰ δὲ ἄρνες ἀρνῶν: ἀπὸ δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων ⁑ Intermarginal scholia On Iliad 3.276: ὅτι ἀντι τοῦ ῎Ιδης μεδέων ⁑ Interior scholia On Iliad 3.262: προκρίνει μὲν τὴν δια τοῦ ε γραφὴν βήσετο πλὴν οὐ μετατίθησι αλλα δια τοῦ α γράφει ὁ Ἀρίσταρχος ⁑ On Iliad 3.270: ‡ Ἀρίσταρχος δια τοῦ ο καὶ ἀναλογεῖ τὸ μίσγον ⁑ Exterior scholia On Iliad 3.259: ἑταίρους Venetus A (Marciana 454 = 822), folio 47, verso Iliad 3.277-3.301 3.277 Ἠέλιός θ' ὃς πάντ' ἐφορᾶς καὶ πάντ' ἐπακούεις: 3.278 καὶ ποταμοὶ: καὶ γαῖα: καὶ οἳ ὑπένερθε καμόντας 3.279 ἀνθρώπους τίνυσθον. ὅτις κ' ἐπίορκον ὀμόσσῃ. 3.280 ὑμεῖς μάρτυροι ἔστε: φυλάσσετε δ' όρκια πιστά: 3.281 εἲ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ. 3.282 αὐτὸς ἔπειθ' Ἑλένην ἐχέτω καὶ κτήματα πάντα: 3.283 ἡμεῖς δ' ἐν νήεσσι. νεώμεθα ποντοπόροισιν: 3.284 εἰ δέ κ' Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος . 3.285 Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ' ἀποδοῦναι: 3.286 τιμὴν δ' Ἀργείοις ἀποτῑνέμεν ἥν τιν' ἔοικεν: 3.287 ἥ τε καὶ ἐσσομένοισι μετ' ανθρώποισι πέληται: 3.288 εἰ δ' ὰν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες 3.289 τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος. 3.290 αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς 3.291 αῦθι μένων. εἵως κε τέλος πολέμοιο κιχείω: 3.292 ῆ: καὶ ἀπο στομάχους ἀρνῶν τάμε. νηλέϊ χαλκῷ: 3.293 καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας: 3.294 θυμοῦ δευομένους: ἀπὸ γὰρ μένος εἵλετο χαλκός: 3.295 οἶνον δ' ἐκ κρητῆρος ἀφυσσάμενοι δεπάεσσιν 3.296 ἔκχεον: ἠδ' εὔχοντο θεοῖς αἰειγενέτῃσιν: 3.297 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε: 3.298 Ζεῦ κύδιστε μέγιστε. καὶ ἀθάνατοι θεοὶ ἄλλοι. 3.299 ὁππότεροι πρότεροι ὑπερόρκια πημήνειαν. 3.300 ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι. ὡς ὅδε οἶνος. 3.301 αὐτῶν καὶ τεκέων: ἄλοχοι δ' ἄλλοισι δαμεῖεν: Scholia to Iliad 3.277-3.301 Main scholia On Iliad 3.277: Ἠέλιος θ᾽ ὅτι ἀντι τοῦ Ἥλιε ὡς κακεῖ δὸς φίλος : καὶ ἀλλά φίλος θάνε καὶ σὺ καὶ πρὸς τὴν ἀθέτησιν τῶν ἐν Οδυσσεία ὠκεα δ᾽ Ἠελίῳ ὑπερίονι ἄγγελος ἦλθεν περι τῆς ἀπολείας τῶν βοῶν τῷ πάντας ἐφορῶντι ⁑ On Iliad 3.292: ἦ καὶ ἀπὸ στομάχους οὕτως αἱ Ἀριστάρχου ἀπο στομάχους αἱ δὲ πλείους δια τοῦ ε ἐπι στομάχους καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή ⁑ On Iliad 3.297: ὧδε δέ τις εἴπεσκεν ὅτι τῶ ῶδε οὐδέποτε τοπικῶς καθάπερ ἡμεῖς λέγει ἀλλ᾽ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει ⁑ Interlinear scholia On Iliad 3.295: ἀν τλήσ Intermarginal scholia On Iliad 3.290: οὕτως διὰ τοῦ η τὸ μαχήσομαι ᾿Αρισταρχος ⁑ On Iliad 3.295: ᾿Αρισταρχος ἀφυσσόμενοι δια τοῦ ο : ἄλλοι δὲ διὰ τοῦ α ⁑ Exterior scholia On Iliad 3.280: μάρτυροί εστε On Iliad 3.281: εἰ μεν κεν Venetus A (Marciana 454 = 822), folio 48, recto Iliad 3.302-3.326 3.302 ὡς ἔφαν: οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων : 3.303 τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετα μῦθον ἔειπε: 3.304 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί : 3.305 ἤτοι ἐγὼν εῖμι προτι ΄ Ϊλιον ἠνεμόεσσαν 3.306 ὰψ. ἐπεὶ οὔ πω τλήσομ' ἐν ὀφθαλμοῖσιν. ὁρᾶσθαι 3.307 μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ : 3.308 Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι. 3.309 ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν: 3.310 ῆ ῥα: καὶ ἐς δίφρον ἄρνας θέτο ἰ̈σόθεος φώς: 3.311 ἀν δ' αρ' ἔβαιν' αὐτός. κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω: 3.312 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον: 3.313 τὼ μεν αρ' ἄψορροι προτὶ ῎ Ϊλιον ἀπονέοντο: 3.314 Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς . 3.315 χῶρον μὲν πρῶτον διεμέτρεον: αὐτὰρ ἔπειτα 3.316 κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες. 3.317 ὁππότερος δὴ πρόσθεν ἀφ' εἵη χάλκεον ἔγχος: 3.318 λαοὶ δ' ἠρήσαντο: θεοῖσι δὲ χεῖρας ἀνέσχον: 3.319 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε: 3.320 Ζεῦ πάτερ: Ἴδηθεν μεδέων. κύδιστε μέγιστε: 3.321 ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκεν. 3.322 τὸν δὸς. ἀποφθίμενον δῦναι δόμον ῎ Αϊδος εἴσω: 3.323 ἡμῖν δ' αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι: 3.324 ὡς αρ' ἔφαν: πάλλεν δὲ μέγας κορυθαιόλος Ἕκτωρ 3.325 ὰψ ὁρόων: Πάριος δὲ θοῶς ἐκ κλῆρος όρουσεν: 3.326 οἱ μὲν ἔπειθ' ΐζοντο κατα στίχας. ᾗχι ἑκάστῳ Scholia to Iliad 3.302-3.326 Main scholia On Iliad 3.306-3.310: ὁρασθαι παθητικὸν ἀντι ἐνεργητικοῦ ἀντέστραπται δὲ ἡ περίοδος ορθῇ δ ὰν ἦν οὕτως: ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον. Ζεὺς μὲν τοῦτό γε οἶδεν. εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν ἵνα αὐτοὺς περιστείλη ἔθος γὰρ ἦν τὰ ἐπι τοῖς όρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν τοὺς δὲ ἐπίλυδας εἰς τὴν θάλασσαν ῥίπτειν ⁑ On Iliad 3.310: ‡ ἦ ρα καὶ ἐς δίφρον τὰ γὰρ ἐν όρκοις σφαζόμενα οἱ μὲν ἐγχώριοι ἔκρυπτον τῇ γῇ οἱ δὲ ξένοι θαλάσσῃ ἠ δείξων ἀποφέρει τοῖς ἐν άστει πιστωσόμενος κακείνοις ἢ ὡς ἀγνοοῦντας διδάξων: ταδὲ θεοῖς ἁπλῶς θυόμενα ήσθιον ήγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς θεοῖς ⁑ On Iliad 3.313: ἄψορροι δια τί χωρίζεται ὁ Πρίαμος καὶ οἱ μὲν φασὶν ὅτι ἵνα ἀφυψους κρείσσων θεωρήσῃ ἀπο τῆς πόλεως τὴν μονομαχίαν: οἱ δὲ ἵνα φυλάξη τὰ τείχη: ἄλλοι δὲ τὴν῾Ομηρικὴν λύσιν προ ᾿ΐσχονται τὸ οὔτω τλήσομ' ὀφθαλμοῖσιν ὁρᾶσθαι ὅπερ ἄμεινον ⁑ On Iliad 3.314: Πριάμοιο πάϊς Πορφύριος ἐν τοῖς παραλελειμμένοις φησὶν ὅτι τὸν ῞Εκτορα ᾿Απόλλωνος υἱὸν παραδίδωσιν ΄Ϊβυκος ᾿Αλέξανδρος Ευφορίων Λυκόφρων ⁑ On Iliad 3.315: χῶρον μὲν πρῶτον ἀναγκαίως διεμέτρουν πᾶν τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν ὥστε μὴ μόνον τῶν διὰ τῶν όπλων ἡττηθέντα νενικῆσθαι ἀλλὰ καὶ τὸν ἀπολείποντα τὸ ἀποδεδειγμένον χωρίον ὥσπερ καὶ ἐπι τῶν ἀθλητῶν: ἄλλοι δὲ φασὶν ὅτι ἵνα μὴ προς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν ἀλλ ὥσπερ ἐν εἰρκτῇ τῇ περιγραφῇ μένωσιν ⁑ On Iliad 3.315-3.316: αὐτὰρ ἔπειτα κλήρους μετα ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περι τῆς ἀφέσεως τοῦ δόρατος ὥστε μὴ θόρυβον ἐμπεσεῖν τοῦ ὑστέρου φθάσαντος δια τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον ψῆφοι δε τίνες ἦσαν οἱ κλήροι: εἰς οὓς ἐσημειοῦτο ἕκαστος οὓς οὕτως ὠνόμασαν δια τὸ καλεῖσθαι ὑπ' αὐτῶν εἰς τὰς πράξεις ⁑ On Iliad 3.316: χαλκήρεϊ προπαροξυτόνως ἔστι γὰρ παραγωγη ἡ δια τοῦ ήρης ἥτις βαρύνεται ξιφήρης ὀλιγήρης θυμήρης ἔνθεν τὸ θυμῆρες κεράσασα εἰ μέντοι γε τὸ ἀρῶ ἔγκειται ἐπὶ τούτου καὶ διὰ τοῦ α ἡ σύνθεσις γένοιτο καὶ οξεῖα τάσις ἐστιν ἔχει δ᾽ἄλοχον θυμαρέα : On Iliad 3.325: Πάριος δὲ Πάρις ὁ Αλέξανδρος ἐκλήθη παρα τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ ΄Ϊδη εὐθὺς τεχθέντα καὶ αὐξηθέντα παρελθεῖν τὸν μόρον οὕτως: κατα γαστρὸς αὐτὸν ἔχουσα ἡ ῾Εκάβη . ἐνόμισεν κατόναρ καιόμενον δαλὸν τίκτειν ὅστις κατέφλεξε πᾶσαν τῆν τε πόλιν καὶ τὴν ἐν τῇ ῎Ϊδῃ ὕλην ἑστῶσαν: τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις καὶ οἱ περι τοὺς ὀνείρους δεινοὶ εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὂν ῥιφῆναι θρησὶ βοράν. τεχθέντα δὲ τὸν ᾿Αλέξανδρον ἐξέθηκαν ἐν τῇ ΄Ϊδῃ ὃν ποιμὴν ἑορακὼς σφόδρα εὐειδέστατον. ἀνελόμενος ἀνέθρεψεν: Πορφύριος φησὶν ἱστορεῖν τὸν γράψαντα τὰ Τραγῳδούμενα . ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς ἀρχιάλας ἐκαλεῖτο ⁑ Intermarginal scholia On Iliad 3.305: ὅτι θηλυκῶς δεὶ τὴν ΄Ϊλιον λέγει ⁑ On Iliad 3.318: δύναται καὶ ουτως ηρησάτο θεοις ἱδὲ χείρας ανέσχον και ο ϊδε ἀντι του και ⁑ On Iliad 3.323: ἐαν στιζωμεν προ τούτου τοῦ στίχου ἐπι τῶ εἴσω ελλειπει ῥῆμα εὐτικὸν τὸ εἴη εαν δὲ διαστέλλωμεν κοινὸν έσται τὸ δός ⁑ On Iliad 3.326: Αρισταρχος κατα γενικην εκαστου ⁑ Interior scholia On Iliad 3.320: αντι τοῦ ΄Ιδης μεδέων ⁑ On Iliad 3.326: τὸ ἧχι χωρὶς τοῦ ι ἡ Αρισταρχου ⁑ Exterior scholia On Iliad 3.325: ὅτι σαφῶς ἐνταῦθα βραχείαν τῆν ὑπο στιγμην εἵρηκεν ⁑ On Iliad 3.325: ορωῶν παρὰ τὸ ῥῶ τὸ ὁρμῶ τελέαν ασαμοῦ: τοῦ ο Venetus A (Marciana 454 = 822), folio 48, verso Iliad 3.327-3.351 3.327 ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε' ἔκειτο: 3.328 αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλὰ 3.329 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο: 3.330 κνημῖδας μὲν πρῶτα περι κνήμῃσιν ἔθηκε 3.331 καλὰς. ἀργυρέοισιν ἐπισφυρίοις ἀραρύιᾱς: 3.332 δεύτερον αὖ, θώρηκα περι στήθεσσιν ἔδυνεν 3.333 οἷο κασιγνήτοιο Λυκάονος : ἥρμοσε δ' αὐτῷ: 3.334 ἀμφι δ' αρ', ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 3.335 χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε, στιβαρόν τε: 3.336 κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 3.337 ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν 3.338 εἵλετο δ' ἄλκιμον ἔγχος ὅ οἱ παλάμηφιν ἀρήρει: 3.339 ὡς δ' αὔτως Μενέλαος ἀρήϊος ἔντε' ἔδυνεν: 3.340 οἱ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν: 3.341 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστι χόωντο 3.342 δεινὸν δερκόμενοι. θάμβος δ' έχεν εἰσορόωντας 3.343 Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς : 3.344 καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνι χώρῳ 3.345 σείοντ' ἐγχείας: ἀλλήλοισιν κοτέοντε: 3.346 πρόσθε δ' Ἀλέξανδρος προ ἵ̈ει δολιχόσκιον ἔγχος: 3.347 καὶ βάλεν Ἀτρείδαο κατ' ἀσπίδα πάντοσε ἴσην: 3.348 οὐδ' έρρηξεν χαλκὸς: ἀνεγνάμφθη δέ οἱ αἰχμὴ 3.349 ἀσπίδι ἐν κρατερῇ: ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ 3.350 Ἀτρείδης Μενέλαος : ἐπευξάμενος Διῒ πατρί: 3.351 Ζεῦ ἄνα. δὸς τίσασθαι ὅ με πρότερος κακ' ἔοργε Scholia to Iliad 3.327-3.351 Main scholia On Iliad 3.327: ‡ ἵπποι ἀερσίποδες αἵροντες εἰς ὕψος τοὺς πόδας ταχεῖς ζωγραφικῶς δὲ ἐκτετύπωκε τοῦτο τοιοῦτοι γὰρ οἱ κωλυόμενοι τοῦ τρέχειν ἵπποι: καὶ ἔστιν ἰδίωμα παρα τὸ αείρω ἀέρω ἀέρσω ὡς κέρσω ⁑ On Iliad 3.334-3.338: ἀμφὶ δ᾽ ὰρ ὤμοισιν ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν: καὶ μετα τὸν οἷο κασιγνήτοιο ὑποτάσσει κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν δεινὸν δὲ λόφος καθ ὕπερθεν ἔνευεν: εἵλετο δ᾽ ἄλκιμον ἔγχος ⁑ On Iliad 3.334-3.338: ἀμφὶ δ᾽ ὰρ᾽ ὤμοισι βάλετ᾽ ἀσπίδα τερσανόὲσσαν : ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ ἔχειν προ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμβάνων τὴν περικεφαλαίαν καὶ ξίφος μη εχων ⁑ On Iliad 3.339: ὡς δ᾽ αύτως Μενέλαος ὅτι οὗτος ξίφος ἔχει εἰ δὲ ὡςαύτως τῷ Ἀλεξάνδρῳ καθ' ώπλισται: πάντως κακεῖνος εἶχε ξίφος ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον ⁑ On Iliad 3.339: ἔντεα ὅπλα εἴρηται δὲ ἀπο τοῦ εντὸς περιέχειν καὶ σκέπειν τὸ σῶμα λέγεται δὲ καὶ τὰ προς τὴν εὐωχίαν σκεύη ἔντεα ὡς ἐκεῖ μνηστῆρες δ'ἀπεκόσμεον ἔντεα δαιτός ⁑ On Iliad 3.348: ουτως ἄμεινον δια τοῦ ς γράφειν καὶ γὰρ ὕστερον φησὶν ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ ἀντι τοῦ τῶ δόρατι καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν: τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν ⁑ Intermarginal scholia On Iliad 3.334: απο κοινου τὲ ὠμοισιν βάλετε αναγκαίως δια τοὺς τελαμωνας ⁑ On Iliad 3.335: βραχυ διασταλτεον επι τὸ χαλκεον κοινὸν γὰρ τὸ αμφ ώμοισι βάλετο καὶ ἐπι τοῦ σακους ⁑ On Iliad 3.338: ἐν άλλω εἴλετο δ‘άλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ ⁑ On Iliad 3.345: βραχὺ διασταλτέον ἐπι τὸ ἐγκείας ⁑ On Iliad 3.348: οὕτως ᾿Αρίσταρχος ἄλλοι δὲ δια τοῦ ν χαλκον ⁑ Interior scholia On Iliad 3.346: οι μὲν παρα το κίειν ἐν πλεονασμῶ οἱ δὲ παρα τὴν σκιαν ⁑ Exterior scholia On Iliad 3.328: ἐαν τατο Venetus A (Marciana 454 = 822), folio 49, recto Iliad 3.352-3.376 3.352 δῖον Ἀλέξανδρον : καὶ ἐμῇς ὑπο χερσὶ δάμασσον. 3.353 ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων 3.354 ξεινοδόκον κακὰ ῥέξαι: ὅ κεν φιλότητα παράσχῃ: 3.355 ῆ ῥα: καὶ ἀμπεπαλὼν προ ἵ̈ει δολιχόσκιον ἔγχος: 3.356 καὶ βάλε Πριαμίδαο κατ ἀσπίδα πάντοσε ἴσην: 3.357 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος: 3.358 καὶ δια θώρηκος πολυδαιδάλου ἠρήρειστο: 3.359 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα 3.360 ἔγχος: ὃ δ' ἐκλίνθη: καὶ ἀλεύατο κῆρα μέλαιναν: 3.361 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον 3.362 πλῆξεν ἀνασχόμενος κόρυθος φάλον: ἀμφὶ δ' ἀρ' αὐτῷ. 3.363 τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός: 3.364 Ἀτρείδης δ' ᾤμωξεν ἰ̈δὼν εἰς οὐρανὸν εὐρύν: 3.365 Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος: 3.366 ῆ τ' ἐφάμην τί̄σασθαι Ἀλέξανδρον κακότητος: 3.367 νῦν δέ μοι ἐν χείρεσσιν άγη ξίφος: ἐκ δέ μοι ἔγχος 3.368 ῆΐχθη παλάμηφιν ἐτώσιον: οὐδ' ἔβαλόν μιν. 3.369 ῆ: καὶ ἐπαΐξας. κόρυθος λάβεν ἱπποδασείης: 3.370 ἕλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας Ἀχαιούς : 3.371 ἄγχε δέ μιν πολύκεστος ἵ̈μὰς ἁπαλὴν ὑπο δειρήν 3.372 ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης: 3.373 καὶ νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος. 3.374 εἰ μὴ αρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη 3.375 ἥ οἱ ῥῆξεν ἱ̈μάντα βοὸς ἶ̈φι κταμένοιο: 3.376 κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ: Scholia to Iliad 3.352-3.376 Main scholia On Iliad 3.352: ‡ δῖον Ἀλέξανδρον ἀθετεῖται ὅτι οὐκ αναγκαίως ἐπιλέγεται: καὶ γὰρ ὁ καιρὸς τὸ σύντομον ἔχειν θέλει: καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν εχθρὸν λέγει: ἐαν δὲ γράφηται δαμῆναι. βραχὺ διαστελοῦμεν ἐπι τὸ Ἀλέξανδρον κοινὸν γὰρ τὸ δὸς: ἐὰν δὲ δάμασσον: δευτέραν ἄνω θετέον ἐπεὶ καὶ καθ εαυτὸ δύναται πλῆρες εἶναι τὸ εξῆς ⁑ On Iliad 3.353: ἐρρίγησεν ἀπο τοῦ ῥιγῶ ῥιγεῖς οὗ παρατατικὸς ἐρρίγουν ὁ μέσος παρακείμενος ερριγα ὃς μεταπλάττεται εἰς ἐνεστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω ⁑ On Iliad 3.354: ξεινοδόκον κακὰ ῥέξαι παροξύνεται δια τὴν ἐνέργειαν: οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μὲν ὅτε ἐνέργειαν On Iliad 3.354: ὑπισχνεῖται προπαροξύνεσθαι δὲ ὅτε πάθος εἰ μὴ κανόνες τινὲς κωλύοιεν οὓς παρατίθεται ὁ Ἡρωδιανος ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος: τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλλοντα: τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον ὡς παρ᾽ Ευριπίδῃ ἐν Φοίνικι λιθόβολον εῖμα κατειργάσω ⁑ On Iliad 3.354: φιλότητα ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ ῎Αργος τὸν ᾿Αλέξανδρον ἐξενοδόχησεν ὁ Μενέλαος ὅθεν καὶ εὔχεται τῷ ξενίῳ Διῒ τῷ ὑπ αυτοῦ καταφρονηθέντι ⁑ On Iliad 3.368: οὐδ᾽ ἐβαλόν μιν ὅτι ᾿Αμμώνιος ἐν τῷ πρὸς ᾿Αθηνοκλέα συγγράμματι ὁμοίως εἶχον οὐδ' ἐδάμασσα καὶ ἔστι συναιρῶν τοῖς λεγομένοις πρότερον ὑπὸ τοῦ Μενελάου δῖον ᾿Αλέξανδρον καὶ ἐμης ὑπο χερσὶ δαμῆναι: ὅτι σαφῶς τὸ οὐδ' ἔβαλόν μιν σημαίνει ἀντι τοῦ οὐδὲ ἐπάταξα αὐτόν ⁑ On Iliad 3.371: πολύκεστος ὅτι πολύκεστος ὁ πολυκέντητος ἐκ δε τούτου ὁ ποικίλος δηλοῦται δια τας ῥαφάς καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἀπο τούτου τῆ νῦν τοῦτον ϊμάντα ποικίλον : ὁ δὲ Καλλίμαχος ὡς ὄνομα κύριον τοῦ ϊμαντος τὸν κέστον ἐκδεχεται ⁑ On Iliad 3.371: Ἀφροδίτη πάλιν διαστολή προ τούτου ἀνέστραπται γὰρ ἡ περίοδος ὀρθὴ δ᾽ἂν ἐγένετο οὕτως εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε καί νύ κεν εἴρυς έν τε ⁑ On Iliad 3.375: ῗφι κταμένοιο ἰσχυρῶς καὶ μετα βίας ἀναιρεθέντος τοῦτέστι σφαγέντος: τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστιν ὡς ἂν προδιαφθαρέντα ὑπο τῆς νόσου ⁑ On Iliad 3.365: ὀλοώτερος ἄλλων ἐμοὶ τῷ Μενελάῳ δῆλον ὅτι: ἐνόμισαν γάρ τινὲς δια τούτου βλασφημεῖν τὸν Μενέλαον . ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως ἀλλὰ νεμεσᾷ: ἀρετῆ γὰρ οἰκεία οἶδεν πάσχων ἅπερ οὐκ έδει: καὶ νεμεσᾶ δικαίως ἐπι τῷ παρ αξίαν σωζομένῳ ⁑ Interlinear scholia On Iliad 3.367: ες ετρίδη On Iliad 3.372: συγέχευς On Iliad 3.376: κατ αιά Intermarginal scholia On Iliad 3.352: Αρισταρχος δαμῆναι On Iliad 3.354: ὅτι σαφῶς νῦν φιλότητα τὴν ξενίαν εἴρηκεν ⁑ On Iliad 3.362: Αρισταρχος αμφι δ‘ὰρ αὐτῆ. τὴ περικεφαλαιο ⁑ On Iliad 3.371: ἀπαλὴν εἶπεν ὡς ἐπι γυναι γυναικος οὐκ ειωθυιας κόρυθα φέρειν ⁑ Interior scholia On Iliad 3.361: ὅτι ξίφος εχει πρὸς Ζηνόδοτον ⁑ On Iliad 3.366: περισπᾶται ὁ ῆ βεβαιωτικὸς γὰρ ῆν ⁑ On Iliad 3.373: ἐν τῇ Ἀριστοφάνους καὶ νύκεν ἐξείρυσεν ⁑ Venetus A (Marciana 454 = 822), folio 49, verso Iliad 3.377-3.401 3.377 τὴν μὲν ἔπειθ' ἥρως: μετ' ἐϋκνήμῑδας Ἀχαιοὺς 3.378 ῥῖψ' ἐπιδινήσας: κόμισαν δ' ἐρίηρες ἑταῖροι: 3.379 αὐτὰρ ὃ ἀψ ἐπόρουσε: κατακτάμεναι μενεαίνων: 3.380 ἔγχεϊ χαλκείῳ: τον δ' ἐξήρπαξ' Ἀφροδίτη 3.381 ῥεῖα μάλ' ὥς τε θεὸς: ἐκάλυψε δ' ὰρ ἠέρι πολλῇ: 3.382 καδ δ' εἷς' ἐν θαλάμῳ εὐώδεϊ κηώεντι: 3.383 αὐτὴ δ' αῦθ' Ἑλένην καλέους' ΐε: την δ' ἐκιχανε 3.384 πύργῳ ἐφ' ὑψηλῷ: περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν: 3.385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα: 3.386 γρηῒ δέ μιν εἰκυῖα παλαιγενέϊ προσέειπεν 3.387 εἰροκόμῳ: ἥ οἱ Λακεδαίμονι ναιεταώσῃ 3.388 ἤσκειν εἴρια καλὰ. μάλιστα δέ μιν φιλέεσκε: 3.389 τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ' Ἀφροδίτη : 3.390 δεῦρ' ΐθ': Ἀλεξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι: 3.391 κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δεινωτοῖσι λέχεσσι 3.392 κάλλεΐ τε στίλβων καὶ εἵμασιν: οὐδέ κε φαίης 3.393 ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθεῖν: ἀλλὰ χορὸν δε 3.394 ἔρχεσθ': ἠὲ χοροῖο νέον λήγοντα καθίζειν: 3.395 ὡς φάτο: τῇ δ' ἄρα θυμὸν ἐνι στήθεσσιν ὄρινε: 3.396 καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν: 3.397 στήθεά θ' ἱμερόεντα: καὶ ὄμματα μαρμαίροντα: 3.398 θάμβησέν τ' ὰρ: ἔπειτα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε: 3.399 δαιμονίη. τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν: 3.400 ῆ πῄ με προτέρῳ πολίων εὖ ναιομενάων 3.401 ἄξεις. ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς: Scholia to Iliad 3.377-3.401 Main scholia On Iliad 3.387: ‡ ναιεταώσῃ ναίω ναιέτης: καὶ ὡς κυνηγέτης κυνηγετῶ οὕτως ναιετης ναιετῶ ναιετας διαιρέσις ναιετάω καὶ ἔδει μεν ναιεταούσῃ καὶ ἔστιν ὅμοιον τὸ ϊδρῶσαι ἤγον δέ ⁑ On Iliad 3.390: δευρ᾽ ᾿ΐθι: στικτέον μετα τὸ ᾿ΐθι αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον προς τὰ ἑξῆς καὶ κατα τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ ⁑ On Iliad 3.391: δεινωτοῖσι λέχεσσιν ὅτι δεινωτὰ λέχη λέγει ἤτοι δια τὸ τετορνεῦσθαι τοὺς ποδας ἢ δια τὴν ἔντασιν τῶν ϊμάντων πρώτῃ γὰρ ἐχρῶντο τῇ δια τῶν ἱμάντων πλοκη ⁑ On Iliad 3.392: οὐδέ κε φαίῃς ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου προσώπου ἀντι τοῦ φαίη τίς ἄν ⁑ On Iliad 3.395: ἐνι στήθεσσιν όρινε ὅτι οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν όρινεν ἐθύμωσεν. ἀλλα τὸ παρώρμησεν: δεξάμενος δέ τις τὸ πρότερον: τοὺς εξῆς ἐνδιασκευάζει: διὸ ἀθετοῦνται ἀπο τοῦ καί ῤ ὡς οὖν ἐνόησεν . ἕως τοῦ ὡς ἔφατ᾽ ἔδδεισεν δ᾽ Ἑλένη στίχοι Γ πῶς γὰρ ἡ γραῖα παλαιγενεῖ εἰκασμένη περικαλλέα δειρὴν εἶχεν καὶ ὄμματα μαρμαίροντα : καὶ στήθεα ἡμερόεντα: καὶ βλάσφημα παρὰ τὸ πρόσωπον ἐστὶ τὰ λεγόμενα εῖσο παρ᾽ αυτὸν ἰοῦσα θεῶν δ᾽ ἀπόειπε κελευθους μηδ έτι σοῖσι πόδεσσιν καὶ εὐτελῆς κατα τὴν διάνοιαν μή μ᾽ ἔρεθε σχετλίη ἐρωμένων δὲ αὐτῶν καὶ τῆς συνεπειας γινομένης οὕτως ὣς φάτο τῇ δ᾽ ἄρα θυμὸν ἐνι στήθεσσιν όρινε: βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ πάσας δὲ Τρῳὰς λάθεν ἥρχε δε δαίμων ⁑ On Iliad 3.400: ἦ πῇ με τὸν η σύνδεσμον περισπαστέον τὸν δὲ πῆ ὀξυτονητέον δια τὸ με ἐγκλιτικόν ἐνθάδε γὰρ τὸ πη οὐ πῦσμα ἀλλα αόριστον ⁑ On Iliad 3.401: Μῃονίης Μῃονεις ἑκαλοῦντο οἱ Λυλοὶ τὸ παλαιὸν εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος ὥς φησιν Ἡρῳδιαντος ⁑ Interlinear scholia On Iliad 3.385: στείου On Iliad 3.385: ποικίλη On Iliad 3.391: στετορνεν μένοισι Intermarginal scholia On Iliad 3.380: ζητειται ποίω ἔγχεϊ ὃ γὰρ εἶχεν ἐξηκοντησεν διὸ ἡ διπλη: λεκτεον οὖν οτι ἐπόρουσεν ἐφῶ ἐξηκόντισεν ἔγκος ἐνεχόμενον τῆ ἀσπίδι καὶ τὼ θώρακι τοῦ ᾿Αλεξάνδρου ἵνα τοῦτου το ἐκσπάσας ἀνελει αὐτον ουτως οὐν ληπτεον τὸ εξῆς ἐπόρουσε ἔγχεϊ χαλκείω εῖτα χωρις κατακτάμεναι μενεαίνων ⁑ On Iliad 3.393: διαστολὴ βραχεῖα ἐπι το ελθεῖν κοινὸν γὰρ τὸ οὐδέ κε φαῖνε ⁑ Venetus A (Marciana 454 = 822), folio 50, recto Iliad 3.402-3.426 3.402 εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων : 3.403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος 3.404 νικήσας. ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἀγέσθαι. 3.405 τούνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης 3.406 ἧσο παρ' αὐτὸν ἰ̈οῦσα: θεῶν δ' ἀπόειπε κελεύθους 3.407 μὴ δ' έτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον : 3.408 ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε: καί ἑ φύλασσε. 3.409 εἰσόκε ς' ἠ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην: 3.410 κεῖσε δ' ἐγὼν οὐκ εἶμι: νεμεσσητὸν δέ κεν εἴη: 3.411 κείνου πορσανέουσα λέχος: Τρῳαὶ δέ μ' ὀπίσσω 3.412 πᾶσαι μωμήσονται: ἔχω δ' ἄχε' ἄκριτα θυμῷ: 3.413 τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ' Ἀφροδίτη : 3.414 μή μ' ἔρεθε σχετλίη μὴ χωσαμένη σε μεθείῳ: 3.415 τὼς δέ ς' ἀπεχθήρω. ὡς νῦν ἔκπαγλ' ἐφίλησα: 3.416 μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ 3.417 Τρώων καὶ Δαναῶν : σὺ δέ κεν κακὸν οῖτον ὄληαι: 3.418 ὡς έφατ': ἔδδεισεν δ' Ἑλένη Διὸς ἐκγεγαυῖα: 3.419 βῆ δε κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ 3.420 σιγῇ. πάσας δὲ Τρῳὰς λάθεν: ἦρχε δὲ δαίμων: 3.421 Αἱδ' ὅτ' Ἀλεξάνδροιο δόμον περικαλλέ' ΐκοντο: 3.422 ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο: 3.423 ἡ δ' εἰς ὑψόροφον θάλαμον κί̆ε δῖα γυναικῶν: 3.424 τῇ δ' άρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτη . 3.425 ἀντί' Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα: 3.426 ἔνθα κάθῐζ' Ἑλένη κούρη Διὸς αἰγιόχοιο Scholia to Iliad 3.402-3.426 Main scholia On Iliad 3.403: οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον ἀπ ἄλλης ἀρχῆς τὸ νικήσας ἀσύνδετος γὰρ προστὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι ἐπεὶ τῶν ανταποδοτικῶν ἐστι καὶ ταῦτα οὕνεκα τούνεκα ⁑ On Iliad 3.406: ἧσο παρ αυτῶν ἰοῦσα Ἀρίσταρχος ἀπόεικε διὰ τοῦ κ καὶ χωρὶς τοῦ ς κελεύθου : θαυμάσειε δ᾽ ἄν τις ἣ ἑτέρα δια τοῦ π πόθεν παρέδυ οὔτε γὰρ ἐν ταῖς >Ἀρισταρχείοις οὕτε ἐν ἑτέρᾳτῶν γοῦν μετρίων ἐμφερόμενον πέφυκεν καὶ οὐ μόνον ἐν ταῖς ἐκδόσεσιν ἀλλα καὶ εν τοῖς συγγράμμασιν ἅπαξ ἅπαντες οὕτως ἐκτίθενται προσθήσειν μοι δοκῷ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν: τί δὲ εἰς τὰς θεοὺς ὁδοῦ εῖκε καὶ παραχερεῖ μὴ βαδίζουσα εἰς αυτὸυς ⁑ On Iliad 3.414: μη μ έρεθε σχετλίη βραχὺ διασταλτέον: σχετλίη μεθείω ἀπεχθήρω: στικτέον δὲ φίλησα ἐὰν ᾖ τὸ μητίσομαι ὁριστικόν: ἐαν δὲ ὑποτακτικὸν συνεσταλμένον. κακεῖ διαστολὴν θετέον ἵνα κοινὸν ἦ τὸ μὴ ἐπίρρημα κατα πάντων μή σε μεθείω μη ἀπεχθήρω ⁑ On Iliad 3.416: έχθεα εν τῇ ετερα τῶν Ἀρισταρχειων αχθεα ἐγέγραπτο τινὲς δὲ ἄλγεα γράφουσιν ⁑ Interlinear scholia On Iliad 3.402: Αρισταρχος μετὰ τοῦ ϊ καὶ κεῖθι: On Iliad 3.411: ἐτοι μάσοῦς On Iliad 3.417: θάνατον Intermarginal scholia On Iliad 3.406: Αρισταρχος κελεύθου On Iliad 3.410-3.411: τὸ εξεις ἐστι κεῖσε δ' εγὼν οὐκ εἶμι κείνου προςανέουσα λέχει ⁑ On Iliad 3.414: μετωνυμικῶς αντὶ τοῦ εαθηναι ποιήσω καὶ μισηθῆναι ⁑ On Iliad 3.416: ἐν τῇ ἑτέρα τῶν Αρισταρχείων ἄχθεα τινὲς δὲ αλγεα ⁑ On Iliad 3.417: ὡς πύθηαι μέσος γαρ δεύτερος ἀόριστος On Iliad 3.419: τοῦτο εκ παραλλήλου εἴρηται ⁑ Venetus A (Marciana 454 = 822), folio 50, verso Iliad 3.427-3.451 3.427 ὄσσε πάλιν κλίνασα: πόσιν δ' ἠνίπαπε μύθῳ 3.428 ἤλυθες ἐκ πολέμου: ὡς ὤφελες αὐτόθ' ὀλέσθαι 3.429 ἀνδρὶ δαμεὶς κρατερῷ. ὃς ἐμὸς πρότερος πόσις ῆεν: 3.430 ῆ μὲν δὴ πρίν γ' εὔχε' ἀρηϊ φίλου Μενελάου 3.431 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι: 3.432 ἀλλ ἴ̈θι νῦν προκάλεσσαι ἀρηΐ φιλον Μενέλαον 3.433 ἐξαῦτις μαχέσασθαι ἐναντίον: ἀλλά ς' ἔγωγε 3.434 παύσασθαι κέλομαι: μὴ δὲ ξανθῷ Μενελάῳ 3.435 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 3.436 ἀφραδέως: μή πως τάχ' ὑπ' αὐτοῦ δουρι δαμασθῃς: 3.437 τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε: 3.438 μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε: 3.439 νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ . 3.440 κεῖνον δ' αῦτις ἐγώ: πάρα γὰρ θεοί εἰσὶ καὶ ἡμῖν: 3.441 ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε: 3.442 οὐ γαρ πώ ποτέ μ' ὧδέ γ' ἔρως φρένας ἀμφεκάλυψεν. 3.443 οὐδ' ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ερατεινῆς 3.444 ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι. νέεσσι: 3.445 νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ. 3.446 ὥς σεο νῦν ἔραμαι: καί με γλυκὺς ΐμερος αἱρεῖ: 3.447 ῆ ῥα. καὶ ἄρχε λέχος δὲ κιὼν: ἅμα δ' εἵπετ' ἄκοιτις: 3.448 τὼ μὲν ὰρ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν: 3.449 Ἀτρείδης δ' ἀν ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς. 3.450 εἴ που ἐς ἀθρήσειεν Ἀλέξανδρον θεοειδέα: 3.451 ἀλλ' οὔ τις δύνατο Τρώων κλειτῶν τ' ἐπικούρων Scholia to Iliad 3.427-3.451 Main scholia On Iliad 3.445: νήσω δ᾽ ἐν Κραναεῖ ὅτι οὐκ εν Σπάρτῃ ἐμίγη τῇ Ἑλένη ἵνα μὴ περιφανὴς γένηται καὶ ὅτι ἄδηλον πότερον ὄνομα κύριόν ἐστιν ἀπο τοῦ κρανθῆναι ἐπ αυτῆς πρῶτον τὸν γάμον καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης ἢ ἐπιθετικῶς τὴν τραχεῖαν τινὲς γὰρ τὴν λεγομένην Ἑλένην . πρὸς τῇ Ἀττικῇ εῖναι ἀπο τῆς Ἑλενης ὅτι ταύτη πρώτη ἐπέβη ⁑ On Iliad 3.434: παύσασθαι κέλομαι στικτέον ἐπι τὸ κέλομαι τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντι προστακτικῶν πολέμιζε καὶ μάχου ἐὰν δὲ βραχὺ διαστέλλωμεν ἐπι τὸ κέλομαι ὄντως ἀπαρέμφατα ⁑ On Iliad 3.440: ‡ ‡ ‡ παρα γὰρ θεοὶ εἰσὶ: οξυτονητέον τὴν παρὰ πρόθεσιν κατὰ τὴν ἄρχουσαν ἔστι δὲ οὐκ ἀναστροφη ἀλλα καθ υπερβατὸν κεῖται διαλελυμένου τοῦ πάρεισιν εἰκότως τινές φασὶν ὅτι αἱ προθέσεις ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ ἐπιφερόμενα φυλάσσουσι τοὺς τόνους κατα ταυρον ἐδηδώς κατα βοῦς ὑπερίονος ἤσθιον. ἀνα δ᾽ ὁπτολίπορθος Ὀδυσσεύς ἔστη. ἐχρῆν οὖν καὶ τῆς παρὰ ἐνθάδε εἰ προς τὸ ἐπιφερόμενον συντάττεται. φυλάσσεσθαι τὸν τόνον προς οῦς πιθανῶς ὑπαντητέον ὅτι εκεῖνα μὲν ἅπερ ἐτίθεντο καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προθέσεων οἶον κατήσθιον κατεδηδώς: οὐ γάρ τις τῶν προθέσεων τούτων ἐπι τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον τὸ δὲ πάρεισι μετεβίβαζεν ἔνθεν καὶ τὸ κατα διάλυσιν οὕτως ἀναγινώσκομεν ⁑ Intermarginal scholia On Iliad 3.434: Αρισταρχος παύεσθαι On Iliad 3.439-3.440: επι τὸ εγὼ βραχὺ διασταλτεον κοινὸν γὰρ ἀπο τοῦ ἐνίκησε το νικήσω ⁑ On Iliad 3.448: ὁ μὲν ᾿Απίων κυρίως ϊμᾶσι γὰρ ἐνιτείνοντο αἱ κλιναι ὁ δὲ ᾿ Ιλιόδωρος τοῖς εὐ τετραμμένοις ᾿ Απολλώνιος δὲ ὁ τοῦ Χάριδος δια τὸ κατὰ τὴν ἁρμογὴν τετρεῖσθαι ⁑ Venetus A (Marciana 454 = 822), folio 51, recto Iliad 3.452-4.8 3.452 δεῖξαι Ἀλέξανδρον τότ' ἀρηϊφίλῳ Μενελάῳ : 3.453 οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον εἴ τις ἴ̈δοιτο: 3.454 ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ: 3.455 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 3.456 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι: 3.457 νίκη μὲν δὴ φαίνετ' ἀρηϊφίλου Μενελάου : 3.458 ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ 3.459 ἔκδοτε: καὶ τιμὴν ἀποτινέμεν ἥν τιν' ἔοικεν: 3.460 ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται: 3.461 ὡς έφατ' Ἀτρείδης . ἐπι δ' ᾔνεον ἄλλοι Ἀχαιοί ⁑ 4.1 Οἱ δὲ θεοὶ παρ Ζηνὶ καθήμενοι ἠγορόωντο 4.2 χρυσέῳ ἐν δαπέδῳ: μετα δέ σφισι πότνια Ἥβη 4.3 νέκταρ ἐῳνοχόει: τοι δὲ χρυσέοις δεπάεσσι 4.4 δειδέχατ' ἀλλήλους. Τρώων πόλιν εἰσορόωντες: 4.5 αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην 4.6 κερτομίοις ἐπέεσσι: παραβλήδην ἀγορεύων: 4.7 δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων: 4.8 Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη : Scholia to Iliad 3.452-4.8 Main scholia On Iliad 3.459: ἀποτινέμεν ὅτι Ζηνόδοτος ἀποτίνετο συγχεῖταιδὲ τὸ δυϊκὸν σχῆμα ἐπι πλειόνων τιθέμενον: καὶ ἠγνόησεν ὅτι συνήθως τῷ ἀπαρεμφάτῳ ἀντι τοῦ προστακτικοῦ χρῆται Ὅμηρος ἀποτινέμεν ἀντι τοῦ ἀποτίνεται ⁑ On Iliad 3.457: νίκη μὲν δὴ φαίνετ ὑπερέβη γὰρ τὸ μετρητόν καὶ καλούμενος ἄπεισι καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος ἐπίκουρον φωνήν: εἰ δέ κ᾽ Ἀλέξανδρον κτείνει : Ἀχαιοὶ Ἀχαιοὶ δὲ τὴν Ἕκτορος ὁππότερος δε κε νικήσῃ καὶ γίνεται ἡ στασις ῥητὸν καὶ διάνοια διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου ⁑ On Iliad 4.2: χρυσέω ἐν δαπέδῳ: πῶς τὸν οὐρανὸν πολύχαλκον λέγει καὶ πάλιν χρυσοῦν ὡς τὸ χρυσέω ἐν δ' απέδῳ ἱστέον δὲ ὅτι ὅταν μὲν στερεὸν βούλεται λέγειν. τότε πολύχαλκον φησιν. ὅταν δὲ καλὸν χρυσοῦν On Iliad 4.3: οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργάζεσθαι: ἀλλ αυτοῖς τοῖς ἄγουσι: οὐδέ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς παρεσκεύαζον ἕτεροι δὲ αὐτοῖς ⁑ On Iliad 4.2: Δάπεδον: τὸ ομαλὸν χωρίον γηπεδα δὲ τὰ ὲν ταῖς πόλεσι προκεῖμενα ταῖς οἰκείαις οἷον κηπίδια. οἱκόπεδα δὲ οικίας κατὰ ριφθεισης εἰς έδαφος ⁑ On Iliad 4.2: πότνια Ἤβη ὅτι παρθένος ἡ Ἠβη οἰνοχοεῖ γὰρ οὑκ άρα γεγαμηται ὑφ Ηρακλέους ὡς ἐν τοῖς κατὰ τὴν νεκυίαν ἠθετημένοις. δι ὴν δὲ αιτίαν οὐ πάρεστη Γανυμήδης ὧν οἰνοχόος τοῦ Διὸς . ἔνιοι μέν φησιν ὅτι τοῦ Διὸς μόνου ὦν διακωνος οὐκ εξην αὐτὸν κοινῶς πασιν οἰνοχοεῖν. ἡ δὲ Ἥβη εὐλόγως ὅτι κοινῆ πασιν ἐστίν ἔνιοι δὲ φασιν ὅτι σκεψεως περὶ τῆς Ιλίου πορθήσεως γενομένης εὐοικονομήσω ἀπέστη τοῦ συνεδρίου ἵνα μηδεν ἐναντὶον γένηται δια τὴν πρὸς αυτὸν χάριν ⁑ On Iliad 4.2: διὰ τί δὲ καὶ μόνῳ τῷ Διῒ Γανυμηδ Γανυμήδης ὑπηρετεῖ: ῥητὲον οὖν ὅτι Ἡβη μὲν ἅπασι διακονεῖ ὅτι ἐπεὶ τὸ θειον ἀεὶ νεάζει τὲ καὶ Ἡβᾶ . τοῦτο γὰρ βοῦλεται αὐτοῖς ἥ τε ἁμβροσιά τις οῦσα καὶ τὸ νέκταρ παρα τὸ νεάζειν γεγενημένον ⁑ On Iliad 4.2: Γανυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διῒ ὅτι ὁ μὲν Ζεύς ὁ πρωτὸς ἐστι νοῦς. μόνος δὲ νοῦς. οικεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι τοῦτο γὰρ ὁ Γαννυμήδης ⁑ On Iliad 4.3: Νέκταρ ἐῳνοχόει κατ ενῖα τῶν ὑπομνημάτων ἐνωνοχόει φέρεται οἱ δὲ φασὶ τὴν Ζηνοδότεϊον εῖναι τὴν γραφήν: ἐν μέντοι ταῖς ἐκδόσεσι χωρὶς τοῦ ν εὕραμεν διαφόρους δὲ δόξας ἐκτίθεται τῇ Προσῳδίᾳ ὁ Ηρωδιανός ᾗ δὲ ἀρέσκεται αὕτη ἐστίν. ἔθος εστι τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατ αρχὴν ε ἐπι τῷ ν παρῳχημένων. ἐσθ ὅτε δε καὶ πλεονάζειν πρόδηλοι δὲ αἱ χρῆσεις: στήσα δ' ἐν Αμνησῶ : σκῆπτρον μέν τοι δῶκε : τὸ γὰρ ἐντελὲς τῷ δ' ἕτερον μὲν έδωκεν : οὕτως οὖν καὶ ἐκ τοῦ εναντίου τὸ μὲν γὰρ ακόλουθον εστι κίνημα ἁπο τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν : τόν δ' οὐ θεὸς ἄλλως ἄνωγεν . ἁλλα τὸ κατα πλεονασμὸν τοῦ έ χειλου δ' ἀπο πόμ' ἀνέῳγεν καὶ ἀπο τοῦ ἀνδάνω ἥνδανε, ἀλλ οὐκ Ατρειδης Ἀγαμέμνονι ἥνδανε . τὸ δὲ κατὰ πλεονασμον οὐδ' Ἀγαμέμνονι πάμπαν ἑηνδανε : καὶ παλιν ἔσσατο δ' έκτοσθεν εἶτα ἐν έτεροις ἐέσσατο δέρμα ἀπο δὲ τοῦ ὤθω βαρυτόνου τὸ ῶσα πάρέξ καὶ ὦσε τὸ τριτὸν ὁ εν πλεονασμῷ φησὶ καδ δ ὰρ ἐπι στόμ' ἔωσεν οὕτως οὖν καὶ επι τούτου ἐν έτεροις γαρ φησιν ᾠνοχόει δ' υἱος Μενελάου ὅπερ μετα πλεονασμὸν τοῦ ε ἀκολούθως παλιν ἀπεφήνατο νέκταρ ἐῳνοχόει ⁑ Intermarginal scholia On Iliad 3.460: ὅτι ἡ μετὰ ἀντι τῆς ἐν ⁑ On Iliad 4.7: επι θηλυκοῦ τάσσει αὐτὸ ὁ ποιητής η αρηγών ⁑ Venetus A (Marciana 454 = 822), folio 51, verso Iliad 4.9-4.33 4.9 ἀλλ`' ἤτοι, ταὶ, νόσφι καθήμεναι. εἰσορόωσαι 4.10 τέρπεσθον: τῷ δ' αῦτε φιλομμειδὴς Ἀφροδίτη 4.11 αἰεὶ παρμέμβλωκε. καὶ αὐτοῦ κῆρας ἀμύνει: 4.12 καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι: 4.13 ἀλλ`' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου : 4.14 ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα. 4.15 ή ρ' αῦτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν 4.16 ὄρσομεν. ἦ φιλότητα μετ αμφοτέροισι βάλωμεν: 4.17 εἰ δ' αύτως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο: 4.18 ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος: 4.19 αῦτις δ' Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο: 4.20 Ὡς ἔφαθ': αἱ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη . 4.21 πλησίαι αἵ γ' ἥσθην. κακὰ δὲ Τρώεσσι μεδέσθην: 4.22 ἤτοι Ἀθηναίη ἀκέων ἦν: οὐδέ τι εἶπε 4.23 σκυζομένη Διῒ πατρὶ. χόλος δέ μιν ἄγριος ῄρει: 4.24 Ἥρῃ δ' οὐκ ἔχαδὲ στῆθος χόλον: ἀλλὰ προσηύδα 4.25 αἰνότατε Κρονίδη : ποῖον τὸν μῦθον ἔειπες: 4.26 πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ' ἀτέλεστον 4.27 ἱ̈δρῶ θ'. ὃν ἵδρωσα μόγῳ: καμέτην δέ μοι ἵ̈πποι 4.28 λαὸν ἀγειρούσῃ. Πριάμῳ κακὰ τοῖό τε παισίν: 4.29 ἔρδ': ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι: 4.30 Τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς : 4.31 δαιμονίη. τί νύ̆ σε Πρίαμος Πριάμοιό τε παῖδες 4.32 τόσσα κακὰ ῥέζουσιν, ὅ τ' ἀσπερχὲς μενεαίνεις 4.33 Ἰ̈λίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον: Scholia to Iliad 4.9-4.33 Main scholia On Iliad 4.17: εἰ δ' αὕτως. δια τοῦ π αἱ Ἀριστάρχου εἰ δ' αὖ πως : ἐν δε τῇ κατὰ Ἀριστοφάνη εἰ δ' αύτως δια του τ ⁑ On Iliad 4.21: πλησίαι αἵ γ' ἤσθην : τὴν καθέδραν Ήρας καὶ Ἀθηνᾶς ὑποτίθεται ἐκατέρωθεν πλησίον τοῦ Διὸς On Iliad 4.22: ἤτοι Ἀθηναίη : προς τὸ ἀκέων ὅτι ἀντι τοῦ ἀκέουσα ἐξενήνεκται οὐ γάρ ἐστιν ἀντι του ἠσύχως ὡς ὁ Ἀριστόνικος ἐν τοῖς Σημείοις φησὶν ὁμοίως τὸ ἀλλ' ἀκέων δαίνυσθε ὁ γαρ Ἀπολλωνιος ἐν τῷ Περι μετοχῆς ἀποδείκνυσιν: ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύναται εἰναι ἐπίρρημα μεσότητος ⁑ On Iliad 4.27: ἱδρωθ' ὃν ἵδρωσα. αἱτιατική ἐστι κατ ἕκθλιψιν εἰλημμένη ἔνθεν προπερισπῶμεν: ὀξύνεται γὰρ ἡ ευθεία ὁμοιως τῷ εὐρώς. τὸ δὲ ϊδρῶσα οὐκ αναγκαῖον συστέλλειν δύναται γὰρ καὶ ἐκτείνεσθαι καὶ μηδὲν λυμαίνεσθαι τῷ μέτρῳ ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρως καὶ φυλάσσειν τὸν χρόνον τῶν παροχημένων καὶ ἀποβάλλειν. δύναται μέντοι καὶ ϊδρῶ τε εῖναι τὸ πλῆρες ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αιτιατικὴν προφέρεσθαι ἰδρῷ ἀπεψύχοντο ⁑ Intermarginal scholia On Iliad 4.17: Ἀρίσταρχος εἰ δ' αὖ πωσι Interior scholia On Iliad 4.11: ' πάρεστι Venetus A (Marciana 454 = 822), folio 52, recto Iliad 4.34-4.58 4.34 εἰ δὲ σύ γ' εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ. 4.35 ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας 4.36 ἄλλους τε Τρῶας . τότε κεν χόλον ἐξακέσαιο. 4.37 έρξον ὅπως ἐθέλεις: μὴ τοῦτό γε νεῖκος ὀπίσσω 4.38 σοὶ καὶ ἐμοὶ μέγ' ἔρισμα μετ αμφοτέροισι γένηται: 4.39 ἄλλο δέ τοι ἐρέω σὺ δ' ἐνι φρεσὶ βάλλεο, σῇσιν: 4.40 ὁππότε κεν καὶ ἐγὼ μεμαὼς. πόλιν ἐξαλαπάξαι 4.41 τὴν ἐθέλω, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγά̄σι: 4.42 μή τι διατρίβειν τὸν ἐμὸν χόλον: ἀλλά μ' ἐᾶσαι: 4.43 καὶ γὰρ ἐγὼ σοὶ, δῶκα ἑκὼν: ἀέκοντί γε θυμῷ: 4.44 αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι 4.45 ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων: 4.46 τάων μοὶ περὶ κῆρι τιέσκετο Ί̈λιος ϊρὴ: 4.47 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίῳ Πριάμοιο : 4.48 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης 4.49 λοιβῆς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς: 4.50 Τονδ`' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη : 4.51 ἤτοι ἐμοὶ τρεῖς μὲν πολυ φίλταταί εἰσι πόληες: 4.52 Ἄργός τε; Σπάρτη τε: καὶ εὐρυάγυια Μυκήνη : 4.53 τὰς διαπέρσαι. ὅτ' ἄν τοι ἀπέχθωνται περὶ κῆρι: 4.54 τάων οὔ τοι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω: 4.55 εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι: 4.56 οὐκ ἀνύω φθονέους'. ἐπει ῆ πολὺ φέρτερος ἔσσι: 4.57 ἀλλα χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον: 4.58 καὶ γὰρ ἐγὼ θεός εἰμι: γένος δέ μοι ἔνθεν, ὅθεν σοί: Scholia to Iliad 4.34-4.58 Main scholia On Iliad 4.37-4.38: ‡ ἔρξον ὅπως ἐθέλεις: ὡς θέλεις πράξον μή πως ἡ ἀμφιβολία αὕτη ἐμοὶ καὶ σὺ γένηται: οἱ δὲ στείζοντες εἰς τὸ νίκος: λείπειν φασὶ τὴν διὰ καὶ τὸ γένηται ὑποτακτικὸν. ἀντι τοῦ γένοιτο ἢ γενέσθω : On Iliad 4.43: καὶ γὰρ ἐγώ σοι δῶκα ἐκῶν : τὸ δοκοῦν ἀπεμφαίνειν: ἐν τῷ στίχω. οὐδεμίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς: ὁ μέντοι λόγος αίρει διαστέλλειν ἐπι τὸ ἑκών . λέγει δὲ ἐκὼν μὲν ἐπεὶ μὴ εβιάσθη ἀλλα εῖξεν: ἀέκοντι δὲ θυμῷ . ἐπεὶ μὴ προ εἴλετο ἀλλ' ἀπροαιρέτως τὴν πόλιν προΐεται τῇ γαμετῇ: σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο ἀτόπων προκειμένων τὸ ἕλαττον αἱρουμένοις ⁑ On Iliad 4.43: ἄλλως: καὶ γὰρ ἐγώ σοι δῶκα ἑκὼν ἀέκοντί γε : πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς ψυχῆς πράττομεν προς τὸ κεχαρισμένον τῶν πέλας ὡς εἰ ἔλεγεν: κατεδεξάμην μὲν ἐγὼ τάδε τῆς προαιρέσεως οὔ πω μοι κατένευσεν ⁑ On Iliad 4.43: δῶκα εκῶν : ἐν ἄλλω ἀέκοντί γε θυμῷ βιαζόμενος ὥσπερ οἱ πλεόντες. ἑκόντες μὲν ἀποβάλλουσι τὰ φορτία ἵνα σωθῶσιν ἄκοντες δὲ ζημιοῦνται ⁑ On Iliad 4.43: δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ εκὼν ἀεκοντί γε θυμῷ διὸ καλῶς ὁ Τρυφων φησὶ συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκῶν ἵν' ᾖ δῶκ' ἀέκων ἀεκοντί γε θυμῷ : ἠ εκὼν ἐγώ σοι ἔδωκα ἀεκούσης μου τῆς διανοίας ό εστι καίπερ μὴ βουλόμενος ⁑ On Iliad 4.45: ναιετάουσι ὅτι τῷ ἐνεργητικῳ ἀντι τοῦ παθητικοῦ κέχρηται ἀντι τοῦ ναιετάοονται ⁑ On Iliad 4.46: τάων μοι περὶ κῆρι: τὸ περι φυλάσσει τὸν τόνον: ὅτε σημαίνει τὸ περισσῶς ὁμοίως τὸ ὣς περι μὲν νόον ἐστι περι δ' ϊὲρὰ θεοῖσι : τὸ δε κῆρι οὐδετερον ὅτ ἂν ᾖ προ περισπᾶται ἐκ γὰρ τοῦ κέαρι συνείληπται ὅταν δὲ θηλυκὸν ἦ ὀξύνεται ἐνθάδε δὲ οὐδετερον ἐστι προπερισπασθήσεται ἄρα ⁑ On Iliad 4.46: Ί̈λιος ἱρή: δια παντὸς θηλυκῶς ἅπαξ δὲ οὐδετέρως Ί̈λιον αἰπὺ ἕλοιεν Ἀθηναίης δια βουλάς ⁑ On Iliad 4.52: Ἄργος τε Σπάρτη τε: ὅτι τούτων τῶν πόλεων ἕνεκα συνεμάχουν τοῖς Ἕλλησιν οὐ διὰ τὸ ἀποκεκρίσθαι ὑπο Ἀλεξάνδρου τὸ καλλος αὐτῶν ὅπερ οὐκ οῖδεν Ὅμηρος ⁑ On Iliad 4.53: τὰς διαπέρσαι: προ τέλους ἡ οξεια τοῦ διαπέρσαι ἵν' ᾖ ἀπαρέμφατον ἀντι προστατικοῦ: δείκνυσι δὲ τῶν ὀργιζόμενων τὸ ῆθος ἀλόγιστον οἳ πόθω τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν ⁑ On Iliad 4.54: μεγαίρω: ἀντι μέλλοντος τοῦ φθονήσω ἀνθυπάγει οὖν αὐτῶ τὸ φθονέῳ ⁑ On Iliad 4.55-4.56: εἴπερ γὰρ φθονέω τε: ἀθετοῦνται ἀμφότεροι: ὅτι τὴν χάριν ἁναλύουσιν εἰ καὶ μὴ προσδεηθεὶς δύναται τούτ' ἔχειν ⁑ Intermarginal scholia On Iliad 4.46: ὅτι θηλυκῶς τὴν Ἴλιον : On Iliad 4.56: φέρτατος ἔσσι ⁑ Interior scholia On Iliad 4.43: ὀρθοτονητέον τὴν σοὶ δύναται γὰρ ἀντιδιαστολὴ εἰναι ⁑ Venetus A (Marciana 454 = 822), folio 52, verso Iliad 4.59-4.83 4.59 καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης 4.60 ἀμφότερον: γενεῇ τε, καὶ οὕνεκα σὴ παράκοιτις 4.61 κέκλημαι: σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις: 4.62 ἀλλ' ἤτοι μὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι: 4.63 σοὶ μὲν ἐγώ: σὺ δ' ἐμοί. ἐπὶ δ' ἕψονται θεοὶ ἄλλοι 4.64 ἀθάνατοι: σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι 4.65 ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν: 4.66 πειρᾶν δ' ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς 4.67 ἄρξωσι πρότεροι ὑπερόρκια δηλήσασθαι. 4.68 Ὡς έφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε: 4.69 αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα : 4.70 αἶψα μάλ' ἐ στρατὸν ἐλθὲ μετα Τρῶας καὶ Ἀχαιούς : 4.71 πειρᾶν δ' ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς 4.72 ἄρξωσι πρότεροι ὑπερόρκια δηλήσασθαι: 4.73 Ὡς εἰπὼν ὤτρυνε, πάρος μεμαυῖαν Ἀθήνην : 4.74 βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα: 4.75 οἷον δ' ἀστέρα ἧκε Κρόνου παῖς ἀγκυλομήτεω 4.76 ἢ, ναύτῃσι τέρας, ἠὲ στρατῷ εὐρέϊ λαῶν: 4.77 λαμπρόν: τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵ̈ενται: 4.78 τῷ εἰκυῖ' ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη : 4.79 κὰδ δ' ἔθορ' ἐς μέσσον: θάμβος δ' ἔχεν εἰσορόωντας 4.80 Τρῶάς θ' ἱπποδάμους, καὶ ἐϋκνήμιδας Ἀχαιούς : 4.81 ὧδε δέ τις εἴπεσκεν ἰ̈δὼν ἐς πλησίον ἄλλον: 4.82 ἤ ρ' αῦτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ 4.83 ἔσσεται. ἦ φιλότητα μετ' ἀμφοτέροισι τίθησι Scholia to Iliad 4.59-4.83 Main scholia On Iliad 4.59: ‡ καὶ με πρεσβυτάτην: τιμιωτάτην νῦν: πλαγιασθεὶς δὲ ἐντεῦθεν Ἡσίοδος , νεώτερον φησὶ τὸν Δία : On Iliad 4.59: ἀγκυλυμήτης ὁ καὶ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδώς: ἠ ὁ περι τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύεσθαι συνετός ⁑ On Iliad 4.64-4.66: σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεὶλαι ὅτι τὸ ἐπιτεῖλαι : ἀντι προστακτικοῦ κεῖται, τὸ δὲ πειρᾶν . εἰ μὲν ἁπαρέμφατον σημαίνει. διαστολὴν ἕξει προ αυτοῦ: ἤρτηται γὰρ τοῦ προτέρου λόγου: εἰ δὲ ἀντι προστακτικοῦ αὐτὸ κέοιτο τοῦ πειρᾶ το στικτέον ⁑ On Iliad 4.66: ὑπερκύδαντας: τὰ εἰς δὰς ὑπερ δύο συλλαβὰς ἱσοσυλλάβως κλίνονται οἶον Ἀκάδας Ἀκάδα . Τιμαχίδας Τιμαχίδα Σουΐδας Σουΐδα Λεονείδας Λεονείδα Χαρμάδας Χαρμάδα : δεῖ δεῖ προσθῆναι χωρὶς εἰ μὴ ἀπο βαρυτόνου ῥήματος γένωνται ἐκεῖνα γὰρ περιττοσυλλάβως κλίνονται, ἤγουν δια τοῦ ντ οἶον οἶδα Οἴδας Οἴδαντος : μειδιῷ Μείδας Μείδαντος χαρίζομαι Χαρίδας Χαρίδαντος . φείδομαι Ἀφείδας Ἀφείδαντος : τούτων οὕτως ἐχόντων, τὸ ὑπερκυδαντας Ἀχαιοὺς μή ποτε ἀπο βαρυτονου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ σημαίνοντος τὸ δοξάζω γέγονε κυδίεις κυδίεντος κυδίεντας καὶ ὑπερκυδίαντας : λεγουσι δε τινες ὁτι εν τοῖς ἐπιμερισμοῖς λέγει ὁ Ἡρωιδιανὸς ὅτι μετοχή ἐστιν λέγει γὰρ ὅτι ἐστι κυδαίνω ὑπερκυδαίνω ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατα συγκοπὴν ὑπερκύδαντας : ἐν δε τῷ ὀνοματικῷ λέγει ὅτι ὅνομά ἐστι, καὶ μᾶλλον ὄνομα δεῖ λεγειν αὐτὸ ἤπερ μετοχήν. τῷ γὰρ ὀνοματικῷ δεῖ πιστευτέον ἠ τοῖς ἐπιμερισμοῖς: τοῦτο γὰρ ὡμολόγηται εἶναι Ἡρωιδιανοῦ . ἀλλ εἰσὶ καὶ ψευδεπίγραφοι ⁑ On Iliad 4.82-4.83: ‡ ἔσσεται: ὁ λόγος στίζει ἐπι τὸ ἔσσεται : εἴρηται γὰρ καὶ ἐν τῇ προ ταύτης ραψῳδίᾳ ὅτι οὐ πάντως ἐπι τῶν πευστικῶς λεγομένων ὑποστικτέον: οὕτως Νικάνωρ εἰ καὶ απατᾷ φησὶν ἡ ὑπόκρισις ⁑ Intermarginal scholia On Iliad 4.59: ὅτι οὐ καθ ἡλικίαν λεγει ἀλλ εν τιμῆ On Iliad 4.74: ὅτι ὡς περὶ όρους τοῦ Ὀλύμπου λέγει ⁑ Venetus A (Marciana 454 = 822), folio 53, recto Iliad 4.84-4.108 4.84 Ζεὺς , ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται: 4.85 Ὡς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε: 4.86 ἡ δ' ἀνδρὶ ἱ̈κέλη Τρώων κατεδύσεθ' ὅμιλον: 4.87 Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ 4.88 Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφε̆ύροι: 4.89 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε 4.90 ἑσταότ': ἀμφι δέ μιν κρατεραὶ στίχες ἀσπιστάων 4.91 λαῶν: οἵ, οἱ, ἕποντο ἀπ Αἰσήποιο ῥοά̄ων: 4.92 ἀγχοῦ δ`' ἱ̈σταμένη ἔπεα πτερόεντα προσηύδᾱ: 4.93 ῆ ρά νύ̆ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. 4.94 τλαίης κεν Μενελάῳ ἐπὶ προἕμεν ταχὺν ϊ̄όν: 4.95 πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο: 4.96 ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ: 4.97 τοῦ κεν δὴ πάμπρωτα πὰρ' ἀγλαὰ δῶρα φέροιο 4.98 αἴ κεν ἴ̈δῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν. 4.99 σῷ βέλεϊ δμηθέντα. πυρῆς ἐπιβάντ' ἀλεγεινῆς 4.100 ἀλλά γ' ὀΐστευσον Μενελάου κυδαλίμοιο: 4.101 εὔχεο δ`' Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ. 4.102 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. 4.103 οἴκαδὲ νοστήσας ἱ̈ερῆς εἰς ἄστυ Ζελείης : 4.104 Ὣς φάτ' Ἀθηναίη . τῷ δὲ φρένας ἄφρονι πεῖθεν: 4.105 αὐτίκ' ἐσύλᾶ τόξον ἐΰξοων ϊξάλου αἰγὸς 4.106 ἀγρίου: ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας 4.107 πέτρης ἐκβαίνοντα. δεδεγμένος ἐν προδοκῇσι. 4.108 βεβλήκει πρὸς στῆθος: ὁδ' ὕπτιος ἔμπεσε πέτρῃ: Scholia to Iliad 4.84-4.108 Main scholia On Iliad 4.88: ‡ Πάνδαρον ἀντίθεον διζημένη: τούτῳ καὶ τῷ εξῆς παράκεινται διπλαὶ περιεστιγμέναι ὅτι Ζηνόδοτος τούτου μὲν τὸ ἀκροτελεύτιον οὕτως γράφει εὗρε δὲ τόν δε τὸν δὲ δευτερον οὐδε γράφει δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι: καταλέλοιπε δέ τὸ διζημένη ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνθρώπινα ἐπιτηδεύειν ⁑ On Iliad 4.93: πίθοιο: δια τί ἡ Ἀθηνὰ εἰς σύγχυσιν τῶν όρκων ου τῶν Τρώων τινὰ ἐπελέξατο ἀλλα τῶν ἐπι κούρων καίτοι κεχαρισμενος ἀν τις ἐγένετο Ἀλεξάνδρῳ εἰ τῶν οἰκείων ἦν: καὶ δια τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο καὶ φησιν ὁ Ἀριστοτέλης ὅτι τῶν μὲν Τρώων οὐδένα δι' ὅτι πάντες αὐτὸν ἐμίσουν ὡς ὁ ποιητής φησὶν ἶσον γάρ σφιν ἀπήχθετο κηρὶ μελαίνῃ : τῶν δὲ επικούρων τὸν Πανδαρον ἐπελέξατο ὡς φιλοχρήματον σημεῖον δὲ ἡ τῶν ἵππων αὐτοῦ ἐπι οἴκον κατάλειψις ἵνα μὴ δαπανᾷ ὅτι φύσει ἐπίορκος τὸ γὰρ ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι ὅθεν ἐκεινος ἦν ἐπίορκον: τινὲς δὲ οὔτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου τρῶσαι καὶ καταστοχάσασθαι, οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις, ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὑτως ὡς καὶ ἐπι φωνῆσαι τὸν ποιητην Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν ὃ σημαίνει τὴν τοξικήν ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξοτην ⁑ On Iliad 4.94: τλαίης κεν Μενελάῳ ἐπι προέμεν: Ἀρίσταρχος ἀναστρέφει ἵνα τὸ ἑξῆς γένηται ἐπι Μενελάῳ ὡς καὶ ἐπ εκείνου ῆ καὶ ἐπ Αντινόω ΐθυνεν Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφ' ἓν ἐπιπροέμεν ὁμοίως τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε ἵ̈ν' ἔμφασις μᾶλλον γένηται ⁑ On Iliad 4.97: παρ αγλαὰ δῶρα τινὲς ἀναστρέφουσι τὴν παρα κακῶς οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις γενικῇ συντασσομένη πτώσει, ἔστι γὰρ τὸ ἑξῆς παραφέροιο ⁑ On Iliad 4.97: τοῦ κεν δὴ πάμπρωτα: προς καιρον ἡ Ἀθηνὰ βασιλέα κέκληκε τὸν Ἀλέξανδρον ἕν εκατοῦ μᾶλλον πτεῖσαι αὐτὸν ἐλπίδι μείζονος δωρεὰς ⁑ On Iliad 4.99: πυρῆς ἐπιβάντ' οὐκ αναγκαῖον ἀναστρέφειν ἵνα γένηται τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα : ἔμφασις γὰρ γίνεται τῇ μετοχῇ εἰ συνταγείη ἡ πρόθεσις ⁑ On Iliad 4.99: ὅτι οἱ ἀρχαῖοι τὰ σώματα οὐκ έθαπτον ὑπὸ γὴν εἰ μὴ πρότερον ἔκαυσαν εἰθ οὕτως τὴν τέφραν σὺν τοῖς ὁστοῖς ἐχώννυον ἐν αγγείῳ τινὶ ἀποθέμενοι ⁑ On Iliad 4.101: Λυκηγενέϊ : φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τῆν Ήρας ζηλοτυπίαν εἰς Λυκίαν ἀπαλλαγῆναι ὡς καὶ Ἅγνων ἐν τῇ δεκαστίχω λέγει: τεσσάρων δὲ τεχνῶν ἔφορος ὁ θεὸς . τοξικῆς ϊατρικῆς μαντικῆς καὶ μουσικῆς ⁑ On Iliad 4.108: ὁ δ' ὕπτιος ὅτι οὐ πρηνεῖς ἀλλ ἀνατρεπομένους ὑπο τῆς πληγῆς συν ἵστησι δια τὰς βίας τῶν βαλοντῶν ⁑ On Iliad 4.103: οἵκαδὲ νοστήσας: ὅτι ἡ ὑπὸ τῇ Ἴ̈δη Λυκια τὸ παλαιον Ζέλεια ἐκαλεῖτο δια τὸ τὸν Ἀπόλλωνα ἐν αυτῆ λίαν εὐσεβεῖσθαι ⁑ Intermarginal scholia On Iliad 4.101: ὅτι απο τῆς Τρωϊκης Λυκίας εξ' ἔστι ὁ Πάνδαρος ⁑ Interior scholia On Iliad 4.100: προς το σχῆμα ὅτι ἀντι τοῦ ἐπι τὸν Μενελαον ⁑ Venetus A (Marciana 454 = 822), folio 53, verso Iliad 4.109-4.133 4.109 τοῦ κέρᾱ ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει: 4.110 καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων: 4.111 πᾶν δ' εὖ λειήνᾱς. χρυσέην ἐπέθηκε κορώνην: 4.112 καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος, ποτι γαίῃ 4.113 ἀγκλίνᾱς: πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι. 4.114 μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν . 4.115 πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν: 4.116 αὐτὰρ ὃ σύλᾱ πῶμα φαρέτρης: ἐκ δ' ἕλετ' ἰ̈ὸν 4.117 ἀβλῆτα πτερόεντα: μελαινέων έρμ' ὀδυνά̄ων: 4.118 αῖψα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν: 4.119 εὔχετο δ' Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ. 4.120 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην 4.121 οἴκαδε νοστήσας. ἱερῆς εἰς ἄστυ Ζελείης : 4.122 ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια: 4.123 νευρὴν μὲν μαζῷ πέλασεν. τόξῳ δὲ σίδηρον: 4.124 αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε. 4.125 λίγξε βιὸς, νευρὴ δὲ μέγ' ΐαχεν: ἆλτο δ' ὀϊστὸς 4.126 ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων: 4.127 Οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο 4.128 ἀθάνατοι: πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη: 4.129 ἥ τοι πρόσθεν στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν: 4.130 ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς, ὡς ὅτε μήτηρ 4.131 παιδὸς ἐἔργῃ μυῖαν, ὅθ' ἡδέϊ λέξεται ὕπνῳ: 4.132 αὐτὴ δ' αῦτ' ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες 4.133 χρύσειοι σύνεχον: καὶ δίπλοος ἤντετο θώρηξ: Scholia to Iliad 4.109-4.133 Main scholia On Iliad 4.109: ‡ τοῦ κέρα: ἀποκοπῆ τοῦ κέρατα Ἡρῳδιανος συναλιφην τοῦ κέραα τὸ δὲ χρέαα χρέα συγκοπή ⁑ On Iliad 4.109: δῶρον καλεῖται ὁ παλαιστὴς ὅ ἔστιν ἔκτασις τῶν τῆς χειρος τεσσάρων δακτύλων. ῆ καὶ ἐκκαίδεκα ἐνι αυτῶν ῶρος γὰρ ὁ ενι αυτος ὅ περ ἄτοπον ⁑ On Iliad 4.112-4.113: καὶ τὸ μὲν εὗ κατέθηκε τανυσσάμενος: ἐπι τὸ τανυσσάμενος βραχὺ διασταλτέον πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτὸ πρότερον ἐντείνας τὴν νευράν ⁑ On Iliad 4.112-4.113: ποτι γαίῃ ἀγκλίνας: πρὸς τῇ γῇ επερείσας ἑαυτόν δῆλον ὅτι τοῦ μὴ ὀραθῆναι ὑπο τῶν Ἑλλήνων ⁑ On Iliad 4.123: νευρὴν μὲν μαζῶ ὅτι Ζηνόδοτος προ τούτου τὸν ἑξῆς τέταχεν οὕτως ποιήσας, ἕλκε δ' ὁμοῦ γλυφίδας καὶ νεῦρα βόεια . εἶτα αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μεγα τόξον ἔτεινε νευρην μὲν μαζῷ πέλασσεν τόξω δὲ σίδηρον εῖτα λίγξε βιὸς . οὐ νοήσας ὅτι δια τῶν παρεπομένων τοῦ ἕλκε δ' ὀμοῦ καὶ νευρὴν μὲν μαζῷ πέλασσε συνίστησι τὴν ἔνστασιν γεγενημένην εἶθ' ἑξῆς λέγει ἐπειδὴ ἐνετάθη καὶ κυκλοτερὲς ἐγένετο ἀπέστειλε τὸ βελος ⁑ On Iliad 4.126: ἐπιπτέσθαι: παροξυτονητέον ἔστι γὰρ μέσος δεύτερος ἀόριστος ὁμοίως τῷ τότ' ἂν οὗτοι ἀποσχέσθαι καὶ τὸ ἁπλοῦν αὐτοῦ ἔστι πέσθαι: πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον ⁑ Interlinear scholia On Iliad 4.126: εμπεσείν Intermarginal scholia On Iliad 4.117: οὕτως δια τοῦ ε δια το μέτρον ⁑ On Iliad 4.129: οὕτως μετα τοῦ τ ἤ τοι Interior scholia On Iliad 4.132: δεσμοί On Iliad 4.109: Ϊακῶς το πεφυκει Venetus A (Marciana 454 = 822), folio 54, recto Iliad 4.134-4.158 4.134 ὲν δ' έπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός: 4.135 διὰ μὲν ὰρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο: 4.136 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο: 4.137 μίτρης θ' ἣν ἐφόρει ἔρυμα χροὸς έρκος ἀκόντων: 4.138 ἥ οἱ πλεῖστον ἔρυτο: διὰ πρὸ δὲ είσατο καὶ τῆς. 4.139 ἀκρότατον δ' ὰρ ὀϊστὸς ἐπέγραψε χρόα φωτός: 4.140 αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς 4.141 Ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ 4.142 Μῃονὶς . ἠὲ Κάειρα : παρήϊον ἔμμεναι ἵππων: 4.143 κεῖται δ' ἐν θαλάμῳ: πολέες τέ μιν ἠρήσαντο 4.144 ἱππῆες φορέειν: βασιλῆϊ δὲ κεῖται ἄγαλμα: 4.145 ἀμφότερον: κόσμός θ' ἵππῳ ἐλατῆρί τε κῦδος. 4.146 τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ 4.147 εὐφυέες. κνῆμαί τε ἰ̈δὲ σφυρὰ κὰλ' ὑπένερθε: 4.148 Ῥίγησεν δ' ὰρ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων 4.149 ὡς εἶδεν μελαν αἷμα καταρῥέον ἐξ ὠτειλῆς: 4.150 ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος : 4.151 ὡς δὲ ἴ̆δεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας 4.152 άψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη: 4.153 τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων : 4.154 χειρὸς ἔχων Μενέλαον : ἐπεστενάχοντο δ`' ἑταῖροι: 4.155 φῖλε κασίγνητε. θάνατον νύ̆ τοι όρκι' ἔταμνον 4.156 οἶον προστήσας προ Αχαιῶν Τρωσὶ μάχεσθαι: 4.157 ὥς ς' έβαλον Τρῶες . κατὰ δ' όρκια πιστὰ πάτησαν: 4.158 οὐ μέν πως ἅλιον πέλει ὅρκιον: αἷμά τε ἀρνῶν: Scholia to Iliad 4.134-4.158 Main scholia On Iliad 4.142: ἔμμεναι ἵππων: διχῶς καὶ ἵππω δυϊκῶς καὶ πληθυντικῶς: ἐν δε τῇ κατα Ἀριστοφάνη μόνως δυϊκῶς ⁑ On Iliad 4.139: ἀκρότατον δ ἄρ: ἡ διπλῆ ὅτι Ζηνόδοτος γράφει χαλχός ἐπι λέλησται δὲ ὅτι ἐν τοῖς ἐπάνω σιδηρὰν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι καὶ ὅτι τὸ ἀκρότατον οὐχ ὑπερ θετικον ἐστιν ἀλλ' αντι τοῦ ἄκρον τὸν χρότα ⁑ On Iliad 4.142: ἠὲ Κάειρα : Καρίνη ἀπο Καρίας ὡς τῶν χωρίων τούτων τὸ παλαὶον καλαῖς βαφαῖς χρωμένων: φασὶ δε τίνες τὸ Καῖρα διαιρεῖσθαι: οἱ δὲ ὡς ἀπο τοῦ φαίνω φαείνω καὶ ὁ λόγος δὲ τὴν ει δίφθογγον αἰτεῖ ⁑ On Iliad 4.147: σφυρά: τὰ ἀπολήγοντα μέρῃ προς τῷ ἀστραγάλῳ καὶ ἐκ πλαγίων ἐξέχοντα τῆς κνήμης καὶ τῆς περόνης: εἴρηται δὲ μεταφορικῶς ἀπο τῶν χαλκευτικων σφυρων ⁑ On Iliad 4.151: ὡς δὲ ΐδεν: συσταλτέον τοῦ ΐδε τὸ ϊ ὁμοίως τῷ οὐκ ἴ̈δον οὐ πυθόμην : εἰσὶ δὲ οἳ ἀναγινώσκουσιν ὡσ δ' εἶδεν νευρόν τε ὁμοίως τὸ ὡς εἶδεν δύο φῶτε οὐχ ὑγειῶς ἐνθάδε γὰρ οὐ καλῶς δυνάμεθα ἀναγνῶναι ἠ φυλάσσοντες τὴν ει διφθογγον: ἐπι δὲ τούτων παραφύλαξαι ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγει ἤτοι διαστέλλει τὸ ϊ ἀπ αυτῆς μετὰ συστολῆς ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε ἐκθλιψιν μὲν οὕτως τόν δ' ΐδεν Αἰνείας νῦν δ' ῗδεν ὃς μέγ' ἄριστος διαστολῇ δὲ οὕτως μετα συστολῆς: τὴν δὲ ἴ̈δεν προμολούσαν : τὸν δὲ ἴ̈δεν Κάδμου θυγάτηρ : οὕτως οὐν καὶ ἐνθάδε ⁑ On Iliad 4.158: οὐ μέν πως: γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτῶκέναι τοῖς καιροῖς ἀνέχειν δὲ εἰς θεὸν τὴν ἐλπίδα καὶ τὸ σύμπτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι ⁑ Intermarginal scholia On Iliad 4.151: τοὺς τῆς ακίδος λέγει πώγωνας ⁑ On Iliad 4.155: εγῶ δηλον ὅτι ⁑ Interior scholia On Iliad 4.139: τὸ ἐπέγραψε χωρὶς τοῦ ν ἐν δέ τισιν χαλκος : γράφεται οὐκ αρέσκει δὲ Ἀριστάρχῳ ⁑ On Iliad 4.141: οὕτως ὁμοτόνῳ τῷ ζῴῳ τὸ ὀστέον: καὶ γαρ ἐν ἑτέροις φησὶ λευκοτέρην δ' άρα μιν θῆκε πριστοῦ ἐλεφαντος ⁑ On Iliad 4.147: ἐκατέροις δύναται προσδίδοσθαι τὸ εὐφυέες βέλτιον δὲ τοῖς ἄνω δια το ὑπερβατον ⁑ On Iliad 4.148: οὕτως Ἀρίσταρχος ρίγησεν δ ὰρ δια τοῦ δ ου δια του τ ⁑ On Iliad 4.149: ἀθετεῖται πάλιν δια τὴν ὠτειλήν ⁑ On Iliad 4.153: ὅτι δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς ὁρέγων καὶ γὰρ στεναχοντο ὡς ὁρέγοντο ⁑ On Iliad 4.157: ὅτι εκ βολῆς ἔτρωσαν προς τὸ αὐτίκα δ' ἔρρεεν αἷμα ⁑ Venetus A (Marciana 454 = 822), folio 54, verso Iliad 4.159-4.183 4.159 σπονδαί τ' ἄκρητοι: καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν: 4.160 εἴ περ γάρ τε καὶ αὐτίκ' Ὀλυμπιος οὐκ ετέλεσσεν. 4.161 ἔκ τε καὶ ὀψὲ τελεῖ: σύν τε μεγάλῳ ἀπέτισαν: 4.162 σὺν σφῇσιν κεφαλῇσι: γυναιξί τε καὶ τεκέεσσιν: 4.163 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατα φρένα καὶ κατα θυμὸν: 4.164 ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱ̈ρὴ: 4.165 καὶ Πρίαμος . καὶ λαὸς ἐϋμμελίω Πριάμοιο : 4.166 Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων: 4.167 αὐτὸς ἐπισσείῃσιν, ἐρεμνὴν αἰγίδα πᾶσιν: 4.168 τῆσδ' ἀπάτης κοτέων, τὰ μὲν ἔσσεται οὐκ ατέλεστα: 4.169 ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε 4.170 αἴ κε θάνῃς: καὶ μοῖραν ἀναπλήσῃς βιότοιο: 4.171 καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱ̈̆κοίμην: 4.172 αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης: 4.173 καδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν 4.174 Ἀργείην Ἑλένην : σέο δ' ὀστέα πύσει ἄρουρα 4.175 κειμένου ἐν Τροίῃ : ἀτελευτήτῳ ἐπὶ ἔργῳ: 4.176 καί κέ τις ὧδ' ἐρέει Τρώων ὑπερηνορεόντων 4.177 τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο: 4.178 αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσει Ἀγαμέμνων 4.179 ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ' Ἀχαιῶν : 4.180 καὶ δὴ ἔβη οἶκον δὲ, φίλην ἐς πατρίδα γαῖαν 4.181 σὺν κεινῇσιν νηυσὶ: λιπὼν ἀγαθὸν Μενέλαον : 4.182 ὥς ποτέ τις ἐρέει. τότε μοι χάνοι εὐρεῖα χθών. 4.183 Τὸν δ`' ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος : Scholia to Iliad 4.159-4.183 Main scholia On Iliad 4.159: ‡σπονδαί τ' ἄκρητοι: ὅτι εὐκρινὲς γίνεται ἐντεὺθεν τὸ κρητῆρι δὲ οἶνον μίσγον οὐ γὰρ κεκράμενον ἔσπενδον ⁑ On Iliad 4.161: ἔκ τε καὶ ὁψὲ τελεῖ: ὅτι Ζηνοδοτος γράφει τελέσει καὶ σύν τε μεγάλῳ τίσουσιν . ἐπι τῶν Τρώων δεχόμενος τὸν λόγον οὐκ έχει δὲ οὕτως ἀλλα καθολικῶς ἐπι τῶν παραβαινόντων τὰ όρκια ⁑ On Iliad 4.164: ἔσσεται ῆμαρ, ἀπ ἄλλης ἀρχῆς τοῦτο διὸ τελείᾳ στικτέον προ αυτῆς ἀσύνδετος γὰρ ὁ λόγος ⁑ On Iliad 4.167: ἐρεμνὴν αἰγίδα: ὅτι τοῦ διὸς ὅπλον ἡ αιγὶς πρὸς τοὺς νεωτέρους ποιητάς καὶ ὅτι καταιγίδων καὶ ζωφόδους καταστάσεως παρασκευαστική ἐστιν ⁑ On Iliad 4.170: καὶ μοῖραν ἀναπλήσης ὅτι πότμον αἱ Ἀριστάρχου οὐ μοῖραν ὡς ἐν ταῖς κοιναῖς ⁑ On Iliad 4.171: πολυδίψιον ἄνυδρον οῦσαν τὴν Πελοπόννησον ἔφυδρον ἐποίησεν Δαναὸς ἐξελθῶν ἀπο τῆς Αἰγύπτου καὶ οἰκήσας ἀυτήν. τῶν γὰρ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι μιᾶς αὐτῶν τῆς Ἀμυμονης ἠράσθη Ποσειδών : καὶ ἔδειξεν αὐτῇ τῇ τριαίνῃ πλήξας τὰς ἐν Λέρνη πηγάς: οἱ δὲ οὕτως. ὅτι Ἀθηνᾶς ὑποθήκαις, πολυδίψιον τὸ Ἄργος πρότερον ὑπάρχον ἄδιψον γενέσθαι δια τῶν Δαναοῦ θυγατέρων ἐποίησεν: ἑκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν παραγενομένων δὲ τῶν Αἰγυπτίων ἐπι τὸν τῶν Δαναοῦ θυγατέρων γάμον αἱ Δαναΐδες κατα τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν αὐτοὺς ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσεν τοὺς τὴν παρθενίαν ἀφαιρουμένας ἀμύνασθαι: Ὑπερμήστρα οὖν μόνη ὀ Λγκέα περιέσωσεν καὶ ἐτήρησεν καὶ γὰρ εκεῖνος αυτῆς τὴν παρθενίαν εσωσεν: ὅθεν γυναῖκα λαβῶν αὐτὴν ὕστερον συνετήρησεν: πολυδίψιον οὖν ἤτοι πολὺ διάφθορον διὰ πολέμους. ἠ πολυπόθητον μεταφορικῶς ἀπο τῶν διψώντων καὶ ἐπι θυμώντων ποτοῦ ἐξ οὗ ἄνυδρον ἡ βλαβερὸν ἀπο τοῦ ΐψιον ⁑ On Iliad 4.173: Ἀργείην Ἑλένην ὅτι τῶν ἐπι ξένης τελευτών τῶν οὐκ απεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. οὐκ ἄρα Ὁμήρου ἐστὶ ταῦτα ὅς κ' ὀστέα παισὶν ἕκαστος οἴκαδ' ἄγει ὅτ' ἂν αὖτε νεώμεθα ⁑ On Iliad 4.176: καὶ κέ τις ὧδ' ἐρέει ἤτοι ὅτι ὁ κε περισσεύει ἠ τὸ ῥῆμα ἐνήλλακται ἐρέει . ἀντι τοῦ εἴποι ἄν ⁑ Intermarginal scholia On Iliad 4.167: ἀντὶ τοῦ ἐπισειη πρὸς ὃ ἡ διπλη: On Iliad 4.171: διχῶς Ἀριστάρχου καὶ ἐλέγχιστον Interior scholia On Iliad 4.164: ἀντὶ τοῦ απολειται πρὸς ὃ ἡ διπλη το Ἴλιος θηλυκῶς ⁑ Venetus A (Marciana 454 = 822), folio 55, recto Iliad 4.184-4.208 4.184 θάρσει: μὴ δέ τι πω δειδίσσεο λαὸν Ἀχαιῶν : 4.185 οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος. ἀλλὰ πάροιθεν 4.186 εἰρύσατο ζωστήρ τε παναίολος: ἠδ`' ὑπένερθε 4.187 ζῶμά τε καὶ μίτρη: τὴν χαλκῆες κάμον ἄνδρες: 4.188 Τὸν δ`' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων : 4.189 αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε : 4.190 ἕλκος δ' ϊητὴρ ἐπιμάσσεται. ἠδ`'' ἐπιθήσει 4.191 φάρμαχ' ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων: 4.192 ῆ: καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα : 4.193 Ταλθύβι' : ὅτι τάχιστα Μαχάονα δεῦρο κάλεσσον 4.194 φῶτ' Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰ̈ητῆρος: 4.195 ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν: 4.196 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδὼς 4.197 Τρώων ἢ Λυκίων : τῷ μὲν κλέος ἄμμι δὲ πένθος: 4.198 Ὡς ἔφατ'. οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας: 4.199 βῆ δ' ϊέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων: 4.200 παπταίνων ἥρωα Μαχάονα : τὸν δ' ἐνόησεν 4.201 ἑσταότ', ἀμφι δέ μιν κρατεραὶ στίχες ἀσπιστάων 4.202 λαῶν. οἵ οἱ ἕποντο Τρίκκης ἐξ ἱ̈πποβότοιο: 4.203 ἀγχοῦ δ' ἱ̈στάμενος ἔπεα πτερόεντα προσήυδα : 4.204 ὄρσ' Ἀσκληπιάδη . καλέει κρείων Ἀγαμέμνων . 4.205 ὄφρα ἴ̈δῃ Μενέλαον ἀρήϊον. ἀρχὸν Ἀχαιῶν : 4.206 ὅν τις ὀϊστεύσας, ἔβαλεν τόξων εϋ εἰδὼς 4.207 Τρώων ἠ Λυκίων . τῷ μὲν κλέος. ἄμμι δὲ πένθος: 4.208 Ὡς φάτο : τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε: Scholia to Iliad 4.184-4.208 Main scholia On Iliad 4.187: ‡ ζῶμά τε καὶ μίτρην: ὅτι τοῦ ζώματος μνησθεὶς παραλέλοιπε τὸν θώρακα ὥστε ἀπο μέρους τὸ όλον δεδηλῶσθαι, ἡ δε μίτρα τούτω προσῆπται τῶ θώρακι: καὶ ζῶμα φαεινὸν . δια τὸν χαλκόν. ἡ μίτρα οὖν ἔσωθεν εριώδης ἐστι περι τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα ⁑ On Iliad 4.191: φάρμαχ' ά κεν: τὰ φέροντα ἄκεσιν εἴρηται δὲ ἀπο τῶν ἀνθῶν καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν καὶ τὴν ἐκ τῆς βαφῆς στόμωσιν φαρμάσσειν φησὶν: τρεῖς δὲ φαρμάκων ὀ ϊδεαι ἐπίπαστα ὡς ἐπι Μενελάου : χριστά: ἰοὺς χρίεσθαι πότιμα ὡς ἐπι Ελένης ⁑ On Iliad 4.191: τρεῖς βελουλκίας οῖδεν: ἐξολκὴν ὡς ἐπι Μενελαου . ἐκτομην: ὡς ἐπι Ευρυπύλου διωσμον ὡς ἐπι Διομήδους : το δὲ παύσῃσιν ἀντι του παύσειεν ἂν ὡς τὸ ϊχθὺς ὅς κε φάγῃσιν ὅτι καὶ τοῦτο οὕτως λέγει ἀντι τοῦ ὃς φάγοιεν ⁑ On Iliad 4.195: ὄφρα ἴ̈δῃ Μενέλαον : ὁ αστερίσκος καὶ ὁ ὀφελος ὅτι νῦν παρέλκει: ὁρᾶ γὰρ ὁ κήρυξ τὴν χρειαν τοῦ Μαχάονος : Μαχαων δὲ οὗτος υἱὸς Ἀσκληπιοῦ καὶ Ἀρσινόης ἠ Κορωνίδος . κατα δέ τινας Ηπιόνης τῆς Μέροπος . κατα δὲ Ἡσίοδον Ξάνθης . Ἀσκληπιος δὲ εἴρηται παρα τὸ ἀσκεῖν καὶ ἤπια τὰ μέλη ποιεῖν ⁑ On Iliad 4.200: π παπταίνων: πετῶ πτῶ πταίω πταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνων ὁ πανταχόσε περιβλεπόμενος ⁑ On Iliad 4.205: ὄφρα ἴ̈δῃ Μενέλαον : ὁ ἀστερίσκος ὅτι νῦν δεόντως λέγεται προς Μαχάονα ὑπο τοῦ κήρυκος ⁑ On Iliad 4.206: ὅν τις ὀϊστεύσας: ἡ διπλῆ ὅτι ἐκ βολῆς ἔτρωσεν πρὸς τὸ αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς : On Iliad 4.208: ὡς φάτο: ἡ διπλῆ προς τὸ ὄρινεν ἀντι τοῦ κατα ψυχὴν ἐκίνησεν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ ὡς φάτο τῇ δ' ἄρα θυμὸν ἐνι στήθεσσιν ὄρινεν ὅτι οὐκ ἔστιν ἐθύμωσεν ὡς ὁ διασκευάσας ἐκλαβῶν ἔταξεν τοὺς ἑξῆς εἵκοσι στίχους ἀλλ' ἀντι τοῦ ἐκίνησε καὶ παρώρμησε κατὰ τὸ ἐρωτικόν: On Iliad 4.207: ἄμμι δὲ πένθος: ἑκάτερον καθ εαυτὸ λείπει γὰρ τὸ ἐστιν ἐν αμφοτέροις ⁑ Interlinear scholia On Iliad 4.190: ψηλαφής οι ἐφάψυται ⁑ Intermarginal scholia On Iliad 4.184: οὕτως πῶ Ἀρίσταρχος ουχι ποῦ ως τινες On Iliad 4.189: στικτέον επι το τελος τοῦ στίχου τελεια ἀσύνδετα γὰρ ὁ λόγος πρὸς τὰ ἑξῆς ⁑ On Iliad 4.195: γράφεται ἀρχὸν Ἀχαιῶν : On Iliad 4.203: γράφεται αγορευεν On Iliad 4.205: οὕτως Αρισταρχος χωρίς τοῦ σιδη ⁑ Venetus A (Marciana 454 = 822), folio 55, verso Iliad 4.209-4.233 4.209 βὰν δ' ἰέναι καθ' ὅμιλον: ἀνα στρατὸν εὐρὺν Ἀχαιῶν . 4.210 ἀλλ' ὅτε δή ῥ' ί̈κανον ὅθι ξανθὸς Μενέλαος 4.211 βλήμενος ἦν. περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι 4.212 κυκλόσ', ὁ δ' ἐν μέσσοισι παρίστατο ἰ̈σόθεος φώς, 4.213 αὐτίκα δ' ἐκ ζωστῆρος ἀρηρότος εἷλκεν ὀϊστόν: 4.214 τοῦ δ' ἐξελκομένοιο πάλιν: άγεν ὀξέες ὄγκοι: 4.215 λῦσε δέ οἱ ζωστῆρα παναίολον. ἠδ`' ὑπένερθε 4.216 ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες: 4.217 αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ' ἔμπεσε πικρὸς ὀϊστός. 4.218 αἷμ' ἐκμυζήσας ἐπ' ἄρ' ἤπια φάρμακα εἰδὼς 4.219 πάσσε. τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων : 4.220 Ὄφρα τοὶ, ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον . 4.221 τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων: 4.222 οἳ δ`' αῦτις κατα τεύχε' ἔδῠν. μνήσαντο δὲ χάρμης: 4.223 Ἔνθ' οὐκ ὰν βρίζοντα ἴ̈δοις Ἀγαμέμνονα δῖον 4.224 οὐδὲ καταπτώσσοντ'. οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι. 4.225 ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν: 4.226 ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ: 4.227 καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας 4.228 Εὐρυμέδῶν . υἱὸς Πτολεμαίου Πειραΐδαο : 4.229 τῷ μάλα πολλ`' ἐπέτελλε παρισχέμεν, ὁππότε κέν μιν 4.230 γυῖα λάβῃ κάματος, πολέας διακοιρανέοντα: 4.231 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν: 4.232 καί ῥ' οὓς μὲν σπεύδοντας ἴ̈δοι Δαναῶν ταχυπώλων. 4.233 τοὺς μάλα θαρσύνεσκε παριστάμενος, ἐπέεσσιν: Scholia to Iliad 4.209-4.233 Main scholia On Iliad 4.211-4.212: ‡ βλήμενος ην: ὑποστικτέον εἰς τὸ ἦν καὶ κυκλόσε ὧν ἡ δευτέρα ἀνυπόκριτός ἐστι δια μέσου δὲ ταύτα ⁑ On Iliad 4.214: τοῦ δ' ἐξελκομένοιο πάλιν ἅγεν: τὸ πάλιν εἰ μέντοι τοῖς ἡγουμένοις συντάττοιμεν ἔσται τὸ ἅγεν ἀντι τοῦ κατεάχθησαν ὡς νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος : ἤτοι συνεσταλμένης τῆς ἀρχῆς ποιητικῶς ἡ τοῦ ε ἄφηρημένου ἀπὸ τοῦ ἔαγεν . ἐὰν δὲ τοῖς ἑξῆς προσδῶμεν αὐτῷ ἔσται εἰς τοῦ πίσω ἤχθησαν τοῦτ έστιν ὕπέστρεψαν ⁑ On Iliad 4.216: ζῶμά τε: ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα παραλέλοιπεν ⁑ On Iliad 4.223: ἔνθ' οὐκ ἂν ὅτι ἡ διπλῆ ὅτι οὑ προς ὑφεστὼς πρόσωπον ἄλλ αντι τοῦ ιδέ τις ἂν On Iliad 4.228: Εὐρυμέλων : ὅτι καὶ Ἀγάμεμνονος και Νέστορος ὁμωνυμως ἦν ἡνίοχος Εὐρυμέλων τὸ δε Πειραΐδαο ἐν τεσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ καὶ οἱ ἄλλοι Τυραννίων δὲ τρισυλλαβως λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρα τῷ ποιητῇ ἔχει προ τέλους διεσταλμένον τὸ ϊ ἀπο ἑτέρου φωνήεντος οἶον Πανθοίδης , Βοηθοίδης Πηλείδης , οὐδ' ἄρα τοῦτο: ὑπερ δὲ τοῦ τετρασυλλαβως ἀναγινώσκειν ἔχομεν ἑκεῖνο λέγειν ὡς ὅτι ἐντελες ἐστι τὸ κατα διάλυσιν τοῦ ϊ καὶ ὅτι οὐκ έχομεν ἑκεῖνο λέγειν ὡς ὅτι ἐντελές ἐστι τὸ κατα διάλυσιν τοῦ ϊ , καὶ ὅτι οὐκ ἐχομεν τοιοῦτό τι πατρωνυμικὸν ὃ κατα σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ϊ προ τούτου παρα τὸ Πειραιὸς οὖν Πειραΐδης ἐγένετο ⁑ On Iliad 4.232: καίρ' οὒς μὲν σπεύδοντας: ὅτι τὸ σπεύδοντας οὐχ οἷον ταχύνοντας ἀλλ' ἐνεργουντας καὶ κακοπαθουντας, σπουδῇ δ' έζετο λαὸς μετὰ πασης κακοπαθείας ⁑ On Iliad 4.219: χείρων: εἷς τῶν Κενταύρων εὑρετὴς ϊατρικῆς καὶ λυρικῆς υἱὸς Κρόνου καὶ φιλύρας ἠ ὡς ἔνιοι Ποσειδωνος : On Iliad 4.222: χάρμης: χάρμη ἡ μάχη ἤτοι κατ εναντιότητα ἠ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν ⁑ Intermarginal scholia On Iliad 4.213: Ἀρίσταρχος Ϊακως ἕλκεν καὶ αἱ πλείους ⁑ Venetus A (Marciana 454 = 822), folio 56, recto Iliad 4.234-4.258 4.234 Ἀργεῖοι : μή πω τι μεθείετε θουριδος ἀλκῆς: 4.235 οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζευς ἔσσετ' ἀρωγός: 4.236 ἀλλ' οἵ περ πρότεροι ὑπερόρκια δηλήσαντο. 4.237 τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες έδονται: 4.238 ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα 4.239 ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν: 4.240 Οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο. 4.241 τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν: 4.242 Ἀργεῖοι ϊόμωροι: ἐλεγχέες: οὔ νῠ σέβεσθε: 4.243 τίφθ' οὕτως ἕστητε , τεθηπότες ἠΰτε νεβροί 4.244 αἵ τ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι 4.245 ἑστᾶσ': οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γείνεται ἀλκή: 4.246 ὡς ὑμεῖς έστητε, τεθηπότες. οὐδε μάχεσθε: 4.247 ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν. ἔνθά τε νῆες 4.248 εἰρύατ' εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης: 4.249 ὄφρα ἴ̈δητ'. αἴ κ' ὕμμιν ὑπέρσχῃ χεῖρα Κρονίων : 4.250 Ὡς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν: 4.251 ἦλθε δ' ἐπὶ Κρήτεσσι : κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν: 4.252 οἱ δ' ἀμφ' Ἰδομενῆα δαΐφρονα θωρήσσοντο: 4.253 Ἰ̈δομενεὺς μὲν ἐνι προμάχοις, συῒ είκελος ἀλκὴν: 4.254 Μηριόνης δ' ἄρα οἱ πυμάτας ὤτρυνε φάλαγγας: 4.255 τοὺς δὲ ἰ̈δὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων . 4.256 αὐτίκα δ' Ἰ̈δομενῆα προσηύδα μειλιχίοισιν: 4.257 Ἰ̈δομενεῦ : περὶ μέν σε τίω Δαναῶν ταχυπώλων 4.258 ἠμὲν ἐνὶ πτολέμῳ: ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ: Scholia to Iliad 4.234-4.258 Main scholia On Iliad 4.235: ‡ οὐ γὰρ ἐπὶ ψεύδεσσι, Ἀρίσταρχος ἀναγινώσκει ψευδέσσι ὡς σαφέσσι : τοῦτο γάρ φησι θέλει διδοῦν: οὐ γὰρ τοῖς ψεύσταις Τρωσὶ βοηθεὶ ὁ Ζευς εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν ψεύδεσσιν ἀνέγνωμεν ὡς βέλεσιν ἵνα ἀπ εὐθείας ἢ ἡ κλίσις. ψεῦδος οὐκ' ἐρέει . οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης συγκατατίθεται Ἀριστάρχῳ ὁ μέντοι γε Ἑρμαππίας ἀναγινώσκει ψεύδεσσιν ὡς τείχεσσιν ἐπεὶ οὐδέποτε φησὶν οῖδεν ὁ ποιητὴς ἁπολοῦν τὸ ψευδής, ἐν δε σύνθετώ. φιλοψευδής Ἀψευδής . ἢ οῖδεν ἑτέρως λεγόμενον τὸ ψεῦσταί τ' ὀρχησταί τε . συνεχῶς δε τὸ ψεῦδος ὦ γέρον οὔτι ψεῦδος . ψεῦδος δ' οῦκ ερέει ἴ̈σκε ψεύδεα πολλά , ταῦτα ὁ Ἡρῳδιανος καὶ μᾶλλον πιστέον Ἀριστάρχω , ἢ τῷ Ἑρμαππίᾳ εἰ και δοκεῖ, ἀληθεύειν: On Iliad 4.249: αἴ κ' ὕμμιν: οὕτως τὸ αἴ κ' ὕμμιν δια τοῦ κ δεῖ σονἀλείφειν ἐστιν γὰρ Ἀιολικῇ ἡ αντωνυμία ⁑ On Iliad 4.251: ανά ουλαμὸν ἀνδρῶν: ἀνα τὸν θόρυβον, κατα τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν: οὑλαμος δὲ τάξις συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν ⁑ On Iliad 4.254: φάλαγγας: τάξεις τῶν στρατιωτῶν εἶπεν ὁ ποιητὴς ἐπειδὴ τὸ παλιὸν οὐ ξύλοις ἐμάχοντο φάλαγγας δὲ τὰ ξύλα ἑκαλουν οἱ αρχαίοι. ἔτι γοῦν και ἡμεις τὰ ἐκ τῶν ξύλων οἰκοδομήματα φάλαγγας καλοῦμεν ⁑ Interior scholia On Iliad 4.238: Ἀρίσταρχος χωρίς τοῦ δε On Iliad 4.251: ὅτι ϊδιως εἴρηκεν ἀντὶ τοῦ ὡς ἐπι Κριτὰς ⁑ On Iliad 4.235: γνω Exterior scholia On Iliad 4.245: γίνεται Venetus A (Marciana 454 = 822), folio 56, verso Iliad 4.259-4.283 4.259 ἢ δ' ἐν δαιθ' : ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον 4.260 Ἀργείων οἱ ἄριστοι ἐνὶ κρητῆρσι κέρωνται: 4.261 εἴ περ γάρ τ' ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ 4.262 δαιτρὸν πίνωσιν. σὸν δὲ πλεῖον δέπας αἰεὶ 4.263 έστηχ'. ὥς περ ἐμοὶ πιέειν. ὅτε θυμὸς ἀνώγοι: 4.264 ἀλλ' ὄρσευ πόλεμον δ' οἷος πάρος εὔχεαι εἶναι: 4.265 Τὸν δ' αῦτ' Ϊδομενεὺς Κρητῶν ἀγὸς, ἀντίον ηὔδᾱ: 4.266 Ἀτρείδη : μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος 4.267 ἔσσομαι. ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα: 4.268 ἀλλ`' ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς 4.269 ὄφρα τάχιστα μαχώμεθ', ἐπεὶ σύν γ' ὄρκι' ἔχευαν 4.270 Τρῶες , τοῖσιν δ' αῦ θάνατος καὶ κήδε' ὀπίσσω 4.271 ἔσσετ'. ἐπεὶ πρότεροι ὑπὲρ όρκια δηλήσαντο: 4.272 Ὡς ἔφατ'. Ἀτρειδης δὲ παρῴχετο γηθόσυνος κῆρ: 4.273 ἦλθε δ' ἐπ' Αἰάντεσσι : κιὼν ἀνα οὐλαμὸν ἀνδρῶν. 4.274 τὼ δὲ κορυσσέσθην: ἅμα δὲ νέφος εἵπετο πεζῶν. 4.275 ὡς δ' ὅτ' ἀπο σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ 4.276 ἐρχόμενον κατα πόντον ὑπο Ζεφύροιο ἰ̈ωῆς: 4.277 τῷ δέ τ' ἄνευθεν ἐόντι: μελάντερον: ἠΰτε πίσσα 4.278 φαίνετ' ἰ̈ὸν κατὰ πόντον: ἄγει δέ τε λαίλαπα πολλὴν. 4.279 ῥίγησέν τε ἰ̈δών. ὑπό τε σπέος ἤλασε μῆλα. 4.280 τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν 4.281 δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες. 4.282 κυάνεαι σάκεσσίν τε. καὶ ἔγχεσι πεφρικυῖαι. 4.283 καὶ τοὺς μὲν γήθησεν ἰ̈δὼν κρείων Ἀγαμέμνων . Scholia to Iliad 4.259-4.283 Main scholia On Iliad 4.269: ἐπεὶ σύν γ' ὄρκι' ἔχευαν: δια τοῦ ν τὸ σύν γ' όρκια , οὐ γὰρ συνῆπται ἐπι δε τῶν συνθέτων αἱ μεταβολαὶ ⁑ On Iliad 4.273: ἦλθε δ' ἐπ Αἰάντεσσιν ὅτι ἡ τάξις Ἰδομενέως πλησίων Αἴαντος προς τοὺς ὑποτάσσοντας τοῖς Ἀθηναίοις τὸν Τελαμώνιον ⁑ On Iliad 4.276: Ζέφυρος : ὅτι ἀπο τοῦ ζόφου πνεῖ. ζόφον δὲ τὴν δύσιν ἔλεγον οἱ ἀρχαῖοι ⁑ On Iliad 4.279: ῥιγησέν τε ἱδών: κύουσα γὰρ ὅϊς ἐὰν ἔξω ἀκούση βροντῆς ἐκτιτρώσκει ⁑ Interlinear scholia On Iliad 4.274: μεταφορὰ On Iliad 4.282: πεπυκνωμεναι: Intermarginal scholia On Iliad 4.260: Ἀρίσταρχος ἑνικως ἐνι κρητηρι On Iliad 4.277: Ἀρίσταρχος ἔοντι : On Iliad 4.282: ἡ ετερα τῶν Ἀρίσταρχου βεβρισθυῖαι εῖχεν ⁑ Exterior scholia On Iliad 4.259: δαὶθ' ὅτε Venetus A (Marciana 454 = 822), folio 57, recto Iliad 4.284-4.308 4.284 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα: 4.285 Αἴαντ' . Ἀργείων ἡγήτορε χαλκοχιτώνων: 4.286 σφῶϊ μὲν, οὐ γὰρ ἔοικ' ὀτρυνέμεν, οὔ τι κελεύω: 4.287 αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ῖ̈φι μάχεσθαι: 4.288 αἲ γὰρ Ζεῦ τε πάτερ . καὶ Ἀθηναίη : καὶ Ἄπολλον : 4.289 τοῖος πᾶσιν θυμὸς ἐνι στήθεσσι γένοιτο: 4.290 τῶ κε τάχ' ημύσειε πόλις Πριάμοιο ἄνακτος 4.291 χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε: 4.292 Ὡς εἰπὼν, τοὺς μὲν λίπεν αὐτοῦ: βῆ δὲ μετ' ἄλλους: 4.293 ἔνθ' ὅ γε Νέστορ' ἔτετμε. λιγὺν Πυλίων ἀγορητὴν 4.294 οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι: 4.295 ἀμφι μέγαν Πελάγοντα Ἀλάστορά τε, Χρομίον τε: 4.296 Αἵμονά τε. κρείοντα: Βίαντά τε ποιμένα λαῶν: 4.297 ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφιν. 4.298 πεζοὺς δ' ἐξόπιθεν στῆσεν πολέας τὲ καὶ ἐσθλοὺς 4.299 ἕρκος. έμεν πολέμοιο: κακοὺς δ' ἐς μέσσον ἔλασσεν: 4.300 ὄφρα καὶ οὐκ ἐθέλων τις. ἀναγκαίῃ πολεμίζοι: 4.301 ἱππεῦσιν μὲν πρῶτ' ἐπετέλλετο: τοὺς γὰρ ἀνώγει 4.302 σφοὺς ἵππους ἐχέμεν, μηδὲ κλονέεσθαι ὁμίλῳ: 4.303 μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς. 4.304 οἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι: 4.305 μηδ`' ἀναχωρείτω: ἀλαπαδνότεροι γὰρ ἔσεσθε: 4.306 ὃς δέ κ' ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ' ἅρμαθ' ἵ̈κηται. 4.307 ἔγχει ὀρεξάσθω ἐπει ῆ. πολὺ φέρτερον οὕτω: 4.308 ὧδε καὶ οἱ, πρότεροι πόλεας καὶ τείχε' ἐπόρθεον: Scholia to Iliad 4.284-4.308 Main scholia On Iliad 4.285: ἡγήτορε: τοῦτο προτρεπτικῶς. ἠ προμάχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις ⁑ On Iliad 4.286: σφῶϊ μὲν: διαστολὴ ἐπι τὸν μεν ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος ⁑ On Iliad 4.295: ἀμφι μέγαν Πελάγοντα : ὅτι τρίτος οὗτος Χρομίος Πύλιος πρὸς τὰ Πυλαιμένους : οὗτοι δὲ ταξιάρχαι ὑπῆρχον: βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ ⁑ On Iliad 4.297-4.299: ἱππῆας μὲν πρῶτα: πρώτους εἰκὸς εἰρῆσθαι τοὺς ἐπι τοῦ δεξιοῦ κέρως ἑστώτας, ὅπιθεν δὲ τοὺς ἐπι τοῦ ἀριστεροῦ ὡς εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς: οὕτω γὰρ λόγον ἕξει τὸ ὄφρα καὶ οὐκ εθέλων τις ἀναγκαίῃ πολεμίζειν : ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα οὐ κατα βάθους, μεταξὺ δὲ δύο ἀνδρείων ἔνα κακὸν ἔβαλλεν ⁑ On Iliad 4.307: πολὺ φέρτερον κατα πολὺ κρεῖττον τοῦτο τὸ ῥῆμα κατα τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται: καὶ οἱ μὲν φασὶ παραγγέλλειν αὐτὸν ἵνα ὃς ἂν πολεμίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγενηται μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτον ἐν ἀγνοίᾳ τοῦ ήθους τῶν ἵππων δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους ὁ έστι πολεμείτω ⁑ On Iliad 4.307: ‡ ἔγχει ορεξάσθω: ἡ διπλῆ πρὸς τὸ σημαινόμενον ὅτι ἐκ τοῦ ἔγχει ὀρεξάσθω ἐστὶν ἔγχει παταξάτω τις αὐτῶν ὥστε παραλείπει τὸ τίς καὶ τὸ αὐτόν, καὶ τὸ ἐπιλεγόμενον τοῦτο συν ἵστησιν ἔπειὴ πολὺ φερτερον οὕτω τὸ ἔνα τεθνᾶναι ἠ τὴν όλην τάξιν συγχυθῆναι ⁑ On Iliad 4.308: πολέας: οὕτως Ἀρίσταρχος προ παροξύνει καὶ ἐπι τῶν πόλεων τὸ σημαινόμενον ἐκ δέχεται ᾧ συγκατατιθεται καὶ ὁ Ἀσκαλωνίτης λέγων ὅτι καὶ δια τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν καὶ δια τοῦ ϊ δια μὲν τοῦ ϊ ἐκ πόλιος δ' ἄλοχον πολλεών ἐκ πολλίων . δια δε τοῦ ε πόλεως χρυσείην. ἑκατὸν πόλεων: πιθανὸν οὖν ἐστιν ἐκδέξασθαι ἐνθάδε ἐπι τῶν πόλεων τὸ σημαινόμενον ἐπεὶ καὶ τείχεα ἐπιφέρει ⁑ Interlinear scholia On Iliad 4.289: πέσοι On Iliad 4.301: γὰρ On Iliad 4.308: οἱ πάλαι Intermarginal scholia On Iliad 4.308: Ηρωδιανος δια τοῦ ε πολεας ⁑ Interior scholia On Iliad 4.297-4.298: διασταλτέον ἐπι τὸ ὄχεσφι κοινὸν γὰρ τὸ στῆσε ⁑ On Iliad 4.303: ὅτι ἀπέστρεφε τὸν λόγον δια τῶν ἑξῆς σχηματίσας ὡς ἂν αὐτὸς ὁ Νεστωρ εἴποι ⁑ Exterior scholia On Iliad 4.307: κρατῆσας ἐπιβη μαχεται μῆ εξελαῦνειν σπουδαζειν οἱ δὲ οὕτως ὅς τις δ' αν φησὶ ἀποπεσῃ τοῦ ἰδιου ἅρματος On Iliad 4.308: πόλιας Venetus A (Marciana 454 = 822), folio 57, verso Iliad 4.309-4.333 4.309 τόνδε νόον καὶ θυμὸν ἐνι στήθεσσιν ἔχοντες. 4.310 Ὡς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εῦ εἰδώς: 4.311 καὶ τὸν μὲν γήθησεν ἰ̈δὼν κρείων Ἀγαμέμνων . 4.312 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα : 4.313 ὦ γέρον: εἴθ' ὡς θυμὸς ἐνι στήθεσσι φίλοισιν. 4.314 ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη: 4.315 ἀλλά σε γῆρας τείρει ὁμοίϊον: ὡς ὄφελέν τις 4.316 ἀνδρῶν ἄλλος ἔχειν: σὺ δὲ κουροτέροισι μετεῖναι: 4.317 Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ : 4.318 Ἀτρείδη : μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς 4.319 ὡς έμεν. ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκτον . 4.320 ἀλλ`' οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν: 4.321 εἰ τότε κοῦρος ἔα: νῦν αὖτέ με γῆρας ἱ̈κάνει: 4.322 ἀλλὰ καὶ ὡς ἱππεῦσι μετέσσομαι. ἠδὲ κελεύσω 4.323 βουλῇ καὶ μύθοισι. τὸ γὰρ γέρας ἐστὶ γερόντων: 4.324 αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο 4.325 ὁπλότεροι γεγάασι, πεποίθασίν τε βίηφι: 4.326 Ὡς ἔφατ': Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ: 4.327 εὗρ' υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον 4.328 ἑσταότ', ἀμφὶ δ' Ἀθηναῖοι μήστωρες ἀϋτῆς: 4.329 αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις. Ὀδυσσεύς : 4.330 πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ 4.331 έστασαν: οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς: 4.332 ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες 4.333 Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν : οἱ δὲ μένοντες Scholia to Iliad 4.309-4.333 Main scholia On Iliad 4.310: ‡ ὡς ὁ γερων ὤτρυνε: τοῦτο ὁ ποιητὴς λέγει καθ εαυτὸ οὐ προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἴναι διάνοιαν οιομένοις ἐν τοῖς τρισὶ στίχοις ὧδε καί οἱ πρότεροι πόλεας τόνδε νόον καὶ θυμὸν ὡς ὁ γέρων ὤτρυνε . οἶον τοῦτον τὸν τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ : πρὸς δὲ τῷ γέλοιον εἶναι τὸ διανόημα: οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπο τῶν προσώπων ποιεῖσθαι ⁑ On Iliad 4.315: ὁμοίϊον: ἱστέον ὅτι ὁ ποιητὴς πανταχοῦ τὸ ὁμοίϊον ἐπι τοῦ φαύλου λαμβάνει οἷον ὡς ἐνταῦθα ἀλλά σε γήρας τειρει ὁμοιΐον . καὶ ἀλλ ἥτοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ ἢμι φίλω: ἀνδρὶ δύνανται ἀλαλκέμεν ὁπότ ἂν τελος ἔλθῃ ὁμοίϊον πτολέμοιο: On Iliad 4.319: κατέκταν: Πύλιοι καὶ Ἁρκάδες περὶ γῆς ὅρον ἐπολέμουν περι τὸ καλούμενον ὄρος Ἀγκαὶον : Νεστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ ὡς ἔνιοι Ἀφείδαντος ἀνεῖλεν: καὶ ὑπο χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν: ἔτι δὲ σκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἑφωρμήσαντες τοῖς Πυλίοις συνέβαλον καὶ οὕτως ἐνίκησαν θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ. τόδε τὸ ἐπίγραμμα: ἐνθαδ' Ἐρευθαλίωνι φίλοις τ' ἐπι τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆες γενος ἔξοχον Ἱ̈ππομέδοντος εἴ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο ἱστορεῖ Ἀρίαιθος : κατέκταν δὲ μετα τοῦ ν αἱ Ἀριστάρχου καὶ ἐν ἐκτάσει τοῦ α Δωρικῆ οὖσα ὡς ἔβαν ἐγώ . ἡ γὰρ χρῆσις τοιαύτη ἦν πἀρα Ἀττικοῖς : παρα γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ϊκανὰ ἐξέπιπτεν: δεύτερος μὲν αὐτὸς ἀόριστος οφείλων εἶναι κοινῶς εκτην: γινόμενος δὲ κατα Δωρίδα ἕκταν ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς . Εὐριππίδης Πλεισθένει : οὐ τὸν σὸν ἔκταν πατέρα πολέμιόν γε μὴν : Αἰσχύλος δὲ Παλαμίδῃ τίνος κατέκτας ἕνεκα παῖδ' ἐμὸν βλάβης : καὶ ἐν Σεμέλη . ἠ ὑδροφόροις Ζεὺς ὃς κατέκτα τούτου ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν: ἡμεῖς ἕρμα πόλιος ἀπέκταμεν καὶ τρίτον πρόσωπον πληθυντικὸν α ἀορίστου παθητικοῦ κατα συγκοπήν. οὐδε τίς Αἰγίσθου ἀλλ' έκταθεν ἐν μεγάροισι καὶ μέσον δεύτερον ἀόριστον ἐνεργηται Τεῦκρε πέπον δῆ, νῶϊν ἀπέκτατο πιστος ἑταὶρος ὃ ἀκόλουθον ἀπαρέμφατον τὸ κτᾶσθαί τε πολίτας μετοχαί τε σημαίνουσαι τὸ κτῆμι ἥ τε κτὰς καὶ κτάμενος . ἀπαρέμφατον τὲ τὸ κτάμεναι ὑγειῶς ἄρα Ἀρίσταρχος ἔκταν γράφει ὡς έκταν εγώ ⁑ On Iliad 4.325: ὁπλότεροι : ὅτι παραλλήλως νεώτεροι μὲν ἀντι τοῦ νέοι ὁπλότεροι δὲ συγκριτικῶς ἀντι τοῦ εμοῦ νεώτεροι. οὐδέποτε γὰρ ἀντι τοῦ νέοι εἴρηκεν τὸ ὁπλότεροι τὸ δὲ νεώτεροι κατ αμφοτέρων τίθεται παρ αυτῷ καὶ συγκριτικῶς καὶ ἀπολελυμένως ⁑ On Iliad 4.331: ἕστασαν: οὐ γάρ πω σφιν ἀκούετο , ὅτι τὸ ἀκούετο ἀντι τοῦ ἤκουεν καὶ ὅτι πτῶσις ἤλλακται: οὐ γάρ πω αὐτοῖς ἤκουεν ἀντι τοῦ ἀυτῶν ⁑ Intermarginal scholia On Iliad 4.315: ὅτι οἱ Γλωσσογράφοι ὁμοίϊον τὸ κακόν: On Iliad 4.319: οὕτως Ἠρωδιανὸς μετα τοῦ ν κατέκταν : On Iliad 4.321: Ἀρίσταρχος γῆρας ὀπάζει ἐπείγει ἐλαύνει ἀπο δε τοῦ κατοπιν ἐσχημάτισται ⁑ On Iliad 4.329: οὕτως Ἀρίσταρχος Ϊακῶς ἐστήκει ⁑ On Iliad 4.333: Ἀρίσταρχος χωρὶς τοῦ θ Τρώων ἱπποδάμων : το δὲ Αχαιῶν άμεινον ακούειν ἐπ Αχαιούς ⁑ Venetus A (Marciana 454 = 822), folio 58, recto Iliad 4.334-4.358 4.334 έστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν, 4.335 Τρώων ὁρμήσειε, καὶ ἄρξειαν πολέμοιο: 4.336 τοὺς δὲ ἰ̈δὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 4.337 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα : 4.338 ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος: 4.339 καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον 4.340 τίπτε καταπτώσσοντες ἀφέστατε μίμνετε δ' ἄλλους: 4.341 σφῶϊν μέν τ' ἐπέοικε μετα πρώτοισιν ἐόντας 4.342 ἑστάμεν. ἠδὲ μάχης καϋστειρῆς ἀντιβολῆσαι: 4.343 πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο. 4.344 ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν Ἀχαιοί : 4.345 ἔνθα φίλ' ὀπταλέα κρέα έδμεναι. ἠδὲ κύπελλα 4.346 οἴνου πινέμεναι μελιηδέος: ὄφρ' ἐθέλητον: 4.347 νῦν δὲ φίλως χ' ορόωτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν 4.348 ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ: 4.349 Τὸνδ`' ἂρ ὑπόδρα ἰ̈δὼν προσέφη πολύμητις Ὀδυσσεύς : 4.350 Ἀτρείδη . ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων: 4.351 πῶς δὴ φῂς πολέμοιο μεθιέμεν : ὁππότ' Ἀχαιοὶ 4.352 Τρωσὶν ἐφ' ἱ̈πποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα : 4.353 ὄψεαι ἢν κ' ἐθέλῃσθα, καὶ αἴ κέν τοι τὰ μεμήλῃ 4.354 Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα 4.355 Τρώων ἱ̈πποδάμων: συ δὲ ταῦτ' ἀνεμώλια βάζεις: 4.356 Τὸν δ`' ἐπὶ μειδήσας προσέφη κρείων Ἀγαμέμνων 4.357 ὡς γνῶ χωομένοιο: πάλιν δ`' ὅ γε λάζετο μῦθον: 4.358 διογενὲς: Λαερτιάδη : πολυμήχαν' Ὀδυσσεῦ : Scholia to Iliad 4.334-4.358 Main scholia On Iliad 4.334: ‡ ἔστασαν ὁπποτε πύργος: πύργος τάξις, συνεστηκεν δὲ ὁ πυργος ἐκ τ ἑξήκοντα ανδρῶν ὁ δὲ τρόπος μεταφορά: ⁑ On Iliad 4.334-4.335: Τρώων ὁρμήσειε. ὅτι ἡ διπλὴ προς τὸ σχῆμα δι ὅτι ἐλλείπει ἡ επὶ καὶ πτῶσις ενήλακται. ἔστι γὰρ ἀντι τοῦ ὡς ἐπι Τρώας ὀρμήσειεν ὅτι δὲ ἡ κατὰ Ἀρίσταρχον ἔχει καὶ τὸ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπ Αχαιοὺς πιθανὸν γὰρ ἐπιμενειν τοὺς Ἕλληνας ἕως ἂν προ ἐπιχειρήσωσιν ἀυτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρασπονδίσωσιν : δι ὃ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ φέρεται, ἕστασαν ὁππότε κέν τις ἐναντίον ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειεν καὶ ἄρξειεν πολέμοιο ⁑ On Iliad 4.339: κεκασμένε: ἐπι κακοῦ ἐκέκαστο κλεπτοσύνη θ' ὅρκῳ τ'ε ⁑ On Iliad 4.343: πρώτω γὰρ. ὅτι συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὼς καὶ ἐπι τοῦ Μενεσθέως κεκοινοποίηκεν οὐ γὰρ ὁ Μενεσθεύς ἐστι τῶν ἑπτὰ γεροντων ἀλλ'' Ὀδυσσεὺς Διομήδης οὐδε σὺν τῷ Ἀγαμέμνονι εὐωχεῖται: καὶ ὅτι ἀκουάζεσθον εἶπε τροπικῶς ἀντι τοῦ ἐπαισθάνεσθαι: ἐπεὶ ἡ ἀκοὴ εἶδος ἐστιν αἰσθήσεως, καὶ τὸ οὐδε πληγὴς ἀΐοντες , οὐ λέγει δὲ τῆς εμῆς δαιτὸς πρῶτοι ἀκούετε. ἀλλα πρώτοι μου ἀκούετε περὶ δαιτός οὔτως Ἀρίσταρχος λείπειν δὲ φασι τὴν περὶ εθίμως ἵν' ἦ οἳ περὶ δαιτος πρώτοι εμου μετα λαμβάνεται οὕτως Ἀπολλώνιος ἐν τῷ περι αντωνυμιῶν ⁑ On Iliad 4.345-4.346: ἔνθα φίλ' οπταλέα: οὗτοι ἐν μεν τοῖς ὑπομνήμασιν. οὐκ αθετοῦνται ἐπαιτιῶνται δὲ αὐτοὺς οἱ ἡμέτεροι ὡς ἀπρεπῶς καὶ παρα τὰ πρόσωπα εἰς κρεάδιον ὀνειδίζοντος τοῦ Ἀγαμέμνονος ⁑ On Iliad 4.344: ὁπποτε δαῖτα γέρουσιν: ὡς τὸ γερούσιον αἴθοπα οἶνον : αἰσχρον δὲ τὸ ἐν συμποσίῳ τοῖς ἀρίστοις καταλέγεσθαι ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις ⁑ On Iliad 4.351-4.353: πῶς δὴ φὴς: ἀμφίβολος ἡ ἀνάγνωσις ήτοι γὰρ εἰς τὸ μεθιέμεν διαστολη: στιγμὴ δὲ τελεία εὶς τὸ Ἄρηα ἢ εἰς τὸ μεθιεμεν τελεία στιγμὴ. ὑπο στιγμὴ δὲ εἰς τὸ Ἄρηα . ὃ καὶ βελτιον ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρείως, ὁππότ αν πόλεμος ᾖ ⁑ On Iliad 4.350: ἕρκος ὀδόντων: ὁποῖον τοῦτον λόγον ἐτόλμησας τῷ στόματί σου εἰπεῖν: ἕρκος γάρ φησιν τὸ περίφραγμα τῶν ὀδόντων τὰ χείλη περιφραστικῶς ⁑ Interlinear scholia On Iliad 4.334: τξ ἄνδρες ⁑ On Iliad 4.339: τὸν Ὀδυσσέα Intermarginal scholia On Iliad 4.338: τὸν Μενεσθέα : On Iliad 4.345: λείπει τὸ ἔστι : On Iliad 4.346: δασυντέον τὸ μελιηδέος ⁑ On Iliad 4.357: προς τὸ σχῆμα ὅτι τῇ γενικῇ ἀντι τῆς αἰτιατικης ⁑ Interior scholia On Iliad 4.339: ὅτι Ζηνόδοτος γραφει φαίδιμος Ὀδυσσεῦ ασυμφώνως δὲ τῇ ἐπιπλήξει φαίδιμος ἂ νὺν λέγοιτο ⁑ Venetus A (Marciana 454 = 822), folio 58, verso Iliad 4.359-4.384 4.359 οὔτέ σε νεικείω περιώσιον, οὔτε κελεύω. 4.360 οἶδα γὰρ. ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν 4.361 ἥπια, δήνεα οἶδε: τὰ γὰρ φρονέεις ἅ τ' ἐγώ περ: 4.362 ἀλλ' ἴθι: ταῦτα δ`' ὄπισθεν ἀρεσσόμεθ'. εἴ τι κακὸν νῦν 4.363 εἴρηται: τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν: 4.364 Ὡς εἰπὼν, τοὺς μὲν λίπεν αὐτοῦ: βῆ δὲ μετ' ἄλλους: 4.365 εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα 4.366 ἑσταότ'. ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσι: 4.367 παρ δέ οἱ, ἑστήκει Σθένελος Καπανήϊος υἱός. 4.368 καὶ τὸν μὲν νείκεσσεν ἰ̈δὼν κρείων Ἀγαμέμνων : 4.370 ῴ μοι Τυδέος υἱὲ δαΐφρονος, ἱπποδάμοιο. 4.371 τί πτώσσεις. τί δ`' ὀπιπεύεις πολέμοιο γεφύρᾱς: 4.372 οὐ μὲν Τυδέϊ γ' ὧδε φίλον πτωσκαζέμεν ῆεν: 4.373 ἀλλὰ πολὺ προ φίλων ἑτάρων δηΐοισι μάχεσθαι: 4.374 ὡς φάσαν οἵ μιν ἴ̈δοντο πονεύμενον: οὐ γὰρ ἔγωγε 4.375 ἤντησ'. οὐδὲ ἴ̈δον: περὶ δ' ἄλλων φασὶ γενέσθαι: 4.376 ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας . 4.377 ξεῖνος. ἅμ' ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων. 4.378 οἱ δὲ τότ' ἐστρατόωνθ' ἱ̈ερὰ πρὸς τείχεα Θήβης : 4.379 καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους. 4.380 οἱ δ' ἔθελον δόμεναι: καὶ ἐπῄνεον ὡς ἐκέλευον. 4.381 ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων: 4.382 οἱ δ' ἐπεὶ οὖν ᾤχοντο: ἰ̈δὲ πρὸ ὁδοῦ ἐγένοντο. 4.383 Ἀσωπὸν δ' ἵ̈κοντο βαθύσχοινον λεχεποίην, 4.384 ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆ . στεῖλαν Ἀχαιοί . Scholia to Iliad 4.359-4.384 Main scholia On Iliad 4.376: ἄτερ πολέμου: Οἱδίπους ἀποβαλων Ϊοκαστην ἐπέγημεν Ἄστυμέδουσαν , ἥτις διεβαλε τοὺς προγόνους ὡς πειράσαντας αὐτήν: ἀγανακτήσας δὲ ἐκεῖνος ἐπειράσατο αὐτοῖς δι αἵματος παραλαβεῖν τὴν χώραν καὶ παρέδωκε τὴν βασιλείαν αὑτοῖς. Ἐτεοκλῆς δὲ ὁ υἱὸς αὐτοῦ ἐξεβαλε Πολυνείκην τὸν ἀδελφὸν αὐτοῦ ὡς πρεσβύτερον παραγενόμενος δὲ οὕτως εἰς Ἄργος εὗρε Τυδέα φυγάδα βοηθῶν γὰρ κακεῖνος τῳ πατρί τον ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν ἔφυγεν Ἅδραστος δὲ θεάσαμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δορας Τυδέα μὲν συὸς Πολυνείκην δὲ λέοντος συνέβαλε τὸν χρησμόν. ἦν γὰρ αὐτῷ δεδομενον κάπρῳ καὶ λέοντι ζεῦξαι τας θυγατέρας. δίδωσι Τυδεῖ μὲν Διϊπύλην : Ἀργείαν δὲ, Πολυνείκει : πέμψαι δὲ εῖς Μυκήνας συμμαχίαν ἤτει ἐπι Θηβαίους : Θυέστης μὲν προ θύμως εδίδου. σημεία δὲ αὐτὸν ἐκώλυσε φαῦλα επελθόντες οὖν ἐν ταῖς Θήβαις , οἱ γὰρ Ἀργεῖοι πέμπουσι πρεσβευτην Τυδέα . ὃς κατα λαβων γυμνικὸν ἀγῶνα καὶ συμμαχούσης Ἀθηνας νικᾶ τὰ πάντα ὑποστρέφων δὲ πεντήκοντα νεανιας ἐνεδρεύοντας αὐτον. συλλαβὼν ἀναιρεῖ ⁑ On Iliad 4.378: προς τείχεα Θήβης : Θῆβαι εἰσὶν αἱ πᾶσαι τρεῖς ὧν μέμνηται ὁ ποιητὴς καὶ μία μὲν ὧν ποιεῖται νῦν λόγον Ὑποπλάκιοι ὧν μέμνηται ἐν τῇ καὶ τῇ καὶ αἱ Αἰγύπτιοι περὶ ὧν φησὶν ἐν τῇ ⁑ Interlinear scholia On Iliad 4.359: περιττον ὑπερέχον περισσῶς: On Iliad 4.384: τὸ ἐπὶ περιττον Intermarginal scholia On Iliad 4.367: οὕτως εστήκει Ϊακως Ἀρίσταρχος On Iliad 4.384: ὅτι ἀντι τοῦ ἄγγελον ⁑ Interior scholia On Iliad 4.384: πλησιασαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδέα πρὸς αὐτοὺς ἐντευξόμενον δηλον ὅτι αὐτοις τοῖς Θηβαίοις περι ὡν ενόμιζον ἐγκαλεῖ οἱ Αχαιοι ⁑ Venetus A (Marciana 454 = 822), folio 59, recto Iliad 4.385-4.409 4.385 αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμείωνας 4.386 δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης : 4.387 ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱ̈ππηλάτα Τυδεὺς 4.388 τάρβει μοῦνος ἐὼν πολέσιν μετα Καδμείοισιν : 4.389 ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο: πάντα δ' ἐνίκα 4.390 ῥηϊδίως, τοίη οἱ ἐπίρροθος ῆεν Ἀθήνη : 4.391 οἱ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵ̈ππων 4.392 ὰψ ἀναερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες 4.393 κούρους πεντήκοντα. δύω δ' ἡγήτορες ἦσαν: 4.394 Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν. 4.395 υἱός τ' Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης : 4.396 Τυδεὺς μὲν καὶ τοῖσιν, ἀεικέα πότμον ἐφἧκε: 4.397 πάντας ἔπεφν', ἕνα δ' οἶον ἵ̈ει οἶκον δὲ νέεσθαι: 4.398 Μαίον' ἀρα προέηκε θεῶν τεράεσσι πιθήσας: 4.399 τοῖος ἔην Τυδεὺς Αἰτώλιος : ἀλλὰ τὸν υἱὸν 4.400 γείνατο εἷο χέρεια μάχῃ: ἀγορῇ δέ τ' ἀμείνων: 4.401 Ὡς φάτο. τὸνδ' οὔ τι προσέφη κρατερὸς Διομήδης 4.402 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο: 4.403 τὸνδ' υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο: 4.404 Ἀτρείδη : μὴ ψεύδε' ἐπιστάμενος σάφα εἰπεῖν: 4.405 ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι: 4.406 ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο 4.407 παυρότερον λαὸν ἀγαγόνθ' ὑπὸ τεῖχος ἄρειον: 4.408 πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ: 4.409 κεῖνοι δὲ, σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο: Scholia to Iliad 4.385-4.409 Main scholia On Iliad 4.400: ἀγορῄ δέ τ' ἀμείνω: Ἀντίμαχος φησὶ παρὰ συφόρβοις ἀνα τετραφθαι Τυδέα , Εὐριπίδης : οὐκ ἐν λόγοις ἢν δεινος ἀλλ' ἐν ἀσπίδι πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν αὐτὸν φησὶν ἵνα προς τὴν ἀπολογίαν ὀκνήση: διὸ οὐδὲν προσφθέγγεται ὁ Διομήδης ⁑ On Iliad 4.405: περιφραστικῶς τοῦ Ετεοκλεους ⁑ On Iliad 4.405: ἡμεῖς τοι πατέρων : περι ἑαυτοῦ λέγει Σθένελος καὶ Διομήδης . οὗτοι γὰρ ἔκγονοι τῶν Ἐπιγόνων ἐστρατεύκεισαν ἐπὶ Ί̈λιον : Ἐπίγονοι δὲ ἐκλήθησαν τῶν ἐπι Θήβας στρατευσαμενων οἱ παῖδες ⁑ Interlinear scholia On Iliad 4.403: ὁ Σθένελος Intermarginal scholia On Iliad 4.395: γράφεται Λυκοφοντης On Iliad 4.400: συν τῷ ν ἀμείνων Ἀρισταρχος ἵνα καθ εαυτὸ λέγηται ἐκπληκτικῶς ἐλλείπει δὲ τὸ ἐστιν ρημα ⁑ On Iliad 4.404: τὸ πλῆρες ἔστι μὴ ψεύδεο ἀρκεῖ οὖν ἡ οξεῖα ⁑ Interior scholia On Iliad 4.394: οὕτως Μαίων βαρυτόνως εἰς ἀποφυγην τοῦ εθνικου ⁑ Exterior scholia On Iliad 4.400: ἀμείνω: Venetus A (Marciana 454 = 822), folio 59, verso Iliad 4.410-4.434 4.410 τῶ μή μοι πατέρας πόθ' ὁμοίῃ ἔνθεο τιμῇ: 4.411 Τὸν δ`' ἂρ ὑπόδρα ἰ̈δὼν προσέφη κρατερὸς Διομήδης . 4.412 τέττα σιωπῇ ἧσο. ἐμῷ δ' ἐπιπείθεο μύθῳ: 4.413 οὐ γὰρ ἐγὼ, νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν 4.414 ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς : 4.415 τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν Ἀχαιοὶ 4.416 Τρῶας δῃώσωσιν: ἕλωσί τε Ἴ̈λιον ἱ̈ρήν : 4.417 τούτῳ δ' αὖ, μέγα πένθος Ἀχαιῶν δῃωθέντων. 4.418 ἀλλά γε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς: 4.419 ῆ ῥα: καὶ ἐξ ὀχέων συν τεύχεσιν ἆλτο χαμᾶζε: 4.420 δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος 4.421 ὀρνυμένου: ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν: 4.422 Ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης 4.423 ὄρνυτ' ἐπασσύτερον, Ζεφύρου ὑπὸ κινήσαντος: 4.424 πόντῳ μέν τε πρῶτα κορύσσεται: αὐτὰρ ἔπειτα 4.425 χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει: ἀμφι δέ τ' ἄκρας 4.426 κυρτὸν, ἐὸν κορυφοῦται: ἀποπτύει δ' ἁλὸς ἄχνην. 4.427 ὡς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες 4.428 νωλεμέως πόλεμον δέ: κέλευε δὲ οἷσιν ἕκαστος 4.429 ἡγεμόνων: οἱ δ' ἄλλοι ἀκὴν ΐσαν: οὐδέ κε φαίης 4.430 τόσσον λαὸν ἕπεσθαι ἔχοντ' ἐν στήθεσιν αὐδήν: 4.431 σιγῇ δειδιότες σημάντορας: ἀμφι δε πᾶσι 4.432 τεύχεα ποικίλ' ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο: 4.433 Τρῶες δ`: ὥς τ' ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ 4.434 μυρίαι: ἑστήκωσιν ἀμελγόμεναι γάλα λευκὸν. Scholia to Iliad 4.410-4.434 Main scholia On Iliad 4.421: ὀρνυμένου, τοῖς ἄνω προσδότεον τὸ ὀρνυμενου καὶ στικτέον προ αὐτοῦ τελείαι δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτῷ τελείας στιγμης προ αυτου οὔσης. ἵν, ᾖ ὁ λόγος ὁρμῶντος αὐτοῦ καὶ τὸν ἀνδρεῖον φόβος κατέλαβεν ⁑ On Iliad 4.412: ᾗσο: οὐκ έπρεπεν αὐτὸν εἰσ πόλεμον προ ερχόμενον καθέζεσθαι: βέλτιον οὖν λέγειν τὸ μετα σιωπῆς ἔσο ⁑ On Iliad 4.423: ‡ Ζεφύρου ὑπο κινήσαντος: Πτολεμαῖος ὁ του Ἀριστονίκου καὶ Νικιας καὶ Τυραννίων ἀναστρέφουσιν: οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν προθεσιν ἔνθεν καὶ φυλάσσεται ὁ τὸνος ὁμοιως τῷ έσκεν ὑφ ἡνίοχος Ποσειδάωνος ὑποδμώς ⁑ On Iliad 4.429: ἡγεμόνων: ἡ διπλῆ ὅτι ὡς πρὸς ὑποκείμενον πρόσωπον λέγει οὐδέ κε φαίης ἀντὶ τοῦ οὐδὲ φαίη τίς ἄν . τὸ δὲ εξης εστιν οἱ δ' ἄλλοι ἀκὴν ἴσαν σημάντορας δεδιότες τὰ δὲ ἄλλα δια μέσου ⁑ On Iliad 4.426: ἀποπτύει δ' ἁλὸς ἄχνην: πτύελον γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρος ὃν ἐρευγομενη ἐκχεῖ: ἄλλοι δὲ καὶ φύκιον φασίν ⁑ On Iliad 4.433: πολυπαμονος: πάματα καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι ἐκτεινομενου τοῦ α ⁑ Interlinear scholia On Iliad 4.433: πολυκτήμονος: Intermarginal scholia On Iliad 4.412: δασυντέον τὸ ἧσο ⁑ On Iliad 4.426: Ἀρίσταρχος δια τοῦ ϊ ϊόν : Interior scholia On Iliad 4.416: ὅτι θηλυκως τὴν Ἴλιον : Exterior scholia On Iliad 4.413: νεμεσῶ. δοτικός Venetus A (Marciana 454 = 822), folio 60, recto Iliad 4.435-4.459 4.435 ἀζηχὲς μεμακυῖαι: ἀκούουσαι ὄπα ἀρνῶν: 4.436 ὡς Τρώων ἀλαλητὸς ἀνα στρατὸν εὐρὺν ὀρώρει: 4.437 οὐ γαρ δὴ πάντων ῆεν, ὁμὸς θρόος οὐδ' ἴ̈α γῆρυς: 4.438 ἀλλὰ γλῶσσ' ἐμέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες: 4.439 ὦρσε δὲ τοὺς μὲν Ἄρης : τοὺς δὲ γλαυκῶπις Ἀθήνη : 4.440 Δεῖμός τ': ἠδὲ Φόβος . καὶ Ἔρις ἄμοτον μεμαυῖα 4.441 Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε: 4.442 ἥ τ' ὀλίγη μὲν πρῶτα κορύσσεται: αὐτὰρ ἔπειτα 4.443 οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει: 4.444 ἥ σφιν, καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ 4.445 ἐρχομένη καθ ὅμῑλον: ὀφέλλουσα στόνον ἀνδρῶν: 4.446 Οἱ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ΐκοντο. 4.447 σύν ρ' ἔβαλον ῥινοὺς: σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν 4.448 χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι 4.449 ἔπληντ' ἀλλήληισι: πολὺς δ' ὀρυμαγδὸς ὀρώρει: 4.450 ἔνθα δ`' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν. 4.451 ὀλλύντων τὲ καὶ ὀλλυμένων. ῥέε δ' αἵματι γαῖα: 4.452 ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι, ῥέοντες: 4.453 ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ 4.454 κρουνῶν ἐκ μεγάλων, κοίλης ἔντοσθε χαράδρης: 4.455 τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμὴν: 4.456 ὡς τῶν μισγομένων γένετο ἰ̈αχή τε φόβος τε: 4.457 Πρῶτος δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν 4.458 ἐσθλὸν ἐνὶ προμάχοισι: Θαλυσιάδην Ἐχέπωλον : 4.459 τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης: Scholia to Iliad 4.435-4.459 Main scholia On Iliad 4.439-4.440: ὦρσε δὲ τοὺς μὲν Ἄρης : αἱ διπλαὶ ὅτι δια μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθηνᾶν καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεος υἱοί: πλανηθεὶς δὲ Ἀντίμαχος ἵππων Ἄρεος ὀνόματα ἀποδέδωκεν Δειμός τ' ἠδὲ Φόβος πόδας αἰνέτω υἷε θυέλλης ⁑ On Iliad 4.440: ἄμοτον: ἀπλήρωτον ἀφ οὗ καὶ μότα τὰ ἐπιθέματα τοῖς κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκος ⁑ On Iliad 4.448: χαλκεοθωρήκων: ὅτι ἐξ επαναλήψεως λέγει ἀτὰρ ἀσπίδες: προ εἴρηκεν γὰρ σύν ῤ ἔβαλον ῥινούς ⁑ On Iliad 4.449: ὀρυμαγδός ὀρυμαγδος ἐστι πολεμου ῆχος ἔχων κτύπον ὄπλων: στρατιωτων ἀλαλαγμὸν ἡγητόρων παράκλησιν εὐχὴν ἀγωνιώντων: οἱμωγην ἀπολλυμενων θρῆνον ἐπι πεπτωκόσιν: ἔστιν οὖν ὀρυμαγδος ἔνθα όρνυται όμαδος ⁑ On Iliad 4.452: χείμαρροι: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύνει ἐπεὶ τὸ ενικον ἐστι χειμάρρους : Νικίας δὲ ὡς εὔζωνοι καὶ μήποτε πιθανώτερον ἵνα ἐκ του χειμάρροος ᾖ γεγονὸς εἶ γε μᾶλλον ἐντελέστερον: οἱ δὲ τὸ ἑνικον ἐν τῇ συνθέσει ἤπερ τὸ συνειλημμενον ὅσσους Ἑλλήσποντος ἀγάρροος στήῃ ἐπ' ὠκυρρόῳ ποταμῷ ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀψορρόου Ὠκεανοῖο σπανίως δὲ τὸ έτερον χειμάρρους κατ ὄρεσφιν ὄπαξεν ποταμῷ πληθοντι εοικως χειμάρρω : τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος ὤθει δ' ἐν σάκεϊ πίπτον ῥόος ⁑ On Iliad 4.454: χαράδρης: τῆς ἐγχαράξεως τοῦ ἐδάφους τῆς γιγνομένης ἀπο τῶν καταφερομένων ὀμβρίων ὑδάτων: εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος ⁑ On Iliad 4.457: πρῶτος δ' Ἀντίλοχος : ὅτι οὐ κατα τὸ ἐσθλὸν πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει ἄλλ ὅτι τάχιστον αὐτὸν παρασυνίστησι δια τῶν ἄλλων καὶ εὐκίνητον: On Iliad 4.458: ἐσθλὸν ἐνι προμάχοισι: κύριον τὸ δεύτερον. ἐπιθετικῶς γὰρ ὅτε φησὶ ταχύπωλον λέγει καὶ ἐλαιοπώλους : καὶ πατρωνυμικοῖς ἀντι κυρίων οὐ χρᾶται ὅτι μὴ ἐπὶ τοῦ καὶ Αργεάδην πολύμηλον : πῶς οὐ κ' Αἴας πρῶτος ἠ Διομήδης ἀριστεύει: καὶ φασίν: ὅτι Πύλιοι πρῶτοι συνέρρηξαν: ἄλλοι δὲ. ὅτι ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμος καὶ ταχὺς ὑπόκειται. εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπ ελάσσονος ἦρχθαι τὸν ποιητην τὸ τῆς τύχης αἰνισσόμενον κράτος ⁑ Intermarginal scholia On Iliad 4.435: μηκώμεναι On Iliad 4.456: Ἀρίσταρχος ιαχη τε πόνος τε οὐ γὰρ γέγονε πω φυγη ⁑ On Iliad 4.457: συναπτέον κόρυς τὴν εσθλον ἵν ῆ τὰ ἑξης Interior scholia On Iliad 4.451: ὅτι πρὸς τὸ δεύτερον πρῶτον ἀπηντηκεν ἡ γὰρ εὐχωλὴ τῶν ὀλλύντων ⁑ On Iliad 4.453: τὸ ἄγγος εἰς ὃ μιγνυνται οἱ ποταμοί ⁑ On Iliad 4.456: ὅτι τὴν μετὰ δέους φυγην φόβον εἰρηκεν ⁑ On Iliad 4.458: ὅτι ἀδηλον ποτερον κύριον ὁ Θαλυσιάδης ἥ ὁ Ἐχεπωλος ⁑ Venetus A (Marciana 454 = 822), folio 60, verso Iliad 4.460-4.485 4.460 ἐν δὲ μετώπῳ πῆξε: πέρησε δ' ὰρ ὀστέον εἴσω 4.461 αἰχμὴ χαλκείη. τὸν δὲ σκότος ὄσσε κάλυψεν: 4.462 ἤριπε δ' ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ: 4.463 τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ 4.464 Χαλκωδοντιάδης , μεγαθύμων ἀρχὸς Ἀβάντων : 4.465 ἕλκε δ' ὑπ' ἐκ βελέων. λελιημένος ὄφρα τάχιστα 4.466 τεύχεα συλήσειε. μίνυνθα δέ οἱ γένεθ' ὁρμή: 4.467 νεκρὸν γάρ ῤ ἐρύοντα ἰ̈δὼν μεγάθυμος Ἀγήνωρ . 4.468 πλευρά; τά οἱ κύψαντι παρ' ἀσπίδος ἐξεφαάνθη 4.469 οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα: 4.470 ὡς τὸν μὲν λίπε θυμὸς. ἐπ' αὐτῷ δ' ἔργον ἐτύχθη 4.471 ἀργαλέον Τρώων καὶ Ἀχαιῶν : οἱ δὲ λύκοι ὣς 4.472 ἀλλήλοις ἐπόρουσαν. ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν: 4.473 Ἔνθ' ἔβαλ' Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας . 4.474 ἠΐθεον: θαλερὸν: Σιμοείσιον : ὅν ποτε μήτηρ 4.475 Ἴδηθεν κατιοῦσα παρ' ὄχθῃσιν Σιμόεντος 4.476 γείνατ'. ἐπεί ῥα τοκεῦσιν ἅμ' έσπετο μῆλα ἰ̈δέσθαι: 4.477 τούνεκά μιν κάλεον Σιμοείσιον : οὐδὲ τοκεῦσι 4.478 θρέπτρα φίλοις ἀπέδωκε: μινυνθάδιος δέ οἱ αἰὼν 4.479 ἔπλεθ'. ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι: 4.480 πρῶτον γάρ μιν ἰ̈όντα βάλε στῆθος, παρα μαζὸν 4.481 δεξιὸν: ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος 4.482 ἦλθεν: ὁ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος, ὣς. 4.483 ἥ ῥά τ' ἐν, εἱαμενῇ ἔλεος μεγάλοιο πεφύκει 4.484 λείη: ἀτάρ τέ οἱ ὄζοι ἐπ ακροτάτῃ πεφύᾱσι: 4.485 τὴν μέν θ' ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ Scholia to Iliad 4.460-4.485 Main scholia On Iliad 4.463: ‡ τὸν δὲ πεσόντα: ὅτι ἀπο τῆς πληγῆς πέπτωκε τοὺς γὰρ πόδας τοῖς πολεμίοις δέδωκεν ⁑ On Iliad 4.465-4.466: ἔλκε δ' ὑπ εκ βελέων: διαστολῆ βραχεῖα βελεών: τἄλλα δὲ συναπτέον λελιημενος ὄφρα τάχιστα ⁑ On Iliad 4.475: Ἴ̈δηθεν : Ἴδη ἐστιν ὄρος ὑψηλότατον Τροίας , ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης ἀπο Ἴδης τῆς τὸν Δια θρεψάσης νύμφης: Δίδυμος δὲ πάντα τὰ ὄρη ἴδας λέγει ἀπο τοῦ δύνασθαι ἀπ αυτῶν πάντα καθορᾶν ⁑ On Iliad 4.478: θρέπτρα φίλοις: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ρ λέγεται δὲ θρέπτα τὰ τεθραμμένα : θρεπτρα δὲ σὺν τῷ ρ τὰ θρεπτήρια ὥσπερ λύτρα τὰ λυτήρια ⁑ On Iliad 4.483: ἐν εἱαμενῇ: ἐν καθύδρῳ καὶ βοτανώδει τόπω: ὡνομάσθη δὲ ἀπο τῆς ἐγέρσεως αὐτων καὶ ἀναδόσεως, παρα τὴν ἔσιν: ἠ ρεῖαμενή τις οῦσα ὁ καταρρεόμενος τόπος κατὰ ἀφαίρεσιν τοῦ ρ ἤ γέγονεν ἀπὸ τοῦ ημένη ὁ ὁμαλὸς τόπος ὡς δεξάμενος δεξαμενη : ἀκεσσάμενος ἀκεσσαμενή : εἶτα κατα διάλυσιν τοῦ η εἰς ε καὶ α εαμενή ὡς ήλω εάλω ήγη εάγη καὶ κατὰ πλεονασμον τοῦ ϊ ϊαμενη ἐστιν δὲ λέγει τὴν ἀνάδοσιν τῶν φυγῶν ⁑ Interlinear scholia On Iliad 4.484: ποώδη τόπω Intermarginal scholia On Iliad 4.468: τὸ ἑξῆς πλευρὰ οὔτησε τα δε λοιπά δια μέσου ⁑ On Iliad 4.483: τὸ εἱαμενὴ δασυντεον ἀπο τῆς έσεως : Venetus A (Marciana 454 = 822), folio 61, recto Iliad 4.486-4.511 4.486 ἐξέταμ', ὄφρα ΐτυν κάμψῃ περικαλλέϊ διφρῳ: 4.487 ἡ μέν τ', ἀζομένη κεῖται ποταμοῖο, παρ' ὄχθας: 4.488 τοῖον ὰρ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν 4.489 Αἴας διογενής: τοῦ δ' Ἄντιφος αἰολοθώρηξ 4.490 Πριαμίδης καθ' ὅμῑλον ἀκόντισεν, ὀξέϊ δουρί: 4.491 τοῦ μὲν ἅμαρθ', ὁ δὲ Λεῦκον . Ὀδυσσέος ἐσθλὸν ἑταῖρον 4.492 βεβλήκει βουβῶνα: νέκυν ἑτέρωσ' ἐρύοντα: 4.493 ἤριπε δ' ἀμφ' αὐτῷ: νεκρὸς δέ οἱ ἔκπεσε χειρός: 4.494 τοῦ δ' Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη: 4.495 βῆ δὲ διὰ προμάχων. κεκορυθμένος αἴθοπι χαλκῷ: 4.496 στῆ δὲ μάλ' ἐγγὺς ἰ̈ὼν. καὶ ἀκόντισε δουρὶ φαεινῷ 4.497 ἀμφὶ ἓ παπτήνᾱς, ὑπο δὲ Τρῶες κεκάδοντο 4.498 ἀνδρὸς ἀκοντίσσαντος, ὁ δ' οὐχ ἅλιον βέλος ἧκεν: 4.499 ἀλλ' υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα . 4.500 ὅς οἱ, Ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων: 4.501 τόν ρ' Ὀδυσεὺς . ἑτάροιο χολωσάμενος. βάλε δουρὶ 4.502 κόρσην: ἡ δ`' ἑτέροιο δια κροτάφοιο πέρησεν 4.503 αἰχμὴ χαλκείη. τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε: 4.504 δούπησεν δὲ πεσὼν: ἀράβησε δὲ τεύχε' ἐπ αυτῷ. 4.505 χώρησαν δ`' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ : 4.506 Ἀργεῖοι δὲ μέγ ἰ̈άχον: ἐρύσαντο δὲ νεκρούς: 4.507 ἴ̈θυσαν δὲ πολὺ προτέρω: νεμέσησε δ' Ἀπόλλων 4.508 Περγάμου ἐκκατιδών. Τρώεσσι δὲ κέκλετ' ἀΰσας: 4.509 ὄρνυσθ' ἱ̈ππόδαμοι Τρῶες , μὴδ' είκετε χάρμης 4.510 Ἀργείοις . ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος. 4.511 χαλκὸν ἀνασχέσθαι τὰμεσίχροα βαλλομένοισιν: Scholia to Iliad 4.486-4.511 Main scholia On Iliad 4.497: ἀμφι ε παπτήνας. δασυντεον τὸ ε καὶ ορθοτονητέον μεταλαμβάνεται γὰρ εἰς σύνθετον ⁑ On Iliad 4.499: ‡ νόθον: τὸν οὐ γνήσιον υἱὸν ἀλλ' εκ παλλακίδος ὄντα: αἱ γὰρ παιδοποιΐαι παρα τῷ ποιητῇ λέγονται τετραχῶς: ὁ μὲν γνησιος ὁ δὲ νόθος καλεῖται παῖς καὶ ἄλλος σκότιος καὶ ἄλλος παρθενιος. γνησιος οῦν μὲν καλεῖται. ὁ ἐκ νομίμων γάμων. νόθος δὲ ὁ ἐκ παλλακῆς: καὶ φησὶν εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω , σκότιος δὲ ὁ ἐκ λαθραιας μίξεως οἷον σκότιον δὲ γείνατο μήτηρ : παρθενιος δὲ ὁ ἐκ τῆς παρθενοῦ ἔτι νομιζομενης γεννώμενος ὡς τὸ παρθενιος τὸν ετικτε χωρῶ καλὴ Πολυμήλη : γίνεται δὲ νόθος νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος ⁑ On Iliad 4.500: παρ' ἵππων ὠκειάων: ἐξ εκείνου τοῦ τόπου ἐν ᾧ ἵπποι ἐγεννῶντο ταχεῖς: εἶπεν δὲ ὅτι εκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου ⁑ On Iliad 4.502: κόρσην: τὸν κρόταφον: ἐπι κόρσης γὰρ λέγουσιν οἱ Αττικοὶ τὴν γνάθον. καὶ ἑτέροιο διὰ κροτάφοιο ὡς οὖν έλλος ἔλαφος κόρση κόρταφος καὶ κρόταφος. ἡ διπλῆ δὲ. δι' ὅτι προειπὼν τὴν κεφαλὴν διέσταλκεν κατα μερος τὸν κρόταφον ⁑ On Iliad 4.503: τόν δε σκότος ὄσσε κάλυψεν: σολυκισμὸς παρα τὰς πτώσεις. ἔδει γὰρ εἰπεῖν τοῦ δὲ σκότος ὄσσε κάλυψεν ⁑ On Iliad 4.508: Περγάμου ἐκκατιδών: ἐκ τῆς ἀκροπόλεως προσχων. Ὅμηρος δὲ μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμον καλεῖ. οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις ἰστέον δὲ ὅτι οἱ παλαιοὶ κτίζοντες τᾶς πολεῖς ἐν τοῖς ὑψηλοτέροις τόποις ἀκροπόλεις ἐποίουν δια τὸ εκεῖσε προσφεύγειν ἀπο των κοιλοτέρων τόπων τοὺς ενοικοῦντας ἐν τοῖς κατακλυσμοῖς ⁑ Interlinear scholia On Iliad 4.511: ὑπομεῖναι Intermarginal scholia On Iliad 4.490: ἐν αλλω ακοντισε δουρὶ φαεινῳ ⁑ Interior scholia On Iliad 4.497: ἑαυτὸν On Iliad 4.500: ὅτι οὐ λέγει ὡς ἑν Ἀβύδω ἱπποτροφίων όντων τοῦ Πριάμου ⁑ Venetus A (Marciana 454 = 822), folio 61, verso Iliad 4.512-4.536 4.512 οὐ μὰν οὐδ' Ἀχιλεὺς , Θέτιδος παῖς ἠϋκόμοιο 4.513 μάρναται: ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει: 4.514 Ὡς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός: αὐτὰρ Ἀχαιοὺς 4.515 ῶρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια , 4.516 ἐρχομένη καθ' ὅμῑλον, ὅθι μεθίεντας ἴ̈δοιτο: 4.517 Ἔνθ' Ἀμαρυγκείδην Διώρεα μοῖρ' ἐπέδησε. 4.518 χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι 4.519 κνήμην δεξιτερήν: βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν. 4.520 Πείρως Ϊμβρασίδης . ὃς ἂρ Αἰνόθεν εἰληλούθει: 4.521 ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς 4.522 ἄχρις ἀπηλοίησεν: ὁ δ' ὕπτιος ἐν κονίῃσι 4.523 κάππεσεν: ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας: 4.524 θυμὸν ἀποπνείων. ὁ δ' ἐπέδραμεν: ὅς ρ' ἔβαλέν περ 4.525 Πείρως : οῦτα δὲ δουρὶ παρ' ὀμφαλόν . ἐκ δ' ἄρα πᾶσαι 4.526 χύντο χαμαὶ χολάδες. τὸν δὲ σκότος ὄσσ' ἐκάλυψεν: 4.527 Τὸν δὲ Θόας Αἰτωλὸς ἐπεσσύμενον βάλε δουρὶ 4.528 στέρνον ὑπὲρ μαζοῖο, πάγη δ' ἐν πνεύμονι χαλκός: 4.529 ἀγχίμολον δέ οἱ ἦλθε Θόας : ἐκ δ' ὄβριμον ἔγχος 4.530 ἐσπάσατο στέρνοιο: ἐρύσσατο δὲ ξίφος ὀξὺ: 4.531 τῷ ὅ γε γαστέρα τύψε μέσην: ἐκ δ' αίνυτο θυμὸν. 4.532 τεύχεα δ' οὐκ ἀπέδυσε, περίστησαν γὰρ ἑταῖροι 4.533 Θρήϊκες ἀκρόκομοι: δολὶχ ἔγχεα χερσὶν ἔχοντες: 4.534 οἵ ἑ μέγαν περ, ἐόντα: καὶ ἴφθιμον: καὶ ἀγαυὸν 4.535 ὦσαν ἀπο σφείων: ὁ δὲ χασσάμενος πελεμίχθη. 4.536 ὡς τώ γ' ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην Scholia to Iliad 4.512-4.536 Main scholia On Iliad 4.515: ‡ Τριτογένεια : ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις. ἡ ἐπι Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα ὅτι γεννηθεὶσαν ἔτρεσαν αὐτην οἱ θεοί ⁑ On Iliad 4.526: ‡ χῦντο χαμαὶ χολάδες: τὰ ἔντερα ἐπειδὴ εἰς αὐτὰ συρρεῖ ἡ ξανθὴ χολὴ τοῦτο μηχανησαμένης τῆς φύσεως προς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αυτης πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν: ἤμελλεν γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδεπότε ποιεῖν τὴν ἀπόκρισιν τοιαῦτα γὰρ τὰ νευρώδη πάντα: οἱ δὲ ἐτυμολόγησαν παρα τὸ χεῖσθαι οὐ καλῶς ⁑ On Iliad 4.534: οἵ ε μέγαν περ ἐόντα: ἐγκλητικῶς ἀναγνωστέον ἵνα εἰς ἁπλην ἀντωνυμίαν ἡ μετάληψις γένηται ⁑ On Iliad 4.535: ὠς ἂν ἀπο σφείων: ἡ διπλὴ προς τὸ σημαινόμενον ὅτι τὰ ἐμπησσόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον ἵνα ἐκπέση ⁑ Intermarginal scholia On Iliad 4.517: Ἀρίσταρχος μοῖρα πέδησε Ἰακῶς ⁑ On Iliad 4.521: ὅτι μεταφορικῶς τὸν ἀνένδοτον καὶ σκληρὸν ἀναιδές λέγει ⁑ On Iliad 4.523: βραχεῖα διαστολή μετα τὸ ῥῆμα ⁑ On Iliad 4.527: Ἀρίσταρχος δια τοῦ α ἀπεσσύμενον ἀπιόντα τὸν Πείρωια ἐν δὲ τῇ ἑτέρᾳ ἑπεσσύμενον ἵνα ἐπι τοῦ Θόαντος λέγηται ἄτοπος δὲ τέλεον ἡ φερομένη ἐπεσσύμενον ⁑ On Iliad 4.538: συναπτέον ἕως τοῦ ἡγεμόνες ⁑ Interior scholia On Iliad 4.527: ὅτι τὸ βάλε ἐκ βολῆς ετρωσε ⁑ Exterior scholia On Iliad 4.516: μεθιέντας Venetus A (Marciana 454 = 822), folio 62, recto Iliad 4.537-5.8 4.537 ἤτοι ὁ μὲν Θρῃκῶν : ὁ δ' Ἐπειῶν χαλκοχιτώνων 4.538 ἡγεμόνες: πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι: 4.539 Ἔνθά κεν οὔ, κ έτι. ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν 4.540 ὅς τις έτ' ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ 4.541 δινεύοι κατὰ μέσσον: ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη 4.542 χειρὸς ἑλοῦσ', αὐτὰρ βελέων: ἀπερύκοι ἐρωήν: 4.543 πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ 4.544 πρηνέες ἐν κονίῃσι παρ' ἀλλήλοισι τέταντο ⁑ 5.title ἰλίαδος ε 5.1 Ἔνθ'. αῦ Τυδείδῃ Διομήδηϊ̆ Παλλὰς Ἀθήνη 5.2 δῶκε μένος καὶ θάρσος. ἵ̈ν' ἔκδηλος μετα πᾶσιν 5.3 Ἀργείοισι γένοιτο: ἰ̈δὲ κλέος ἐσθλὸν ἄροιτο: 5.4 δαῖέ, οἱ, ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ 5.5 ἀστέρ' ὀπωρῑνῷ ἐναλίγκιον, ὅς τε μάλιστα 5.6 λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο: 5.7 τοῖόν, οἱ, πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων: 5.8 ῶρσε δέ μιν κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο: Scholia to Iliad 4.537-5.8 Main scholia On Iliad 4.539: ‡ ἔνθά κεν οὐκέτι ἔργον: ὅτι περισσὸς ὁ κεν καὶ ὅτι ῥῆμα καὶ χρόνος ἐνήλλακται: ἱστέον δὲ ὅτι ὁ Ἀσκαλωνίτης βαρύνει τὴν ου ἀπόφασιν οὐκέτι ἵνα: ᾗ τὸ ἑξης ἀρχῆ έτι : φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις ἐν παρ αλλήλοις οὐκ ἔτι εν παραλλήλοις δύο ὀξείαις. ἵνα τρία μέρη λόγου γένηται οὗ καὶ ὁ κε σύνδεσμος καὶ τὸ τί ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσατο καὶ φανέντα: ὅτι διαλόγον τοιοῦτον τὸ ἔτι μόριον μετὰ τοῦ οὐχὶ ἔννοιαν ἀναδέχεται τοι αύτην ἀπόφασιν γεγονότος πράγματος, οἷον οὐκέτι φιλολογεῖ πρότερον γάρ τις ἐφιλολόγει οὐκέτι περιπατεῖ : ἐὰν οὐν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο. τοιοῦτό τι παραληψόμεθα : ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἢν τὸ ἔργον, νῦν δὲ οὐκ ἔτι . ἔνθεν οἶμαι τρία μέρη λόγου παρελάμβανον: οἱ δὲ κατα παρολκην τὸ ἔτι οἷον τὸ ἐν τῇ ἔνθ' οὐκ ἔτι ἥνδανε νύμφη ⁑ On Iliad 4.541-4.542: δινεύοι κατα μέσον: διασταλτέον μέσον, καὶ ἑλοῦσα ἤρτηται γὰρ ὁ λόγος ἐκ τῶν προκειμένων. ἵν' ᾖ ἡ διάνοια τότε ἄν τις πάντα τὰ τῆς μάχης ἔργα κατεπλάγη παρατυχὼν εἴ γε τις ἄτρωτος διὰ μέσων ἐδύνατο πορευθῆναι ἦγε δὲ αὐτον ἡ Ἀθηνᾶ ἁπτομένη τῆς χειρος τὰ φερόμενα ἀπέτρεπε βέλη ⁑ On Iliad 5.1: ἐνθ' αὖ Τυδείδῃ Διομήδεϊ πῶς ἐν τῷ Καταλόγῳ δευτερον εἰπὼν Ἀχιλλέως Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ τούτῳ τῷ δὲ Διομηδει ἀνατίθεται, ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατα πᾶσαν μάχην ἧν ἄριστος: ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὡς ὑπο τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται: οἱ γὰρ νεανίσκοι καὶ θυμώδεις ὑπερεθισθέντες εἰς μεγάλην τὴν επίδοσιν ἀναφέρονται ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περι τῶν νεών⁑ On Iliad 5.2: δῶκει μένος καὶ θάρσος τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θαρσος τῆς ψυχῆς, ἵνα οὖν δύνηται καὶ θαρρῇ ἀμφότερα αὐτῷ ἔδωκεν: πολὺ γὰρ δύνανται μὲν οὐ θαρροῦσι δέ, θάρσος δέ ἐστι, κατὰ μὲν τοὺς Στωϊκοὺς φιλοσόφους, τὸ ἀσφαλῶς πεποιθέναι αὐτὸν, ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσῃ: κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν ὅσον ἐφ’ ἑαυτῷ: κατα δὲ τοὺς ἐξ Ακαδημείας καὶ τοὺς Ἐρετρικοὺς ἐπίστασθαι θαρραλαῖα: κατα δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρίους εὐσταθεῖν κατα διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς ὡς φησὶν ὁ ποιητὴς καὶ οἱ μυίης θάρσος ἐνί στήθεσσιν ἔθηκα : τί οὖν ἔστι θάρσος, τὸ εὔλογον παράστημα τῆς ψυχῆς θράσος δὲ τοὐναντίον δεόντως οὖν φησὶ μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ δύναμις τί ἐστιν ἄνευ θάρσους, οὔτε τὸ θάρσος ἄνευ δυνάμεως: ἱστέον δὲ ὅτι ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον: Θαρσῶ δὲ παρά τισι τιμᾶται ἡ Ἀθηνὰ , θάρσος δὲ τὸ υπο θεοῦ ἔπαρμα: οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος ἀλλα τὸ ἔμφυτον ηὔξησεν, συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα⁑ On Iliad 5.5: ἀκάματον Ζωῗλος ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου καὶ μέμφεται τῷ ποιητῇ ὅτι λίαν γελοίως πεπεοίηκεν ἐκ τῶν ὤμων τοῦ Διομήδους καιόμενον πῦρ: ἐκινδύνευσε γὰρ ἂν καταφλεχθεὶς ὁ ἥρως ἔνιοι μὲν οὖν παρειλῆφθαι τὸ ὡς κατα συνήθειαν τῷ ποιητῇ ὡς καὶ ἐν ἑτέροις ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς καὶ ἐνθάδε τὸ δαῖὲ οί ἀκάμαντον πῦρ ἵν’ ᾖ ὡς πυρὸς φαντασία οὐκ ἰ¨δικῶς πῦρ⁑ On Iliad 5.5: ἀστερ' ὀπωρινῷ ϊστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου ταύτη, ἠ ὁ μεν ἀστηρ ἐστιν ἓν σῶμα φύσεως θειοτέρας ἐννοιας ποιούμενος: ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα ὅπερ μιᾶ φαντασία ὄψεως ὑποπίπτει μετά τινος ἱστοριας τὴν ἀπόδοσιν ἔχον , οἶον ὁ διεζωκὼς δράκων τὰς δύο ἄρκτους, καὶ τὰ λοιπὰ: ταῦτα δὲ κεῖται ἐν τῷ ἀρκτικῷ κύκλω ὃς καὶ βόρειος καὶ ἀεὶφανὴς προσαγορεύεται: ὁ δὲ ἀντικείμενος τούτῳ κύκλος ἀνταρκτικὸς καὶ ἀφανὴς καὶ νότειος καλεῖται‡ On Iliad 5.6: Ὠκεανοῖο λείπει ἡ ἕξ, Ὠκεανὸς δὲ ὁ ὀρίζων παρα τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων, ὥσπερ δὲ ἐπὶ σωματων τὰ λαμπρότερα λελοῦσθαί φαμὲν καὶ ἐπι ἡλίου πέμψεν ἐπ' Ωκεανοῖο ῥοάων ⁑ Interior scholia On Iliad 4.540: ὅτι διέσταλκε τὸ οὔτασαι καὶ τὸ βαλεῖν ⁑ On Iliad 5.1: τότε ὅτε πολλοὶ ὄλοντο⁑ On Iliad 5.5: ὅτι τὸν Κῦνα λέγει αστέρα ὁ δὲ τὲ περισσος: On Iliad 5.6: ὅτι ἀντι τοῦ παμφαίνει πλεονάζει δε Ί¨βυκος τῷ τοιούτω ἐλλείπει δὲ ἡ εξ ⁑ Venetus A (Marciana 454 = 822), folio 62, verso Iliad 5.9-5.33 5.9 Ἦν δέ τις ἐν Τρώεσσι Δάρης : ἀφνειὸς ἀμύμων: 5.10 ἰ̈̄ρεὺς Ἡφαίστοιο : δύω δέ οἱ υἱέες ἤστην: 5.11 Φηγεὺς , Ἰ̈δαῖός τε μάχης εῦ εἰδότε πάσης: 5.12 τώ οἱ ἀποκρινθέντε ἐναντίω ὡρμηθήτην 5.13 τὼ μὲν ἀφ' ἵπποιϊν: ὁ δ' ἀπο χθονὸς ὤρνυτο πεζός: 5.14 οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ϊόντες. 5.15 Φηγεύς ῥα πρότερος προἵ̈ει δολιχόσκιον ἔγχος: 5.16 Τυδείδεω δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ 5.17 ἔγχεος. οὐδ' ἔβαλ' αὐτὸν. ὁ δ' ὕστερος ὤρνυτο χαλκῷ 5.18 Τυδείδης : τοῦ δ' οὐχ άλιον βέλος ἔκφυγε χειρὸς. 5.19 ἀλλ' ἔβαλε στῆθος μεταμάζιον. ῶσε δ' ἀφ' ἵππων: 5.20 Ἰ̈δαῖος δ' ἀπόρουσε λιπὼν περικαλλέα δίφρον: 5.21 οὐδ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο: 5.22 οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν: 5.23 ἀλλ' Ἥφαιστος ἔρυτο: σάωσε δὲ νυκτὶ καλύψας: 5.24 ὣς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴηι: 5.25 ἵππους. δ' ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς 5.26 δῶκεν ἑταίροισιν: κατάγειν κοῖλας ἐπὶ νῆας: 5.27 Τρῶες δὲ μεγάθυμοι: ἐπεὶ ἴ̈δον υἷε Δάρητος 5.28 τὸν μὲν ἀλευάμενον. τὸν δὲ κτάμενον παρ' ὄχεσφι. 5.29 πᾶσιν ὀρίνθη θυμὸς: ἀτὰρ γλαυκῶπις Ἀθήνη 5.30 χειρὸς ἑλοῦσ' ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα . 5.31 Ἆρες Ἄρες , βροτολοιγὲ, μιαιφόνε. τειχεσιπλῆτα: 5.32 οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς 5.33 μάρνασθ', ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ. Scholia to Iliad 5.9-5.33 Main scholia On Iliad 5.9: ‡ Δάρης ὡς Χάρης ὁμολογεῖ καὶ ἡ γενικὴ Δάρητος γὰρ ὡς Χάρητος : εἰ γὰρ ὀξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς , ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα ἓν ἔχοντας σύμφωνον εἰς ους περατοῦται κατὰ τὴν γενικήν σαφοῦς πρηνοῦς πρυλοὺς φραδοὺς φραδέος νόου ἔργα τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματος κλίσις περι δὲ τοῦ ψίλητος παρ' Αἰσχύλῳ , καὶ τοῦ Κουρῆτες τ' ἐμάχοντο . καὶ τοῦ κριτὴς ἐν τοῖς Περι ὀνομάτων ἀποδώσομεν τὸν λόγον: γέγονε δὲ τὸ Δάρης ἤτοι παρα το δείρω καὶ ἐκδείρω εοικὸς γὰρ ϊερεῖ. καὶ ἐχρήν γε αὐτῷ εἶναι Δέρης ὡς Φέρης , ἐτράπη οὖν το ε εἰς α . ἠ παρα τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ ⁑ On Iliad 5.9: ἢν δέ τις ἐν Τρώεσσι τοῦτο τὸ εῖδος διήγησις λέγεται τρεῖς δὲ ἀρεται διηγήσεως σαφήνεια συντομία πιθανότης ἄπερ ἐνέθηκεν, τὸ ἔθνος τὸ ὄνομα τὴν τυχην : τὸν τρόπον τὴν ἀρχήν τῶν παίδων τὰ ὀνοματα καὶ τὴν ἀρετήν ‡ On Iliad 5.19: μεταμάζιον οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ μεταφρενον καὶ ἐνωπιον παρῆκται δὲ παρα τὸ μαζός καὶ τὴν μετα ὡς παρα τὸ χθονός καὶ τὴν ἐπὶ ἐπιχθόνιος παρα ποταμὸν παραποτάμιος : γίνεται γὰρ καὶ ἀπο δύο λέξεων κατα παράθεσιν ἕν τι παραγωγον ὡς τὸ Νέαπολίτης καὶ ἄλλα μυρία⁑ On Iliad 5.20: Ἱδαῖος δ’ ἀπόρουσε κατηγορεῖ καὶ τούτου τοῦ τόπου ὁ Ζωΐλος ὅτι λίαν φησιν γελοίως πεποίηκεν ὁ ποιητης τὸν Ἰδαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα φεύγειν ηδύνατο γὰρ μᾶλλον ἐπι τοῖς ἵπποις: ἀλλα ῥητέον ὅτι κατέθορε μὲν τοῦ άρματος, ὡς ὑπερασπίσων τὸν ἀδελφόν εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ἐτράπη: οἱ δὲ λεγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον δια τοῦτο εᾷ τοὺς ἵππους ὅπως περι αυτοὺς γένηται, ἠ ὅτι οὐκ ἔπεισε τῷ συμφέροντι αἱ γὰρ φρένες ταραχθῆσαι παρέπλαγξαν καὶ τὸ σοφόν τοιοῦτος εὑρίσκεται παρ αυτῷ καὶ ὁ Ἀλεξανδρος ἑλκόμενος ὑπο τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπο τῆς κόρυθος καὶ τῆς παρούσης συμφορᾶς καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατα τοῦ πολεμίου: On Iliad 5.22: οὐδε γὰρ οὐδε κεν ἡ μία περισσὴ ἀπόφασις οὐδε γὰρ οὐδε βίη οὐδε γὰρ οὐδε Δρύαντος , καὶ ἐστιν ἡ μία μὲν ἐπι τοῦ πραγματος θατέρα δὲ ἐπι τοῦ προσώπου⁑ On Iliad 5.28: παρ όχεσφι τὸ παρ όχεσφι , προσδιδόασι τινὲς τοῖς ἑξῆς ἵν ᾖ παρ' όχεσφι πᾶσιν ὀρίνθη θυμός , καὶ λέγει τοὺς ἁρματηλάτας τεταράχθαι, καὶ ἀλλαχοῦ ἱππηλασθαι φησὶν ἤδη τὰ ἅρματα: βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι καὶ νοεῖν ἐκ τοῦ παρ όχεσφιν τὸν τόπον τῶν ἁρμάτων, ἡ καὶ κυρίως, τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατον ἅμα λέγεσθαι⁑ On Iliad 5.31: τείχεσιπλῆτα ὅτι Ζηνόδοτος γράφει τείχεσιβλῆτα ὁ τείχη καταβάλλων: Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλλειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν: καὶ ἔστιν ἐπιθετον ἀνάλογον τὸ παρὰ Στησιχώρῳ : πυλεμάχῳ ⁑ Interlinear scholia On Iliad 5.23: ψιλοῦται On Iliad 5.24: Ἀιωλικός On Iliad 5.29: ἀντὶ πάντων Intermarginal scholia On Iliad 5.14: ἀντι τοῦ ἐπ αλληλοις On Iliad 5.17: ἀντὶ τοῦ οὐκ επέτυχεν⁑ On Iliad 5.21: προς τὴν περίβασιν ὅτι κατα μεταφορὰν τὸ ὑπερμαχῆσαι καὶ τὸ ὃς Χρυσην ἀμφιβέβηκας τοιοῦτόν εστι On Iliad 5.27-5.28: προς τὸ σχημα εδει γὰρ τῶν υἱῶν Δαρητος τὸν μὲν αλευόμενον τὸν δὲ κτάμενον ⁑ On Iliad 5.31: παλιλογία⁑ Venetus A (Marciana 454 = 822), folio 63, recto Iliad 5.34-5.60 5.34 νῶϊ δὲ χαζώμεσθα: διὸς δ' ἀλεώμεθα μῆνιν: 5.35 ὡς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα : 5.36 τὸν μὲν ἔπειτά καθεῖσεν ἐπ' ἠϊόεντι Σκαμάνδρῳ : 5.37 Τρῶας δ' ἔκλιναν Δαναοί : ἕλε δ' ἄνδρα ἕκαστος 5.38 ἡγεμόνων. πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων 5.39 ἀρχὸν ἁλιζόνων Ὀδίον μέγαν ἔκβαλε δίφρου: 5.40 πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ: ἐν δόρυ πῆξε 5.41 ὤμων μεσσηγὺς. διὰ δὲ στήθεσφιν ἔλασσεν: 5.43 Ἰδομενεὺς δ' ἄρα Φαῖστον ἐνῄρατο Μῄονος υἱὸν 5.44 Βώρου : ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει: 5.45 τὸν μὲν ὰρ Ἰδομενεὺς δουρὶ, κλυτὸς ἔγχεϊ μακρῷ 5.46 νύξ' ἵππων ἐπιβησόμενον. κατα δεξιὸν ὦμον: 5.47 ἤριπε δ' ἐξ οχέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλε: 5.48 Τὸν μὲν ὰρ Ἰδομενῆος ἐσύλευον θεράποντες: 5.49 υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον , αἵμονα θήρης: 5.50 Ἀτρείδης Μενέλαος ἕλ' ἔγχεϊ ὀξυόεντι: 5.51 ἐσθλὸν θηρητῆρα: δίδαξε γὰρ Ἄρτεμις αὐτὴ 5.52 βάλλειν ἄγρια πάντα: τά τε τρέφει οὔρεσιν ὕλη: 5.53 ἀλλ' οὔ οἱ τότε γε, χραῖσμ' Άρτεμις ἰοχέαιρα: 5.54 οὐδὲ ἑκηβολίαι: ᾗσιν τὸ πρὶν γ' ἐκέκαστο: 5.55 ἀλλά μιν Ἀτρείδης δουρὶ, κλυτὸς Μενέλαος 5.56 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον ούτασε δουρί: 5.57 ὤμων μεσσηγύς δια δὲ στήθεσφιν ἔλασσεν: 5.58 ήριπε δὲ πρηνὴς. ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ: 5.59 Μηριόνης δὲ Φέρεκλον ἐνῄρατο, Τέκτονος υἱὸν 5.60 Ἁρμονίδεω , ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα Scholia to Iliad 5.34-5.60 Main scholia On Iliad 5.39: ‡ Ὀδίον μέγαν προ τέλους ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐστιν: τὸ δὲ προσηγορικὸν, ὀδίος ὡς σκότιος . βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπι κυρίων μὲν παροξύνειν ἐπι δὲ προσηγορικῶν προπαροξύνειν Τύχιος , Δολίος κἂν μὴ σχῇ διαστολὴν ὡς τὸ Χρομίος : Πτολεμαῖος μέντοι γε κὰν τῇ Ὀδυσσείᾳ ἀνεγίνωσκεν, Ἀλκίνοος δ' Ἁλίων προ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινὰ ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος Ξένιος , καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος ἡ δε διπλὴ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀδίου ⁑ On Iliad 5.44: Φαῖστον προπερισπᾶται ἐπὶ τοῦ ἥρωος ἐπι δὲ τῆς πόλεως ὀξύνεται ἐς Φαιστὸν μικρὸν δὲ λίθος ⁑ On Iliad 5.39: ἀρχὸν Ἁλιζόνων ἔθνους Θρακῶν ἄλλοι δὲ εἶπον αὐτὸ ἓν εἶναι τῶν περι τὴν Καρικὴν θάλασσαν οἰκούντων Περσῶν‡ On Iliad 5.56: ‡οὐδὲ ἑκηβολίαι οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι: ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν ὅτε περι τοῦ πῇ δὴ συνθεσίαι διελαμβάνομεν⁑ On Iliad 5.60: Ἁρμονίδεω ὅτι ὀνοματοθετικὸς ὁ ποιητὴς καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ, οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν κακεῖ Τερπιάδης δέ τ' ἀοιδός , καὶ ὅτι ἀμφίβολος, πότερον ὁ Φέρελος ἔπηξεν τὰς ναῦς ἠ ὁ Ἁρμονίδης ἐφ ἃ καὶ Ἀρίσταρχος φέρεται⁑ Intermarginal scholia On Iliad 5.46: προς τὸ φυγεῖν δηλονὅτι⁑ On Iliad 5.52: ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τυγχάνειν ⁑ On Iliad 5.53: ὅτι Ζηνοδοτος γράφει χραισμεν θανάτοιο πελωρα . ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον On Iliad 5.58: ὅτι απο τῆς πληγῆς πέπτωκε φεύγων καὶ τετραμμενος ἐπι στόμα: On Iliad 5.60: ἐν τῇ ετερᾳ τῶν Αρισταρχου δαίδαλα πολλὰ : Interior scholia On Iliad 5.39: δασυντέον τὸ Αλιζόνων οὐ γὰρ ϊστοροῦνται λεγόμενοι: On Iliad 5.44: πόλις Λυδίας ἡ νῦν Σαρδεις ⁑ Venetus A (Marciana 454 = 822), folio 63, verso Iliad 5.61-5.85 5.61 τεύχειν, ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη : 5.62 ὃς καὶ Ἀλεξανδρῳ τεκτήνατο νῆας ἐΐσας 5.63 ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο 5.64 οἷ τ' αὐτῷ. ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη. 5.65 τὸν μὲν Μηριόνης , ὅτε δὴ κατέμαρπτε διώκων, 5.66 βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἡ δὲ διαπρὸ 5.67 ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή. 5.68 γνὺξ δ' ἐριπ' οἰμώξας: θάνατος δέ μιν ἀμφ' ἐκάλυψε. 5.69 Πήδασον δ' ὰρ' ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν. 5.70 ὅς ῥα νόθος μὲν ἔην: πύκα δ' ἔτρεφε δῖα Θεανὼ 5.71 ἶσα φίλοισι τέκεσσι: χαριζομένη πόσεϊ ᾧ: 5.72 τὸν μὲν Φυλείδης δουρὶ, κλυτὸς ἐγγύθεν ἐλθὼν 5.73 βεβλήκει κεφαλῆς κατὰ ϊνίον ὀξέϊ δουρί: 5.74 ἀντικρὺ δ' ἂν' ὀδόντας, ὑπὸ γλῶσσαν τάμε χαλκός: 5.75 ήριπε δ' ἐν κονίης. ψυχρὸν δ' έλε χαλκὸν ὀδοῦσιν: 5.76 Εὐρύπυλος δ' Εὐαἰμονίδης . Ὑψήνορα δῖον, 5.77 υἱὸν ὑπερθύμου Δολοπίονος : ὅς ῥα, Σκαμάνδρου 5.78 ἀρητὴρ ἐτέτυκτο: θεὸς δ' ὡς τίετο δήμῳ. 5.79 τὸν μὲν ὰρ Εὐρύπυλος , Εὐαίμονος ἀγλαὸς υἱὸς 5.80 πρόσθεν ἕθεν φεύγοντα. μεταδρομάδην ἔλας' ὦμον 5.81 φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν: 5.82 αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε: τὸν δὲ κατ' όσσε 5.83 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή: 5.84 ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην: 5.85 Τυδείδην δ' οὐκ ὰν γνοίης ποτέροισι μετείηι: Scholia to Iliad 5.61-5.85 Main scholia On Iliad 5.64: ‡οἵ τ' αὐτῷ ἀθετεῖται ὅτι οὐχ ὑγειῶς ἐξενήνοχεν αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο ἑαυτῷ τὲ ἔδει γὰρ αὐτῷ τε: ἡ δέ οἱ ὀρθοτονεῖται νῦν δια τὴν ἀρχήν: οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται ὅμοιον δέ ἐστι τὸ ἀλλὰ τόδ' ἡμὲν ἐμοὶ πολὺ κάλλιον ἠδέ οι αὐτῷ ⁑ Venetus A (Marciana 454 = 822), folio 64, recto Iliad 5.86-5.110 5.86 ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι. ἠ μετ' Ἀχαιοῖς , 5.87 θῦνε γὰρ ἀμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς 5.88 χειμάρρῳ: ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας: 5.89 τὸν δ' οὔτ' άρ τε γέφυραι ἐεργμέναι ἰ̈σχανόωσιν. 5.90 οὔτ' ἄρα ἕρκεα ἴ̈σχει ἀλωάων ἐριθηλέων 5.91 ἐλθόντ' ἐξαπίνης. ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος: 5.92 πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κὰλ' αἰζηῶν. 5.93 ὡς ὑπὸ Τυδείδῃ πὺκιναὶ κλονέοντο φάλαγγες 5.94 Τρώων : οὐδ' ἄρα μιν μίμνον πολέες περ εόντες: 5.95 τὸν δ' ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς 5.96 θύνοντ' ἀν πεδίον προ ἕθεν κλονέοντα φάλαγγας. 5.97 αῖψ' ἐπὶ Τυδείδῃ ἐτιταίνετο καμπύλα τόξα. 5.98 καὶ βάλ' ἐπαΐσσοντα τυχὼν κατα δεξιὸν ὦμον 5.99 θώρηκος γύαλον. διὰ δ' έπτατο πικρὸς ὀϊστός: 5.100 ἀντικρὺ δὲ διέσχε. παλάσσετο δ' αἵματι θώρηξ: 5.101 τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός: 5.102 ὄρνυσθε Τρῶες μεγάθυμοι: κέντορες ἵ̈ππων. 5.103 βέβληται γὰρ ἄριστος Ἀχαιῶν : οὐδέ ἑ φημὶ 5.104 δὴθ' ἂνσχήσεσθαι κρατερὸν βέλος. εἰ ἐτεόν με 5.105 ωρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν : 5.106 ὡς ἔφατ' εὐχόμενος, τὸν δ' οὐ βέλος ὠκὺ δάμασσεν, 5.107 ἀλλ' ἀναχωρήσας πρόσθ' ἵπποιϊν καὶ ὄχεσφιν 5.108 ἔστη. καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν: 5.109 ὄρσο πέπον Καπανηϊάδη : καταβήσεο δίφρου: 5.110 ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν: Scholia to Iliad 5.86-5.110 Main scholia On Iliad 5.99: θώρηκος γύαλον ὅτι τὸ ὅλον κοῖτος τοῦ θώρακος γύαλον δια τὴν ποικιλότητα λέγει οὐ μέρος ὡρισμένον τοῦ θώρακος τὸ γύαλον ὅτἀν ἐπίθετον ᾖ ὀξύνεται εὐτ' ἀν ὁ παῖς ἀπο μὲν γυαλὸν λίθον ἀγκάσασθαι ⁑ On Iliad 5.100: ἀντικρὺ δὲ διέσχε ὀξύνεται καὶ ἐκτείνεται ὅτἂν δὲ ἔχει τὸ σ συστέλλεται καὶ βαρύνεται: τὸ δὲ αἴτιον ἐν τῷ Περι ἐπιρῥήματος ἐροῦμεν⁑ On Iliad 5.105: Λυκίηθεν Λυκίας χώρας ἧς ἐβασίλευσε Σαρπηδὼν ἔστι δὲ καὶ ἑτέρα τῆς Τρῳάδος πόλις ἧς ἐβασίλευε Πάνδαρος ⁑ Interior scholia On Iliad 5.107: ἐπι τὸ ἀναχωρησας βραχὺ διασταλτέον ‡ Exterior scholia On Iliad 5.96: ἀμπεδ Venetus A (Marciana 454 = 822), folio 64, verso Iliad 5.111-5.135 5.111 ὡς ἂρ ἔφη, Σθένελος δὲ καθ' ἵππων ᾶλτο χαμᾶζε: 5.112 πὰρ δὲ στὰς. βέλος ὠκὺ. διαμπερὲς ἐξέρυσ' ὤμου: 5.113 αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος: 5.114 δὴ τότ' ἔπειτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης : 5.115 κλῦθί μοι: αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη: 5.116 εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης 5.117 δηΐῳ ἐν πολέμῳ, νῦν αῦτ' ἐμὲ φῖλαι Ἀθήνη 5.118 δὸς, δέ τε μ' ἄνδρα ἑλεῖν. καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν: 5.119 ὅς μ' ἔβαλε φθάμενος. καὶ ἐπεύχεται, οὐδέ μέ φησὶ 5.120 δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο, 5.121 ὡς ἔφατ' εὐχόμενος. τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη . 5.122 γυῖα δ' ἔθηκεν ἐλαφρὰ, πόδας καὶ χεῖρας ὕπερθεν: 5.123 ἀγχοῦ δ' ἳ̈σταμένη. ἔπεα πτερόεντα προσηύδα: 5.124 θαρσῶν νῦν Διόμηδες ἐπι Τρώεσσι μάχεσθαι: 5.125 ἐν γάρ τοι, στήθεσσι μένος πατρώϊον ἧκα 5.126 ἄτρομον, οἷον ἔχεσκε, σακεσπάλος ἱππότα Τυδεύς : 5.127 ἀχλὺν δ' αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον. ἣ πρὶν ἐπῆεν, 5.128 ὄφρ' εῦ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα: 5.129 τῶ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ' ἵκηται. 5.130 μή τι σύ γ' ἀθανάτοισι θεοῖς ἀντικρὺ̆ μάχεσαι 5.131 τοῖς ἄλλοις: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη 5.132 ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ: 5.133 ἡ μὲν ὰρ' ὡς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη . 5.134 Τυδείδης ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη: 5.135 καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι: Scholia to Iliad 5.111-5.135 Main scholia On Iliad 5.113: ‡αἷμα δ' ἀνηκόντιζε δια στρεπτοῖο χιτῶνο: ἐμφαντικῆ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετα βίας ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος⁑ On Iliad 5.118: καὶ ἐς ορμὴν ἔγχεις ἐλθεῖν: τοῦτέστιν διὰ δώρατος ἀγωνίσασθαι μὴ τόξοις μακρόθεν καὶ ὑπ εμοῦ ἀναιρεθῆναι, ἢ ἐμὲ ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος τοῦτέστιν δύνασθαι ἀφεῖναι δόρυ: κάμνει γὰρ ἤδη, ἢ εἰς τὴν ὀρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐτὴν ὑπαντῆσαι⁑ On Iliad 5.122: ‡γυῖα δ' ἔθηκεν ἐλαφρά: ὁ ἀστερίσκος ὅτι ἐντεῦθεν μετενήνεκται εἰς τὸν επι Πατρόκλῳ ἀγῶνα ἐπ' Ὀδυσσέως τρέχοντος ⁑ On Iliad 5.126: ἄτρομον οἷον ἔχεσκε, φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέά τρωθέντα ὑπο Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι: Ἀμφιάρεων δὲ φόνευσαντα αὐτὸν, δοῦναι τὴν κεφαλὴν Τυδεῖ . τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα: ῥοφεῖν τὸν ἐγκέφαλον κατ εκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐνου,οὐρανοῦ καὶ δια τὸ μῦσος ἀπεστράφθαι: τὸν δε εασάμενον παρακἀλέσαι κἂν τῷ παιδὶ αὐτὴν χαρίσασθαι τὴν ἀθανασίαν: ἱστορεῖ Φερεκυδης ⁑ On Iliad 5.127: ἀχλῦν αὐτοὶ καὶ τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφελόμην, φῶς φησὶν ἐν τοῖς ἑξῆς: ἀγνοεῖ τὸν Γλαῦκον Διομήδης λέγων τίς δὲ σύ ἐσσι φέριστε , καὶ φαμὲν ὅτι προς καιρὸν ἀφήρηται τὴν ἀχλὺν ὑπο τῆς Ἀθηνᾶς ἵνα τρώσῃ τὴν Ἀφροδίτην καὶ Ἄρεα , τρωθέντων δὲ τούτων, πάλιν καὶ τὰ σιωπώμενα ἀνταποδίδοται, ἡ οἰκεια ἀχλὺς δι’ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον ⁑ On Iliad 5.129: πειρώμενος ἀπόπειραν ποιούμενος: ἠ πειρώμενος λανθάνειν ἐν ἀνθρώπου μορφῇ⁑ On Iliad 5.131-5.132: ἀτὰρ εἴ κε ἐὰν δέ, μόνην δὲ βούλεται τὴν Ἀφροδίτην , δια τὸ προεἰρηκέναι τὸν Δία τῷ δ’ αὖτε φιλομμειδὴς Ἀφροδίτη , αἰεὶ παρμέμβλωκε καὶ αυτοῦ κήρας ἀμύνει κατα χεῖρα τιτρώσκεται, ἡ Ἀφροδίτη , ὅτι χειρὶ λαβομένη παρῄνει τῇ Ἑλένῃ . καὶ ἄλλως ἠρέθισται ἀκούουσα: ἡ πρακτικὴ φρόνησις καταφρονεῖν τὸν Διομήδη ἡδονῶν παρασκευάζει⁑ On Iliad 5.128: ὄφρ’ εὖ γινώσκοις ὅτι Ζηνόδοτος γράφει ἡμὲν θεὸν ἠδ' ἄνθρωπον , ϊδίως δὲ εἴρηκεν ἄνδρα δια τὸ καὶ ἄνδρας, πολεμεῖν⁑ On Iliad 5.130: ἀντικρὺ μάχεσθαι ἐνθάδε βούλονται τοῦ ἀντικρὺ τὴν τελευταίαν συστέλλειν διὰ τὸ μετρον⁑ Interlinear scholia On Iliad 5.133: ὡς άρα φωνήσας Intermarginal scholia On Iliad 5.118: οὕτως ἔν τισιν Ἡρωδιανός ἡ δὲ γραφὴ τόνδε τέ μ' ἀνδρα ⁑ On Iliad 5.119: άπτεται γὰρ τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία: On Iliad 5.121: ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν το ευχόμενος ⁑ On Iliad 5.132: Ζηνοδοτος τὴν οὔτασαι ⁑ On Iliad 5.132: διχῶς Ἀρισταρχος καὶ οὕτως καὶ χωρὶς τοῦ γε τὴν οὐταμεν ⁑ Interior scholia On Iliad 5.124: αντι τοῦ μάχου Venetus A (Marciana 454 = 822), folio 65, recto Iliad 5.136-5.160 5.136 δὴ τότε μιν, τρὶς, τόσσον ἕλεν μένος. ὥς τε λέοντα: 5.137 ὅν ῥά τε ποιμὴν ἀγρῷ. ἐπ' εἰροπόκοις ὀΐεσσι: 5.138 χραύση μέν τ' αὐλῆς ὑπὲράλμενον οὐδὲ δαμάσσῃ. 5.139 τοῦ μέν τε σθένος ῶρσεν: ἔπειτα δέ τ' οὐ προσαμύνει. 5.140 ἀλλα κατα σταθμοὺς δύεται: τὰ δ' ἐρῆμα φοβεῖται: 5.141 αἱ μέν τ' ἀγχηστῖναι ἐπ' ἀλλήλῃσι κέχυνται: 5.142 αὐτὰρ ὃ ἐμμεμαὼς, βαθέης ἐξάλλεται αὐλῆς: 5.143 ὡς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης : 5.144 Ἔνθ' ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν: 5.145 τὸν μὲν ὑπερ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί: 5.146 τὸν δ' έτερον ξίφει μεγάλῳ κληῗδα παρ' ὦμον 5.147 πλῆξ': ἀπο δ' αὐχένος ὦμον εέργαθεν ἠδ' ἀπὸ νώτου. 5.148 τοὺς μὲν ἔασ'. ὁ δ' Ἄβαντα μετῴχετο καὶ Πολύειδον 5.149 υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος: 5.150 τοῖς οὐκ ερχομένοις ὸ γέρων ἐκρίνατ' ὀνείρους, 5.151 ἀλλά σφεας. κρατερὸς Διομήδης ἐξενάριζε: 5.152 βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε 5.153 ἄμφω τηλυγέτω: ὁ δὲ τείρετο γήραϊ λυγρῷ: 5.154 υἱὸν δ' οὐ τέκετ' ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι: 5.155 ἔνθ' ὅ γε τοὺς ἐνάριζε. φίλον δ' ἐξαίνυτο θυμὸν 5.156 ἀμφοτέρω: πατέρι δὲ γόον καὶ κήδεϊ λυγρὰ 5.157 λεῖπ' ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε 5.158 δέξατο: χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο: 5.159 Ἔνθ' υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο 5.160 εἰν ἑνὶ δίφρῳ ἐόντας, Ἐχέμμονά τε χρομίον τε: Scholia to Iliad 5.136-5.160 Main scholia On Iliad 5.140: ἀλλὰ κατα σταθμοὺς ὅτι σταθμοὺς τὰς κατ αγρὸν ἐπαύλεις καὶ ὅτι ἐπι τὸ συνώνυμον εἴληφεν ἄνω γὰρ εἴρηκεν εἰροπόκοις ὀΐεσσι , νῦν δὲ τὰ δ' ερεῖμα φοβεῖται⁑ On Iliad 5.142: βαθέης ἐξάλλεται αὐλῆς ἔνιοι τὸ εξ ἀντι τοῦ ἔξω ἀκούουσιν ἔξω ων βαθέης αὐλῆς ἄλλεται εἰς τὸ ἐντὸς ὁ μέντοι Ἀπολλώνιος ἐν τῷ Περι προθέσεως ἓν λέγει εἶναι τὸ ἐξάλλεται ⁑ On Iliad 5.146: κληῗδα τὴν κατακλεῖδα παρα τὸ κλείεσθαι ὑπ αυτῆς τόν τε αὐχένα καὶ τὸν ὦμον καὶ Δημοσθενης φησὶ τὴν κλεῖν κατεαγοτα ⁑ On Iliad 5.148: τοὺς μὲν ἔασ', πρὸς τὴν ὁμωνυμίαν καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις, ἡ δὲ ἀναφορὰ πρoς τὸ Αἴθρη Πιτθῆος θυγάτηρ ⁑ On Iliad 5.150: τοῖς οὐκ ερχομένοις. ἡ διπλῆ προς τὴν ἑρμηνείαν. τὸ δὲ ὅλον οἶς τισι μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους ἔστι γὰρ τῶν ἀμφιβόων, ἤτοι γε ἐμαντεύσατο ὡς οὐκ επανερχομένοις. ἠ ἐν ήθει λέλεκται καὶ οὐ προεῖπεν δια τῶν ὀνείρων ὅτι ἀναιρεθήσονται⁑ On Iliad 5.156: ἀμφοτέρω, ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν ἀμφοτέρων , οὕτως δὲ λέγει ἀμφοτέροις ἀφείλετο τὸν θυμον, τὸ γὰρ ἀμφοτέρω , νῦν ἀμφοτέρους σημαίνει: ὁμοίως δὲ λέγεται καὶ κατὰ τὸ ἑνικὸν, ἐπεί μ' αφελεσθέ γε δόντες ⁑ On Iliad 5.158: ‡χηρωσταί ὡς ἀθληταί, οὕτως καὶ ὁ Ἀσκαλωνίτης , τὰ γὰρ εἰς τῆς λήγοντα ῥηματικὰ ὑπερ δύο συλλαβὰς φύσει μακρά παραληγόμενα, ὀξύνεται: τορευτής : βραβευτής ἀθλητής ποιητής : ὀρχιστής , χρυσωτής οὕτως οὖν καὶ παρα τὸ εεδνώσαι τὰ θύγατρα , τὸ εεδνωτής , καὶ παρὰ τὸ χηρώσας δὲ γυναῖκα τὸ χηρωστής μάχεται τὸ κυβερνήτης : τὸ γὰρ αήτης ἄλλως γέγονεν, τὸ δὲ παρα Σοφοκλεῖ ἐν Αλεξάνδρῳ στείχων δ' ἀγρώστην ὄχλον παρώνυμον⁑ Intermarginal scholia On Iliad 5.140: ὅτι προς το σημαινόμενον καὶ οὐ προς τὸ ρητὸν τοῦτο ἐπήγαγεν⁑ On Iliad 5.146: ὅτι Ζηνόδοτος γράφει τοῦ δ' ετερου : ὁ δὲ ποιητὴς οὕτως λέγει ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα ⁑ On Iliad 5.149: ὅτι ὀνειροπόλος ὁ δια τῶν ἰδίων ὀνείρων μαντευόμενος οὐχ ὀνειροκριτης⁑ Interior scholia On Iliad 5.138: ξύσει ψαύσει On Iliad 5.145: ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει⁑ On Iliad 5.147: πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ ἔβαλεν ὅτι ἐκ χειρὸς επάταξεν⁑ On Iliad 5.153: καὶ ὅτι ἐπει δύο τὸ τιλύγετος ⁑ On Iliad 5.158: οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι: Venetus A (Marciana 454 = 822), folio 65, verso Iliad 5.161-5.185 5.161 ὡς δὲ λέων ἐν βουσὶ θορῶν ἐξ αυχένα άξῃ 5.162 πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων. 5.163 ὡς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς 5.164 βῆσε κακῶς ἀἕκοντας: ἔπειτα δὲ τεύχε' ἐσύλα: 5.165 ἵ̈ππους δ' οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. 5.166 τονδ' ἴ̈δεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, 5.167 βῆ δ' ἴ̈μεν, ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων 5.168 Πάνδαρον ἀντίθεον διζήμενος: εἴ που ἐφεύροι: 5.169 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε: 5.170 στῆ δὲ πρόσθ' αὐτοῖο: ἔπος τέ μιν ἀντίον ηὔδα: 5.171 Πάνδαρε . ποῦ τοι τόξον. ἰ̈δὲ πτερόεντες ὀϊστοὶ. 5.172 καὶ κλέος, ᾧ οὔ τις τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ. 5.173 οὐδέ τις ἐν Λυκίῃ σέο γ' εὔχεται εἶναι ἀμείνων: 5.174 ἀλλ' ἄγε τῷδ' ἔφἑς ἀνδρὶ βέλος Διῒ χεῖρας ἀνασχὼν: 5.175 ὅς τις ὅδε κρατέει: καὶ δὴ κακὰ πολλὰ ἔοργε 5.176 Τρῶας : ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν: 5.177 εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν . 5.178 ϊρῶν μηνίσας: χαλεπὴ δὲ θεοῦ ἐπὶ μῆνις: 5.179 τονδ' αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός: 5.180 Αἰνεία : Τρώων βουληφόρε χαλκοχιτώνων: 5.181 Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα, ἐΐσκω: 5.182 ἀσπίδι γινώσκων. αὐλώπιδί τε τρυφαλείῃ: 5.183 ἵππους τ' εἰσὁρόων: σάφα δ' οὐκ οἶδ' εἰ θεός ἐστιν: 5.184 εἰ δ' ὅ γ' ἀνὴρ ὃν φημὶ δαΐφρων Τυδέος υἱὸς. 5.185 οὐχ ὅ γ' ἄνευθε, θεοῦ τάδε μαίνεται. ἀλλά τις ἄγχι Scholia to Iliad 5.161-5.185 Main scholia On Iliad 5.164: ‡ἀεκοντας στέρησις ἐστιν τοῦ ἑκόντα , τὸ ἀέκοντα : διὃ δασυντέον τὸ ε : πταίει οὖν Νικίας ψιλῶν τὸ ε : οἴεται γὰρ τὸ ἄκοντα ἐπετίθεσθαι τὸ ε , ὅπερ οὐκ έστι, τὸ γὰρ ἄκοντα συναλιφή ἐστιν τοῦ ἁέκοντα . δια τί δὲ τὸ α ἐψιλώθη ἐν ἑτέροις ἔφαμεν⁑ On Iliad 5.183: ἵππους τ' εἰσορόων ἀθετεῖται ὅτι δεξαμενός τις εἰ μή τις θεός ἐστιν ὁ ἐναντιούμενος ἐνέγραψεν αυτόν. οὐ διστάζει δέ ἀλλ επίσταται σαφῶς ὅτι Διομήδης ἐστὶ διὸ λέγει Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ ⁑ Interlinear scholia On Iliad 5.162: νέας ἣ τελείας: Intermarginal scholia On Iliad 5.162: ὅτι Ζηνοδοτος γράφει βουκόλου ἠὲ βοός παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχον: On Iliad 5.173: ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει: On Iliad 5.181: Ἀρίσταρχος διχῶς καί μίν . καί μέν Τυδείδῃ μιν ἐγω: Exterior scholia On Iliad 5.178: η Venetus A (Marciana 454 = 822), folio 66, recto Iliad 5.186-5.210 5.186 έστηκ' ἀθανάτων, νεφέλῃ εἰλυμένος ὤμους. 5.187 ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπε ἄλλῃ: 5.188 ἤδη γάρ οἱ ἐφῆκα βέλος. καί μιν βάλον ὦμον 5.189 δεξιόν ἀντικρὺ διὰ θώρηκος γυάλοιο: 5.190 καί μιν ἔγωγ' ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν: 5.191 ἔμπης δ' οὐκ ἐδάμασσα: θεός νύ τίς ἐστι κοτήεις: 5.192 ἵ̈πποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίην: 5.193 ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι 5.194 καλοὶ. πρωτοπαγεῖς νεοτευχέες: ἀμφὶ δὲ πέπλοι 5.195 πέπτανται: παρα δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι 5.196 ἑστᾶσι: κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας: 5.197 ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων 5.198 ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν: 5.199 ἵ̈πποισίν μ' ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα 5.200 ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας: 5.201 ἀλλ`' ἐγὼ οὐ πιθόμην. ῆ τ' ἂν πολὺ κέρδιον ῆεν. 5.202 ἵ̈ππων φειδόμενος: μή μοι δευοίατο φορβῆς 5.203 ἀνδρῶν ειλομένων εἰωθότες έδμεναι ἅ̆᾿δδην: 5.204 ὡς λίπον: αὐτὰρ πεζὸς ἐς Ἴ̈λιον εἰλήλουθα 5.205 τόξοισιν πίσυνος, τὰ δέ μ' οὐκ ὰρ ἔμελλεν ὀνήσειν: 5.206 ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφἧκα 5.207 Τυδείδῃ τε καὶ Ἀτρείδῃ ; ἐκ δ' ἀμφοτέροιϊν 5.208 ἀτρεκὲς αἷμ' ἔσσευα βαλών. ἤγειρα δὲ μᾶλλον. 5.209 τῶ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα 5.210 ήματι, τῷ ἑλόμην, ὅτε τ' Ἴ̈λιον. εἰς ἐρατεινὴν Scholia to Iliad 5.186-5.210 Main scholia On Iliad 5.187: ‡ὃς τούτου βέλος ὠκὺ, ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν: οὐ γὰρ ἐτράπετο ἄλλη τὸ βέλος : ἄλλ ετυχεν αὐτοῦ: οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν, ἀλλ' ὅτι ἐπι καίριον τόπον φερόμενον παρέτρεψεν⁑ On Iliad 5.191: ἔμπης δ' οὐκ εδάμασσα ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω, ἀμφίβολον, ὅτι συνεργὸν λέγει τῷ πολεμίῳ θεόν⁑ On Iliad 5.194: πρωτοπαγεῖς πρώτως παγέντες ὅ ἐστιν ἐξόχως⁑ On Iliad 5.196: κρῖ λευκόν κριθάς ἀποκοπη τὸ πάθος: εἰδέναι δὲ ζεῖ καὶ ζητεῖν πότερον ἐκ τοῦ κρῗμνον, ἢ ἀπο τῆς κριθῆς ἀποκέκοπται τὸ κρι , εἰ μὴ γὰρ ἦν τὸ κρι , οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύνταξιν μετα τοῦ λευκόν οὐδετέρου οἶον κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας : καὶ αὐτὸ γὰρ τὸ κρῖμνον , οὐδετέρου γένους ἐστιν, φαίη τίς προς τοῦτο οὐδὲν μέγα: δύναται γὰρ καὶ ἐπι θηλυκοῦ λαμβάνεσθαι οἷον τὴν κρι λευκὸν οὖσαν ἀντι τοῦ ὥσπερ τὴν λευκὸν θεόν τὴν δοῦλων ἅπερ εἰσὶν Ἀττικά κρῖμνον δέ τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς ἀποδέδεικται οὖν ὅτι τὸ κρι ἐκ τοῦ κρῗμνον καὶ οὐκ εκ τῆς κριθης ἔστι γεγονός⁑ On Iliad 5.196: ἐρεπτόμενοι κυρίως ἀπο τῆς έρας λαμβάνοντες⁑ On Iliad 5.200: ἀρχεύειν Τρώεσσιν: ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπο τὴν Ἴδην καὶ ὑπο Πάνδαρον Τρῶες ἐλέγοντο⁑ Interlinear scholia On Iliad 5.187: ἐπιτυχόν On Iliad 5.199: εμβεβηκότα ουτως Ἀρισταρχος ⁑ On Iliad 5.203: συστρεφομενων πολεμούτων On Iliad 5.208: ῥυῆναι ἐποίησα Intermarginal scholia On Iliad 5.188: καὶ προηκάμην φησίν καὶ έτρωσα τὸν ῶμον⁑ On Iliad 5.210: ὅτι θηλυκῶς τὴν Ϊλιον ⁑ Interior scholia On Iliad 5.189: ὅτι περιφραστικῶς πάλιν κύτους⁑ On Iliad 5.195: ὅτι δύο ἵπποις ὀχρῶντο On Iliad 5.203: Ἀρισταρχος ἄδην ἄλλοι δὲ ἄδδην διὰ β δδ ‡ On Iliad 5.208: στικτέον μετα το βαλών ⁑ Exterior scholia On Iliad 5.198: ἐνῖ ποιητ On Iliad 5.198: ἰ Venetus A (Marciana 454 = 822), folio 66, verso Iliad 5.211-5.235 5.211 ἠγεόμην Τρώεσσι : φέρων χάριν Ἕκτορι δίῳ: 5.212 εἰ δέ κε, νοστήσω: καὶ ἐσόψομαι ὀφθαλμοῖσι 5.213 πατρίδ' ἐμὴν ἄλοχόν τε. καὶ ὑψερεφὲς μέγα δῶμα. 5.214 αὐτίκ' ἔπειτ' ἀπ μεῖο κάρη τάμοι ἀλλότριος φὼς . 5.215 εἰ μὴ ἐγὼ τάδε τξα φαεινῷ ἐν πυρὶ θείην 5.216 χερσὶ διακλάσσας : ἀνεμώλια γάρ μοι οπηδεῖ: 5.217 τὸν δ`' αὖτ' Αἰνείας Τρώων ἀγὸς ἀντίον ηύδα: 5.218 μὴ δ' οὕτως ἀγόρευε: πάρος δ' οὐκ ἔσσεται ἄλλως, 5.219 πρίν γ' ἐπὶ νὼ, τῷδ' ἀνδρὶ σὺν ἴ̈πποισιν καὶ ὄχεσφι 5.220 ἀντιβίην ἐλθόντε. συν έντεσι πειρηθῆναι: 5.221 ἀλλ`' άγ' ἐμῶν ὀχέων ἐπιβήσεο: ὄφρα ἴ̈δηαι 5.222 οἷοι Τρώϊοι ἵπποι: ἐπιστάμενοι πεδίοιο 5.223 κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φὲβεσθαι. 5.224 τῶ` καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αῦτε 5.225 Ζεὺς ἐπὶ Τυδείδῃ Διομήδεϊ κῦδος ὀρέξῃ: 5.226 ἀλλ' άγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα 5.227 δέξαι: ἐγὼ δ' ἵππων ἀποβήσομαι. ὄφρα μάχωμαι: 5.228 ἠὲ σὺ τόνδε δέδεξο: μελήσουσιν δ' ἐμοὶ ἵπποι: 5.229 τὸν δ`' αῦτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός: 5.230 Αἰνεία : σὺ μὲν αὐτὸς ἔχ' ἡνία καὶ τεὼ ἵππω: 5.231 μᾶλλον ὑφ' ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα 5.232 οἴσετον, εἴ περ ὰν αῦτε. φεβώμεθα Τυδέος υἱὸν: 5.233 μὴ τὼ μὲν δείσαντε ματήσετον. οὐδ' ἐθέλητον 5.234 ἐκφερέμεν πολέμοιο. τεὸν φθόγγον ποθέοντε: 5.235 νῶϊ δ' ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς Scholia to Iliad 5.211-5.235 Main scholia On Iliad 5.211: ἠγεόμην Τρώεσσιν ὅτι ἀντι τοῦ Τρώων τῶν ὑπο τὴν Ἴδην , χαριζόμενος δὲ τῷ Ἕκτορι : ὑπὸ Πάνδαρον Τρῶες μετὰγράφουσι Τρώεσσι φερων χάριν ἱπποδάμοισιν : ἄλλως μετὰ δὲ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ ἡγούμην τῶν Τρώων: χάριν φέρων τῷ Ἕφτορι : τὸ δὲ Τρώεσσιν, ἤτοι καθολικῶς ὡς τὸ Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν καὶ τοῖς ὑφ’ Ἕκτορι τεταγμένοις, Τρωσὶ μὲν ἡγεμόνευε, μέγας κορυθαίολος Ἕκτωρ , ἠ και τοῖς Ζελείταις οἳ δὲ Ζέλειαν ἔναιον ὑπαι πόδα νείατον Ἵδης τῶν ἦρχε Λυκάονος υἱος ⁑ On Iliad 5.219: πρίν γ ἐπι νῶ τὸ νῶ βαρυτονητέον, ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ ἐχρήσατο κατ αἰτιατικὴν πτῶσιν ὥσπερ καὶ ἐνθάδε νῶ ν αδησάμενοι : ὁπότε μέντοι γε σὺν τῷ ϊ λέγεται καὶ ἐπ ευθείας αὐτὸ τάσσει καὶ ἐπ αἰτιατικῆς καὶ προπερισπᾶται, νῶϊ δ' ἐγὼ Σθένελός καὶ οὐδ ἂν νῶϊ διαδράκοι, ἠέλιός περ : περι δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, δια τί οὐ περιεσπάσθη, ἐν τῷ Περὶ ἀντωνυμιῶν δηλοῦται: καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ω λῆγον περισπᾶται οὕτως γὰρ ἔχει καὶ τὸ σφώ τασσόμενον καὶ επ ευθείας καὶ επ αιτιατικῆς. καὶ παρ αυτῷ σφὼ δὲ μάλ' ἠθέλετο , Ζεὺς σφὼ ἐς Ί¨δην ⁑ On Iliad 5.223: κραιπνά ὅτι τοῦτο ἐστιν τὸ φόβον Ἄρηος φορεούσας τὴν ἐν πολέμῳ φυγήν: καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπι τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ επι τοῦ κατα ψυχὴν δέους⁑ On Iliad 5.228: ἡὲ σὺ τόνδε δέδοξε ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ ὡς ἐπι τοῦ πεποίθωνται λελαχωσιν ⁑ On Iliad 5.226: σιγαλόεντα ἢτοι εὐδιάσειστα ἠ λαμπρὰ καὶ ποικίλα τῇ κατασκευῇ τὰ μεγάλως καὶ ποικίλως κατεσκευασμένα τὰ θαυμαστὰ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα οἱονεὶ σιγηλόεντα τινα ὄντα⁑ On Iliad 5.227: ἐγὼ δ' ἵππων ἀποβήσομαι: Ἀρίσταρχος , ἀποβήσομαι δὲ ἵππων ἔφη οἷον τῆς τῶν ἵππων φροντίδος, ἐπιφέρει γοὖν ἠὲ σὺ τόνδε δέδεξο τὸν Διομήδη Ζηνοδότιος δὲ ἡ δια τοῦ ε ἐπιβήσομαι ⁑ On Iliad 5.231: εἰωθὅτι, οὕτως εἰωθότι καὶ Ἀρίσταρχος ἑσχεδὸν ἅπαντες μᾶλλον γάρ φησιν ὑπὸ τὸ ἐθάδι καὶ συνήθει ἡνιόχῳ οἴσειν τοὺς ἵππους τὸ ἅρμα καὶ τὴν αἰτίαν ἐπιφέρει μὴ τὼ μὲν δήσαντε ματήσετον οὐδ ἐθέλητον ἐκφερέμεν: πολέμοιο τεὸν φθόγγον ποθέοντες , τοιοῦτο ἐστὶ, καὶ τὸ ἐν τῇ Δολωνία : ἀήθεσσον γὰρ ἔτ' αὐτόν , δια τοῦτο φασὶν ἔνιοι καὶ τὸν Τηλέμαχον τῷ Πεισιστράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους , εἴη δ' ἂν ὁ τοῦ Αἰνείου ἡνίοχος κατα τὸ σιωπώμενον καταβεβηκώς, καὶ ἔστι παρ' Ὁμήρῳ πολλὰ τοιαῦτα⁑ Interlinear scholia On Iliad 5.211: ἀντὶ τοῦ τῶν Τρωων: On Iliad 5.214: πολεμιος ἀνήρ On Iliad 5.218: μη ούτως λέγε On Iliad 5.219: πρὶν ἡμᾶς κατα τοῦδε τοῦ ἀνδρος On Iliad 5.223: ταχέως On Iliad 5.224: διὸ καὶ ἡμᾶς εἰς τὴν πολιν σώσουσι On Iliad 5.226: λαμπρὰ ποκίλα: On Iliad 5.227: τῆς φροντιδος τῆς περι αὐτοὺς Intermarginal scholia On Iliad 5.212: αντι τοῦ νοστήσαιμι ὡς πληθὺν δ' οὐκ ὰν ἔγωγ’ περιττεύει δὲ καὶ ὁ καὶ σύνδεσμος⁑ On Iliad 5.215: συναπτέον ὡς ἐν τῇ Β εἰ μὴ εγώ σε λαβών ⁑ On Iliad 5.224: ὅτι β ἵπποι⁑ On Iliad 5.227: οὕτως Ἀρίσταρχος αποβήσομαι δια τοῦ α : On Iliad 5.231: ταῦτα ἀφ ετέρας αρχῆς⁑ On Iliad 5.233: ὅτι πεπλεόνακεν κατα τὸν τόπον τοῦτον τοις δυϊκοῖς σχημασιν⁑ Interior scholia On Iliad 5.230: ὅτι β ἵππους ἐχρουντο διὸ καὶ δυϊκῶς λέγει: Exterior scholia On Iliad 5.213: ψερὲφ’ Venetus A (Marciana 454 = 822), folio 67, recto Iliad 5.236-5.260 5.236 αὐτώ τε κτείνῃ: καὶ ἑλάσσῃ μώνυχας ἵππους: 5.237 ἀλλα σύ γ' αὐτὸς ἔλαυνε τὲ' ἅρματα καὶ τεὼ ἵππω: 5.238 τόν δε δ' ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί: 5.239 ὡς ἄρα φωνήσαντες, ἐς ἅρματα ποικίλα βάντες. 5.240 ἐμμεμαῶτ', ἐπι Τυδείδῃ ἔχον ὠκέας ἵππους: 5.241 τοὺς δὲ ἴ̈δε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός: 5.242 αῖψα δὲ Τυδείδην ἔπεα πτερόεντα προσηύδα: 5.243 Τυδείδη Διόμηδες : ἐμῷ κεχαρισμένε θυμῷ. 5.244 ἄνδρ' ὁρόω κρατερώ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι: 5.245 ῗν' ἀπέλεθρον ἔχοντας: ὁ μὲν τόξων εὖ εἰδὼς. 5.246 Πάνδαρος . υἱὸς δ' αῦτε Λυκάονος εὔχεται εἶναι: 5.247 Αἰνείας δ' υἱὸς μὲν ἀμύμονος Ἀγχίσᾱο 5.248 εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἱ ἔστ' Ἀφροδίτη : 5.249 ἀλλ' ἄγε δὴ χαζώμεθ': ἐφ ἵππων: μὴ δέ μοι οὕτω 5.250 θῦνε δια προμάχων. μή πως φίλον ἦτορ ὀλέσσῃς: 5.251 τὸνδ' ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη κρατερὸς Διομήδης : 5.252 μή τι. φόβον δ' ἀγόρευ': ἐπεὶ οὐδεσὲ πεισέμεν οἴω: 5.253 οὐ γὰρ μοὶ γενναῖον ἀλυσκάζοντι μάχεσθαι: 5.254 οὐδὲ καταπτώσσειν: ἔτι μοι μένος ἐμπεδόν ἐστιν: 5.255 ὀκνείω δ' ἵππων ἐπιβαινέμεν: ἀλλὰ καὶ αὕτως 5.256 ἀντίον εἶμ' αὐτῶν. τρεῖν μ' οὐκ ἔα Παλλὰς Ἀθήνη . 5.257 τούτω δ' οὐ πάλιν αῦτις ἀποίσετον ὠκέες ἵπποι 5.258 ἄμφω ἀφ' ἡμείων, εἰ γ' οὖν ἕτερός γε φύγῃσιν: 5.259 ἄλλο δέ τοι ἐρέω. σὺ δ' ἐνι φρεσὶ βάλλεο, σῇσιν: 5.260 αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ Scholia to Iliad 5.236-5.260 Main scholia On Iliad 5.241: ‡τοὺς δὲ ἴδεν Σθένελος ὡς ἀπο τοῦ δίφρου ὑψηλότερος ὦν ἐθεᾶτο, ἢ ὡς ἀσχολουμένου Διομήδους περι τοὺς πολεμίους⁑ On Iliad 5.245: ἵν' ἀπέλεθρον ἔχοντας ἡ διπλῆ προς τὴν ἡδιότητα τῆς φράσεως, ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν μὲν τόξων εὖ εἰδότα: στικτέον δὲ ἐπι τὸ ἔχοντας, ἵνα μὴ σολοικισμὸς γένηται: ἐὰν δὲ συνάπτωμεν, λείπει τὸ ἐστιν τὸ πέλεθρον ἔχει πήχεις ξς δίμοιρον⁑ On Iliad 5.252: ἐπεὶ οὐδε σε, ὁ Ἀσκαλωνίτης τὸν δὲ ὀξύνει ἵνα ἐγκλιτικῶς ἀναγνῷ οὐκ ἀναγκαῖον δέ ἀλλ' ὀρθοτονεῖν: καὶ γὰρ δύναται σὺνδεδεσθαι⁑ On Iliad 5.253-5.255: οὐ γὰρ μοὶ γενναῖον: σημειοῦνται τινὲς ὅτι οὕτως εἴρηται ἐγγενὲς πάτριον: σημειοῦνται δὲ καὶ τὸ ὀκνείω δ’ ἵππων ἀντι τοῦ ὀκνειρῶς ἔχω , τινὲς δὲ ἐπι τοῦ φόβου τιθέασι τὸν ὄκνον⁑ On Iliad 5.256: τρεῖν μ' οὐκ ἕα συστέλλεται τὸ α καὶ βαρύνεται: τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτος ἐστιν ἐῶ εᾶς ἑᾶ . σὺν τῷ ϊ γραφόμενον ὡς τιμῷ τιμᾶς τιμᾶ εἴων ειας εἴα οὐ προσγραφόμενου τοῦ ϊ , οὔ μ είας μακάρεσσι : καὶ τὸ τρίτον ἐν Ϊωνικῇ παραγωγῇ τὸν δ' οὔτι πατὴρ εἴασκε μάχεσθαι : καὶ τόνδε δ' ἔασκεν , καὶ προστακτικὸν: ἀλλ' ἔα ὅς οι πρῶτα εἰ τοίνυν ἐστι τοιοῦτο τρεῖν μ' οὐκ έα , μόνον συνεστάλη τὸ ἄλφα καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι: εἰ δὲ ὁ ἐνεστὼς, ἀεὶ ἐστι περισπώμενος καὶ σὺν τῷ ϊ γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη. συστολῇ γὰρ τοῦ α καὶ εκβολὴ τοῦ ϊ καὶ μεταβολὴ τοῦ τόνου εἰ μὴ ἄλλως ἐκδεξαίμεθα ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο αα ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστὶ: τὸ δὲ δεύτερον: ἐκτεταμένον καὶ σὺν τῷ ϊ γραφόμενον ὁρᾷς οὐχ ὁράας οἶος καγώ , καὶ ἐπι τοῦ τρίτου ἰχανάᾳ δακέειν ήτ' ἐκπεράᾳ μέγα λαῖτμα : οὐκ ἐἄᾳ Κρονίδης , τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατα ἀποκοπὴν εἰρῆσθαι, τρεῖν μ' οὐκ ἔᾰ ἔνθεν καὶ συνέσταλται τὸ α καὶ βαρύνεται, οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι. καὶ ἄλλους χρόνους ὡς ἔχει τὸ οὔτα καταὶ λαπάρην : εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπο τῶν εἰς ω περισπωμένων ἢ βαρυτόνων ἐπὶ τρίτου ἀποκοπὴν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο. ἑαυτὸν λήσει περὶ γὰρ πάθους διαλαμβάνομεν⁑ Interlinear scholia On Iliad 5.240: ἤλαυνον On Iliad 5.245: ἀμέτρητον On Iliad 5.247: μεγαλήτορος On Iliad 5.249: επι τὸὺς ἵππους On Iliad 5.252: μηδαμῶς περι φυγης λέγε On Iliad 5.253: εκ γένους παρεπόμενον : On Iliad 5.253: φεῦγοντι On Iliad 5.254: εδραῖον βέβαιον On Iliad 5.257: εις τοῦ πίσω: On Iliad 5.258: ἀντὶ ει μὴ άρα ὁ εἷς : Intermarginal scholia On Iliad 5.237: τὸ πληρες ἐστὶ τεα διὸ βαρυτονητέον επιφέρει γοῦν καὶ τεὼ ἵππω ⁑ On Iliad 5.247: ἐν ἄλλω υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο ⁑ On Iliad 5.258: οὕτως ει γοῦν δια τοῦ γ Αρισταρχος εἴ δη έτερος αυτὸν φύγη ⁑ Interior scholia On Iliad 5.238: ὅτι ἀντι τοῦ δέξομαι ἐπιτηρήσω ὡς λελάχωσιν ἀντι τοῦ λάχωσι : On Iliad 5.249: οὕτως Ἀρισταρχος ἐφ ἵππων On Iliad 5.255: ἀλλα καίπερ πεζὸς ὑπάρχων: On Iliad 5.257: ὅτι οὐ τὸ αὐτὸ λέγει δια τοῦ πάλιν καὶ αὐτις , ἀλλὰ τὸν μὲν αυτις . ἀντι τοῦ πάλιν : το δε πάλιν τοπικόν ἀντι τοῦ εἰς τουπίσω : Venetus A (Marciana 454 = 822), folio 67, verso Iliad 5.261-5.285 5.261 ἀμφοτέρω κτεῖναι, σὺ δὲ τοῦσδε μὲν ὠκέας ἵππους 5.262 αὐτοῦ ἐρυκακέειν: ἐξ ἄντυγος ἡνία τείνας: 5.263 Αἰνείαο δ' ἐπαΐξαι μεμνημένος ἵππων: 5.264 ἐξελάσαι Τρώων μετ εϋκνήμιδας Ἀχαιούς . 5.265 τῆς γάρ τοι γενεῆς. ἧς, Τρωΐ περ εὐρύοπα Ζεὺς ' 5.266 δῶχ' υἷος ποινὴν Γανυμήδεος : οὕνεκ' ἄριστοι 5.267 ἵππων ὅσσοι ἔασι ὑπ' ἠῶ τ' ἠέλιόν τε: 5.268 τῆς, γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης : 5.269 λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους: 5.270 τῶν, οἱ, ἓξ, ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη: 5.271 τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνῃ: 5.272 τὼ δὲ δύ' Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο: 5.273 εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. 5.274 ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 5.275 τὼ δὲ τάχ' ἐγγύθεν ἦλθον ἑλαύνοντ' ὠκέας ἵππους: 5.276 τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός: 5.277 καρτερόθυμε δαΐφρον, ἀγαυοῦ Τυδέος υἱέ: 5.278 ῆ μάλα ς' ὀὐ βέλος ὠκὺ δαμάσσατο: πικρὸς ὀϊστὸς. 5.279 νῦν αὖτ' ἐγχείῃ πειρήσομαι: αἴ κε τύχωμι: 5.280 ῆ ῥα: καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος: 5.281 καὶ βάλε Τυδείδαο κατ' ἀσπίδα: τῆς δὲ διαπρὸ 5.282 αἰχμὴ χαλκείη πταμένη: θώρηκι πελάσθη: 5.283 τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός: 5.284 βέβληαι κενεῶνα διαμπερές: οὐδέ ς' ὀΐω 5.285 δηρὸν ἔτ' ἀνσχήσεσθαι. ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκας: Scholia to Iliad 5.261-5.285 Main scholia On Iliad 5.263: ‡ Αἰνεία ¨ὁ δ' ἐπαΐξαι ὅτι τῷ ἀπαρεμφάτῳ ἀντι προστακτικοῦ ἐχρήσατο: Ζηνόδοτος δὲ Αἰνείω γράφει‡ On Iliad 5.266: δῶχ' υἷος προπερισπαστέον, ἀπο γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης τῆς υἷϊς ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος αὕτη τοίνυν συναλιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται: ἧς ἀκόλουθος δοτικῆ Νηληΐῳ υἷϊ ἐοικὼς καὶ αἰτιατικὴ, ἀλλ υἷα Κλυτίοιο σαώσωμεν : καὶ πληθυντικὴ εὐθεῖα: υἷες ὁ μὲν Κτεάτου , καὶ αἰτιατικὴ, υἷας τ' ὀλλυμμένους : ἀποδείξομεν δὲ καὶ τὸ υἱᾶσι δὲ Πριάμοιο παρα τοῦτο κεκλῆσθαι ἐν τοῖς Περι ὀνομάτων ὅταν καὶ περὶ τῆς καθολικῆς κινήσεως, τοῦ ὀνόματος διαλαμβάνωμεν⁑ On Iliad 5.266: ποινήν ὅτι ἰδίως τὸ ποινῆ κέχρηται: κυρίως γὰρ ἐπὶ φόνου ποινὴν δεξαμένῳ , καὶ ὅτι τὸ οὔνεκα ἀντι τοῦ τούνεκα⁑ On Iliad 5.269: θήλεας ἵππους τρίτη ἀπο τέλους ἡ ὀξεῖα ἵνα ἀπ ευθείας τῆς θῆλυς ἦ κεκλιμένον: θῆλυς εέρσῃ : Ἥρη θῆλυς ἐοῦσα : θῆλυν ὑπόρρηνον οὕτως Ἀρίσταρχος καὶ Ἀσκαλωνίτης ⁑ On Iliad 5.272: τὼ δὲ δυ' Αἰνεία ὅτι δύο ἵπποις ἐχρῶντο. ἡ δὲ ἀναφορὰ πρὸς τὸ τέτρωρον Ξανθέ τε καὶ σὺ Πόδαργέ καὶ ὅτι φόβον τὴν φυγὴν λέγει⁑ On Iliad 5.278: ‡ῆ μαλά σ' προς τὴν ἑρμηνείαν η μάλα σε οὐκ ἐδάμασε τὸ βέλος ὅ ἐστιν ὁ ὀϊστός: περισπαστέον δὲ τὸν η ἔστι γὰρ μᾶλλον βεβαιωτικός ὑποστιγμῆ δὲ κατα τὸ τελος τοῦ στίχου κεῖται γὰρ ὁ η ἀντι τοῦ ει καὶ βαρύνεται. οἱ δὲ περισπῶντες στίζουσι κατα τὸ τελος⁑ On Iliad 5.283: τῷ δ' ἐπὶ μακρὸν ἄϋσσεν οὐκ αναστρεπτέον τὴν πρόθεσιν προς γὰρ τὸ ἥϋσε φέρεται: καὶ εἰ προς τὸ ἄρθρον δὲ συνετάττετο οὐκ ἀνεστρέφετο δι ὃν προείπομεν πολλάκις λόγον ὡς ὅτι ἐὰν μεταξὺ πέσῃ μερος λόγου οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως ἐὰν μὴ τελευταία στίχου τεθῇ⁑ On Iliad 5.284: κενεῶνα τὸν ὑπὸ τὰς πλευρὰς τόπον τὴν λαγόνα παρὰ τὸ κενὸν εἶναι αὐτὸν ὀστέων⁑ Intermarginal scholia On Iliad 5.264: δια τὴν αὐτὴν αιτίαν⁑ On Iliad 5.278: ἀντὶ τοῦ ει Interior scholia On Iliad 5.267: ὁ τρόπος περιφρασις On Iliad 5.272: οὕτως Ἀρισταρχος μήστωρε δυϊκῶς ἐπι γράφει τῶν ἵππων: Venetus A (Marciana 454 = 822), folio 68, recto Iliad 5.286-5.310 5.286 τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης : 5.287 ἤμβροτες, οὐδ' ἔτυχες: ἀτὰρ οὐ μὲν σφῶΐ γ' ὀΐω 5.288 πρίν γ' ἀποπαύσεσθαι : πρίν γ' ἢ ἕτερόν γε πεσόντα 5.289 αἵματος ἆσαι Ἄρηα ταλαύρινον, πολεμιστήν. 5.290 ὡς φάμενος προἕηκε, βέλος δ' ἴθυνεν Ἀθήνη 5.291 ῥῖνα παρ' ὀφθαλμόν, λευκοὺς δ' ἐπέρησεν ὀδόντας: 5.292 τοῦ δ' ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρὴς: 5.293 αἰχμὴ δ' ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα: 5.294 ἤριπε δ' ἐξ οχέων: ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ 5.295 αἰόλα: παμφανόωντα: παρέτρεσσαν δέ οἱ ἵπποι 5.296 ὠκύποδες: τοῦ δ' αῦθι λύθη ψυχή τε μένος τε: 5.297 Αἰνείας δ' ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ 5.298 δείσας, μή πως οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί : 5.299 ἀμφὶ δ' ὰρ αὐτῷ βαῖνε λέων ὣς˙ ἀλκὶ πεποιθὼς: 5.300 πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντος' ἐΐσην, 5.301 τὸν κτάμεναι μεμαὼς, ὅς τις, τοῦ γ' ἀντίος ἔλθοι: 5.302 σμερδαλέα ἰ̈άχων: ὁ δὲ χερμάδιον λάβε χειρὶ 5.303 Τυδείδης , μέγα ἔργον. ὃ οὐ δύο γ' ἄνδρε φέροιεν 5.304 οἷοι, νῦν βροτοί εἰς', ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος: 5.305 τῷ βάλεν Αἰνείαο κατ' ἰσχίον, ἔνθά τε μηρὸς 5.306 ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τε μιν καλέουσι: 5.307 θλάσσε δέ, οἱ, κοτύλην: πρὸς δ' ἄμφω ῥῆξε τένοντε: 5.308 ὦσε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθος: αὐτὰρ ὅ γ' ἥρως 5.309 ἔστη γνὺξ, ἐριπὼν, καὶ ἐρείσατο χειρὶ παχείῃ 5.310 γαίης: ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε: Scholia to Iliad 5.286-5.310 Main scholia On Iliad 5.289: ‡αἵματος ᾶσαι ὅτι παρηγμενως λέγει ταλαύρινον πολεμιστην καὶ ἔν εστιν ἐξ αμφοτέρων ὑπομενητικον ἐν τῇ μάχῃ ⁑ On Iliad 5.289: ταλαύρινον Ἀρισταρχος ψιλοῖ τὸ ρ οὐ γὰρ φησὶ συνθετον δει νοεῖ τὸν σχηματισμον ἀλλα κατὰ ἁπλην ἔννοιαν: τὸν γὰρ εὔτολμον καὶ ¨ἰσχυρον, ὁμοιως δὲ καὶ Ἀριστοφάνης Τρόφωνει δὲ ἀρέσκει ὁ σχηματισμος σύνθετος εἶναι παρὰ τὸ ταλαόν καὶ τὸ ρινὸν εἴτε δὲ λεκτον ἔχει τὸ επι τέλους εἴτε παρέλκει ὀφειλει φυλάττεσθαι τὸ πνεuμα : οὕτως γὰρ διελάβομεν καὶ περὶ τοῦ μελιηδέος οίνου ὃ καὶ αὐτὸς συγκατατίθεται ἡ μέντοι παράδοσις επείσθη Ἀρισταρχῳ ⁑ On Iliad 5.292: πρυμνην ὡς πυκνην ἐπίθετον γὰρ. ὅ τἂν δὲ ἰδίως ἐπι τοῦ πλοίου βαρύνομεν ὡς λεύκη καὶ λευκη : ὀξύνεται δὲ, ὁ πρυμνὸς ἐπεὶ τὰ εἰς νος λήγοντα μετ επιπλοκῆς συμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται συχνος πυκνος οὕτως πρυμνος ⁑ On Iliad 5.290-5.291: βέλος δ' ΐθυνεν Ἀθήνη καὶ τὰ ἑξῆς ζητεῖται, πῶς Διομήδους μὲν ἀκοντίσαντος πειζου Πανδάάρου δὲ ἀπ υ ἅρματος οὕτως ἐκ τοῦῦ κοιλοτέρου φέρομενον τὸ δόρυ κατωφερῆ πεποίηκε τὴν τρῶσιν ἔστι δὲ λέγειν ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτὸ ὴ ἦν δυνατον τοῦτο ποιῆσαι: ἐπει δὴ ὅτι προς ἐπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως τέτρωται ὁ Διομήδης ουτως ἐβλήθη δια τῆς ῥηνος τὴν γλῶσσαν: οἱ δὲ ὅτι ἐν ἀνομάλοις τόποις μαχαμενων εἰκος τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν: τοὺς δὲ πεζοὺς ἀπο μετεώρου μάχεσθαι ώστε καὶ τὸν Διομηδη ἀφ ὕψους βεβληκεναι ⁑ On Iliad 5.290-5.291: ὅτι δηλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος ὁ Πανδαρος συνεκάθισεν ⁑ On Iliad 5.297: Αἰνείας δ' ἀπόροῦσεν ἴλιόδωρος στίζει ἕως τοῦ ἀπόρουσεν εἶτα ἄρχεται ἀπο τοῦ σὺν ασπίδι δουρί τε μακρῷ ἃ γὰρ εἶλε φησὶ πρότερον ταυτα τῷ Πανδάρω μετέδωκεν: αἴρει choice φησὶ τὴν ἀσπίδα ἀπο τοῦ νεκροῦ καὶ καθοπλίζεται καὶ τὸ βληθεν ὑπὸ τοῦ Διομήδους δόρυ. τοῦτο δὲ οὐκ έστιν ἀληθὲς ὡς ὅτι ἀπο τοῦ Πανδάρου ὁ Αἰνειας αίρει τὰ ὁπλα. οὐ γὰρ εδήλωσεν ὁ ποιητης: ἀπίθανον τὲ αὐτὸν εἶναι τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις. ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθοπλίσηται ὁ Αἰνείας . καὶ μὴ εὐθέως αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀσκαλωνίτης συνάπτει ὥστε ἐπι τοῦ Αἰνείου κεῖσθαι τὸ συν ασπίδι δουρί τε μακρῷ. καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπ ἄλλου κατα τὸ σιωπώμενον καθώπλιστο: ὁ δὲ Αινείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα εἶχε δὲ τὸ δόρυ παρακείμενον ἣ έκειτο ἐν τῷ δίφρῳ ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομηδει ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην . οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλω παραδοὺς οῦν τὰς ἡνίας Ἀλκιμέδοντι πολεμεῖ τοῖς ἰδίοις όπλοις. ταῦτα Ἡρῳδιανὸς ἐν τῇ Προσῳδίᾳ ⁑ On Iliad 5.299: ἀμφι δ ἄρ τῷ βαῖνε ὅτι ἀπο τῶν τετραπόδων ἡ μεταφορά προς τὸ ὃς Χρυσην ἀμφιβέβηκας ⁑ On Iliad 5.299: ἀλκι πεποιθῶς ἀλκί ὡς σαρκί καὶ ἔστι κατα μεταπλασμὸν ἀπο τοῦ ἀλκή τινὲς δὲ ἀπο τοῦ ἀλκίς Αἰολικοῦ αυτο φασιν τοὶς γὰρ εἰς η παράκειται εἰς ὡς ἑορτή καὶ ἑορτίς, καὶ ἐν ὑπερθέσει ἐροτίς. εἴτε ἀπευθειας τῆς ἄλξ πεποίηται ὡς οἴεται ὁ Ἀσκαλωνίτης : τρύφων δὲ ἐν τῷ Περὶ τῆς ἀρχαίας ἀναγνώσεως φησὶν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστὶ λέγειν τὴν ϊὼκὴν ἰῶκα καὶ τὴν κρόκη κρόκα καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. ἡ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκὶ ὡς σαρκί ⁑ On Iliad 5.302: σμερδαλέα ¨ἰάχων βαρύνειν δεῖ τὴν ἰάχων: ἐνεστῶτος γάρ ἐστι, καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται τυραννίων: διδάσκει τὰ κινήματα: ἡμεῖς δὲ ἱάχοντες . εἰ γὰρ περιεσπᾶτο ὡς νοοῦντες ἐγίνετο ἐπι δ'¨ἴαχε λαὸς όπισθε τρεὶς δ' ἄϊεν ¨ἰάχοντος : οὕτως οὖν καὶ τὸ φθέγξομ' ἐγὼν ¨ἰάχουσα ὀφείλομεν προπαροξύνειν⁑ On Iliad 5.305-5.306: κότύλην δέ τε μιν κοτύλη, τὸ κοίλον τοῦ ὀστέου ἔνθα ἡ κεφαλῃ τοῦ μηροῦ ἐνστρέφεται: ἰσχίον: τὸ ὑπο τὴν οσφῦν ὀστέον εἰς ὃ ἕγκειται τὸ ϊερὸν ὀστέον ὅπερ καὶ γλοῦτος καλεῖται καὶ κοτυλη παρα τὴν κοιλότητα⁑ Interlinear scholia On Iliad 5.289: τοῦ αίματος κυρέσαι τὸ καρτερικὸν καὶ πολεμιςτήρον δόρυ On Iliad 5.292: κατωτάτην On Iliad 5.295: ποικίλα On Iliad 5.295: πάνυλάμποντα ⁑ Interior scholia On Iliad 5.293: ουτως Ἀρισταρχος εξελυθη: αλλοι δὲ ἐξεσύθη ⁑ On Iliad 5.297: συναπτεον όλον τὸν στιχον ⁑ On Iliad 5.298: οτι αντι τοῦ αὐτοῦ⁑ On Iliad 5.300: οτι πάλιν ἀντι τοῦ αὐτοῦ⁑ On Iliad 5.309: οτι εστη ἀντι τοῦ ἔμεινεν ἐπι τὰ γόνατα πεσῶν Exterior scholia On Iliad 5.288: πάνσεσθαι Venetus A (Marciana 454 = 822), folio 68, verso Iliad 5.311-5.335 5.311 καὶ νύ̆ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας : 5.312 εἰ μὴ ὰρ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη 5.313 μήτηρ: ἥ μιν ὑπ' Ἀγχίσῃ τέκε βουκολέοντι: 5.314 ἀμφὶ δὲ ὁν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ: 5.315 πρόσθε δέ οἱ: πέπλοιο φαεινοῦ πτύγ'μ' ἐκάλυψεν: 5.316 έρκος έμεν βελέων: μή τις Δαναῶν ταχυπώλων 5.317 χαλκὸν ἐνι στήθεσσι βαλὼν. ἐκ θυμὸν ἕλοιτο: 5.318 ἡ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο: 5.319 οὐδ' υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων 5.320 τά̄ων: ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης : 5.321 ἀλλ' ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους 5.322 νόσφιν ἀπὸ φλοίσβου: ἐξ άντυγος ἡνία τείνας: 5.323 Αἰνείᾱο δ' ἐπαΐξας, καλλίτριχας ἵππους 5.324 ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας ἀχαιούς: 5.325 δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλω ὃν περὶ πάσης 5.326 τῖεν ὁμηλικίης. ὅτι οἱ φρεσὶν άρτια ῄδη. 5.327 νηυσὶν ἐπι γλαφυρῇσιν ἐλαυνέμεν: αὐτὰρ ὅ γ' ἥρως 5.328 ὧν ἵππων ἐπιβὰς ἔλαβ' ἡνία σιγαλόεντα: 5.329 αῖψα δὲ Τυδείδην μέθεπε κρατερώνυχας ἵππους 5.330 ἐμμεμαὼς: ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ: 5.331 γινώσκων: ὅ τ' ἄναλκις ἔην θεὸς: οὐδε θεάων 5.332 τάων. αἵ τ' ἀνδρῶν πόλεμον κατα κοιρανέουσιν: 5.333 οὔτ' ὰρ Ἀθηναίη : οὔτε πτολίπορθος ἐνὐώ: 5.334 ἀλλ' ὅτε δή ρ' ἐκίχανε πολὺν καθ' ὅμῑλον ὀπάζων. 5.335 ἔνθ' ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς Scholia to Iliad 5.311-5.335 Main scholia On Iliad 5.325: ὃν περὶ πάσης οὐκ αναστρεπτέον κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ. δεδήλωται δὲ ἡμιν ἐν τῇ ἄμφα ἐντελῶς ὁπότε διελαμβάνομεν περι τοῦ ἀλλ‘ οδ' ἀνὴρ ἐθελει περι πάντων ⁑ On Iliad 5.330: Κύπριν οἱ μὲν τὴν ἐπιθυμίαν. οἱ δὲ τὴν βαρβαρικην ἀφροσύνην αὐτὴν εἶναι λέγουσιν. ⁑ On Iliad 5.332: κατακοιρανέουσιν ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφασις γενέσθαι εἰ συνάπτοιτο, τὸ κοιρανέουσιν ὡς ἀνακοιρανέοντα καὶ ἔστιν ὅμοιον τὸ ¨Ιθάκην κατακοιρανέουσιν ⁑ On Iliad 5.333: Ἐνῦώ παρα τὸ ἐναύειν ὃ σημαίνει τὸ ἐμφωνεῖν: τινὲς δὲ παρα τὸ ἔνω ὃ σημαίνει τὸ φονεύω ἔνθεν καὶ αὐτὸ έντης. παρ' αυτὴς δὲ καὶ ὁ Ἐνυάλιος ⁑ On Iliad 5.333: κακῶς ὅσοι δασύνουσι τὸ υ , τοῦ Ἐνυώ , ἄμεινον γὰρ ψιλοῦν ἀναπέπλασται γὰρ πολεμικὴ θεος ἧς οἱ νεώτεροι ποιηταὶ υιον εἶναι φασὶ τὸν Ἄρεα . καὶ δια τοῦτο καλεῖσθαι Ἐνυάλιον μητρωνυμικῶς ⁑ On Iliad 5.334: ἄλλ' ὅτε δῆ ρ' τὸ πλῆρες ἐστὶ δίχα . οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης . ὅτι τὸ δή ἐπλεόνασε τὸ ρ . δι ὃ βαρύνει ⁑ Interlinear scholia On Iliad 5.313: ἥ τις αὐτόν On Iliad 5.314: περιεβάλετο ⁑ On Iliad 5.315: ἀντι τοῦ διπλῶ τῷ πέπλω ἑαυτὸν ἐσκέπασεν ⁑ On Iliad 5.318: ηρεμα ἐξέφερεν ⁑ On Iliad 5.321: κατέσχεν ⁑ On Iliad 5.322: χωρισ ἔξω τῆς μάχης ⁑ Intermarginal scholia On Iliad 5.311a: καὶ ὁ χρονος καὶ τὸ ῥῆμα ἐνήλλακται ἀντι τοῦ ἀπώλετο ἂν ⁑ On Iliad 5.323: τι ὅ Ζηνόδοτος γραφει αινείω οὐκ εστι δὲ Αινείως ὡς Πετεως ⁑ On Iliad 5.333: ὅτι πολεμικὴ ἡ θεος Interior scholia On Iliad 5.317: Ἀρίσταρχος ὄλοιτο ⁑ On Iliad 5.319: ὅτι ἰδίως συνθεσιάων ἀντι τοῦ ἐντολῶν ⁑ Exterior scholia On Iliad 5.314: ἀμφι δ‘ εὸν Venetus A (Marciana 454 = 822), folio 69, recto Iliad 5.336-5.360 5.336 ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέι δουρὶ 5.337 ἀμβληχρὴν εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν, 5.338 ἀμβροσίου διὰ πέπλου: ὅν οἱ Χάριτες κάμον αὐταί: 5.339 πρυμνὸν ὑπὲρ θέναρος: ῥέε δ' ἄμβροτον αἷμα θεοῖο: 5.340 ἰχὼρ: οἷος πέρ τε ῥέει μακάρεσσι θεοῖσιν: 5.341 οὐ γὰρ σῖτον ἔδους' οὐ πίνους' αἴθοπα οἶνον: 5.342 τούνεκ' αναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται: 5.343 ἡ δὲ μέγ' ἰάχουσα ἀπὸ ἕο κάμβαλεν υἱόν: 5.344 καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων : 5.345 κυανέῃ νεφέλῃ: μή τις Δαναῶν ταχυπώλων 5.346 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο: 5.347 τῇ δ' ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης : 5.348 εἶκε Διὸς θύγατερ πολέμου καὶ δηιοτῆτος: 5.349 ἢ οὐχ ἅλις ὅτι γυναῖκας ἀνάλκιδας ὑπεροπεύεις: 5.350 εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι. ἦ τέ ς' ὀΐω 5.351 ῥηγήσειν πόλεμόν γε καὶ εἴ χ' ἑτέρωθι πύθηαι. 5.352 ὥς ἔφαθ'. ἥδ' ἀλύους' ἀπεβήσετο: τείρετο δ' αἰνῶς: 5.353 τὴν μὲν ἄρ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ' ὁμίλου: 5.354 ἀχθομένην ὀδύνῃσι: μελαίνετο δὲ χρόα καλόν. 5.355 εὗρεν ἔπειτα μάχης ἐπ' αριστερὰ θοῦρον Ἄρηα : 5.356 ἥμενον: ἠέρι δ' ἔγχος ἐκέκλιτο καὶ ταχέ' ἵππω: 5.357 ἡ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο 5.358 πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους: 5.359 φίλε κασίγνητ' ἐκκόμισαι τὲ με: δὸς δὲ μοι ἵππους, 5.360 ὄφρ' ἐς Ὄλυμπον ἵκωμαι: ἵν' ἀθανάτων ἕδος ἐστὶ. Venetus A (Marciana 454 = 822), folio 69, verso Iliad 5.361-5.385 5.361 λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ: 5.362 Τυδείδης ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο: 5.363 ὥς φάτο: τῇ δ' Ἄρης δῶκε χρυσάμπυκας ἵππους: 5.364 ἥδ' ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ: 5.365 πὰρ δέ οἱ Ἶρις ἔβαινεν καὶ ἡνία λάζετο χερσί: 5.366 μάστιξεν δ' ἐλάαν: τὼ δ' οὐκ ἄκοντε πετέσθην: 5.367 αἶψα δ' ἔπειθ' ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλϋμπον : 5.368 ἔνθ' ἵππους ἔστησε ποδὴνεμος ὠκέα Ἶρις : 5.369 λύσας' ἐξ ὀχὲων: περί δ' ἀμβρόσιον βάλεν εἶδαρ: 5.370 ἥδ' ἐν γούνασι πίπτε διώνης δῖ' Ἀφροδίτη : 5.371 μητρὸς ἑῆς: ἥδ' ἀγκάς ἐλάζετο θυγατέρα ἣν: 5.372 χειρὶ τὲ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε: 5.373 τὶς νύ σε τοιάδ' ἔρεξε φιλον τέκος οὐρανιώνων: 5.374 μαψιδίως: ὡς εί τι κακόν ῥέζουσαν ἐνωπῇ: 5.375 τὴν δ' ἠμείβετ' ἔπειτα φιλομειδής Ἀφροδίτη : 5.376 οὔτα με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης : 5.377 οὕνεκ' ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο: 5.378 Αἰνείαν : ὃς ἐμοὶ πάντων πολύ φίλτατος ἐστιν: 5.379 οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ: 5.380 ἀλλ' ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται: 5.381 τήνδ' ἠμείβετ' ἔπειτα Διώνη δῖα θεάων: 5.382 τὲτλαθι τὲκνον ἐμόν καὶ ἀνάσχεο κηδομένη περ: 5.383 πολλὰ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ' ἔχοντες 5.384 ἐξ ἀνδρῶν χάλεπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες: 5.385 τλῆ μὲν Ἄρης ὅτε μιν ὦτος κρατερός τ' Ἐφιάλτης Venetus A (Marciana 454 = 822), folio 70, recto Iliad 5.386-5.410 5.386 παῖδες Ἀλωῆος δῆσαν κρατερῷ ἐνὶ δεσμῷ 5.387 χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας: 5.388 καὶ νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, 5.389 εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια 5.390 Ἑρμείᾳ ἐξείγγειλεν: ὅδ' ἐξέκλεψεν Ἄρηα . 5.391 ἤδη τειρόμενον: χαλεπὸς δὲ ἑ δεσμὸς ἐδάμνα: 5.392 τλῆ δ' Ἥρη . ὅτὲ μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος 5.393 δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι 5.394 βεβλήκει: τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος: 5.395 τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν: 5.396 εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο 5.397 ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν: 5.398 αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον : 5.399 κῆρ' ἀχέων: ὀδύνῃσι πεπαρμένος: αὐτὰρ ὀϊστός 5.400 ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο: κῆδε δὲ θυμόν: 5.401 τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων 5.402 ἠκέσατ': οὐ μὲν γάρ τι κατὰθνητός γ' ἐτέτυκτο: 5.403 σχέτλιος ὀμβριμοεργός ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων: 5.404 ὃς τόξοισιν ἔκηδε θεούς οἳ Ὄλϋμπον ἔχουσι: 5.405 σοὶ δ' ἔπι, τοῦτον ἀνῆκε θεά γλαυκῶπις Ἀθήνη : 5.406 νήπιος: οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός: 5.407 ὅττι μάλ' οὐ δηναιὸς. ὃς ἀθανάτοισι μάχοιτο: 5.408 οὐδὲ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν 5.409 ἐλθόντ' ἐκ πολέμοιο καὶ αἰνῆς δηιοτῆτος. 5.410 τῷ νῦν Τυδείδης εἰ καὶ μάλα καρτερός ἐστι. Venetus A (Marciana 454 = 822), folio 70, verso Iliad 5.411-5.435 5.411 φραζέσθω. μή τις οἱ ἀμείνων σεῖο μάχηται: 5.412 μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη 5.413 ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρη: 5.414 κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν 5.415 ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδαμοιο: 5.416 Ἦ ῥὰ: καὶ ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ 5.417 ἄλθετο δέ χείρ: ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι: 5.418 αἵδ' αὖτ' εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη 5.419 κερτομίοις ἐπέεσσι Δια Κρονίδην ἐρέθιζον: 5.420 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη : 5.421 Ζεῦ πάτερ: ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω: 5.422 ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα 5.423 Τρωσὶν ἅμ' ἅ σπεσθαι τοὺς νῦν ἔκπαγλ' ἐφίλησε. 5.424 τῶν τινα καρρέζουσα Ἀχαιιάδων ἐϋπέπλων, 5.425 πρὸς χρυσῇ περόνη κατεμύξατο χεῖρα ἀραιήν: 5.426 ὣς φάτο: μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε: 5.427 καί ῥα καλεσσαμενος προσέφη χρυσῆν Ἀφροδίτην : 5.428 οὔ τοι τέκνον ἐμόν δέδοται πολεμήια ἔργα: 5.429 ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο: 5.430 ταῦτα δ' Ἄρηι θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει: 5.431 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 5.432 Αἰνεία , δ' ἐπορουσε βοὴν ἀγαθὸς Διομήδης : 5.433 γιγνώσκων ὅ, οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων : 5.434 ἀλλ' ὅ γ' ἄρ οὐδὲ θεὸν μέγαν ἅζετο: ἵετο δ' αἰεί 5.435 Αἰνείαν κτεῖναι: καὶ ἀπο κλυτὰ τεύχεα δῦσαι: Venetus A (Marciana 454 = 822), folio 71, recto Iliad 5.436-5.462 5.436 τρὶς μὲν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων: 5.437 τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' Ἀπόλλων : 5.440 φράζεο Τυδείδη : καὶ χάζεο: μὴ δὲ θεοῖσιν 5.441 ἶς' ἔθελε φρονέειν: ἐπεὶ οὔ ποτε' φῦ΄λον ὁμοῖον: 5.442 ἀθανάτων τε θεῶν: χαμαὶ ἐρχομένων τ' ἀνθρώπων: 5.443 ὣς φάτο. Τυδείδης δ' ἀνεχάζετο τυτθὸν ὀπίσσω: 5.444 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος . 5.445 Αἰνείαν δ' ἀπάνευθεν ὁμίλου θῆκεν Ἀπόλλων : 5.446 Περγάμῳ εἰν ἱερῇ ὅθι οἱ νηός γ' ετέτυκτο. 5.447 ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα 5.448 ἐν μεγαλῳ ἀδύτῳ ἀκέοντό τε, κύδαινόν τε 5.449 αὐτὰρ ὃ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων 5.450 αὐτῷ τε Αἰνείᾳ ἵκελον καὶ τεύχεσι τοῖον: 5.451 ἀμφὶ δ' ἂρ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ 5.452 δήουν ἀλλήλων ἀμφῒ στήθεσσι βοείας 5.453 ἀσπίδας εὐκύκλους: λαισήιά τε πτερόεντα. 5.454 δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων : 5.455 Ἆρες Ἄρες βροτολοιγὲ: μιαιφόνε: τειχεσιπλῆτα: 5.456 οὐκ ἂν τόνδ' ἄνδρα μάχης ἐρυσαιο μετελθών: 5.457 Τυδείδην : ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο: 5.458 Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ: 5.459 αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος. 5.460 ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγαμῳ ἄκρῃ: 5.461 Τρώων δὲ στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών 5.462 εἰδόμενος Ἀκαμαντϊ θοῷ ἡγήτορι Θρηκῶν : Venetus A (Marciana 454 = 822), folio 71, verso Iliad 5.463-5.487 5.463 υἱασι δέ Πριάμοιο διοτρεφέεσσι κέλευσεν: 5.464 ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος 5.465 εἰς τὶ ἔτι κτείνεσθαι ἐασετε λαὸν Ἀχαιοῖς 5.466 ἢ εἰσόκεν ἀμφὶ πύλῃς εὐποιητῇσι μάχωνται: 5.467 κεῖται ἀνὴρ ὃν τ' ἶσον ἐτίομεν Ἕκτορι δίῳ: 5.468 Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο : 5.469 ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον: 5.470 ὣς εἰπὼν ὤτρυνε μὲνος καὶ θυμὸν ἑκάστου: 5.471 ἔνθ' αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον 5.472 Ἕκτορ : πῆ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες: 5.473 φής που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων: 5.474 οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι: 5.475 τῶν νῦν οὔ τιν ἐγὼν ἰδέειν δύναμ' οὐδὲ νοῆσαι 5.476 ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα 5.477 ἡμεῖς δ' αὖ μαχόμεσθ' οἵ περ τ' ἐπίκουροι ἔνειμεν 5.478 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω: 5.479 τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι: 5.480 ἔνθ' ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν 5.481 καδ δὲ κτήματα πολλὰ: τάτ' ἔλδεται ὅς τ' ἐπιδευής: 5.482 ἀλλὰ καὶ ὣς Λυκίους ὀτρύνω καὶ μέμον' αὐτός: 5.483 ἀνδρὶ μαχέσσασθαι: ἀτὰρ οὔτι μοι ἐνθαδε τοῖον 5.484 οἷον κ' ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν: 5.485 τύνη δ' ἕστηκας ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις 5.486 λαοῖσι μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι 5.487 μή πως ὡς ἁψῖσιν λίνου ἁλόντε παναγρου: Venetus A (Marciana 454 = 822), folio 72, recto Iliad 5.488-5.512 5.488 ἀνδράσι δυσμενὲεσσιν ἕλωρ καὶ κῦρμα γένησθε: 5.489 οἵ δὲ ταχ' ἐκπέρσουσιν εὖ ναιομένην πόλιν ὑμήν: 5.490 σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτας τε καὶ ἦμαρ: 5.491 ἀρχούς λισσομένῳ τηλεκλητῶν ἐπικούρων: 5.492 νωλεμεώς ἐχέμεν: χαλεπὴν δ' ἀποθέσθαι ἐνιπήν: 5.493 Ὣς φάτο Σαρπηδὼν : δάκε δὲ φρένας Ἕκτορι μῦθος: 5.494 αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμάζε: 5.495 πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ: 5.496 ὀτρύνων μαχέσασθαι: ἔγειρε δὲ φύλοπιν αἰνήν. 5.497 οἵ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν: 5.498 Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν: 5.499 ὡς δ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωάς 5.500 ἀνδρῶν λικμώντων ὅτε τε ξανθὴ Δημήτηρ 5.501 κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας 5.502 αἱδ' ὑπολευκαίνονται ἀχυρμιαὶ. ὣς τότ' Αχαιοὶ 5.503 λευκοὶ ὕπερθε γένοντο κονισσάλῳ: ὃν ῥα δι' αὐτῶν 5.504 οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων 5.505 ἂψ ἐπιμισγομένων: ὑπο δ' ἔστρεφον ἡνιοχῆες: 5.506 οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον: ἀμφὶ δὲ νύκτα 5.507 θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων: 5.508 πάντος' ἐποιχόμενος: τοῦ δ' ἐκραίαινεν ἐφετμάς 5.509 Φοίβου Ἀπόλλωνος χρυσαόρου: ὅς μίν ἀνώγει 5.510 Τρωσὶν θυμὸν ἐγεῖραι: ἐπεὶ ἴδε Παλλάδ' Ἀθήνην 5.511 οἰχομένην: ἣ γὰρ ῥα πὲλεν Δαναοῖσιν ἀρηγών: 5.512 αὐτός δ' Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο Venetus A (Marciana 454 = 822), folio 72, verso Iliad 5.513-5.537 5.513 ἧκε καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν: 5.514 Αἰνείας δ' ἑτάροισι μεθ' ἵστατο: τοίδ' ἐχάρησαν 5.515 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα 5.516 καὶ μένος ἐσθλὸν ἔχοντα: μετάλλησάν γε μέν οὔ τι: 5.517 οὐ γὰρ ἔα πόνος ἄλλος ὃν ἀργϋρότοξος ἔγειρεν 5.518 Ἄρης τε βροτολοιγός: Ἔρις τ' ἄμοτον μεμαυῖα: 5.519 Τούς δ' Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης 5.520 ὤτρυνον Δαναούς πολεμιζέμεν: οἱ δὲ καὶ αὐτοί 5.521 οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς 5.522 ἀλλ' ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων 5.523 νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσσιν 5.524 ἀτρέμας: ὅφρ' εὕδῃσι μένος Βορέαο καὶ ἄλλων 5.525 ζαχρειῶν ἀνέμων: οἵ τε νέφεα σκιόεντα 5.526 πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες: 5.527 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδ' ἐφέβοντο: 5.528 Ἀτρείδης δ' ἀν' ὅμιλον ἐφοίτα πολλὰ κελεύων: 5.529 ὦ φίλοι ἀνέρες ἐστέ καὶ ἄλκιμον ἦτορ ἕλεσθε: 5.530 ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατεράς ὑσμίνας: 5.531 αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται: 5.532 φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή. 5.533 Ἦ καὶ ἀκόντισε δουρὶ θοῶς: βάλε δέ πρόμον ἄνδρα: 5.534 Αἰνείεω ἑτάρον μεγαθύμου Δηικόοντα : 5.535 Περγασίδην : ὃν Τρῶες ὁμῶς Πριάμοιο τεκέσσι 5.536 τῖον: ἐπεί θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι: 5.537 τόν ῥα κατ' ἀσπίδα βάλε κρείων Ἀγαμὲμνων : Venetus A (Marciana 454 = 822), folio 73, recto Iliad 5.538-5.562 5.538 ἥδ' οὐκ ἔγχος ἔρυτο: δια πρό δὲ εἴσατο χαλκός: 5.539 νειαίρῃ δ' ἐν γαστρὶ διά ζωστῆρος ἔλασσε 5.540 δούπησεν δὲ πεσὼν: ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ 5.541 Ἔνθ' αὖτ' Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους 5.542 υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, 5.543 τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φυρῇ 5.544 ἀφνειὸς βιότοιο, γένος δ' ἦν ἐκ ποταμοῖο 5.545 Ἀλφειοῦ , ὅς τ' εὐρύ ῥέει Πυλίων διὰ γαίης: 5.546 ὃς τέκετ' Ὀρσίλοχον πολέεσς' ἄνδρεσσιν ἄνακτα. 5.547 Ὀρσίλοχος δ' ἂρ ἔτικτε Διοκλῆα μεγάθυμον: 5.548 ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην: 5.549 Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. 5.550 τὼ μὲν ἄρ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν 5.551 Ἴλϊον εἰς εὔπωλον ἅμ' Ἀργείοισιν ἑπέσθην: 5.552 τιμὴν Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ : 5.553 ἀρνυμένω: τώ δ' αὖθι τέλος θανάτοιο κάλυψεν: 5.554 οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν 5.555 ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης 5.556 τὼ μὲν ἂρ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα 5.557 σταθμοὺς ἀνθρώπων κεραΐζετον ὄφρα καὶ αὐτώ 5.558 ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ: 5.559 τοίω τώ χείρεσσιν ὑπ' Αἰνείαο δαμέντε 5.560 καππεσέτην ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι: 5.561 Τώ δὲ πεσόντ' ἐλέησεν ἀρηίφιλος Μενέλαος . 5.562 βῆ δέ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ: Venetus A (Marciana 454 = 822), folio 73, verso Iliad 5.563-5.587 5.563 σείων ἐγχείην: τοῦ δ' ὤτρυνε μένος Ἄρης : 5.564 τὰ φρονὲων: ἵνα χερσὶν ὑπ' Αἰνείαο δαμείη: 5.565 τόνδ' ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς: 5.566 βῆ δὲ διὰ προμάχων πέρι γὰρ δίε ποιμένι λαῶν 5.567 μή τι πάθη: μέγα δέ σφεας ἀποσφήλειε πόνοιο: 5.568 τὼ μὲν δὴ χεῖρας τε καὶ ἔγχεα ὀξυόεντα 5.569 ἀντίον ἀλλήλων ἐχὲτην μεμαῶτε μάχεσθαι: 5.570 Ἀντίλοχος δὲ μάλ' ἄγχι παρίστατο ποιμένι λαῶν: 5.571 Αἰνείας δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς: 5.572 ὡς ἴδε δύο φῶτε παρ' ἀλλήλοισι μένοντε: 5.573 οἳ δ' ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν, 5.574 τὼ μὲν ἄρα δειλώ βαλέτην ἐν χερσὶν ἑταίρων: 5.575 αὐτὼ δὲ στρεφθὲντε μετὰ πρώτοισι μαχέσθην: 5.576 Ἔνθα Πυλαιμενεά ἑλέτην ἀτάλαντον Ἄρηϊ : 5.577 ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων: 5.578 τὸν μὲν ἂρ' Ἀτρείδης δουρικλυτὸς Μενέλαος 5.579 ἑσταότ' ἔγχεϊ νύξε κατα κληῖδα τυχήσας: 5.580 Ἀντίλοχος δὲ Μύδωνα βάλ' ἡνίοχον θεράποντα 5.581 ἐσθλὸν: Ἀτυμνιάδην : ὅδ' ὑπέστρεφε μώνυχας ἵππους: 5.582 χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον ἐκ δ' ἄρα χειρῶν 5.583 ἡνία λεῦκ' ἐλέφαντϊ χαμαὶ πὲσον ἐν κονίῃσιν: 5.584 Ἀντίλοχος δ' ἂρ ἐπαΐξας ξίφει ἤλασε κόρσην: 5.585 αὐτὰρ ὅ γ' ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου: 5.586 κύμβαχος ἐν κονίῃσιν. ἐπὶ βρεχμόν τε καὶ ὤμους. 5.587 δηθὰ μάλ' εἱστήκει: τύχε γάρ ῥ' ἀμάθοιο βαθείης: Venetus A (Marciana 454 = 822), folio 74, recto Iliad 5.588-5.612 5.588 ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσιν 5.589 τοὺς ἵμας' Ἀντίλοχος : μετὰ δὲ στρατὸν ἤλας' Ἀχαιῶν : 5.590 Τούς δ' Ἕκτωρ ἐνόησε κατὰ στίχας ὦρτο δ' ἐπ' αὐτούς 5.591 κεκληγὼς: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες 5.592 καρτεραὶ: ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ πότνι' Ἐνυώ 5.593 ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος 5.594 Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα: 5.595 φοίτα δ' ἄλλοτε μὲν πρόσθ' Ἕκτορος : ἄλλοτ' ὄπισθε: 5.596 τόνδὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης : 5.597 ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο 5.598 στῄη ἐπ' ὠκυρόῳ ποταμῷ ἅλαδε προρέοντϊ 5.599 ἀφρῷ μορμύροντα ἰδὼν ἀνά τ' ἔδραμ' ὀπίσσω: 5.600 ὣς τότε Τυδείδης ἀνεχάζετο εἶπὲ τε λαῷ 5.601 ὦ φίλοι: οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον 5.602 αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν: 5.603 τῷ δ' αἰεὶ πάρα εἷς γε θεῶν: ὃς λοιγὸν ἀμύνει: 5.604 καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς: 5.605 ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω 5.606 εἴκετε: μὴδὲ θεοῖς μενεαινέμεν ἶφι μαχεσθαι: 5.607 Ὣς ἂρ ἔφη: Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν: 5.608 ἔνθ' Ἕκτωρ δύω φῶτε κατὲκτανεν εἰδότε χάρμης: 5.609 εἰν ἑνὶ δίφρῳ ἐόντε: Μενέσθην : Ἀγχίαλόν τε. 5.610 τὼ δὲ πεσόντ' ἐλέησε μέγας Τελαμώνιος Αἴας : 5.611 στῆ δὲ μάλ' ἐγγύς ἰων καὶ ἀκόντισε δουρὶ φαεινῷ: 5.612 καὶ βάλεν Ἄμφιον Σελάγου υἱὸν ὅς ῥ' ἐνὶ Παισῷ Venetus A (Marciana 454 = 822), folio 74, verso Iliad 5.613-5.635 5.613 ναῖε πολυκτήμων πολυλήιος: ἀλλά ἑ μοῖρα 5.614 ἦγ' ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας: 5.615 τὸν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας 5.616 νειαίρῃ δ' ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος: 5.617 δούπησεν δὲ πεσὼν ὅ δ' ἐπέδραμε φαίδιμος Αἴας : 5.618 τεύχεα συλήσων: Τρῶες δ' ἐπι δούρατ' ἔχευαν 5.619 ὀξέα παμφανόωντα σάκος δ' ἀνεδέξατο πολλά 5.620 αὐτὰρ ὃ λὰξ προβάς, ἐκ νεκροῦ χάλκεον ἔγχος 5.621 ἐσπάσατ' οὐδ' ἄρ ἔτ' ἄλλα δϋνήσ το τεύχεα καλά 5.622 ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσιν: 5.623 δεῖσε δ' ὅ γ' ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων: 5.624 οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες: 5.625 οἵ καί μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν 5.626 ὦσαν ἀπὸ σφείων: ὁ δὲ χασσάμενος πελεμίχθη: 5.627 Ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην: 5.628 Τληπόλεμον δ' Ἡρακλείδην ἠύν τε μέγαν τε: 5.629 ὦρσεν ἐπ' ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή: 5.630 οἵδ' ὅτε δή σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες: 5.631 υἱός θ' υἱωνός τε Διὸς νεφεληγερέταο: 5.632 τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπεν: 5.633 Σαρπῆδον Λυκίων βουληφόρε: τίς τοι ἀνάγκη 5.634 πτώσσειν ἐνθάδ' ἐόντι μάχης ἀδαήμονι φωτί: 5.635 ψευδόμενοι δέ σε φασὶ Διὸς γόνον αἰγιόχοιο Venetus A (Marciana 454 = 822), folio 75, recto Iliad 5.636-5.660 5.636 εἶναι: ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν, 5.637 οἱ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων : 5.638 ἀλλ' οἷόν τινα φασὶ βίην Ἡρακλειείην 5.639 εἶναι. ἐμὸν πατέρα, θρασυμέμνονα θυμολέοντα: 5.640 ὅς ποτε δεῦρ' ἐλθὼν ἕνεχ' ἵππων Λαομέδοντος 5.641 ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν 5.642 ' Ϊλίου ἐξαλάπαξε πόλιν: χήρωσε δ' ἀγυιάς: 5.643 σοὶ δὲ κακὸς μὲν θυμὸς, ἀποφθινύθουσι δὲ λαοὶ: 5.644 οὐδέ τι σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι 5.645 ἐλθόντ' ἐκ Λυκίης . οὐδ' εἰ μάλα καρτερός ἐσσι: 5.646 ἀλλ' ὑπ' ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν: 5.647 τὸν δ' αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδᾱ: 5.648 Τληπόλεμ' , ἤτοι κεῖνος ἀπώλεσεν ´Ϊλιον ῾ϊρὴν 5.649 ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος : 5.650 ὁς ῥά μιν εὖ έρξαντα: κακῷ ἠνίπαπε μύθω. 5.651 οὐδ' ἀπέδωχ' ἵππους: τὧν εἵνεκα τηλόθεν ἦλθε: 5.652 σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν 5.653 ἐξ ἐμέθεν τεύξεσθαι: ἐμῷ δ' ὑπο δουρὶ δαμέντα. 5.654 εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ: 5.655 ὡς φάτο Σαρπηδὼν , ὁ δ' ἀνέσχετο μείλινον ἔγχος 5.656 Τληπόλεμος , καὶ τῶν μὲν, ἁμαρτῇ δούρατα μακρὰ 5.657 ἐκ χειρῶν ἤϊξαν: ὁ μὲν βάλεν αὐχένα μέσσον 5.658 Σαρπηδὼν , αἰχμὴ δὲ διαμπερὲς ἦλθ' ἀλεγεινή: 5.659 τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν: 5.660 Τληπόλεμος δ' ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ Scholia to Iliad 5.636-5.660 Main scholia On Iliad 5.638: ‡ἀλλ' οἶον τινὰ: ταῦτα. ἀφ ετέρας ἀρχης πάντως ἀναγνωστέον: ἐάν τε δασύνωμεν τὸ οἷον ὡς Ἀριστοφανης καὶ Ἀρίσταρχος : ἐὰν τε ψιλῶμεν ὡς Παρμενίσκος . μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμος νοεῖται καὶ μάλιστα ὅ τι πρόκειται τὸ τίνα ⁑ On Iliad 5.639: θρασυμέμνονα: τολμηρόν θρασὺν ἐν τῷ μένειν ἢ θρασέως ὑπομενοντα ἐν τῇ μάχῃ⁑ On Iliad 5.654: κλυτοπώλῳ: ἐνδόξους ἵππους ἔχοντι ἡ οὗ κλυτὴ ἐστιν ἡ ἐπιπώλησις οἷον ἀκουστὴ διὰ τὰς ἐπι τοῖς ἀποθνήσκουσιν οἰμωγας. ἡ οἰκέτῳ ἠ ἐπιθέτω καὶ κατα τοῦ Ἅδου κεχρῆσθαι. διὰ την της Περσεφόνης ἁρπαγην. ἠ κλυτοπώλῳ τῷ ἱππικῷ ἁρμόδιον δὲ τὸ ἐπίθετον τῷ ἅμα νοήματι, τὰ πανταχοῦ ζῶα καταλαμβάνοντι⁑ On Iliad 5.656: ‡καὶ τὸν μὲν ἁμαρτῇ τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ, καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους: ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτῷ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι: διὸ καὶ κατ αυτὸν χωρὶς τοῦ ϊ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον γενόμενον παρα τὸ ἅμα καὶ τὸ ἀρτῶ⁑ Intermarginal scholia On Iliad 5.638: οτι τὸ οἷον ἐπι θαυμασμοῦ τινὲς δὲ ἀλλοῖον παρα τοὺς νῦν Ζηνοδοτος δὲ καὶ και ἀμέτρως γράφει Ἡρακλείην ⁑ On Iliad 5.648: ὅτι θηλυκως την Ἴλιον : Interior scholia On Iliad 5.657: οτι τὰ δόρατα ήϊξαν⁑ Venetus A (Marciana 454 = 822), folio 75, verso Iliad 5.661-5.685 5.661 βεβλήκειν : αἰχμὴ δὲ διέσσυτο μαιμώωσα. 5.662 ὀστέῳ ἐγχριμφθεῖσα: πατὴρ δ' έτι λοιγὸν ἄμυνεν: 5.663 οἱ μὲν ὰρ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι 5.664 ἐξέφερον πολέμοιο: βάρυνε δέ μιν δόρυ μακρὸν 5.665 ἑλκόμενον: τὸ μὲν οὔ τις ἐπεφράσατ' οὐδ' ἐνόησε 5.666 μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ' ἐπιβαίῃ 5.667 σπευδόντων: τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες: 5.668 Τληπόλεμον δ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 5.669 ἐξέφερον πολέμοιο: νόησε δὲ δῖος Ὀδυσσεὺς 5.670 τλήμονα θυμὸν ἔχων: μαίμησε δέ οἱ φίλον ῆτορ. 5.671 μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν. 5.672 ἢ προτέρωι Διὸς υἱὸν ἐριγδούποιο διώκοι. 5.673 ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο: 5.674 οὐδ' ὰρ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν 5.675 ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ: 5.676 τῶ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη : 5.677 ἔνθ' ὅ γε Κοίρανον εἷλεν: Ἀλάστορά τε Χρομίον τε: 5.678 Ἄλκανδρόν θ'. Ἅλιόν τε: Νοήμονά τε. Πρύτανίν τε: 5.679 καὶ νῠ´ κ' ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς . 5.680 εἰ μὴ ὰρ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ : 5.681 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ 5.682 δεῖμα φέρων Δαναοῖσι : χάρη δ' ἄρα οἱ προσιόντι 5.683 Σαρπηδὼν Διὸς υἱὸς. ἔπος δ' ὀλοφυδνὸν ἔειπε: 5.684 Πρῑαμίδη : μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς 5.685 κεῖσθαι, ἀλλ' ἐπάμυνον: ἔπειτά με καὶ λῐ´ποι αἰὼν Scholia to Iliad 5.661-5.685 Main scholia On Iliad 5.661-5.662: βεβλήκει: ὅτι ἀκαταλλήλως. ἔδει γὰρ εἰπεῖν μαιμώωσα ὀστέῳ ἐγχριμφθηναι ⁑ On Iliad 5.677-5.678: Χρομίον : παροξυτην: Ἅλιον προπαροξυτόνως εἴπομεν τὰ τοιαῦτα τριβράχεα ἐπι κυρίων παροξύνεσθαι καὶ ἐσημειούμεθα τὸ Ἅλιος ξένιος Κρόνιος . ἐπεκράτησε δὲ καὶ κατὰ την Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος προπαροξυνόμενον⁑ Intermarginal scholia On Iliad 5.665: ἔν τισι τό οἱ ούτις On Iliad 5.666-5.667: συναπτεόν οἷον ἐπειγομένων αὐτῶν ἐπιβῆναι Interior scholia On Iliad 5.667: πάλιν προς τὸν πόνον Venetus A (Marciana 454 = 822), folio 76, recto Iliad 5.686-5.710 5.686 ἐν πόλει ὑμετέρῃ: ἐπεὶ οὐκ ὰρ ἔμελλον ἔγωγε 5.687 νοστήσᾱς οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 5.688 εὐφρανέειν ἄλοχον τε φίλην καὶ νήπιον υἱόν. 5.689 ὡς φάτο: τὸν δ' οὔ τι προσέφη κορυθαιόλος Ἕκτωρ : 5.690 ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα 5.691 ὤσαιτ' Ἀργείους : πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο. 5.692 οἱ μὲν ὰρ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι 5.693 εἷσαν ὑπ' αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ: 5.694 ἐκ δ' ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε 5.695 ἴ̈φθιμος Πελάγων , ὅς οἱ φίλος ῆεν ἑταῖρος. 5.696 τὸν δ' ἔλιπε ψυχὴ κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς: 5.697 αὖτις δ' ἀμπνύνθη : περὶ δὲ πνοιὴ Βορέαο 5.698 ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν. 5.699 Ἀργεῖοι δ' ὑπ' Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ. 5.700 οὔτέ ποτε προτρέποντο μελαινάων ἐπὶ νηῶν 5.701 οὐτέ ποτ' ἄντ' εφέροντο μάχῃ: ἀλλ`' αἰὲν ὀπίσσω 5.702 χάζονθ': ὡς ἐπύθοντο μετα Τρώεσσιν Ἄρηα . 5.703 Ἔνθα τίνα πρῶτον τίνα δ' ὕστατον ἐξενάριξαν 5.704 Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης ; 5.705 ἀντίθεον Τεύθραντ ': ἐπὶ δὲ πλήξιππον Ὀρέστην : 5.706 Τρῆχόν τόν τ' αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε: 5.707 Οἰνοπίδην θ' Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην: 5.708 ὅς ῥ' ἐν Ὕλη ναίεσκε μέγα πλούτοιο μεμηλὼς: 5.709 λίμνῃ κεκλιμένος Κηφῑσίδι : πὰρ δέ οἱ, ἄλλοι 5.710 ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. Scholia to Iliad 5.686-5.710 Main scholia On Iliad 5.698: κεκαφηότα: ἐκπεπνευκότα: καφος γὰρ τὸ πνεῦμα. ἔνθεν καὶ κῆπος ὸ πεπνεύμενοσ τόπος⁑ On Iliad 5.700: οὔτέ ποτε προτρέποντο: ούτως Ἀρίσταρχος ἀμφότερα δια του ε προτρέποντο καὶ ἐπι νηῶν λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπι τὰς ναῦς: ἡ δε διπλὴ προς τὸ σημαινόμενον ὅτι Ἀττικως ἐξενήνοχέ οὐκ έφευγον προτροπάδην ἐπὶ τὰς ναῦς ἔνιοι δὲ ἀγνοοῦντες γραφουσιν ἀπο νηῶν: γίνεται δὲ ἀδιανόητον οὐ γὰρ ἀπο τῶν νεῶν φεύγειν ἔμελλον⁑ On Iliad 5.703: ἐξενάριξαν: οὕτως δια τοῦ α τὸ ἐξενάριξαν ὅ τε Ἄρης δηλον ὅτι καὶ ὁ Ἕκτωρ ⁑ On Iliad 5.705: ἀντίθεον: ἡ διπλὴ προς την ὁμωνυμίαν ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμεμνονος υἱῷ τεύθραντι⁑ On Iliad 5.708: ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε: ὅτι Ζηνόδοτος γράφει Ὕδῃ : ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη ὁ δὲ ανηρ Βοιωτός καὶ κώμη Βοιωτιας ἡ Ὕλη καὶ ὅτι οὐ συνεσταλμένως λέγεται ἡ πόλις . ἐκτεταται δὲ ἐν τῷ Καταλόγῳ διὰ μετρον⁑ Intermarginal scholia On Iliad 5.697: έν τισι δια τοῦ ε ἐμπνύνθη γράφεται On Iliad 5.703: Αρισταρχος δια του ἐξενάριξαν : Interior scholia On Iliad 5.695: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου : διὰ τοῦ σ σελάγων : Exterior scholia On Iliad 5.686: οὐκ άρ' On Iliad 5.697: γράφεται ἀμπνύνθη On Iliad 5.703: ξειν On Iliad 5.709: κεικλοι Venetus A (Marciana 454 = 822), folio 76, verso Iliad 5.711-5.735 5.711 τοὺσδ`' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη 5.712 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ. 5.713 αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηῦδα: 5.714 ὦ πόποι, αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη : 5.715 ἦ ῥ' ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ 5.716 Ἴ̈λιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι: 5.717 εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα : 5.718 ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς: 5.719 ὡς ἔφατ': οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη . 5.720 ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους. 5.721 Ἥρη . πρέσβα θεὰ, θυγάτηρ μεγάλοιο Κρόνοιο : 5.722 Ἥβη δ' ἀμφ' ὀχέεσφι θοῶς βάλε καμπύλα κύκλα 5.723 χάλκεα: ὀκτάκνημα: σιδηρέῳ ἄξονι ἀμφίς: 5.724 τῶν ἤτοι χρυσέη ἴ̈τυς ἄφθιτος: αὐτὰρ ὕπερθε 5.725 χάλκε' ἐπίσσωτρα προσαρηρότα θαῦμα ἴ̈δέσθαι: 5.726 πλῆμναι δ' ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν: 5.727 δῖφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱ̈μᾶσιν 5.728 ἐντέταται: δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι. 5.729 τοῦ δ' ἐξ ἀργύρεος ῥυμὸς πέλεν: αὐτὰρ ἐπ' ἄκρῳ 5.730 δῆσε χρύσειον καλὸν ζυγὸν: ἐν δὲ λέπαδνα 5.731 καλ`' ἔβαλε χρύσει': ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη 5.732 ἵππους ὠκύποδας: μεμαυῖ' ἔριδος καὶ ἀϋτῆς: 5.733 Αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο. 5.734 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει. 5.735 ποικίλον: ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν: Scholia to Iliad 5.711-5.735 Main scholia On Iliad 5.722: κύκλα: οἱ τροχοὶ: On Iliad 5.723: οκτάκνημα: κνῆμαι καλοῦνται αἱ ἀπο τῆς χοινικίδος ἕως τοῦ τροχοῦ ῥάβδοι: On Iliad 5.724: ἴ¨τυς: ἡ ἁψὶς, εἰς ἣν αἱ κνῆμναι αἱ ἁπὸ της χοινικίδος ἐμπήγνυνται, ἤγουν ἡ τοῦ τροχοῦ περιφέρεια παρα τὸ ϊέναι ⁑ On Iliad 5.725: ἐπίσσωτρα: οἱ σιδηροὶ κύκλοι οἱ ἄνωθεν περιβαλλόμενοι τοῖς τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς, οἱ καλούμενοι κανθοί⁑ On Iliad 5.726: πλῆμναι: τὰ μέσα τῶν συρργγιων εἰς ὰς ἐντίθεται ὁ ἄξων αἱ καλούμεναι χοινικίδες⁑ On Iliad 5.727: δίφρος: ἐφ οὗ ἑστᾶσιν. ὅ τε ἡνίοχος καὶ ὁ παραβάτης⁑ On Iliad 5.728: ἄντυγες: αἱ περιφέρειαι τοῦ δίφρου αἱ αψῖδες ὦν ἀντιλαμβάνονται, οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα ⁑ On Iliad 5.729: ρυμὸς τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον απο τοῦ ἐρύειν⁑ On Iliad 5.730: ζυγος: τὸ ἐπικείμενον τοῖς τραχήλοις των ἵππων παρα τὸ δύο εἰς άγειν αὐτόν⁑ Intermarginal scholia On Iliad 5.725: ἔν τισι γράφεται ὀπίσσωτρα δια τοῦ ω ⁑ On Iliad 5.729: ὅτι ὅταν εἴπῃ ἐν πρώτῳ ῥυμῷ τῷ άκρω λέγει εἷς γὰρ ἐστι ῥυμος τὸ δὲ πέλεν ἀντι τοῦ πέλει ⁑ Venetus A (Marciana 454 = 822), folio 77, recto Iliad 5.736-5.760 5.736 ἡ δὲ χιτῶν' ἐνδῦσα. Διὸς νεφεληγερέταο 5.737 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. 5.738 ἀμφι δ`' ὰρ ὤμοισιν βάλετ' αἰγίδα θυσσανόεσσαν 5.739 δεινὴν. ἣν πέρι μὲν πάντῃ Φόβος ἐστεφάνωται. 5.740 ἒν δ' Ἔρις ἐν δ' Ἀλκὴ : ἐν δὲ κρυόεσσα Ἰ̈ωκὴ : 5.741 ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου 5.742 δεινή τε, σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. 5.743 κρᾱτὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θετο τετραφάληρον. 5.744 χρυσείην. ἑκατὸν πολέων πρυλέεσσ' ἀραρυῖαν: 5.745 ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο: λάζετο δ' ἔγχος 5.746 βριθὺ, μέγα: στιβαρὸν: τῷ δάμνῃσι, στίχας ἀνδρῶν 5.747 ἡρώων: τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη. 5.748 Ἥρη δὲ μάστιγι θοῶς ἐπ'ἐμαίετ' ὰρ ἵππους: 5.749 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι. 5.750 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε. 5.751 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. 5.752 τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους: 5.753 ἑ῀ὗρον δὲ Κρονίωνα θεῶν άτερ, ἥμενον ἄλλων 5.754 ἀκροτάτη κορυφῇ πολυδειράδος Οὐλύμποιο . 5.755 ἔνθ' ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη . 5.756 Ζῆν' ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε : 5.757 Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄ˘ρῃ τάδε καρτερὰ ἔργα: 5.758 ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν 5.759 μὰψ; ἀτὰρ οὐ κατὰ κόσμον, ἐμοὶ δ ἄχος. οἱ δὲ ἕκηλοι 5.760 τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων Scholia to Iliad 5.736-5.760 Main scholia On Iliad 5.749: αὐτόμαται δὲ πύλαι: ὅτι πύλαι οὐρανοῦ τὰ νέφη ὁ γὰρ ὑπερ ταῦτα τόπος ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸς καλεῖται⁑ On Iliad 5.754: Οὐλύμποιο : ὅτι ὄρος ὁ Ὄλυμπος καὶ ὅτι ὑπερθετικoν ἀντi ἁπλου ἀκροτάτη. ἀντι του ἄκρα: οὐ ζητητεόν οὖν πῶς τὸν ὑπερ τὰ νέφη τόπον ἀκροτάτην εἴρηκε κεφαληα: λέγει γὰρ ἄκραν οἵ αν δήποτε⁑ Interlinear scholia On Iliad 5.748: ἐφήν τε το Intermarginal scholia On Iliad 5.739: ἀναστρεπτέον τὴν πρόθεσιν ἵνα πρὸς τὸ ἢν συντάττηται ⁑ On Iliad 5.746-5.747: ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν μετάκεινται ⁑ On Iliad 5.748: αντὶ τοῦ τῶν ἵππων On Iliad 5.757: οὗτος Ἀρίσταρχος . ἄλλοι δὲ τάδε ἔργ' ἀΐδηλα ⁑ Venetus A (Marciana 454 = 822), folio 77, verso Iliad 5.761-5.786 5.761 ἄφρονα τοῦτον ἀνέντες: ὃς, οὔ τινα οἶδε θέμιστα: 5.762 Ζεῦ πάτερ, ῆ ρά τί μοι κεχολώσεαι: αἴ κεν Ἄρηα 5.763 λυγρῶς πεπληγυῖα: μάχης ἒξ ἀποδίωμαι: 5.764 τὴνδ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς : 5.765 ἄγρει, μάν οἱ. ἔπορσον Ἀθηναίην ἀγελείην: 5.766 ἥ ἑ μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν: 5.767 ὡς ἔφατ': οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη 5.768 μάστιξεν δ' ἵππους: τὼ δ' οὐκ ἄκοντ' ἐπετέσθην 5.769 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος: 5.770 ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴ̈δεν ὀφθαλμοῖσιν 5.771 ἥμενος ἐν σκοπιῇ: λεύσσων ἐπὶ οἴνοπα πόντον. 5.772 τόσσον ἐπιθρώισκουσι θεῶν ὑψηχέες ἵπποι: 5.773 ἀλλ' ὅτε δὴ, Τροίην ἵ̈ξον ποταμώ τε ῥέοντε. 5.774 ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ, Σκάμανδρος : 5.775 ἔνθ' ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη 5.776 λύσασ' ἐξ ὀχέων. περὶ δ' ἠέρα πουλὺν ἔχευεν: 5.777 τοῖσιν δ' ἀμβροσίην Σιμόεις ἀνέτειλε, νέμεσθαι: 5.778 αἱ δὲ βάτην: τρήρωσι πελειάσιν ΐθμαθ' ὁμοῖαι. 5.779 ἀνδράσιν Ἀργείοισιν ἀλέξέμεναι μεμαυῖαι: 5.780 ἀλ'λ' ὅτε δή ῥ' ἵ̈κανον ὅθι πλεῖστοι καὶ ἄριστοι 5.781 ἔστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο 5.782 εἰλούμενοι. λείουσιν ἐοικότες ὠμοφάγοισιν. 5.783 ἢ συσὶ κάπροισιν. τῶν τε, σθένος οὐκ αλαπαδνόν: 5.784 ἔνθα στᾶς' ἤϋσε θεὰ λευκώλενος Ἥρη 5.785 Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ: 5.786 ὃς, τόσον αὐδήσασχ' ὅσον ἄλλοι πεντήκοντα: Scholia to Iliad 5.761-5.786 Main scholia On Iliad 5.770: ‡ὅσσον δ' ηεροειδὲς ἀνὴρ: ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος καὶ μηδενος ἐμποδίζοντος. ἢ ἀερῶδες σκοτεινόν ᾗχι ῥοάς⁑ On Iliad 5.774: ᾗχι ῥοάς , ὅτι κατ αμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομάτων τέταχεν: ἔδει γὰρ ᾗχι ῥοὰς Σιμόεις , καὶ Σκάμανδρος συμβάλλετον, τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε, καὶ Ἀλκμάν : δι ὃ καὶ καλεῖται Ἀλκμανικόν, οὐχ ὅτι αὐτος πρωτος ἐχρήσατο, ἀλλ ὅτι τῷ τοιούτῳ ἔδει πεπλεόνακε: τὸ δὲ σχῆμα προ ἐπίζευξιςπροθεὶς προςθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν, ἐπάγει πληθυντικὸν, καὶ λοιπον ἀναπληροῖ, τῇ ἐπαγωγῇ: ἦ μὲν δὴ θάρσος μοι ἔνθα μὲν εἰς Ἀχέροντα εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης: ἀλλαχοῦ δὲ μεσσηγὺς Σιμόεντος ,ἠδὲ Ξάνθοιο ῥοάων ⁑ On Iliad 5.785: Στέντορι : τινὲς αὐτὸν Θρᾷκα Ἑρμεῖ δὲ περι μεγαλοφωνίας ἐρίσαντα ἀναιρεθῆναι: αὐτὸν δὲ ευρεῖν και τὴν δια κόχλου γραφην τινες δὲ Ἀρκάδα φασὶ τὸν Στέντορα καὶ εν τῷ Καταλόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους έν τισι δὲ οὐκ ἦν ὁ στίχος δια την ὑπερβολήν ⁑ Intermarginal scholia On Iliad 5.763: ὅτι ἀντι του πλήσσουσα τῷ παθητικῶ⁑ On Iliad 5.764: οτι ἔνιοι γράφουσι τὴν δ' εῦτε προσέειπε πατηρ ἀνδρῶν τε θεῶν τε ⁑ On Iliad 5.785: ὅτι ενταυθα μονον μνημονεύει τ του Στεντορος ⁑ Venetus A (Marciana 454 = 822), folio 78, recto Iliad 5.787-5.812 5.787 αἰδὼς Ἀργεῖοι κακ`' ἐλέγχεα εἶδος ἀγητοί: 5.788 ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεὺς : 5.789 οὐδέ ποτε Τρῶες προ πυλάων Δαρδανιάων 5.790 οἴχνεσκον: κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος: 5.791 νῦν δὲ ἑκὰς πόλιος: κοίλῃς ἐπι νηυσὶ μάχονται: 5.792 ὡς εἰποῦς' ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου: 5.793 Τυδείδῃ δ' ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη : 5.794 εὗρε δὲ τόν γε, ἄνακτα παρ' ἵπποισιν καὶ ὄχεσφιν 5.795 ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ: 5.796 ἱ̈δρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος 5.797 ἀσπίδος εὐκύλου: τῷ τρίβετο κάμνε δὲ χεῖρα: 5.798 ἂν δ' ἴ̈σχων τελαμῶνα. κελαινεφὲς αἷμ' ἀπομόργνυ. 5.799 ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο. φώνησέν τε: 5.800 ῆ ὀλίγον οἷ, παῖδα ἐοικότα γείνατο Τυδεύς : 5.801 Τυδεύς τοι. μικρὸς μὲν ἔην δέμας. ἀλλὰ μαχητής: 5.802 καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον. 5.803 οὐδ' ἐκπαιφάσσειν, ὅτε τ', ἤλυθε. νόσφιν Ἀχαιῶν 5.804 ἄγγελος ἐς Θήβας , πολέας μετὰ Καδμείωνας : 5.805 δαίνυσθαί μιν ἄνωγον ἐνι μεγάροισιν ἕκηλον: 5.806 αὐτὰρ ὃ θυμὸν ἔχων, ὃν, καρτερὸν ὡς τὸ πάρος περ. 5.807 κούρους Καδμείων προκαλίζετο: πάντα δ`' ἐνίκα: 5.808 ῥηϊδίως: τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα. 5.809 σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι ἠδὲ φυλάσσω: 5.810 καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι: 5.811 ἀλλά σευ; ἠ κάματος πολυα'ϊξ γυῖα δέδῡκεν. 5.812 ἤ νύ˘ σέ που δέος ἴσχει ἀκήριον: οὐ σύ γ' ἔπειτα Scholia to Iliad 5.787-5.812 Main scholia On Iliad 5.798: ἀν δ' ἴσχων: ὡς λέγων ἔχων οὐδε γαρ δύναται ὀξύνεσθαι ὡς δευτέρου ἀορίστου ἄνευ γὰρ τοῦ ϊ ἐλέγετο ἂν σχών: ζητεῖται πότερον ΐσχων ὡς τρέχων ἢ ὡς νοῶν εὑρέθη γὰρ ΐσχηκα ὁ παρακείμενος: ἀλλα τουτο οὐδὲν συμβάλλεται προς τὴν Ὁμηρικην ἀναγνωσιν παρ αυτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου ΐσχεσθ' Ἀργεῖοι: ἴσχον γαρ πυργηδόν: ἥ τε πληθυντικῂ μετοχῇ χείρας τ' ἀνίσχοντες ⁑ On Iliad 5.800: ἣ ολίγον οἷ παῖδα: ὅτι οὐ λέγει κατα τί ὅμοιον. ἀλλ ἀντι του οὐδε ὅλως ὅμοιον τὸν δε ῆ περισπαστεον βούλονται γὰρ αὐτὸν ἰσυδυναμεῖν τὸ δῆ καὶ βεβαιωτικον εἶναι τοιοῦτος γὰρ ὁ κατ αρχην ε την δε ἀντωνυμίαν ὀρθοτονουσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται ⁑ On Iliad 5.807: κούρους Καδμείων προκαλίζετο παντα δ' ἐνίκα: ὅτι Ζηνοδοτος ὑποτάσσει τούτῳ στίχον ῥηϊδίως τοίη οἱ εγων ἐπιτάρροθος ἦα , ἐναντιοῦται δέ: ἡ γὰρ Αθηνὰ οὐ φησὶ παροτρύνειν ἀλλα κωλύειν κατήχθη δὲ οὐ δεόντως εκ τοῦ Αγαμεμνονος λόγου⁑ On Iliad 5.812: ἤ νυ σέ που ὁ η ὀξύνεται διαζευκτικος γάρ φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικὸν ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν δια τὴν σὲ ἐγκλιτικὴν ουσᾶν⁑ Intermarginal scholia On Iliad 5.787: ἐλέγχεα ὡς τείχεα οὐ γὰρ νῦν ἐπιθετικὸν: On Iliad 5.787: Ἀρίσταρχος κακκελέχεες τὸ δὲ ἑξῆς διχῶς εἶδος ἄριστοι καὶ εἶδος ἄγητοί ⁑ On Iliad 5.795: ὅτι ἰδίως εἴρηκεν ἀντὶ του ο βαλων ἕλκος ἐποίησεν ⁑ Interior scholia On Iliad 5.787: εἰδος ἀγητοί τῷ είδει μόνον θαυμαστοί: On Iliad 5.800: οτι οὐ λέγει κατά τι ὅμοιον, ἀλλ' αντι τοῦ οὐδε όλως ὅμοιον⁑ On Iliad 5.808: τοῦτον τoν στίχον. οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου : καὶ γὰρ ἀντιπράττει, καὶ προς τὸ δαίνυσθαί μιν ἄνωγον ἐνι μεγάροισιν ἕκηλον : καὶ οὐχ οἷόν τε ἐπιφέρειν, σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵ¨σταμαι, ἠδὲ φυλάσσω : Exterior scholia On Iliad 5.808: τοί η On Iliad 5.811: αλλὰσεῦ Venetus A (Marciana 454 = 822), folio 78, verso Iliad 5.813-5.837 5.813 Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνείδαο : 5.814 τὴν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης : 5.815 γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο: 5.816 τῶ τοι προφρονέως ἐρέω ἔπος, οὐδ' ἐπικεύσω: 5.817 οὔτέ τι με δεός ἴ̈σχει ἀκήριον. οὔτέ τις ὄκνος: 5.818 ἀλλ´' ἔτί, σῶν μέμνημαι ἐφετμέων. ἃς, ἐπέτειλας: 5.819 οὔ μ' εἴᾱς μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι 5.820 τοῖς ἄλλοις: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη 5.821 ἔλθῃσ' ἐς πόλεμον τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ. 5.822 τούνεκα νῦν αὐτός τ' ἀναχάζομαι: ἠδὲ καὶ ἄλλους 5.823 Ἀργείους ἐκέλευσα, ἀλήμεναι ἐνθάδε πάντας. 5.824 γῑνώσκω γὰρ Ἄρηα μάχην ἀνὰκοιρανέοντα: 5.825 Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη : 5.826 Τυδείδη Διόμηδες , ἐμῷ κεχαρισμένε θυμῷ: 5.827 μήτε σύ γ' Ἄρηα τό γε δείδιθι: μήτέ τιν' ἄλλον 5.828 ἀθανάτων. τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι: 5.829 ἀλλ' άγ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους: 5.830 τύψον δὲ σχεδίην. μὴ δ' ἅζεο θοῦρον Ἄρηα 5.831 τοῦτον μαινόμενον, τυκτὸν κακὸν. ἀλλοπρόσαλλον. 5.832 ὃς πρώιην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ' ἀγορεύων 5.833 Τρωσὶ μαχήσεσθαι: ἀτὰρ Ἀργείοισιν ἀρήξειν, 5.834 νῦν δὲ μετα Τρώεσσιν ὁμιλεῖ. τῶν δὲ λέλασται: 5.835 ὡς φαμένη: Σθένελον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε: 5.836 χειρὶ πάλιν ἐρύσας': ὁ δ' ὰρ ἐμμαπέως ἀπόρουσεν: 5.837 ἡ δ' ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον Scholia to Iliad 5.813-5.837 Main scholia On Iliad 5.831: ἀλλοπρoσαλον: σύνθετον ἐστι δι ὃ οὐ κατ' ϊδίαν ὁ τόνος της πρώτης λέξεως λέγεται ὁμοίως δὲ τῷ ἀλλοθρόους ἀλλοειδέας ⁑ Interlinear scholia On Iliad 5.836: προθύμως Intermarginal scholia On Iliad 5.824: τὸ ἀνα αντι τῆς κατα ⁑ On Iliad 5.832: ‡ προς τὸ στεῦτο οτι το κατα διάνοιαν διωρίζετο ἡ λέξις σημαίνει ⁑ On Iliad 5.834: ὅτι ἀντὶ ἐν τοῖς Τρωσιν εστι μετα τῶν Τρώων: Exterior scholia On Iliad 5.813: ἐκγονος ὁ υἱος: ἐγγονος ὁ υἱωνός Venetus A (Marciana 454 = 822), folio 79, recto Iliad 5.838-5.862 5.838 ἐμμεμαυῖα θεὰ μέγα δ' ἔβραχε φήγινος ἄξων 5.839 βριθοσύνῃ: δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρα τ' ἄριστον: 5.840 λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη : 5.841 αὐτίκ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους. 5.842 ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζεν 5.843 Αἰτωλῶν ὅχ' άριστον Ὀχησίου ἀγλαὸν υἱόν: 5.844 τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος, αὐτὰρ Ἀθήνη 5.845 δῦν' Ἄϊδος κυνέην: μή μιν ἴδοι ὄβριμος Ἄρης : 5.846 ὡς δὲ ἴ̈δε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον 5.847 ἤτοι ὁ μὲν Περίφαντα πελώριον αὐτόθ' ἔασε 5.848 κεῖσθαι. ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμὸν. 5.849 αὐτὰρ ὃ βῆ ῥ' ἰ̈θὺς Διομήδεος ἱπποδάμοιο: 5.850 οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰ̈όντες, 5.851 πρόσθεν Ἄρης ὠρέξαθ' ὑπὸ ζυγὸν ἡνία θ' ἵ̈ππων 5.852 ἔγχεϊ χαλκείῳ. μεμαὼς ἀπο θυμὸν ἑλέσθαι 5.853 καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη 5.854 ὦσεν ὑπὲρ δίφροιο, ἐτώσιον ἀϊχθῆναι: 5.855 δεύτερος αὖθ' ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης 5.856 ἔγχεϊ χαλκείῳ. ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη 5.857 νείατον ἐς κενεῶνα. ὅθι ζωννύσκετο μίτρην: 5.858 τῇ ῥά μιν οὖτᾰ τυχὼν. δια δε χρόα καλὸν ἔδαψεν. 5.859 ἐν δὲ δόρυ σπάσεν αὖτις. ὁ δ' ἔβραχε χάλκεος Ἄρης 5.860 ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι 5.861 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος : 5.862 τοὺς δ' ἂρ ὑπὸ τρόμος εῖλεν Ἀχαιούς τε Τρῶάς τε Scholia to Iliad 5.838-5.862 Main scholia On Iliad 5.842: ἤ τοι ὁ μὲν Περὶφάντα ὅτι ἀπο τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ. καὶ ὅτι τινὲς γράφουσιν ἐξενάριξεν ; συντελικὸν δὲ γίνεται δεῖ δὲ παρατατικῶς: καὶ γὰρ ἐπιφέρει τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος ἀντι τοῦ ἀνῄρει⁑ On Iliad 5.857: νειατὸν ἐς κενεῶνα ὅθι ζωννυέσκετο μίτρῃ ὅτι κατα τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν: καὶ ἔστιν διδασκαλικος ὁ τόπος ὁ δὲ Ἀρίσταρχος μίτρῃ κατα δοτικήν. ἐν δε τίσι τῶν υπομνημάτων. ὅθι στελέσκετο μίτρῃ ⁑ Intermarginal scholia On Iliad 5.839: δια τοῦ δὲ αἱ Αρισταρχου ἄνδρα δ' ἄριστον ⁑ On Iliad 5.852: oλέσσαι On Iliad 5.862: βαρυτονητέον τὴν ὑπό παρέλκεται γάρ⁑ Interior scholia On Iliad 5.842: α ϛ β γ δ ε ζ εν αλλῷ ὁυτος ἐστι μετα τέσσαρας στίχους κεῖται: Exterior scholia On Iliad 5.847: ὀλ On Iliad 5.852: ολέιται On Iliad 5.854: ὑπεκδιφρο Venetus A (Marciana 454 = 822), folio 79, verso Iliad 5.863-5.887 5.863 δείσαντας, τόσον ἔβραχ' Ἄρης , ἆτος πολέμοιο: 5.864 οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ 5.865 καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο. 5.866 τοῖος Τυδείδῃ Διομήδεϊ χάλκεος Ἄρης 5.867 φαίνεθ' ὁμοῦ νεφέεσσιν, ἰὼν εἰς οὐρανὸν εὐρύν . 5.868 καρπαλίμως δ' ί̈κανε θεῶν έδος: αἰπὺν Ὄλυμπον : 5.869 πὰρ δὲ Διὶ̈ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων: 5.870 δεῖξεν δ' ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς: 5.871 καί ρ' ὀλοφυρόμενος, ἔπεα πτερόεντα προσηύδα 5.872 Ζεῦ πάτερ. οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα: 5.873 αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν 5.874 ἀλλήλων ἰ̈ότητι, χάριν ἄνδρεσσι φέροντες: 5.875 σοὶ πάντες μαχόμεσθα: σὺ γὰρ τέκες ἄφρονα κούρην. 5.876 οὐλομένην. ἥ τ' αἰὲν. ἀήσυλα ἔργα μέμηλεν: 5.877 ἄλλοι μεν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ 5.878 σοί τ' ἐπιπείθονται: καὶ δεδμήμεσθα ἕκαστος, 5.879 ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ: 5.880 ἀλλ' ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον: 5.881 ἣ νῦν Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα 5.882 μαργαίνειν ἀνέἡκεν ἐπ αθανάτοισι θεοῖσι: 5.883 Κύπριδα μὲν πρῶτον: σχεδὸν οὔτασε χεῖρ' ἐπι καρπῷ. 5.884 αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος: 5.885 ἀλλά μ' ὑπήνεικαν ταχέες πόδες: ῆ τέ, κε δηρὸν 5.886 αὐτοῦ πήματ' ἔπασχον ἐν, αἰνῇσιν, νεκάδεσσιν 5.887 ἤ κε̄ν, ζὼς, ἀμενηνὸς, ἔα, χαλκοῖο τυπῇσι: Scholia to Iliad 5.863-5.887 Main scholia On Iliad 5.864: οἵη δ' ἐκ νεφέων ἐρεβεννῆ. προς τὴν πλοκην τοῦ ἑξῆς λόγου οἵα φαίνεται ἀὴρ ἐκ νεφέων δυσάεος ἀνεμυ ὀρνυμένου ἐκ καύματο On Iliad 5.878: σοί τ' ἐπιπείθονται προς τὸ σχῆμα εδει γὰρ πειθόμεθα καὶ δεδυμήμεθα ἕκαστος⁑ On Iliad 5.881: ὑπέρθυμον διομηδεα αἱ Ἀριστάρχου ὑπερφίαλον ουχ υπέρθυμον ὥσπερ αἱ δημώδεις⁑ On Iliad 5.883: Κύπριδα μὲν πρῶτον ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγορῖ ἀλλ' ἐξ ετέρων ὡμολογημενων⁑ On Iliad 5.885-5.887: ἡ τέ κε δηρόν ῆ κεν ζῶς: διζεντκοὶ ἀμφότεροι διὸ ὀξύνονται δια τὰ ἐπιφερόμεναv ἐγκλιτικὰ χωρὶς εἰ μη ὁ δεύτερος βεβαιωτικος: καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια⁑ On Iliad 5.887: ζῶς: τὸ ζῶς ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν οὐ‘χ ὑγιῶς μόνον γὰρ τὸ σῶς ἐστι περισπώμενον μονοσύλλαβον εἰςας λῆγον ἀρσενικον γεγονοσ ἠ ἐκ τοῦ σόος ὡς οἵεται φιλόξενοσ, ἡ ἐκ τοῦ σάος ὅπερ κρεῖττον: εἰ δὲ ὁ ἀσκαλωνίτης ἀξιοῖ αὐτο ἐκ τοῦ ζωὸς , ΐστω: ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἢν ἔνθεν περιεσπᾶτο τὸ σῶς: τὸ δὲ ζὼς ἐξ οξυνομένου ὡς φηεσὶ τοῦ ζωός: ἄμεινον δὲ ὀξύνειν ἐγκλινειν δὲ ἐν ταύτῃ: τῇ: ἀναγνώσι: η μέντοι κλίσις αὐτοῦ ἰσοσύλλαβος εὐρεθη⁑ On Iliad 5.887: ἀμενηνος ἔ τὸ ἔα ϊωνικον ἐστιν εκ τοῦ ἦ γεγονος. διὸ συσταλτέον τὸ ἄλφα, ὁμοίως τῷ τοῖος ἔα ἐν πολέμῳ ὃ καὶ δια τοῦ ην λέγεται τοῖς ῆα φιλοπτόλεμοσ . τὸ δὲ μέτρον οὐ κωλύεται: ἀπήρτησε γὰρ εἰς μερος λόγου καὶ ἐπέχει τόπον μακρᾶς ὁμοίως τῷ ἀμφηρεφέα τε φαρέτρην ⁑ On Iliad 5.887: τυπῇσιν ὡς πληγῇσι . δοκεῖ δὲ ὡς προς τὴν ἀναλογίαν σημειοῦσθαι τὰ γὰρ εἰς πην μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι εἰ δε τί ὀξύνεται ἔχει προ τέλους ἢ ϊ ἢ ο : πῶς οὖν τὸ τυπην μόνον ὀξυνόμενον τῷ υ παρελήχθη⁑ Interlinear scholia On Iliad 5.1: μανιοδῶς διακεῖσθαι⁑ Venetus A (Marciana 454 = 822), folio 80, recto Iliad 5.888-5.909 5.888 τὸν δ' άρ' ὑπόδρα ἰ̈δὼν προσέφη νεφεληγερέτα Ζεύς : 5.889 μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε: 5.890 ἔχθιστος δέ μοι ἐσσὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν: 5.891 αἰεὶ γάρ τοι ἔρις τε φίλη: πόλεμοί τε. μάχαι τε: 5.892 μητρός τοι μένος ἐστὶν ἀάσχετον, οὐκ ἐπιεικτὸν 5.893 Ἥρης . τὴν μὲν ἐγω σπουδῇ δάμνημ' ἐπέεσσι: 5.894 τώ σ' ὀίω κείνης τάδε πάσχειν ἐννεσίῃσιν: 5.895 ἀλλ`' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε ἔχοντα: 5.896 ἐκ γὰρ ἐμεῦ γένος ἐσσί: ἐμοὶ δέ σε γείνατο μήτηρ: 5.897 εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ, ὧδ' ἀΐδηλος, 5.898 καί κεν δὴ πάλαι ῆσθας. ἐνέρτερος Οὐρανιώνων: 5.899 ὡς φάτο. καὶ Παιήον' . ἀνώγειν, ἰ̈ήσασθαι: 5.900 τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσεν: 5.901 ἠκέσατ' οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο 5.902 ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν 5.903 ὑγρὸν ἐὸν: μά´λα δ' ῶκα περιτρέφεται κυκόωντι: 5.904 ὡς ἄρα καρπαλίμως ἰ̈ήσατο θοῦρον Ἄρηα : 5.905 τὸν δ' Ἥβη λοῦσεν: χαρίεντα δὲ εἵματα ἕσσε: 5.906 πὰρ δὲ Διὶ̈ Κρονίωνι καθέζετο κύδεϊ γαίων: 5.907 αἱ δ' αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο, νέοντο 5.908 Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη : 5.909 παύσασαι βροτολοιγὸν Ἄρην ἀνδροκτασιάων ⁑ Scholia to Iliad 5.888-5.909 Interior scholia On Iliad 5.903: περι πήγνυται Exterior scholia On Iliad 5.894: ὀΐω Venetus A (Marciana 454 = 822), folio 80, verso Iliad 6.title-6.25 6.1 Τρώων δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή: 6.2 πολλὰ δ' ὰρ ἔνθα καὶ ἔνθ' ἴ̈θυσε μάχη πεδίοιο 6.3 ἀλλήλων ἰ̈θυνομένων χαλκήρεα δοῦρα 6.4 μεσσηγὺς Σιμόεντος ἰ̈δὲ Ξάνθοιο ῥοάων: 6.5 Αἴας δὲ πρῶτος Τελαμώνιος : έρκος Ἀχαιῶν . 6.6 Τρώων ῥῆξε φάλαγγα. φόως δ' ἑτάροισιν ἔθηκεν 6.7 ἄνδρα βαλὼν: ὃς, ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο. 6.8 υἱὸν Ἐϋσσώρου Ἀκάμαντ' ἠΰν τε μέγαν τε: 6.9 τόν ρ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης. 6.10 ἐν δὲ μετώπῳ πῆξε. πέρησε δ' ὰρ ὀστέον εἴσω 6.11 αἰχμὴ χαλκείη. τὸν δὲ σκότος ὄσσε κάλυψεν: 6.12 Ἄξυλον δ' ὰρ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης 6.13 Τευθρανίδην : ὃς, ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ 6.14 ἀφνειὸς βιότοιο: φίλος δ' ἦν ἀνθρώποισι: 6.15 πάντας γὰρ φιλέεσκεν. ὁδῷ ἔπι οἰκίᾳ ναίων: 6.16 ἀλλά οἱ οὔ τις τόν γε τότ' ήρκεσε λυγρὸν ὄλεθρον 6.17 πρόσθεν ὑπαντιάσας: ἀλλ`' ἄμφω θυμὸν ἀπήύρα 6.18 αὐτὸν καὶ θεράποντα Καλήσιον . ὅς, ῥα τοθ' ἵππων 6.19 ἔσκεν ὑφ' ἡνίοχος. τὼ δ' ἄμφω γαῖαν ἐδύτην: 6.20 Δρῆσον δ' Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε. 6.21 βῆ δὲ μετ' Αἴσηπον καὶ Πήδασον , οὕς ποτε νύμφη 6.22 νηῒς. Ἀβαρβαρέη τέκ' ἀμύμονι Βουκολίωνι : 6.23 Βουκολίων δ' ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος 6.24 πρεσβύτατος γενεῇ. σκότιον δέ ἑ γείνατο μήτηρ 6.25 ποιμαίνων δ': ἐπ' ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ: Scholia to Iliad 6.title-6.25 Main scholia On Iliad 6.1: ἡ Τροία τά μὲν θαλάσσα πρὸς Ἑλλήσποντον ἔχει: τὰ δὲ βόρεια προς Ζέλειαν : τὰ δὲ ὑποκείμενα Φρυγίαν . τὰ δὲ προς μεσημβρίαν Λυδίας ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς: καὶ ἐξετασιν ἀμφοτερων ποιεῖ ἐμονωθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας: Ἡρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπιᾶσιν Ἀπόλλων δὲ εἰς Πέργαμον: ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδιτη τέτρωνται υπο Διομηδους ⁑ On Iliad 6.2: ἴθυσε μάχη ἐπ ευθειας ἑφέρετο ἡ μάχῃ ποτὲ μὲν τῶν Ἀχαιῶν ἀνατρεπόντων τοὺς Τρώας ποτὲ δὲ ἀνατρεπομένων ὑπ αυτῶν ⁑ On Iliad 6.3: ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα ὅτι ἀντι του ἐπ αλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί προθεσις On Iliad 6.4: μεσσιτὺς Σιμόεντος ὅτι ἐντοῖς ἀρχαίοις ἐγέγραπτο μεσσηγῦς ποταμοῖο Σκαμάνδρου . καὶ στόμαλίμνης : διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται: καὶ ὕστερον δὲ περιπεσων ἐγραψε : μεσσηγὺς Σιμόεντος καὶ οὐρανοῦ ἀστερόεντος ἱδὲ Ξάντοιο ῥοαων : τοῖς γὰρ του ναυσταθμοῦ τόποις ἡ γραφὴ συμφέρει πρὸς οὓς μάχονται ⁑ On Iliad 6.5: ἕρκος Ἀχαιῶν Τρώων. ῥῆξε φάλαγγα τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων την ὁμοιότητα ὃ γὰρ δύναται προς ἀσφάλειαν πολεως τεῖχος. τοῦτο προς σωτηριαν στρατοῦ γενναιος ἀνήρ: καὶ πάλιν: ὃ δύναται ῥῆξις ἐσθῆτος την σκέπην ἀναιροῦσα. τοῦτο ἐδυνήθη. ὁ την φάλαγγα ῥήξας. καὶ πάλιν ὡς ὀνίνηισι φῶς τοὺς σκότῳ κατεχομένους: οὕτως τοὺς νικωμένους ὑπο τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια ⁑ On Iliad 6.17: πρόσθεν ὑπαντιάσας προς τὸ σχῆμα ἡ διπλῆ ἀμφοτέρους του ψυχην ἀφείλετο. ἀντι τοῦ ἀμφοτέρων: τὸ γὰρ ἄμφω ἠ ἀμφότεροι ἠ ἀμφοτέρους σημαίνει ⁑ On Iliad 6.18: αὐτὸν καὶ θεράποντα Καλήσιον ὅτι ὀνοματοθετικῶς ὁ ποιητης ἀπο γὰρ του καλεῖν ἐπι τὰ ξένια Καλήσιος ⁑ On Iliad 6.19: ἕσκεν ὑφ' ἡνίοχος ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ Ποσειδάων ὑποδμώς ⁑ On Iliad 6.24: πρεσβύτατος γενεῆ ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνοῦσίας λαθραίας δὲ μίξεως γεγονότας σκοτίους καλεῖ τοὺς δὲ αὐτοὺς καὶ παρθενίους ⁑ On Iliad 6.25: ποιμαίνων δ' έπ' ὁεσσι ἀντὶ τοῦ παρ όεσσι καὶ ὅτι εντῷ τώπω τῶν οἰῶν λέγει ⁑ Interlinear scholia On Iliad 6.1: α On Iliad 6.8: α On Iliad 6.22: ε Intermarginal scholia On Iliad 6.9: οτι αντι τοῦ ἐπαισε: On Iliad 6.15: αντι του εξένιζεν On Iliad 6.17: διασταλτέον επι το ὑπαντιάσας: On Iliad 6.24: σκότιον ὡς λόγιον τὸ γὰρ κύριον προ τέλους ἔχει τὴν ὀξεῖαν ⁑ Interior scholia On Iliad 6.2: οτι ελλειπει ἡ δια ἵν ᾖ δια πεδιου ⁑ On Iliad 6.24: τὸν Βουκολίονα ⁑ Venetus A (Marciana 454 = 822), folio 81, recto Iliad 6.26-6.50 6.26 ἡ δ`' ὑποκοσαμένη διδυμάονε γείνατο παῖδε: 6.27 καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα 6.28 Μηκιστηϊάδης καὶ ἀπ' ὤμων τεύχε' ἐσύλα: 6.29 Ἀστύαλον δ' ὰρ ἔπεφνε μενεπτόλεμος Πολυποίτης : 6.30 Πιδύ̄την δ' Ὀδυσσεὺς Περκώσιον ἐξενάριξεν 6.31 ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ' Ἀρετάονα δῖον: 6.32 Ἀντίλοχος δ' Ἄβληρον : ἐρήρατο δουρὶ φαεινῷ 6.33 Νεστορίδης : Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων , 6.34 ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ' ὄχθας 6.35 Πήδασον αἰπεινήν. Φύλακον δ' ἕλε Λήϊτος ἥρως 6.36 φεύγοντ'. Εὐρύπυλος δὲ Μελάνθιον ἐξεναρίξεν: 6.37 Ἄδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος 6.38 ζωὸν ἕλ': ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο. 6.39 ὄζω ἐνι βλαφθέντε μυρικίνῳ. ἀγκύλον ἅρμα 6.40 ἄξαντ' ἐν πρώτῳ ῥυμῷ. αὐτὼ μὲν ἐβήτην 6.41 πρὸς πόλιν. ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο: 6.42 αὐτὸς δ' ἐκ δίφροιο. παρὰ τροχὸν ἐξεκυλίσθη 6.43 πρηνὴς ἐν κονίῃσιν. ἐπὶ στόμα: παρ δέ οἱ έστη 6.44 Ἀτρείδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος: 6.45 Ἄδρηστος δ' ὰρ ἔπειτα λαβὼν ἐλίσσετο γούνων: 6.46 ζώγρει Ἀτρέος υἱὲ. σὺ δ' ἄξια δέξαι ἄποινα: 6.47 πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται. 6.48 χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος: 6.49 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα 6.50 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν : Scholia to Iliad 6.26-6.50 Main scholia On Iliad 6.28: καὶ ἀπ' ὥμων τεύχε ἐσύλα καὶ ἀπεγύμνου τῶν ὤμων τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν και συνεκδοχῇ ὅλου τοῦ σώματος ⁑ On Iliad 6.31: ἔγχεϊ χαλκείω τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι κοινὸν γὰρ τὸ ἐξεναριξεν ⁑ On Iliad 6.34: ναῖε δὲ Σατνιόεντος ὅτι Ζηνόδοτος γράφει ὃς ναῖε Σατνιόεντος ὁ Ἔλατος . κακόφωνον δὲ γίνεται ⁑ On Iliad 6.36: φεύγοντ' εὐρύπυλος δὲ: καὶ τοῦτο δύναται τοῖς ἑξῆς συνάπτεσθαι φεύγοντ' Εὐρυπυλος δὲ ἐπι δὲ τῶν τοιούτων νοείσθω: ὅτι οὐχ Ὁμηρικὸν τὸ τοῦ συνδέσμου ὑπερβατόν ⁑ On Iliad 6.35: Πήδασον αἱπεινην Φύλακον δ' ἕλε Λήϊτος ἥρως Ἀχιλλεὺς ὑπο τὸν Τρωϊκον πόλεμον πορθῶν τὰς περιοίκους της Ἰλιου πόλεις. ἀφίκετο ἐις τὴν πάλαι Μονηνίαν : νῦν δὲ Πήδασον καλουμένην καὶ αὐτην σὺν ταῖς ἄλλαις ἑλεῖν. τα πεινοῦντος δὲ αὐτοῦ την εἰς τὸ τελος πολιορκίαν δια τὴν ὀχυρότητα τοῦ τόπου μέλλοντος ἀναχωρεῖν. φασὶν εἴσω τῶν τειχων οὖσαν τινὰ παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλεως καὶ λαβοῦσαν μῆλον ἐις τοῦτο ἐπιγράψαι. καὶ ῥίψαι εἰς μέσον των Ἀχαιων ἦν δὲ ἐν αὐτῳ γεγραμμένον: μὴ σπεὺδ' Ἀχιλεῦ πρὶν Μονηνιαν ἑλεῖν ὕδωρ γαρ οὐκ ἔνεστι διψῶσι κακῶς . τὸν δὲ Ἀχιλλεα ἐπιμείναντα οὕτω λαβεῖν την πόλιν τῆ τοῦ ὕδατος σπάνῃ η ϊστορία παρὰ Δημητρίω καὶ Ἠσιόδω ⁑ On Iliad 6.39: ὄζω ἐνι βλαφθέντε μυρικίνω ἄγκυλον ἅρμα ἀναγκαῖαι διαστολαὶ ἐπι το πεδίοιο μυρικίνῳ, ῥυμῷ πρὸς πόλιν ἵν ἦ σαφέστερον ⁑ On Iliad 6.39: ὄζω ἐνι βλαφθεν οὐκ αναγκαῖον ἀναστρέφειν: δύναται γὰρ πρὸς τῷ μυρικίνῳ συντάσσεσθαι ⁑ On Iliad 6.41: πρὸς πόλιν ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβεόντο ὅτι ἀντι του ἔφευγον: ἐπι τούτου γὰρ ἀεὶ τὴν λέξιν τίθῃσιν. τὸ δὲ ἀτυζόμενοι: παρὰ τὸ ἄτῶ ἄττω ἀττύω καὶ ἀττύζω Αἰολικῶς ⁑ On Iliad 6.43: πρηνὴς ἐν κονίῃσιν ἑπι στομα ἡ διπλῆ ὅτι ἐξηγήσατο τί ἐστι τὸ πρηνης ὡς μῆλα ὁϊες τε καὶ αἶγες: στομα τὸ πρόσωπον οὕτως Λάκωνες ⁑ On Iliad 6.45: γούνων ὡς ἀσθενούσης κατ εκεῖνο τὸ μερος τῆς ψυχῆς ⁑ Interlinear scholia On Iliad 6.26: ἡ βαρβαρέη On Iliad 6.40: ε Intermarginal scholia On Iliad 6.31: οἱ μεν Ἀρετάονα ἐξεδέξαντο οἱ δὲ ὰρ εῖτα Ἐτάωνα On Iliad 6.37: οτι ἐλλειπει ἡ δία καὶ ίππῳ δυϊκῶς ὡς επι ξυνωριδος εφη ⁑ Interior scholia On Iliad 6.40: οτι πρώτῳ αντι τοῦ ἄκρω καὶ οτι εἰς ῥυμός ⁑ On Iliad 6.50: προς τὸν ἀναδιπλασιασμὸν οτι ὡς λελάχωσι αντι τοῦ πύθοιτο ⁑ Venetus A (Marciana 454 = 822), folio 81, verso Iliad 6.51-6.75 6.51 ὡς φάτο: τῷ δ' ἄρα θυμὸν ἐνι στήθεσσιν ἔπειθεν 6.52 καὶ δή μιν τάχ' ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν 6.53 δώσειν ὧ θεράποντι καταξέμεν. ἀλλ' Ἀγαμέμνων 6.54 ἀντίος ἦλθε θέων: καὶ ὁμοκλήσας: ἔπος ηύδα: 6.55 ὦ πέπον ὦ Μενέλαε : τί ὴ δὲ σὺ κήδεαι οὕτως 6.56 ἀνδρῶν. ῆ σοι ἄριστα πεποίηται κατὰ οἶκον 6.57 πρὸς Τρώων . τῶν μή τις ὑπεκφύγοι αἰπὺν όλεθρον 6.58 χεῖράς θ' ἡμετέρας: μὴ δ' ὅν τινα γαστέρι μήτηρ 6.59 κοῦρον ἐόντα φέροι: μὴ δ' ὃς φύγοι: ἀλλ' ἅμα πάντες 6.60 Ἰ̈λίου ἐξαπολοίατ' ἀκήδεστοι καὶ ἄφαντοι: 6.61 ὡς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως 6.62 αἴσιμα παρειπών. ὁ δ' ἀπὸ ἕθεν ώσατο χειρὶ 6.63 ἥρω' Ἄδρηστον . τὸν δὲ κρείων Ἀγαμέμνων 6.64 οῦτα κατὰ λαπάρην. ὁ δ' ἀνετράπετ'. Ἀτρείδης δὲ 6.65 λὰξ ἐν στήθεσι βὰς. ἐξέσπασε μείλινον ἔγχος: 6.66 Νέστωρ δ' Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας. 6.67 ὦ φίλοι: ἥρωες: Δαναοὶ : θεράποντες Ἄρηος : 6.68 μή τις νῦν ἐνάρων ἐπιβάλλόμενος: μετόπισθε 6.69 μιμνέτω. ὥς κεν πλεῖστα φέρων ἐπὶ νῆας ΐκηται: 6.70 ἀλλ' ἄνδρας κτείνωμεν: ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 6.71 νεκροὺς ἀμπεδίον συλήσετε τεθνῃῶτας: 6.72 ὡς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου: 6.73 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν 6.74 Ἴ̈λιον εἰσἀνέβησαν ἀναλκίησι δαμέντες. 6.75 εἰ μὴ ὰρ Αἰνείᾱͅ τε καὶ Ἕκτορι εἶπε παραστὰς Scholia to Iliad 6.51-6.75 Main scholia On Iliad 6.71: νεκροὺς ἀμπεδίον συλήσετε τεθνῃῶτας οὕτως Ἀρίσταρχος ὁ δε Ζηνοδοτος , Τρώων ἀμπεδίον συλήσωμεν ἔντεα νεκρούς: Ἀθηνοκλέους δὲ ἐντῷ περι Ὁμήρου παρατηρήσαντος οτι τῷ μὲν καμάτῳ καὶ ἑαυτὸν ὁ Νέστωρ ὑποβάλλει λέγων κτείνωμεν: τὸ δε κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν ἐν τῷ συλήσεται: ὄ Χερις: Ὁμηρικὸν εἶναι φησὶ τὸν τῆς ερμηνείας χαρακτῆρα ὡς ἐν τούτοις: ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰς ἐν Ὀλύμπῳ σοί τ' ἐπι πιθονται καὶ δεδμήμεσθα ἕκαστος. ἔδει γὰρ δέδμηνται ὡς πειθονται. ἠ ἀνάπαλιν. καὶ πάλιν ἀλλ ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες. νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατόν: και ἄλλαχοῦ οὐδὲ γὰρ ἄλλως ἀκμάζει ὁ Νέστωρ ἀλλ ὑπὸ γήρως ἔοικεν ἀπῃρηκέναι: ταῦτα ὁ Δίδυμος ⁑ Interlinear scholia On Iliad 6.51: όρινεν On Iliad 6.59: ει Intermarginal scholia On Iliad 6.54: ουτως Ἀρισταρχος δια τοῦ σ ἄλλοι δὲ δια τοῦ η On Iliad 6.56: ἀν περισπαται διαπορητικὸς γάρ On Iliad 6.59: υπο στικτεον ἐπι τὸ φέροι ἵνα στίζωμεν ἐπι τὸ ἡμετέρας ⁑ On Iliad 6.61: γραφεται ἔτρεψεν On Iliad 6.64: προς τὴν ἐπανάληψιν ⁑ On Iliad 6.68: βραχὺ διασταλτέον ἐπι τὸ ἐπιβαλλομενος προς τὸ σαφέστερον ⁑ On Iliad 6.71: ουτως Ἀρισταρχος τεθνηώτας ⁑ Interior scholia On Iliad 6.68: οτι ἐπὶβολην ποίούμενος εἰς ρεσιν⁑ Venetus A (Marciana 454 = 822), folio 82, recto Iliad 6.76-6.101 6.76 Πριαμ΄ίδης Ἕλενος οἰωνοπόλων ὄχ' ἄριστος: 6.77 Αἰνεία τὲ καὶ Ἕκτορ : ἐπεὶ πόνος ὕμμι μάλιστα 6.78 Τρώων καὶ Λυκίων ἐγκέκλιται. οὕνεκ' ἄριστοι 6.79 πᾶσαν ἐπ' ἰ̈θὺν, ἐστὲ μάχεσθαί τε φρονέειν τε: 6.80 στῆτ' αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε προ πυλάων 6.81 πάντῃ ἐποιχόμενοι: πρὶν αῦτ' ἐν χερσὶ γυναικῶν 6.82 φεύγοντας πεσέειν: δηΐοισι δὲ χάρμα γενέσθαι: 6.83 αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας: 6.84 ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ' αὖθι μένοντες 6.85 καὶ μάλα τειρόμενοί περ ἀναγκαίη γὰρ ἐπείγει: 6.86 Ἕκτορ : ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο. εἰπὲ δ' ἔπειτα 6.87 μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιὰς 6.88 νηὸν Ἀθηναίης γλαυκώπιδος. ἐν πόλει ἄκρῃ: 6.89 οἴξασα κληῗδι θύρας: ἱ̈εροῖο δόμοιο, 6.90 πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 6.91 εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ. 6.92 θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο: 6.93 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ 6.94 ήνῑς ἠκέστας ἱερευσέμεν: αἴ κ' ἐλεήσῃ 6.95 ἄστύ τε, καὶ Τρώων ἀλόχους. καὶ νήπια τέκνα: 6.96 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰ̈λίου ϊρῆς 6.97 ἄγριον αἰχμητὴν, κρατερὸν μήστωρα φόβοιο: 6.98 ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημὶ γενέσθαι: 6.99 οὐδ' Ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν 6.100 ὅν περ φᾱσὶ θεᾶς ἐξέμμεναι. ἀλλ' ὅδε λίην 6.101 μαίνεται: οὐδέ τι,ς οἱ, δύναται μένος ἰ̈σοφαρίζειν: Scholia to Iliad 6.76-6.101 Main scholia On Iliad 6.76: ‡ Πριαμίδης Ἕλενος Ἀμμώριος ὡς Ἀρίσταρχος προφέρεται. καὶ ταύτην τὴν γραφήν Πριαμίδης Ἕλενος μάντις τ' οἰωνοπόλος τε ἔργον δὲ τὸ σαφὲς εἰπεῖν. διὸ διχῶς. On Iliad 6.78: ἐγκέκλιται ἐρήρεισται, ἐκ μεταφορὰς τοῦ καμνον των ἀρρωστίαις καὶ προς ἀναπαομενων ἰσχυροτέροις σώμασιν. ἢ των ζυγοστατουμενων ⁑ On Iliad 6.78: ἐγκέκλιται ἐπίκειται. ἔγκειται. ἐμπέπηκται ἐν τῇ ὑμετέρα φρόντιδι περικέκλεισται, ἡ σωτηρια τῶν πραγμάτων ⁑ On Iliad 6.88: ἐν πόλει ἄκρῃ διάλυσις, ἡ μετατύπωσις ὁ τροπος. φασὶ δὲ τὸ διοπετες ἀνδρὸς δορὰν ἠμφιέσθαι δὲ στέμματα καὶ ἡλακάτην. ἐν δὲ τῇ κεφαλῆ πολιν καὶ ἐν τῇ δεξιαῖ χειρὶ δόρυ ⁑ On Iliad 6.87: νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πολιν άκρῃ συναπτέον τὸ ἱ δὲ ξυνάγουσα γεραιὰς. τὸ νηὸν Ἀθηναίης ἵνα διαστέλλωμεν ἐν πόλει ἄκρῃ λειπούσης γὰρ τῆς εῖς προθέσεως καὶ του καῖ συνδέσμου γίνεται ὁλόγος: ἡ δὲ ξυνάγουσα τὰς γεραιὰς εἰς τὸν της Ἀθηνας ναὸν κὰ ἀνοιξασα τὰς θύρας του ἱεροῦ οἰκου τὸν πέπλον ἀναθέτω. ἐὰν δὲ συνάπτωνται οἱ δύο στίχοι νηὸν Ἀθηναίης καὶ οἰξασα κληῗδι θύρας. ἡ φράσις σόλοικος τὸν ναὸν ἀνοίξασα τὰς θύρας αὐτοῦ ⁑ On Iliad 6.90: πέπλον ὅσοι την ος οξυτονητέον δια την οι ἀντωνυμίαν. ἥτις νυν ἐγκλῆτικη ἔστιν ⁑ On Iliad 6.92: θεῖναι Ἀθηναίης ἡ διπλῆ ὅτι ἀντι τῆς παρὰ ἵν' ᾖ παρα γούνασιν ὀρθὰ γὰρ τὰ Παλλάδια κατεσκεύασται. καὶ ἔστιν ὅμοιον τῷ ἡ μὲν ἐπ ευχάρη: ἀντι τοῦ παρ εσχάρῃ ἡ γὰρ ἐπί τὴν ἐπάνω σχέσιν σημαίνει δι ὃ οὐκ ἀναστρεπτέον τὴν προθεσιν ⁑ On Iliad 6.97: ἄγριον αἰχμητὴν τινὲς οὔτως διεῖλον ἄγριον: εἶτα αἰχμητὴν κρατερον: εἶτα μήστωρα φόβοιο: Ἀπολλωδωρος δὲ διχῶς: ἄγριον αἰχμητὴν εἶτα κρατερὸν μήστωρα φόβοιο: ἵνα ᾖ ἰσχυρὸν ἐντῷ μήσασθαι φυγην τοῖς πολεμίοις: εἰ μέντοι βούλοιντο τινὲς ταῦτα συνάψαι ἵστωσαν ὅτι λείψουσι σύνδεσμοι ⁑ Interlinear scholia On Iliad 6.80: ε Intermarginal scholia On Iliad 6.77: οτι τὸν κατα τὸν πὸλεμον ἔργον πόνον εἴρηκεν πάλιν ⁑ On Iliad 6.79: εἰς πᾶσαν ὁρμην ⁑ On Iliad 6.96: οτι θηλυκως την Ἴλιον ⁑ On Iliad 6.97: οτι ἀντι του φύγης Interior scholia On Iliad 6.87: οτι χρόνος ἐνήλλακται ἀντι τοῦ συναγαγοῦσα On Iliad 6.87: ουτω συναπτεον τὸ ἡ δὲ ξυνάγουσα γεραιας τῶ νηον Ἀθηναίης λιπούσης γὰρ της εἰς προθέσεως καὶ του καί συνδεσμμου γινεται ὁ λογος ἡ δε ξυνάγουσα ταῖς γερηαιὰς εις τον τῆς Αθηνᾶς ναὸν καὶ ανοιξασα τάς θυρας: ἐὰν δὲ συνάπτωνται οἱ δύο στίχοι ἡ φρασις σόλοικος ⁑ On Iliad 6.96: Ἀρισταρχος ὥς κεν Τυδέος Venetus A (Marciana 454 = 822), folio 82, verso Iliad 6.102-6.127 6.102 ὡς ἔφαθ', Ἕκτωρ δ' οὔ τι κασιγνήτῳ ἀπίθησεν: 6.103 αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆ΄λτο χαμᾶζε 6.104 πάλλων δ' ὀξέα δοῦρα: κατὰ στρατὸν ᾤχετο πάντῃ 6.105 ὀτρύνων μαχέσασθαι. ἔγειρε δὲ φύλοπιν αἰνήν: 6.106 οἱ δ' ἐλελίχθησαν. καὶ ἐναντίοι έσταν Ἀχαιῶν : 6.107 Ἀργεῖοι δ' ὑπεχώρησαν λῆξαν δὲ φόνοιο. 6.108 φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος 6.109 Τρωσὶν ἀλεξήσοντα κατελθέμεν. ὡς ἐλέλιχθεν: 6.110 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας: 6.111 Τρῶες ὑπέρθυμοι: τηλεκλειτοί τ' ἐπίκουροι. 6.112 ἀνέρες ἔστε φίλοι: μνήσασθε δὲ θούριδος ἀλκῆς: 6.113 ὄφρ' ὰν ἐγὼ βείω προτὶ Ἴ̈λιον . ἠδὲ γέρουσιν 6.114 εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι. 6.115 δαίμοσιν ἀρήσασθαι. ὑποσχέσθαι δ' ἑκατόμβας: 6.116 ὡς ἄρα φωνήσας ἀπέβη κορυθαιόλος Ἕκτωρ : 6.117 ἀμφι δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν. 6.118 ἄντυξ: ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης: 6.119 Γλαῦκος δ' Ἱππολόχοιο πάϊς. καὶ Τυδέος υἱὸς 6.120 ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι: 6.121 οἱ δ`' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰ̈όντες. 6.122 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης : 6.123 τίς δὲ σύ ἐσσι φέριστε κατὰ θνητῶν ἀνθρώπων : 6.124 οὐ μὲν γάρ ποτ' ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ 6.125 τὸ πρὶν: ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων 6.126 σῶ θάρσει. ὅ τ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας: 6.127 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν: Scholia to Iliad 6.102-6.127 Main scholia On Iliad 6.109: Τρωσὶν ἀλεξήσοντα ἤτοι στικτέον ἐπι τῷ κατελθέμεν ἵνα ἀφ' ἑτερας ἀρχῆς λέγηται τὸ ὡς ἐλέλιχθεν ἀντι του οὕτως ἐλελιχθεν. ἠ συναπτεόν. ἱν' ᾖ τὸ ώς ἀντι του οτι βέλτιον δὲ τὸ πρότερον ⁑ On Iliad 6.112: ἀνέρες ἔστε φίλοι οτι Ζηνόδοτος γράφει ἀνέρες ἔστε θοοὶ και ἁμύνετον ἄστεϊ λώβην συγχεῖται καὶ τὸ δυϊκὸν προς πολλοὺς λεγόμενον ⁑ On Iliad 6.117: ἀμφι δέ μην ὅτι περιφερεὶς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες ἕως σφυρῶν καὶ αὐχένος καλύπτουσαι ⁑ On Iliad 6.119: Γλαυκος δε' ἱππολόχοιο πάϊς: ὅτι μετατιθεάσι τινὲς ἀλλαχῶσε ταύτην τὴν σύστασιν ⁑ On Iliad 6.114: εἴπω βουλευτῇσι καὶ πῶς οὐδὲν εῖπε ταῖς βουλευταῖς, ἀλλα ταῖς γυναιξίν νοητέον οὖν ἤτοι κατα τὰ σιωπωμενον κακείνοις αὐτον εἰρηκέναι. ἦ ὡς ἐπι στρατειας καὶ παρατάξεως του πρέποντος χάριν τοῦτο προστεθεικεναι ⁑ On Iliad 6.121: οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαβ ἑπ' αλλήλοισεν ἰόντες Ζηνόδοτος καὶ Ἀριστοφανης δυϊκῶς ᾿ϊόντες ἐν δὲ τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εῖναι την δυϊκην γραφήν ⁑ Intermarginal scholia On Iliad 6.113: διχῶς Ἀρίσταρχος καὶ δια του κετ ὅφρα κ' εγω καὶ δια του ἂν Exterior scholia On Iliad 6.120: ἀμφατέρων Venetus A (Marciana 454 = 822), folio 83, recto Iliad 6.128-6.153 6.128 εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας. 6.129 οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην: 6.130 οὐδε γὰρ οὐδε Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος 6.131 δὴν ἦν: ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν: 6.132 ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνᾱς 6.133 σεῦε κατ ηγάθεον Νυσήϊον : αἱ δ' ἅμα πᾶσαι 6.134 θύσθλα χαμαὶ κατέχευαν, ὑπ ἀνδροφόνοιο Λυκούργου 6.135 θεινόμεναι βουπλῆγι: Διώνυσος δὲ φοβηθεὶς 6.136 δύσεθ' ἁλὸς κατα κῦμα: Θέτις δ' ὑπεδέξατο κόλπῳ 6.137 δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ: 6.138 τῷ μὲν ἔπειτ' ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες: 6.139 καί μιν τυφλὸν ἔθηκε Κρόνου παῖς: οὐδ' ὰρ ἔτι δὴν 6.140 ἦν: ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν: 6.141 οὐδ' ὰν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι: 6.142 εἰ δέ τις ἐσσὶ βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, 6.143 άσσον ΐθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵ̈κηαι: 6.144 τὸνδ' αῦθ' Ἱππολόχοιο προσήυδα φαίδιμος υἱός: 6.145 Τυδείδη μεγάθυμε, τί ὴ γενεὴν ἐρεείνης: 6.146 οἵη περ φύλλων γενεὴ. τοίη δὲ καὶ ἀνδρῶν; 6.147 φύλλα, τὰ μέν τ' ἄνεμος χαμάδις χέει: ἄλλα δέ θ' ὕλη 6.148 τηλεθόωσα φύει: ἔαρος δ' ἐπιγίνεται ὥρῃ: 6.149 ὡς ἀνδρῶν γενεὴ. ἠ μὲν φύει ἠ δ' ἀπολήγει: 6.150 εἰ δ' ἐθέλεις, καὶ ταῦτα δαήμεναι: ὄφρ' εῦ εἰδῇς 6.151 ἡμετέρην γενεὴν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν: 6.152 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο: 6.153 ἔνθα δὲ Σίσυφος ἔσκεν. ὃ κέρδιστος γένετ' ἀνδρῶν: Scholia to Iliad 6.128-6.153 Main scholia On Iliad 6.128: ‡ εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανὸν εἰλήλουθας οὕτως Ἀρίσταρχος οἷον καταβέβηκας τὸν οὐρανον δι ὃ δια τοῦ ν γραφει κατ ουρανὸν ⁑ On Iliad 6.130: οὐδε γὰρ οὐ Δρύαντος σημειοῦνται τινὲς οτι ὡς περι θεοῦ του Διωνυσου διαλέγεται ὁμώνυμος δὲ ουτος ὁ Λυκοῦργος ἐκείνῳ τὸν Λυκοῦργος ἔπεφνεν καὶ ὀ Δρυας δὲ τῷ Λαπίθῃ Διόνυσος ὁ Διος Κυβέλοις τῆς Φρυγιας ὑπο της Ῥεας τυχὼν καθαρμων καὶ διαθεὶς τὰς τελετας καὶ λαβῶν πάσαν παρὰ της θεᾶς την διασκευην ἀνα πᾶσαν εφέρετο τὴν γῆν. χορεύων καὶ τιμων τυγχάνων προηγεῖτο πάντων ἀνθρώπων . παραγενόμενον δὲ αὐτον εἰς την Θράκην Λυκοῦργος ὁ Δρύαντος λυπησας Ἥρας μίσει μυώπη ἀπελαύνει αὐτον της γης καὶ καθάπτει αὐτον των του του τιθηνῶν. ἐτυγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. θηλάτω δὲ ἐλαυνόμενος. μάστιγι τον θεόν ἔσπευδε τιμωρήσασθαι: ὁ δὲ ὑπο δέους εἰς την θάλασσαν καταδύνει καὶ υπο Θέτιδος ὑπολαμβάνεται καὶ Εὐρυνόμης : ὁ οὖβ Λυκοῦργος οὐκ αμισθεῖ δυσσεβήσας, ἔδωκε την ἐξ ἀνθρώπων δίκην ἀφῃρέθη γὰρ προς τοῦ Διος τὸν ὀφθαλμον της ἱστοριας πολλοὶ ἐμνίσθησαν προηγουμένως δὲ ὁ την Εὐρωπιαν πεποηκὼς Εὔμηλος ⁑ On Iliad 6.132: ὅς ποτε μαινομένοιο οτι ἥτοι μανιοποιοῦ βακχειας παρασκευαστικοῦ ἢ αὐτου μαινομενου. ἐν θουσιαστοῦ ἢ βακχευτοῦ ⁑ On Iliad 6.133: Νυσήϊον τὴν λεγομένην Νύσαν : ὅρος δὲ λέγει τῆς Θράκης νῦν ἐν άλλω αὐτην Νυσα ἐν μεν τισι χώραις όρος ὡς ἐν Βοιωτία καὶ Θράκῃ καὶ Ἀραβία : καὶ Ἰνδικῇ καὶ Λιβύῃ καὶ Ναζὼ , ὅπου δὲ νῆσος, ὡς ἐν Καυκασίω όρει καὶ ἐν τῷ Νείλω ποταμῷ, οὐ δεδήλωκε δὲ ὁ ποιητης ἐν ποία Νύσῃ τὰ περὶ την Λυκουργου δίωξιν ἐγένετο ⁑ On Iliad 6.134: θύσλα οἱ μὲν τοὺς κλάδους: οἱ δὲ τοὺς θύρσους τοῦτέστι τὰς βακχικας δρᾷκας ἅ ἐστι Διωνυσιακὰ μυστήρια. ἔνιοι δὲ πάντα κοινῶν τὰ προς τὴν τελετήν ⁑ On Iliad 6.134: χαμαὶ κατέχευαν διασταλτεον μετὰ τὸ κατέχευαν τὸ δὲ ἑξης συναπτεον ὑπ ανδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι ⁑ On Iliad 6.135: βουπλῆγι προπερισπωμένως: ἡ γὰρ ευθεῖα ὀξύνεται βουπλήξ τὰ γαρ παρα παρακείμενον συντιθέμεναφιλεῖ ὀξύνεσται ὁ πότε καὶ μίαν συλλαβην ἀποφέρεται του ῥήματος ἀδμης ἡμιθνης κυαμοτρωξ: οὔτως καὶ μεθυπλῆξ ὡπλήξ ⁑ On Iliad 6.146: οἵη περ φυλλων γενεὴ τοι η δὲ καὶ ἀνδρῶν οτι δύο μερη λογου τὸ τοίη δε: τοίη καὶ δέ. διὸ οὐ περισπαστεον τὸ τοιηδε ⁑ On Iliad 6.148: τηλεθοωσα φύει Ἀριστοφανης γράφει τηλεθόωντα και επι των φύλλων ἀκούει. καὶ τῷ όρεῃ μετα του ϊ γράφει κατα δοτικην ⁑ On Iliad 6.149: ἣμεν φύει ἡδ' ἁπολήγει ἀντι τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εῖναι βέλτιον δὲ τὸ συνδεσμον παραλαβεῖν ⁑ On Iliad 6.150: εἰ δ εθέλεις καὶ ταὺτα δαήμεναι υποστικτεον εἰς τὸ ἐθέλεις, ἵνα τὸ δαήμεναι ἀντι προστακτικοῦ τὸ δάηθι ⁑ On Iliad 6.150: ὄφρ' ἔν εἰδῇς Ἀρίσταρχος περισπᾶ εἰδεῖ καὶ ουτως ἐπεκράτησεν ἡ προσωδία ἢν γὰρ καὶ λόγον ἔχουσα ⁑ On Iliad 6.152: ἔστι πόλις Ἐφύρη οτι Ἐφύρην την Κόρινθον εξ ηρωϊκου προσώπου εἶπεν ἔστι δὲ καὶ της Θεσπρωτείας Ἐφύρα πόλις . Ἄργος δὲ ἱπποβοτον την Πελοπόννησσον καλεῖ την δὲ Θετταλίαν Ἄργος Πελασγικόν ⁑ On Iliad 6.153: ‡ ἔνθα δὲ Σίσυφος ἔσκεν Διὸς την Ἀσωπου θυγατέρα Αἴγιναν ἀπο Φλιουντος εἰς Υιῶνην δια της Κορίνθου μεταβιβάσαντος: Σισυφος ζητοῦντι τῷ Ἀσαπῷ την ἁρπαγην ἐπιδεικνυει τέχνῃ καὶ δια τοῦτο. ἐπεσπάσατο εἰς ὀργην καθ εαυτου τον Δίά ἐπιπέμπει οὖν αὐτῳ τον θάνατον : ὁ δὲ Σίσυφος αἰσθόμενος την ἔφοδον, δεσμοῖς καρτεροῖς ἀποδεσμεῖ τον θάνατον. τοῦτο οὖν συνεβαινεν οὐδένα των ανθρωπων ἀποθννήσκεν ἕῳ ἂν ἀυτον ἄιδης τῳ θανάτω παρέδωκες τον θάνατον του δεσμου ἀπέλισεν. πριν εῖ δὲ απο θανεῖν τον Σίσυφον . ἐντελλεται τῇ γυναικὶ Μερόπῃ τὰ νενομίσμενα αὐτον πεμπεν εἰς Άδου . καὶ μετα χρόνον οὐκ ἀποδιδούσης τῷ Σισυφῳ της γυναικος, ὁ Αἵδης πυθόμενος μεθίστησιν αὐτον ὡς τῇ γυναικὶ πεμψόμενον: ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω αγει ἠ γηραιον αὐτον ἀποθανόντα κυλίνδην ἡναγκασεν εἰς Αἵδου λίθον προς τῷ μὴ πάλιν ἀποδράναι. ἡ ϊστορία παρα Φερεκύδει ⁑ On Iliad 6.153: ἔνθα δὲ Σίσυφος ἡ διπλὴ οτι τον συνετὸν καὶ κερδαλέον κέρδιστον λεγει οἱ δε νεώτερροι τον φιλοκερδῆ ἐξεδέξαντο ⁑ On Iliad 6.153: κέρδιστος συνετώτατος ἐντρεχέστατος. οὐ γὰρ ἂν τον προγονον αυτου πανουργότατον ἔλεγεν ⁑ On Iliad 6.152: ἔστι πόλις τὸ ἐστι, ἐπι της πρώτης συλλαβης ἔχει τὴν ὀξεῖαν ὅταν ἄρχηται. ἔστι δε τίς προπάροιθε πόλιος. καὶ ὅταν ὑποτασσηται τῇ ου ἀποφασει ὡς οὐκ έσθ' ὅδε μῦθος. εἰ μέντοι γε μὲ εἴη τὸ τοιοῦτο, οὐκ έτι ἐπι της πρώτης συλλαβης ἔχει την ὀξεῖαν οἷον ὃ δὴ τετελεσμενον εστί ⁑ Interlinear scholia On Iliad 6.128: συναπτέον όλοντον στιχον Intermarginal scholia On Iliad 6.135: οτι Ζηνοδοτος γραφει χολωθεῖς και οτι περισσος ὁ δε ⁑ Interior scholia On Iliad 6.128: o ου καθολου τὴν ἀχλὺν ἀφηρέθη πρὸς τῆς θ ⁑ Venetus A (Marciana 454 = 822), folio 83, verso Iliad 6.154-6.179 6.154 Σίσυφος Αἰολίδης : ὁ δ' ἄρα Γλαῦκον τέκεθ' υἱόν: 6.155 αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην : 6.156 τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν 6.157 ὤπασαν: αὐτάρ οἱ Προῖτος κακ`' ἐμήσατο θυμῷ. 6.158 ὅς ῥ' ἐκ δήμου ἔλασσεν: ἐπεὶ πολὺ φέρτατος ῆεν 6.159 Ἀργείων : Ζεὺς γάρ μιν ὑπο σκήπτρῳ ἐδάμασσε: 6.160 τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια 6.161 κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλα τὸν οὔ τι 6.162 πεῖθ' ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην : 6.163 ἡ δὲ ψευσαμένη, Προῖτον βασιλῆα προσήυδα: 6.164 τεθναίης ὦ Προῖτ' , ἢ κάκτανε Βελλεροφόντην : 6.165 ὅς μ' έθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ: 6.166 ὡς φάτο , τὸν δὲ ἄνακτα χόλος λάβεν. οἷον ἄκουσε: 6.167 κτεῖναι μέν ῥ' ἀλέεινε: σεβάσσατο γὰρ τό γε θυμῷ: 6.168 πέμπε δέ μιν Λυκίην δὲ: πόρεν δ' ὅ γε σήματα λυγρὰ: 6.169 γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά: 6.170 δεῖξαι δ' ἠνώγειν̈ ὧ πενθερῷ ὄφρ' ἀπόλοιτο: 6.171 αὐτὰρ ὃ βῆ Λυκίην δὲ. θεῶν ὑπ' ἀμύμονι πομπῇ: 6.172 ἀλλ' ὅτε δὴ Λυκίην ΐξε, Ξάνθόν τε ῥέοντα: 6.173 προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης: 6.174 ἐννῆμαρ ξείνισσε: καὶ ἐννέα βοῦς ἱ̈έρευσεν: 6.175 ἀλλ' ὅτε δὴ δεκάτη φάνη ῥοδοδάκτυλος Ἠὼς . 6.176 καὶ τότε μιν ἐρέεινε. καὶ ᾔτεε σῆμα ἰ̈δέσθαι 6.177 ὅττι ῥά οι γαμβροῖο παρὰ Προίτοιο φέροιτο: 6.178 αὐτὰρ ἐπειδὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ. 6.179 πρῶτον μέν ῥα Χί̆μαιραν ἀμαιμακέτην ἐκέλευσε Scholia to Iliad 6.154-6.179 Main scholia On Iliad 6.154: ‡ Σίσυφος ἡ διπλῆ προς την επανάληψιν του ὀνόματος καὶ οτι ἐν Ἰλιαδι συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται. ἐν δὲ Οδυσσείᾳ ἅπαξ κατ αρχὰς Αῖθιωπες τοι διχθά ⁑ On Iliad 6.155: αὐτὰρ Γλαῦκος ἔτικτον ἀμύμονα Βελλεροφοντην οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους : ἀνελών δὲ Βέλλερον τον Κορινθίων δυνάστην. Βελλεροφόντης ἐκλήθη ἦν δὲ φύσει μεν παῖς Ποσειδῶνος ἐπίκλησιν δὲ Γλαύκου : λαβων δὲ παρα Ποσειδῶνος τον Μεδουσης της Γοργόνος Πήγασον πτερωτον ἵππον δια γὰρ τοῦτο ἔσχε καὶ την προσηγορίαν οτι ἐκπεπηδηκει ἐκ της Γοργῶνος τραχήλου τούτῳ ἐπι ἐλεσίνων θρεψάσῃ Κορίνθῳ : δράσας δὲ ἐμφύλιον φόνον: Βέλλερον γάρ τινα ὡς ἔφην τῶν πολιτῶν ἀποκτείνας. φεύγει εἰς Ἄργος . τυχὼν δὲ παρα Προίτου καθαρσίων του βασιλέως μετ αυτου διέτριβεν: Ἄντεια δὲ ἡ Προιτου γυνη ἐρασθεῖσα του Βελλεροφοντου ἑδέετο ὅπως αὐτῆ συνευνασθῆ: ὁ δε δεξιούμενος τὸ όσιον ἀντέλεγεν ἡ δὲ Ἄντεια δεισασα μη τῷ Προίτῷ προβαλων εξείποι τοὺς αὐτης ἐρωτας. ἔφθασεν τὸν Βελλεροφόντην κατείπασα ὡς ἄρα εἴη βεβιασμένη : ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ηβουληθη τον Βελλεροφοντην ἀποκτεῖναι: πέμπει δὲ αυτον προς τὸν πενθερον Ϊοβατην . ἀδοκήτως κατ αυτου κομίζον τὰ γράμματα ὁ δὲ πολὺς αὐτον ἐγγυμνάσας ἄθλοις ὡς οὐχ εῶρα φθειόμενον ὑπετόπησε την κατ αυτου στρατηγθεῖσαν δεινην καταβολην. τοσοῦτον γὰρ κακῶν οχλον τῇ δυνάμει κατηγωνήσατο: ἔδωκε δὲ αὐτῷ προς γαμον την ἰδίαν θυγατέρα Κασάνδραν καὶ της βασιλειας μοῖραν τινὰ λέγεται δὲ αὐτον ἐπαρθέντα ἐφ οἷς ἔπραξε θελῆσαι μετα του Πηγασου τον οὐρανον κατοπτευσαι τὰ γὰρ νῶτα ὡς ἐφαμεν πτερωτὰ εἶχεν. ὁ ἵππος. τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ ὥστε ἐκπεσεῖν μὲν τον Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ της Λυκιας πεδίον τὸ ἀπ αυτου καλούμενον ἀλήϊον πεδίον ἀλᾶσθαι δὲ κατα τοῦτο πηρωθέντα δὲ τον ἵππον λαβεῖν την Ηῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον προς τὸ ἀκόπως περιἱέναι τας του κόσμου περίοδους. ἡ δὲ ἱστορια παρ Ἀσκληπιαδῃ ἐν Τραγῳδουμένους ⁑ On Iliad 6.160: τῷ δε γυνὴ Προίτου ἐπεμείνατο δι Άντεια ⁑ On Iliad 6.160: ἡ διπλῆ οτι Ὅμηρος Ἄντειαν : οἱ δὲ νεώτεροι Σθενέβοιαν , καὶ οι ἀκαίρως τὸ δῖα μάχεται γὰρ ἡ μάχλος ⁑ On Iliad 6.160: δι Άντεια προπερισπαστέον το δῖα καὶ τὸ Ἄντεια προενεκτέον ὡς κρατεια: ἔνιοι δὲ υπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα κατα κόσμον ποιητικον προσερριπται ὼς καὶ ἐπι του δια Κλυταιμνήστρη ⁑ On Iliad 6.169: γράψας ἐν πίνακι πυκτῷ οτι ἔμφασις ἐστι τοῖς τῆς λέξεως γράμμασι χρῆσθαι οὐ δεῖ δὲ τουτο δέξασθαι. ἀλλ έστι γράψαι τὸ ξεσαί, οἷον οὖν ἐγχαράξας εἴδωλα δι ὧν ἔδει γνῶναι τὸν πενθερὸν τοῦ Προίτου ⁑ On Iliad 6.170: δείξαι δ' ἠνώγειν οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρίσταρχος ἠνώγεεν γὰρ ⁑ On Iliad 6.171: ὑπ αμύμονι πομπῇ ὁ Ϊξίων ἐν τῷ πρώτῳ τῷ προς τας ἐξηγήσεις προφέρεται μετ αμύμονι ⁑ On Iliad 6.174: ἐννἠμαρ ἡ διπλῆ οτι ἐπίφορός ἐστι προς τον ἔννεα ἀριθμον ⁑ On Iliad 6.176: καὶ τότε μιν ἐρέεινε οτι ἔθος ἦν παρα τοῖς παλαιοῖς ξενίξειν πρότερον εῖτα πυνθάνεσθαι τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι ⁑ On Iliad 6.178: αὐτὰρ ἐπειδὴ σῆμα κακον οτι σημεῖα λεγει οὐ γράμματα εἴδωλα ἄρα ἐνέγραψεν ⁑ Interlinear scholia On Iliad 6.158: ατος On Iliad 6.159: τὸ του Προίτου On Iliad 6.154: ο On Iliad 6.160: α On Iliad 6.165: οι Intermarginal scholia On Iliad 6.155: Ϊακως τὸ τίκτεν Αρισταρχος On Iliad 6.157: Αριστ Αρισταρχος Ιακως κακὰ μησατο On Iliad 6.159: γραφεται Ζεύς γάρ οἱ On Iliad 6.174: Ἀρισταρχος καὶ ξείνισσε καὶ ξείνιζε ⁑ Interior scholia On Iliad 6.158: τὸ πολὺ φέρτατος καὶ τα ἑξης ἐπι τοῦ Προιτου παραδεκτεον ⁑ On Iliad 6.170: ὅτι τουτον οἱ νεώτεροι Ϊωβατην φασιν ⁑ On Iliad 6.174: τὸ ἐπιφερόμενον οτι προς τον εννεα αριθμόν ⁑ Venetus A (Marciana 454 = 822), folio 84, recto Iliad 6.180-6.204 6.180 πεφνέμεν. ἡ δ`' ὰρ έην θεῖον γένος. οὐδ' ἀνθρώπων: 6.181 πρόσθε λέων. ὄπιθεν δὲ δράκων. μέσση δὲ Χίμαιρα 6.182 δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο: 6.183 καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας: 6.184 δεύτερον αὖ Σολύμοισι μαχέσατο κυδαλίμοισι: 6.185 καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν: 6.186 τὸ τρίτον αὖ, κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας: 6.187 τῷ δ' ὰρ ἀνερχομένῳ. πυκινὸν λόχον ἄλλον ὕφαινε: 6.188 κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους 6.189 εἷσε λόχον. τοὶ δ' οὔ τι πάλιν οἶκον δὲ νέοντο: 6.190 πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης : 6.191 ἀλλ' ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠῢν ἐόντα. 6.192 αὐτοῦ μιν κατέρυκε: δίδου δ' ὅ γε θυγατέρα ἣν, 6.193 δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης: 6.194 καὶ μέν οἱ, Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων 6.195 καλὸν. φυταλιῆς, καὶ ἀρούρης. πυροφόροιο: 6.196 ἡ δ' ἔτεκεν τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ : 6.197 ῎ Ἴ̈σανδρόν τε. καὶ Ἱ̈ππόλοχον , καὶ Λαοδάμειαν : 6.198 Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεὺς . 6.199 ἡ δ`' ἔτεκ' ἀντίθεον Σαρπηδόνα . χαλκοκορυστήν: 6.200 ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν. 6.201 ἤτοι ὃ καπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο 6.202 ὃν θυμὸν κατέδων. πά̆τον ἀνθρώπων ἀλεείνων: 6.203 Ἴ̈σανδρον δέ οἱ υἱὸν, Ἄρης ἆτος πολέμοιο 6.204 μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι: Scholia to Iliad 6.180-6.204 Main scholia On Iliad 6.183: ‡ καὶ τὴν μὲν κατ έπεφνε: ὅτι οὐδὲν περὶ τῆς κατὰ τὸν Πήγασον ῾ϊστορίας ἐμφαίνει. On Iliad 6.188: κρίνας ἐκ Λυκίης βέλτιον τοῖς ἑξῆς σὺντάττειν τουτον τον στίχον ⁑ On Iliad 6.191: ἀλλ ὅτε δὴ γίνωσκε οτι ἐκ των πραττομένων τοῦτο σύνεβαλεν. εἰς δὲ προσέκειτο καὶ ὁ Πήγασος πολὺ πλέον αυτου τὴν δόξαν επιστωσατο ⁑ On Iliad 6.194: καὶ μέν οἱ Λύκιοι τέμενος τάμον οτι παρετυμολογεῖ τὸ τέμενος ἀπὸ του τεμεῖν καὶ ἀφορίσαι ⁑ On Iliad 6.198: Λαοδαμείη μὲν οτι πρὸς τὸ δεύτερον πρότερον ᾶπήντηκεν ⁑ On Iliad 6.199: ἡ δ' ἔτεκ' ἀντίθεον Σαρπηδόνα ὅτι καθ Ὅμηρον Σαρπηδὼνα υἱος Εὐρώπης οὐκ ἔστιν οὐδ' ἀδελφὸς Μίνωος ὡς οἱ νέωτεροι. καὶ γὰρ οἱ χρόνοι εὔδηλοι ⁑ On Iliad 6.201: ἤτοι ὃ καππεδιον οτι παρετυμολογεῖ τὸ ἀλήϊον ἀπο της γενομένης ἒν αυτῷ του Βελλεροφόντου πλάνης. τὸ δὲ ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπο της ἄλλης του Βελλεροφόντου : οἱ δὲ ἐδάσυναν ἀπὸ του τοὺς ἅλλας ἐκεῖ πείγνυσθαι: βελτιον δὲ τὸ πρότερον ⁑ On Iliad 6.202: πάτον ἀνθρωπων ἀλεείνων πᾶτον ὡς λόγον τὰ γὰρ εἰς τὸς λήγοντα δισύλλαβα βραχείᾳ παραληγόμνα μονογενῆ βαρύνεται. κρότος: κότος μίτος. Νότος. πότος. οὕτως ἄρα καὶ πάτος. δοκεῖ ἀντικεῖσθαι τὸ σρατος : τὸ γὰρ βροτὸς καταδύο τρόπους ἀποφεύγει οτι καὶ κοινον καὶ ἔχει ἀντέμφασιν ⁑ Interlinear scholia On Iliad 6.180: τεράστιον Intermarginal scholia On Iliad 6.181: αἵξ On Iliad 6.195: γραφεται ὄφρα νέμοιτο ⁑ Interior scholia On Iliad 6.181: οτι ἓν σῶμα ἡ Χίμαιρα ⁑ On Iliad 6.187: ουτως Ἀρισταρχος ἄλλοι δὲ δια τοῦ ε ἐπερχομένω ⁑ On Iliad 6.189: προς τὸ πάλιν οτι οὐ χρονικῶς ⁑ Exterior scholia On Iliad 6.187: δόλον Venetus A (Marciana 454 = 822), folio 84, verso Iliad 6.205-6.229 6.205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα: 6.206 Ἱππόλοχος δὲ μ' ἔτικτε: καὶ ἐκ τοῦ φημὶ γενέσθαι. 6.207 πέμπε δέ μ' ἐς Τροίην : καί μοι μάλα πολλ`' ἐπέτελλεν 6.208 αἰὲν ἀριστεύειν. καὶ ὑπείροχον ἔμμεναι ἄλλων. 6.209 μὴδὲ γένος πατέρων αἰσχυνέμεν: οἳ μέγ' ἄριστοι 6.210 ἔν τ' Ἐφύρῃ ἐγένοντο: καὶ ἐν Λυκίῃ εὐρείῃ: 6.211 ταύτης τοι γενεῆς τὲ καὶ αἵματος εὔχομαι εἶναι: 6.212 ὡς φάτο: γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης : 6.213 ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ. 6.214 αὐτὰρ ὃ μειλιχίοισι προσήυδα ποιμένα λαῶν: 6.215 ῆ ῥά νύ̆ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός: 6.216 Οἰνεύς γάρ ποτε δῖος. ἀμύμονα Βελλεροφόντην 6.217 ξείνισεν ἐν μεγάροισιν, ἐείκοσιν, ἤματ' ἐρύξας: 6.218 οἱ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά: 6.219 Οἰνεὺς μὲν, ζωστῆρα δίδου. φοίνικι φαεινὸν. 6.220 Βελλεροφόντης δὲ, χρύσεον δέπας, ἀμφικύπελλον. 6.221 καί μιν ἐγὼ κατέλειπον ἰ̈ὼν. ἐν δώμας' ἐμοῖσι: 6.222 Τυδέα δ' οὐ μέμνημαι. ἐπεί μ' ἔτι τυτθὸν ἐόντα 6.223 κάλλιφ' ὅτ' ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν : 6.224 τῶ νῦν: σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ 6.225 εἰμὶ, σὺ δ' ἐν, Λυκίῃ , ὅτε κεν τῶν δῆμον ἵ̈κωμαι: 6.226 ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα καὶ δι' ὁμίλου. 6.227 πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ' ἐπίκουροι 6.228 κτείνειν, ὅν κε θεός γε πόρῃ. καὶ ποσσὶ κιχείω, 6.229 πολλοὶ δ' αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι: Scholia to Iliad 6.205-6.229 Main scholia On Iliad 6.210: ‡ ἔντ' ἐφύρῃ ἐγένοντ οτι οἱ μὲν ἥρωες Ἐφύραν παράγονται λέγοντες: αὐτὸς δὲ Κόρινθον λέγει τὴν πόλιν ⁑ On Iliad 6.219: Οἰνεὺς μὲν σημειοῦνται τινὲς οτι πρὸς τὸ πρῶτον ἀπήντηκεν ⁑ On Iliad 6.211: ταύτης τοι γενεῆς καὶ αἵματος σπέρματος, τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται: οἱ γοῦν συνεχῶς ἀφροδιάζοντες τὸ τελευταῖον, αἷμα φέρουσιν: τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες, τὸ ἀμετάβλητον ἐξέλκουσιν ⁑ On Iliad 6.213: κατέπηξεν γραφικῶς ἔχει καὶ τοῦτο ἵνα δὲ μὴκετί πόλεμος εἶναι δοκῇ, κατα πήγνυσι τὸ ἔγχος ὁ Διομήδης ⁑ On Iliad 6.226: ‡ ἔγχεσι δ' ὰλλήλων ἀλεώμεθα στικτέον κατα τὸ τελος τοῦ στίχου. ἀμφιβολον δὲ τὸ λεγόμενον. ἤτοι γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομηδη καὶ τον Γλαῦκον : καὶ πάλιν ἀλλήλων τὰ πλήθη τοὺς Λυκίους καὶ τοὺς Ἀργείους : ἵν' ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη: ἠ καὶ ἐναλλὰξ: καὶ οἱ βασιλεῖς των πληθῶν καὶ τα πλήθη τῶν βασιλέων: ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων: Διὸμήδης Γλαῦκος . Ἀργεῖοι Λύκιοι : μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι εἰ μόνοι οἱ βασιλεῖς ἀλλήλων ἀφέξονται ⁑ On Iliad 6.229: ‡ ὄν κε δύνηαι ὡς λέγηαι καὶ φέρηαι οὐδέ κεν κακὸν οἶτον ὄληαι: τυραννίων δὲ προπερισπᾶ καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι: ἀλλ' εἰ ἅπαξ ἐστι τὸ ὁριστικον κατα χρῆσιν δύναμαι δυνασαι καὶ ὁμολογεῖται ἀπο τῶν εἰς μι , ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά. οὕτως καὶ Ἀρίσταρχος και οἱ ἄλλοι ⁑ Interlinear scholia On Iliad 6.221: ι On Iliad 6.223: πε On Iliad 6.226: σι Intermarginal scholia On Iliad 6.205: ἀποκοπη τοῦ ἔκτάν ἐπι προμαχων On Iliad 6.217: γραφεται ξείνισεν ἐνι μεγάροισι ⁑ On Iliad 6.226: οὐτως ἀλλήλων Ζηνοδοτειος δέ ες ἡ ἀλλήλους ⁑ On Iliad 6.227: οἱον οὐκ επρίγει προς αλλήλους ἡμ ἀμφοτέρος μάχεσθαι ⁑ Interior scholia On Iliad 6.218: οτι περιττος ὁ καὶ συνδεσμος ⁑ On Iliad 6.221: τὸ δέπας On Iliad 6.226: αντι του φειδώμεθα ⁑ Venetus A (Marciana 454 = 822), folio 85, recto Iliad 6.230-6.254 6.230 τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἷδε 6.231 γνῶσιν, ὅτι ξεῖνοι. πατρώϊοι εὐχόμεθ' εἶναι: 6.232 ὡς ἄρα φωνήσαντε. καθ ἵππων ἀΐξαντε 6.233 χεῖράς τ' ἀλλήλων λαβέτην. καὶ πιστώσαντο: 6.234 ἔνθ' αῦτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεὺς . 6.235 ὃς προς Τυδειδην Διομήδεα τεύχε' ἄμειβε 6.236 χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων: 6.237 Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανεν. 6.238 ἀμφ' άρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες 6.239 εἰρόμεναι παῖδάς τε: κασιγνήτους τὲ: ἔτας τε 6.240 καὶ πόσιας, ὁ δ`' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει 6.241 πάσας ἐξείης: πολλῇσι δὲ, κήδε' ἐφῆπτο: 6.242 Ἀλλ' ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ' ΐκανε 6.243 ξεστῇς αἰθούσσῃσε τετυγμένον: αὐτὰρ ἐν αὐτῷ 6.244 πεντήκοντ' ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο 6.245 πλησίοι ἀλλήλων δεδμημένοι: ἔνθα δὲ παῖδες 6.246 κοιμῶντο Πριάμοιο , παρὰ μνηστῇς ἀλόχοισι: 6.247 κουράων δ' ἑτέρωθεν. ἐναντίοι, ἔνδοθεν αὐλῆς. 6.248 δώδεκ' έσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο 6.249 πλησίοι ἀλλήλων δεδμημένοι: ἔνθα δὲ γαμβροὶ 6.250 κοιμῶντο Πριάμοιο , παρ' αἰδοίῃς ἀλόχοισιν: 6.251 ἔνθά οἱ, ἡπιόδωρος ἐναντίη ἤλυθε μήτηρ 6.252 Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην: 6.253 ἔν τ' ἄρα οἱ φῦ χειρὶ. ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε: 6.254 τέκνον: τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας: Scholia to Iliad 6.230-6.254 Main scholia On Iliad 6.236: ‡ ἑκατόμβοια ἑκατου βοῶν ἄξια οὐ γὰρ νομίσμασιν ἐχρῶντο, ὅθεν καὶ ἀλφεισίβοιαι. οἱ δὲ παρ Αθηναίοις νομισμα ἐχων βοῦν On Iliad 6.236: ‡ ἐννεαβοίων ἐννεά βοῶν, κεκώλυται δὲ ὑπο του μέτρου εἰπεῖν δέκαβοιων ⁑ On Iliad 6.237: Σκαιάς τε οτι τὰς Σκαιὰς ὀνοματικῶς Δαρδανίας λέγει ⁑ On Iliad 6.239: εἰρόμεναι προς τὸ σχῆμα ἀντι τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι ⁑ On Iliad 6.239: ἔτας τε ὁ Ἀσκαλωνίτης ψηλοῖ ἐφ οῦ ἂν τάσσηται φησὶ σημαινόμενου: πολλὰ γὰρ ἡ λέξις σημαίνει: εἰ δὲ καὶ επι των ἑτέρων φησὶ πάλιν ψιλωτέον ἐπεὶ συγκοπῆ ἐγένετο ὡς ἀπο του ἤλατο ἆλτο πιθανώτερον δέ ἐστι φησὶν ἐνθάδε ἀκούειν ἐπι των συγγενων Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περι του πνεύματος ἀπεφήνατο: ἡμῖν δὲ δοκεῖ ἀφορμῆ ἐκείνη χρήσασθαι εἰ ἄδηλον ἐστι, τὸ πνεῦμα. τα δὲ τοιαῦτα πολλάκις ἐκ συναλιφῶν κρίνεται: εὑρεθη δὲ δια ψιλου ἡ συναλιφῆ οὐδέποτε δὲ δια δασέος δῆλον οτι δια τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι: παρα γουν Αἰσχύλῳ οὕτως εὕρομεν οὔτε δῆμος οὐτε τίς ἀνήρ καὶ παρ Ευριπιδῃ τὸ πὸλει μὲν ἄρχων φωτὶ δ' οὐκ έτι πρέπων ⁑ On Iliad 6.241: πάσας ἑξείης οτι ἔν τισι γράφεται πᾶσι μάλ' εξείης, κατα τὸ ἑξῆς λεγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλα μὴ κατα τὸ τυχόν ⁑ On Iliad 6.242: ἀλλ ὅτε δὴ Πριάμοιο δόμον τὸ ἑξῆς ἀλλ ὅτε δῆ Πριάμοιο ἐνθά οἱ ηπιόδωρος τὰ δὲ λοιπᾶ ὡς δια μεσου λεγόμενα διορθοτέον ⁑ On Iliad 6.244: πεντηκοντ' ένεσαν θαλάμῳ ⁑ On Iliad 6.244: ἔνεσαν ὡς έλεξαν οὕτως καὶ Ἀρίσταρχος : ἀληθὲς γὰρ ἐσιν ὡς πᾶς παρῳχημενος δισύλλαβος παθῶν κατατ την ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος ἀναδίδωσι τὸν τονον κατεῖχε κάτεχε. οὕτως οὖν ἀνέγνωμεν ήμενον εἰσεῖδε προπερισπωμένως τὸ δὲ ἕτέρον τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ' Ἀθήνην προπαροξυτόνως ⁑ On Iliad 6.243: αἰθούσσῃσι στοαῖς ταῖς καταλαμπομέναις ὑπο του ηλιου ἠ αίθουσαι αἷς το δια τὸ αἵθεσθαι ἐν αυταῖς φῶς τοῦ χειμῶνος ἢ δια την του ἡλίου βολήν ⁑ On Iliad 6.248: δώδεκ' ἔσαν τέγεοι θάλαμοι ὅτι ὑπερῷοι ἦσαν δι' ὃ τέγεοι ἵνα μὴ διοδευθνται: ἐπι μελῶς δὲ Ὅμηρος καὶ δια τῆς καὶ δια τῆς τοὺς γυναικείους θαλάμους ὑπερῴους συνίστησιν: On Iliad 6.251: ἠπιόδωρος δῶρον παρὰ της φύσεως ἔχουσα τὸ εἶναι. ἠπία οτι κλαθμυριζομένοις τοῖς παισὶ τὸν μαζὸν προτείνει ⁑ Interlinear scholia On Iliad 6.237: αντι ότε On Iliad 6.237: καὶ φῆγον On Iliad 6.236: α On Iliad 6.241: α Intermarginal scholia On Iliad 6.227: οἱον οὐκ επρίγει προς αλλήλους ἡμ ἀμφοτέρος μάχεσθαι ⁑ On Iliad 6.248: τέγεοι ὡς τέλεοι τεγος γὰρ ὡς τέγος καὶ τέγειος ὡς τέλειος ⁑ On Iliad 6.248: ἐν ἄλλω παρα μνηστης ἀλόχοισι ⁑ On Iliad 6.252: οτι προς Λαοδίκην πορευομενη εἰς Ἀγαμέμνονα ⁑ Interior scholia On Iliad 6.237: οτι τὰς Σκαιὰς ὀνοματικῶς Δαρδανιας λέγει ⁑ On Iliad 6.248: ουτως Ἀρίσταρχος παρ αιδοίῃσ' ⁑ Exterior scholia On Iliad 6.246: σίοι Venetus A (Marciana 454 = 822), folio 85, verso Iliad 6.255-6.279 6.255 ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν 6.256 μαρνάμενοι περι άστυ, σὲ δ`' ἐνθάδε θυμὸς ἀν ἧκεν 6.257 ἐλθόντ', ἐξ ἄκρης πόλιος Διῒ χεῖρας ἀνασχεῖν: 6.258 ἀλλὰ μέν' ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω. 6.259 ὡς σπείσῃς Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι 6.260 πρῶτον. ἔπειτα δέ κ’ αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα: 6.261 ἀνδρὶ δὲ κεκμηῶτι μένος. μέγα οἶνος ἀέξει: 6.262 ὡς τύ̄νη κέκμηκας ἀμύνων σοῖσιν έτῃσι: 6.263 τὴν δ`' ἠμείβετ' ἔπειτα μέγας κορυθαιόλος Ἕκτωρ : 6.264 μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ 6.265 μή μ' ἀπογυιώσῃς, μένεος ἀλκῆς τε λάθωμαι: 6.266 χερσὶ δ' ἀνίπτοισιν Διῒ λείβειν αἴθοπα οἶνον 6.267 ἅζομαι: οὐδέ πῃ ἐστὶ κελαινεφέϊ Κρονίωνι 6.268 αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι: 6.269 ἀλλὰ σύ γε προς νηὸν Ἀθηναίης ἀγελείης 6.270 ἔρχεο συν θυέεσσιν, ἀολλίσασα γεραιάς: 6.271 πέπλον δ`' ὅστίς τοι χαριέστατος ἠδὲ μέγιστος 6.272 ἐστὶν ἐνι μεγάρῳ: καί τοι πολὺ φίλτατος αὐτῇ. 6.273 τὸν θὲς Ἀθηναίης ἐπι γούνασιν ἠϋκόμοιο. 6.274 καί οἱ, ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνι νηῷ 6.275 ήνῑς ἠκέστας ἱ̈ερευσέμεν, αἴ κ' ἐλεήσῃ 6.276 ἄστύ τε, καὶ Τρώων ἀλόχους. καὶ νήπια τέκνα. 6.277 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰ̈λίου ϊρῆς 6.278 ἄγριον: αἰχμητὴν: κρατερὸν μήστωρα φόβοιο: 6.279 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης Scholia to Iliad 6.255-6.279 Main scholia On Iliad 6.255: ‡ δυσώνυμοι οὐ δὲ γὰρ ὄνομα αὐτων ὀνομάζειν θέλει. καὶ ἡ Πηνελόπη κακοΐλιον οὐκ ὀνομαστήν ⁑ On Iliad 6.260: πρῶτον ἔπειτα δέ κ' αυτος τοῦτο διχῶς ἀναγινώσκεται. ὅσοι γὰρ ἡγοῦνται ἐγκεῖσθαι τὸν καὶ ἐγκλιτικὸν. ῥωννύουσι του δὲ την ὀξεῖαν ὡς καὶ Ἀσκαλωνιτης . οὕτως γὰρ καὶ τὸ ἐν τῇ ἀναγινώσκει ἤτοι μέντοι τόδε κ αυτὸς ὀΐεαι. ὅσοι δὲ τὸν καὶ κατα κρᾶσιν καὶ ἔκθλιψιν καὶ αὐτὸς κ' αυτὸς ἐγκλίνουσι τὸν δὲ ⁑ On Iliad 6.261: μένος ἡ προθυμία παρα τὸ μένω ῥῆμα ὃ δηλοῖ τὸ προθυμοῦμαι, ὅθεν παρακείμενος μέμακα μετοχὴ μεμακώς ἐνδεία τοῦ κ μεμαώς. μεμαὼς πόλιν ἐξαλαπάξαι: μέσος παρακείμενος μέμονα καὶ ὡς φθείρω φθαρτὸς. οὕτως μένω ματὸς. καὶ αὐτόμαος ἐν συνθέσει ⁑ On Iliad 6.265: ‡ μή μ' ἀπογυῴσης ἡ διπλῆ προς τὸ δοκοῦν μάχεσθαι. ἡ γὰρ Ἑκάβη λέγει μενος μέγα οἶνος ἀέξει. ὁ δὲ Εκτωρ μή μ' ἀπογυιώσης μενέος. ἐστι δὲ διαφορα τὰ λέγοντα πρόσωπα: καὶ ἑκάτερον προς τί ἔχοντα εἴρηται ⁑ On Iliad 6.268: εὐχετάασθαι Ἀρισταρχος τὸ δευτερον ἄλφα συστέλλει καὶ ὁ Ἀσκαλωνιτης . ἄλλοι δὲ εκτείνουσιν οὐχ ὑγειῶς. ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ' Αἰολίδα διάλεκτον τρίτην ἀπο τέλους ἐχοντα τὴν ὀξεῖαν: φιλεῖ προ τέλους βραχύνεσθαι: λέγεσθαι τίθεσθαι ἵστασθαι κίχρασθαι πίμπρασθαι: ὅσα δὲ προ τέλους ἔχει φύσει μακρὰν προπερισπᾶσθαι θέλει νικὰσθαι φιλεισθαι τα γὰρ τοιαῦτα δίζησθαι φιλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν εἰδε: δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ την παραλήγουσαν βραχυνομενην: οὕτως οὖν πάντα τὰ τοιαύτα ἀναγνωστέο ν ἀλλ ἤτοι σε γυναικας ἐγὼ δεδάασθαι ἄνωγα ἐν μεγάροισι δ' ἕκητι σέθεν κακὰ μηχανάασθαι: ἄλλοτε μέν σε καὶ αιτιάασθαι ἄνωγα: καὶ ἐδριάασθαι ἄνωγα. καὶ ἐδριάασθαι ἄνωγον μήτε μνάασθαι ἄκοιτιν ⁑ Interlinear scholia On Iliad 6.257: α On Iliad 6.258: ε Intermarginal scholia On Iliad 6.257: οτι διαλελυμένως ἄκρην πόλιν εῖπε την ακροπολιν ⁑ On Iliad 6.260: τὸ καυτὸς διχῶς καὶ βαρεως καὶ ὀξεως⁑ On Iliad 6.262: οτι ἄκρον Δώριον τὸ τύνη ⁑ On Iliad 6.264: αντι του πρόσφερε δίδου ⁑ On Iliad 6.266: ουτως Ἀρισταρχος ὁ δὲ Ηρωδιανος δια τοῦ η ἀνίπτησιν On Iliad 6.277: οτι θηλυκῶς τὴν Ἴλιον On Iliad 6.278: οτι πάλιν φόβον την φυγήν. Interior scholia On Iliad 6.260: ὅτι τὸ πληρες εστι καὶ αὐτος Ομηρικὸν δὲ τὸ τον κ' περιτττὸν εῖναι ⁑ On Iliad 6.266: οτι Ζηνοδοτος γραφεται ανίπτησιν οῦκ έστι δὲ ἡ ευθεῖα ἀνίπτῃ⁑ Venetus A (Marciana 454 = 822), folio 86, recto Iliad 6.280-6.305 6.280 ἔρχευ: ἐγὼ δὲ Πάριν μετελεύσομαι: ὄφρα καλέσσω: 6.281 αἴ κ' ἐθέλῃς' εἰπόντος ἀκουέμεν: ὡς κέ οἱ, αὖθι 6.282 γαῖα χάνοι: μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα 6.283 Τρωσί τε. καὶ Πριάμῳ μεγαλήτορι. τοῖό τε παισίν: 6.284 εἰ κεῖνόν γε ΐδοιμι κατελθόντ' Ἄϊδος εἴσω: 6.285 φαίην κεν φρέν' ἄτέρ που ὀϊζύος ἐκλελαθέσθαι: 6.286 ὡς ἔφαθ'. ἡδὲ μολοῦσα ποτὶ μέγαρ', ἀμφιπόλοισι 6.287 κέκλετο. ταὶ δ' ὰρ' ἀόλλισσαν κατα ἄστυ γεραιάς: 6.288 αὐτὴ δ' ἐς θάλαμον κατεβήσατο κηώεντα: 6.289 ἔνθ' έσάν οἱ, πέπλοι παμποίκιλοι: ἔργα γυναικῶν 6.290 Σιδονίων : τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς 6.291 ἤγαγε Σιδονίηθεν . ἐπιπλὼς εὐρέα πόντον: 6.292 τὴν ὁδὸν. ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν: 6.293 τῶν ἕν' ἀειραμένη Ἑκάβη . φέρε δῶρον Ἀθήνη 6.294 ὃς κάλλιστος έην ποικίλμασιν ἠδὲ μέγιστος: 6.295 ἀστὴρ δ'' ὡς ἀπέλαμπεν. ἔκειτο δὲ νείατος ἄλλων: 6.296 βῆ δ' ἰ̈έναι: πολλαὶ δὲ μετεσσεύοντο γεραιαί: 6.297 αἱ δ`' ὅτε νηὸν ΐκανον Ἀθήνης ἐν πόλει ἄκρῃ: 6.298 τῇσι θύρας ώϊξε Θεανὼ καλλιπάρηος. 6.299 Κισσηῒς : ἄλοχος Ἀντήνορος ἱπποδάμοιο: 6.300 τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱ̈έρειαν. 6.301 αἱ δ`' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον: 6.302 ἡ δ' ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρηος, 6.303 θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο: 6.304 εὐχομένη δ' ἠρᾶτο Διὸς κούρη μεγάλοιο: 6.305 πότνι' Ἀθηναίη : ἐρυσίπτολι: δῖα θεάων: Scholia to Iliad 6.280-6.305 Main scholia On Iliad 6.282: ‡ γαία χανοι διασταίη ἡ γῆ ὥστε χάσματος γενομενου καταποθῆναι. ἠ καταπίοι ἡ γῆ ἵνα μὴ δι ανδρομαχ ἀχην δοκεῖ της μρς δέξασθαι καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει των ηδέων ⁑ On Iliad 6.289: ἔθεσαν οἱ πέπλοι ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τόνοις καίτοι πορριχιακῆς οὔσης τῆς λέζεως ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οἱ ἀλλ' αντωνυμία ⁑ On Iliad 6.291: Σιδονίηθεν δεδηὼς γὰρ τὸν διωγμὸν δια Φοινίκης καὶ Αἰγύπτου ἦλθεν ὡς καὶ οἱ Ἀργοναυται. διὰ τοῦ Ἴστρου . της περιεργασίας δὲ Ἀλεξάνδρου τὸ μὴ ὠνήσασθαι πέπλους ἀλλα καὶ πρίασθαι τὰς ἐργαζομένας ⁑ On Iliad 6.292: τὴν ὁδὸν ὅτι τὸν ἐκ Πελοποννησου ἐπ Ἴλιον πλοῦν ἀναγωγὴν λέγει ⁑ Intermarginal scholia On Iliad 6.285: Ζηνοδοτος φίλον ῆτορ ⁑ On Iliad 6.288: ἐν ταῖς Ἀριστάρχου φερε καὶ ἑτέρως ἡ δ' εἰς οῖκον ϊοῦσα παρίστατο φωριαμοῖσιν ⁑ On Iliad 6.303: οτι πάλιν παρὰ γούνασιν ⁑ Interior scholia On Iliad 6.291: οτι ἀπο μιᾶς πόλεως της Σιδῶνος τὴν Φοινικην σημαίνει ⁑ On Iliad 6.299: βραχὺ διασταλτεον ἐπι τὸ Κισσηῒς Venetus A (Marciana 454 = 822), folio 86, verso Iliad 6.306-6.330 6.306 ἆξον δὴ ἔγχος Διομήδεος . ἠδὲ καὶ αὐτὸν 6.307 πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων: 6.308 ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνι νηῷ 6.309 ήνῑς. ἠκέστας. ἱ̈ερεύσομεν, αἴ κ' ἐλεήσῃς 6.310 ἄστύ τε. καὶ Τρώων ἀλόχους. καὶ νήπια τέκνα: 6.311 ὡς ἔφατ' εὐχομένη: ἀνένευε δὲ Παλλὰς Ἀθήνη : 6.312 ὡς αἱ μέν ρ' εὔχοντο Διὸς κούρῃ μεγάλοιο: 6.313 Ἕκτωρ δὲ πρὸς δώματ' Ἀλεξάνδροιο βεβήκει 6.314 καλὰ. τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν: οἳ τότ' ἄριστοι 6.315 ἦσαν ἐνι Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες: 6.316 οἵ, οἱ, ἐποίησαν θάλαμον: καὶ δῶμα. καὶ αὐλὴν, 6.317 ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος . ἐν πόλει ἄκρῃ: 6.318 ἔνθ' Ἕκτωρ εἰσῆλθε Διῒ φίλος: ἐν δ' άρα χειρὶ 6.319 ἔγχος ἔχ' ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς 6.320 αἰχμὴ χαλκείη: περὶ δὲ χρύσεος θέε πόρκης: 6.321 τόνδ`' εὗρ' ἐν θαλάμῳ περικαλλέα τεύχε' ἔποντα 6.322 ἀσπίδα καὶ θώρηκα: καὶ ἀγκύλα τόξ' ἀφόωντα: 6.323 Ἀργείη δ' Ἑλένη . μετ’ άρα δμῳῆσι γυναιξὶν 6.324 ἧστο: καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε: 6.325 τὸν δ' Ἕκτωρ νείκεσσεν ἰ̈δὼν. αἰσχροῖς ἐπέεσσι: 6.326 δαιμόνι': οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο θυμῷ: 6.327 λαοὶ μὲν φθινύθουσι περι πτόλιν αἰπύ τε τεῖχος 6.328 μαρνάμενοι: σέο δ' εἵνεκ' ἀϋτή τε πτόλεμός τε 6.329 ἄστυ τόδ' ἀμφιδέδηε. σὺ δ' ὰν μαχέσαιο καὶ ἄλλῳ 6.330 εἴ τινά που μεθιέντα ἴ̈δοις στυγεροῦ πολέμοιο: Scholia to Iliad 6.306-6.330 Main scholia On Iliad 6.311: ‡ ὡς ἔφατ' εὐχομενη ἀθετεῖται οτι προς οὐδὲν τὸ ἐπιφώνημα καὶ οὐκ ἠθισμένον. κατὰ μὲν γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ κατανεύων καὶ ἑξῆς δὲ ἐπιλεγομένου ὡς αἱ μέν ῥ εὔχοντο σαφῶς γίνεται περισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ ⁑ On Iliad 6.319: ‡ ἑνδεκάπηχυ οἱ μὲν διαιροῦσιν ἔχεν εῖτα δεκάπηχύ . οἱ δὲ ἐνδεκάπηχυ: ὁ μεν οὖν ἀσκαλωνίτης οὐδὲμίαν προκρίνει: οἱ δὲ περὶ Ηρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἡγοῦνται την του ἔνδεκα ἀριθμοῦ διαστολὴν. ἐπειδήπερ τὰ ναύμαχα τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα. λέγεται δύο καὶ εἰκοσίπηχυ ⁑ On Iliad 6.320: πόρκης ὁ κρίκος. ὁ συνέχων τον σίδηρον προς τὸ ξύλν του δόρατος δια τὸ πείρην τὸ δόρυ δι' αυτοῦ ⁑ On Iliad 6.322: ἀσπίδα καὶ θώρηκα βραχὺ διασταλτέον ἐπι τὸ θώρηκα. πρεπωδέστερον γὰρ ἐπι τοῦ τόξου τὸ ἀφόωντα On Iliad 6.325: τὸν δ' Ἕκτωρ νείκεσσεν ὅτι κυκλικως κατα κέχρηται οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν ⁑ On Iliad 6.326: δαιμόνι' ὅτι ἅπορον ποῖον χόλον. λύοι το δ' ἂν ἐξ ὑποθέσεως μήποτ' οὖν ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο ἀμείβεται γοῦν. ούτοι ἐγὼ τόσσον χόλῳ οὐδε νεμέσσει ⁑ Intermarginal scholia On Iliad 6.317: οτι πάλιν δειρημένως εἴρηκεν ⁑ On Iliad 6.319: οτι ὑφ ἓν ἐνδεκάπηχυ ἀναγνωστέον το γὰρ διπληάσιον δύο καὶ εἰκοσίπηχυ ⁑ On Iliad 6.330: Ἀρισταρχος ὅν τινά που ⁑ Venetus A (Marciana 454 = 822), folio 87, recto Iliad 6.331-6.355 6.331 ἀλλ'' ἄνα: μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται: 6.332 τὸν δ`' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής: 6.333 Ἕκτορ . ἐπεί με κατ' αῖσαν ἐνείκεσας, οὐδ' ὑπὲρ αῖσαν. 6.334 τούνεκά τοι ἐρέω: σὺ δὲ σύνθεο καί μευ ἄκουσον: 6.335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσῑ 6.336 ἥμην ἐν θαλάμῳ: ἔθελον δ' ἄχεϊ προτραπέσθαι: 6.337 νῦν δέ με παρειποῦς' ἄλοχος μαλακοῖς ἐπέεσσιν 6.338 ὥρμης' ἐς πόλεμον. δοκέει δέ μοι ὧδε καὶ αὐτῷ 6.339 λώϊον ἔσσεσθαι, νίκη δ' ἐπαμείβεται ἄνδρας: 6.340 ἀλλ’ άγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω. 6.341 ἢ ΐθ', ἐγὼ δὲ μέτειμι : κιχήσεσθαι δέ σ' ὀΐω: 6.342 ὡς φάτο. τὸν δ' οὔ τι προσέφη κορυθαιόλος Ἕκτωρ : 6.343 τὸν δ' Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι: 6.344 δᾶερ ἐμεῖο κυνὸς, κακομηχάνου. ὀκρυοέσσης: 6.345 ὥς μ' ὄφελ' ήματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ. 6.346 οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα 6.347 εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης: 6.348 ἔνθά με κῦμ' ἀπόερσε πάρος τάδε έργα γενέσθαι: 6.349 αὐτὰρ ἐπεὶ τάδε γ' ὧδε θεοὶ κακὰ τεκμήραντο: 6.350 ἀνδρὸς. ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις. 6.351 ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πολλ`' ἀνθρώπων. 6.352 τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι οὔτ' ἂρ ὀπίσσῳ 6.353 ἔσσονται. τῶ καί μιν ἐπαυρήσεσθαι ὀΐω: 6.354 ἀλλ'' ἄγε νῦν εἴσελθε. καὶ ἕζεο τῷδ' ἐπι δίφρῳ 6.355 δᾶερ: ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν Scholia to Iliad 6.331-6.355 Main scholia On Iliad 6.336: ᾕμην ἐν θαλάμῳ προσπνευστέον τὸ η ἐν διατριβειν γὰρ σημαίνει καὶ τὸ καθῆσαι: ὅσοι δὲ ἡθέλησαν σημαντικον εἶναι τὸ ὑπάρχειν ἐψίλωσαν ὃ σπανίως εὑρίσκεται κατα την χρῆσιν των Ἑλλήνων οὗ τὰ ὑποδείγματα διδομεν ἐν τῷ περι των εἰς μι . ὁ μέντοι ποιητὴς οὐκ εχρήσατο ⁑ On Iliad 6.336: ἔθελον δ' ἄχεϊ προτραπέσθαι δια τὴν λύπην του δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρον τῆς μάχης. ἔνιοι δὲ εῖξαι ⁑ On Iliad 6.337: νῦν δ' έμε οτι οὐ κατα τὸ ῥητὸν παράγειοχε την παραμυθίαν: δεῖ δὲ κατα τὸ σιωπωμενον νοῆσαι. δι ὁ καὶ εὑρίσκεται περι τὰ όπλα ἀσχολουμενος ⁑ On Iliad 6.348: ἀπόερσε ψιλωτέον τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομενου του σ ψιλοῦσθαι φιλεῖ ἄρσαντες οὕτως γὰρ ἐλέγομεν περι τούτου καὶ ἐν τῇ ραψωδία Ἀρσινόη . ἐν δὲ σταθμοὺς ἄρσε ὅρσας όρσεο: κυλλοπόδιον ταύτη ἀναλογώτερον τὸ έερσα τρισύλλαβον ⁑ On Iliad 6.355: ‡ δᾶερ ἔπει μάλιστα τὸ δᾶερ ὡς ἄνερ τοιαῦται γὰρ αἱ εἰς ερ ἐγκλιτικαι: τὴν δε σὲ ἀντωνυμίαν ὀξυτονοῦσι τουτέστιν ὀρθοτονουσιν ἐπεὶ προς τί εστιν. ἐστι μὲν οὖν ἀληθὲς: ὅτι ἀντι διαστταλτική ἐστιν νῦν ἡ ἀντωνυμίᾳ: ἡ μεντοι κοινὴ ἀνάγνωσις ἀνεγνω ἐγκλιτικῶς ἀεὶ μη επι φερομένου συνδέσμου ἔπει σ' εἴασεν Ἀχιλλεύς : ἐπεί σε πρῶτα κιχάνω: επει σε φυγῶν ᾿ϊκέτευσα: ἐπεί σε λεόντα: οὕτως δὲ καὶ ἕπει σε μάλιστα: πόνος φρένας: καί μοι δοκουσι τῷ πρώτῳ προσώπω' ακολουθειν οἱ οὕτως ἀναγνωκότες πιθανῶς πάνυ: δια γὰρ τῆς φωνης τὸ πρῶτον πρώσωπον ἐπι δείκνυται τό τε ορθοτονουμενον καὶ τὸ ἐγκλιτικον: εἰ γὰρ ἡ εμε αἰτιατικὴ ὅτε φυλάσσει τὸ ε ορθοτονεῖται: εἰ δὲ ἀποβάλοι ἐγκλιτική εστιν εὑρέθη τοίνυν μετα τοῦ ἐπεὶ συνδέσμου παρα τῳ ποιητῃ κατα ταύτην την σύνταξιν ἀποβάλλουσα τὸ ε Ἕκτορ ἐπει με κατ αῖσαν ἐπει μ' ἀφελεσθέ γε δόντες τούτῳ τοίνυν τῷ λογῳ πιθανον ἂν εἴη κατακολουθησαντας ἡμας ἀναγινώσκειν ἐγκλιτικως ἐπεί σε μάλιστα ⁑ Interlinear scholia On Iliad 6.337: παραινέσασα On Iliad 6.341: ι Intermarginal scholia On Iliad 6.353: τῆς ἰδίας ἀνοιας δηλονὅτι ⁑ Interior scholia On Iliad 6.331: οτι ελλειπει ἡ υπο προθεσις ὑπο πυρος ⁑ On Iliad 6.338: οι On Iliad 6.338: ορμῆσαι On Iliad 6.343: ἐν ἄλλω προσηυδα δια γυναικῶν ⁑ On Iliad 6.348: ἀπέπνηξε On Iliad 6.353: γραφεται καί μιν On Iliad 6.354: ουτω νῦν αἱ Ἀρισταρχου Venetus A (Marciana 454 = 822), folio 87, verso Iliad 6.356-6.380 6.356 εἵνεκ' ἐμεῖο κυνὸς, καὶ Ἀλεξάνδρου ἕνεκ' ἄτης, 6.357 οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον. ὡς καὶ ὀπίσσω 6.358 ἀνθρώποισι πελώμεθ' ἀοίδιμοι ἐσσομένοισι: 6.359 τὴν δ`' ἠμείβετ' ἔπειτα μέγας κορυθαιόλος Ἕκτωρ : 6.360 μή με κάθιζ' Ἑλένη . φιλέουσά περ. οὐδέ με πείσεις: 6.361 ἤδη γάρ μοι θυμὸς ἐπέσσυται. ὄφρ' ἐπαμύνω 6.362 Τρώεσσ' , οἳ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν: 6.363 ἀλλὰ σύ γ' ὄρνυθι τοῦτον: ἐπειγέσθω δὲ καὶ αὐτὸς. 6.364 ὥς κεν ἒμ' ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα: 6.365 καὶ γὰρ ἐγὼν οἶκονδ' ἐσελεύσομαι: ὄφρα ἴδωμαι 6.366 οἰκῆας ἄλοχον τε φίλην. καὶ νήπιον υἱόν: 6.367 οὐ γάρ τ' οἶδ' εἰ ἔτι σφιν ὑπότροπος ΐξομαι αὖτις, 6.368 ἤ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν : 6.369 ὡς ἄρα φωνήσας ἀπέβη κορυθαιόλος Ἕκτωρ . 6.370 αῖψα δ' ἔπειθ' ΐκανε δόμους εὖ ναιετάοντας: 6.371 οὐδ' εὗρ' Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν: 6.372 ἀλλ' ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ εὐπέπλῳ 6.373 πύργῳ ἐφειστήκει: γοόωσά τε. μυρομένη τε: 6.374 Ἕκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν. 6.375 ἔστη ἐπ' οὐδὸν ἰ̈ών. μετὰ δὲ δμῳῇσιν ἔειπεν: 6.376 εἰ δ' ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε 6.377 πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο: 6.378 ἠέ πῃ ἐς γαλόων. ἢ εἰνατέρων εὐπέπλων. 6.379 ἢ ἐς Ἀθηναίης ἐξοίχεται: ἔνθά περ ἄλλαι 6.380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ϊλάσκονται: Scholia to Iliad 6.356-6.380 Main scholia On Iliad 6.357: ‡ οἷσιν ἐπὶ Ζεὺς θῆκε ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵν' ᾖ ἐφ οῖς: δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκε οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα ἠ περιασὴν λαμβάνειν τὴν ἐπί ἥτις πάλιν οὐκ αναστραφήσεται δι ὃν εἰπομεν λόγον τοῦτο γὰρ βούλεται καὶ ὁ Αλεξίων . οὐδὲν μέντοι κεκώλυκε καὶ ὁ του Ἀσκαλωνιτου ἐπεὶ οὐχ ὁρῷ τινα λόγον ἀναγκαστικόν ⁑ On Iliad 6.367: ‡ οὐ γαρ του οῖδ' εἰ έτι σφιν ὑπό τροπος ΐξομαιν αὐτις οὕτως εἰ έτι σφιν εἷς τόνος καίτοι ἐχρῆν δύο δια τὸ ἐπι φέρεσθαι ἀντωνυμιαν ἀπο του σφ ἀρχομενην ὁμοίως τῷ ὁθί σφισι πέφραδ' Ἀχιλλεύς . ῆρχε δ' ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : σεσημείωται οὖν αὕτη ἡ ἀνάγνωσις μόνη ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανος λεγεί ⁑ Interlinear scholia On Iliad 6.362: ι Intermarginal scholia On Iliad 6.360: οτι ὁ με αντι γὰρ οὐ γάρ με πείσεις ⁑ On Iliad 6.366: οἰκέτας On Iliad 6.367: τὸ τέλειον οὐ γάρ τε οῖδα ⁑ On Iliad 6.370: οτι αντι συναιομένους του ευ ναιομένους ⁑ On Iliad 6.373: Ἀρισταρχος χωρις του ϊ ἐφεστήκει Interior scholia On Iliad 6.362: τὸ ποθὴν ὡς κριθην ⁑ On Iliad 6.373: ἐκ παραλλήλου τὸ αὐτο ⁑ Venetus A (Marciana 454 = 822), folio 88, recto Iliad 6.381-6.404 6.381 τὸν δ' αὖτ' ὀτρηρὴ ταμίη προς μῦθον ἔειπεν: 6.382 Ἕκτορ . ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι: 6.383 οὔτέ πῃ ἐς γαλόων, οὔτ' εἰνατέρων εὐπέπλων: 6.384 οὔτ' ἐς Ἀθηναίης ἐξοίχεται: ἔνθά περ ἄλλαι 6.385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἰ̈λάσκονται: 6.386 ἀλλ' ἐπὶ πύργον ἔβη μέγαν Ἰ̈λίου . οὕνεκ' ἄκουσε 6.386del 6.387 τείρεσθαι Τρῶας . μέγα δὲ κράτος εἶναι Ἀχαιῶν : 6.388 ἡ μὲν δὴ προς τεῖχος ἐπειγομένη ἀφικάνει. 6.389 μαινομένῃ εἰκυῖα: φέρει δ' ἅμα παῖδα τιθήνη: 6.390 ῆ ρα γυνὴ ταμίη: ὁ δ' ἀπέσσυτο δώματος Ἕκτωρ 6.391 τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ' ἀγυιάς: 6.392 εῦτε πύλας ΐκανε διερχόμενος μέγα ἄστυ 6.393 Σκαιὰς. τῇ ὰρ ἔμελλε διεξίμεναι πεδίον δὲ: 6.394 ἔνθ' ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα 6.395 Ἀνδρομάχη . θυγάτηρ μεγαλήτορος Ἠετίωνος : 6.396 Ἠετίων . ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ 6.397 Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ' ἄνδρεσσιν ἀνάσσων: 6.398 τοῦ περ δὴ θυγάτηρ ἔχεθ' Ἕκτορι χαλκοκορυστῇ: 6.399 ἥ, οἱ, ἔπειτ' ἤντησ', ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ 6.400 παῖδ' ἐπὶ κόλπῳ ἔχους' ἀταλάφρονα. νήπιον αύτως 6.401 Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ: 6.402 τόν ῥ' Ἕκτωρ καλέεσκε Σκαμάνδριον : αὐτὰρ οἱ ἄλλοι 6.403 Ἀστυάνακτ' . οἶος γὰρ ἐρύετο ῎Ϊλιον Ἕκτωρ : 6.404 ἤτοι ὁ μὲν μείδησεν ἰ̈δὼν ἐς παῖδα, σιωπῇ: Scholia to Iliad 6.381-6.404 Main scholia On Iliad 6.396: Ἀνδρομάχη θυφάτηρ μεγαλήτορος Ἡετιωνος τὸ Ηετίωνος . εἰ μεντοῖς ἀνω συντάττοιμεν ἐμφανέτερον ποιεῖ τὸ ἀκατάλληλον της ἐπαναλήψεως ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι εἰδὲ τοῖς μετα ταυτα δύναται εἶναι ὁ λόγος καὶ τὸ ἑξῆς μεγαλήτορος Ἠετίωνος ὅστις Ἠετίων ῴκει ὑπο Πλάκῳ ⁑ On Iliad 6.396: ‡ Ἠετίων ὃς ἔναιεν ἡ διπλῆ προς τὴν ἐπανάληψιν ὅτι πλεονάζει ἐν Ιλιαδι καὶ τὸ των πιώσεων ἀκατάλληλον ⁑ On Iliad 6.396: ὃς ἔναιεν ὑπο Πλάκῳ Γράνικος οἱ δὲ Ἀτράμους Πελασγὸς τὸ γενος ἀφίκετο ποτὲ υπο την ἐν τῇ Λυκίᾳ Ιήδην . καὶ πόλιν κτίσας ἐκεῖσε ἀφ' ὲαυτου προσηγόρευσεν Ἀδραμύττιον γεννήσας: δὲ θυγατέρα. Θήβην τῷ ὀνόματι παρα τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι: Ἡρακλῆς δὲ κατ εκείνῳ καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα καὶ κτίσας πόλιν ὑπο τὸ Πλάκιον καλούμενον όρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικος ἐκάλεσεν ἡ ἱστορία παρα Δικαιάρχῳ ⁑ On Iliad 6.400: παῖδ' ἐπί κόλπῳ οτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν κόλπον ἀνειεμένη ⁑ Intermarginal scholia On Iliad 6.394: πολλὰ έδνα παρα του ἀνδρος λαβοῦσα ⁑ On Iliad 6.403: οτι παρετυμολογεῖ. Interior scholia On Iliad 6.398: οτι αντι του εἴχετο ὑφ Ἕκτορος ἡ γὰρ γυνὴ ἔχεται ὁ δε ἀνηρ ἔχει On Iliad 6.400: απαλὰ φρονῶνη μη δυνάμενον τλῆναι καὶ κακοπαθεῖν ⁑ Venetus A (Marciana 454 = 822), folio 88, verso Iliad 6.405-6.429 6.405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δακρυ χέουσα, 6.406 ἔν τ' άρα οἱ φῦ χειρὶ: ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε: 6.407 δαιμόνιε. φθείσει σε τὸ σὸν μένος: οὐδ' ἐλεαίρεις 6.408 παῖδά τε νηπιάχον. καὶ ἒμ' ἄμμορον. ἣ τάχα χήρη 6.409 σεῦ ἔσομαι: τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ 6.410 πάντες ἐφορμηθέντες: ἐμοὶ δέ κε κέρδιον εἴη 6.411 σεῦ ἀφαμαρτούση χθόνα δύμεναι: οὐ γὰρ ἔτ' ἄλλη 6.412 ἔσται θαλπωρὴ, ἐπεὶ ὰν σύ γε πότμον ἐπίσπῃς. 6.413 ἀλλ' ἄχε': οὐδέ μοι ἐστὶ πατὴρ καὶ πότνια μήτηρ: 6.414 ἤτοι γὰρ πατέρ' ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεὺς . 6.415 ἐκ δε πόλιν πέρσεν Κιλίκων εὖ ναιετάωσαν 6.416 Θήβην ὑψίπυλον. κατα δ' έκτανεν Ἠετίωνα : 6.417 οὐδε μιν ἐξενάριξε. σεβάσσατό γαρ τό γε θυμῷ: 6.418 ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν. 6.419 ἠδ' ἐπι σῆμ' ἔχεεν. περὶ δὲ πτελέας ἐφύτευσαν 6.420 νύμφαι ὀρεστιάδες. κοῦραι Διὸς αἰγιόχοιο: 6.421 οἱ δέ μοι ἑπτὰ κασίγνητοι έσαν ἐν μεγάροισιν. 6.422 οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω: 6.423 πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς 6.424 βουσὶν ἐπ' εἰλιπόδεσσι: καὶ ἀργεννῇς ὀΐεσσι: 6.425 μητέρα δ': ἣ βασίλευεν ὑπο Πλάκω ὑ̈ληέσσῃ. 6.426 τὴν ἐπεὶ ὰρ δεῦρ' ἤγαγ' ἅμ' ἄλλοισι κτεάτεσσιν. 6.427 ὰψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι' ἄποινα. 6.428 πατρὸς δ' ἐν μεγάροισι βάλ' Ἄρτεμις ἰ̈οχέαιρα: 6.429 Ἕκτορ , ἀτὰρ σύ μοι ἐσσὶ πατὴρ καὶ πότνια μήτηρ Scholia to Iliad 6.405-6.429 Intermarginal scholia On Iliad 6.415: Ἀρισταρχος δια του ο ναιετόωσαν On Iliad 6.417: ἐσκύλευιε On Iliad 6.419: καὶ τάφον ἔχωσαν On Iliad 6.428: αἰφνιδίως ἐτελεύτησε τοῦς γραφεται αἱφνιδίως θανάτους ἀναφέρουσιν εἰς Ἀπολλωνα και Αρτεμιν ⁑ Interior scholia On Iliad 6.415: οτι ἀντι τοῦ ἐυ ναιομενην Venetus A (Marciana 454 = 822), folio 89, recto Iliad 6.430-6.454 6.430 ἠδὲ κασίγνητος: σὺ δέ μοι θαλερὸς παρακοίτης: 6.431 ἀλλ'' άγε νῦν ἐλέαιρε, καὶ αὐτοῦ μίμν' ἐπι πύργῳ: 6.432 μὴ παῖδ' ὀρφανικὸν θήῃς. χήρην τε γυναῖκα. 6.433 λαὸν δὲ στῆσον παρ' ἐρῑνεὸν, ἔνθα μάλιστα 6.434 ἄμβατός ἐστι πόλις: καὶ ἐπίδρομον ἔπλετο τεῖχος, 6.435 τρὶς γὰρ τῇ γ' ἐλθόντες ἐπειρήσανθ' οἱ ἄριστοι. 6.436 ἀμφ' Αἴαντε δύω. καὶ ἀγακλυτὸν Ἰ̈δομενῆα . 6.437 ἠ δ`' ἀμφ' Ἀτρείδας . καὶ Τυδέος ἄλκιμον υἱόν. 6.438 ἤ πού τί σφιν ἔνισπε, θεοπροπίων εῦ εἰδὼς. 6.439 ή νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει: 6.440 τὴν δ' αῦτε προσέειπε μέγας κορυθαιόλος Ἕκτωρ : 6.441 ῆ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι: ἀλλα μάλ' αἰνῶς 6.442 αἰδέομαι Τρῶας καὶ Τρωϊάδας ἑλκεσιπέπλους: 6.443 αἴ κε κακὸς ὡς. νόσφιν ἀλυσκάζω πολέμοιο: 6.444 οὐδ' έμὲ θυμὸς ἄνωγεν: ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς 6.445 αἰεὶ. καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι. 6.446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ' ἐμὸν αὐτοῦ. 6.447 εὖ γὰρ ἐγὼ τόδε οῖδα κατα φρένα καὶ κατα θυμὸν. 6.448 έσσεται ῆμαρ. ὅτ' ἄ̆ν ποτ' ὀλώλῃ ΄Ϊλιος ϊρὴ 6.449 καὶ Πρίαμος . καὶ λαὸς ἐϋμμελίῳ Πριάμοιο . 6.450 ἀλλ' οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσῳ. 6.451 οὔτ' αὐτῆς Ἑκάβης , οὔτε Πριάμοιο ἄνακτος. 6.452 οὔτε κασιγνήτων: οἵ κεν πολέες τὲ καὶ ἐσθλοὶ 6.453 ἐν κονίῃσι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν. 6.454 ὅσσον σεῖ', ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων Scholia to Iliad 6.430-6.454 Main scholia On Iliad 6.445: αἱεὶ καὶ πρώτοισι τὸ αἰεὶ τοῖς ἐπάνω προσδοτέον ἵνα μὴ ὑπερβατον γένηται τοῦ καὶ συνδέσμου. καὶ αἰει πρώτοισι: κοινὸν μέντοι νοεῖαι κατ αμφοτέρων τὸ αἰεὶ ὥσπερ καὶ τὸ μάθον ⁑ On Iliad 6.448: ἔσσεται ἦμαρ οὐκ εκφοβεῖ, ἀλλα προς τὸ μέλλον εὐπαράμυθον ποιεῖ: οὐχ ορίζει δὲ τὸν χρόνον τῆς ἁλώσεως ὧν γὰρ δεινῶν χρόνος οὐχ ὁρίζεται. τοῦτον ἦττον ἐλύπησεν ἡ προσδοκία ὥσπερ εστιν ἰδεῖν καὶ ἐπι τοῦ θανάτου: προειδότες γὰρ οτι τεθνηξόμεθα δια τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα ⁑ Intermarginal scholia On Iliad 6.432: ουτως Ἀρισταρχος δια τοῦ η θήνις ⁑ On Iliad 6.434: ουτως Ἀρισταρχος , ἀμβατός ⁑ On Iliad 6.448: οτι θηλυκως την Ἴλιον ⁑ Interior scholia On Iliad 6.434: Καλίστρατος δια τοῦ η ἀμβατῆ ⁑ On Iliad 6.439: ἐν ενίοις ή νυ καὶ αὐτοὺς θυμος Exterior scholia On Iliad 6.445: οὐδεσμε Venetus A (Marciana 454 = 822), folio 89, verso Iliad 6.455-6.479 6.455 δακρυόεσσαν ἄγηται: ἐλεύθερον ἦμαρ ἀπούρᾱς: 6.456 καί κεν ἐν ἄργεῑ ἐοὖσα. πρὸς ἄλλῃς ἱ̈στὸν ὑφαίνοις. 6.457 καί κεν ὕδωρ φορέεις Μεσσηΐδος . ἢ Ὑπερείης 6.458 πολλ`' ἀεκαζομένη: κρατερὴ δ' ἐπικείσετ' ἀνάγκη. 6.459 καί ποτέ τις εἴπῃσιν ἰ̈δὼν κατὰ δάκρυ χέουσαν. 6.460 Ἕκτορος ἧδε γυνὴ. ὃς ἀριστεύεσκε μάχεσθαι 6.461 Τρώων ἱ̈πποδάμων ὅτε ῎Ϊλιον ἀμφεμάχοντο: 6.462 ὥς ποτέ τις ἐρέει: σοὶ δ' αὖ νέον ἔσσεται ἄλγος 6.463 χήτει τοιοῦδ' ἀνδρὸς ἀμύνειν δούλιον ῆμαρ. 6.464 ἀλλά με τεθνῃῶτα χυτὴ κατὰ γαῖα καλύπτοι: 6.465 πρίν γέ τι, σῆς τε βοῆς, σοῦ θ' ἑλκηθμοῖο πυθέσθαι: 6.466 Ὡς εἰπὼν. οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ : 6.467 ὰψ δ' ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης 6.468 ἐκλίνθη ἰ̈άχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς. 6.469 ταρβήσας χαλκόν τε. ἰ̈δὲ λόφον ἱ̈ππιοχαίτην 6.470 δεινὸν ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσας: 6.471 ἒκ δ' ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ: 6.472 αὐτίκ' ἀπὸ κρατὸς κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ : 6.473 καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ, παμφανόωσαν. 6.474 αὐτὰρ ὅ γ' ὃν φίλον υἱὸν ἐπεὶ κύσε, πῆλέ τε χερσὶν, 6.475 εἶπεν ἐπευξάμενος Διΐ τ' ἄλλοισίν τε θεοῖσι: 6.476 Ζεῦ ἄλλοί τε θεοὶ: δότε δὴ καὶ τόνδε γενέσθαι 6.477 παῖδ' ἐμὸν. ὡς καὶ ἐγώ περ ἐνιπρεπέα Τρώεσσιν . 6.478 ὧδε βίηντ' ἀγαθὸν: καὶ Ἰ̈λίου ἶ̈φι ἀνάσσειν: 6.479 καί ποτέ τις εἴποισι πατρὸς δ' ὅγε πολλὸν ἀμείνων. Scholia to Iliad 6.455-6.479 Main scholia On Iliad 6.457: ‡ καί κεν ὕδωρ φορέοις οτι κατα τὸ προστυχὼν οὕτως εἰποντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν αὐτήν ⁑ On Iliad 6.459: καί ποτέ τις ῾ϊατρευσαι ὅτι τὸ εἴπῃσιν ἀντι τοῦ εἴποι ἄν ⁑ On Iliad 6.459: ἡ δὲ ἀναφορᾶ προς Φιλητὰ γράφοντι θρῳσκων τις κατα κῦμα μέλαιναν ⁑ On Iliad 6.459: φρίχ' ὑπαλύξει οὗτος γὰρ μη νοήσας ὅτι τὸ ὑπαΐξει ἐστι τὸ ἐφορμῆσαι. ὑπὸ την φρῖκα τοῦτέστι το τοῦ ὕδατος ἐπανάστημα ὃς φύγοι ἂν Λυκαονος τοῦ δήμου την φρῖκα ἐδέξατο τὴν ὑπο τοῦ ψύχους γινομένην φρίκην καὶ φησὶ τοὺς πημελώδεις τῶν ἰχθύων ὑπο μένειν τὸ ψύχος, ὥστε ὅσαν τὸ τοῦ Λυκάονος λίπος φάγοι ἐκκλίνει τὴν φρίκην ⁑ On Iliad 6.464: ἀλλά με τεθνειῶτα οτι οὐ πᾶσα γῆ οὕτως λέγεται παρ αυτῷ. ἀλλ' ἡ τοῖς νεκροῖς ἐπιχεομένη ⁑ On Iliad 6.465: πρίν γέ τί σῆς τε βοῆς πρίν γέ τί σῆς τε βοῆς Διονυσιος ὁ Σιδώνιος τὸν γέ ἐκ πλήρους ποιεῖ. οὕτως καὶ Ἀλεξίων καὶ οἱ περι Ἡρακλεώνα . οὐ γὰρ πειθανὸν ἐγκεῖσθαι τὸ ἔτι οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταυτα τῆ Ἀνδρομάχη έστιν οὖν τὸ τι καθ ύπαρξιν τινὰ λεγόμενον η καὶ παρελκόμενον: ὁμοίως τὸ ῆ νύ τοι οὔ τι μελει Τρώων πόνος καὶ μή τι φόβονδ' ἀγόρευε: καὶ μή τι μευ ηϋτε παιδὸς. οὐχ ὑγειῶς οὖν ὁ Πτολεμαιος οἵεται συναλιφὴν εἶναι ⁑ On Iliad 6.469: ταρβήσας χαλκόντε διασταλτέον χαλκόν τε μερος γάρ ἐστι περιόδου ἐπανειλημμένον μετοχικον: ἀτυχθεὶς όψιν. καὶ ταρβήσας χαλκον καὶ λόφον νοήσας ⁑ On Iliad 6.479-6.480: καί ποτέ τις εἴποι τὸ ἑξῆς καί ποτε τίς εἴποι ἐκ πολέμου ἀνιόντα: καὶ οὐ λείπει τὸ ϊδών, ἀλλ' ἔστι συνήθης >Ἀττικοῖς ἡ φράσις Εὐριπίδης Ῥήσῳ χαίρω δέ σ' εὐτυχοῦν τα καὶ προσήμενον πύργοισιν ἐχθρόν: καὶ αὐτος Ὅμηρος ἀλλαχοῦ. ἤχθετο γάρ ῥα Τρωσὶ δαμναμένους ἤλακται δὲ πτῶσις ἀντι τοῦ ἐκ πολέμου ἀνιόντος ⁑ Interlinear scholia On Iliad 6.478: ἐνι On Iliad 6.480: Ἀρισταρχος πατρὸς γ' όδε ⁑ Intermarginal scholia On Iliad 6.457: Μεσηῒς καὶ Ὑπερεια κρηναι Ἄργους ⁑ On Iliad 6.466: ορέξατο ἀντι τοῦ ἐλάβετο On Iliad 6.475: Ἀρισταρχος δια τοῦ δ ειπε δ' επευξάμενος ⁑ On Iliad 6.478: ἄλλοι ῶδε βίην ἀγαθόν τέ ⁑ Exterior scholia On Iliad 6.479: εβίην θόντε Venetus A (Marciana 454 = 822), folio 90, recto Iliad 6.480-6.504 6.480 ἐκ πολέμου ἀνιόντα: φέροι δ' ἔναρα βροτόεντα 6.481 κτείνας δήϊον ἄνδρα: χαρείη δὲ φρένα μήτηρ: 6.482 ὡς εἰπὼν, ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε 6.483 παῖδ' εὸν, ἡ δ`' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ 6.484 δακρυόεν γελάσασα. πόσις δ' ἐλέησε νοήσας: 6.485 χειρί τέ μιν κατέρεξεν. ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε: 6.486 δαιμονίη: μή μοί τι λίην ἀκαχίζεο θυμῷ: 6.487 οὐ γάρ τίς μ' ὑπὲρ αῖσαν ἀνὴρ Ἄϊδι προϊάψει: 6.488 μοῖραν δ' οὔ τινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν 6.489 οὐ κακὸν οὐδε μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται: 6.490 ἀλλ`' εἰς οἶκον ἰ̈οῦσα. τὰ, σαυτῆς ἔργα κόμιζε 6.491 ἱ̈στόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε 6.492 έργον ἐποίχεσθαι. πόλεμος δ' ἄνδρεσσι μελήσει 6.493 πᾶσιν. ἐμοὶ δὲ μάλιστα. τοὶ Ἰ̈λίῳ ἐγγεγάασιν : 6.494 ὡς ἄρα φωνήσας. κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ 6.495 ἵ̈ππουριν. ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει 6.496 ἐντροπαλιζομένη. θαλερὸν κατα δάκρυ χέουσα. 6.497 αῖψα δ' ἔπειθ' ἵ̈κανε δόμους εὖ, ναιετάοντας 6.498 Ἕκτορος ἀνδροφόνοιο: κιχήσατο δ' ἔνδοθι πολλὰς 6.499 ἀμφιπόλους. τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν: 6.500 αἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ: 6.501 οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο 6.502 ΐξεσθαι. προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν : 6.503 Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισι: 6.504 ἀλλ' ὅ γ', ἐπεὶ κατέδυ κλυτὰ τεύχεα, ποικίλα χαλκῷ. Scholia to Iliad 6.480-6.504 Main scholia On Iliad 6.481: ἔναρα βροτόεντα τὰ ἀπο πολέμου λάφυρα ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν; δια τοῦτο καὶ οἱ νεκροὶ ἔναροι ⁑ On Iliad 6.481: βροτόεντα ἠμεγαμένα βρότος γὰρ τὸ ἀπὸ φόνου αἷμα ἠ ηματωμένα ⁑ On Iliad 6.483: κηώδεϊ ἐν ᾧ τὰ βρέφη κοιμίζεται ⁑ On Iliad 6.484: δακρυόεν γελάσασα δυνατῶς ῥηθεν ἀνερμήνευτόν ἐστιν: οὐ γὰρ ἁπλοῦν τὸ πάθος ἀλλα σύνθετον ἐξ εναντίων παθῶν ἡδοναὶ καὶ λῦπαι: εἰς γέλωτα μὲν γὰρ αὐτην προσήγαγε τὸ βρέφος: εἰς δάκρυον δὲ ἡ περι του Ἕκτορος ἀγωνία ⁑ On Iliad 6.490-6.493: ἀλλ' εἰς οῖκον ϊοῦσα τέσσαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται. οτι νῦν μὲν ορθῶς κεῖνται καὶ προ τῆς μνηστηροφονιας. ἐν δὲ τῇ Α ῥαψωδιᾳ τῆς Ὀδυσσείας οὐκέτι ⁑ On Iliad 6.491: ἠλακάτην τὸ τῶν γυναικων εργαλείων ὃ περι ἐλίασουσι τὸ ἔριον. λέγει δέ ποτε ουτος καὶ τὸ βέλος ἐν τῷ συνθέτω ὀνόματι χρυσηλέκατον σημαίνει γὰρ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτεμιν ⁑ On Iliad 6.492: πόλεμος ἄνδρεσσι μελήσει ἐνθάδε πόλεμος ἐπι δε Τηλεμάχου μῦθος: ἐπι δὲ τῆς θέσεως τοῦ τόξου τόξον δ' ἄνδρεσσι μελήσει ⁑ Interior scholia On Iliad 6.493: αντι πλέω πάντων τῶν ἒν Ἰλίῳ ⁑ On Iliad 6.500: αντι ἐγοων συνεσταλη ⁑ Venetus A (Marciana 454 = 822), folio 90, verso Iliad 6.505-6.529 6.505 σεύατ' ἔπειτ' ἀνὰ ἄστυ. ποσὶ κραιπνοῖσι πεποιθώς: 6.506 ὡς δ' ὅτε τις στατὸς ἵ̈ππος ἀκοστήσας ἐπι φάτνῃ. 6.507 δεσμὸν ἀπορρήξας. θείῃ πεδίοιο κροαίνων. 6.508 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο. 6.509 κυδιόων. ὑψοῦ δὲ κάρη ἔχει: ἀμφὶ δὲ χαῖται 6.510 ὤμοις ἀΐσσονται. ὁ δ' ἀγλαΐηφι πεποιθὼς, 6.511 ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵ̈ππων. 6.512 ὡς υἱὸς Πριάμοιο Πάρις . κατα Περγάμου ἄκρης. 6.513 τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ ἐβεβήκει 6.514 καγχαλόων. ταχέες δὲ πόδες φέρον: αἶψα δ' ἔπειτα 6.515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὐτ' ὰρ ἔμελλε 6.516 στρέψεσθ' ἐκ χώρης, ὅθι ᾗ ὀάριζε γυναικί. 6.517 τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής: 6.518 ἠθεῖ', ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω 6.519 δηθύνων. οὐδ' ἦλθον ἐναίσιμον. ὡς ἐκέλευες: 6.520 τόνδ' ἀπαμειβόμενος προσέφη κορυθαιόλος Ἕκτωρ : 6.521 δαιμόνι', οὐκ άν τίς τοι ἀνηρ, ὃς ἐναίσιμος εἴῃ. 6.522 ἔργον ἀτιμήσειε μάχης. ἐπεὶ ἄλκιμός ἐσσι: 6.523 ἀλλὰ ἑκὼν μεθίεις τε καὶ οὐκ ἐθέλεις. τό δ' ἐμὸν κῆρ 6.524 ἄχνυται ἐν θυμῷ. ὅθ' ὑπερ σέθεν αἴσχε ἀκούω 6.525 πρὸς Τρώων : οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο: 6.526 ἀλλ' ΐομεν: τὰ δ`' ὄπισθεν ἀρεσσόμεθ' αἴ κέ ποθι Ζεὺς 6.527 δῴῃ. ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι 6.528 κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν. 6.529 ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς ⁑ Scholia to Iliad 6.505-6.529 Main scholia On Iliad 6.506-6.511: ‡ ὡς δ' ὅτε τις στατος καὶ τούτοις ὁμοίοις ἀστερίσκοι παράκεινται οτι την παραβολὴν όλην ἐπι Ἔκτορος βληθέντος λίθῳ ὑπ Αἵαντος μετήνεγκεν ἐντεῦθεν: ἡ δὲ διπλη προς τὸ ἀκοστήσας ὅτι ἄλλοι ἄλλως ἀπέδωκαν ἔστι δε ἥτοι ἐν αχει γενόμενος δια την στάσιν ἠ ακος τϊ καὶ βοήθημα της στάσεως ζητῶν ⁑ On Iliad 6.506: ἀκοστήσας ἄκος τῆς στάσεως λαβῶν τοῦτέστιν ΐαμα καὶ κριθιάσας κυρίως δε αἱ πασαι αἱ τροφαὶ. ἀκοσταὶ καλοῦνται παρα Θεσαλοῖς ὡς καὶ Νίκανδρος παρα τὸ ῾ΐστασθαι τὰ σώματα τρεφόμενα ἐν ἄλλω καιρῶ παραλαβων βελτιον δὲ δυσχεράνας ἐπι τῆ της φάτνης στάσει. οἱ δὲ αγοστήσας ἀγοιστὸς γὰρ ὁ ῥῦπος. ἢ ἡσυχασας παρα τὴν ἀχην ⁑ On Iliad 6.507: ‡ δεσμὸν ἀπορρήξας ἡ διπλῆ οτι ἐλλείπει ἡ δία καὶ τὸ κροαίνων οὐκ ἐστιν ἐπιθυμῶν ὡς Ἀρχίλοχος ἐξέλαβεν ἀλλ' επικροτῶν τοῖς ποσὶ δια τοῦ πεδίου ⁑ On Iliad 6.507: ἄλλως οἱ νεώτεροι ἐπιθυμεῖν το κροαίνειν καὶ Ἀρχίλοχος ⁑ On Iliad 6.509: ὑψ οὐ δὲ καρη ἐχει δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι τοῖς ἵπποις ⁑ On Iliad 6.508: ειωθῶς λούεσθαι ἐϋρρεῖος ποταμοῖο λείπει ὕδατι. ἡ ποταμὸν εἴρηκεν τὸ τοῦ ποταμοῦ ὕδωρ ⁑ On Iliad 6.511: ῥιμφά ε Ζηνόδοτος ῥιμφ ἑὰ γοῦνα φέρει: Ποσειδόνιος δὲ ὁ ἀναγνώστης Ἀριστάρχου διαιρέσεως τὸ ε ψιλῶς προφέρεται παρέλκειν αὐτὸ λέγων ὡς ἐντῷ ἠὲ σὺ τόνδε δέδεξο καὶ λύεται τὸ σολοικοφανες: ὁ δὲ Ὅμηρος υπο τῶν γονάτων καὶ ποδῶν φέρεσθαι λέγει τὸν μὲν ἂρ ὣς εἰπόντας πόδες φέρον ⁑ On Iliad 6.514: καγχαλόωντα χέες δὲ πόδες οτι ὑπο τῶν ποδῶν φέρεται οὐκ αυτὸς τοὺς πόδας φέρει προς ἔλεγχον Ζηνοδότου ⁑ On Iliad 6.518: ἠθεῖε ταῦτα τινὲς προσαγορευτικά: οὐδε πότε δὲ περί τινος αὐτὰ φησὶν: τέττα: φίλον ἄττα: τροφέως: πάπα: πατρος . ἠθεὶε: ἀδελφου γέγονε δὲ τὸ ἠθεῖος ἠ παρα τὸ θεῖος καταπλεονασμὸν του η ἡθεῖος: πλεονάζει γὰρ τὸ ῆ εν πολλαῖς λέξεσι ὡς μύει ἠμύει τῶ κε τάχ' ἠμύσειε πόλις. πεδανος. ἡπεδανος ευγενης εὐηγενης: τείχει ὑπο Τρώων εὐηγενεών ἀπολέσθαι ⁑ On Iliad 6.518: βαιός, ἣβαιός. ἢ παρα τὸ ἔθος ἔθειος. ὡς τέλος τελειος ὁρος ὁρειος ὄνειδος ὁνείδιος. καὶ τροπῆ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῶ τοῦ τόνου γίνεται ἠθεῖος ἀναλογώτερον δέ ἐστιν ἐκ του ἔθος: ἐκ γὰρ του θεῖος καὶ ἡ αὐτῆ στάσις σώζεται καὶ ὁλίγα πάθη δίδονται: ἐκ δὲ τοῦ ἕθας καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδινται ⁑ On Iliad 6.518: ἠθεῖε Ἀρισταρχος προπερισπᾷ ὡς οἱκεῖε καὶ ἵσως τὸ θεῖος λεγώ δὲ τὸ συμαντικον του ἐπαίνου κατα πλεονασμον του θ εγένετο. εἰ καὶ νεοτέρου ἐστι προς πρεσβύτερον ἀδελθον ἐχουσα σεβασμον προσφώνησις: οὐκ αγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθ Ὅμηρον ⁑ Intermarginal scholia On Iliad 6.511: μετέβη τὴν πτῶσιν τὸ γὰρ ἑ αὐτὸν σημαίνει ⁑ On Iliad 6.513: διασταλτεον ἐπι τὸ ηλέκτωρ λάμπειν γὰρ αὐτὸν φησιν ὡς ἥλιον ⁑ On Iliad 6.518: τὸ η πευστικως καὶ ἡθικῶς ⁑ On Iliad 6.522: ἀλλ ἐπεῖ ἀλκιμός εσσι ἑκῶν μεθίεις ⁑ On Iliad 6.527: βραχὺ διασταλτέον ἐπι τὸ δῴη θεοῖς γὰρ κρατηρα τήσασθαι λέγει ⁑ Interior scholia On Iliad 6.510-6.511: αντι ἀγλαΐηφι πεποιθότα ⁑ Exterior scholia On Iliad 6.506-6.511: οτι εις ὁ κειται Venetus A (Marciana 454 = 822), folio 91, recto Iliad 7.title-7.25 7.1 Ὡς εἰπὼν. πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτορ . 7.2 τῷ δ' ἅμ' Ἀλέξανδρος κί' ἀδελφεός: ἐν δ' άρα θυμῷ 7.3 ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι: 7.4 ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν, ἔδωκεν 7.5 οὖρον, ἐπεί κε, κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι 7.6 πόντον ἐλαύνοντες: καμάτῳ δ' ὑπο γυῖα λέλυνται: 7.7 ὡς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην: 7.8 Ἔνθ' ἐλέτην , ὁ μὲν, υἱὸν Ἀρηϊθόοιο ἄνακτος 7.9 Ἄρνῃ ναιετάοντα Μενέσθιον . ὃν κορυνήτης 7.10 γείνατ' Ἀρηΐθοος . καὶ Φυλομέδουσα βοῶπις: 7.11 Ἕκτoρ δ' Ηϊονῆα βάλ' ἔγχεϊ ὀξυόεντι 7.12 αὐχέν', ὑπο στεφάνης εὐχάλκου, λῦσε δὲ γυῖα: 7.13 Γλαῦκος δ' Ἱππολόχοιο πάϊς. Λυκίων ἀγὸς ἀνδρων. 7.14 Ἰ̈φίνοον βάλε δουρὶ κατα κρατερὴν ὑσμίνην. 7.15 Δεξιάδην , ἵππων ἐπιάλμενον ὠκειάων. 7.16 ὦμον: ὁ δ`' ἐξ ίππων χαμάδις πέσε, λύντο δὲ γυῖα: 7.17 Τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη 7.18 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ: 7.19 βῆ ρα κατ' Οὐλύμποιο καρήνων ἀΐξασα 7.20 Ἴ̈λιον εἰς ἱ̈ερὴν. τῇ δ' ἀντίος ὤρνυτ' Ἀπόλλων 7.21 Περγάμου ἐκκατιδὼν. Τρώεσσι δὲ βούλετο νικην: 7.22 ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ: 7.23 τὴν πρότερος προσέειπεν, ἄναξ Διὸς υἱὸς, Ἀπόλλων : 7.24 τίπτε σὺ δ' αὖ, μεμαυῖα Διὸς θύγατερ μεγάλοιο 7.25 ἦλθες ἀπ' Οὐλύμποιο : μέγας δέ σε θυμὸς ἀνἧκεν: Scholia to Iliad 7.title-7.25 Main scholia On Iliad 7.5: ‡ οὖρον ἐπεί κε: ὅτι ἔν τισι γράφεται ἐπήν : ἐὰν δὲ οὕτως ἔχη, προενεκτέον ὑφ ἕν. κεκάμωσιν ὡς λελάχωσιν ⁑ On Iliad 7.6: πόντον ἐλαύνοντες: κατ ένια τῶν ὑπομνημάτων ἐρέσσοντες : τὸ δὲ λέλυνται , ἐπι τὰ γυῖα ἀνενεκτέον ⁑ On Iliad 7.6: καμάτῳ δ' ὑπο γυῖα: οὐκ αναστρεπτέον διὰ τὸν σύνδεσμον: ἄλλως τε καὶ τὸ ἑξῆς ἐστιν ὑπολέλυνται ⁑ On Iliad 7.8: ἔνθ' ἑλέτην: ὅτι ἑλέτην συλληπτικῶς ὕστερον δὲ προσδιασαφεῖ καὶ ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντηκε τὸν γὰρ Ἀλέξανδρον κατείρηκεν ⁑ On Iliad 7.8: Ἀρηΐθοος ὁ Βοιώτιος ἄριστος τῶν κατ αυτὸν ἀνθρώπων διαβὰς εἰς τὴν Ἀρκαδίαν ἦν γὰρ ἀψιμαχιά τις βευρώτοις βοιωτίοις πολίταις. καὶ τοῖς ἀρκάσι περι γῆς ὅρον πλείστην ἐντεῦθεν κατεσύρατο λίαν καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος Ἀρκασι Λυκοῦργος ὁ τῶν ἐνταῦθα κράτιστος ἀνηρ λόχον ποιήσας. ἔπεισε τὴν πολλὴν τοῦ Ἀρηϊθόου φάλλαγα : ἀν εῖλεν τὲ αὐτὸν καὶ ὑπολαβὼν τὴν λίαν ἔτι: καὶ πρὸς ἄμυναν παντευχίαν μετὰ καὶ τῆς κορύνης. ἡ ϊστορία παρα Φερεκύδει On Iliad 7.15: Δεξιάδην : εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην : εἴτε ποιότητος ἢ τόπου ἐπίρρημα δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις συνάπτεσθαι: ἢ γὰρ Ἰφίνοον Δεξιάδην : ἠ βάλε Δεξιάδην ὦμον, ἢ Δεξιάδην ἐπιάλμενον ἀπο τῶν δεξιῶν μερῶν ἐφαλλόμενον ⁑ On Iliad 7.22: ἀλλήλοισι δέ : ἡ διπλῆ ὅτι προ τῶν πυλῶν τὴν φηγὸν ταύτην ὑποτίθεται: προ πολλοῦ δὲ ὁ Ἀπόλλων ἐστιν ἐπι τῆς Περγάμου ⁑ On Iliad 7.22: φηγῷ: ἀξιοπίστως: ἔθηκε τὸν τόπον: παρα γὰρ τὸ φωγῶ ὅ ἐστι κλυῶ τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες, τὰ ἔξω ἔκαιον προς θερμὴν ὅθεν καὶ βαλανεῖα. καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν, αὐτῇ κέχρηνται τῇ τροφῇ ⁑ Intermarginal scholia On Iliad 7.7: ουτως Ἀρίσταρχος τὸ δυϊκῶς ⁑ On Iliad 7.12: Ἀρίσταρχος λῦντο δὲ γυῖα : On Iliad 7.12: οτι λύντο εῖπεν αντι τοῦ ἐλυθ' Interior scholia On Iliad 7.5: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ ἐπήν κε ⁑ On Iliad 7.6: προς το σχημα ὡς σπάρτα λέλυνται ⁑ On Iliad 7.8: Ἀμμώνιος ἐν τῷ πρὸς Ἀθηνοκλέα τοὶ Τρώεσσι προφέρεται πληθυνται ⁑ On Iliad 7.8: βραχὺ διασταλτέον ἐπι τὸ ἑλέτην ἡ γὰρ σύλληψις εἰς διάλυψσιν τρέπεται: On Iliad 7.12: ὅτι περικεφαλαίας εἶδος ἡ στεφάνη: On Iliad 7.16: κατὰ τὸν ῶμον : On Iliad 7.20: ὅτι θηλυκῶς τὴν Ἰλιον : Exterior scholia On Iliad 7.6: γράφεται ἐρέσσοντες Venetus A (Marciana 454 = 822), folio 91, verso Iliad 7.26-7.50 7.26 ῆ ἵ̈να δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην 7.27 δῷς. ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις: 7.28 ἀλλ' εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη: 7.29 νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα 7.30 σήμερον. ὕστερον αῦτε μαχήσοντ' εἰς ό κε τέκμωρ 7.31 Ἰ̈λίου εὕρωσιν. ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ 7.32 ὑμῖν ἀθανάτῃσι διαπραθέειν τόδε ἄστυ: 7.33 Τὸν δ' αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη : 7.35 ἦλθον ἀπ Ουλύμποιο , μετα Τρῶας καὶ Ἀχαιούς : 7.36 ἀλλ`' άγε, πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν: 7.37 Τὴν δ' αῦτε προσέειπεν ἄναξ, Διὸς υἱὸς. Ἀπόλλων : 7.38 Ἕκτορος όρσωμεν κρατερὸν μένος ἱπποδάμοιο. 7.39 ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος 7.40 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι: 7.41 οἱ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ , 7.42 οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ: 7.43 Ὡς ἔφατ': οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη : 7.44 τῶν δ' Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ 7.45 βουλὴν, ἥ ῥα θεοῖσιν ἐφἥνδανε μητιόωσι: 7.46 στῆ δὲ παρ' Ἕκτορ' ἰ̈ὼν, καί μιν προς μῦθον ἔειπεν: 7.47 Ἕκτορ . υἱὲ Πριάμοιο , Διῒ μῆτιν ἀτάλαντε: 7.48 ῆ ρά νύ̆ μοί τι πίθοιο, κασίγνητος δε τοί εἰμί: 7.49 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιοὺς . 7.50 αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος Scholia to Iliad 7.26-7.50 Main scholia On Iliad 7.26: ‡ ἑτεραλκέα: οὕτως ἡ νίκη λέγεται ὅτ' ἂν οἱ νικῶντες νικῶνται: ἡ ἀνάπαλιν, ἐν ἄλλῳ τὴν τοῖς ἑτέροις ἀλκὴν καὶ δύναμιν παρεχουσαν ἣ ὅτ ἂν οἱ πρῴην νικηθέντες νικήσωσιν: On Iliad 7.28: ἀλλ' εἴ μοι τί πίθοιο ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ ὑποστικτέον ⁑ On Iliad 7.32: ὑμῖν ἀθανάτῃσι: Ζηνόδοτος ἀθανάτοισιν , ἐν μέντοι τῇ Ἀριστοφάνους ὑμῖν ἀμφοτέρῃσιν εἶχε τὴν Ἀθηνᾶν καὶ τὴν Ήραν ουκ απιθανως ⁑ On Iliad 7.39: ‡ ἤν τινα που Δαναῶν ὅτι συνέσταλται δια τοῦ ε τὸ η : ἔστι γὰρ προκαλέσηται: καὶ προς τὸ σχῆμα μόνωθεν μόνος ἀντὶ τοῦ μόνος προς μόνον ⁑ On Iliad 7.41: οἱ δέ κ' ἀγασσάμενοι ὅτι τὸ ἀγάσσασθαι ποτὲ μὲν ἐπι τοῦ ἀποδέχεσθαι : ποτὲ δὲ ἐπι τοῦ φθονεῖν τίθησι: περιττεύει δὲ καὶ ὁ και σύνδεσμος ⁑ On Iliad 7.44: τῶν δ' Ἕλενος Πριάμοιο : ὅτι μαντικῶς συνῆκεν οὐκ ακούσας αὐτῶν τῆς φωνῆς: μυθεύεται τῶν ἐξ Ἑκάβης γεγονότων Πριάμῳ παῖδον τὸν Ἔλενον καὶ τὴν Κασάνδραν διδύμους γεγενῆσθαι τῶν δε γενεθλίων αὐτοῖς συντελουμένων ἐν τῷ τοῦ Θυμβρίου Ἀπόλλωνος ἱερῷ λέγεται τὸν Ἔλενον καὶ τὴν Κασάνδραν ἐν τῷ ναῷ παίζοντας κατακοιμηθῆναι . ὑπο δὲ μέθης ἐκείνων ἐκλαθομένων περι τῶν παίδων: οἴκαδε χωρισθῆναι τῇ δὲ ὑ̈στέρα. ἐλθόντας εἰς τὸ ϊερὸν θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρουμένους ὡς οὖν δια τὸ παράδοξον αἱ γυναῖκες ἀνέκραγον. συνέβη ἀπαλλαγῆναι τοὺς ὄφεις καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις: τοὺς δὲ παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτω μεταλαβεῖν. ἡ ϊστορία παρὰ Ἀντικλείδη ⁑ Intermarginal scholia On Iliad 7.31: βαρυτονητέον τὸ ως δηλοῖ γὰρ τὸ οὕτως ⁑ On Iliad 7.32: ὅτι Ζηνόδοτος : γράφει τὸν δ' ἡμείβετ' ἔπειτα On Iliad 7.41: Ἀρίσταρχος δια τοῦ ο αγασσόμενοι ⁑ On Iliad 7.46: ὅτι ἀντὶ τοῦ πορευθείς Venetus A (Marciana 454 = 822), folio 92, recto Iliad 7.51-7.75 7.51 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι: 7.52 οὐ γάρ πω τοι μοῖρα θανεῖν. καὶ πότμον ἐπισπεῖν: 7.53 ὡς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν αἰειγενετάων: 7.54 ὡς ἔφαθ'. Ἕκτωρ δ' αῦτ' ἐχάρη μέγα μῦθον ἀκούσας: 7.55 καί ῥ' ἐς μέσσον ἰὼν, Τρώων ἀνέεργε φάλαγγας: 7.56 μέσσου δουρὸς ἑλὼν. οἱ δ' ἱ̈δρύνθησαν ἅπαντες: 7.57 κὰδ δ' Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς : 7.58 κὰδ δ' ἂρ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων 7.59 ἑζέσθην. ὄρνῑσιν ἐοικότες. αἰγυπιοῖσι. 7.60 φηγῷ ἐφ' ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο 7.61 ἀνδράσι τερπόμενοι: τῶν δὲ στίχες εἵατο πυκναὶ. 7.62 ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι: 7.63 οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ 7.64 ὀρνυμένοιο νέον. μελάνει δέ τε πόντος ὑπ αυτῆς. 7.65 τοῖαι ἄρα στίχες εἵατ' Ἀχαιῶν τε Τρώων τε 7.66 ἐν πεδίῳ: Ἕκτωρ δὲ μετ αμφοτέροισιν ἔειπε: 7.67 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ . 7.68 ὄφρ' εἴπω. τά με θυμὸς ἐνι στήθεσσι κελεύει: 7.69 ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν: 7.70 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν: 7.71 εἰς ό κεν. ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε. 7.72 ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν: 7.73 ὑμῖν μὲν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν . 7.74 τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει. 7.75 δεῦρ' ΐτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ: Scholia to Iliad 7.51-7.75 Main scholia On Iliad 7.53: ὡς γὰρ ἐγὼν: αθετεῖται δια γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν ὡς εἴρηται ⁑ On Iliad 7.56: μέσου δουρὸς ἑλὼν: μέσου τοῦ δόρατος ἐπιλαβόμενος: προς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτὸ ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι: ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ ⁑ On Iliad 7.63: πόντον ἐπι φριξ: ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἐπι πόντον οὕτως καὶ οἱ ἄλλοι: καὶ ἄμεινον οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρὶξ χωρὶς εἰ μὴ παρέλκη ἡ πρόθεσις. ὅπερ οὐ πιθανον. οὐ γὰρ κατεπείγει: φρίξ δὲ ἡ ἐξ επιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου, ἢ τὸ ἐπιπολάζον τῷ κύματι ἀφρῶδες ὅτ ἂν ἄνεμος ἄρχηται πνεῖν: βέλτιον δὲ τὴν πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν. φρίσσει τίς φόβῳ ἠ ψύχει ἠ οργῇ, ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησίν ⁑ On Iliad 7.64: ὀρνυμένοιο νέον μελάνει δέ τε πόντος ὅτι ἐὰν μὲν γράφηται πόντος ὑπ αυτοῦ ἔσται μελαίνεται ὁ πόντος ὑπο τοῦ Ζεφύρου ἐὰν δὲ πόντον ὑπ αυτῆ , ἔσται μελαίνει δὲ τὸν πόντον ὁ Ζεφυρος ὑπο τῆ φρίκη ⁑ On Iliad 7.64: μελάνει: ὡς οἰδάνει ὁ Ἀσκαλωνίτης ἐκ γὰρ τοῦ μελαίνει φησὶν ἐνδείᾳ τοῦ ϊ ἐγένετο ⁑ On Iliad 7.73: ὑμῖν μὲν γὰρ ἔασιν: αἱ Ἀριστάρχου οὕτως: ὑμῖν δ' ἐν γὰρ έασι . καὶ ἔστι τὸ ἑξῆς ὑμῖν δ' ἔνεισι γάρ ἢ ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες ⁑ On Iliad 7.75: δεῦρ' ΐτω: ὅτι ἰδίως ὡς περὶ ἑτέρου καὶ ὅτι πρόμον τὸν πρόμαχον κατα συγκοπήν: καὶ ὅτι ἀκαίρως δῖον ἑαυτὸν ὁ Ἕκτωρ ⁑ Interlinear scholia On Iliad 7.75: πρόμαχος πάθος συγκοπη: Intermarginal scholia On Iliad 7.62: γράφεται καὶ βεβριθυῖαι Interior scholia On Iliad 7.64: Ἀρίσταρχος πόντον δια τοῦ ν καὶ ὑπ αυτῇ τῇ φρικὶ, ἄλλοι δὲ πόντος ὑπ αυτοῦ : On Iliad 7.70: ἐπιτελεῖ τέκμωρ γὰρ τὸ τέλος On Iliad 7.74: γράφεται καὶ τῶν ει καί τινα θυμός : Venetus A (Marciana 454 = 822), folio 92, verso Iliad 7.76-7.100 7.76 ὧδε δὲ μυθέομαι: Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω: 7.77 εἰ μέν κεν, ἐμὲ κεῖνος έλῃ ταναήκεϊ χαλκῷ. 7.78 τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας: 7.79 σῶμα δὲ, οἴκαδ' ἐμὸν δόμεναι πάλιν. ὄφρα πυρός με 7.80 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα: 7.81 εἰ δέ κ' ἐγὼ, τὸν, ἕλω: δῴη δέ μοι εὖχος Ἀπόλλων : 7.82 τεύχεα σύλησας οἴσω προτι Ἴ̈λιον ϊρὴν. 7.83 καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, 7.84 τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω. 7.85 ὄφρά, ἑ, ταρχύσωσι κάρη κομόωντες Ἀχαιοὶ . 7.86 σῆμά, τέ οἱ χευωσιν ἐπι πλατεῖ Ἑλλησπόντῳ : 7.87 καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων 7.88 νηῒ πολυκλήϊδι πλέων ἐπι οἴνοπα πόντον. 7.89 ἀνδρὸς μὲν τόδε σῆμα: πάλαι κατατεθνειῶτος . 7.90 ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ . 7.91 ὡς ποτέ τις ἐρέει, τὸ δ' ἐμὸν κλέος οὔ ποτ' ὀλεῖται: 7.92 ὡς έφαθ' οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: 7.93 αἴδεσθεν μὲν ἀνῄνασθαι . δεῖσαν δ' ὑποδέχθαι: 7.94 ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε 7.95 νείκει ὀνειδίζων: μέγα δὲ στεναχίζετο θυμῷ: 7.96 ᾤ μοι ἀπειλητῆρες. Ἀχαιΐδες . οὐκέτ' Ἀχαιοί : 7.97 ῆ μὲν δὴ λώβη τάδε γ' ἔσσεται αἰνόθεν αἰνῶς: 7.98 εἰ μή τις Δαναῶν , νῦν Ἕκτορος ἀντίος εῖσιν, 7.99 ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε 7.100 ἥμενοι αῦθι ἕκαστοι ἀκήριοι. ἀκλεὲς αύτως: Scholia to Iliad 7.76-7.100 Main scholia On Iliad 7.76: ‡ ὧδε δὲ μυθέομαι: ὅτι οὕτως λέγει ὁ μάρτυρος ἀφ οὗ οἱ μάρτυροι ἀπο δὲ τοῦ μάρτυες μάρτυρες : On Iliad 7.79: σῶμα δὲ οἴκαδ' εμὸν ὅτι καθόλου δια πυρὸς οἶδεν γινομένας τὰς ταφάς: On Iliad 7.85-7.86: ὄφρα ε ταρχέσωσι κάρη κομόωντες Ἀχαιοί διαστολαι Ἀχαιοί Ἑλλησπόντῳ καὶ κοινὸν κατα πάντων τὸ ὄφρα ἵνα ταρχύσωσι καὶ χέωσι καὶ εἴπῃ ποτε τις On Iliad 7.86: σῆμα τέ οι χεύσωσι ὅτι οὐ καπεκομίζετο τὰ ὀστᾷ εἰς τὰς πατρίδας πλατεῖ δὲ καθ ὃ μερος ἐστι πλατυς : καὶ ἀντι τοῦ παρα πλατεῖ ⁑ On Iliad 7.86: Ἀθάμας ὁ Αιόλου μὲν παῖς: βασιλεὺς δὲ Θηβῶν γήμας Νῶ τὴν Κάδμου παῖδα παῖδας ἔσχεν δύο Λέαρχον καὶ Μελικέρτην : κατα Ἥρας δὲ πρόσταγμα ἀποπεμψάμενος τὴν Η̈νῶ καὶ ἐπιγήμας: Νεφέλῃ ἔσχεν ἐξ αυτῆς δύο παῖδας Ἕλλην τε καὶ Φρίξον : μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ , καταπτεύσασα ἡ Νεφέλη ᾤχετο: πάλιν δὲ τῆς οἰκιας ἐπικρατήσασα ἡ Ϊνῶ ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισιν: εὑροῦσα δέ τίνα μηχανὴν ἔφρυγε τὰ σπέρματα καὶ δῆ πολλῆς ούσης ἀκαρπίας ἐν τῇ χώρα ἔπεμπον οἱ Αθηναῖοι εἰς Πυθῶ θεοπρόπους: ἡ δὲ Ἴνῶ συνέπεισε τούτους τεχνήσασθαι τινα χρησμὸν κατὰ τοῦ Φρίξου ὡς θῦμα τῆς αὐτοῦ ρ γονῆς λαβεῖν. ἀπαλλαγήσεσθαι δὲ καὶ τοῦ δεινοῦ: πυθόμενος οὖν παρα τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον μετὰ πέμπεται ἐκ τῶν αγρῶν τὸν Φρίξον : πρόφασιν δὲ ἐκέλευσεν αὐτὸν ἄγειν ὅτι κάλλιστον πρόβατον εν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει: θυμολογεῖται δὲ ὅτι παραγενομένω τῷ Φρίξω μετα τῆς ἀδελφῆς κατά τινος δαίμονος ἐπιφάνειαν: ἀνθρωπίνῃ φωνῆ λαλῆσαι τὸν κριὸν καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι. κελεῦσαι τὲ αὐτῷ μετα τῆς ἀδελφῆς περικαθίσαι τὰ νῶτα ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν, οἷς καὶ γενομένου λέγεται τὸν κριὸν μετα πολλῆς βίας δια μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν: τὴν δὲ Ἕλλην μη δυναμένην ἀντέχειν καταπεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος προσαγορευθῆναι δὲ δια τὴν προεἰρημένην Ἐλλήσποντον : τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους ἐκ τοῦ πόντου τὸν Φρίξον τελευτῆσαι επι τούτῳ λεγεται τὸ δέρας τοὺς Ἀργοναύτας ἀποσταλῆναι ἀπο τῆς Θετταλίας μετα Ϊάσονος . τὸν δὲ Ἀθάμαντα πυθόμενον φασὶν ἕκαστον τῶν συντεθέντων ὑπὸ τῆς Ινοῦς μὴ φείσασθαι μηδὲ τῶν εξ αυτῆς γεννομένων αὐτῷ παίδων. ἀλλ αυτοχειρὶ μὲν ἀποκτεῖναι Λέαρχον : ἐπιδιώξαι δὲ μετὰ ξίφους καὶ τῆς Ϊνῶ . τὴν δὲ καταλαμβανομένην σωτηρίαν ἐπισπάσασθαι σὺν τῷ υἱεῖ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν: καὶ τυχεῖν εκ θεών τῶν εναλίων τιμῶν : ὕστερον δὲ αὐτὴν προσαγορευθῆναι διὰ τὸν εκ τῆς θαλασσης ἀφρον Λευκοθέαν τον δὲ Μελικέρτην Παλαίμονα εῖναι δὲ αὐτὸν ἀπτῆρα τῶν τὸ πελαγος πλεόντων ἀνθρώπων : ἡ ϊστορία παρὰ Φιλοστεφάνῳ ⁑ On Iliad 7.95: νείκει ὀνειδίζων: ἔν τισι τῶν ὑπομνημάτων νεῖκε ὀνειδίζων ἔξω τοῦ ϊ ὥστε κατὰ συναλιφὴν νοεῖσθαι τὸ ὑγιὲς νείκεε ⁑ On Iliad 7.93: αἴδεσθεν μὲν ἀνήνασθαι: αἴδες μέν. δειλῶν γὰρ. δεῖσαν δὲ δια τὰς σπονδάς: ῆ περιμένοντες κέλευσιν ὡς δῆλον επι τῶν εξῆς ἡ ὑπὸ θεοῦ ωρμῆσθαι αὐτὸν ὑπονοοῦντες: ἢ δια τὸ νὺξ δ' ήδη τελέθει καὶ παροιμία, ὅ τοι θρασὺς προς ἔργον ἐκ πολλοῦ κακός : ὁ Ἐπίχαρμος , ὅ τοι κακός θαρρεῖ μάλ' αὐτόθεν ἔπειτα φεύγει . ἐστιν δὲ τὸ ὑπο ἰ̈σόκωλον ὅ πέρ ἐστι φράσις δύο ἠ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν. δεύτερον δὲ χρὴ ξεῖνον παρεόντα : τρίτον, ὁμοιόπτωτον. καὶ ὁμότονον: Ὕλλῳ ἐπ' ἰ̈χθυόεντι τινὲς δείσαντος Ἀγαμέμνονα ὡς καὶ σιγῇ δειδιότες ⁑ On Iliad 7.96: ἀπειλητήρες : καυχησταί, ἀπειλεῖν εἱδότες ἐπαγγέλλεσθαι τοὺς δε τοιούτους καὶ καυχηματίας λέγουσιν ἐν ἄλλω ὑβρισταί ⁑ Intermarginal scholia On Iliad 7.80: ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν ἀναδιπλασιασμος λελαχωσι ⁑ On Iliad 7.89: Ἀρίσταρχος δια τοῦ η κατατεθνῃῶτος : On Iliad 7.95: ἔν τίσιν, νείκε ὀνειδίζων On Iliad 7.97: ἐκ δεινοῦ δεινά ἠ καὶ τῶν δεὶνῶν δεινότερα: τῶν δεινοτάτων. δεινή ἔστιν ἡ λώβη ⁑ Interior scholia On Iliad 7.82: ὅτι θηλυκῶς τὴν Ἴλιον ⁑ On Iliad 7.89: ὅτι ὁ μέν ἀντὶ τοῦ δε ὅ εστιν ἀντὶ τοῦ δή : Exterior scholia On Iliad 7.93: ἀνήνασθαι On Iliad 7.95: ε στεναχιζετο Venetus A (Marciana 454 = 822), folio 93, recto Iliad 7.101-7.125 7.101 τῷδε δ' ἐγὼν αὐτὸς θωρήξομαι: αὐτὰρ ὕπερθε 7.102 νίκης πείρατ' ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν: 7.103 ὡς ἄρα φωνήσας κατεδύσατο τεύχεα καλά: 7.104 ἔνθα κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ 7.105 Ἕκτορος ἐν παλάμῃσιν. ἐπεὶ πολὺ φέρτερος ῆεν, 7.106 εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν : 7.107 αὐτός τ' Ἀτρείδης . εὐρὺ κρείων Ἀγαμέμνων 7.108 δεξιτερῆς ἕλε χειρὸς, ἔπος τ' έφατ'. ἔκ τ' ὀνόμαζε: 7.109 ἀφραίνεις Μενέλαε διοτρεφὲς, οὐδέ τι σε χρὴ 7.110 ταύτης ἀφροσύνης, ἀνὰ δὲ σχέο κηδόμενός περ. 7.111 μὴδ' ἔθελ' ἐξ ἔριδος σεῦ, ἀμείνονι φωτὶ μάχεσθαι 7.112 Ἕκτορι Πριαμίδῃ τόν τε στυγέουσι καὶ ἄλλοι: 7.113 καὶ δ`' Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνι κυδιανείρῃ 7.114 ἔρριγ' ἀντιβολῆσαι: ὅ περ σέο πολλὸν ἀμείνων: 7.115 ἀλλὰ σὺ μὲν νῦν ΐζευ, ἰ̈ὼν μετὰ ἔθνος ἑταίρων: 7.116 τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί : 7.117 εἴ περ ἀδειής τ' ἐστι. καὶ εἰ μόθου ἔστ' ἀκόρητος. 7.118 φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι 7.119 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος: 7.120 ὡς εἰπὼν. παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως 7.121 αἴσιμα παρειπὼν, ὁ δ`' ἐπείθετο: τοῦ μὲν ἔπειτα 7.122 γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο: 7.123 Νέστωρ δ' Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν: 7.124 ὦ πόποι. ῆ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱ̈κάνει: 7.125 ῆ, κε. μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς Scholia to Iliad 7.101-7.125 Main scholia On Iliad 7.102: ‡ νίκης πείρατ' ἔχοντα ⁑ ὅτι τὸ ἀπηρτισμένῳ κέχρηται νίκης πείρατ' ἔχονται οὐκ έχεται ⁑ On Iliad 7.104: ἔνθα κέ τοι Μενέλαε φάνη βιώτοιο τελευτῇ ⁑ γράφεται καὶ θανάτοιο τελευτή οἷον θανάσιμον τέλος ⁑ On Iliad 7.110: ἀνα δε σχέο: τὸ σχεω τὴν ὀξεῖαν ἴ̈σχει ἑφ εαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβη τὴν πρόθεσιν τὸ τηνικαῦτα ἀναπέμπειν τὸν τόνον ἀνάσχεο ⁑ On Iliad 7.109: ἀφραίνεις Μενέλαε : παραφρονεῖς μωραίνεις ἀσυνετεῖς: φιλοδόξως γὰρ οὐ φρονίμως ἐπι τῇ μάχῃ ἐσπούδακεν. δεῖ οὖν τὸ κατα δύναμιν οὐ τὸ κατα προθυμίαν σκοπεῖν On Iliad 7.117-7.118: εἴπερ ἀδειῄς τ' ἐστί: γράφεται καὶ δια τοῦ γε ἀδειής γε . ἀφ' ἑτέρας δὲ ἀρχῆς, ταῦτα δι ὅπερ ὑποστικτέον ἀκόρητος ὁ γὰρ λόγος εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλήρωτος πολέμου ἐστιν ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθεαι ⁑ On Iliad 7.118: γόνυ κάμψειν: ἀναπαύσεσθαι ἢ συγκάμψαι τὰ γόνατα δια τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι ⁑ On Iliad 7.114: ἔρριγ' ἀντιβολῆσαι γράφεται καὶ δια τοῦ μ ἀντιμολῆσαι : βέλτιον δ' ὰρ φασὶν εἴρητο Ὅμήρῳ ὅ περ μέγα φέρτατος ἐστιν ἐπ αυτοῦ γὰρ ψιλῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν ⁑ Intermarginal scholia On Iliad 7.104: γράφεται καὶ θανάτοιο τελευτη οἷον θανασιμον τέλος: On Iliad 7.114: Ζηνόδοτος χωρὶς τοῦ ν ἀμείνω γράφει ⁑ On Iliad 7.116: ὅτι πρόμον τὸν πρόμαχον κοινῶς λέγει ⁑ Interior scholia On Iliad 7.110: Ἀρίσταρχος ἀνὰ δ ἄνσχεο ἀνάσχου δὲ ⁑ On Iliad 7.111: ὅτι τὸ ἐθέλω ἀεὶ ἀπο τοῦ ε άρχεται On Iliad 7.113: ὅτι τούτῳ γε τῷ Ἕκτορι γράφεται καὶ τοῦτόν γε On Iliad 7.117: γράφεται καὶ δια τοῦ γε ἀδειής γε On Iliad 7.118: γόνυ κάμψειν ἀντι τοῦ φυγεῖν ⁑ Venetus A (Marciana 454 = 822), folio 93, verso Iliad 7.126-7.150 7.126 ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἢ δ' ἀγορητής 7.127 ὅς ποτέ μ' εἰρόμενος μέγ' ἐγήθεεν ᾧ ἐνι οίκῳ, 7.128 πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε: 7.129 τοὺς νῦν εἰ, πτώσσοντας ὑφ' Ἕκτορι πάντας ἀκοῦσαι: 7.130 πολλά κεν ἀθανάτοισι φίλας ἀνα χείρας ἀείραι 7.131 θυμὸν ἀπο μελέων δῦναι δόμον Ἄϊδος εἴσω: 7.132 αἰ γὰρ Ζεῦ τε πάτερ. καὶ Ἀθηναίη : καὶ Ἄπολλον . 7.133 ἡβῷμ' ὡς ὅτ' ἐπ' ὠκυρόω Κελά´δοντι μάχοντο 7.134 ἀγρόμενοι Πύλιοί τε καὶ Ἁρκάδες ἐγχεσίμωροι 7.135 Φειᾶς παρ τείχεσσιν. Ϊαρδάνου ἀμφὶ ῥέεθρα: 7.136 τοῖσι δ`' Ἐρευθαλίων , πρόμος ἵ̈στατο ἰ̈σόθεος φὼς 7.137 τεύχε' ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος: 7.138 δίου Ἀρηϊθόου , τὸν ἐπίκλησιν κορυνήτην 7.139 ἄνδρες κίκλησκον, καλλίζωνοί τε γυναῖκες. 7.140 οὕνεκ' ὰρ οὐ τόξοισι μαχέσκετο. δουρί τε μακρῷ. 7.141 ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας: 7.142 τὸν Λυκόοργος ἔπεφνε δόλῳ: οὔ τι κράτεΐ γε 7.143 στεινωπῷ ἐν ὁδῷ: ὅθ' ὰρ οὐ κορύνη οἱ ὄλεθρον 7.144 χραῖσμε σιδηρείη: πρὶν γὰρ Λυκόοργος ὑποφθὰς 7.145 δουρὶ μέσον περόνησεν. ὁ δ' ὕπτιος ούδει ἐρεισθη: 7.146 τεύχεα δ`' ἐξενάριξε. τά οἱ πόρε χάλκεος Ἄρης : 7.147 καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος : 7.148 αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνι μεγάροισιν ἐγήρᾱ: 7.149 δῶκε δ' Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι: 7.150 τοῦ ὅ γε τεύχε' ἔχων. προκαλίζετο πάντας ἀρίστους: Scholia to Iliad 7.126-7.150 Main scholia On Iliad 7.127: ὅς ποτέ μ' εἰρόμενος τὸ πλῆρες ἐμὲ εἰρόμενος τε ⁑ On Iliad 7.128: γενεήν τε τόκον τε: πατέρα καὶ παῖδα τὸ μὲν γὰρ ἐπαινεῖν τοὺς προγόνους κολακικόν: τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπὶ φθόνον ⁑ On Iliad 7.129: ἀκούσαι: ἀείρας παροξυτονητέον ἀμφότερα ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν ευκτικοῖς μακρὰν εἶναι ⁑ On Iliad 7.130: ἀνα χείρας ἀείρας: ἐν ταῖς ἐξητασμέναις Ἀριστάρχου βαρείας χεῖρας τὰς βεβαρημένας ὑπο γήρως νῦν καὶ δυσκινήτους. ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας βαρείας χείρας ἐποίσειν ⁑ On Iliad 7.133: ἡβῶμ: ὅτι ἰδίως τὰ ἐπίθετα προ τάξας τὸ κύριον ἐπήγαγεν Ἰορδάνου ἀμφι ῥέεθρα ⁑ On Iliad 7.135: Φειας παρ τείχεσσιν: ὅτι ἐν πληθυντικῶς: ἡ δὲ θεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς ούρῳ ὡς Μυκήνην καὶ Μυκήνας ⁑ On Iliad 7.135: Φειᾶς : περισπαστέον ἑνικὴ γάρ ἐστι γενικῇ πρόδηλον κακ τῆς συντάξεως τοῦ τείχεσσι παρα τοῖς τῆς Φειᾶς τείχεσι. Φεὰ δὲ πόλις τῆς , οἱ δὲ τῆς Ἀρκαδίας . παρ ην ὀ ϊορδάνης ῥεῖ. ἀλλα και ἡ Φειᾶ παραθαλάσσιός ἐστι καὶ Ϊάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος Φηρᾶ σπάρτη καὶ Δαρδάνου ἀμφὶ ῥέεθρα οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ ⁑ On Iliad 7.138: δίου Ἀρηϊθόου: ὅτι πυκναὶ ἐν αἱ ἐπαναλήψεις ἅπαξ δὲ ἐν καὶ ὅτι οὕτως ὁ Ἀρηΐθοος Ἀρκὰς ὢν ὁμώνυμος ἐστι τῷ Βοιωτῷ ⁑ On Iliad 7.140: οὔνεκ ἄρ, οὐ τόξοισι μαχέσκετο τοῖς ἐπάνω συναπτέον αἰτία γὰρ τῆς τοῦ κορυνήτου ὀνομασίας αὕτη καὶ τῶν ἑξῆς δὲ, ὁμοίως συνάπτειν δεῖ ἀλλα σιδηρείη κορύνη βραχὺ μόνον διαστέλλοντα ⁑ On Iliad 7.144: χραίσμε σιδηρείη: πρὶν γὰρ Λυκόοργος ὑποφθὰς: ὅτι ἀντὶ τοῦ ὑποφθάσας Ϊακῶς , Ἀρίσταρχος δέ φησι. καὶ ἀναστας . οἷον ἐκ λόχου ἀναστάς ⁑ On Iliad 7.146: τεύχεα τ' ἐξενάριξε ὅτι κυρίως τὸ ἐξενάριξεν νῦν τὰ ἔναρα περιεῖλεν ⁑ On Iliad 7.149: δῶκ' ε δ' Ἐρευθαλίωνι : ὅτι οὕτως εἴωθε φράζειν καὶ ὅτι περιττὸς ὁ δὲ. τινὲς δὲ γράφουσι δῶκεν Ἐρευθαλίωνι : Interlinear scholia On Iliad 7.144: γράφεται καὶ ἀναστὰς Intermarginal scholia On Iliad 7.136: ὅτι ἀντι τοῦ πρόμαχος κοινῶς: On Iliad 7.146: οὕτως Ἀρίσταρχος αλλοι δὲ δια τοῦ τε τεύχεά τ' ἐξεναριξε: Interior scholia On Iliad 7.148: ὅτι ἀντι τοῦ ἐγήρασεν τὸν παρατατικὸν ἔταξεν ⁑ Venetus A (Marciana 454 = 822), folio 94, recto Iliad 7.151-7.175 7.151 οἱ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν. οὐδέ τις ἔτλη: 7.152 ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν 7.153 θάρσει ᾧ: γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων: 7.154 καὶ μαχόμην οἱ ἐγὼ, δῶκεν δέ μοι εὖχος Ἀθήνη : 7.155 τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα: 7.156 πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα: 7.157 εἴθ' ὡς ἡβώοιμι: βίη δέ μοι ἔμπεδος εἴη: 7.158 τῶ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ : 7.159 ὑμέων δ' οἵ περ έασιν ἀριστῆες Παναχαιῶν : 7.160 οὐδ' οἳ προφρονέως μέμαθ' Ἕκτορος ἀντίον ἐλθεῖν: 7.161 Ὣς νείκεσσ' ὁ γέρων. οἱ δ' ἐννέα πάντες ἀνέσταν: 7.162 ῶρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 7.163 τῷ δ' ἐπι Τυδείδης ῶρτο κρατερὸς Διομήδης : 7.164 τοῖσι δ' ἐπ Αἴαντες . θοῦριν ἐπιειμένοι ἀλκήν: 7.165 τοῖσι δ' ἒπ' Ἰ̈δομεύς καὶ ὀπάων Ἰ̈δομενῆος 7.166 Μηριόνης . ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ: 7.167 τοῖσι δ' ἒπ' Εὐρύπυλος , Εὐαἴμονος ἀγλαὸς υἱὸς: 7.168 ἂν δὲ Θόας Ἀνδραιμονίδης . καὶ δῖος Ὀδυσσεύς : 7.169 πάντες ὰρ οἵ γ' ἔθελον πολεμίζειν Ἕκτορι δίῳ: 7.170 τοῖς δ' αὖτις μετέειπε Γερήνιος ἱ̈ππότα Νέστωρ : 7.171 κλήρῳ νῦν πεπάλασθε διαμπερὲς. ὅς κε λάχῃσιν: 7.172 οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιοὺς : 7.173 καὶ δ`' αὐτὸς ὃν θυμὸν ὀνήσεται. αἴ κε φύγῃσι. 7.174 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος: 7.175 Ὡς ἔφαθ', οἱ δὲ κλῆρον ἐσημήναντο ἕκαστος: Scholia to Iliad 7.151-7.175 Main scholia On Iliad 7.153: ‡ θάρσει ᾧ ὅτι Ζηνόδοτος θάρσει ἐμῷ ἀδιανόητον δὲ γίνεται: ἡ ψυχή νέαν ἔπεισε τῷ θάρσει τῷ ἑμῷ ⁑ On Iliad 7.156: πολλὸς: ἀπο τῶν ἀριθμουμένων ἐπι αμετρούμενα μεγέθη ὡς τὸ τύμβον δὲ οὐ μάλα πολλόν ἔσω πονέεσθαι ἄνωγα ⁑ On Iliad 7.156: πολλὸς γάρ τις ἕκειτο παρήορος: σημειοῦνταί τινὲς δια τὸ παρήορος ὅτι παρηρτημένος καὶ κεχυμένος ⁑ Interlinear scholia On Iliad 7.171: τοῦ κλήρου διαπάντων ἐρχομένου ἀντὶ τοῦ πάντες ⁑ Interior scholia On Iliad 7.171: οὕτως συνάπτειν δεῖ, ὅς κε λάχῃσιν οῦτος γὰρ διονήσει ⁑ On Iliad 7.175: ὅτι σημείοις χρωνται ου γράμμασιν ⁑ Venetus A (Marciana 454 = 822), folio 94, verso Iliad 7.176-7.200 7.176 ἒν δ' έβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρείδαο : 7.177 λαοὶ δ' ἠρήσαντο θεοῖς. ἰδὲ χεῖρας ἀνέσχον: 7.178 ὧδε δέ τις εἴπεσκεν. ἰ̈δὼν εἰς οὐρανὸν εὐρύν: 7.179 Ζεῦ πάτερ. ἠ Αἴαντα λαχεῖν. ἢ Τυδέος υἱὸν. 7.180 ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης : 7.181 Ὡς ὰρ έφαν: πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ : 7.182 ἒκ δ' ἔθορε κλῆρος κυνέης. ὃν, ὰρ ἤθελον αὐτοὶ 7.183 Αἴαντος : κῆρυξ δὲ φέρων ἀν ὅμῑλον ἁπάντῃ 7.184 δεῖξ' ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν : 7.185 οἱ δ' οὐ γινώσκοντες: ἀπηνῄναντο ἕκαστος: 7.186 ἀλλ' ὅτε δή ῥ' ΐκανε φέρων ἀν ὅμῑλον ἁπάντῃ. 7.187 ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας . 7.188 ἤτοι ὑπέσχεθε χεῖρ'. ὁ δ' ὰρ ἔμβαλεν ἄγχι παραστὰς. 7.189 γνῶ δὲ κλήρου σῆμα ἰ̈δὼν. γήθησε δὲ θυμῷ: 7.190 τὸν μὲν παρ πόδ' εὸν χαμάδις βάλε. φώνησέν τε: 7.191 ὦ φίλοι: ἤτοι κλῆρος ἐμὸς. χαίρω δὲ καὶ αὐτὸς 7.192 θυμῷ. ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον: 7.193 ἂλλ' άγετ', ὄφρ' ὰν ἐγὼ πολεμήϊα τεύχεα δύω. 7.194 τόφρ' ὑμεῖς εὔχεσθε Διῒ Κρονίωνι ἄνακτι 7.195 σιγῇ ἐφ' ὑμείων. ἵνα μὴ Τρῶες γε πύθωνται. 7.196 ἠὲ καὶ ἀμφαδίην. ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης: 7.197 οὐ γάρ τις με βίῃ γε ἑκὼν ἀἕκοντα δίηται 7.198 οὐδέ τ' ἀϊδρείῃ: ἐπεὶ οὐδ' ἐμὲ, νήϊδα γ' οὕτως 7.199 ἔλπομαι ἐν Σαλαμῖνι , γενέσθαί τε, τραφέμεν τε: 7.200 Ὡς έφαθ', οἱ δ`' εὔχοντο Διῒ Κρονίωνι ἄνακτι: Scholia to Iliad 7.176-7.200 Main scholia On Iliad 7.177: ‡ θεοῖς, ἰδὲ χεῖρας ἀνέσχον: ὁ Ἀσκαλωνίτης διαστέλλει: ἰδὲ χεῖρας ἀνέσχον ὡς ἰδὲ κλέος ἐσθλὸν ἄροιτο : ἵνα γένηται καὶ χεῖρας ἀνέσχον: Ἀλεξίων δὲ τὴν κατειθισμένην παραλαμβάνει: λαοὶ δ' ἠρήσαντο. θεοῖσι δὲ χεῖρας ἀνέσχον οὕτως καὶ οἱ περι Ηρακλέωνα οὐκ ἀποδοκιμάζει μέντοι τὴν ετέραν ὁ Ἀλεξίων καὶ ἡμῖν οὕτως δοκεῖ ⁑ On Iliad 7.184: ἐνδέξια: ὅτ ἂν ἀντι ἐπιρρἥματος ἢ ἀντι τοῦ ἐπιδεξίως ἐνδέξια τρίτη ἀπο τέλους ἡ ὀξεῖα ⁑ On Iliad 7.187: ὅς μιν ἐπιγράψας: ὅτι οὐ γράμμασι τῆς λέξεως ἀλλ' ἐγχαράξας σημεῖα: εἰ γὰρ κοινῶς ᾔδεσαν γράμματα: ἔδει τὸν κήρυκα ἀναγνῶναι καὶ τοὺς ἄλλους οἷς ἐπεδείκνυτο ὁ κλῆρος ⁑ On Iliad 7.195: σιγῇ ἐφ' ὑμείων: ἕως τοῦ ἔλπομαι ἐν Σαλαμῖνι στίχοι πέντε ἀθετοῦνται ὅτι οὐ κατα τὸν Αἴαντα οἱ λόγοι καὶ εαυτῷ ἀνθ' ὑποφέρει γελοίως: On Iliad 7.198: οὐδέ τ' ἀϊδρείῃ: δια τοῦ ϊ εἶχον αἱ Ἀριστάρχου : ἡ δὲ Ἀριστοφάνους οὐδὲ μὲν ἰδρείῃ . ἠθέτηντο δὲ καὶ παρα Ἀριστοφάνει , καὶ Ζηνοδότῳ ⁑ On Iliad 7.198: ἐπεὶ οὐδ' ἐμὲ, ἐν ὀρθῇ τάσει ἀναγνωστέον ἵνα ᾖ ἀντιδιαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα ⁑ On Iliad 7.199: γενεσθαί τε: ἀλλ' ἐπάλληλοι ὀξεῖαι καίτοι σπονδειακον ἐστιν. ἀλλ' ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος λέγω δὲ τοῦ τετράφεμεν τε ὡς καὶ ἐν τῇ τ τῆς παραλόγως ἐνεκλίναμεν, ἐν τῷ ἠῶθεν δὲ μάλ' ἤρη λοέσσαί τε χρῖσέν τε ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν ⁑ Intermarginal scholia On Iliad 7.177: διχῶς καὶ θεοῖσι δὲ καὶ θεοῖς ἰδὲ On Iliad 7.182: ὅτι ἀνέσειον τοὺς κλήρους οὐκ εξηροῦντο ὡς ἡμεῖς νῦν ⁑ On Iliad 7.186: διχῶς αλλ οτε δή ρ ἵ̈κοντο καὶ αλλ οτε δὴ τὸν ΐκανε ⁑ On Iliad 7.197: Ἀρίσταρχος δια τοῦ λ ελών Exterior scholia On Iliad 7.185: ἀπηνήναντο On Iliad 7.198: γράφεται οὐδε τε, ϊδρείη Venetus A (Marciana 454 = 822), folio 95, recto Iliad 7.201-7.225 7.201 ὧδε δέ τις εἴπεσκεν. ἰδὼν εἰς οὐρανὸν εὐρύν: 7.202 Ζεῦ πάτερ, Ί̈δηθεν μεδέων. κύδιστε. μέγιστε: 7.203 δὸς νίκην Αἴαντι . καὶ ἀγλαὸν εὖχος ἀρέσθαι: 7.204 εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις. καὶ κήδεαι αὐτοῦ: 7.205 ἴ̈σην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον: 7.206 Ὡς ὰρ ἔφαν. Αἴας δὲ κορύσσετο, νώροπι χαλκῷ: 7.207 αὐτὰρ ἐπει δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα . 7.208 σεύατ' ἔπειθ' οἷός τε πελώριος ἔρχεται Ἄρης : 7.209 ὅς τ' εἶσιν πόλεμον δὲ μετ' ἀνέρας. οὕς τε Κρονίων 7.210 θυμοβόρου ἔριδος μένεϊ ξυνἕηκε μάχεσθαι: 7.211 τοῖος ὰρ Αἴας ῶρτο πελώριος. ἔρκος Ἀχαιῶν . 7.212 μειδιόων βλοσυροῖσι προσώπασι; νέρθε δὲ ποσσὶν 7.213 ἤϊε μακρὰ βιβὰς. κραδάων δολιχόσκιον ἔγχος: 7.214 τὸν δὲ καὶ Ἂργεῖοι μέγ' ἐγήθεον εἰσορόωντες: 7.215 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον: 7.216 Ἕκτορί τ' αὐτῷ θυμὸς ἐνι στήθεσσι πάτασσεν: 7.217 ἀλλ' οὔ πως ἔτι εἶχεν ὑποτρέσαι. οὐδ`' ἀναδῦναι 7.218 ὰψ λαῶν ἐς ὅμιλον. ἐπεὶ προκαλέσσατο χάρμῃ: 7.219 Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον. 7.220 χάλκεον. ἑπταβόειον. ὅ οἱ, Τυχίος κάμε τεύχων 7.221 σκυτοτόμων ὄχ' ἄριστος Ὕλῃ ἐνι οἰκίᾳ ναίων: 7.222 ὅς οἱ ἐποίησεν σάκος αἰόλον. ἑπταβόειον 7.223 ταύρων ζατρεφέων. ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν: 7.224 τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας : 7.225 στῆ ῥα μάλ' Ἕκτορος ἐγγὺς. ἀπειλήσας δὲ προσηύδᾱ. Scholia to Iliad 7.201-7.225 Main scholia On Iliad 7.202: ‡ Ζεῦ πάτερ Ἴ̈δηθεν: ὅτι τὸ θεν παρέλκει νῦν ἔστι γὰρ ἀντι τοῦ Ἴ̈δης : On Iliad 7.221: σκυτοτόμων ὄχ' ἄριστος Ὕλῃ ἐνι οικία ναίων: ὅτι ἐνταῦθα συνεσταλμένως: ἐν δε τῷ Καταλόγω ἐκτεταμένως ἠδ' Ὕλην καὶ Πετεῶνα : Intermarginal scholia On Iliad 7.212: ἀντι τοῦ προσώπω On Iliad 7.214: Ἀρίσταρχος τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον ⁑ Interior scholia On Iliad 7.210: περιφραστιχῶς ἔριδεῖ ⁑ On Iliad 7.213: οὗτως Ἀρίσταρχος βιβάς ⁑ On Iliad 7.222: ος οἱ Venetus A (Marciana 454 = 822), folio 95, verso Iliad 7.226-7.251 7.226 Ἕκτορ . νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος 7.227 οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι 7.228 καὶ μετ' Ἀχιλλῆα ῥηξήνορα. θυμολέοντα: 7.229 ἀλλ' ὁ μὲν ἐν νήεσσι κορωνίσι. ποντοπόροισι. 7.230 κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν. 7.231 ἡμεῖς δ' εἰμὲν τοῖοι. οἳ ἂν σέθεν ἀντιάσαιμεν 7.232 καὶ πολέες: ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο: 7.233 Τὸν δ' αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ : 7.234 αἶαν διογενὲς Τελαμώνιε . κοίρανε λαῶν. 7.235 μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε 7.236 ἠὲ γυναικὸς ἣ οὐκ οῖδεν πολεμήϊα ἔργα: 7.237 αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ' ἀνδροκτασίας τε: 7.238 οἶδ' ἐπὶ δεξιὰ. οἶδ' ἐπ αριστερὰ νωμῆσαι βῶν 7.239 ἀζαλέην. τό μοι ἔστι ταλαύρινον πολεμίζειν: 7.240 οἶδα δ' ἐπαΐ´ξαι μόθον ἵππων ὠκειάων: 7.241 οἶδα δ' ἐνὶ σταδίη: δηΐῳ μέλπεσθαι Ἄρηϊ : 7.242 ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιοῦτον ἐόντα 7.243 λάθρῃ ὀπιπεύσας. ἀλλ' ἀμφαδὸν. αἴ κε τύχωμι: 7.244 ῆ ῥα. καὶ ἀμπεπαλὼν. προΐει δολιχόσκιον έγχος: 7.245 καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον. 7.246 ἀκρότατον κατὰ χαλκὸν. ὃς ὄγδοος ἦεν ἐπ' αὐτῷ: 7.247 ἓξ δὲ δια πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής: 7.248 ἐν τῇ δ' ἑβδομάτῃ ῥινῷ σχέτο: δεύτερος αὖτε 7.249 Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος: 7.250 καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντος εΐσην: 7.251 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος: Scholia to Iliad 7.226-7.251 Main scholia On Iliad 7.228: ‡ ῥηξήνορα: τὸν ῥηγνύντα τῇ ἠνορέη τοῦ τουτέστη . τῆ ἀνδρεΐα, ἢ τὸν ῥέξαι τι ἤτοι πρόξαι τῇ ἡνορέη δυνάμενον. τοῦτέστι τῇ ἀνδρεία: On Iliad 7.238: βῶν: οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν ἡ Ἀριστοφάνους βοῦν τινὲς δὲ ἔξω τοῦ ν βῶ , καὶ μήποτε πιθανῶς ἀντι τοῦ βόα ⁑ On Iliad 7.238: βῶν: βοῦν Δωρικῶς τὴν ἀσπίδα ὅτι ἐκ βοείων ἐστὶ δερμάτων συνεκδοχικῶς τῷ ὅπλῳ ⁑ On Iliad 7.239: ἀζαλέην: ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει βῶν δια τὸ ἐκ βοείων εἶναι δερμάτων καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον ἐπήνεγκεν:  τό μοι ἐστι  προς τὸ σημαινόμενον: τὸ δὲ ταλαύρινον παρῆκται εὔτολμον οὐ γαρ ἡ ρινὸς ἔγκειται ὡς ὠήθησάν τινὲς. On Iliad 7.241: μέλπεσθαι: κυρίως μὲν παίζειν ἢ τέρπεσθαι. νῦν δὲ οἷον κινεῖσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην ⁑ Intermarginal scholia On Iliad 7.238: οὕτως Ἀρίσταρχος βῶν : ἀντὶ τοῦ ἀσπίδα On Iliad 7.240: γράφεται καὶ επαΐξειν On Iliad 7.241: Ἀρίσταρχος σὺν τῷ ν δηΐων πληθυντικῶς ⁑ Exterior scholia On Iliad 7.250: οσ' ἐίσην Venetus A (Marciana 454 = 822), folio 96, recto Iliad 7.252-7.276 7.252 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο: 7.253 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα 7.254 ἔγχος, ὁ δ`' ἐκλίνθη: καὶ ἀλεύατο κῆρα μέλαιναν: 7.255 τὼ δ' ἐκσπασσαμένω δολὶχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω. 7.256 σύν ῥ' ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν 7.257 ἦ σῠσὶ κάπροισιν τῶν τε σθένος οὐκ ἀλαπαδνόν: 7.258 Πριαμίδης μὲν ἔπειτα μέσον σάκος ούτασε δουρὶ: 7.259 οὐδ' ἔρρηξεν χαλκὸν. ἀνεγνάμφθη δέ οἱ αἰχμή: 7.260 Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος: ἡ δὲ διαπρὸ 7.261 ἤλυθεν ἐγχείη: στυφέλιξε δέ μιν μεμαῶτα: 7.262 τμήδην δ' αὐχέν' ἐπῆλθε: μέλαν δ' ἀνεκήκιεν αἷμα: 7.263 ἀλλ`' οὐδ' ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ : 7.264 ἀλλ' ἀναχασσάμενος. λίθον εἵλετο χειρὶ παχείῃ 7.265 κείμενον ἐν πεδίῳ: μέλανα τρηχύν τε μέγαν τε: 7.266 τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον. 7.267 μέσσον ἐπ ὀμφάλιον. περιήχησεν δ' ἄρα χαλκός: 7.268 δεύτερος αὖτ' Αἴας πολὺ μείζονα λᾶαν ἀείρας. 7.269 ἧκ' ἐπιδινήσας. ἐπέρησε δὲ ῗν' ἀπέλεθρον. 7.270 εἴσω δ' ἀσπίδ' έαξε βαλὼν μυλοειδέϊ πέτρῳ: 7.271 βλάψε δέ οἱ φίλα γούναθ': ὁ δ' ὕπτιος ἐξετανύσθη 7.272 ἀσπίδι ἐγχριμφθείς: τὸν δ' αῖψ' ὤρθωσεν Ἀπόλλων : 7.273 καί νύ̆ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν οὐτάζοντο. 7.274 εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν 7.275 ἦλθον. ὁ μὲν Τρώων : ὁ δ`' Ἀχαιῶν χαλκοχιτώνων. 7.276 Ταλθύβιός τε καὶ Ἰδαῖος . πεπνυμένω ἄμφω: Scholia to Iliad 7.252-7.276 Main scholia On Iliad 7.273: ‡ καὶ νύ κε: ὅτι ἀρτίως ἐπι τοῖς ξίφεσι χρῆσθαι ἐληλύθασιν ὅταν δέ λέγη τῷ δ' ἐκσπασσαμένω δολίχ' ἔγχεα τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο ⁑ On Iliad 7.276: Ταλθύβιος τὲ καὶ Ϊδαῖος : ὁ μὲν Ϊδαιος εἰκότως προσέρχεται τὸν Ἕκτορα σώσων κινδυνεύοντα: ὁ δὲ Ταλθύβιος οὐκέτι τὴν νίκην τοῦ Αἴαντος προαιρούμενος, ἀλλ' οὐδέπω ἀκριβὴς ἣν ἡ νίκη περι τὸν Αἴαντα : ἐπι ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει ἔτι τὲ καὶ τὸν Ἕκτορα ὁρῶν ὑπὸ θεῶν βοηθούμενον: καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα ἔνθα τύχης οὐ τέχνης κρίσις, ἀπο ἴσου γὰρ ἡ κρίσης: Intermarginal scholia On Iliad 7.259: Ἀρίσταρχος δια τοῦ σ χαλκος ⁑ On Iliad 7.272: Ἀρίσταρχος ἀσπίδ' ἐνιχριμφθεις : On Iliad 7.276: ὅτι προς το δεύτερον πρωτὸν ὁ γὰρ Ταλθὺβιος ἐστι Ἀχαιϊκος Exterior scholia On Iliad 7.269: ἐπέρεισε δὲ Venetus A (Marciana 454 = 822), folio 96, verso Iliad 7.277-7.301 7.277 μέσσῳ δ' ἀμφοτέρων σκῆπτρα σχέθον. εἶπέ τε μῦθον 7.278 κῆρυξ Ἰ̈δαῖος , πεπνυμένα μήδεα εἰδώς: 7.279 μηκέτι παῖδε φίλω πολεμίζετε. μὴ δὲ μάχεσθον. 7.280 ἀμφοτέρω γάρ σφῶϊ φιλεῖ, νεφεληγερέτα Ζεύς . 7.281 ἄμφω δ' αἰχμητὰ. τό γε δὴ καὶ ἴ̈δμεν ἅπαντες: 7.282 νὺξ δ' ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι: 7.283 τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας : 7.284 Ἰ̈δαῖ' : Ἕκτορια ταῦτα κελεύετε μυθήσασθαι: 7.285 αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. 7.286 ἀρχέτω. αὐτὰρ ἐγὼ μάλα πείσομαι. ᾗ περ ἂν οὗτος: 7.287 τὸν δ' αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ : 7.288 Αἶαν : ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε. 7.289 καὶ πινυτὴν. περὶ δ' ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι. 7.290 νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος 7.291 σήμερον. ὕστερον αὖτε μαχησόμεθ'. εἰς ό κε δαίμων 7.292 ἄμμε διακρίνῃ. δῴη δ' ἑτέροισί γε νίκην: 7.293 νὺξ δ' ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι: 7.294 ὡς σύ γ' τ' ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιοὺς . 7.295 σούς τε μάλιστα ἔτας. καὶ ἑταίρους. οἵ τοι ἔασιν. 7.296 αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος. 7.297 Τρῶας ἐϋφρανέω. καὶ Τρῳάδας ἑλκεσιπέπλους: 7.298 αἵ τε μοι εὐχόμεναι. θεῖον δύσονται ἀγῶνα: 7.299 δῶρα δ' άγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω. 7.300 ὄφρά τις ὧδ' εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε: 7.301 ἠμὲν. ἐμαρνάσθην ἔριδος περι θυμοβόροιο. Scholia to Iliad 7.277-7.301 Main scholia On Iliad 7.282: νύξ δ' ἤδη τελέθει: ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς μετενήνεκται: ὁ μὲν γὰρ κήρυξ αἰτίαν λέγει, δι ὴν οὐ πολεμητέον: ὁ δὲ Ἕκτωρ ἑ αὐτὸν μετὰ προφάσεως μη συλλυέτω ⁑ On Iliad 7.282: πίθεσθαι : παροξυντέον μέσος γάρ ἐστι β ἀόριστος: On Iliad 7.289-7.290: καὶ πινυτὴν περί δ' ἔγχει ⁑ Ἀρίσταρχος ὡς καλὴν καὶ ἐπεκράτησεν οὕτώς ἡ παράδοσις ὑποστικτέον πινυτὴν , ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ. ἠ ὑποστικτέον καὶ κατα τὸ τελος τοῦ στίχου ἵνα γενηται ἀνταπόδοσις, αὕτη, νῦν μὲν παυσώμεσθα ⁑ On Iliad 7.295: σούς τε μάλιστα ἔτας: ἀθετεῖται ὡς καθαίρων τὰ προειρημένα ὡσ σύ τ' ἐυφρήνεις πάντας . ἔχει δὲ καὶ δια λογίαν ἕτας καὶ ἑταίρους ⁑ On Iliad 7.298: ‡ αἵ τε μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα: ὅτι οὕτως τὴν ἄγυρον καὶ συναγωγήν τῶν θεῶν δια τὸ πολλῶν θεῶν ἐν ταυτῷ εἶναι ἀγάλματα ⁑ Intermarginal scholia On Iliad 7.285: ἐν άλλω οὗτοι γαρ : On Iliad 7.290: εν αλλω νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα ⁑ On Iliad 7.293: ὅτι ἀπο τοῦ λόγου τοῦ κηρυκος μετενήνεκται ⁑ Exterior scholia On Iliad 7.301: πέρι θυμοβόροιο On Iliad 7.280: γὰρ σφῶϊ Venetus A (Marciana 454 = 822), folio 97, recto Iliad 7.302-7.326 7.302 ἢδ`' αὖτ' ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε : 7.303 ὡς ἄρα φωνήσας. δῶκε ξίφος ἀργυρόηλον 7.304 σὺν κολεῷ τε φέρων. καὶ ἐϋτμήτω τελαμῶνι: 7.305 Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν: 7.306 τὼ δὲ διακρινθέντε. ὁ μὲν μετὰ λαὸν Ἀχαιῶν 7.307 ἤϊ': ὁ δ' ἐς Τρώων ὅμαδον κίε. τοὶ δ' ἐχάρησαν 7.308 ὡς εἶδον ζωόν τε. καὶ ἀρτεμέα προσιόντα: 7.309 Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀἅπτους : 7.310 καί ῥ' ἦγον προτὶ ἄστυ. ἀελπτέοντες σόον εἶναι: 7.311 Αἴαντ' αῦθ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 7.312 εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ: 7.313 οἱ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρείδαο γένοντο. 7.314 τοῖσι δὲ βοῦν ἱ̈έρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 7.315 ἄρσενα πενταέτηρον. ὑπερμενέϊ̆ Κρονίωνι : 7.316 τὸν δέρον ἀμφί θ' ἕπον. καί μιν διέχευαν ἅπαντα. 7.317 μίστυλλόν τ' ὰρ ἐπισταμένως, πεῖράν τ' ὀβελοῖσιν. 7.318 ὤπτησάν τε περιφραδέως. ἐρύσαντό τε πάντα: 7.319 αὐτὰρ ἐπεὶ παύσαντο πόνου. τετύκοντό τε δαῖτα: 7.320 δαίνυντ'. οὐδ' έτι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης: 7.321 νώτοισιν δ' Αἴαντα διηνεκέεσσι γέραιρεν 7.322 ἥρως Ἀτρείδης . εὐρὺ κρείων Ἀγαμέμνων : 7.323 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο. 7.324 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν 7.325 Νέστωρ . οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή: 7.326 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: Scholia to Iliad 7.302-7.326 Main scholia On Iliad 7.303: ‡ ὡς ἄρα φωνήσας: σημειοῦνται τινὲς ὅτι ἀφώπλισεν ἑαυτὸν δοῦς τὸ ξίφος ὁ Ἑκτωρ . Intermarginal scholia On Iliad 7.312: ὅτι ἀντι τοῦ πρὸς Αγαμέμνονα : Venetus A (Marciana 454 = 822), folio 97, verso Iliad 7.327-7.351 7.327 Ἀτρείδαι τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν . 7.328 πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοὶ . 7.329 τῶν νῦν αἷμα κελαινὸν. ἐΰρροον ἀμφὶ Σκάμανδρον 7.330 ἐσσκέδασ' ὀξὺς Ἄρης . ψυχαὶ δ' Ἄϊδος δὲ κατῆλθον. 7.331 τῶ σε χρὴ πόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι Ἀχαιῶν . 7.332 αὐτοὶ δ' ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς 7.333 βουσὶ καὶ ἡμιόνοισιν: ἀτὰρ κατακείομεν αὐτοὺς. 7.334 τυτθὸν ἀπὸ πρὸ νεῶν. ὥς κ' ὀστέα παισὶν ἕκαστος 7.335 οἴκαδ' ἄγῃ ὅτ' ὰν αῦτε νεώμεθα πατρίδα γαῖαν: 7.336 τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν: ἐξαγαγόντες 7.337 ἄκριτον ἐκ πεδίου: ποτι δ`' αὐτὸν δείμομεν ῶκα 7.338 πύργους ὑψηλοὺς. εῖλαρ νηῶν τε καὶ αὐτῶν: 7.339 ἒν δ' αὐτοῖσι πύλᾱς ποιήσομεν εὖ ἀραρυίας: 7.340 ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη: 7.341 ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον. 7.342 ἥ χ' ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς, ἐοῦσα: 7.343 μή ποτ' ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων: 7.344 ὣς ἔφαθ': οἱ δ`' ἄρα πάντες ἐπῄνησαν βασιλῆες: 7.345 Τρώων δ' αὖτ' ἀγορὴ γένετ' Ἰ̈λίου ἐν πόλει ἄκρῃ 7.346 δεινὴ. τετρηχυῖα. παρὰ Πριάμοιο θύρῃσι: 7.347 τοῖσιν δ' Ἀντήνωρ πεπνυμένος ἀντίον ηύδα 7.348 κέκλυτέ μευ Τρῶες . καὶ Δάρδανοι . ἢδ' ἐπίκουροι: 7.349 ὄφρ' εἴπω. τά με θυμὸς ἐνι στήθεσσι κελεύει: 7.350 δεῦτ' άγετ': Ἀργείην Ἑλένην . καὶ κτήμαθ' ἅμ' αὐτῇ 7.351 δώομεν Ἀτρείδῃσιν ἄγειν: νῦν δ' ὅρκια πιστὰ Scholia to Iliad 7.327-7.351 Main scholia On Iliad 7.334: απο προ νέων: τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ ἵνα ἡ μὲν ἀπο συντάσσηται τῇ νεῶν γενικῇ: ἡ δὲ πρo παρέλκηται: On Iliad 7.336-7.337: τύμβον δ' ἀμφὶ πυρὴν ἔνα χεύομεν ἑξαγαγόντες : διασταλτέον ἐπι τὸ χεύομεν : τὸ δὲ ἐξαγαγόντες . ἤτοι ὕλην πρὸς τὴν τειχοποιΐαν ἡ ἀντι τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον : ἵνα ἡ μὲν εξ πρόθεσις ἀντι τοῦ ἔξω ἐπιρρήματος κέηται τὸ δὲ ἀγαγόντες ἐν ἴ̈σῳ τῶ πορευθέντες περιλαμβάνουσι γὰρ τῷ ναυστάθμῳ καὶ τοῦ πεδίου μέρος τὸ δεύτερον ἄμεινον ⁑ On Iliad 7.339: ἐν δ' αυτοῖσι πύλας ποιήσομεν ὅτι πληθυντικῶς, καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει: τινὲς δὲ γράφουσιν ἑπτ' ἀραρυίας ⁑ On Iliad 7.346-7.350: δεινή, τετρηχυῖα: βραχὺ διασταλτέον κατ αμφότερα μᾶλλον γὰρ οὕτως ἐμφαίνει. τὸ τρηχυῖα : τεταραγμένη. ἢ δια τὰ προλεχθέντα. ἢ δια το πολύκλητοι δ' έσαν . ἢ δια τὸ διχογνωμωνεῖν περι Ἑλένης ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος δηλοῖ ὡς οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτοὺς. ἀλλ' ἀγανακτοῦντες ῆκον εἰς τὰ βασίλεια ⁑ Interlinear scholia On Iliad 7.336: ποιήσομεν On Iliad 7.337: μέγαν: Intermarginal scholia On Iliad 7.331: τὸ σε παρέλκει ⁑ On Iliad 7.336: Ἀρίσταρχος δία του τ τύμβον τ' ἀμφι Interior scholia On Iliad 7.333: ὅτι οἱ ἀρχαῖοι ἔκαιον τα σώματα : On Iliad 7.347: γράφεται ἦρχ' αγορεύειν ⁑ Venetus A (Marciana 454 = 822), folio 98, recto Iliad 7.352-7.378 7.352 ψευσάμενοι μαχόμεσθα: τῶ οὔ νύ̆ τι κέρδιον ἥμιν 7.353 ἔλπομαι ἐκτελέεσθαι. ἵνα μὴ ῥέξομεν ὧδε: 7.354 ἤτοι ὅ γ' ὡς εἰπὼν κα' τὰρ ἕζετο: τοῖσι δ' ἀνέστη 7.355 δῖος Ἀλέξανδρος , Ἑλένης πόσις ἠϋκόμοιο: 7.356 ὅς μιν ἀμειβόμενος. ἔπεα πτερόεντα προσηύδᾱ: 7.357 Ἀντῆνορ , σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις: 7.358 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι: 7.359 εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις. 7.360 ἐξ άρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί: 7.361 αὐτὰρ ἐγὼ Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω: 7.362 ἀντικρὺ δ' ἀπόφημι: γυναῖκα μὲν οὐκ ἀποδώσω: 7.363 κτήματα δ'. ὅσσ' ἀγόμην ἐξ Άργεος ἡμέτερον δῶ. 7.364 παντ' ἐθέλω δόμεναι: καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι. 7.365 ἤτοι ὅ γ' ὣς εἰπὼν κατ ὰρ ἕζετο. τοῖσι δ' ἀνέστη 7.366 Δαρδανίδης Πρίαμος , θεόφιν μήστωρ ἀτάλαντος: 7.367 ὅ σφιν ἔϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: 7.370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν. ὡς τὸ πάρος περ: 7.371 καὶ φυλακῆς μνήσασθε. καὶ ἐγρήγορθε ἕκαστος: 7.372 ἠῶθεν δ' Ἰ̈δαῖος ἴτω κοίλᾱς ἐπὶ νῆας 7.373 εἰπέμεν' Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 7.374 μῦθον Ἀλεξάνδροιο . τοῦ εἵνεκα νεῖκος ὄρωρε: 7.375 καὶ δὲ τόδ' εἰπέμεναι πυκινὸν ἔπος. αἴ κ' ἐθέλωσι 7.376 παύσασθαι πολέμοιο δυσηχέος, εἰς ό κε, νεκροὺς 7.377 κείομεν: ὕστερον αῦτε μαχησόμεθ', εἰς ὅ κε δαίμων 7.378 ἄμμε διακρίνῃ, δῴη δ' ἑτέροισί γε νίκην: Scholia to Iliad 7.352-7.378 Main scholia On Iliad 7.353: ‡ ἕλπομαι ἐκτελέεσθαι: ἀθετεῖται, ὅτι ἀγνόήσας τίς ὅτι ὑπακοῦσαι δεῖ τῷ οὐ νύ τι κέρδιον ἡμίν τὸ ἔσται ὡς ἐλλείποντος τοῦ λόγου πρὸς ἀνεπλήρωσεν καὶ ὅτι τὸ ἵνα οὐχ Ὁμηρικῶς παρείληπται ἀντι τοῦ ἐάν ⁑ On Iliad 7.359: ει δ' ετεον δὴ τοῦτον ἀπο σπουδῆς αγορεύεις ⁑ ὑποστικτέον κατα τὸ τέλος τοῦ στίχου καὶ γραπτέον τὴν ἀρχὴν μετα τοῦ δε συνδέσμου εἰ δ' ἑτεὸν δὴ τοῦτον : τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς ἐνθάδε On Iliad 7.362: ἀπόφημι. ὡς ἄπειμι : τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον ⁑ On Iliad 7.367: εν αλλω καὶ ἐνταῦθα ουτοι οἱ στιχου κεινται: κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει: Intermarginal scholia On Iliad 7.353: Ἀρίσταρχος ἐκτελέεσθαι ἵνα ἄν μὴ On Iliad 7.370: γράφεται κατα στρατόν : Interior scholia On Iliad 7.359: οὕτως Ἀρίσταρχος ἄλλοι δίχα τοῦ δ' εἰ ετέον : Venetus A (Marciana 454 = 822), folio 98, verso Iliad 7.379-7.405 7.379 ὡς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο: 7.381 ἠῶθεν δ' Ἰ̈δαῖος ἔβη κοίλας ἐπὶ νῆας: 7.382 τοὺς δ' εὗρ' εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος 7.383 νηῒ παρα πρύμνη. Ἀγαμέμνονος : αὐτὰρ ὃ τοῖσι 7.384 στὰς ἐν μέσσοισιν μετεφώνεεν. ἠπύτα κῆρυξ: 7.385 Ἀτρείδη τὲ καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν 7.386 ἠνώγει Πρίαμος τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ 7.387 εἰπεῖν. αἴ κε περ ὕμμι φίλον καὶ ἡδὺ γένοιτο 7.388 μῦθον Ἀλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος όρωρε. 7.389 κτήματα μὲν ὅσσ' Ἀλέξανδρος κοίλῃς ἐνι νηυσὶν 7.390 ἠγάγετο Τροίηνδ' ὡς πρὶν ὤφελλ' ἀπολέσθαι. 7.391 πάντ' ἐθέλει δόμεναι. καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι, 7.392 κουριδίην δ' ἄλοχον Μενελάου κυδαλίμοιο 7.393 οὐ φησίν δώσειν, ῆ μὴν Τρῶές γε κέλονται 7.394 καὶ δὲ τόδ' ἠνώγεον εἰπεῖν ἔπος αἴ κ' ἐθέλητε 7.395 παύσασθαι πολέμοιο δυσηχέος. εἰς ό κε νεκροὺς 7.396 κείομεν, ὕστερον αὖτε μαχησόμεθ', εἰς ό κε δαίμων 7.397 ἄμμε διακρίνῃ, δῴη δ' ἑτέροισί γε νίκην. 7.398 Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, 7.399 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης : 7.400 μήτ' άρ τις νῦν κτήματ' Ἀλεξάνδροιο δεχέσθω. 7.401 μήθ' Ἑλένην : γνωτὸν δὲ καὶ ὁς μάλα νήπιός ἐστιν 7.402 ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείραθ' ἑφῆπται: 7.403 Ὡς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν , 7.404 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο: 7.405 καὶ τότ' ἂρ Ἰ̈δαῖον προσέφη κρείων Ἀγαμέμνων : Scholia to Iliad 7.379-7.405 Main scholia On Iliad 7.390-7.391: ‡ ἠγαγετο: ὅτι σαφῶς ὑπο τῶν Τρώων ἐμισεῖτο Ἀλεξανδρος προς Ζηνόδοτον γράφοντα: ἀλλὰ μᾶλλον Τρῶες ἐλεήμονες τὸ ὡς πρὶν ὤφελ' ἀπολεσθαι , εἴτε καὶ τοῖς Ἕλλησιν εἰς επήκοον λέγει ὁ κήρυξ προς τὸ συγγνωμωνεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζόμενοις: ἔιτε καθ ἑαυτὸν καὶ ἡρέμα ὡς Δημόκριτος ἀξιοῖ ἀπρεπές ἡγησάμενος τὸ φανερῶς λέγεσθαι ἀμφότερα προστικτεόν ὡς διαμέσου ἀναπεφωννημένου τὸ γὰρ ἑξῆς ἠγάγετο Τροιήνδε πάντ' ἐθελει δόμεναι ⁑ On Iliad 7.393: ῆ μὶν Τρῶες περισπᾶται ὁ ῆ ἰσοδυναμεῖ γὰρ βεβαιωτικῷ ὅμοιον δὲ ἐστι τὸ καὶ ῆ μὴν καὶ πόνος ἐστιν ⁑ On Iliad 7.380: έν αλλων και ουος ὁ στίχος Β δόρπον επει τ' ειλοντο κατα στρατὸν ἐν τελέεσσιν: On Iliad 7.385: εν αλλω ἐϋκνημιδες Αχαιοί Interior scholia On Iliad 7.392: ὅτι οὐ προγεγάμηται ἑτέρω καθ Ὅμηρον ἡ Ἑλένη ⁑ Venetus A (Marciana 454 = 822), folio 99, recto Iliad 7.406-7.430 7.406 Ἰδαῖ' . ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις 7.407 ὥς τοι ὑποκρίνονται. ἐμοὶ δ' ἐπιανδάνει οὕτως: 7.408 ἀμφι δὲ νεκροῖσιν. κατακειέμεν οὔ τι μεγαίρω. 7.409 οὐ γάρ τις φειδὼ, νεκύων κατατεθνειώτων 7.410 γίνετ', ἐπεί κε θάνωσι. πυρὸς μειλισσέμεν ὦκα: 7.411 ὅρκια δὲ Ζεὺς ΐστω ἐρίγδουπος πόσις Ἥρης : 7.412 Ὡς εἰπὼν. τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν. 7.413 άψορρον δ' Ἰ̈δαῖος ἔβη προτὶ Ἴ̈λιον ϊρήν: 7.414 οἱ δ' ἕατ' εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες 7.415 πάντες ὁμηγερέες. ποτιδέγμενοι, ὁππότ' ὰρ ἔλθοι 7.416 Ἰδαῖος . ὁ δ' ὰρ ἦλθε. καὶ ἀγγελίην ἀπέειπε 7.417 στὰς ἐν μέσσοισιν. τοὶ δ' ὡπλίζοντο μάλ' ῶκα 7.418 ἀμφότερον. νέκυάς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην: 7.419 Ἀργεῖοι δ' ἑτέρωθεν. ἐϋσσέλμων ἀπὸ νηῶν 7.420 ὤτρυνον. νέκυάς τ' ἀγέμεν, ἕτεροι δὲ μέθ' ὕλην: 7.421 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλεν ἀρούρας. 7.422 ἒξ ἀκαλαρρείτᾱο βαθυρρόου Ὠκεανοῖο 7.423 οὐρανὸν εἰς ἀνιὼν. οἱ δ' ἤντεον ἀλλήλοισιν: 7.424 ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον: 7.425 ἄλλ'' ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα. 7.426 δάκρυα θερμὰ χέοντες, ἁμαξάων ἒπάειραν : 7.427 οὐδ' εἴα κλαίειν Πρίαμος μέγας: οἱ δὲ σιωπῇ 7.428 νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ. 7.429 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴ̈λιον ἱ̈ρήν: 7.430 ὡς δ' αύτως ἑτέρωθεν ἐϋκνήμῑδες Ἀχαιοὶ . Scholia to Iliad 7.406-7.430 Main scholia On Iliad 7.410: πυρὸς μειλισσέμεν ὦκα: ὁ νοῦς οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκροὺς ⁑ On Iliad 7.428: ἐπενήνεον: γράφεται καὶ ἐπινήνεον καὶ ἐστιν Ϊακόν ⁑ On Iliad 7.429: ἐν δε πυρῇ πρήσαντες: ὅτι ἐκαίοντο οἱ νεκροὶ καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον ⁑ Interlinear scholia On Iliad 7.410: ὅτι δια πὺρος ἐθάπτοντο πάντες ⁑ On Iliad 7.410: ἀντὶ τοῦ Interior scholia On Iliad 7.409: Ἀρίσταρχος τεθνῃώτων ἄλλοι δὲ τεθνειώτων ⁑ On Iliad 7.413: ὅτι θηλυκῶς τὴν Ί̈λιον On Iliad 7.425: τὸ ἑξῆς εστιν ἀπονίζοντες διὸ ἀναστρεπτέον ⁑ On Iliad 7.427: ἐν αλλω ἀλλα σιωπῇ On Iliad 7.428: οὕτως Ἀρίσταρχος πυρκαϊὰς κατα γενικην ⁑ Exterior scholia On Iliad 7.428: πυρκαϊῆς Venetus A (Marciana 454 = 822), folio 99, verso Iliad 7.431-7.455 7.431 νεκροὺς πυρκαϊῇ ἐπενήνεον ἀχνύμενοι κῆρ: 7.432 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπι νῆας: 7.433 ἦμος δ' οὐτ άρ πω ἠὼς. ἔτι δ`' ἀμφιλύκη νὺξ: 7.434 τῆμος ὰρ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν : 7.435 τύμβον δ' ἀμφ' αὐτὴν ἕνα ποίεον. ἐξαγαγόντες 7.436 ἄκριτον ἐκ πεδίου περὶ δ' αὐτὸν τεῖχος ἔδειμαν 7.437 πύργους ὑψηλοὺς. εῖλαρ νηῶν τὲ καὶ αὐτῶν, 7.438 ἐν δ' αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, 7.439 ὄφρα δι' αὐτάων ἱ̈ππηλασίη ὁδὸς εἴη: 7.440 ἔκτοσθεν δὲ βαθεῖαν ἐπ' αυτῷ τάφρον όρυξαν: 7.441 εὐρεῖαν, μεγάλην. ἐν δε σκόλοπας κατέπηξαν: 7.442 Ὣς οἱ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί : 7.443 οἱ δὲ θεοὶ παρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ 7.444 θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων: 7.445 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων: 7.446 Ζεῦ πάτερ. ῆ ρά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν 7.447 ὅς τις έτ' ἀθανάτοισι, νόον καὶ μῆτιν ἐνίψει: 7.448 οὐχ ὁράᾳς, ὅτε δ' αῦτε κάρη κομόωντες Ἀχαιοὶ 7.449 τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ: ἀμφι δὲ τάφρον 7.450 ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας: 7.451 τοῦ δ ήτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς: 7.452 τοῦ δ' ἐπιλήσονται. τό τ' ἐγὼ καὶ Φοῖβος Ἀπόλλων . 7.453 ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε: 7.454 Τὸν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς : 7.455 ὦ πόποι, ἐννοσίγαι' εὐρυσθενὲς, οἷον ἔειπες: Scholia to Iliad 7.431-7.455 Main scholia On Iliad 7.436: ἄκριτον ἐκ πεδίου: ἐν τῇ κατα Ἀριστοφάνη οὕτως ἐγέγραπτο ἄκριτον ἐν πεδίῳ περι δ' αὐτὸν τεῖχος ἔδειμαν καὶ μήποτε ἄμεινον οὕτως ⁑ On Iliad 7.443-7.462: οἱ δὲ θεοὶ παρ Ζηνὶ ἕως τοῦ ὡς οἱ μὲν τοι αῦτα πρὸς ἀλλήλους ἀγόρευον ἀθετοῦνται στίχοι KB . ὅτι περι τῆς ἀναιρέσεως τοῦ τείχους λέγει προ τῆς τειχομαχίας ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε ⁑ On Iliad 7.446: ἠ ρά τις ἐστι βροτῶν: ἄρα ἔτι φησὶ τίς τῶν ἀνθρωπων κοινώσηται δια τῶν θυσιῶν ἃ βούλεται τοῖς θεοῖς ⁑ On Iliad 7.447: ὅς τις ἕ τ' ἀθανάτοισι: ὅτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει ⁑ On Iliad 7.452: τό τ' ἐγὼ καὶ Φοῖβος : χωρὶς τοῦ τε ἐν ταῖς Ἀριστάρχου τὸ ἐγὼ καὶ Φοῖβος κατ ένια δὲ τῶν ὑπομνημάτων τὸ δ' ἐγώ : καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος ⁑ Interlinear scholia On Iliad 7.433: βαθὺς όρθρος On Iliad 7.434: ἄριστος ἐπιλεγόμενος On Iliad 7.437: φυλακὴ οχύρωμα: On Iliad 7.444: εθαύμαζον Intermarginal scholia On Iliad 7.436: ὅτι πολυάνδριον πῶς οὖν ὥς κ' ὀστέα παισὶν ἕκαστος οἵκαδ' ἄγη ⁑ On Iliad 7.452: Ἀρίσταρχος oσην ἄλλοι δὲ όσον : On Iliad 7.452: Ἀρίσταρχος τὸ ἐγω ⁑ Interior scholia On Iliad 7.453: ὅτι δισυλλάβως καὶ ἐν ἡρῳ Δημοδοκῳ ⁑ Venetus A (Marciana 454 = 822), folio 100, recto Iliad 7.456-7.480 7.456 ἄλλός κέν τις τοῦτο θεῶν, δείσειε, νόημα: 7.457 ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε: 7.458 σὸν δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς: 7.459 ἄγρει μὰν ὅτ' ἂν, αῦτε κάρη κομόωντες Ἀχαιοὶ 7.460 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν, 7.461 τεῖχος ἀναρρήξας. τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι: 7.462 αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι, 7.463 ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν : 7.464 Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 7.465 δύσετο δ' ἠέλιος τετέλεστο δὲ ἔργον Ἀχαιῶν : 7.466 βουφόνεον δὲ κατὰ κλισίας. καὶ δόρπον ἕλοντο: 7.467 νῆες δ`' ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι 7.468 πολλαὶ: τὰς προέηκεν, Ἰ̈ησονίδης Εὔνηος : 7.469 τόν ῥ' ἔτεχ' Ὑψιπύλη ὑπ' Ἰ̈ήσονι ποιμένι λαῶν: 7.470 χωρὶς δ' Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 7.471 δῶκεν Ἰ̈ησονίδης ἀγέμεν μέθυ, χίλια μέτρα: 7.472 ἔνθεν ὰρ οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί : 7.473 ἄλλοι μὲν χαλκῷ. ἄλλοι δ' αἴθωνι σιδήρῳ: 7.474 ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτῇσι βόεσσιν: 7.475 ἄλλοι δ' ἀνδραπόδεσσι, τίθεντο δὲ δαῖτα θάλειαν: 7.476 παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ 7.477 δαίνοιντο: Τρῶες δὲ κατὰ πτόλιν ἠδ' ἐπίκουροι: 7.478 παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς 7.479 σμερδαλέα κτυπέων. τοὺς δὲ χλωρὸν δέος ᾕρει: 7.480 οἶνον δ' ἐκ δεπάων χαμάδις χέον: οὐδέ τις ἔτλη Scholia to Iliad 7.456-7.480 Main scholia On Iliad 7.466: βουφόνεον δὲ: βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς ἄτοπον γὰρ ἐπι θυσίαις φόνον λέγειν. ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατασκευήν On Iliad 7.473: ἄλλοι μὲν χαλκῶ: ὅτι ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν ⁑ On Iliad 7.475: αλλ οἲ δ ἂνδραπόδεσσι. ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον : οὐδε γὰρ παρα τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται: λυπει δὲ καὶ τὸ ἄλλοι πλεονάζον ⁑ Interior scholia On Iliad 7.465: σημειοῦνται τινὲς αντι τοῦ εδύετο ⁑ On Iliad 7.475: Ἀρίσταρχος δια τοῦ ο ἀνδραπόδοισι ⁑ Venetus A (Marciana 454 = 822), folio 100, verso Iliad 7.481-8.15 7.481 πρὶν πιέειν, πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι : 7.482 κοιμήσαντ' ὰρ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο: ⁑ 8.1 Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αῖαν, 8.2 Ζεὺς δὲ, θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος 8.3 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο : 8.4 αὐτὸς δέ σφ' ἀγόρευε θεοὶ δ' ὑπὸ πάντες άκουον: 8.5 κέκλυτέ μευ πάντές τε θεοὶ. πᾶσαί τε θέαιναι: 8.7 μήτέ τις οὖν θήλεια θεὸς τό γε, μὴ τε τίς ἄρσην 8.8 πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ'' ἅμα πάντες 8.9 αἰνεῖτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα: 8.10 ὃν δ' ἂν ἐγὼν, ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω 8.11 ἐλθόντ', ἢ Τρώεσσιν ἀρηγέμεν. ἢ Δαναοῖσι . 8.12 πληγεὶς, οὐ κατα κόσμον ἐλεύσεται Οὔλυμπον δὲ. 8.13 ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα: 8.14 τῆλε μάλ', ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον: 8.15 ἔνθα σιδήρειαί τε πύλαι. καὶ χάλκεος οὐδός, Scholia to Iliad 7.481-8.15 Main scholia On Iliad 7.482: ‡ κοίμησαντ ὰρ ἔπειτα: ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι, τοῦτο δὲ προς τὸ ἐν Εὐρυνόμη δ' ὰρ ἐπὶ χλαῖναν βελε κοιμηθέντι : ἐπιφέρει γὰρ κεῖτ' εγρηγορῶν Ζηνόδοτος δὲ καὶ τοῦτον καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας ἔιρηκε στίχον ⁑ On Iliad 8: ‡ τὴν ῥαψῳδίαν ταύτην κῶλον μαχην καλοῦσι συντέμνει γὰρ τὴν διήγησιν συναχθόμενος τοῖς Ἀχαιοῖς ⁑ On Iliad 8.1: ἠώς : ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ οἱ δ' ἄρα δεῖπνον ἕλοντο ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι ἀπρεπῶς ⁑ On Iliad 8.1: κροκόπεπλος: ὅτ' ἂν πολὺ σκότους ἔχῃ ὀλίγον δὲ φωτός. τὸ δὲ ῥοδοδάκτυλος ἐναντιον ποιητικὴ δέ ἐστι περίφρασις ὡς εἰ εἶπεν: ἡμέρα μὲν γέγονεν. τὸ δὲ ἐκίδνατο ἐν παρατάσει: σφαιροειδὴς γὰρ οὗσα ἡ γῆ οὐσα ἡ γῆ οὐ πᾶσα ὑφ ἓν φωτίζεται Intermarginal scholia On Iliad 7.481: Ἀρίσταρχος πιεμεναι πρὶν λείψω ⁑ On Iliad 8.3: καὶ ὅτι ἀντι τοῦ άκρᾳ : καὶ ὅτὶ λειπει ἡ ἐπί καὶ ὅτι τὰ ἐπίθετα ὡς επι ὄρους ⁑ On Iliad 8.7: Ἀρίσταρχος θεῶν On Iliad 8.10: ἐν τῆ Ἀριστοφάνους ἀπάτερθε Ζηνοδοτος μετόπισθε ⁑ On Iliad 8.12: τὸ οὐ κατα κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν συλλαβῶν γράφεται αὐτὸν ⁑ Venetus A (Marciana 454 = 822), folio 101, recto Iliad 8.16-8.40 8.16 τόσσον ἔνερθ' Ἀΐδεω , ὅσον οὐρανὸς ἔστ' ἀπὸ γαίης: 8.17 γνώσετ' ἔπειθ', ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων: 8.18 εἰ δ' άγε πειρήσασθε θεοὶ ἵ̈να εἴδετε πάντες 8.19 σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες: 8.20 πάντες δ' ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι: 8.21 ἀλλ' οὐκ ὰν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίον δὲ 8.22 Ζῆν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε: 8.23 ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι. 8.24 αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ: 8.25 σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο 8.26 δησαίμην, τὰ δέ κ' αῦτε μετήορα πάντα γένοιτο: 8.27 τόσσον ἐγὼ περί τ' εἰμι θεῶν, περί τ' εἰμ' ἀνθρώπων . 8.28 ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 8.29 μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀγόρευσεν: 8.30 ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη : 8.31 ὦ πάτερ ἡμέτερε: Κρονίδη : ὕπατε κρειόντων, 8.32 εὖ νυ καὶ ἡμεῖς ἴ̈δμεν, ὅ τοι σθένος οὐκ ἐπιεικτὸν: 8.33 ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων. 8.34 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται: 8.35 ἀλλ'' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', ὡς σὺ κελεύεις. 8.36 βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ', ἥ τις ὀνήσει. 8.37 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο: 8.38 τὴν δ' ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς : 8.39 θάρσει Τριτογένεια φίλον τέκος: οὔ νύ τι θυμῷ 8.40 πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἥπιος εἶναι: Scholia to Iliad 8.16-8.40 Main scholia On Iliad 8.13: Τάρταρος : τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον. μέρος κατώτατον τοῦ Ἅδου : καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. ὠνόμασται δὲ. δια τὸ ἐκτετάχθαι καὶ συγκεχύσθαι τὰ ἐν αυτῷ πάντα: οἱ δὲ τὸ ἀφώτιστον τῆς οἰκουμένης μέρος ἀπεδέξαντο ⁑ On Iliad 8.16: τόσσον ἔνερθ' Ἀΐδεω : τοσοῦτον φησὶ τὸν Τάρταρὸν . ἀφεστᾶναι τοῦ Ἅιδου ὅσον οὐρανὸς τῆς γῆς. δια δὲ τούτων σφαιροειδῆ τὸν κόσμον συν ἵστησι κέντρου λόγον ἐπέχουσαν εἰσαγαγὼν τὴν γῆν καὶ τὰς ἁπ αυτῆς. ἐμβαλλομένας εὐθείας εἰς εκάτερα τὰ περατα ἴσας λέγων εἶναι ⁑ On Iliad 8.18: εἰ δ' ἄγε πειρήσασθε πείραν λάβετε τῷ ἀποτόμως ἀπειλοῦντι, καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθε: μεγάλα δὲ ὄντα τὰ προστάγματα ⁑ On Iliad 8.19: σειρὴν χρυσείην ὅτι εἰ μη ἐκδεξώμεθα Ὄλυμπον τὸ ἐπὶ Μακεδονίας ὄρος: οὐ συμφωνήσει τῇ διαθέσει ταύτη ἐπι γὰρ τοῦ οὐρανοῦ στὰς φησὶν τὸν Ὄλυμπον ἀνέλκειν τῆς πειρᾶς ἐκ τοῦ ῥίου ἐκδεθείσης καὶ ὅτι ἡ εξ περισσή ⁑ On Iliad 8.19: σειρὴν χρυσείην χρυσῆν προσέθηκεν βουλόμενος τὸ πρᾶγμα ποιητικὸν δεῖξαι καὶ οἱ μὲν κυρίως οὕτως: οἱ δὲ ἀλληγορικῶς τὸν ἥλιον σειρὴν ἐξ ουρανῶθεν κρεμάσαντες καὶ τὰ ἑξῆς. κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπεὶ τοῦ οὐρανοῦ ὃ κλήρῳ λεχὼν στοιχεῖον εἶχεν τοὺς δὲ λοιποὺς θεοὺς ἐπι τῆς γῆς ὡς αυτῆς κοινῆς ὑπαρχούσης ὥστε ἢ αὐτὸν καθελκυσθῆναι ὑπ αυτοῦ ⁑ On Iliad 8.18: ἵνα εἴδετε πάντες: ὡς λέγετε ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον ἢ ἐναλλαγὰς ἐγκλίσεων: ὄφρ' εῦ πᾶσαι εἴδετ' ἀκούουσαι . μηδ' ὡς Πάτροκλον εἵπετ' αὐτόθι τεθνειῶτι ὄφρα καὶ αὐτῴ μοι σαώσετον ἐκ πολέμου . αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τὲ τελείων βούλεται ἀντιάσας ⁑ On Iliad 8.23: πρόφρων ἐθέλοιμι ἐρρῦσαι : Ἀρίσταρχος δια τοῦ ω ἐθέλωμι Πτολεμαῖος δὲ τ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων πρόσσω γράφει ⁑ On Iliad 8.25-8.26: σειρὴν μέν κεν: ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν δι αυτῶν δὲ διδασκόμεθα πᾶσαν τὴν γῆν σὺν τῆ θαλάσση ⁑ Interlinear scholia On Iliad 8.22@μήστωρ': ἐργάτης τῆς τῶν κατα τὴν μάχην ἔργων ἔμπειρος ⁑ On Iliad 8.25@ῥίον: τὸ ἀκροτήριον τοῦ όρους On Iliad 8.26@μετήορα: μετέορα ἐφ ύψους On Iliad 8.27@περί-εἰμι: διαφερω τῇ δυνάμει On Iliad 8.32@εὖ-ἡμεῖς: σαφῶς δὴ καὶ ἡμεῖς ⁑ On Iliad 8.34@οἶτον: μόρον θάνατον On Iliad 8.40@πρόφρονι: τὸ ἐκ φρονήσεως καὶ διαθέσεως ⁑ On Iliad 8.22@Ζῆν': α Intermarginal scholia On Iliad 8.39: ὀργή ⁑ On Iliad 8.40: εἰρωνευεται αὐτήν ⁑ Interior scholia On Iliad 8.23: ὅταν θελήσω ἐρύσαι φησίν ⁑ Venetus A (Marciana 454 = 822), folio 101, verso Iliad 8.41-8.65 8.41 ὡς εἰπὼν. ὑπ όχεσφι τιτύσκετο χαλκόποδ' ἵππω 8.42 ὠκυπέτᾱ χρυσέῃσιν ἐθείρῃσιν κομόωντε: 8.43 χρυσὸν δ' αὐτὸς ἔδυνε περι χροῒ, γέντο δ' ϊμάσθλην 8.44 χρυσείην, εὔτυκτον. ἑοῦ δ' ἐπεβήσατο δίφρου: 8.45 μάστιξεν δ' ελάαν, τὼ δ' οὐκ ἀκοντε πετέσθην 8.46 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος: 8.47 Ἴ̈δην δ' ἵ̈κανεν πολυπίδακα: μητέρα θηρῶν. 8.48 Γάργαρον , ἔνθα δέ, οἱ, τέμενος, βωμός τε θυήεις: 8.49 ἔνθ' ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε 8.50 λύσας ἐξ ὀχέων. κατὰ δ' ἠέρα πουλὺν ἔχευεν, 8.51 αὐτὸς δ' ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων. 8.52 εἰσορόων Τρώων τε πόλιν, καὶ νῆας Ἀχαιῶν : 8.53 οἱ δ' ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ 8.54 ῥίμφα κατὰ κλισίας, ἀπὸ δ' αὐτοῦ θωρήσσοντο: 8.55 Τρῶες δ' αῦθ' ἑτέρωθεν ἀνὰ πτόλιν ὡπλίζοντο 8.56 παυρότεροι: μέμασαν δὲ καὶ ὡς ὑσμῖνι μάχεσθαι 8.57 χρειοῖ ἀναγκαίῃ: πρό τε παίδων. καὶ πρὸ γυναικῶν: 8.58 πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' έσσυτο λαὸς 8.59 πεζοί θ' ἱ̈ππῆές τε. πολὺς δ' ὀρυμαγδὸς, ὀρώρει: 8.60 οἱ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ΐκοντο, 8.61 σύν ρ' έβαλον ῥινοὺς, σὺν δ' ἔγχεα, καὶ μένε' ἀνδρῶν 8.62 χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι 8.63 ἔπληντ' ἀλλήλῃσι. πολὺς δ' ὀρυμαγδὸς ὀρώρει: 8.64 ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 8.65 ὀλλύντων τὲ καὶ ὀλλυμένων. ῥέε δ' αἵματι γαῖα: Scholia to Iliad 8.41-8.65 Main scholia On Iliad 8.43: ‡ χρυσὸν δ' αὐτὸς ἔδυνε ὅτι ἀντι τοῦ χρυσὴν πανοπλίαν καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν οὐκέτι ἑξῆς ἐγχωρεῖ τὴν αυτὴν ταύτην πανοπλίαν ἀνειληφέναι τὴν Ἀθηνᾶν καὶ ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντι τοῦ ἔλαβεν ⁑ On Iliad 8.47-8.48: Ἴδην δ' ἱ̈κανεν: προς τὴν ἰδιότητα τῆς φράσεως ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν: προτάξας γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν: μέρη γὰρ τῆς Ἴδης , ἄλλα τε καὶ τὸ Γάργαρον ⁑ On Iliad 8.48: Γάργαρον : τὸ ἀκροτήριον τῆς Ἴδης ἤτοι ἀπο τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα, ἢ ἀπο μεταφορὰς τοῦ ἐν τοῖς στόμασιν ἡμῶν γαργαρεῶνος τῆς λεγομένης σταφυλῆς : καὶ γὰρ τὸ σῶμα τοῦτο ἀπο παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει: τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης : Λεκτόν Γάργαρον Φαλάκρη τούτου μνημονεύει Καλλίμαχος ἐν πρώτῳ αἰτίαν ⁑ On Iliad 8.53: ‡ οἱ δ' ἄρα δεῖπνον ἕλοντο: ὅτι προ τούτου τὴν ανατολὴν τίθησι Ζηνόδοτος . τὸ δὲ συνεχὲς τοῦ λόγου οὕτως ἐστιν ἡμέρας ἐνστάσης, ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο: οἱ δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντο On Iliad 8.54: ἀπο δ' αὐτοῦ θωρήσσοντο εξωπλίζοντο καὶ ἀνελάμβανον τὰ ὅπλα ὅπερ ἀγνοήσαντες τινὲς γράφουσι τοὶ δ' αὐτόθι θωρήσσοντο ⁑ On Iliad 8.56: παυρότεροι: ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας συν τοῖς ἐπικούροις λέγει ἡ δε ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα, πολλεων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες : καὶ πρὸς Ζηνόδοτον γράφοντα,: μυρία δ' ἐν πεδίω ⁑ On Iliad 8.58: πᾶσαι δ' ὡΐγνυντο πυλαι: ὅτι μία ἐστι πύλη καὶ πληθυντικῶς εἶπεν πύλαι : τὸ δὲ πᾶσαι ἀντι τοῦ όλαι : ὡς θριξὶ δὲ πάντα νέκυν καταείνυον ⁑ On Iliad 8.65: ῥέε δ' αἵματι γαία: ὅτι ἀντι τοῦ ἐρρεῖτο ἡ γῆ . καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν ⁑ Interlinear scholia On Iliad 8.41@τιτύσκετο: ὑπεζεύγνοιεν τῷ ἅρματι ἡτοίμαζε ⁑ On Iliad 8.42@ὠκυπέτᾱ: ταχεῖς On Iliad 8.42@ἐθείρῃσιν: θρη̈ξίν On Iliad 8.50@κατὰ-δ': περὶ δ On Iliad 8.57@πρό: υπερ Intermarginal scholia On Iliad 8.45: οὐκ απρόθυμοι ⁑ On Iliad 8.57: ὡς Λητοῖ ἡ γὰρ εὐθεια χρειὼ ἐμείω γένηται ⁑ Interior scholia On Iliad 8.55: Αρισταρχος διὰ τοῦ ο οπλίζοντο ⁑ On Iliad 8.60: γράφεται ἵκανον : Venetus A (Marciana 454 = 822), folio 102, recto Iliad 8.66-8.90 8.66 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱ̈ερὸν ῆμαρ. 8.67 τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο. πίπτε δὲ λαός: 8.68 ἦμος δ' Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει: 8.69 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα: 8.70 ἐν δ ετίθει δύο κῆρε τανηλεγέος θανάτοιο 8.71 Τρώων θ' ἱπποδάμων, καὶ Ἀχαιῶν χαλκοχιτώνων. 8.72 ἕλκε δὲ μέσσα λαβὼν. ῥέπε δ' αἴσιμον ῆμαρ Ἀχαιῶν : 8.73 αἱ μὲν Ἀχαιῶν κῆρες, ἐπὶ χθονὶ πουλυβοτείρῃ 8.74 ἑζέσθην: Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν: 8.75 αὐτὸς δ' ἐξ Ἴ̈δης μεγάλ' ἔκτυπε: δαιόμενον δὲ 8.76 ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν : οἱ δὲ ἰ̈δόντες, 8.77 θάμβησαν, καὶ πάντας ὑπο χλωρὸν δέος εἷλεν: 8.78 ἔνθ', οὔτ' Ἰ̈δομενεὺς τλῆ μίμνειν. οὔτ' Ἀγαμέμνων . 8.79 οὔτε δυ' Αἴαντες μενέτην θεράποντες Ἄρηος : 8.80 Νέστωρ οἶος ἔμιμνε Γερήνιος , οῦρος Ἀχαιῶν , 8.81 οὔ τι ἑκών. ἀλλ' ἵ̈ππος ἐτείρετο, τὸν βάλεν ἰ̈ῷ 8.82 δῖος Ἀλέξανδρος , Ἑλένης πόσις ἠϋκόμοιο 8.83 ἄκρην κακ κορυφὴν. ὅθι τε πρῶται τρίχες ἵ̈ππων 8.84 κρανίῳ ἐμπεφύᾱσι. μάλιστα δὲ καίριόν ἐστιν⁚ 8.85 ἀλγήσας δ' ἀνέπαλτο. βέλος δ' εἰς ἐγκέφαλον δῦ: 8.86 σὺν δ' ἵππους ἐτάραξε κυλινδόμενος περι χαλκῷ: 8.87 ὄφρ' ὁ γέρων, ἵπποιο παρηορίας ἀπέταμνε 8.88 φασγάνῳ ἀΐσσων, τόφρ' Ἕκτορος ὠκέες ἵπποι 8.89 ἦλθον ἀνι ιωχμὸν, θρασὺν ἡνίοχον φορέοντες 8.90 Ἕκτορα : καί νύ̆ κεν ἔνθ' ὁ γέρων ἀπο θυμὸν ὄλεσσεν. Scholia to Iliad 8.66-8.90 Main scholia On Iliad 8.66: ‡ ὄφρα μὲν ἡῶς ἦν: καὶ ἀέξετο ἱερὸν ῆμαρ, ⁑ ἡ διπλῆ ὅτι νῦν τὴν προ μεσημβρίας ώραν ἠῶς λέγει ⁑ On Iliad 8.66: ἀέξετο: αὔξησιν ἐλάμβανεν, ἡ ημέρα ὅ εστιν ἕως οὗ ὑψοῦτο ὁ ήλιος ὁ τὴν ἡμέραν ποιῶν ⁑ On Iliad 8.68: ῆμος δ' ἡέλιος μέσον οὐρανὸν : ὅτι οὐδέποτε ἐν Ὀλύμπω τὸν ἥλιον , ἀλλ' ἐν οὐρανῶ , οὐκ άρα ὁ αὐτὸς τῷ οὐρανῷ τὸ δε ἀμφιβεβήκειν γράφεται. καὶ σὺν τῷ ν ἀμφιβεβήκειν ⁑ On Iliad 8.69: τάλαντα: τὴν τοῦ Διὸς διάνοιαν ⁑ On Iliad 8.70: ἐν δ' ἑτίθη δύο κῆρε: μίαν ὑπὲρ εκατέρου στρατεύματος καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει. ὁ δὲ Αἰσχύλος νομίσας λέγεσθαι τὰς ψυχὰς ἐποίησε τὴν Ψυχοστασίαν ἐν ᾗ ἐστιν ὁ Ζεὺς . ἱστὰς ἐν τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχην ⁑ On Iliad 8.73-8.74: αἱ μὲν Ἀχαιῶν κηρες: αθετοῦνται ὅτι ὑπὲρ εκάστου στρατεύματος κῆρα ζυγοστατεῖ ὁ Ζεῦς οὐ πλείους ὡς ἐπι Ἀχιλλέως καὶ Ἕκτορος : ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς εἰ δέ τις δύο ὑπερ ἑκατέρου ἵστασθαι φήσει ῥυόμενος τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχήματος ἄλογον πρὸς τι γὰρ δύο ἀλλ' οὐ μία ⁑ On Iliad 8.84: καίριόν ἐστι εὔκαιρον προς θάνατον ἔστι τοῖς ἵπποις τὸ μέρος τοῦτο ὅ ἐστιν ἐπικίνδυνον ⁑ On Iliad 8.87: παρῃορίας : τὰς τοῦ παρήορος ἵππου ἡνίας τὰς παραζεύξεις ὅ ἐστι τοὺς ἔξωθεν παρατεταμένους ϊμάντας ⁑ On Iliad 8.87: ἀπέταμνε: δεινος ἐστιν Ὅμηρος καὶ μιᾶς λέξεως ὅλον τὸν ἄνδρα σημαίμει δια γὰρ τοῦ ἀπετάμνε νε , τὴν ἀσθενειαν τοῦ γέροντος δηλοῖ, καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας προσηκότως οὖν επί τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρα τῳ χρόνῳ εἰπὼν τὸ ἀΐσσων: ἐπι δε τοῦ νεου Αὐτομέδοντος τῷ συντελικῳ εἰπών ἄϊξε καὶ ἀπέκοψε συντόνως τὸ πραγμα δηλῶν ⁑ Intermarginal scholia On Iliad 8.87: ὡς παρηγορίας ⁑ Interior scholia On Iliad 8.74: ἐν ἑνίοις δια τοῦ ε εζεσθεν ⁑ On Iliad 8.81: εν τισι τῶν ὑπομνημάτων ἐδάμνατο ⁑ On Iliad 8.85: ὅτι ὁ δέ ἀντὶ τοῦ γράφεται βέλος γὰρ ⁑ On Iliad 8.89: ὅτι τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶπεν ⁑ Exterior scholia On Iliad 8.70: ἐν δ' Venetus A (Marciana 454 = 822), folio 102, verso Iliad 8.91-8.115 8.91 εἰ μὴ ὰρ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης : 8.92 σμερδαλέον δ' ἐβόησεν ἐποτρύνων Ὀδυσσῆα : 8.93 διογενὲς: Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ : 8.94 πῇ φεύγεις μετὰ νῶτα βαλὼν, κακὸς ὡς. ἐν ὁμίλῳ: 8.95 μή τίς τοι φεύγοντι, μεταφρένω ἐν δόρυ πήξῃ: 8.96 ἀλλὰ μέν'. ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα: 8.97 ὡς ἔφατ', οὐδ' ἐσάκουσε πολύτλας. δῖος Ὀδυσσεύς : 8.98 ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν : 8.99 Τυδείδης δ' αὐτός περ ἐὼν, προμάχοισιν ἐμίχθη: 8.100 στῆ δὲ πρόσθ' ἵππων, Νηληϊάδαο γέροντος: 8.101 καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα: 8.102 ὦ γέρον, ῆ μάλα δή σε νέοι τείρουσι μαχηταί: 8.103 σὴ δὲ βίη λέλυται: χαλεπὸν δέ σε γῆρας ὀπάζει: 8.104 ηπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι: 8.105 ἀλλ' άγ', ἐμῶν ὀχέων ἐπιβήσεο: ὄφρα ἴ̈δηαι 8.106 οἷοι Τρώϊοι ἵ̈πποι: ἐπιστάμενοι πεδίοιο 8.107 κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι: 8.108 οὕς ποτ' ἀπ' Αἰνείᾱν ἑλόμην, μήστωρε φόβοιο: 8.109 τούτω μὲν θεράποντε κομείτων: τώδε δὲ νῶϊ 8.110 Τρωσὶν ἐφ' ἱπποδάμοις ἰ̈θύνομεν: ὄφρα καὶ Ἕκτωρ 8.111 εἴσεται: ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν: 8.112 ὡς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος . ἱππότα Νέστωρ : 8.113 Νεστορέας μὲν ἔπειθ' ἵ̈ππους, θεράποντε κομείτην 8.114 ἴφθιμος: Σθένελός τε. καὶ Εὐρυμέδων ἀγαπήνωρ: 8.115 τὼ δ' εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην. Scholia to Iliad 8.91-8.115 Main scholia On Iliad 8.94: πῇ φεύγεις: βραχὺ διασταλτέον επι τὸ βαλών καὶ ὧς χαριζόμενα γὰρ σαφέστερον ποιεῖ τὸν λόγον: ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον. ἤτοι γὰρ ὡς δηλος ἐν πλήθει φεύγεις οἶον μετὰ ταραχῆς ἢ ὡς ἐν όχλῳ ἀπαρακαλύπτως. ἡ τὸ εξῆς ἐστι πῆ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ σὺ μετὰ τοῦ πλήθους ὡς εἷς τῶν πολλῶν: On Iliad 8.95: μή τις τοι φεύγοντι: τινὲς διατέλλουσιν ἐπι τῷ φεύγοντι, καὶ συνάπτωμεν δὲ ὅλον τὸν στίχον ἴσμεν ὅτι οὐ τὸ μετάφρενον φεύγει ⁑ On Iliad 8.97: ὡς ἔφατ' οὐδ' ἐσάκουσαι: προς τὸ ἀμφιβολον πότερον οὐκ αντελάβετο καθόλου τῆς φωνῆς δια τὸν θόρυβον, ἠ ἀκούσας γὰρ ἐπαρεπέμψατο, ὅπερ δέχεται ὁ Ἀρίσταρχος On Iliad 8.97: οὐδ' ες ἄκουσεν: οὐδὲ ἤκουσεν ἐξηγεῖται δὲ πότερον ἄρα οὐδ' όλως ἤκουσεν ὁ Ὀδυσσεὺς , ἢ οὐκ ἐπείσθη δειλίαν τοῦ ἥρωος κατηγοροῦσιν ἀγνοοῦντες τὸ οὐδ' ἐσάκουσεν , οὐ γὰρ τὸ παρακοῦσαι. ἀλλα τὸ μὴ αἴσθεσθαι τελείως δηλοῖ καὶ γὰρ οὐκ ῆν δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων καὶ τῆ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος ⁑ On Iliad 8.104: ἠπεδανὸς: ἀσθενής ὴ ἄτεχνος οἰονεὶ ἀπεδανός ὁ μη δυνάμενος δι ὑπερβολὴν ἀσθενείας ἐν τῷ παίδῳ ὅ ἐστιν ἐδάφει στῆναι. ἔμπεδος γὰρ λέγεται ὁ εν τω πέδῳ δὲ ἰσχὺν ἑστώς ⁑ On Iliad 8.106-8.107: οἷοι Τρώϊοι ἵπποι βραχὺ διασταλτέον ἐπι τῷ ἵπποι : μᾶλλον γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτώμενον ἀκατάλληλόν ἐστι οὐ ἐπιστάμενοι οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα λείπει ἵν' ᾖ διὰ πεδίου, ἀλλα τὸ ἑξῆς ἐστιν ἔνθα καὶ ἔνθα πεδίου: τοιούτῳ καὶ τὸ ἑβδόμῳ πολλὰ δ' ἂρ ἔνθα καὶ ἔνθα ἴθυσε μάχῃ πεδίοιο ⁑ On Iliad 8.107: κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἡδὲ φέβεσθαι: ὅτι ἀντι τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρ αυτῶ καὶ ὅτι ἐντεῦθεν τὸ φόβον Ἄρηος φορεούσας ⁑ On Iliad 8.108: οὕς ποτ' απ Αινείαν ἑλόμην: ἀθετεῖται ὅτι ἄτοπον προστιθέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας. καὶ ὅτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν τῆς ἀφαιρέσεως γεγονυιας τῇ προ ταύτης, ἡμέρᾳ ⁑ On Iliad 8.108: τούτω μὲν θεράποντε: ὅτι τετήρηται παρ' αὐτῶ καθαρῶς τὰ δυϊκὰ καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται ⁑ On Iliad 8.109: τώδε δὲ νῶϊ: παροξύνεται τὸ τώδε παραλόγως ἀληθὲς γὰρ ὡς ὅτι τὰ δια τοῦ δε ἐπεκτεταμένα εἰ ἔχοι προ τέλους φύσει μακρὰν προπερισπᾶται, ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ ὅμως πάλιν κατ' ἐπικρατεῖ καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ οξεῖα: ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ Ζ ὅπου περὶ τοῦ ιῷ διαλαμβάνει: Interlinear scholia On Iliad 8.103@ὀπάζει: διώκει καταλαμβανει On Iliad 8.108@μήστωρε-φόβοιο: ὡς ἐπι τῶν ἵππων: On Iliad 8.109@κομείτων: ην On Iliad 8.111@ἢ: ει On Iliad 8.114@Εὐρυμέδων: ὄνομα On Iliad 8.114@Εὐρυμέδων: λ Intermarginal scholia On Iliad 8.99: ὅτι εν ίσω τὸ μόνος On Iliad 8.109: Ἀρισταρχος κομείτων ⁑ Interior scholia On Iliad 8.103: ἐν αλλω γήρας ϊκάνει ⁑ On Iliad 8.106: ὅτι ἐλλείπει ἡ δια Exterior scholia On Iliad 8.114: ἴφθιμοι Venetus A (Marciana 454 = 822), folio 103, recto Iliad 8.116-8.141 8.116 Νέστωρ δ' ἐν χείρεσσι λάβ' ἡνία φοινικόεντα: 8.117 μάστιξεν δ' ἵππους, τάχα δ' Ἕκτορος ἄγχι γένοντο: 8.118 τοῦ δ' ϊθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός: 8.119 καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν: ὁ δ`' ἡνίοχον θεράποντα, 8.120 υἱὸν ὑπερθύμου Θηβαίου . Ηνιοπῆα . 8.121 ἵ̈ππων ἡνί' ἔχοντα. βάλε στῆθος, παρὰ μαζὸν: 8.122 ήριπε δ' ἐξ ὀχέων. ὑπερώησαν δέ οἱ ἵ̈πποι 8.123 ὠκύποδες: τοῦ δ' αῦθι, λύθη ψυχή τε μένος τε: 8.124 Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο: 8.125 τὸν μὲν ἔπειτ' εἴασε: καὶ ἀχνύμενός περ ἑταίρου 8.126 κεῖσθαι: ὁ δ' ἡνίοχον μέθεπε θρασὺν: οὐδ' ὰρ ἔτι δὴν 8.127 ἵ̈ππω δευέσθην σημάντορος: αῖψα γὰρ εὗρεν 8.128 Ἰ̈φιτίδην. Ἀρχεπτόλεμον θρασὺν, ὅν ῥα τόθ' ἵππων 8.129 ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν: 8.130 ἐνθά κε λοιγὸς ἔην, καὶ ἀμήχανα ἔργα γένοντο: 8.131 καί νύ̆ κε σήκασθεν κατὰ Ἴ̈λιον ἠΰτε ἄρνες: 8.132 εἰ μὴ ὰρ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε: 8.133 βροντήσας δ' ἄρα δεινὸν. ἀφῆκ' ἀργῆτα κεραυνόν: 8.134 καδ δὲ πρόσθ' ἵππων Διομήδεος ἧκε χαμᾶζε: 8.135 δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο: 8.136 τὼ δ' ἵ̈ππω δείσαντε, καταπτήτην ὑπ' όχεσφι: 8.137 Νέστορα δ' ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, 8.138 δεῖσε δ' ὅ γ' ἐν θυμῷ: Διομήδεα δὲ προσέειπε: 8.139 Τυδείδη : ἄγε δ' αῦτε φόβον δ' ἔχε μώνυχας ἵππους: 8.140 ἦ οὐ γιγνώσκεις. ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ' ἀλκή: 8.141 νῦν μεν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει Scholia to Iliad 8.116-8.141 Main scholia On Iliad 8.125: καὶ ἀχνύμενός περ ἑταίρου: οὐκ έστιν ἡ περὶ πρόθεσις: ἀλλ ὁ περ σύνδεσμος ἐναντιωματικος καὶ ἐγκλιτικός. δι ὃ τὸ τέλος τῆς μετοχῆς ὀξυτονητέον ⁑ On Iliad 8.131: ὅτι τὸ σίκασθεν αὐτὸς ἐπεξηγεῖται εἰπὼν ἠΰτε ἄρνες ⁑ On Iliad 8.133: βροντήσας δ' άρα δεινὸν: βραχὺ διασταλτέον ἐπὶ τὸ δεινὸν , κεῖται γὰρ αντι μεσότητος δεινὸς βροντήσας. ἐπι δὲ τοῦ κεραυνοῦ ἐν αρκεῖ, ἐπίθετον τὸ ἀργῆτα ⁑ On Iliad 8.135: θεείου: θείου: προσληπτέον δὲ κεραυνοῦ. ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν εκείνῳ τῷ τόπῳ ⁑ On Iliad 8.139: Τυδείδη ἅγε δ' αὖτε: ὅτι πάλιν φόβον τὴν φυγήν . καὶ ὅτι Ζηνόδοτος γράφει ἄγε νῶϊ φόβον δὲ , ὅ ἐστιν ἡμεῖς ἠ ἡμᾶς ὧν οὐδέτερον ἁρμόζει ⁑ Interlinear scholia On Iliad 8.137@φύγον: ε Intermarginal scholia On Iliad 8.116: ἐν ἄλλω σιγαλόεντα On Iliad 8.125: ὅτι καὶ ἐνθάδε λειπει ἡ περι⁚ On Iliad 8.135: τοὺ κεραυνίου πυρος On Iliad 8.137: Ἀρισταρχος φύγον ἄλλοι δὲ φύγεν ἐν αλλω δὲ τὸ φοινικόεντα ⁑ Interior scholia On Iliad 8.124: ὅτι ελλειπει ἡ περὶ καὶ ὅτι ἀντι τοῦ Ἕκτορος φρένας ⁑ On Iliad 8.130: ὅτι κατα τοῦ οὐδετέρου τὸ πληθυντικόν ὡς σπάρτα λέλυνται ⁑ Venetus A (Marciana 454 = 822), folio 103, verso Iliad 8.142-8.166 8.142 σήμερον: ὕστερον αὖτε καὶ ἡμῖν αἴ κ' ἐθέλῃσι 8.143 δώσει: ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο 8.144 οὐδὲ μάλ' ἴ̈φθιμος, ἐπει ῆ πολὺ φέρτερός ἐστι: 8.145 τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Διομήδης : 8.146 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατα μοῖραν ἔειπες: 8.147 ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ϊκάνει: 8.148 Ἕκτωρ γάρ ποτε φήσει ἐνι Τρώεσσ' ἀγορεύων, 8.149 Τυδείδης ὑπ' ἐμεῖο φοβεύμενος ἵ̈κετο νῆας: 8.150 ὥς ποτ' ἀπειλήσει. τότε μοι χάνοι εὐρεῖα χθών: 8.151 τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος , ἱ̈ππότα Νέστωρ : 8.152 ᾤ μοι. Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες: 8.153 εἴ περ γάρ σ' Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει: 8.154 ἀλλ' οὐ πείσονται Τρῶες , καὶ Δαρδανίωνες . 8.155 καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων. 8.156 τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας: 8.157 ὡς ἄρα φωνήσας, φύγαδε, τράπε μώνυχας ἵ̈ππους 8.158 αὖτις ἀν ιωχμὸν: ἐπι δὲ Τρῶές τε καὶ Ἕκτωρ 8.159 ηχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο: 8.160 τῷ δ' ἐπι μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ : 8.161 Τυδειδη : περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι 8.162 ἕδρῃ τε. κρέασίν τε. ἰδὲ πλείοις δεπάεσσι: 8.163 νῦν δέ σ' ἀτιμήσουσι: γυναικὸς ὰρ αντ' ἐτέτυξο: 8.164 ἔρρε κακὴ γλήνη: ἐπεὶ οὐκ είξαντος ἐμεῖο, 8.165 πύργων ἡμετέρων ἐπιβήσεαι: οὐδὲ γυναῖκας 8.166 ἄξεις ἐν νήεσσι: πάρος τοι δαίμονα δώσω: Scholia to Iliad 8.142-8.166 Main scholia On Iliad 8.143: ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσσαιτο ὁ λόγος, οὐδεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἠ φυλάξαιτο ὥστε τὰ συμφέροντα αὐτῷ γενέσθαι On Iliad 8.150: ὥς πότ' ἀπειλήσει ὅτι οὐκ εν τῷ καθόλου εὑρεῖαν λέγει, αλλ' εμοὶ εὑρεῖα ἡ γῆ γένοιτο ἀντι τοῦ εὐρὺ χάσμα ποιήσει ⁑ On Iliad 8.150: απειλήσει: καυχήσεται. κόμπάσει σημαίνει δὲ ἡ λέξις πλείονα ἐπι καυχήσεως μὲν ὡς νῦν, ἐπεὶ δ' εὐχῆς ὡς ἐν εκείνοις, οὐδ' ἠπείλησεν ἄνακτι : ἐπι δ' ὀργῆς ὡς ἐν τῷ ἠπείλει κακεῖνος ἐναντίον πτολεμίζων ἐνθά δε λεύσσεσθαι ⁑ On Iliad 8.157: φύγαδὲ τράπε⁚ φύγαδὲ ὡς ἅλαδὲ , καὶ ἤτοι τὴν φυγὴν φῦγα εῖπεν ὡς τὴν σκέπην σκέπα . ἢ ὡς τὸ οἶκον δὲ, οἴκαδε . οὕτως φυγήν δε φύγαδε ⁑ Interlinear scholia On Iliad 8.166@δαίμονα: μόρον Venetus A (Marciana 454 = 822), folio 104, recto Iliad 8.167-8.192 8.167 ὡς φάτο, Τυδείδης δὲ διάνδιχα μερμήριξεν. 8.168 ἵ̈ππους τε στρέψαι, καὶ ἐναντίβιον μαχέσασθαι. 8.169 τρὶς μὲν μερμήριξε κατα φρένα καὶ κατα θυμὸν, 8.170 τρὶς δ' ὰρ ἀπ' Ἰ̈δαίων ὀρέων κτύπε μητίετα Ζεὺς 8.171 σῆμα τιθεὶς Τρώεσσι , μάχης ἑτεραλκέα νίκην: 8.172 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας: 8.173 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ. 8.174 ἀνέρες ἔστε φίλοι: μνήσασθε δὲ θούριδος ἀλκῆς: 8.175 γινώσκω δ`' ὅτι μοι πρόφρων κατένευσε Κρονίων 8.176 νίκην, καὶ μέγα κῦδος: ἀτὰρ Δαναοῖσί γε πῆμα: 8.177 νήπιοι, οἳ, ἄρα δὴ τάδε τείχεα μηχανόωντο 8.178 ἀβληχρ`' . οὐδενόσωρα: τα δ`' οὐ μένος ἁμὸν ἐρύξει: 8.179 ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν: 8.180 ἀλλ' ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι. 8.181 μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω. 8.182 ὡς πυρὶ νῆας ἐνιπρήσω: κτείνω δὲ καὶ αὐτοὺς. 8.184 ὡς εἰπὼν, ἵ̈πποισιν ἐκέκλετο, φώνησέν τε⁚ 8.185 Ξάνθέ τε. καὶ σὺ: Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε, 8.186 νῦν μοι τὴν κομιδὴν ἀποτίνετον. ἣν μάλα πολλὴν 8.187 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος . 8.188 ὑμῖν παρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν, 8.189 οἶνόν τ' ἐγκεράσασα, πιεῖν. ὅτε θυμὸς ἀνώγοι. 8.190 ἢ ἐμοὶ: ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι: 8.191 ἀλλ`' ἐφομαρτεῖτον, καὶ σπεύδετον: ὄφρα λάβωμεν 8.192 ἀσπίδα Νεστορέην : τῆς νῦν κλέος οὐρανὸν ἵ̈κει. Scholia to Iliad 8.167-8.192 Main scholia On Iliad 8.178: ἀβληχρά: Ἡρακλείδης ὁ Μειλήσιος βαρύνει ὡς ἄσητα . λόγῳ δὲ χρῆται τούτῳ ὡς ὅτι βληχρον ἐστι τὸ ἰσχυρόν ὅπερ κατα στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος σημαίνει γὰρ τὸ ἀσθενές . ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρὰ καὶ ἀβληχρὴν πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἁπλῶ, οὕτως γὰρ παρεσχηματίσθη ὡς πενιχρά ψυχρά λέγω δὲ θηλυκῶς οὕτως ἀβληχρά οὐ κοινωνοῦντός ποτὲ τοῦ γένους: λέγω δὲ ὁ ἀβληχρὸς καὶ ἡ ἀβληχρὸς : ἄλλως τε ήδη αὐτὸ τὸ βληχρὸς σημαίνει. ὡς ἐπι τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενές Ἀλκαῖος θ βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί : καὶ ὁ Νίκανδρος βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροῒ νύγμα : τούτωι δὴ πλεονάσαν τὸ α φυλάξει τὸν αὐτὸν τόνον ἀεί οἶδα γὰρ τὸ ἄβορος ἄγαυρος ἄσταχυς ⁑ On Iliad 8.178: οὐδενόσωρα, οὐδεμιᾶς φρόντιδος ἄξια ἀπο τῶν ὠρῶν ὤρα γὰρ ἡ φροντις ⁑ On Iliad 8.185: Ξανθέ τε καὶ σὺ Πόδαργε . καὶ Αἴθων Λάμπε τε δῖον: ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσιν παρεισάγει: μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκὰ καὶ ἡ προσφώνησις εὐήθης: βραχὺ δὲ διασταλτέον καθ' έκαστον ὄνομα. καν συνάπτηται δὲ τὸ ψυχρὸν εκεῖνο οὐ δύναται νοεῖσθαι ὅτι δύο μέν ἐστιν ἐπίθετα: δύο δὲ κύρια ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι. χωριζουσιν αὐτὰ ἀπ αλλήλων: τὰ δε κύρια προς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται ⁑ On Iliad 8.188-8.190: ὑμῖν παρ προτέροισι τὸ ἑξῆς τοῦτό ἐστιν ἠ εμοὶ ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι οἴνον τ' ἐγκεράσασα πιεῖν ὅτε μοι θυμὸς ἀνώγοι ἱστεον δὲ ὅτι προ τοῦ εὑρεθῆναι τὴν τῶν ποτηρίων χρῆσιν κέρασιν ἔπινον ⁑ On Iliad 8.189: οἴνον τ' ἐγκεράσασα: γελοιότατος ἐπὶ ἵππων ὁ στίχος ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτε θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον ⁑ On Iliad 8.191: ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον⁚ ὅτι ὡς προς δύο τοῖς δυϊκοῖς σχήμασι χρῆται δι ὃ ἀθετητέον τὸν προκείμενον στίχον ἐν ᾧ τεσσαρά ἐστιν ὀνόματα ⁑ On Iliad 8.192: ἀσπίδα Νεστορέην : αὐτὸν τὸν Νέστορα περιφραστικῶς: ἔνιοι δὲ τὸ ὅπλον Ἡφαιστότευκτον γὰρ ἦν ⁑ Interlinear scholia On Iliad 8.190@ἢ-ἐμοὶ: ἠπερ εμοὶ Interior scholia On Iliad 8.170: γράφεται καὶ ἐπ Ιδαίων ⁚ On Iliad 8.189: καὶ παρα Ἀριστοφανει ἀθετεῖται ⁑ On Iliad 8.191: οὕτως Ἀρισταρχος ἄλλοι δὲ αί κε λάβωμεν ⁑ Venetus A (Marciana 454 = 822), folio 104, verso Iliad 8.193-8.217 8.193 πᾶσαν χρυσείην έμεναι. κανόνας τε καὶ αὐτὴν: 8.194 αὐτὰρ ἀπ' ὤμοιϊν Διομήδεος ἱπποδάμοιο 8.195 δαιδάλεον θώρηκα: τὸν Ἥφαιστος κάμε τεύχων: 8.196 εἰ τούτω κε λάβοιμεν. ἐελποίμην κεν Ἀχαιοὺς 8.197 αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων: 8.198 ὡς ἔφατ' εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη : 8.199 σείσατο δ' εἰνι θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον : 8.200 καί ρα Ποσειδάωνα μέγαν θεὸν, ἀντίον ηὔδαν: 8.201 ὦ πόποι. ἐννοσίγαι' εὐρυσθενὲς, οὐδέ νυ σοί περ 8.202 ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός: 8.203 οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσι 8.204 πολλά τε καὶ χαρίεντα: σὺ δέ σφισι βούλεο νίκην. 8.205 εἴ περ γάρ κ' ἐθέλοιμεν ὅσοι Δαναοῖσιν ἀρωγοὶ. 8.206 Τρῶας ἀπώσασθαι, καὶ ἐρυκέμεν εὐρύοπα Ζῆ 8.207 ν' : αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν Ί̈δῃ : 8.208 τὴν δὲ μέγ' ὀχθήσας προσέφη κρείων ἐνοσίχθων: 8.209 Ἥρη ἀπτοεπὲς: ποῖον τὸν μῦθον ἔειπες: 8.210 οὐκ ἂν ἔγωγ' ἐθέλοιμι Διὶ̈ Κρονίωνι μάχεσθαι 8.211 ἡμέας τοὺς ἄλλους: ἐπει ῆ πολὺ φέρτερός ἐστιν: 8.212 ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 8.213 τῶν δ': ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε, 8.214 πλῆθεν ὁμῶς ἵ̈ππων τὲ καὶ ἀνδρῶν ἀσπιστάων 8.215 εἰλομένων: εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 8.216 Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε: 8.217 καί νύ κεν ἔπρησεν πυρὶ κηλέῳ νῆας ἐἴ̈σας , Scholia to Iliad 8.193-8.217 Main scholia On Iliad 8.193: ‡ κανόνας ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν οὓς ὄχανα ἐκάλουν ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπο Καρῶν ὡς καὶ Ἀνακρέων φησὶν Καριοεργέος ὀχάνοιο : On Iliad 8.195: δαιδάλεον ὅτι Ἡφαιστότευκτα τὰ ὅπλα ἀπο γὰρ Γλαύκου ἔλαβεν καὶ ἀπο τῶν ὅπλων ἐπι τοὺς ἄνδρας ἀναφέρεται καὶ οὐκ έστιν ἀλληγορίᾳ ⁑ On Iliad 8.203: οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἱγάς : Ἑλίκη πόλις ἐν Πελοποννήσῳ : Ποσειδῶνος ἀφ ῆς αὐτὸν Ἑλικώνιον ὁ ποιητὴς καλεῖ ⁑ On Iliad 8.205-8.206: Τρώας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν αὐτοῦ κ' ἔνθ' ἀκαχοιτο⁚ εἰ δια τὸν ει σύνδεσμον ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετα τὸ Ζῆν ὄνομα ⁑ On Iliad 8.206-8.207: ἀλλ εἰ μὲν ἐκ πλήρους ἔκειτο: οὐδὲν ἂν ἐζητεῖτο: ἐπεὶ δὲ συνείληπται καὶ ὑπο τῶν γραμματικῶν μετενήνεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον δύο παρηκολούθησεν ἄλογα: ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ , ὑποστιγμὴ πέπτωκεν καὶ αὐτὴ χρόνου ἔχουσα διάστημα, ᾧ παραπλήσια κἀκεῖνα ὡς ἔφαθ' αι δ' ἐπέμυξαν : ὡς εφαθ' οὐδ' ἀπίθησεν ⁚ ἕτερον δὲ ὅτι συμβήσεται κατ αρχὰς τοῦ στίχου μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς ⁑ On Iliad 8.209: ἀπτοεπες ὅτι δασύνουσιν ἁπτοεπὲς καθαπτομένη τοῖς ἕπεσιν : Ἀρίσταρχος δὲ ψιλοῖ ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν, καὶ ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι ἡ άγαν πτοοῦσα: ἢ παρὰ τὸ ἁπτὸν τὸ ἰσχυρόν. ὥστε εῖναι δεινοεπές ⁑ On Iliad 8.213: τῶν δ' ὅσον ἐκ νηῶν: βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν . σαφεστέραν γὰρ ποιεῖ τὴν διάνοιαν τοιαύτην οῦσαν ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νηῶν, τοῦτο πληρες ἦν πεζῶν τὲ καὶ ἵππων λείποντος τοῦ και συνδεσμου: τὸ γὰρ ἔεργεν ἐστι περιώριζεν εντὸς τῶν τε νηῶν καὶ τοῦ τείχους μεταξὺ κενὸν ἦν εἰς δίοδον τὸ μὲν πλάτος πλεθριαῖον ὑπάρχον τὸ δὲ μῆκος δι όλου τοῦ ναστάθμου : πάλιν δὲ οὕτως. τοῦ τείχους ἐκτὸς ἦν διάστημα βραχὺ μεθ ὃ ἡ τάφρος ὤρυκτο τοσοῦτον μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ενὸς βέλους εἶναι τὴν τάφρον: καὶ εφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπο τῶν ἐπιόντων: ἀμφότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους: τὸ μὲν προς τὴν τάφρον: τὸ δὲ πρὸς τὰς ναῦς ἐπεπλήρωτο: οὕτως Νικάνωρ ⁑ On Iliad 8.217: κηλέω: ὡς μελέω γέγονε δὲ παρὰ καλὸν καὶ κηλὸν κήλιον ὡς παρα τὸ Μῆλον Μήλιον δερος: καὶ Ἱ̈ωνικῶς κήλεον καὶ κηλέῳ ἐκεῖνο γοῦν ἐντελές ἐστι, τὸ σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος ⁑ Interlinear scholia On Iliad 8.207@ν': α On Iliad 8.213@δ': ε Intermarginal scholia On Iliad 8.193: ὅτι ἀντι τοῦ όλην On Iliad 8.199: ὅτι μακρὸν Ὄλυμπον ὡς όρος ⁑ On Iliad 8.206: πρὸς τὴν συναλιφην ἀντὶ τοῦ Ζῆνα ⁑ On Iliad 8.213: διχῶς Αρισταρχος καὶ ἔεργε καὶ έρυκε ⁑ Exterior scholia On Iliad 8.217: πυρι κηλέῳ Venetus A (Marciana 454 = 822), folio 105, recto Iliad 8.218-8.246 8.218 εἰ μὴ ἐπὶ φρεσὶ θῆκ' Ἀγαμέμνονι πότνια Ἥρη 8.219 αὐτῷ ποιπνύσαντι, θοῶς ὀτρῦναι Ἀχαιούς : 8.220 βῆ δ' ἱ̈έναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 8.221 πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ: 8.222 στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ. 8.223 ἥ ρ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε: 8.227 ἤϋσεν δὲ διαπρύσιον. Δαναοῖσι γεγωνώς: 8.228 αἰδὼς Ἀργεῖοι , κὰκ' ἐλέγχεα, εἶδος ἀγητοὶ: 8.229 πῇ ἔβαν εὐχωλαὶ, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, 8.230 ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε. 8.231 ἔσθοντες κρέα πολλὰ, βοῶν ὀρθοκραιρά̄ων. 8.232 πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο. 8.233 Τρώων ἄνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος 8.234 στήσεσθ' ἐν πολέμῳ: νῦν οὐδενὸς ἄξιοί εἰμεν 8.235 Ἕκτορος . ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ: 8.236 Ζεῦ πάτερ. ἦ ρά τιν' ἤδη ὑπερμενέων βασιλήων 8.237 τῇδ' ἄτῃ ᾶσᾰς. καί μιν μέγα κῦδος ἀπηύρας. 8.238 οὐ μεν δή ποτε φημὶ τεὸν περικαλλέα βωμὸν 8.239 νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε έρρων, 8.240 ἀλλ`' ἐπὶ πᾶσι. βοῶν δημὸν καὶ μηρί' ἔκηον 8.241 ϊέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι: 8.242 ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ: 8.243 αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι. 8.244 μὴδ' οὕτω Τρώεσσιν έα δάμνασθαι Ἀχαιούς : 8.245 ὡς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρετο δακρυ χέοντα: 8.246 νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι. οὐδ`' ἀπολέσθαι: Scholia to Iliad 8.218-8.246 Main scholia On Iliad 8.223: ἥ ρ' ἐν μεσσάτω προς τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις καὶ προς τὸ γεγωνεμεν ὅτι οὐ ψιλῶς ἐστι φωνῆν ἀλλ' ακουστὸν φθέγγεσθαι ⁑ On Iliad 8.229: ὅτε δὴ φάμεν: οὐκ αναγκαῖον ὀξύνειν τὸν δη ἵνα κρᾶσις γενηται, ὁμοίως τω μήτε σὺ Πηλειδ ήθελε ἐπι μὲν γὰρ τοῦ ἐθέλω πάσα ἀνάγκη τὸ ε μένειν κατα τὸν ποιητήν ὡς εἴρηται: ἐπι δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβεβλῆσθαι τὸ ε ὥστε ἐπι τὴν φα συλλαβὴν θετέον τὴν προσωδίαν καὶ ἔστιν ὅμοιον τῷ ἐν Τηλέμαχος δ' ὡς εἰδεν φαμεν δέ οι οὐ τελέομεν ⁑ On Iliad 8.230: ἃς ὅ ποτ' ἐν Λήμνω ὅτι τοῦτο γινόμενον μὲν οὐ παρέστησεν ὡς γενόμενον δὲ παραδιδωσιν ⁑ On Iliad 8.231: ἐσθόντες κρέα πολλά : περιττὸς ὁ στιχός ἐκ γὰρ τοῦ πίνειν οὐκ ἐκ τοῦ ἐσθίειν τὸ καυχάσθαι συμβαίνει ⁑ On Iliad 8.233-8.234: Τρώων ἀνθ' ἑκατόν τε: ἐπι τὴν ἄνθ' συλλαβὴν ἡ ὀξεῖα ἵνα τὸ πλῆρες ᾖ ἄντα οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ Γονύπεσός . καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας: ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαι φησίν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις εῖ γε ἐπι γενικὴν φέρεται ⁑ On Iliad 8.235: Ἕκτορος ὃς ταχα νῆας, ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος κρείσσων γὰρ καθολικώτερον ἑάσαι : οὐδήποτε ἀνδρός, ἀλλ οὐχὶ τοῦ διαφορωτάτου ⁑ On Iliad 8.235: Ἕκτορος ὃς ταχα ἧττον ἂν φασὶν Ἀρίσταρχον ὀνειδιστικὸν εῖναι εἵπερ οὕτως ἐγέγραπτο Εκτορος ὃ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει , ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφανει ⁑ On Iliad 8.239: νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων: ὅτι τὸ ἔρρων οὐκ έστι ψιλῶς παραγινόμενος: ἀλλὰ μετα φθορᾶς δυσαρεςτεῖ γὰρ τῇ παρουσία ⁑ On Iliad 8.240: δημόν: Ἀρίσταρχος κατ oξείαν τασῖν ἐπι τοῦ λΐπους: τὸ γὰρ ἐπι τοῦ πλήθους βαρύνει οὕτως καὶ ὁ Ἀσκαλωνίτης λέγων τὸ μὲν παρα τὸ δέμας γεγενῆσθαι οἱονεὶ σῶμά τι τυγχάνων, ἢ παρὰ τὸν δασμόν: τὸ δὲ ἐπι τοῦ λίπους παρα τὸ δαίω εὔκαστον γὰρ τὸ λῖπος δύναιτο δ' ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν εἰ παρὰ τὸ δέω γένοιτο δέεμος καὶ ἐν συναλιφῇ δῆμος τὸ συνδεδεμένον πλῆθος: τὸ γὰρ ἐναντίον λύει ἀπο τῆς διαλύσεως ⁑ Interlinear scholia On Iliad 8.233@ἄνθ': τα On Iliad 8.240@ἔκηον: α On Iliad 8.245@ὀλοφύρετο: α Intermarginal scholia On Iliad 8.246: Αρισταρχος οὐδ' ἀπολεῖσθαι ⁑ Interior scholia On Iliad 8.230: τὸ ὁποτε ἀντι τοῦ ότε ⁑ Venetus A (Marciana 454 = 822), folio 105, verso Iliad 8.247-8.271 8.247 αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν 8.248 νεβρὸν ἔχοντ' ὀνύχεσσι. τέκος. ἐλάφοιο ταχείης, 8.249 παρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε. νεβρὸν. 8.250 ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί : 8.251 οἱ δ' ὡς οὖν εἴδονθ' ὅ τ' ἂρ ἐκ Διὸς ἤλυθεν όρνις, 8.252 μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δε χάρμης: 8.253 ἔνθ'. οὔ τις πρότερος Δαναῶν . πολλῶν περ εόντων 8.254 εὔξατο Τυδείδαο πάρος σχέμεν ὠκέας ἵππους. 8.255 τάφρου τ' ἐξελάσαι, καὶ ἐναντίβιον μαχέσασθαι: 8.256 ἀλλα πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν 8.257 Φραδμονίδην Ἀγέλᾱον : ὁ μὲν φύγαδ' ἔτραπεν ἵππους, 8.258 τῷ δὲ μεταστρεφθέντι, μεταφρένῳ, ἐν δόρυ πῆξεν 8.259 ὤμων μεσσηγὺς. διὰ δὲ στήθεσφιν ἔλασσεν: 8.260 ήριπε δ' ἐξ οχέων, ἀράβησε δὲ τεύχε' ἐπ αυτῷ: 8.261 τὸν δὲ μετ`' Ἀτρεῖδαι , Ἀγαμέμνων . καὶ Μενέλαος : 8.262 τοῖσι δ' ἐπ' Αἴαντες , θοῦριν ἐπιειμένοι ἀλκήν: 8.263 τοῖσι δ' ἐπ` Ἰ̈δομενεὺς , καὶ ὀπάων Ἰ̈δομενῆος 8.264 Μηριόνης . ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ: 8.265 τοῖσι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός: 8.266 Τεῦκρος δ' εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων: 8.267 στῆ δὲ παρ' Αἴαντος σάκεϊ Τελαμωνιάδαο : 8.268 ἔνθ' Αἴας μὲν ὑπεξέφερεν σάκος. αὐτὰρ ὅ γ' ἥρως 8.269 παπτήνας. ἐπεὶ ἄρ τιν' ὀϊστεύσας ἐν ὁμίλῳ 8.270 βεβλήκει. ὁ μὲν αὖθι πεσὼν, ἀπο θυμὸν ὄλεσσεν, 8.271 αὐτὰρ ὃ αὖτις ἰ̈ὼν, πάϊς ὡς ὑπο μητέρα δύσκεν Scholia to Iliad 8.247-8.271 Main scholia On Iliad 8.247: ‡ αὐτίκα δ' αἱετὸν ῆκε τελειότατον: μέγιστον ἠ ἐντελῆ σημεῖα φαίνοντα ἐπιτελεστικώτατον λέγεται δὲ κατα τὴν τοῦ Διὸς γένεσιν τὸν ἀετὸν γεννηθῆναι ἔν τε τῇ προς τοὺς γίγαντας μάχη παραπτῆναι δι ὅπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς τὸν ἀετὸν εἵλετο ὃ καὶ προστάσσει καὶ ἀγγέλῳ αὐτῷ χρᾶται προς εκείνους οὓς ἐπιφανείας ἀξιοῖ, ὅθεν καὶ ἀετὸς ἐκλήθη οὐχ ὡς τινες παρὰ το ἀΐσσειν ἀλλα παρα τὸ ετεὸν δηλοῦν τὸ ἀληθές ⁑ On Iliad 8.250: πανομφαίω, ὅτι οὐκ έστι καθολικὸν ἐπίθετον ὁ πανομφαῖος ὁ κληδωνιος καὶ πάσης κληδῶνος παραίτιος καὶ ὅτι ἅπαξ ἐνταῦθα τὸ ἐπίθετον ⁑ On Iliad 8.250: πανομφαίω: τινὲς τὸ ὑπο πάντων φῳνουμένῳ παρ' ὅσον αὐτός ἐστιν ὁ ἀήρ ⁑ On Iliad 8.269-8.270: παπτήνας: βραχὺ διασταλτέον ἐπι τὸ παπτηνας . ὑποστικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει ⁑ Interlinear scholia On Iliad 8.257@ἔτραπεν: ε Intermarginal scholia On Iliad 8.257: φύγαδε ὡς οίκαδε On Iliad 8.260: ἐν αλλω ὑπερώησαν δέ οι ἵπποι : On Iliad 8.266: γράφεται στῆ δ ἄρ ὑπ Αίαντος ⁑ On Iliad 8.270: Ἀρισταρχος βεβληκοι ⁚ Interior scholia On Iliad 8.249: ἐν ἀλλῷ θηκατο νεβρόν . On Iliad 8.261: τάφρου εξήλασαν δηλονότι ⁑ On Iliad 8.266: εἰς τουπίσω τεινόμενα εῖδος δὲ τοξίας ⁑ Venetus A (Marciana 454 = 822), folio 106, recto Iliad 8.272-8.297 8.272 εἰς Αἴανθ' . ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ: 8.273 ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων: 8.274 Ὀρσίλοχον μὲν πρῶτα καὶ Όρμενον , ἠδ`' Ὀφελέστην . 8.275 Δαίτορά τε. Χρομίον τε, καὶ ἀντίθεον Λυκοφόντην : 8.276 καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον : 8.278 τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 8.279 τόξου ἀπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας: 8.280 στῆ δὲ πὰρ' αὐτὸν ἰὼν, καί μιν πρὸς μῦθον ἔειπε: 8.281 Τεῦκρε , φίλη κεφαλὴ. Τελαμώνιε . κοίρανε λαῶν, 8.282 βάλλ' οὕτως. αἴ κέν τι φόως Δαναοῖσι γένηαι 8.283 πατρί τε σῷ Τελαμῶνι . ὅ, σ' ἔτρεφε τυτθὸν ἐόντα: 8.284 καί σε νόθον περ, ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ 8.285 τὸν καὶ τηλόθ' ἐόντα ἐϋκλείης ἐπίβησον: 8.286 σοὶ δ' ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται: 8.287 αἴ κέν μοι δῴη Ζεύς τ' αἰγίοχος καὶ Ἀθήνη 8.288 Ἰ̈λίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον. 8.289 πρώτῳ τοι μετ εμὲ πρεσβήϊον ἐν χερὶ θήσω. 8.290 ἢ τρίποδ' ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν. 8.291 ἠὲ γυναῖχ'. ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι: 8.292 τὸν δ' ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων: 8.293 Ἀτρείδη κύδιστε. τί με σπεύδοντα καὶ αὐτὸν 8.294 ὀτρύνεις: οὐ μέν μοι, ὅση δύναμίς γε πάρεστι 8.295 παύομαι: ἀλλ' ἐξ οὗ προτὶ Ἴ̈λιον ὠσάμεθ' αὐτοὺς. 8.296 ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω: 8.297 ὀκτὼ δὴ προἕηκα τανυγλώχινας ὀϊστούς: Scholia to Iliad 8.272-8.297 Main scholia On Iliad 8.276: Πολυαιμονιδην Ἀμοπάονα : ψιλωτεον πάντα ἵνα κύρια γένηται: παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Αμοπάονα πιθανώτερον γάρ ἐστι κύριον αὐτὼ παραλαβεῖν ἵνα τὸ προκείμενον αὐτοῦ πατρονυμικὸν τυγχάνη ⁑ On Iliad 8.283: ὅ σ ἔτρεφε, ἡ σε ἀντωνυμία ἐγκλιτική ἐστι, τὸ δε ὁ παρα τῷ ποιητῇ κείμενον ἐστιν ἀντι τοῦ ος ⁑ On Iliad 8.284: καί σε νόθον περ ἑόντα : παρα Ζηνοδότω , οὐδε ἢν: ἠθέτητο δὲ καὶ παρα Ἀριστοφάνει ὅτι ἄκαιρος ἡ γενεαλογία καὶ οὐκ έχουσα προτροπὴν ἀλλα τοῦναντίον ὀνειδισμὸν καὶ ἀποτροπήν ⁑ On Iliad 8.284: Ἡρακλῆς : πορθήσας Ἴ̈λιον Ἰσιώνην τὴν Λαομέδοντος θυγατέρα Πριαμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον καὶ ἔδωκεν αὐτῇ γέρας Τελαμῶνι ὡς συστρατεύσαντι αὐτῷ ἀφ ῆς ἔσχε Τευκρον ὁ Τελαμών ὡς οὖν ἀπο Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν προ ἀναπέμψαντες τὸν τόνον καὶ ποιήσαντες κύριον. Τευκροῖ γὰρ οἱ Τρῶες ἀπο τοῦ βασιλεύοντος αὐτῶν Τεύκρου . ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρα Ἀπολλωνίω τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν: ἐζήτηται δὲ πῶς ἐξ απάντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον: ἡμεῖς δὲ φαμὲν τοῦτο μὴ εῖναι πρὸς αἰσχύνης. δια τὸ παρα τοῖς παλαιοῖς ἔθος κρατοῦν, ἑτίμων γὰρ τοὺς νόθους ἐπ ἴσης τοῖς γνησίοις: ἄλλως τε: εἰ καὶ αἰχμάλωτος ἡ Ἰσιώνη , ἀλλα βασιλίς: ἔτι δὲ καὶ αὐξήσεως ἕνεκεν τοῦτο εἰρῆσθαι φαμεν ὅτι τῇ ἀρετῇ: καὶ τοὺς γνησίους ὑπερέβαλεν ⁑ On Iliad 8.290: ἢ τρίποδ' ἠὲ δύω: παραδιαζευκτικὸς ὁ η ὡς τὸ ἠὲ δύο ἠ τρεῖς ἄνδρας ἔρυσθε ⁑ On Iliad 8.296: ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος: οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ γ δεδεγμένος : Ἡρῳδιανοῦ διὰ τοῦ χ δεδεχμένος . καί φασὶ Διογένης . ἐν τοῖς ὑπομνήμασι. ὅτι εἰρωνευόμενος λεγει οἷον δεξιούμενος τοῖς τόξοις : τὸ γὰρ δεδέχεσθαι δεξιοῦσθαι ἐστιν οὐκ αχαρις ἡ ἐξήγησις ⁑ Intermarginal scholia On Iliad 8.290: οἱ περὶ Ζηνόδοτον καὶ Αριστοφανη ἵππω ⁚ Interior scholia On Iliad 8.276: τὸ Ἀμοπάονα ἐν ενὶ μέρει λόγου αναγνωστέον κύριον γὰρ ⁑ On Iliad 8.293: ἀντὶ προθύμως ἐνεργοῦντα ⁑ Venetus A (Marciana 454 = 822), folio 106, verso Iliad 8.298-8.323 8.298 πάντες δ' ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν. 8.299 τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λϋσσητῆρα: 8.300 ῆ ῥα: καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴ̈αλλεν 8.301 Ἕκτορος ἀντικρὺ. βαλέειν δέ ἑ ΐετο θυμός: 8.302 καὶ τοῦ μέν ρ' ἀφάμαρθ', ὁ δ' ἀμύμονα Γοργυθίωνα 8.303 υἱὸν εῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰ̈ῷ: 8.304 τόν ῥ' ἐξ Αισύμηθεν ὀπυιομένη τέκε μήτηρ 8.305 καλὴ Καστιάνειρα δέμας ἐικυῖα θεῇσι: 8.306 μήκων δ' ὣς ἑτέρωσε κάρη βάλεν. ἥ τ' ἐνι κήπῳ 8.307 καρπῷ βριθομένη, νοτίῃσί τε εἰαρινῇσιν. 8.308 ὡς ἑτέρωσ' ἤμῡσε κάρη πήληκι βαρυνθέν: 8.309 Τεῦκρος δ' ἄλλον ὀϊστὸν ἀπο νευρῆφιν ἴ̈αλλεν 8.310 Ἕκτορος ἀντικρὺ. βαλέειν δέ ἑ ΐετο θυμὸς, 8.311 ἀλλ' ό γε καὶ τόθ' ἅμαρτε, παρέσφηλεν γὰρ Ἀπόλλων : 8.312 ἀλλ`' Ἀρχεπτόλεμον . θρασὺν Ἕκτορος ἡνιοχῆα 8.313 ϊέμενον πόλεμον δὲ. βάλε στῆθος παρὰ μαζὸν. 8.314 ήριπε δ' ἐξ οχέων, ὑπερώησαν δέ οἱ ἵ̈πποι 8.315 ὠκύποδες: τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε: 8.316 Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο: 8.317 τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου. 8.318 Κεβριόνην δ' ἐκέλευσεν ἀδελφεὸν, ἐγγὺς ἐόντα: 8.319 ἵ̈ππων ἡνί' ἑλεῖν. ὃ δ' ὰρ οὐκ απίθησεν ἀκούσας: 8.320 αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος 8.321 σμερδαλέα ἰ̈άχων: ὁ δὲ χερμάδιον λάβε χειρὶ. 8.322 βῆ δ' ϊθὺς Τεύκρου : βαλέειν δέ ἑ θυμὸς ἀνώγειν: 8.323 ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστὸν. Scholia to Iliad 8.298-8.323 Main scholia On Iliad 8.299: ‡ κύνα: διὰ τὸ θρασὺ καὶ πολύλαλον ἐξ οὗ νῦν ἔφυγες θάνατον κύον καὶ τὸ ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου ⁑ On Iliad 8.306-8.308: ‡ μήκων δ' ὡς ἑτέρωσε: ἤτοι τὸ ἑξῆς ἐστιν ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων ἥτ' ἐνι κήπῳ καρπῷ βριθομένη ἐστί: λείπει γὰρ τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐστιν ἡ μετοχὴ ἀντὶ ῥήματος, ἔσται δὲ οὕτως δῖς ἡ ἀνταπόδοσις λεγομένη καὶ γὰρ ἑξῆς ἐπιφέρει ὣς ἑτέρωσ' ἤμυσε κάρη καὶ ἐν ἄλλοις δὲ εἴωθεν, κατα δὴ ταύτην τὴν ἐξήγησιν. ἐπι μὲν τὸ βάλε διαστελοῦμεν: ἐπὶ δὲ τὸ εἰἀρινῃσιν ὑποστίξωμεν. δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπιφερομένη: ἔσται δὲ τὸ ἑξῆς ὡς δε μήκων ἑτέρωσε κάρη βάλε ὣς ἑτέρως ἤμυσε κάρη : ἠ περισσόν ἐστί τὸ η ἄρθρον. καὶ ὁ τέ σύνδεσμος . ὁ δὲ λόγος ὡς δε μήκων ἑτέρωσε κάρη βάλε ὣς ἑτέρως ἤμυσε κάρη βάλλει καρπῷ βριθομένη ὡς ἑτέρως ἤμυσε . βέλτιον δὲ ὑποστίζειν ⁑ On Iliad 8.307: καρπῷ βριθομένῃ ὅτι ἔξωθεν προσληπτέον τὸ ἐστιν εἰ μη ἡ μετοχη ἀντι ρήματος παρείληπται: βριθομένη , ἀντι τοῦ βρίθεται : ἠ κοινὸν τὸ κάρη βαλεν ⁑ On Iliad 8.321: ὁ δὲ χερμάδιον: ὁ δὲ Ὁμηρικὸν ἔθος ὡς περι ἑτέρου λεγόμενον ⁑ On Iliad 8.321: σμερδαλέα ϊάχων ὁ δέ: ὅτι ὡς περὶ ἑτερου ὁ δὲ χερμάδιον ἐπι τὸ αὐτὸ ἀναφέρων πρόσωπον ὡς εἰ ἔλεγεν: οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί ⁑ Intermarginal scholia On Iliad 8.296: ὅτι ἀντι τοῦ πεῖσαι καὶ βαλεῖν ⁑ On Iliad 8.304: Ἀρίσταρχος Αἱσύμνηθεν καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους On Iliad 8.308: ὅτι τὸ πλῆρες ἑτέρωσε ⁑ On Iliad 8.311: διχῶς ἀλλ ὅ γε τοῦ μὲν άμαρτε καὶ ἀλλ ὁ γε καὶ τόθ' άμαρτε ⁑ On Iliad 8.313: βραχὺ διασταλτέον μετα τὴν δὲ συλλαβην ⁑ On Iliad 8.317: λειπει ἡ περὶ περὶ εταίρου On Iliad 8.322: ὅτι ἐπι τοῦ Τρῶσαι ⁑ Interior scholia On Iliad 8.313: πρὸς τὸ βάλε ἀντι τοῦ έπεσεν ⁑ Venetus A (Marciana 454 = 822), folio 107, recto Iliad 8.324-8.348 8.324 θῆκε δ' ἐπὶ νευρῇ. τὸν δ' αὖ κορυθαίολος Ἕκτωρ 8.325 αὐερύοντα παρ' ὦμον, ὅθι κληῒς ἀποέργει 8.326 αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριον ἐστι. 8.327 τῇ ρ' ἐπι οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι: 8.328 ῥῆξε δέ οἱ νευρὴν. νάρκησε δὲ χεὶρ, ἐπι καρπῷ: 8.329 στῆ δὲ γνὺξ ἐριπὼν, τόξον δέ οἱ ἔκπεσε χειρός, 8.330 Αἴας δ' οὐκ αμέλησε κασιγνήτοιο πεσόντος: 8.331 ἀλλὰ θέων περίβη. καί οἱ σάκος ἀμφεκάλυψε: 8.332 τὸ`ν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι, 8.333 Μηκιστεὺς Ἐχίοιο πάϊς. καὶ δῖος Ἀλάστωρ . 8.334 νῆας ἐπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα: 8.335 ὰψ δ' αὖτις Τρώεσσιν Ὀλύμπιος ἒν μένος ῶρσεν: 8.336 οἱ δ' ϊθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιοὺς : 8.337 Ἕκτωρ δ' ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων: 8.338 ὡς δ' ὅτε τίς τε κύων, συὸς ἀγρίου ἠὲ λέοντος 8.339 ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων. 8.340 ἰ̈σχία τε γλουτούς τε ἑλισσόμενόν τε δοκεύει. 8.341 ὡς Ἕκτωρ , ὤπαζε κάρη κομόωντας Ἀχαιοὺς : 8.342 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἱ δὲ φέβοντο: 8.343 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν 8.344 φεύγοντες: πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσὶν, 8.345 οἱ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες. 8.346 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι 8.347 χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος: 8.348 Ἕκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους Scholia to Iliad 8.324-8.348 Main scholia On Iliad 8.340: ἰσχια τε γλουτούς τε: τὸ ἡμιστίχιον. ἢ τοῖς ἄνω συναπτέον ἵν' ᾖ σχῆμα ἅπτητε ἰσχία ἀντὶ τοῦ ἰσχΐων ὡς Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους : ἠ τοῖς ἑξῆς προσδοτέον ἵνα τὸ δοκεύειν κοινὸν ᾖ ⁑ Intermarginal scholia On Iliad 8.339: γράφεται πεποιθῶς On Iliad 8.340: σημειοῦνται τινὲς ὅτι ὑγιῶς διέσταλκε ⁑ Venetus A (Marciana 454 = 822), folio 107, verso Iliad 8.349-8.373 8.349 Γοργοῦς ὄμματ' ἔχων. ἠδὲ βροτολοιγοῦ Ἄρηος : 8.350 τοὺς δὲ ἰδοῦσ' ἐλέησε θεὰ λευκώλενος Ἥρη : 8.351 αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα: 8.352 ὦ πόποι αἰγιόχοιο Διὸς τέκος. οὐκέτι νῶϊ 8.353 ὀλλυμένων Δαναῶν κεκαδησόμεθ' ὑστάτιόν περ. 8.354 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται 8.355 ἀνδρὸς ἑνὸς ῥιπῇ: ὁ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς 8.356 Ἕκτωρ Πριαμίδης , καὶ δὴ κακὰ πολλὰ ἔοργε: 8.357 τὴν δ' αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη , 8.358 καὶ λίην οὗτός γε μένος θυμόν τ' ὀλέσειε 8.359 χερσὶν ὑπ' Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ: 8.360 ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ αγαθῇσι. 8.361 σχέτλιος. αἰὲν ἀλιτρὸς. ἐμῶν μενέων ἀπερωεύς: 8.362 οὐδέ τι τῶν μέμνηται. ὅ οἱ μάλα πολλάκις υἱὸν 8.363 τειρόμενον σώεσκον ὑπ' Εὐρυσθῆος ἀέθλων: 8.364 ἤτοι ὁ μὲν κλαίεσκε πρὸς οὐρανὸν. αὐτὰρ ἐμὲ Ζεὺς 8.365 τῷ ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προΐαλλεν: 8.366 εἰ γὰρ ἐγὼ τάδε ῄδε' ἐνι φρεσὶ πευκαλίμῃσιν, 8.367 εῦτέ μιν εἰς Ἀΐδαο πυλάρταο προύπεμψεν. 8.368 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο . 8.369 οὐκ ἂν ὑπεξέφυγε, Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα: 8.370 νῦν δ' ἐμὲ μὲν στυγέει. Θέτιδος δ' ἐξήνυσε βουλάς: 8.371 ἥ οἱ γούνατ' ἔκυσσε, καὶ ἔλλαβε χειρὶ γενείου 8.372 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον: 8.373 ἔσται μὰν, ὅτ' ὰν αὖτε φίλην γλαυκώπιδα εἴπῃ: Scholia to Iliad 8.349-8.373 Main scholia On Iliad 8.349: ‡ Γοργοῦς ὄμματ' ἔχων: ὁ Ζηνόδοτος γράφει Γοργονος ὄμματ' ἔχων ἠὲ βροτολοιγοῦ Ἄρηος ὁ δε Ὅμηρος χωρὶς τοῦ ν λέγει τῇ δ ἐπι μὲν Γοργῷ ὡς Σαπφώ . δι ὃ λέγει Γοργοῦς ὡς Σαπφοῦς : Ἀρίσταρχος δὲ γράφει σὺν τῷ ϊ οἴμματ' ἔχων καὶ φασὶ παρα τὴν οῖμον γεγενῆσθαι τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα αἱ μέντοι πλείους τὴν δημώδη εῖχον Γοργοῦς ὅμματ' ἔχων οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον τῇ δ' ἐπι μὲν Γοργός βλωσυρωπης : χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν: On Iliad 8.352: νῶϊ ἡμῖν κοινῇ διαλεκτῳ Δωριεῖς γὰρ φασὶν ἅμμες Αἰολεῖς ἅμμε . Ἀττικοὶ δὲ νῶ Ἴωνες ἡμέας ἔστι δὲ ἀντωνυμία δυϊκῆ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως ἡμῶν : καὶ ἡμῖν ⁑ On Iliad 8.353: ὑστάτιον περ: δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι ἵνα ᾖ ὑστάτιον οἶτον βέλτιον δὲ ὡς σύνηθες τοῖς ἄνω: ἡ δὲ διάνοια οὐκεθ' ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πα ῥύστατον νῦν ὑστάτιον ἀντι τοῦ ὕστατον ὡς μάλλιον τὸν ἄλλον ⁑ On Iliad 8.355: ἀνεκτῶς: ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾶ λέλεκται δὲ ἡμῖν περι τῆς προσωδίας ὁπότε διελάβομεν περι τοῦ ῆ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐκέτ' ἀνεκτά ⁑ On Iliad 8.361: σχέτλιος σημειοῦνται τινὲς ὅτι ἀντι τοῦ ἀγνώμων, οὐκ εν τῷ καθόλου δὲ ἀλλ' εἰς ταύτην μόνην ⁑ On Iliad 8.367: πυλάρταο: ἰσχυρῶς συναρμόζοντος καὶ κλείοντος τὰς πύλας δια τὸ μηδένα ὑποστρέφειν ἐξ Άιδου ⁑ On Iliad 8.368: ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Αϊδαο ⁚ ὅτι τούτου μόνου τοῦ ἄθλου μέμνηται κατα τὸ ῥητὸν τινὲς ῆσαν: καὶ ὅτι κύνα μόνον λεγει Κέρβερον δὲ οὐκ ὀνομάζει ὡς οἱ νεώτεροι ἀπο δὲ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ: οἶδεν δὲ τὸν κῦνα ἢ τὴν φύσιν αὐτοῦ: Πίνδαρος γοῦν ἑκατόν: Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φησίν ⁑ On Iliad 8.368: κύνα Ἅδου : τὸν Κέρβερον τελεσθέντων Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἐτησίων ὀκτὼ μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τὸν Αὐγαίου βοσκημάτων ἆθλον καὶ τὸν τῆς Ὕδρας ἐνδέκατον . ἐπέταξεν ἆθλον αὐτῶ τὸν Κέρβερον ἑξ Άιδου κομίζειν: εἶχεν δὲ οὕτως τρεῖς μὲν κυνῶν κεφαλὰς τὴν δὲ ουρὰν δράκοντος τὰ δὲ τοῦ νώτου παντοίων εἶχεν ὄφεων κεφαλὰς: μέλλον οὖν ἐπι τοῦτον ἀπιέναι: ῆλθεν πρὸς Εὔμολπον εἰς Ἐλευσῖνα βουλόμενος μυηθῆναι ἢν δὲ οὐκ ἐξὸν ξένοις τότε μυεῖσθαι ἐπειδή περ Θυέστης ὁ Πυλίου παῖς παραγενόμενος ἐμυεῖτο μὴ δυνάμενος οὖν ἰδεῖν τὰ μυστήρια ἐπεί περ οὐκ ἠγνίσθη εἰς τὸν τῶν Κενταύρων φόνον ἀγνισθεὶς ὑπο Εὐμόλπου , τότε ἐμυήθη καὶ παραγενόμενος ἐπι τὸ Τέναρον τῆς Λακωνικῆς ἀκρωτήριον οὖ τῆς Ἅιδου καταβάσεως στόμιον διὰ τούτου κατήει ὡς δὲ ἴδον αὐτὸν αἱ ψυχαὶ χωρὶς Μελεαγρου καὶ Μεδούσης τῆς Γοργώνος , εὐθὺς ἔφυγον ἐπι δὲ τὴν Γοργόνα, τὸ ξίφος ὡς ζῶσαν ἔλκει καὶ παρα Ερμοῦ μανθάνει ὅτι ἔστι κενὸν εἴδωλον πλησίον δὲ τῶν Ἅδου πυλῶν γινόμενος. Θησέα ἐγείρει καθήμενον ἐπι ακινήτου θρόνου: ὁμοίως δὲ καὶ Πειρίθουν ἠβουλήθη καὶ τῆς γῆς πολὺ σειομένης οὐκ ηδυνήθη. ἀπεκύλησε δὲ καὶ τὸν Ἀσκαλάφου πέτρον βουλόμενος δὲ αἷμα ταῖς ψυχαῖς παραθέσθαι, μίαν τῶν Ἅδου βοῶν ἀπέσφαξεν ⁑ On Iliad 8.371-8.372: ἥ οἱ γούνατ' ἔκυσσε: ἀθετοῦνται δύο στίχοι ὅτι οὐκ έδει κατὰ μερος διηγήσασθαι καὶ ταῦτα πρὸς τὴν καλῶς εἰδυῖαν. καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστοροῦμεν ⁑ On Iliad 8.369: Στυγὸς ὕδατος: Στὺξ μια τῶν Ωκεανοῦ θυγατέρων ἣν ὁ Ζεὺς φρικωδέστατον όρκον τῶν θεῶν ἐποίησεν τιμήσας αὐτὴν ὡς φησὶν Ἡσίοδος ἐν ἔστιν δὲ καὶ κρίνη ἐν Άδου ⁑ Intermarginal scholia On Iliad 8.349: Αρισταρχος Γοργοῦς οἴ´ματ' εχων ⁚ On Iliad 8.371: ουδὲ παρὰ Ζηνοδότω ῆσαν ⁑ Venetus A (Marciana 454 = 822), folio 108, recto Iliad 8.374-8.399 8.374 ἀλλὰ συ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵ̈ππους 8.375 ὄφρ' ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο: 8.376 τεύχεσιν ἐς πόλεμον θωρήξομαι. ὄφρα ἴ̈δωμαι. 8.377 εἰ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ 8.378 γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας: 8.379 ἦ τις καὶ Τρώων . κορέει κύνας ἠδ' οἰωνοὺς 8.380 δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπι νηυσὶν Ἀχαιῶν : 8.381 ὡς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη : 8.382 ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵ̈ππους: 8.383 Ήρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο : 8.384 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο. 8.385 πέπλον μὲν κατέχευεν ἑανὸν. πατρὸς ἐπ' ούδει. 8.386 ποικίλον. ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσὶν: 8.387 ἡ δὲ χιτῶν' ἐνδῦσα: Διὸς νεφεληγερέταο 8.388 τεύχεσιν. ἐς πόλεμον θωρήσσετο δακρυόεντα: 8.389 ἐς δ' όχεα φλόγεα ποσὶ βήσετο: λάζετο δ' ἔγχος. 8.390 βριθὺ μέγα: στιβαρόν: τῷ δάμνῃσι στίχας ἀνδρῶν 8.391 ἡρώων: τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη: 8.392 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ὰρ ἵππους: 8.393 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι: 8.394 τῇς ἐπιτέτραπται μέγας οὐρανος Οὔλυμπός τε. 8.395 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ`' ἐπιθεῖναι: 8.396 τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους: 8.397 Ζεὺς δὲ πατὴρ Ἴ̈δηθεν ἐπεὶ ἴ̈δε: χώσατ' ὰρ αἰνῶς: 8.398 ῗριν δ' ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν: 8.399 βάσκ ἴ̈θι. Ἶ̈ρι ταχεῖα. πάλιν τρέπε: μὴδ' έα ἄντην Scholia to Iliad 8.374-8.399 Main scholia On Iliad 8.377: εἰ νῶϊ ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν νῶϊν τοῦτο δὲ τίθεται ἀντι τοῦ ἡμῖν ἡ ἡμῶν οὐδέτερον δὲ ἁρμόζει τὸ γὰρ νῶϊ ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς ⁑ On Iliad 8.378: ρηθήσει προφανείσα : Ἀρίσταρχος προφανέντες ὡς πληγέντε κεραυνῷ δυϊκῶς. ὁ δε Ζηνόδοτος γηθήσει προφανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων συστέλλων τὴν τελευταίαν παροξυτόνως προφερόμενος μετ εκτάσεως τοῦ α ἔστι δὲ ἄκρατον Δόριον σπάνιον δὲ τῷ τοιούτῳ παρα τῷ ποιητῇ ⁑ On Iliad 8.385-8.387: πέπλον μὲν κατέχευεν: αθετοῦνται στίχοι τρεῖς ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστεία καλῶς ἐπεξείργασται πράττεται γὰρ τινά : ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν: ἠθέτει δὲ καὶ Ἀριστοφάνης Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν ⁑ On Iliad 8.389: λάζετο δ' ἔγχος: Πτολεμαῖος ὁ τοῦ Οροάνδου ἐν τῷ Περι τοῦ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ οι προφέρεται λάζοιτο καὶ ἐστιν οὐκ αδόκιμος ἡ φράσις ⁑ On Iliad 8.393: αὐτόμαται δὲ πύλαι: ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται: τὸν γὰρ ὑπερ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίω οὐρανὸν καλεῖ πρὸς τὰ περι Ολύμπου ⁑ On Iliad 8.399: βάσκ' ἴ̈θι Ἥρη ταχεῖα. ὅτι οὐκ έστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα : ἀλλα πορεύου ταχεῖα: Intermarginal scholia On Iliad 8.376: γράφεται ΐδωμεν On Iliad 8.378: γράφεται προφανεῖσα Interior scholia On Iliad 8.377: ἀντὶ ἡμῶν Venetus A (Marciana 454 = 822), folio 108, verso Iliad 8.400-8.425 8.400 ἔρχεσθ': οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ : 8.401 ὧδε γὰρ ἐξερέω. ὡς καὶ τετελεσμένον ἔσται 8.402 γυιώσω μέν σφωϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους: 8.403 αὐτὰς δ' ἐκ δίφρου βαλέω. κατά θ' ἅρματα άξω: 8.404 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς 8.405 ἕλκε' ἀπαλθήσεσθον. ἅ κεν μάρπτῃσι κεραυνός: 8.406 ὄφρ' εἰδῇ γλαυκῶπις ὅτ ἂν ᾧ πατρὶ μάχηται. 8.407 Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι. 8.408 αἰεὶ γάρ μοι έωθεν ἐνικλᾶν ὅττι νοήσω: 8.409 ὡς ἔφατ', ὦρτο δὲ Ἶ̈ρις ἀελλόπος ἀγγελέουσα: 8.410 βῆ δὲ κατ' Ϊδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον : 8.411 πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο 8.412 ἀντομένη. κατέρυκε. Διὸς δέ σφ' ἔννεπε μῦθον: 8.413 πῇ μέματον. τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ῆτορ: 8.414 οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν : 8.415 ὧδε γὰρ ἠπείλησε Κρόνου παῖς. εἰ τελέει περ: 8.416 γυιώσειν μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους: 8.417 αὐτὰς δ' ἐκ δίφρου βαλέειν. κατά θ' άρματα άξειν. 8.418 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς 8.419 ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός: 8.420 ὄφρ' εἰδῇς γλαυκῶπι ὅτ' ἂν σῷ πατρὶ μάχηαι. 8.421 Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζεται. οὐδε χολοῦται: 8.422 αἰεὶ γάρ οἱ ἕωθεν ἐνικλᾶν ὅττι νοήσῃ: 8.423 ἀλλὰ σύ γ' αἰνοτάτη. κύον ἀδδεὲς, εἰ ἐτεόν γε 8.424 τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι: 8.425 ἣ μὲν ὰρ ὡς εἰποῦσ' ἀπέβη. πόδας ὠκέα ῖ̈ρις . Scholia to Iliad 8.400-8.425 Main scholia On Iliad 8.402: ‡ γυιώσωμεν σφῶϊν ὑφ ἅρμασιν ὠκέας ἵππους. ἐγκλητικὴ νῦν ἐστιν ἡ ἀντωνυμία τρίτου γὰρ προσώπου: τὰ δὲ τρίτα δυϊκὰ τό τε σφωὲ καὶ σφωῒν ἐγκλιτικά ἐστι ὅτε μέντοι δευτέρου γίνεται τοῦ σφῶϊν προπερισπᾶται: ὀρθοτονεῖται γὰρ τὸ γυιώσειν μὲν σφῶϊν ⁑ On Iliad 8.405: ἕλκε ἀπαλθήσεσθον ἐν τῇ ἑτέρα τῶν Ἀριστάρχου ἕλκε ἀπαλθήσονται καὶ μήποτε κρείττων τὰ ἕλκη ἀπαλθήσονται ⁑ On Iliad 8.406: ὄφρ' εἰδῇ ὅτι τῷ τοῦ Διὸς προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ί̈ριδος οὐκέτι ⁑ On Iliad 8.408: αἱεὶ γάρ μοι ἕωθεν ἐνικλᾶν όττι νοήσω: ἐνικλᾶν ἐμποδίζειν ἡ μεταφορὰ ἀπο τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων: οὕτως δὲ γραπτέον ὅττι κεν εἴπω οἶον κατακάμπτειν καὶ μὴ ἐὰν τὰ ὑπ εμοῦ εἰρημένα καὶ πάλιν ἑξῆς ἐν οῖς ἡ Ί̈ρις φησιν ὅττι κεν εἴπῃ γράφεται ⁑ On Iliad 8.411: πρώτῃσιν δὲ πύλῃσι: οὐχ ὡς καὶ ἄλλων οὐσῶν. ἀλλ' αντι τοῦ άκραι ὡς τὸ ἄξαντ' ἐν πρῴτῳ ῥυμῷ ἀντι τοῦ ἄκρῳ ⁑ On Iliad 8.415: εἰ τελεεἴ περ: ει ἀντι τοῦ ως ἵν' ᾖ σύμφωνον τὸ ῶδε γὰρ ἐξερέω τὸ δὲ καὶ τετελεσμένον ἔσται . αἱ δε Ἀριστάρχου δια τοῦ η . ἠ τελέει περ , καὶ γὰρ ὁ Ζεὺς φησὶ τὸ δὲ καὶ τετελεσμένον ἔσται ⁑ On Iliad 8.420-8.424: ὄφρ' εἰδῇς γλαυκῶπι. ἀθετοῦνται στίχοι πέντε ὅτι ἐκ τῶν ἐπάνω μετάκεινται ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ εᾷ ὁ Ζεύς καὶ ἀποσυνίσταται ἐπιεικὲς ὃν τὸ τῆς Ἴριδος πρόσωπον οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές ⁑ Intermarginal scholia On Iliad 8.408: Ἀρίσταρχος όττι κεν εἴπω ⁑ On Iliad 8.415: Ἀρίσταρχος δια τοῦ η ἠ τελέει περ ⁑ On Iliad 8.423: οὕτως σὺ διὰ τοῦ υ το δὲ ἀδεές δι ενὸς δ ὁ Ἀριστάρχος ⁑ Venetus A (Marciana 454 = 822), folio 109, recto Iliad 8.426-8.450 8.426 αὐτὰρ Ἀθηναίην Ἥρη προς μῦθον έειπεν: 8.427 ὦ πόποι αἰγιόχοιο Διὸς τέκος: οὐκέτ' ἔγωγε 8.428 νῶϊ, εῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν: 8.429 τῶν, ἄλλος μὲν ἀποφθείσθω . ἄλλος δὲ βιώτω 8.430 ὅς κε τύχῃ: κεῖνος δὲ τὰ ἁ φρονέων ἐνὶ θυμῷ 8.431 Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω ὡς ἐπιεικές: 8.432 ὡς ἄρα φωνήσασα, πάλιν τρέπε μώνυχας ἵ̈ππους: 8.433 τῇσιν δ' Ὧραι μὲν λῦσαν καλλίτριχας ἵ̈ππους: 8.434 καὶ τοὺς μὲν κατέδησαν ἐπ' ἀμβροσίῃσι κάπῃσιν: 8.435 ἅρματα δ' ἔκλιναν προς ενώπια παμφανόωντα: 8.436 αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζὸν 8.437 μίγδ' ἄλλοισι θεοῖσι: φίλον τετιημέναι ῆτορ. 8.438 Ζεὺς δὲ πατὴρ, Ἴ̈δηθεν ἐΰτροχον ἅρμα καὶ ἵ̈ππους 8.439 Οὔλυμπον δὲ δίωκε, θεῶν δ' ἐξίκετο θώκους: 8.440 τῷ δὲ καὶ ἵππους μὲν λῦσεν κλυτὸς ἐννοσίγαιος: 8.441 ἅρματα δ' ἂμ βωμοῖσι τίθει κατα λῖτα πετάσσας: 8.442 αὐτὸς δὲ χρύσειον ἐπι θρόνον εὐρύοπα Ζεὺς 8.443 ἕζετο. τῷ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' Ὄλυμπος : 8.444 αἱ δ' οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη 8.445 ἥσθην. οὐδέ τι μιν προσεφώνεον, οὐδ' ἐρέοντο: 8.446 αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνι φρεσὶ. φώνησέν τε: 8.447 τίφθ' οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη : 8.448 οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ 8.449 ὀλλῦσαι Τρῶας . τοῖσιν κότον αἰνὸν ἔθεσθε: 8.450 πάντως οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι. Scholia to Iliad 8.426-8.450 Main scholia On Iliad 8.429: ‡ τῶν: αλλος μὲν ἀποφθείσθω : ὅταν εἰς τὴν ἀξίαν ἀτενίση. τῶν θεῶν: τότε φασὶν αὐτοὺς μὴ κινεῖσθαι τῆ περι θνητῶν ὡς οὐδε ἂν ἡμεῖς περι μυρμήκων: ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγωδεῖ συμμαχίας καὶ θεομαχίας παραγων ⁑ On Iliad 8.434: κάπῃσιν⁚ φάτναις παρὰ τὸ ἐν αυταῖς ἱσταμένους τοὺς ἵππους κάμπτειν ὅ εστιν ἐσθίειν ⁑ On Iliad 8.435: προς ενώπια παμφανόωντα: βραχὺ διασταλτέον ἐπι τὸ προς ενώπια ἵνα ᾖ ἅρματα παμφανόωντα : ἰστὲον δὲ ὅτι τὰ ὀχήματα ἅρματα λέγει ⁑ On Iliad 8.439: Οὔλυμπον δὲ δίωκε ὅτι κυρίως διώκειν λέγεται, ὅταν προφεύγη τίς νῦν δὲ ἐπι τοῦ συντόνως ἐλαύνοντος ⁑ On Iliad 8.441: ἅρματα δ' ἀν βωμοῖσι Χρύσιππος ὑφ ἓν προφέρεται: ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ προπερισπᾶ: λέγει γοὖν καὶ ἀλλαχοῦ χρύσειοι δ' ἄρα κοῦροι ἐϋδμήτων ἐπι βωμῶν χρὴ μέντοι γινώσκειν ὅτι δια τοῦ μ γράφεται, κὰν παράθεσις ᾖ ὁμοίως τὸ ἀμ φόνον ἀν νέκυας τὸ δὲ αιτιον εν τοῖς περι ορθογραφίας εἴρηται ⁑ On Iliad 8.441: κατα λῖτα: μετὰπλασμός ἐστιν ἔνθεν βαρύνεται: επεὶ πᾶσα αιτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς α λήγουσα βαρύνεται ὑπεσταλμένης τῆς τινά ἀπαθὴς , δια τὸ εὐφυᾷ διφυᾶ καὶ τὰ τοιαῦτα: τὸ δὲ εξῆς ἐστι καταπετάσας καὶ καλύψας λιτῷ περιβολαίω ⁑ On Iliad 8.444: αἳ δ' οἶαι Διὸς προς τὴν καθέδραν ὅτι ἑκατέρωθεν τοῦ Διὸς Ἥρα καὶ Ἀθηνά : On Iliad 8.448-8.449: οὐ μέν θην: τινὲς ἐν ερωτήσει καὶ περι τῆς προτέρας νοοῦσι μάχης οἷον οὐκ απήρκεσεν ὑμῖν ἐκεῖνα : οἱ δὲ ἐν αποφάσει καὶ περι τῆς νῦν κερτομικῶς: On Iliad 8.448: οὐ μέν θην κάμετόν γε: ὅτι Ζηνόδοτος γράφει καμέτην διὰ τοῦ η ἀντι τοῦ ἕκαμον : τὸ δὲ κάμετον , προς τὸ πρόσωπον ἀντι τοῦ εκάμετε ὃ καὶ συμφωνεῖ ⁑ On Iliad 8.450-8.451: πάντως οἷον ἐμόν γε μενος καὶ τὰ ἑξῆς: εἰ δε τοῦ πάντων μείζονος, θεοῦ δύναμις φησὶ τηλικαύτη ὑπάρχει ὡς μηδὲ ὑπὸ πάντων τῶν θεῶν δύνασθαι καταγωνισθῆναι ⁑ Interlinear scholia On Iliad 8.439@δίωκε: ήλαυνε: On Iliad 8.441@λῖτα: ἀντὶ τοῦ λιτόν Intermarginal scholia On Iliad 8.441: οὕτως Αρισταρχος βωμοῖσι ⁑ On Iliad 8.450-8.451: ἀντι τοῦ ἐκ παντὸς τρόπου οὐκ άν με τρέψειαν ⁑ Interior scholia On Iliad 8.428: ὅτι τινὲς γράφουσι σὺν τῷ ν κακῶς On Iliad 8.435: ὅτι τὰ oχήματα ἅρματα λέγουσι: Venetus A (Marciana 454 = 822), folio 109, verso Iliad 8.451-8.478 8.451 οὐκ άν με τρέψειαν ὅσοι θεοί εἰς' ἐν Ὀλύμπῳ : 8.452 σφῶϊν δὲ, πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα. 8.453 πρὶν πόλεμόν τ' ἰ̈δέειν. πολέμοιό τε μέρμερα ἔργα: 8.454 ὧδε γὰρ ἐξερέω. τό δε κεν τετελεσμένον ῆεν: 8.455 οὐκ ὰν ἐφ' ὑμετέρων ὀχέων. πληγέντε κεραυνῷ. 8.456 ὰψ ἐς Ὄλυμπον ΐκεσθον. ἵν' ἀθανάτων ἕδος ἐστίν: 8.457 ὡς ἔφαθ', αἱ δ`' ἐπέμυξαν Ἀθηναίη τὲ καὶ Ἥρη . 8.458 πλησίαι αἵ γ' ήσθην: κακὰ δὲ Τρώεσσι μεδέσθην. 8.459 ἤτοι Ἀθηναίη ἀκέων ἦν. οὐδέ τι εἶπε 8.460 σκυζομένη. Διὶ̈ πατρὶ: χόλος δέ μιν ἄγριος ῄρει: 8.461 Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον. ἀλλὰ προσηύδᾱ: 8.462 αἰνότατε Κρονίδη . ποῖον τὸν μῦθον ἔειπες: 8.463 εὖ νῠ καὶ ἡμεῖς ἴ̈δμεν, ὅ τοι σθένος οὐκ αλαπαδνον: 8.464 ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων 8.465 οἵ κεν δὴ κακὸν οῖτον ἀναπλήσαντες ὄλωνται 8.469 τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς : 8.470 ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα 8.471 ὄψεαι αί κ' ἐθέλῃσθα βοῶπι πότνια Ἥρη 8.472 ὀλλύντ' Ἀργείων πουλὺν στρατὸν αἰχμητάων; 8.473 οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ . 8.474 πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλείωνα 8.475 ἤματι τῷ. ὅτ ἂν οἱ μὲν ἐπὶ πρύμνῃσι μάχωνται 8.476 στείνει ἐν αἰνοτάτῳ περι Πατρόκλοιο θανόντος: 8.477 ὡς γὰρ θέσφατόν ἐστι: σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω 8.478 χωομένης: οὐδ' εἴ κε, τὰ νείατα πείραθ' ΐκηαι Scholia to Iliad 8.451-8.478 Main scholia On Iliad 8.455: οὐκ ἂν ἐφ ὑμετέρων οχέων πληγέντε: ὅτι ἀρσενικῶς τὸ δυϊκὸν ἐσχημάτισται πληγέντε ἀντι τοῦ πληγεῖσαι . καὶ Ἡσίοδος προλιπόντ' ἀνθρώπων ἐπι Αἰδοῦς καὶ Νεμέσεως ἀντι τοῦ προλιποῦσαι ⁑ On Iliad 8.470: ἠοῦς δή, : ὅτι Ζηνόδοτος γράφει ἄας δη καὶ μᾶλλον ἀντι τοῦ ἐσαύριον ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική: Interlinear scholia On Iliad 8.454@τό-κεν: ίξ Intermarginal scholia On Iliad 8.454: ἐν αλλω καί κεν τετελεσμενον έπλεν ⁑ On Iliad 8.460: παρα το ἐπεισάγειν το ἐπισκυνιον⁚ On Iliad 8.463-8.465: ὅτι ἐντεῦθεν ἄνω μετάκεινται ⁑ On Iliad 8.471: ἐν αλλω ἢν ἐθέλῃσθα ⁚ On Iliad 8.474: ἐγερθῆναι ⁑ Interior scholia On Iliad 8.459: ὅτι ἀντὶ τοῦ ακέουσα On Iliad 8.463: γράφεται οὐκ επιεικτόν ⁚ On Iliad 8.476: γράφεται πεσόντος ⁚ Venetus A (Marciana 454 = 822), folio 110, recto Iliad 8.479-8.503 8.479 γαίης καὶ πόντοιο: ἵ̈ν' Ϊαπετός τε Κρόνος τε 8.480 ήμενοι. οὔτ' αὐγῇς Ὑπερίονος Ἠελίοιο 8.481 τέρποντ', οὔτ' ἀνέμοισι: βαθὺς δέ τε Τάρταρος ἀμφίς: 8.482 οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη: οὔ σευ, ἔγωγε 8.483 σκυζομένης ἀλέγω: ἐπεὶ οὐ σέο κύντερον ἄλλο: 8.484 ὡς φάτο, τὸν δ' οὔ τι προσέφη λευκώλενος Ἥρη : 8.485 ἒν δ' ἔπεσ' Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο 8.486 ἕλκον νύκτα μέλαιναν ἐπι ζείδωρον ἄρουραν: 8.487 Τρωσὶν μέν ῥ' ἀἕκουσιν ἔδυ φάος: αὐτὰρ Ἀχαιοῖς 8.488 ἀσπασίη. τρίλλιστος, ἐπήλυθε νὺξ ἐρεβεννή: 8.489 Τρώων δ' αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ 8.490 νόσφι, νεῶν ἀγαγὼν. ποταμῷ ἐπι δινήεντι. 8.491 ἐν καθαρῷ. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος: 8.492 ἐξ ἵ̈ππων δ' ἀποβάντες ἐπὶ χθόνα. μῦθον ἄκουον. 8.493 τόν ῥ' Ἕκτωρ ἀγόρευε Διῒ φίλος: ἐν δ' άρα χειρὶ 8.494 ἔγχος ἔχ' ἑνδεκάπηχυ. πάροιθε δὲ λάμπετο δουρὸς 8.495 αἰχμὴ χαλκείη: περὶ δὲ χρύσεος θέε πόρκης: 8.496 τῷ ὅ γ' ἐρεισάμενος, ἔπεα Τρώεσσι μετηύδα 8.497 κέκλυτέ μευ Τρῶες . καὶ Δάρδανοι . ἠδ' ἐπίκουροι: 8.498 νῦν ἐφάμην νῆας τ' ὀλέσας καὶ πάντας Ἀχαιοὺς , 8.499 ὰψ ἀπονοστήσειν προτὶ Ί̈λιον ἠνεμόεσσαν: 8.500 ἀλλα πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα 8.501 Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης: 8.502 ἂλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ: 8.503 δόρπά τ' ἐφοπλισόμεσθα: ἀτὰρ καλλίτριχας ἵππους Scholia to Iliad 8.479-8.503 Main scholia On Iliad 8.478-8.479: ‡ γαίης καὶ πόντοιο: δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν: ηπείρων εν αῖς κατοικοῦμεν ⁑ On Iliad 8.480: Ὑπερίονος : τοῦ ἡλίου ἥτοι ὅτι Ὑπερίνος ἐστι καὶ Θειας παῖς ὡς Ἡσίοδος ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ ἡ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ὧν καὶ καὶ περιπολῶν τὸν κόσμον δια τούτου γὰρ τὰ όλα συνέχεται ⁑ On Iliad 8.485: ἐν δ' ἕπεσ' Ὠκεανῷ : ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ωκεανοῦ ἀνίσχοντα λέγει τὸν ἥλιον , εξ ηρωϊκοῦ δὲ οὐκέτι ⁑ On Iliad 8.488: ἀσπασίη τρίλλη̈στος : ὅτι τὰ τρία ἐπι πλήθους τάσσει τρίλλιστος οὖν πολυλιτάνευτος ⁑ On Iliad 8.491: ἐν καθαρῶ, ὅθι δή. ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις πρὸς Ἴστρον ⁑ On Iliad 8.501: Ἀργείους καὶ νῆας: ὅτι Ζηνόδοτος γράφει ἐπεὶ Διὸς ἐτράπετο φρήν , ἐξ ἄλλου δὲ στίχου τὸ ἡμιστίχιον ἐστι νῦν ἀναρμόστως προστεθειμένον, οὐ γὰρ κατα Διὸς προαίρεσιν νὺξ ἐγένετο ⁑ Intermarginal scholia On Iliad 8.478-8.479: εἷς τω Τιτάνων On Iliad 8.480: τοῦ ὑπερ ημᾶς οντος ηλίου⁚ On Iliad 8.491: ἀμέτοχος ην και καθαρος On Iliad 8.496: γράφεται έπεα πτερόεντ' ἀγόρευε ⁚ On Iliad 8.499: ὅτι θηλυκῶς τὴν Ιλιον ⁑ Interior scholia On Iliad 8.488: πλεονάζει τὸ λ ὁ πολυλιτάνευτος⁚ On Iliad 8.503: ὅτι Ζηνοδοτος γράφει εφοπλιζεσθον συγχει δὲ τὸ δυικόν ⁑ Venetus A (Marciana 454 = 822), folio 110, verso Iliad 8.504-8.528 8.504 λύσαθ' ὑπ' ἐξ οχέων, παρα δέ σφισι βάλλετ' ἐδωδήν: 8.505 ἐκ πόλιος δ' ἄξεσθε βόας καὶ ἴ̈φια μῆλα 8.506 καρπαλίμως. οἶνον δὲ μελίφρονα οἰνίζεσθε, 8.507 σῖτόν τ' ἐκ μεγάρων. ἐπι δὲ ξύλα πολλὰ λέγεσθε, 8.508 ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης 8.509 καίωμεν πυρὰ πολλά: σέλας δ' εἰς οὐρανὸν ἵ̈κῃ, 8.510 μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ 8.511 φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νῶτα θαλάσσης: 8.512 μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι: 8.513 ἀλλ'' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πεσσός 8.514 βλήμενος ἠ ἰ̈ῷ ἠ ἔγχεϊ ὀξυόεντι. 8.515 νηὸς ἐπιθρῴσκων: ἵνα τις στυγέῃσι καὶ ἄλλος 8.516 Τρωσὶν ἐφ' ἱ̈πποδάμοισι φέρειν πολύδακρυν Ἄρηα : 8.517 κήρυκες δ' ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων: 8.518 παῖδας προθήβᾱς , πολιοκροτάφους τε γέροντας 8.519 λέξασθαι προτι ἄστυ θεοδμήτων ἐπὶ πύργων: 8.520 θηλύτεραι δὲ γυναῖκες, ἐνι μεγάροισιν ἑκάστη 8.521 πῦρ μέγα καιόντων: φυλακὴ δέ τις ἔμπεδος ἔστω. 8.522 μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων: 8.523 ὧδ' ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω: 8.524 μῦθος δ' ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω: 8.525 τὸν δ' ἠοῦς Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω: 8.526 εὔχομαι ἐλπόμενος Διί̈ τ' ἄλλοισίν τε θεοῖσιν 8.527 ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους. 8.528 οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν: Scholia to Iliad 8.504-8.528 Intermarginal scholia On Iliad 8.512: ὅτι ἀντὶ τοῦ μη ῥαδίως μήπως χωρὶς πουδῆς ⁑ On Iliad 8.515: γράφεται νηὸς αποθρώσκων ⁚ On Iliad 8.521: ἀντὶ τοῦ καιέτωσαν ⁑ On Iliad 8.526: οὕτως ἡ γραφὴ εὔχομαι ἐλπόμενος οὐ τὸ ἐναντίον ⁑ Interior scholia On Iliad 8.505: ὅτι οὐ μέλλοντα σημαίνει τὸ άζεσθαι αλλ' εν ἴσω τῷ ἄγετε ⁑ On Iliad 8.513: καὶ μέχρις οἵκου κατάσχοι τὴν πληγήν ⁑ On Iliad 8.517: ὅτι ἀντὶ ἀγγελλέτωσαν ⁑ Exterior scholia On Iliad 8.519: περι ἄστυ Venetus A (Marciana 454 = 822), folio 111, recto Iliad 8.529-8.557 8.529 ἀλλ'' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς: 8.530 πρωῒ δ' ὑπ' ἠοῖ οἱ συν τεύχεσι θωρηχθέντες, 8.531 νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα : 8.532 εἴσομαι εἴ κέ μ' ὁ Τυδείδης κρατερὸς Διομήδης 8.533 πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται: ἤ κεν ἐγὼ τὸν 8.534 χαλκῷ δῃώσας, ἔναρα βροτόεντα φέρωμαι: 8.535 αὔριον ἣν ἀρετὴν διαείσεται. εἴ κ' ἐμὸν ἔγχος 8.536 μείνῃ ἐπερχόμενον: ἀλλ' ἐν πρώτοισιν, ὀΐω 8.537 κείσεται οὐτηθεὶς, πολέες δ' ἀμφ' αυτὸν ἑταῖροι 8.538 ἠελίου ἀνιόντος ἐς αύριον: εἲ γὰρ ἐγὼν ὣς 8.539 εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα 8.540 τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων : 8.541 ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισιν : 8.542 ὁς Ἕκτωρ ἀγόρευ'. ἐπὶ δὲ Τρῶες κελάδησαν: 8.543 οἱ δ`' ἵ̈ππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱ̈δρώοντας: 8.544 δῆσαν δ' ϊμάντεσσι παρ' ἅρμασιν οἷσιν ἕκαστος: 8.545 ἐκ πόλιος δ' ἄξοντο βόας καὶ ἴ̈φια μῆλα 8.546 καρπαλίμως: οἶνον δὲ μελίφρονα οἰνίζοντο 8.547 σῖτόν τ' ἐκ μεγάρων. ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο: 8.553 οἱ δὲ μέγα φρονέοντες, ἐπὶ πτολέμοιο γεφύρας 8.554 εἴατο παννύχιοι. πυρὰ δέ σφισι καίετο πολλά: 8.555 ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφι σελήνην 8.556 φαίνετ' ἀριπρεπέα: ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ. 8.557 ἔκ τ' έφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι: Scholia to Iliad 8.529-8.557 Main scholia On Iliad 8.532: ‡ εἴσομαι: ὅτι τὸ εἴσομαι πολλὰ σημαίνει νῦν μὲν γνώσομαι. ἐν ἄλλοις δὲ πορεύσομαι. εἴσομαι ἐξ ἁλόθεν . καὶ ἀντι τοῦ ἐφάνη εἴσατο ὡς ὅτε ἐρινεός : On Iliad 8.535-8.537: αὔριον ἣν ἀρετην: ὅτι ἡ τούτους δεῖ τοὺς τρεῖς στίχους μένειν οἷς τὸ ἀντίσιγμα παράκειται, ἢ τοὺς ἑξῆς τρεῖς οἷς αἱ στιγμαὶ παράκεινται : εἰς γὰρ τὴν αὐτὴν γεγραμμένοι εἰσὶ διάνοιαν: ἐγκρίνει δὲ μᾶλλον ὁ Ἀρίσταρχος τοὺς δευτέρους δια τὸ καυχηματικωτέρους εἶναι τοὺς λόγους ὁ δε Ζηνόδοτος τοὺς πρώτους τρεῖς οὐδὲ ἔγραφεν τὰ αὐτὰ δὲ λέγει περι τῶν στίχων τούτων ὁ Δίδυμος ἃ καὶ ὁ Ἀριστόνικος : δι ὃ οὐκ εγράψαμεν τὰ Διδύμου ⁑ On Iliad 8.538-8.539: εἰ γὰρ ἐγὼν ὣς, οὕτως δια τοῦ εἶ τὸ εἲ γὰρ ἐγὼν ὥς καὶ τὸ ἀγήρως δια τοῦ ω ⁑ On Iliad 8.545: ἐκ πόλιος δ' ἀκάχοιντο. τὸ ἄξαντο οὐ τὸν μέλλοντα σημαίνει ἀλλ αντι τοῦ ἄγοντο ⁑ On Iliad 8.553: οἱ δὲ μεγα φρονέοντες ἐπι πτολέμοιο γεφύρη προηγουμένως μὲν τοῖς εξῆς συναπτέον, τὸν γὰρ τόπον ἐν ᾧ ἡ τοῦ πολέμου συμβολῆ γίνεται γέφυραν εἶπε πολέμου ἢ τὰς διαβάσεις αὐτὰς αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο: λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν ἵν' ᾖ περίφρασις πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ ὁ δὲ λόγος μέγα φρονοῦντες ἐπι τῷ πολέμῳ τουτέστι τῷ κεκρατηκέναι κατὰ τὸν πόλεμον ⁑ On Iliad 8.555: ὡς δ' ὅτ' ἐν οὐρανω ἄστρα φαεινὴν ἀμφὶ σελήνην οὕτως οὐ τὴν τότε οὖσαν φαεινήν ἀλλὰ τὴν καθόλου φαεινήν : ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησὶ καὶ οὐκ Ὀλύμπῳ ⁑ On Iliad 8.557: ἔκ τ' ἔφανεν πᾶσαι: ἀθετεῖται ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφάνειαν: καὶ ὁ ἑξῆς δὲ συναθετεῖται αὐτῷ ἐκεῖ γὰρ αἰφνίδιον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφανέντος: ἐνταῦθα δὲ παρατεταμένην νηνεμίην κατ' εὐδίαν: οὐκ εφέροντο δὲ οὐδὲ παρα Ζηνοδότῳ . ἠθέτει δὲ καὶ Ἀριστοφάνης ⁑ On Iliad 8.557: πρώονες: ὡς σώφρονες. τὸ γὰρ πρῶνες πληθυντικὸν διηρέθῃ . καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη ⁑ Interlinear scholia On Iliad 8.535@κ': α Intermarginal scholia On Iliad 8.553: γράφεται γεφύρη ⁑ Interior scholia On Iliad 8.545: τελος Exterior scholia On Iliad 8.538: αἲ γαρ εῖ Venetus A (Marciana 454 = 822), folio 111, verso Iliad 8.558-9.title 8.558 καὶ νάπαι: οὐρανόθεν δ' ὰρ ὑπερράγη ἄσπετος αἰθήρ. 8.559 πάντα δὲ τ' εἴδεται ἄστρα: γέγηθε δέ τε φρένα ποιμήν: 8.560 τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων 8.561 Τρώων καιόντων πυρὰ φαίνετο Ἰ̈λιόθι πρό: 8.562 χίλι' ὰρ ἐν πεδίῳ πυρὰ καίετο: πὰρ δὲ ἑκάστῳ 8.563 εἵατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο; 8.564 ἵ̈πποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας 8.565 ἑσταότες παρ' ὄχεσφιν. ἐΰθρονον Ἠῶ μίμνον: 9.1 Ὡς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: αὐτὰρ Ἀχαιοὺς 9.4 ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰ̈χθυόεντα 9.2 θεσπεσίη ἔχε φύζα. φόβου κρυόεντος ἑταίρη. 9.3 πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι: 9.5 βορέης καὶ Ζέφυρος . τώ τε Θρῄκηθεν ἄητον 9.7 κορθύεται: πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν. 9.6 ἐλθόντ' ἐξαπίνης: ἄμυδις δέ τε κῦμα κελαινὸν: 9.8 ὡς ἐδαΐζετο θυμὸς ἐνι στήθεσσιν Ἀχαιῶν : 9.9 Ἀτρείδης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ῆτορ. 9.title ΙΛΙΑΔΟΣ Ι Scholia to Iliad 8.558-9.title Main scholia On Iliad 8.560: ‡ τόσσα μεσηγὺ νεῶν. ἡ διπλῆ ὅτι τῷ ὡς ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ τόσσα ποσότητος ὂν δηλωτικόν: διὸ καί τινες γράφουσιν ὡς τα μεσηγὺ νεῶν . τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει τὸ δ' ἀνταποδιδόμενον τὸ τοῦ πληθους παρεμφαίνει: καὶ ὅτι οὐ τὸν Σκάμανδρον Ξάνθον καλεῖ ἀλλα δια τῶν εξῆς ὃν Ξάνθον καλέουσι θεοὶ ἄνδρες δὲ Σκάμανδρον ⁑ On Iliad 8.562: χίλι αρ: ὅτι Ζηνόδοτος γράφει μύρια ἐπιφέρει δὲ ἐν δὲ ἑκάστω εἵατο πεντήκοντα σέλᾳ ὥστε γίνεσθαι μυριάδας πεντήκοντα ἐὰν δὲ γράφηται χίλια πέντε μυριάδας συμφώνως διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἑλλήνων συνἵστησιν ⁑ On Iliad 8.563: εἵατο πεντήκοντα σέλαι πυρος: παρ ἑκάστη δὲ σέλα πυρὸς, τουτέστι παρ εκάστη δὲ πυρᾷ πεντήκοντα ἐκαθέζοντο ἄνδρες ἐκ τούτων δ' ἄνδρες ἐκ τούτων δ' ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων ὅτι πέντε μυριαδες ἦσαν ⁑ On Iliad 9: Ἡ Ι τῆς Ἱλιάδος ἐπιγράφεται Λιτη ὅτι Ἀγαμέμνων Νέστορος συμβουλεύσαντος προς τὸν Ἀχιλλέα ἄνδρας λίσσεσθαι ἔπεμψεν ἀρίστους. Φοίνικα . Ὀδυσσέα . Αίαντα ⁑ On Iliad 9.1: ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: καλῶς εἶπεν: οἱ μὲν γὰρ Τρῶες τὰς φυλακὰς εἶχεν ἵνα μὴ φύγωσιν οἱ Ἡελλήνες δια νυκτός, οἱ δὲ Ἕλλενες εἴχοντο ὑπο τοῦ δέους ⁑ On Iliad 9.2: θεσπεσίη ἔχε φύζα: φύζα σημαίνει τὴν μετα. δέους φυγὴν ὅθεν καὶ φυζακινῇς ἐλάφοισι : νῦν δὲ ἔκπληξις: ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν: ὁ κρυόεις δὲ ὁ φόβος ὁ ψυχρὸς: τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδηότας : ὅρα δὲ τὸ ἀντίθετον. πῶς ἐνι ῥήματι ἐδήλωσε Τρῶες ἔχον Ἄχαιοὺς εχε ⁑ On Iliad 9.3: πενθεϊ δ' ατλήτω βεβοληατο: ἔνιοι βεβλήατο ,καὶ Ζηνόδοτος οὕτως ἐπι δὲ τῆς κατα ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει. ἐπι δὲ τῆς κατα σῶμα πληγῆς οὐκέτι οὕτως : τὸ βεβολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο, δινήεντα . καὶ τὸ ῆ ρα νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν ⁑ On Iliad 9.4: ὡς δ' ἄνεμοι δύο: καλῶς δύο ἀνέμους παρέλαβεν ταράσσοντας τὸ πέλαγος ἵνα καὶ δύο πάθη ψυχῆς παραστήση ὡς φησὶν εἰωθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ: οὕτω καὶ οἱ Ἑλληνες ἐταράσσοντο ὑπο τῶν δύο χαλεπωτάτῶν παθῶν λύπης τε καὶ φόβου ⁑ On Iliad 9.5: Βορέης καὶ Ζέφυρος , ἤτοι συναπτεον ἄητον ἐλθόντ' ἐξαπίνης, ἢ ὑποστικτεον ἀνυποκρήτως ἐπι τὸ ἄητον ἵν ᾖ τὸ ἑξῆς Βορέης καὶ Ζέφυρος ἐξελθόντες ἐξαπίνης: πῶς δὲ αμφοτέρους ἐκ Θρακης φησὶ πνεῖν τοῦ μένα Βορέου ἐξ άρκτου τοῦ δὲ ἐκ δύσεως πνέοντος: ῥητέον οὖν ὅτι ἡ τῶν Θρακῶν γῆ ἐπι πολὺ διηνεκεῖ καὶ σιγματοειδῶς κεῖται τῇ θεά μέχρι τῆς δύσεως: ἀφ εκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον: οἱ δὲ φασὶν ὅτι συλληπτικῶς πέφρακας τῷ γὰρ ἑταίω συμβεβηκός καθ εκατέρων κεῖται μόνος γὰρ ὁ Βορέας ἀπο Θρᾴκης πνεῖ ⁑ On Iliad 9.6: ἄμυδις: Νικίας καὶ Πάμφιλος . δασύνουσι τὸ αμυδις ἐπεὶ παρα τὸ ἅμα ἐγένετο: ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν: πολλοὶ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον καθ ὅτι φασὶ φιλεῖ πῶς, τὰ ἀπο δασέων πῶς πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι ἡμέρα ἦμαρ , ἡδονὴ ἦδος πρόδηλον δὲ κακ τῆς συναλιφῆς, πάντ' ἄμυδις κεφαλῆς : ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν. καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο ᾗ διὰ τοῦ υ ἐξηνέχθησαν: ἐχρῆν οὖν αμάδις τι εἶναι ὡς χαμάδις τροπῆ δὲ τοῦ α ἐγένετο εἰς τὸ υ ὡς τὸ σάρκες σύρκες . καὶ ἐπεὶ Αιολικη ἡ τροπῆ καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα ⁑ On Iliad 9.7: πολλὸν δὲ παρὲξ ἄλλα: τὸ παρὲξ παρα τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστι καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. διὸ καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ εξ παρεκ μέγα τειχίον αὐλῆς , ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς εξ προθέσεως ἐσθ ὅτε καὶ τῆς παρα . ἀλλα παρὲξ τὴν νῆσον ἐλαύνετον : ὡς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ . ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά ἵνα ᾖ ἕξω ἁλός. ἄλλοι δὲ τὴν παρα κυρίως κεῖσθαι ἵνα γένηται παρ' ἅλα φῦκος: καὶ τὴν εξ συντάσσεσθαι πρὸς τὸ ἔχευεν ὅπερ καὶ βέλτιον παρ' αλὶ φυκὸς ἐξέχευαν: μετα γοῦν τῆς διά οὖσα ἡ εξ οὐ τρεπει τὸ ξ διέκ σωλῆνος εἰς ἄγγος . Τυραννίων δὲ ἓν μέρος λόγου ήκουσεν ἵν ᾖ ἐπίρρημα καὶ βαρύνει καὶ ἔχει λόγον, ὡς Ἡρωιδιανος ὡς ἔνα παρεξ τοῦ Σκυθικοῦ ἔθνους: παρα δε τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθέσεις ‡ Interlinear scholia On Iliad 9.1: οὑτως μὲν οἱ Τρῶες ἐφύλασσον: On Iliad 9.2: θεῖα πολλη On Iliad 9.2: ἐκράτει On Iliad 9.2: φυγή On Iliad 9.2: φρικτου καὶ φοβεροῦ On Iliad 9.2: συνεργος φίλη: On Iliad 9.3: ανυπομονήτω On Iliad 9.3: σὺ εἴχοντο On Iliad 9.7: κορυφοῦται καὶ αὔξεται On Iliad 9.7: βρύον On Iliad 9.7: ἐξέβρασεν On Iliad 9.8: ἐσκορπίζετο Intermarginal scholia On Iliad 8.563: ὑπῆρχον⁚ On Iliad 9.4: Ἀριστοφάνειος ἀνέμω δυϊκῶς On Iliad 9.4: σφοδρότεραι γὰρ αἰφνίδιοι τῶν ἀνέμων ἐμβολαί ⁑ On Iliad 9.9: ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπι ψυχῆς λέγει: Interior scholia On Iliad 9.7: διχῶς καὶ δια τοῦ α Exterior scholia On Iliad 9.9: γράφεται διήκει Venetus A (Marciana 454 = 822), folio 112, recto Iliad 9.21-9.10 9.21 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο. καί με κελεύει 9.16 ὡς ὃ βαρὺ στενάχων ἔπε' Ἀργείοισι μετηύδᾱ: 9.28 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν: 9.22 δυσκλέᾰ Ἄργος ϊκέσθαι: ἐπεὶ πολὺν ὤλεσα λαόν: 9.27 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν: 9.15 ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. 9.19 σχέτλιος: ὃς πρὶν μέν μοι, ὑπέσχετο καὶ κατένευσεν 9.20 Ἴ¨λιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι: 9.14 ἵ̈στατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος, 9.32 Ἀτρείδη : σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι 9.23 οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι: 9.26 ἀλλ' ἄγεθ'. ὡς ἂν ἐγὼ εἴπω. πειθώμεθα πάντες: 9.29 Ὡς ἔφαθ', οἳ δ`' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: 9.33 ἡ θέμις ἐστὶν ἄναξ ἀγορῇ. σὺ δὲ μή τι χολωθῇς: 9.18 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ: 9.30 δὴν δ' ἄνεῳ, ἦσαν τετιηότες υἷες Ἀχαιῶν : 9.13 ΐζον δ' εἰν ἀγορῇ τετιηότες: ἀν δ' Ἀγαμέμνων . 9.25 ἠδ`' ἔτι καὶ λύσει. τοῦ γὰρ κράτος ἐστὶ μέγιστον: 9.34 ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι 9.12 μὴ δὲ βοᾶν: αὐτὸς δὲ μετα πρώτοισι πονεῖτο: 9.24 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα 9.31 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης . 9.11 κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον. 9.17 ὦ φίλοι: Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: 9.10 φοίτα, κηρύκεσσι λιγυφθόγγοισι κελεύων Scholia to Iliad 9.21-9.10 Main scholia On Iliad 9.14: ‡ ἵστατο δακρυχέων: ὅτι Ζηνόδοτος γραφει μετ Ἀργείοισιν ἔειπεν ὦ φίλοι Ἀργείων περιῄρηκεν δὲ πάντα τὰ κατα τὴν παράθεσιν ἀναγκαία δὲ ἐστιν εἰς αὔξησιν ⁑ On Iliad 9.14: μελάνυδρος πολύυδρος. φύσει γὰρ μέλαν τὸ ὕδωρ, αλλα λαμπρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς ἢ τῷ βάθει. τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος ⁑ On Iliad 9.15: αἱγίλιπος. ἦς ἂν καὶ αἲξ ἀπολείπεται ἂν διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον. ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται: ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν : On Iliad 9.16: ὣς ὃ βαρὺ στενάχων ὅτι τινὲς γράφουσιν ὣς ὅγε δακρυχέων. δια τὸ ἀκαταλλήλως προς τὰ δάκρυα τὸ στενάχων ἀποδεδόσθαι, ἔστιν δὲ εν τῷ στενάχειν καὶ δακρύειν ἀπο προηγουμένου νοούμενον ⁑ On Iliad 9.17: ὦ φίλοι Ἀργείων : ἡ διπλῆ ὅτι ἐνθάδε γραπτέον πρὸς γὰρ τοὺς ἀρίστους, οὐ προς τὸ πλῆθος ὁ λόγος. ὅτ ἂν δὲ ἀπόπειραν τῷ πλήθει προσάγη προςφυέστερον γράφεται ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος διασταλτέον δὲ ἐπι τῷ φίλοι δια τὴν ἀντέμφασιν, ἑαυτῷ μὲν γὰρ προσφιλεῖς Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει ⁑ On Iliad 9.18: Ζεύς με μέγα: ὅτι μέγα δεῖ γράφειν ἀντι τοῦ μεγάλως ὡς σάφα ἀδόκιμος δὲ πάνυ ἡ μετα τοῦ ς μέγας ⁑ On Iliad 9.19: σχέτλιος: ὅτι νῦν οὕτως γραπτέον ὃς τότε μέν μοι ἀναφέρει γὰρ ἐπι τὸ πρώην κατα τὸν ὄνειρον. ἐν εκείνοις μέν τοι ὃς πρίν μέν μοι χρόνια γὰρ ἐσημαινεν τὰ κατὰ τὴν πρώτην εξ Ὀδυσσείας τῶν Ἑλλήνων ⁑ On Iliad 9.23: οὕτω που Διῒ μέλλει: ἀθετοῦνται στίχοι τρεῖς ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ Ἀποπείρα . νῦν δὲ οὐκ αποπειρᾶται. ἀλλα περὶ ἀποστάσεως ἀληθῶς λέγει ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν ⁑ On Iliad 9.29: ὡς ἔφαθ': ὅτι Ζηνόδοτος ῆρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, ἀλλ ἕνεκα τοῦ κατ άλλους τόπους φέρεσθαι: τοιοῦτος δέ ἐστιν ἐπι τῶν διφορουμένων: τὴν δὲ συνέπειαν οὕτως ποιεῖ δυσκλέᾰ Ἄργος ϊκέσθαι ἥ τοι ὅ γ' ὡς εἰπὼν κατ αρ έζετο θυμὸν ἀχεύων: τοῖσι δ' ἀνισταμενος μετέφη κρατερός Διομηδης ⁑ On Iliad 9.29: ἀκή: ἄγη τίς ἐστιν, οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι: πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει ὡς καὶ τὸ βῆ δ' ἀκέων ἀντὶ τοῦ ἐκπλαγείς : ἢ ἀχή τίς ἐστὶ παρὰ τὴν ἀχανίαν ⁑ On Iliad 9.33: ἡ θέμις: ὡς νόμος ἐστιν ἐν ἐκκλησία τὸν βουλόμενον ἀκωλύτως λέγειν ὥσπερ ἐν δημοκρατεία : ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον ὡς νόμος ἐστὶν ἐκκλησίας μετα παρρησίας λέγειν: Σέλευκον μέντοι φασὶν ἐπι τὸ ἄναξ διαστέλλειν ⁑ On Iliad 9.34: ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας: περι τῆς δυνάμεώς μου ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενεστάτου. ἤτοι δὲ ἐν ἤθει λεγείν : τὴν μέντοι ἀναφορὰν ἔχειν ταῦτα ἐπι τὰ ῥηθέντα ὑπο Ἀγαμεμνονος ἐν τῇ δ ῥαψῳδία: ὥμοι Τυδέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο τί πτώσσεις ⁑ Interlinear scholia On Iliad 9.10: περίϊει On Iliad 9.11: καλοῦντας κηρύσσοντας: On Iliad 9.13: εκπεπληγμένοι λελυπημένοι ⁑ On Iliad 9.15: μέλαν On Iliad 9.30: πόλλῶ χρόνῳ ⁑ On Iliad 9.30: λυπούμενοι: On Iliad 9.32: ασυνετοῦντι: On Iliad 9.33: ὡς νομοῦ εστι : Intermarginal scholia On Iliad 9.11: τῶν ἀριστῶν δηλονοτι : On Iliad 9.32: Ἀρίσταρχος δια τοῦ η μαχήσομαι On Iliad 9.34: ὅτι τῶν κατα τήν ἐπιπώλησιν πλητικῶς εἰρημένων μέμνηται ⁑ On Iliad 9.34: τὸ ἐν Δαναοῖσιν ἴσως τίς ἀξιώσει τοῖς ἑξῆς συνάπτειν ἀλλ ου κατεπείγει ⁑ Interior scholia On Iliad 9.12: ὅτι τὸ πονεῖν ἀεὶ ἐπι τοῦ ἐνεργεῖν τίθησι νυκτὸς δὲ ούσης καὶ πλησίον ὄντῶν τῶν πολεμίων οὐ πάντας καλεῖ. ἵνα μήτις ταραχὴ γένηται ⁑ On Iliad 9.18: Αρισταρχος σὺν τῷ ς μέγας ⁑ On Iliad 9.19: Αρισταρχος ὃς τό τε μέν μοι: On Iliad 9.23: παρα Ζηνοδοτον οὐκ εφέροντο καὶ Αριστοφανος δὲ ἡθέτει: Exterior scholia On Iliad 9.14: δάκ On Iliad 9.13: δάκ Venetus A (Marciana 454 = 822), folio 112, verso Iliad 9.47-9.36 9.47 φευγόντων συν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. 9.46 εἰςόκε περ Τροίην διαπέρσομεν: εἰ δὲ καὶ αὐτοὶ. 9.49 Ἰ̈λίου εὕρωμεν: σὺν γὰρ θεῷ εἰλήλουθμεν. 9.51 μῦθον ἀγασσάμενοι Διομήδεος ἱ̈πποδάμοιο: 9.45 ἀλλ' ἄλλοι, μενέουσι κάρη κομόωντες Ἀχαιοὶ 9.50 Ὡς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν 9.44 ἑστᾶσ'. αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί: 9.59 Ἀργείων βασιλῆας. ἐπεὶ κατὰ μοῖραν ἔειπες: 9.57 ῆ μὴν καὶ νέος ἐσσὶ. ἐμὸς δέ κε, καὶ πάϊς εἴης, 9.58 ὁπλότατος γενεῇφιν : ἀτὰρ πεπνυμένα βάζεις 9.48 νῶϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθ'. εἰςόκε τέκμωρ 9.53 Τυδείδη . περὶ μὲν πολέμῳ ἒν, καρτερός ἐσσι. 9.55 οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοὶ . 9.56 οὐδὲ πάλιν ἐρέει: ἀτὰρ οὐ τέλος ί̈κεο μύθων: 9.52 τοῖσι δ' ἀνιστάμενος μετεφώνεεν ἱ̈ππότα Νέστωρ : 9.43 ἔρχεο: πάρ τοι, ὁδός: νῆες δέ τοι: ἄγχι θαλάσσης 9.54 καὶ βουλῇ μετα πάντας ὁμήλικας ἔπλευ, ἄριστος: 9.42 εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι: 9.35 φὰς, ἐμεν, ἀπτόλεμον καὶ ἀνάλκιδα, ταῦτα δὲ πάντα 9.40 δαιμόνι': οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν 9.41 ἀπτολέμους τ' έμεναι καὶ ἀνάλκιδας ὡς αγορεύεις: 9.37 σοὶ δὲ διάνδιχα δῶκε Κρόνου παῖς ἀγκυλομήτεω: 9.38 σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων: 9.39 ἀλκὴν δ' οὔ τοι δῶκεν. ὅ τε, κράτος ἐστὶ μέγιστον: 9.36 ἴ̈σασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες: Scholia to Iliad 9.47-9.36 Main scholia On Iliad 9.36: ‡ἴσας Ἀργείων : ὅτι Ζηνοδοτος γράφει ἠγήτορες ἢ δὲ μέδοντες: βελτιον δὲ καθολικώτερον γεγράφθαι καταλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα τ' ἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθ ἡλικίαν ἐπεὶ μικρῶ πρότερον ὁ Νέστωρ αὐτὸν ἐσεσώκει ἐν τῷ πολέμῳ: On Iliad 9.43: ‡ἔρχεο πάρ τοι ὁδός:: ὅτι ἀπο κοινοῦ τοῦ πάρ τοι ὁδὸς . τὸ πάρ εισι σοί, ὅπερ οὐ συνέντες τινὲς προστεθήκασι τὸν ἑξῆς ⁑ On Iliad 9.44: ἑστᾶσ', ἀθετεῖται, ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ ἐμφαντικώτερος ὁ λόγος γίνεται. ἐφορμῶσιν αἱ νῆες πορευσόμεναι. οἱ δὲ γράφουσιν νῆες μέν τοι ἀμφιέλισσαι , ὥστε παντελῶς ἀποκρίνεσθαι τὸν στίχον ⁑ On Iliad 9.46-9.47: εἰ δὲ καὶ αὐτοί φευγόντων: ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζήτηται: καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν ὑποστίζοντες ἐπι τῷ αὐτῷ: οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ ἐπέσσυται ὥστε νέεσθαι : εἶτα φευγόντων σὺν νηυσί ἀντὶ τοῦ φευγέτωσαν : ἄμεινον δὲ ὑφ' ἓν μὲν ἀναγινώσκειν: εἰ δὲ καὶ αὐτοί φευγόντων στίζειν δὲ ἐπὶ τὸ γαῖαν ἵνα λέγηται μὲν ἀποφατικῶς τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ: ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδας : εἴρηται γὰρ ὡς ὁ εἴ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικὴν ὡς ἐκεῖ, ἀλλ' εἴ τις καλέσειε θεῶν Θέτιν τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κειμένου. ὡς κακεῖ ἐξελθών τις ἴ̈δοι ἀντι τοῦ εἰδέτω : ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία : τάχα δὲ καὶ τὸ παρα τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρημα εἴα ἀπο τούτου γέγονε περιττεύοντος τοῦ α ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιῥρήματι: εἰ δ' ἄγε νῦν φίλε Φοῖβε : οὐδὲν γὰρ πλέον τοῦ αγε δὴ καὶ ἐνθάδε ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν ⁑ On Iliad 9.53: Τυδείδη περὶ μεν πολέμῳ ἒν καρτερός ἐσσι: εἰς ἄμφω τὸν βασιλέα ἐλοιδόρησε τούτοις αὐτὸν προύχειν εἰπών ἀλλ οὐ καθ ὑπεροχή. οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὐδὲ συνετώτατον ⁑ On Iliad 9.55: οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται: οὐδείς σου τὸν λόγον ἐκφαυλίσει καὶ μέμψεται: πῶς δὲ ὁ Νέστωρ τὸ τέλειον ἀποδοὺς τῷ Διομήδους λόγῳ λέγειν αὐτὸς ἐπιχειρεῖ, ῥητὲ δὲ ὅτι τῆς ὕβρεως τὴν μνημην καὶ Διομήδης πεποίηται καὶ Νέστωρ αὐτῷ τελείως γεγενῆσθαι μαρτυρεῖ. ὅπερ δε δεῖ πράσσειν ἐν τῷ καιρῷ Διομήδης παρέλιπεν κἀκεῖνος εἰσηγεῖται ⁑ On Iliad 9.56: οὐδὲ πάλιν ἐρέει: ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι λέγειν ἐμὸς ἂν παῖς εἴης , κατὰ τὴν ἡλικίαν πρὸς ἐπιτίμησιν τοῦ πολέμου: τὸ δὲ πάλιν οὐκ ἐστιν ἐκ δευτέρου ὡς ἡμεῖς, ἀλλ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ ἐναντίως ⁑ On Iliad 9.56: ἀτὰρ οὐ τέλος ἱ̈κεο μύθ' οὐ μὴν τελος ἐπέθηκεν τω λόγω σου. τὰ μὲν γὰρ προς τὸν βασιων δεόντως φησιν εἰρῆσθαι: ἐλλείπειν δὲ τα τῆς συμβουλῆς καὶ παρα φυλακῆς ἅτινα αὐτὸς ἀναπληροῖ ⁑ On Iliad 9.58: ἀτὰρ πεπνυμένα βάζεις: τὸ Ἀργείων βασιλῆας δύναται καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς: καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμφοτέροις: τοὺς Ἀργείων βασιλεῖς εἶπεν. ἢ περὶ βασιλέων. ἢ εἰς βασιλεῖς.εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο γίνεται βασιλεῖς βάζεις. εἴτε τοῖς ἑξῆς, γίνεται βασιλεῖς ἔειπες ⁑ On Iliad 9.57: ῆ μῆν καὶ νέος ἐσσὶ, ἡ συνήθεια στίζει μετὰ τὸ ἐσσί , τὸ δὲ εξῆς συνάπτει, ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν ἡ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος γενεῆφιν δῆλον ὅτι τὰ δια μέσου λεγόμενα. ἐμὸς δέ κε καὶ πάϊς εἴης τῆς ἐοικυίας διορθώσεως τεύξεται ⁑ Interlinear scholia On Iliad 9.35: εἰπῶν On Iliad 9.35: εἶναι: On Iliad 9.44: ι On Iliad 9.48: τέλοσ On Iliad 9.35: ι On Iliad 9.58: νεώτερος On Iliad 9.58: λειπὴ εκ On Iliad 9.58: φρονιμα On Iliad 9.58: λέγεις On Iliad 9.63: ἴ̈σασι Intermarginal scholia On Iliad 9.36: οὕτως Ἀρίσταρχος ἠμὲν νέοι ὴ δὲ γέροντες . γράφεσθαι δὲ φησι καὶ ἡγήτορες ὴ δὲ μέδοντες : On Iliad 9.39: τὸ ὅτε ἀντὶ τοῦ ὅπερ On Iliad 9.43: εὐμαρὴς ἔστι σοι ὁδός On Iliad 9.52: τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ⁑ On Iliad 9.47: ὅτι Ἀττικῶς ἀντὶ τοῦ φευγέτωσαν : On Iliad 9.58: γράφεται οπλοτερος On Iliad 9.57: δια τοῦ ε αἱ Ἀρισταρχος ἡμεν καὶ νέος ⁑ Interior scholia On Iliad 9.53: ὅτι τὸ περὶ ἀντὶ τοῦ περισσος : On Iliad 9.56: οὐ δε πάλιν ἐρέει οὐ δε αντερεί τοδε τέλος οὐκ επέθηκας τοῖς λόγοις: Venetus A (Marciana 454 = 822), folio 113, recto Iliad 9.79-9.60 9.79 Ὡς ἔφαθ'. οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον. ἢδ' ἐπίθοντο: 9.77 καίουσιν πυρὰ πολλά: τίς ἂν τάδε γηθήσειε: 9.71 πλεῖαί τοι οἴνου κλισίαι. τὸν νῆες Ἀχαιῶν 9.72 ἠμάτιαι Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι: 9.73 πᾶσά τοι ἔσθ' ὑποδεξείη: πολέεσσι δ' ἀνάσσεις: 9.74 πολλῶν δ' ἀγρομένων. τῷ πείσεαι. ὅς κεν ἀρίστην 9.78 νὺξ δ' ἧδ' ἠὲ διαρραίσει στρατὸν. ἠὲ σαώσει: 9.67 λεξάσθων παρὰ τάφρον ὀρυκτὴν. τείχεος ἐκτός. 9.83 ἀμφί τε Μηριόνην . Ἀφαρῆά τε, Δηΐπυρόν τε. 9.70 δαίνῡ δαῖτα γέρουσιν, ἔοικέ τοι. οὔ τοι ἀεικές: 9.81 ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμενα λαῶν: 9.82 ἠδ`' ἀμφ' Ἀσκάλαφον : καὶ Ϊάλμενον . υἷας Ἄρηος . 9.84 ἠδ`' ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον. 9.66 δόρπά τ' ἐφοπλισόμεσθα: φυλακτῆρες δὲ ἕκαστοι 9.76 ἐσθλῆς καὶ πυκινῆς. ὅτι δήϊοι ἐγγύθι νηῶν 9.80 ἐκ δὲ φυλακτῆρες συν τεύχεσιν ἐσσεύοντο 9.69 Ἀτρείδη : σὺ μὲν ἄρχε; σὺ γὰρ βασιλεύτατός ἐσσι. 9.75 βουλὴν βουλεύσῃ. μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς 9.68 κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι: αὐτὰρ ἔπειτα 9.65 ἀλ'λ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ: 9.62 μῦθον ἀτῑμήσει. οὐδὲ κρείων Ἀγαμέμνων : 9.63 ἀφρήτωρ. ἀθέμιστος. ἀνέστιός ἐστιν ἐκεῖνος. 9.64 ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος: 9.61 ἐξείπω, καὶ πάντα διΐξομαι: οὐδέ κε τίς μοι 9.60 ἀλλ' άγ' ἐγὼν; ὃς, σεῖο γεραίτερος εὔχομαι εἶναι Scholia to Iliad 9.79-9.60 Main scholia On Iliad 9.66: δόρπα τε ἐφοπλισόμεσθα Ἀρίσταρχος δια τοῦ α φυλακτῆρας , τοὺς φύλακας ⁑ On Iliad 9.61: διΐξομαι δασυντέον τὸ διΐξομαι ἀπο γὰρ τοῦ ἴ̈κω ἐγένετο, ἐπιφέρει γοῦν ἀτὰρ οὐ τέλος ΐκεο μύθων : On Iliad 9.63: ἀφρήτωρ ἄπολις καὶ συγγένειαν οὐκ έχων φατρία γὰρ ἡ συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλακῆς αδικος καὶ ἄνομος καὶ θηριώδης: ὅπου καὶ οἱ Κύκλωπες θεμιστεύουσι: καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν ⁑ On Iliad 9.70: δαίνυ δαῖτα γέρουσι: παρασκεύαζε τὴν ευωχίαν τοῖς ἐντίμοις. ἡ εφες τίασιν ἄγε τοὺς πρωταγωνιστάς ⁑ On Iliad 9.71: πλειαί τοι οἴνου κλισίαι: ὅτι πλεῖαι ἀντι τοῦ πλήρεις .πρὸς τὸ παρῴχηκε δὲ πλέω νὺξ ἀντι τοῦ πλήρης ⁑ On Iliad 9.73: πασά τοι ἐσθ' ὑποδεξείη : ὡς Ἀργείη , τὸ ει ἀκόλουθον ὄφειλεν εῖναι κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία, ταῦτα ἐν τῇ Προσῳδίᾳ . ἐν μέντοι τῇ Καθόλου οὕτως πᾶσά τοι ἐσθ' ὑποδεξίη:' ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι ἀγνοίᾳ μέντοι τ' ἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται: καὶ οὕτως ἔχει ἡ τῶν ἀντι φάνους παράδοσις αἱ δὲ Ἀριστάρχου οὕτως εἶχον διὰ τοῦ γάρ, πολέσιν γὰρ ἔχει δέ τι Ὁμηρικὸν , καὶ ἡ δια τοῦ δε ⁑ On Iliad 9.77: πασά τοι ἔσθ' ὑποδεξείη : πρὸς ὑποδοχὴν ηὐτρέπισταί σοι χορηγία: ἐπαίρει δὲ τὸν βασιλέα. εἰς τὸ μετέπειτα αὐτὸν ὑπ ήκον σχήσων ⁑ On Iliad 9.77: καίουσιν πυρὰ πολλὰ. προς ὑπακουστέον τὸ ορῶν καὶ βλέπων γελάση καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται καὶ ὅτι τὸ ἔξωθεν τὸ ϊδών ⁑ Interlinear scholia On Iliad 9.63: ἀδικος On Iliad 9.63: ἄνομος On Iliad 9.64: ἄοικος On Iliad 9.67: ἀντὶ περι On Iliad 9.76: συνετης On Iliad 9.75: παρωνομασί On Iliad 9.78: διαφερεῖ On Iliad 9.80: ἐξήεοσαν Intermarginal scholia On Iliad 9.64: ἐπιθυμεῖ ἡ λέξις Ϊωνικη On Iliad 9.67: γράφεται καὶ περὶ τάφρον On Iliad 9.73: Ἀρίσταρχος πολέσιν γὰρ ἀνάσσεις ⁑ On Iliad 9.76: οὕτως γράφεται ὅτι δήϊοι On Iliad 9.78: δι ενος ρ αἱ Ἀρισταρχου Interior scholia On Iliad 9.61: διελεύσομαι τα πράγματα ἁπαρχῆς μέχρι τελου On Iliad 9.63: κοινῆς φρατρίας καὶ συγγενίας μὴ μετέχων ἀπάνθρωπος ⁑ On Iliad 9.67: δια ταγήτωσαν ὅτι ἀντι τοῦ λεξάσθωσαν ⁑ On Iliad 9.72: ἀνα ἑκαστην ημεν ἢ δια μιᾶς ἡμέρας ⁑ On Iliad 9.75: χρεῖα κατὰ λαμβάνει: Exterior scholia On Iliad 9.73: ὑποδεξίη Venetus A (Marciana 454 = 822), folio 113, verso Iliad 9.99-9.88 9.99 σκῆπτρόν τ'. ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. 9.98 λαῶν ἐσσι ἄναξ: καί τοι Ζεὺς ἐγγυάλιξε 9.100 τώ σε χρὴ περι μὲν φᾶσθαι ἔπος, ἠδ' ἐπακοῦσαι: 9.103 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα: 9.104 οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει: 9.92 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο. 9.101 κρηῆναι δὲ καὶ ἄλλῳ ὅτ ἄ̆ν τινα θυμὸς ἀνώγῃ 9.102 εἰπεῖν εἰς ἀγαθόν: σέο δ' ἕξεται ὅττί κεν ἄρχῃ: 9.106 ἐξ έτι, τοῦ. ὅτε διογενεῦς Βρισηΐδα κούρην 9.89 Ἀτρείδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν 9.95 ὅ, σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: 9.97 ἐν σοὶ μὲν λήξω: σέο δ' ἄρξομαι. οὕνεκα πολλῶν 9.105 οἷον ἐγὼ, νοέω ἠμὲν πάλαι ἠδ' έτι καὶ νῦν: 9.107 χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας 9.96 Ἀτρείδη : κύδιστε: ἄναξ ἀνδρῶν Ἀγάμεμνον : 9.108 οὔ τι καθ' ἡμέτερόν γε νόον: μάλα γάρ τοι. ἔγωγε 9.85 ἓπτ' ἔσαν ἡγεμόνες φυλάκων: ἑκατὸν δὲ ἑκάστῳ 9.109 πολλ`' ἀπεμυθεόμην. σὺ δὲ σῷ μεγαλήτορι θυμῷ 9.90 ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. 9.93 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν 9.94 Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή: 9.87 καδ δὲ μέσον τάφρου καὶ τείχεος ί̈ζον ϊόντες. 9.91 οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴ̈αλλον: 9.86 κοῦροι ἅμ' ἔστειχον: δολὶχ' ἔγχεα. χερσὶν ἔχοντες: 9.88 ἔνθα δὲ πῦρ κείαντο τίθεντο δὲ δόρπον ἕκαστος: Scholia to Iliad 9.99-9.88 Main scholia On Iliad 9.: ἄριστον μὲν τὸ πρωϊνὸν ἔμβρωμα δόρπος δὲ τὸ νῦν ἄριστον ἢ δεῖπνον μεθ ὃ τὰ δόρατα ἔπαυον ⁑ On Iliad 9.99: σκῆπτρον τ' ἠδὲ θέμιστας ἵνα σφίσι βουλεύῃσθα: ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασιλέως δὲ καὶ τῶν θεμίστων κρατοῦντος. οὐδέπω γὰρ ἐχρῶντο γραπτοῖς νόμοις ⁑ On Iliad 9.97: ἐν σοὶ μὲν λήξω: σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήση: ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις πρότερον καταπτοήσας ⁑ On Iliad 9.102: σέο δ' έξεται: ήτοι ἐν τῇ σῇ ἐξουσίᾳ, ἔσται τὸ ἔργον τοῦτο δοκιμασαι. ἥ το τοῦ λόγου κατόρθωμα σόν ἐστιν εἰς σε γαρ ἀνενεχθήσεται: τὸ ἕξεται δασυντέον ἀπο γὰρ τοῦ ἕξω μέλλοντος δασυνομένου μέσος ἐστίν ⁑ On Iliad 9.88: τίθεντο δὲ δόρπον: ἕκαστος. δια τοῦ α δόρπα αἱ Ἀριστάρχου ἄκαιρος δὲ Ζηνόδοτος γράφων τίθεντο δὲ δαῖτα θάλειαν ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ τὴν ψυχὴν βεβλημένους ⁑ On Iliad 9.106: διογενεὺς: προπερισπωμένως ἀναγνῶμεν, συναίρεσιν γὰρ ἔπαθεν τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογενεῦς γενικῆς γάρ ἐστι πτώσεως ⁑ On Iliad 9.109: ἀπεμυθεόμην: ἀπηγόρευον ἐκώλυον: γράφεται δὲ καὶ ἀπεμυθευόμην ἵν ᾖ ἀπελογιζόμην ⁑ Interlinear scholia On Iliad 9.91: οἱ δὲ ἐπι τὰ έτοιμα βρώματα ἐξ έτεινον τὰς χείρας και ἤσθιον On Iliad 9.93: κατασκευάζειν: On Iliad 9.106: απ εκένοῦ τοῦ χρόνου εως τοῦ νῦν On Iliad 9.109: ἀπηγόρευον: Intermarginal scholia On Iliad 9.86: Ϊακῶς τὸ στεῖχον αἱ Ἀριστάρχου ἅμα στεῖχον : On Iliad 9.88: Ἀρίσταρχος μετὰ τοῦ α δόρπα : On Iliad 9.89: Ἀρίσταρχος γέροντας ἀριστέας : On Iliad 9.101: καὶ αλλου δε τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην: On Iliad 9.104: καὶ ἄλλον On Iliad 9.108: αντι τοῦ ου κατα τὴν εμὴν γνώμην: On Iliad 9.109: οὕτως Ἀρίσταρχος ἀπεμυθεόμην ⁑ Interior scholia On Iliad 9.89: Ἀρίσταρχος ἀριστέας ἠγεν Ἀχαιῶν ⁑ On Iliad 9.92: τὴν ἐπιθυμίαν ἐπλήρουν ⁑ Venetus A (Marciana 454 = 822), folio 114, recto Iliad 9.121-9.110 9.121 ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω: 9.118 ὡς νῦν τοῦτον ἔτισεν. ὄλεσσε δὲ λαὸν Ἀχαιῶν : 9.119 ἀλλ' ἐπεὶ, ἀ̄ᾰσάμην. φρεσὶ λευγαλέῃσι πιθήσᾱς. 9.120 ἂψ, ἐθέλω ἀρέσαι. δόμεναί τ' ἀπερείσι' ἄποινα: 9.129 Λεσβίδας . ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς. 9.133 μή ποτε τῆς, εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι 9.128 δώσω δ' ἑπτὰ γυναῖκας: ἀμύμονα ἔργ' εἰδυίᾱς 9.130 ἐξελόμην. αἳ, κάλλει ἐνίκων φῦλα γυναικῶν: 9.131 τὰς μέν οἱ, δώσω. μετα δ`' ἔσσεται, ἣν τότ' ἀπηύρων 9.132 κούρη Βρισῆος . καὶ ἐπι δὲ μέγαν ὅρκον ὀμοῦμαι 9.126 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο. 9.117 λαῶν ἐστιν ἀνὴρ, ὅν τε Ζεὺς κῆρι φιλήσῃ: 9.127 ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵ̈πποι: 9.125 οὔ κεν, ἀλήϊος εἴη ἀνὴρ. ᾧ τόσσα γένοιτο: 9.124 πηγοὺς. ἀθλοφόρους: οἳ ἀέθλια ποσσὶν ἄροντο: 9.122 ἑπτ`' ἀπύρους τρίποδας. δέκα δὲ χρυσοῖο τάλαντα. 9.123 αἴθωνας δὲ λέβητας, ἐείκοσι: δώδεκα δ' ἵππους 9.113 δώροισίν τ' ἀγανοῖσιν, ἔπεσσί τε μειλιχίοισι: 9.116 ἀ̄ᾰσάμην: οὐδ' αὐτὸς ἀναίνομαι: ἀντί νῠ πολλῶν 9.115 ὦ γέρον: οὔ τι ψεῦδος. ἐμὰς ἄτας κατέλεξας: 9.114 Τὸν δ' αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 9.134 ἡ θέμις ἀνθρώπων πέλει. ἀνδρῶν ἠδὲ γυναικῶν: 9.112 φραζώμεσθ', ὥς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν 9.111 ἠτίμησας. ἑλὼν γὰρ ἔχεις γέρας: ἀλλ' ἔτι καὶ νῦν 9.110 εἴξας. ἄνδρα φέριστον. ὃν ἀθάνατοί περ ἔτισαν Scholia to Iliad 9.121-9.110 Main scholia On Iliad 9.110: εἴξας, ὁ λόγος αίρει διαστέλλειν ἐπι τὸ εἴξας ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπι τὸ ἔτισαν ⁑ On Iliad 9.115: ὦ γερον φησίν: οὐδε ψευσάμενος τὰς ἐμὰς αδικιας ἀπηριθμήσω βλάψαι με βουλόμενος ὡς ῳήθης: ἐπι δὲ τὸ τέλος τοῦ στίχου στικτέον: τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς : On Iliad 9.116: ἀασάμην οὐδ' αὐτὸς ἀναίνομαι ἀντί νυ πολλῶν, ὅτι τὸ ἀντί ἐπι τοῦ ἴσου ἐστί, τὸ γὰρ λεγόμενον ἴσος ἐστι πολλοῖς ὁ εῖς ἀνήρ, ὅτ ἄν ῆ θεοφιλής ⁑ On Iliad 9.119: ἀλλ επεὶ ἀασάμην. ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ τοῦ Ἀχιλλέως , νῦν δέ με λευγαλέον θάνατον. ἐστι δὲ λευγαλέον τὸ ὀλέθριον παρα τὸν λυγόν ⁑ On Iliad 9.122: ἕπτ' ἀπύρους τοὺς μὴ εἰς πῦρ χρησίμους ἀλλ' αναθεματικοὺς καινουργίους τι οὐ κόσμοῦ χάριν τιθεμένους ἐν τῷ οἴκῳ ⁑ On Iliad 9.122: τάλαντα: τὰ νῦν εξακισχιλίων λέγει παρὰ Ἀθηναιοις . διαφόρως δὲ νοεῖται: ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαῖοις καὶ ὁ ποιητής δὲ δῆλον ἡμῖν τοῦτο ποιεῖ ἐν τῷ ἐπι ταφίῳ. Πατρόκλου λέγων ἱππεῦσι μὲν πρῶτα ποδώκεος ἀγλαὰ ἄεθλα θῆκ' ἠε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ' εἰδυῖα, καὶ τρίποδ' ὠτόεντα δύο καὶ εἰκοσί μετρον: τῷ πρώτω ἀτὰρ αὐτῷ δευτέρω ἵππον θῆκαν ἑξετε ἀδμήτην βρέφος ἡμίονον φορέουσαν. αῦτις δὲ τὸ τρίτον ἄπυρον κατέθηκε λέβητα: τῷ δε τετάρτῳ θῆκε χρυσοῖο δύο ταλαντα ⁑ On Iliad 9.122: εἰ γὰρ περι τοῦ ταλάντοῦ τῶν Ελληνῶν ἐστὶ βραχὺ τί τὸ τάλαντον τοῦ χρυσιου ἢν παρα τοῖς ὡς καὶ Διΐφιλος ἐν Αναγυρῳ βραχὺ τί ἐστι τάλαντον φησί: ταλαντον δὲ οὐ τάλαντον, ταυτα δὲ χρυσιου τάλαντα ⁑ On Iliad 9.125: ἀλήϊος: πένης ἄπορος ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν σιτόσπορον ἣν λήϊον καλεῖ ἠ ἀπο τοῦ μη εχειν λείαν: λείας δὲ λέγει τὰς ἀγέλας τῶν θρεμμάτων ⁑ On Iliad 9.128: δώσω δ' επτὰ γυναῖκας ἀμύμονα: ὅτι χωρὶς τοῦ ς γραπτέον: οὐ γὰρ ἐστι κατα τῶν γυναικῶν, ἀλλα κατα τῶν έργων. ὕστερον δὲ ἐπι τῶν γυναικῶν αἳ κάλλει ἐνίκων ⁑ On Iliad 9.129: Λεσβίδας : παρὰ Λέσβιοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς ήρας τεμένει λεγόμενον καλλίστεια : ἡ δὲ Λέσβος νῆσος ἐστιν εν τῳ Αἰγειω πελάγω πόλεις εχοῦσα πέντε, Ἄντισσαν Ἔρυσον : Μίθυμναν Πυπίαν Μιτυληνην ⁑ On Iliad 9.130: ἐξελόμην: Ἀρίσταρχος ψιλοῖ. καὶ πρόθεσιν παραδέχεται, ὥστε εἶναι έν μερος λόγου: On Iliad 9.131: τὰς μὲν οἱ δώσω: ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συναριθμεῖσθαι ἐν ταῖς επτὰ καὶ τὴν Βρισηΐδα ἔδοξεν. καὶ ἐν ἄλλοις γράφει. ἐκ δ' ἄγεν ἑπτὰ γυναῖκας. ἀμύμονα ἔργ' εἰδυίας ἓξ ἀτὰρ ἑβδομάτην Βρισηΐδα καλλιπάρηον ἐστι δὲ εκτὸς ἡ Βρισηΐς ⁑ On Iliad 9.133: μήποτε τῆς εὐνῆς ἐπιβήμεναι: ὅτι εξοθεν δεῖ λαβεῖν τὸ ἄρθρον: τὸ γὰρ τῆς νῦν, ἀντι τοῦ ταύτης παρείληπται: καὶ ἐστιν ὁ λόγος μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι ⁑ On Iliad 9.134: ἡ θέμις: τὸ η τὸ πρῶτον δασυντέον, ἐστι γὰρ ἰσοδυναμοῦν τὸ ως , δι ὃ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις: ὡς γὰρ λέγομεν ὥς τε γὰρ ἠ παῖδες νεαροὶ . οὕτως ἥ τε ξείνων θεμις ἐστι . τὸ δε ἠδέ ψιλωτέον: σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τὸ και ὁμοίως τῷ ἠδ' εὔφρονα καρπὸν ἀμεῖσθαι : βραχὺ δὲ διασταλτέον ἐπι τὸ πέλει : σαφέστερος γὰρ γίνεται ὁ νοῦς. ὅπερ ἐστιν ἔθος ἀνθρώποις , ἀνδράσι τε καὶ γυναιξίν ⁑ Interlinear scholia On Iliad 9.119: δινὰς ολεθρίας On Iliad 9.123: τοὺς πρὸς πύρ ἐπιτηδείους On Iliad 9.124: ἐυπαγεῖς εὐτραφεῖς On Iliad 9.124: γενναίους: On Iliad 9.125: πένης ἄπορος On Iliad 9.126: μεγαλοτίμου On Iliad 9.127: περιεποιήσαντο: Intermarginal scholia On Iliad 9.112: Αρίσταρχος πεπίθωμεν ἔστιν γὰρ πίθωμεν On Iliad 9.118: γράφεται έτισε δάμασσε δὲ λαὸν Ἀχαιῶν ⁑ On Iliad 9.128: Ἀρισταρχος μετα τοῦ ς αμύμονας ⁑ Interior scholia On Iliad 9.128: Αρισταρχος μετὰ του ς ἀμύμονας On Iliad 9.129: το αὐτο ὸ βελτιον ἐπι τοῦ Ἀχιλλέως ἄκουσον καὶ τοῖς ἄνω συναπτεον: On Iliad 9.132: Αρισταρχος κούρη Βρισηος επι δὲ μέγαν ορκον ὁμοῦμαι : Exterior scholia On Iliad 9.112: ἀρεσάμενοι πεπισθοιμεν Venetus A (Marciana 454 = 822), folio 114, verso Iliad 9.135-9.151 9.135 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὖτε 9.136 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι. 9.138 εἰσελθὼν. ὅτε κεν, δατεώμεθα ληΐδ' Ἀχαιοί : 9.139 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, 9.140 αἴ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. 9.137 νῆα, ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω 9.158 δμηθήτω: Ἀΐδης τοι ἀμείλιχος ἠδ' ἀδάμαστος: 9.156 καί οἱ, ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας: 9.157 ταῦτά κέ οἱ τελέσαιμι μεταλλήξαντι χόλοιο: 9.159 τούνεκα καί τε βροτοῖσι θεῶν, ἔχθιστος ἁπάντων: 9.141 εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης 9.142 γαμβρός κέν μοι ἔοι: τίσω δέ μιν ἶσον Ὀρέστῃ , 9.145 Χρυσόθεμις . καὶ Λαοδίκη : καὶ Ἰ̈φιάνασσα : 9.144 τρεῖς δέ μοί εἰσὶ θύγατρες ἐνι μεγάρῳ εὐ̈πήκτῳ. 9.143 ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνι πολλῇ: 9.146 τάων ἥν κ' ἐθέλῃσι. φίλην ἀνάεδνον ἀγέσθω 9.147 πρὸς οἶκον Πηλῆος . ἐγὼ δ' ἐπὶ μείλια δώσω 9.149 ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα: 9.148 πολλὰ μάλ'. ὅσσ' οὔ πω τις, ἑῇ ἐπέδωκε θυγατρί: 9.153 πᾶσαι δ' ἐγγὺς ἁλός νέαται Πύλου ἠμαθόεντος: 9.154 ἐν δ' ἄνδρες ναίουσι, πολύρηνες. πολυβοῦται. 9.155 οἵ κέ, ἑ, δωτίνῃσι θεὸν ὡς τιμήσουσι: 9.152 καλήν τ' Αἴπειαν . καὶ Πήδασον ἀμπελόεσσαν. 9.150 Καρδαμύλην . Ἐνόπην τε. καὶ Ϊρὴν ποιήεσσαν: 9.151 Φηράς τε ζαθέας. ἠδ' Ἄνθειαν βαθύλειμον. Scholia to Iliad 9.135-9.151 Main scholia On Iliad 9.137: ‡νῆα ἅλις, χρυσου: ὅτι παρετυμολογεῖ τὴν ναῦν ἀπο τοῦ νῆσαι ὅ ἐστι σορεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ ὀνόματα ἀπο τοῦ ἑτοίμου λαμβάνει Τερπιάδην τὸν Φήμιον ἀπο τοῦ τέρπειν τὸν κιθαρῳδὸν ὁ αὐτὸς ἄρα ποιητής ⁑ On Iliad 9.140: αἵ κε μετ Ἀργείην : ὅτι ἔνιοι ὑποτάσσουσι στίχον τὴν γὰρ ἀπ' αῦτις ἐγὼ δώσω ξανθῶ Μενελάῳ εὐήθως πάνυ ⁑ On Iliad 9.140: αἵ κε μετ Ἀργείην : οὐχ ὡς αἰχμάλωτον ἀλλ' ὡς πρεσβεύουσαν ἁπασῶν ἐν κάλλει ⁑ On Iliad 9.141: εἰ δέ κεν Ἄργος : ὅτι τὴν Πελοπόννησον Ἀχαιϊκὸν Ἄργος λέγει καὶ Ἴ̈ασον εἰ πάντες σε ἴδοιεν ἀν Ίασον Ἄργος : Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν ⁑ On Iliad 9.143: ὅς μοι τηλύγετος: ἀγαπητός μονογενής: μόνος γὰρ Ὀρεστης ἄρσην ἐγένετο τῶν Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας ⁑ On Iliad 9.143: θαλίη ἐνι πολλῇ: ἐν πολλῇ εὐωχίᾳ ἐν πολλοῖς ἀγαθοῖς, εἴπηται δὲ παρα τὸ θάλλειν τοὺς εὐωχουμένους: On Iliad 9.145: Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα : οικεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα τρία γὰρ συνέχει τὴν ἀρχήν. νόμος ὀρθός ἔπειτα κρίσις καὶ ἰσχύς: On Iliad 9.147: ἐπιμείλια δώσῳ: Ἀρίσταρχος ἓν μερος λόγου παρέλαβεν ὡς ἐπιφέρνια: Ἀπολλόδωρος δὲ διαλύει ἐπί εῖτα μείλια οὕτως δὲ καὶ Ἀλεξίων καὶ ἐστι τὸ ἑξῆς ἐπιδώσω μείλια: Τρύφων δὲ ζητεῖ περι τοῦ τόνου πότερον ὡς ποίμνια ἢ ὡς παιδία ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον πλέον εἶναι: σπάνιον δὲ τὸ παροξυνόμενον εἰ ούτως ὁρισαίμεθα τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα μὴ ὄντα ὑποκοριστικὰ εἰ ἔχοι τὴν τρίτην ἀπο τέλους φύσει μακρὰν. διὰ τοῦ ϊ ἐκφερομένην. ἤτοι μόνου ἢ. καὶ συν ετέρῳ φωνήεντι προπαροξύνεται Ἴλιον πόμνον σίγιον λείριον. αἴτιον: οὕτως καὶ μείλιον: σπάνια δὲ τὰ παροξυνόμενα ὥσπερ τὸ ἰνίον : τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον: On Iliad 9.148: ὅτι καὶ ὑπο τῶν πατέρων ἐπεδίδοτο ταῖς ἃ λέγει μείλια δέ εἰσὶν. οἷς μειλίσσονται τοὺς ἄνδρας τὴν πρόκα δὲ λέγει τὴν ἡδέως δια τι θεμένην τὴν ψυχὴν Ἀρίσταρχος δὲ ἐπιφέρνια: On Iliad 9.150: Ϊρήν : Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ ἱρήν : εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ϊδιότητα, ὥσπερ ἐδηλώσαμεν ἐπι τοῦ Ῥίπην τε Στρατίην τε Ὄρθην . ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπι τῶν εἰς ος καὶ πάλιν ἐπ εκείνων ἐλέγομέν τινα, ὁμοτόνως μένειν οὕτως καὶ ἐπι τούτων. καὶ ἐστιν ὁρίσασθαι τὰ μείναντα ἐπαίνων ὀνόματά ἐστὶν οὐκ ἀναστρέφοντος τοῦ κανόνος οὐ γὰρ τὰ ἐπι επαίνου μένει καὶ τῶν μὲν τρεπόντων ἀρήτη Ἀρήτη τῶν δὲ μεινάντων πινυτή μήτηρ δὲ πιστη Ἀγυή οὕτως καὶ Ϊρή ⁑ On Iliad 9.153: νέαται: ὡς κέαται: σημαίνει δὲ τὸ νεόνται γενόμενον παρὰ τὸ νῶ οὗ παράγωγον ναίω. ὅσοι δὲ παροξύνουσιν ὡς ἐπι τοῦ ἔσχαται : κατα τὸ νοητὸν παραλαμβάνουσιν: οὐδ' ἐνθάδε δὲ ὑγειῶς παροξύνουσιν, ὀφείλει γὰρ ὁμοτονεῖν τὸ νέατοι Ἀπολλώνιος δὲ δια τοῦ κ γράφει κέαται ⁑ On Iliad 9.156: καί οἱ ὑπὸ σκήπτρῳ καὶ ὑπ αυτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται: ὅσα δεῖ βασιλεα λαμβάνειν παρὰ τῶν ὑπηκόων εὐκόλως δώσουσι τοῦ τ έστι καὶ ὑποταγέντες αὐτῷ καὶ τὸ δίκαιον λαμπροὺς φόρους τελέσουσιν : ἡ διπλῆ δὲ ὅτι χρόνος ἐννήλακται τελέουσι ἀντι τοῦ τελέσουσιν ⁑ On Iliad 9.158: δμηθήτω: δια τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται : τὸν δὲ Άιδην ἀνελεήμονά φησίν ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημάτων δι ὅ καὶ συγγινώσκουσιν οἱ δὲ περι τῶν ἰδίων καὶ ἀλλοτρίων δι ὅ καὶ ἄκαμπτοι εἰσιν: ὅθεν οὐδεμιᾷ πόλει Άιδου βωμός ἐστιν Αἰσχύλος φησιν μόνος θεῶν θάνατος οὐ δώρων ἐρᾷ: οὐδ' άν τι θύων οὐδ' επισπευδων λάβοις, οὐδ' ἐστι βωμὸς οὐδ' επαγωνίζεται ⁑ On Iliad 9.159: τούνεκα καί τε βροτοῖσι φησὶν ὁ Ἀρίσταρχος ὅτι ενιοι ὑποτάσσουσι τούτῳ οὔνεκ' ἐπί κε λάβῃσι πέλωρ ἔχει οὐδ' ἀνίησι: οὐκ εῖναι δὲ ἀναγκαῖον ⁑ Interlinear scholia On Iliad 9.137: δαψιλῶς ϊκανῶς On Iliad 9.137: πληρωσατω σωρευσάσθω On Iliad 9.138: μεριζώμεθα On Iliad 9.138: τὰ λάφυρα On Iliad 9.141: γόνιμον λιπαρον On Iliad 9.143: εν πολλῆ ευωχία On Iliad 9.153: γράφεται και νάεται On Iliad 9.155: δωρεαῖς: On Iliad 9.136: ι On Iliad 9.158: δαμασθήτω ὑπειξάτω Intermarginal scholia On Iliad 9.143: ὅτι ἀγαπητὸς μόνος ἐπι ταῖς θηλείαις: On Iliad 9.145: ὅτι οὐκ οἰδεν τὴν παρα τοῖς νεωτεροις σφαγὴν Ἰφιγενείας On Iliad 9.148: ὅτι οὐ λέγει ὅτι πρῶτος επι δέδωκα On Iliad 9.153: ὅτι ἀντι τοῦ νέονται ἕνιοι δε ἀντὶ τοῦ ἔσχαται οὐκ εὖ ⁑ On Iliad 9.158: παρὰ Ζηνόδοτος και Αριστοφανης καμφθήτω: Interior scholia On Iliad 9.146: ὅτι εδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθένοις ⁑ On Iliad 9.155: Ἀρίσταρχos τιμήσονται ⁑ On Iliad 9.154: δια τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ Ἀριστάρχoυ ⁑ Exterior scholia On Iliad 9.154: πολύρρηνες Venetus A (Marciana 454 = 822), folio 115, recto Iliad 9.181-9.160 9.181 πειρᾶν. ὡς πεπίθοιεν ἀμύμονα Πηλείωνα : 9.165 ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν: οἵ κε τάχιστα 9.180 δενδίλλων ἐς ἕκαστον. Ὀδυσσῆϊ δὲ μάλιστα: 9.183 πολλὰ μάλ' εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ 9.178 ὡρμῶντ' ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρείδαο . 9.179 τοῖσι δὲ πόλλ`' ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ 9.175 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. 9.176 νώμησαν δ' ἄρα πᾶσιν. ἐπαρξάμενοι δεπάεσσιν: 9.174 αὐτίκα. κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. 9.177 αὐτὰρ ἐπεὶ σπεῖσάν τ'. ἔπιόν θ', ὅσον ἤθελε θυμός, 9.182 Τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης 9.166 ἔλθωσ' ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος : 9.164 δῶρα μὲν οὐκέτ' ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι: 9.172 ὄφρα Διῒ Κρονίδῃ ἀρησόμεθ'. αί κ' ἐλεήσῃ: 9.173 Ὡς φάτο. τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον έειπεν: 9.171 φέρτε δὲ χερσὶν ὕδωρ. εὐφημῆσαί τε κέλεσθε: 9.184 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο : 9.167 εἰ δ' ἄγε, τοὺς ἂν ἐγὼ. ἐπιόψομαι: οἳ δὲ πιθέσθων. 9.168 Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω. 9.169 αὐτὰρ ἔπειτ' Αἴας τε μέγας. καὶ δῖος Ὀδυσσεύς : 9.170 κηρύκων δ'. Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ' ἑπέσθων: 9.162 Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ : 9.163 Ἀτρείδη : κύδιστε: ἄναξ ἀνδρῶν Ἀγάμεμνον 9.161 ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι: 9.160 καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι Scholia to Iliad 9.181-9.160 Main scholia On Iliad 9.160: ‡ ὅσσον βασιλεύτερος ειμι: ὅτι τὸ ὅσσον οὐκ ἐστι πλήθους ἀλλ' ἀντὶ τοῦ καθ ὅσον εἰμὶ βασιλϊκότερος ⁑ On Iliad 9.164: διδοῖς ὡς ορθοῖς: οὑτως καὶ Ἀρίσταρχος καὶ γὰρ τὸ τρίτον εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ : On Iliad 9.167: οἱ δὲ βαρυτονητέον: δύο γὰρ μέρη λόγου ἀντι τοῦ οὗτοι δὲ. εἰσὶ δε οἳ προπεριέσπασαν οὐκ εὖ χρεία γάρ ἐστι τοῦ δὲ συνδέσμου, ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὡς συνετώτερος: ἔστιν δὲ λέγειν ὅτι κατ οικονομιαν ὑπελείφθην ἵνα ἂν ἀπο τύχωσιν οἱ περι Ὀδυσσείας αὐτὸς ὕστερον πείση: ἄτοπον γὰρ ἢν νῦν πρεσβεύειν τὸν Νέστορα : ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεῖσθῆναι: ἀδοξία δὲ ἤν Νέστορα μη δυνηθῆναι πεῖσαι: οἱ δὲ φασὶν ὅτι ἐπει δὴ ἐχθρὸς ἤν Ἀχιλλέως λοιδορήσας ἀντὸν πρὸς Ἀγαμέμνονα . τοὺς δε δ' ἔα φθινύθει ἕνα καὶ δύο ⁑ On Iliad 9.168: Φοίνιξ μὲν πρώτιστα: ὅτι ὁ Φοίνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα ὥστε μὴ συγχεῖσθαι δια τῶν ἑξῆς τὰ δυϊκά ⁑ On Iliad 9.169: αὐτὰρ ἔπειτ' Αἴας τὸ μέγας: ἡ διπλῆ ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντι χρονικοῦ παραλαμβάνει ἀντι τοῦ μετα ταυτα ὡς καὶ Ἑρμείας μὲν ἔπειτα : βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα εἶτα τὸν Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντι τοῦ δὴ συνδέσμου λαμβάνει ⁑ On Iliad 9.170: κηρύκων Ὀδίος τὲ καὶ Εὐρυβάτης : ὅτι οὐ τὸν Ἀγαμέμνονος ὑποληπτέον νῦν λέγεσθαι. ἀλλὰ τὸν Ὀδυσσέως : ἐπεὶ κὰν ἐξωργίσθη τῆς δι αὐτοῦ γενομένης ἀφαιρέσεως ὑπομνησθείς ⁑ On Iliad 9.180: δενδίλλων: ὅτι παρόντος τοῦ Φοίνικος . ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ. δι ὅ καὶ ἁρμόσει τὸ ἐς ἕκαστον πληθυντικῶς εἰς ἐνηνεγμένον. καὶ οὐκ εἰς ἑκάτερον ὅπερ ἐπι δύο τίθεται καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρημενον οὐ γὰρ παρὴν Φοῖνιξ ἐπεὶ καταισχύνεται διὰ τὸ Ὀδυσσῆϊ δὲ μάλιστα ⁑ On Iliad 9.182: τὼ δὲ βάτην: ὅτι ἐπι Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολήν οὗτοι δὲ μετα ταῦτα ζητοῦμεν δὲ εἰ καὶ Φοῖνιξ ἐστὶ πρεσβευτής. καὶ φασὶν. οἱ δύο πρεσβεύειν Αἴαντας καὶ Ὀδυσσέα Φοίνικος προεληλυθότος οὐκ εις τὸ πρεσβεύειν ἀλλ εἰς τὸ συλλαβέσθαι: καὶ δια τοῦτο ὁ ποιητής δυϊκῶς κέχρηται: καὶ χαίρετον ὦ φίλοι : ἔνιοι δὲ λέγουσιν συμπρεσβευκὲναι καὶ Φοίνικα καὶ οὐδὲν εἶναι τὸν Φοίνικα τὸν παρα τῷ ποιητῇ ἀριθμόν: πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι ὡς καὶ ἐπι τοῦ μὴ νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς εν Ὀλύμπῳ ἆσσον ϊόντες καὶ ὡς ἐπι τοῦ τὼ κούρω κριθέντε δύο καὶ πεντήκοντα ⁑ Interlinear scholia On Iliad 9.166: ι On Iliad 9.167: ἐπιλέξομαι On Iliad 9.172: ἀντὶ δία On Iliad 9.172: εὐξόμεθα On Iliad 9.173: ἀρέσκοντα On Iliad 9.177: ἔπιόντε Intermarginal scholia On Iliad 9.170: ἀντὶ ἐπέσθωσαν γράφεται δὲ καὶ χωρὶς τοῦ ν On Iliad 9.184: περισπαστεον δεύτερος γα ἀόριστος ἐστὶν ⁑ On Iliad 9.167: Ἀρίσταρχος εγὼ ἄλλοι δὲ ἐγών ⁑ Interior scholia On Iliad 9.165: πρέσβεις ἐπιλέκτους ἢ ἐξ ὀνόματα καλέσαντες. On Iliad 9.171: ὅτι συγκέκοπται ἀντι τοῦ φέρετε On Iliad 9.180: δια νεύων τοῖς ὀφθαλμοῖς On Iliad 9.182: ἐπεὶ παρα θάλασσαν ἐβάδιζον δια τοῦ το τὼ Ποσιδὼνι εὔχονται: Exterior scholia On Iliad 9.167: οἴ δε On Iliad 9.177: σπεῖσαν τε. πιον τε Venetus A (Marciana 454 = 822), folio 115, verso Iliad 9.185-9.196 9.185 Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱ̈κέσθην: 9.202 μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα 9.194 αὐτῇ συν φόρμιγγι. λιπὼν ἕδος ἔνθα, θάασσεν: 9.195 ὡς δ' αύτως Πάτροκλος , ἐπεὶ ἴ̈δε φῶτας. ἀνέστη: 9.203 ζωρότερον δὲ κέραιε: δέπας δ' έντυνον ἑκάστῳ: 9.205 Ὡς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ: 9.206 αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ. 9.189 τῇ ὅ γε θυμὸν ἔτερπεν. ἄειδε δ' ἄρα κλέα, ἀνδρῶν. 9.190 Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ 9.193 στὰν δὲ πρόσθ' αὐτοῖο. ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς 9.198 οἵ μοι σκυζομένῳ περ. Ἀχαιῶν φίλτατοί ἐστόν: 9.199 Ὣς ἄρα φωνήσᾱς. προτέρω ἄγε δῖος Ἀχιλλεύς : 9.207 ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καὶ πίονος αἰγὸς. 9.187 καλῇ δαιδαλέῃ. ἐπὶ δ' ἀργύρεον ζυγὸν ῆεν: 9.188 τὴν, ἄρετ' ἐξ ἐνάρων. πόλιν Ἠετίωνος ὀλέσσας: 9.200 εἷσεν δ' ἐν κλεισμοῖσι. τάπησί τε πορφυρέοισι: 9.201 αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα: 9.204 οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπ' έασι μελάθρῳ. 9.186 τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ 9.191 δέγμενος Αἰακίδην , ὁπότε. λήξειεν ἀείδων: 9.192 τὼ δὲ βάτην προτέρω: ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς : 9.197 χαίρετον: ῆ φίλοι ἄνδρες ἱ̈κάνετον ἦ τι μάλα χρεώ: 9.208 ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ: 9.209 τῷ δ' ἔχεν Αὐτομέδων . τάμνεν δ' άρα δῖος Ἀχιλλεύς . 9.196 τὼ καὶ δεικνύμενος προσέφη. πόδας ὠκὺς Ἀχιλλεύς : Scholia to Iliad 9.185-9.196 Main scholia On Iliad 9.187: γυζόν: ζυγὸς ὁ πῆχυς τῆς κιθαρας ᾧ ἔγκεινται οἱ κάλαμοι: οὕτω δὲ λέγονται οἱ πάσσαλοι ὧν ἐξάπτονται αἱ χορδαὶ παρὰ τὸ κεκολλῆσθαι: On Iliad 9.188: τὴν ἄρετ' ἐξ ενάρων: ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι ὥσπερ μέλλοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν ἀλλ ἐκ τῶν λαφύρων ἀνῃρῆσθαι ἁρμόνιον καὶ οὐκ ἄμουσον ⁑ On Iliad 9.188: ἄλλως, πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθαραν τὸν Ἀχιλλέα: ἀνοίκειον γαρ εἰς πόλεμον ήκοντα κιθάραν ἐπικομίζεσθαι. εὑρόντα οὖν φησὶν παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν ⁑ On Iliad 9.189: κλέα ἀνδρῶν: ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι οἱ γὰρ ἀοιδοὶ. δια τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον προσέθηκε δὲ τὸ ἀνδρῶν ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους ⁑ On Iliad 9.190: Πάτροκλος : δέ οἱ ὅτι οὐ μόνος ἐν τῇ κλισίᾳ: ἀλλα μόνος Αἰακίδην δεδεγμένος ἀντίος ἧστο καὶ γὰρ Αὐτομέδων ἐπι τῆς κλισίας ἦν ὁμοίως καὶ ὁ Φοῖνιξ ⁑ On Iliad 9.192: τὼ δὲ βάτην: ὅτι ἐπὶ Ὀδυσσέος καὶ Αἴαντος τὸ δυϊκόν παρόντος γὰρ τοῦ Φοίνικος ἀπίθανον λέγειν ἡγεῖτο δὲ δῖος Ὁδυσσεύς : On Iliad 9.193: ταφών Ϊωνικῶς λέγεται κατα τροπὴν τοῦ θ εἰς τὸ τ αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν. οἷον θαπών ταφών δευτέρου ἀορίστου ἀπο τοῦ θήπω ἐνεστῶτος καὶ τὰ ψιλὰ εἰς δασέα ὡς τὸ ἐπιορκῆσαι φησίν, οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας κατα αφαίρεσιν τοῦ α καὶ τροπῇ τοῦ θ εἰς τὸ τ Τάμμας λέγουσι Τάμμεω θυγατέρος Καλλίμαχος ἐν δευτέρῳ Αἰτίω ἐκ τῶν τάφων δὲ ἡ μεταφορά. καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκ πληττόμεθα τὸ μέλλον δεινόν ⁑ On Iliad 9.194: αὐτῇ σὺν φόρμιγγι στικτέον μετα τὸ φόρμιγγι ὡς ἔκπληξιν Ἀχιλλέως ὁ ῥᾶσθαι πεπηδηκότος σὺν τῇ κιθάρα τὸ ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι: τό τε ἀναπηδῆσαι σὺν αὐτῇ τῇ καθέδρα καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ τὴν κιθάραν συναντῆσαι: βέλτιον δὲ τὸ πρότερον ὥστε τοῖς ἄνω συνάπτειν ⁑ On Iliad 9.197: ἦ φίλοι ῆ τι μάλα χρεώ: ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον βεβαιωτικοὶ γάρ. ἡ διπλῆ δέ ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι πρὸς Ὀδυσσέα καὶ Αἴαντα . καὶ τὰ τῆς διαθέσεως οὐκ εμφαίνει συμπαρόντα τὸν Φοίνικα : οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπίδησεν ἢ ἐδεξιοῦτο ὡς αἰφνιδίως παραγενομένους ⁑ On Iliad 9.202: καθίστα: ὡς καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπι τῆς ἀποκοπῆς: εἰσὶ δὲ οἳ ἐκτείνουσιν ἀπὸ τοῦ ἵστω τὴν κλίσιν παραλαμβάνοντες: On Iliad 9.203: ζωρότερον τὸ ἄκρατον παρα τὸ μὴδέπω ἐσβέσθαι τὴν ἰσχὺν τοῦ οἴνου ὑπὸ τῆς τοῦ ὕδατος κράσεως ⁑ On Iliad 9.206: αὐτὰρ ὅ γε κρεῖον ὅτι Εὐφορίων κρεῖον τὸ κρέας ἐξεδέξατο. Ὅμηρος δὲ τὸ κρεοδόχον ἀγγίον: καὶ προς τὸ ἐν πυρὸς αὐγῇ τὸ ἀπο τοῦ πυρὸς φωτιζόμενον: κρεῖον δὲ ὡς θεῖον : γέγονε δὲ παρα τὸ κρέας ⁑ On Iliad 9.208: σιάλοιο: ἐντροφίου ἀπαλοτρεφοῦς ὡς ζατρεφέων ἁπαλῶν ἢ σεσιτευμένου ⁑ On Iliad 9.209: τῷ δ' ἔχεν: ὅτι Αὐτομέδοντος ὄντως κατὰ τὴν κλισίαν ἄνω εἶπεν Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἦστο ⁑ On Iliad 9.209: τῷ δ' ἔχεν: τὸν τῦφον ἐκβάλλει ἡμῶν ἑαυτῷ ὑπηρετούμενος Ἀχιλλεύς ⁑ Interlinear scholia On Iliad 9.188: ἐκ τῶν σκύλων: On Iliad 9.189: δόξας On Iliad 9.190: εκαθέζοντο On Iliad 9.197: φίλοι δή On Iliad 9.198: οργιζομένῳ On Iliad 9.199: εἰς τού μπροσθεν πρόσωτέρω: On Iliad 9.203: ἀκπρατότερον τινὲς θερμοτρου παρα τὴν ζέσιν: On Iliad 9.206: αγγεῖον On Iliad 9.208: λιπαροὺ On Iliad 9.209: ἐνόσω On Iliad 9.209: ἐκράτει, Intermarginal scholia On Iliad 9.191: γράφεται καὶ δεχόμενος δια τοῦ χ ⁑ On Iliad 9.196: γράφεται καὶ τούς On Iliad 9.198: καὶ ἐνθάδε τινὲς δυϊκος φιλτάτω: On Iliad 9.203: οὐ κέραιε χωρὶς τοῦ ρ μέμνηται καὶ Ἡρωδιανος : Interior scholia On Iliad 9.197: Παρμενισκος προ φερεν ϊκάνετον ἡμέτερον δὲ. On Iliad 9.204: νῦν σκηνῇ κυρίως δὲ οἴκῳ ⁑ Exterior scholia On Iliad 9.198: φίλτατοί ἐστον On Iliad 9.200: κλισμοῖσι Venetus A (Marciana 454 = 822), folio 116, recto Iliad 9.225-9.210 9.225 χαῖρ' Ἀχιλεῦ : δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευῆς 9.222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο: 9.224 πλησάμενος δ' οἴνοιο δέπας. δείδεκτ' Ἀχιλῆα : 9.219 τοίχου τοῦ ἑτέροιο: θεοῖσι δὲ θῦσαι ἀνώγει 9.212 αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη. καὶ φλὸξ ἐμαράνθη. 9.232 ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο 9.233 Τρῶες ὑπέρθυμοι. τηλεκλειτοί τ' ἐπίκουροι. 9.234 κειάμενοι πυρὰ πολλὰ κατα στρατόν: οὐδ' ἔτι φασὶ 9.223 νεῦσ' Αἴας Φοίνικι : νόησε δὲ δῖος Ὀδυσσεύς . 9.226 ἠμὲν ἐνι κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο 9.221 οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ί̈αλλον: 9.228 δαίνυσθ'. ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν: 9.229 ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες 9.227 ἠδὲ καὶ ἐνθάδε νῦν. πάρα γὰρ μενοεικέα πολλὰ 9.230 δείδιμεν: ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι 9.231 νῆας ἐϋσσέλμους. εἰ μὴ σύ γε δύσεαι ἀλκήν: 9.211 πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα. ἰ̈σόθεος φώς: 9.220 Πάτροκλον ὃν ἑταῖρον: ὁ δ' ἐν πυρὶ βάλλε θυηλάς: 9.217 καλοῖς ἐν κανέοισιν: ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς : 9.218 αὐτὸς δ' ἀντίον ί̈ζεν Ὀδυσσῆος θείοιο 9.216 Πάτροκλος μὲν σῖτον ἑλὼν. ἐπένειμε τραπέζῃ. 9.214 πάσσε δ' ἁλὸς θείοιο. κρατευτά̄ων ἐπαείρᾱς: 9.215 αὐτὰρ ἐπεί ῥ' ὠπτησε: καὶ εὶν ἑλεοῖσιν ἔχευεν: 9.213 ἀνθρακιὴν στορέσας. ὀβελοὺς ἐφ' ύπερθε τάνυσσε: 9.210 καὶ τὰ μὲν εὖ, μίστυλλε. καὶ ἀμφ' οβελοῖσιν ἔπειρε: Scholia to Iliad 9.225-9.210 Main scholia On Iliad 9.212: ‡ αὐτὰρ ἐπεὶ κατα πῦρ εκάη: ὅτι ἔν τισι γράφεται αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο παύσατο δὲ φλόξ : γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος ⁑ On Iliad 9.214: πάσσε δ' ἁλὸς θείοιο θείους κέκληκεν τοὺς ἅλας δια τὸ άσηπτα τηρεῖν τὰ πασθέντα ⁑ On Iliad 9.214: κρατουτάων τῶν βάσεων ὅ ἐστι τῶν λίθων ἐφ' ὧν οἱ οβελίσκοι τίθενται τῶν κρεῶν ὁπτωμενων : οἱ δὲ τῶν λαβων τῶν οβελίσκων εἶπον κακῶς : On Iliad 9.215: εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις ἤτοι μαγειρικοῖς: δασύνεται δέ ἀπο γὰρ τοῦ ἑλεῖν, ῆ ὅτι ἐξ ελείων ῥάβδων ἦσαν πεπλεγμέναι ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πημελῆς ⁑ On Iliad 9.219: θῦσαι ἀνώγει: ὅτι θῦσαι οὐ σφάξαι οὐ Τιμόθεος ὑπέλαβεν καὶ Φιλόξενος ὁμοίως τῇ ἡμετέρα, συνηθεία: ἀλλα θυμιᾶσαι, καὶ ὅτι θυηλάς τὰς ἐπιθυομενας ἀπαρχὰς καὶ ἐν Ὀδυσσείᾳ . ῆ ρα. καὶ ἄργματα θύσε θεοῖς αἰεὶ γενέτῃσιν . On Iliad 9.219: θῦσαι ἀνώγει ἀπάρξασθαι: δεισιδαίμων δὲ ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται καὶ ἀποπλεύσεσθαι λέγει αὔριον ἱρὰ Διῒ ρέξας καὶ χηλοῦ δ' ἀπο πῶμ' ἀνέῳγεν : On Iliad 9.220: θυηλάς: ὡς ἀπαρχὰς. τὰ δὲ δια τοῦ ήλη μονογενῆ ὑπερ δύο συλλαβὰς καὶ ὀξύνεται ὥσπερ τὸ γαμφηλή θυηλή καὶ βαρύνεται ὡς τὸ ἀνθήλη ⁑ On Iliad 9.222: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος: εἰς δύο στάσεις διεῖλε τὸν λόγον τὴν παρορμητικήν τραγῳδήσας τὰς συμφορὰς εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρόρμησιν, καὶ εἰς τὴν ἀλλοιωτικὴν ἦς μέρος τὸ ὑπαλλακτικὸν ἀντι γὰρ Ἀγαμέμνον τὴν στρατιὰν ἔλαβεν κυκλικώτερον δὲ κατακέχρηται τῷ στίχῳ δεδειπνικότων αὐτῶν πρὸ ολίγου οὐ γὰρ ἤρων δαιτός ⁑ On Iliad 9.222: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος φαίνονται καὶ παρ' Ἀγαμέμνονι πρὶν επι τὴν πρεσβείαν στείλασθαι δειπνοῦντες: φησὶ γοῦν αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός, ὡρμῶντ' ἐκ κλη̈σίης ἄμεινον οῦν εῖχεν ἄν φησὶν ὁ Ἀρίσταρχος ἐγέγραπτο ἂψ ἐπάσαντο ῆ ἐψ επάσαντο ἵν ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται: ἀλλ ὅμως ὑπο περιττῆς εὐλαβείας οὐδὲν μετέθηκεν ἐν πολλαῖς οὔτως εὑρὼν φερομένην τὴν γραφήν ⁑ On Iliad 9.223: νεὺσ' Αἴας Φοίνικι : διενεύσατο φησιν ὁ Αἴας τῳ Φοίνικι , εἰ καιρὸς ἐστι τῶν προς Ἀχιλλέα λόγων, ἐνόησε δὲ Ὀδυσσεύς On Iliad 9.224: πλησάμενος δ' οἴνοιο: προς τὸ ἔθος ὅτι πλήρη καὶ οὐκ ένα προύπινον ὀρέγοντες τὰ ποτήρια: δεῖ δε νοῆσαι ὅτι κατα τὸ σιωπώμενον ἑδέξατο ὁ Ἀχιλλεύς ἰδίως δε οὐχ ὑπέθεικε καί μιν φωνήσας ⁑ On Iliad 9.225: χαῖρ' Ἀχιλεῦ δαιτὸς μὲν ἐΐσης. οὐκ επιδευής ἠμὲν ἐνι κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο : ἠδὲ καὶ ἐνθάδε νῦν. τὸ ἑξῆς ἔστι δαιτὸς μὲν ἐΐσης οὐκ επιδευεῖς , ἀλ'λ οὐ δαιτὸς, ἐπηράτου ἔργα μέμηλεν: ἀλλὰ λίην μέγα πῆμα ἐκεῖνα γὰρ μεταξὺ τέθειται ἠμὲν ἐνι κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ καὶ ἐνθάδε νῦν οὕτως Ἡρωδιανός ⁑ On Iliad 9.225: χαῖρ' Ἀχιλεῦ : ὅτι προστιθέασι τὸ ς οὐκ ἐπιδευεῖς κακῶς: οὗτοι δὲ καὶ τὸ εξῆς περισπῶσιν ῆμεν ἐν κλισίῃ ἵν' ᾗ ῆμεν ἐτυγχάνομεν: Ἀρίσταρχος δὲ χωρὶς τοῦ ς ⁑ On Iliad 9.226: ἡμὲν ἐνι κλισίῃ. δια τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς οὐ προθεπαρευσας: ῥητέον οὖν. ὅτι εἴ τε ἐν δεικνύμενος Ἀχιλλεῖ ὅτι πρώτερον ὑβρίσας ϊκετης καθέστηκεν: ῆ πάνυ ῥητορικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους καὶ τῇ τραπεζη δυσωπῶν καὶ μονονουχὶ τοῦτο λέγων ὡς ὁμόσιτος αὐτῷ δι ἡμῶν γεγενῆσθαι καὶ γὰρ ἐκείνοῦ καὶ σοῦ μετεσχήκα τραπέζης ⁑ On Iliad 9.230: ἐν δοιῇ: ἐν δισταγμῷ ἐν διχοστασίᾳ περισπαστέον δέ. δοτικὴ γὰρ ἀκόλουθος εὐθείαι τῆ δοιός οὐ τὸ θηλυεαι δοιή ⁑ On Iliad 9.223: ζητεῖται δέ διὰ τί προαρπαζει τὸν λόγον ὁ Ὀδυσσευς ῥητέον δὲ ὅτι καὶ μα εἰκότως: οὐ δε γὰρ μία ἢν ἐλπὶς προ ἀπο τυχόντων τῶν οἱ κείων αυτου ἐβούλετο δὲ προ ἐκκενώσας τὴν ὀργην ἀναγκάσαι τί τοῖς οἰκείοις προσδοθῆναι χάριτος ⁑ Interlinear scholia On Iliad 9.214: τῶ βάσεῶν On Iliad 9.220: τὰς ἀπαρχάσ On Iliad 9.221: βρώματα On Iliad 9.228: ἐπιθυμητῆς On Iliad 9.230: εν δισταγμῶ On Iliad 9.231: ἀναλάβεις τὴν δυνάμιν σου ⁑ On Iliad 9.232: τὸν αὐλισμὸν ἐποίησαν ἐστρατοπαιδεύσαντο ⁑ Intermarginal scholia On Iliad 9.214: Ἀρισταρχος ἀπαείρας ἀπο τῶν κρατευτάων άρας ⁑ On Iliad 9.222: άμεινον φησὶν εἶχεν Αρισταρχος εἰ ἐγέγραπτο ὰψ επάσαντο ⁑ On Iliad 9.225: γράφεται εῖς ⁑ Interior scholia On Iliad 9.215: ἐν αλλω ἔθηκεν: Exterior scholia On Iliad 9.225: δευεῖς: Venetus A (Marciana 454 = 822), folio 116, verso Iliad 9.236-9.253 9.236 Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων 9.254 τέκνον ἐμὸν. κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη 9.242 αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός: αὐτὰρ Ἀχαιοὺς 9.241 στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα: 9.246 φθίσθαι ἐνὶ Τροίῃ , ἑκὰς Ἄργεος ἱπποβότοιο: 9.235 σχήσεσθ', ἀλ'λ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 9.239 ἀνέρας. οὐδὲ θεούς: κρατερὴ δέ ἑ λύσσα δέδυκεν. 9.256 ἴ̈σχειν ἐν στήθεσσι: φιλοφροσύνη γὰρ ἀμείνων: 9.257 ληγέμεναι δ' ἔριδος κακομηχάνου. ὄφρά σε μᾶλλον: 9.250 ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν: ἀλλὰ πολὺ πρὶν 9.255 δώσουσ' αἴ κ' ἐθέλωσι. σὺ δὲ μεγαλήτορα θυμὸν 9.258 τίωσ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες: 9.237 ἀστράπτει: Ἕκτωρ δὲ μέγα, σθένεϊ βλεμεαίνων 9.238 μαίνεται ἐκπάγλως. πίσυνος Διῒ , οὐδέ τι τίει 9.240 ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν: 9.244 ταῦτ' αἰνῶς δείδοικα κατα φρένα: μή οἱ ἀπειλὰς 9.247 ἀλλ`' ἄνα: εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν 9.251 φράζευ, ὅπως Δαναοῖσιν ἀλεξήσηις κακὸν ἦμαρ: 9.243 δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. 9.245 ἐκτελέσωσι θεοὶ: ἡμῖν δὲ δὴ αἴσιμον εἴη 9.248 τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ 9.252 ὦ πέπον: ῆ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς 9.249 αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται: οὐδέ τι μῆχος. 9.259 ὡς ἐπέτελλ' ὁ γέρων. σὺ δὲ λήθεαι: ἀλλ' τι καὶ νῦν 9.253 ἤματι τῷ: ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε: Scholia to Iliad 9.236-9.253 Main scholia On Iliad 9.236: ‡ἐνδέξια: Ἀρίσταρχος ὑφ' ἓν μέρος λόγου τὸ ἐνδέξιᾳ ἐπι τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν: ὁ δὲ Ἀσκαλωνίτης κατα παρολκὴν παραλαμβάνει τὴν ἔν πρόθεσιν ὥστε εἶναι δεξιὰ σήματα φαίνων: ἅμεινον δὲ τὸ πρότερον ⁑ On Iliad 9.238: οὐδέ τι τίσι: εὐτελίζει φησὶν οὐ μόνον ἀνθρώπους: ἀλλὰ καὶ θεους, τῆ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν ⁑ On Iliad 9.239: λύσσα: μανία τὸ ἐναντίον αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται: εἴρηται δὲ παρα τὸ λύειν τὸν νοῦν: ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν ἔπαινος ⁑ On Iliad 9.240: ἠῶ δίαν: τὴν ἠῶ κατ' αἰτιατικὴν πτῶσιν περισπαστέον καὶ τὴν αἰδῶ οὐ μὴν καὶ τὸ Λητῶ καὶ τὰ τοιαῦτα πάντα ἀλλα τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπ' εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνόμενα. τὸ δὲ ἠῶς καὶ αἰδὼς μόνα ἕξει ἐπ αιτιατικῆς τὴν περισπωμένην τάσιν ⁑ On Iliad 9.241: στεῦται γὰρ νηῶν: διορίζεται: στάσιν γὰρ ψυχῆς σημαίνει ἡ λέξις: ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ στεῦτο δὲ διψάων ⁑ On Iliad 9.241: ἄκρα κόρυμβα: τὰ τῶν νεῶν ἀκροστόλια δια τί δὲ πρῶτον ἀποκόπτει εἰ θ' οὕτως τὸ πῦρ ἐμβάλλει ἐπει δὴ ἐπι τῶν ἀκροστολίων ῆσαν ἀγάλματα καὶ εἰκόνες θεῶν ἐκ κλίνων τὴν θεοχολωσίαν τοῦτο ποιεῖ On Iliad 9.249: οὐδέ τι μῆχος: οὐδεμία ἐστὶ μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν: πρὸς τὸ παρὸν δὲ ἡ γνώμη τινὰ γὰρ τῶν κακῶν ἰ̈άσεως ἔτυχεν: ἐπὶ τὸ μῆχος : βραχὺ διασταλτέον σαφέστερον γὰρ ούτω παρίσταται ⁑ On Iliad 9.252: ὦ πέπον: ὁτε μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ καὶ ἀσθενῆ: ὁτὲ δὲ τὸν προσηνῆ ἀπὸ τοῦ πεπήρου καὶ ἁπαλοῦ ⁑ On Iliad 9.255: αἵ κ' ἐθέλωσιν: εὐ καὶ τὸ ἐθέλωσι ὡς οὐ δωσόντων εἰ ἀνάξιος ὀφθείη τῆς δωρεᾶς ⁑ On Iliad 9.256: ἴσχειν: ἐπέχειν παύειν τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν αὕτη γὰρ ἐν τῷ στήθει κεῖται οὖσα αἰτία τῆς οργῆς ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ, θυμὸς γάρ ἐστι φησὶ ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς όρεξιν ἀντιλυπήσεως ⁑ Interlinear scholia On Iliad 9.245: πεπωμένον On Iliad 9.247: εἰ σπουδάζεις On Iliad 9.247: εἰ προθυμεῖ Intermarginal scholia On Iliad 9.235: ὅτι ἐπι τῶν Τρώων ἐστίν ἐμπεσοῦνται ταῖς ναυσὶν ἐνσείσουσι: On Iliad 9.239: βράχος διασταλτέον ἐπι το ανερας. On Iliad 9.242: Ἀρίσταρχος ἐμπλήσειν ⁑ On Iliad 9.244: διασταλτέον βραχύ φρένας θεοί ⁑ On Iliad 9.247: σημειοῦνται τινες ὅτι τὴν όλην Πελοπόννησον : οὐκ οῖδεν ὁ ποιητής Ἡσίοδος δὲ ⁑ On Iliad 9.254: σημειοῦνται τινὲς ὅτι παρεῖται τὸ τάδε λέγων ⁑ Interior scholia On Iliad 9.235: αλλ εμπεσεῖσθε ταῖς ναυσι διώκοντες ἡμὰς: On Iliad 9.242: σημειοῦνται τινὲς ἀντι τοῦ μαλερῶ πυρι ⁑ Exterior scholia On Iliad 9.246: φθεῖσθαι Venetus A (Marciana 454 = 822), folio 117, recto Iliad 9.260-9.279 9.260 παύε'. ἔα δὲ χόλον θυμαλγέα: σοὶ δ' Ἀγαμέμνων 9.261 ἄξια δῶρα δίδωσι μεταλλήξαντι χόλοιο: 9.262 εἰ δὲ σὺ μέν μευ ἄκουσον ἐγὼ δέ κε τοι καταλέξω 9.275 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι. ἠδὲ μιγῆναι. 9.284 γαμβρός κέν οἱ ἔοις. τίσει δέ πε ἶ̈σον Ὀρέστῃ 9.270 δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονασ ἔργ' εἰδυίας 9.263 ὅσσα τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ' Ἀγαμέμνων : 9.264 ἑπτ`' ἀπύρους τρίποδας. δέκα δὲ χρυσοῖο τάλαντα: 9.266 πηγοὺς, ἀθλοφόρους. οἳ ἀέθλια ποσσὶν ἄροντο: 9.271 Λεσβίδας , ἃς, ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς, 9.276 ἣ θέμις ἐστὶν ἄναξ ἥτ' ἀνδρῶν ἥδε γυναικῶν. 9.265 αἴθωνας δὲ λέβητας ἐείκοσι: δώδεκα δ' ἵ̈ππους. 9.268 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο. 9.269 ὅσσ' Ἀγαμέμνονος ἵ̈πποι ἀέθλια ποσσὶν ἄροντο: 9.272 ἐξἕλεθ'. αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν: 9.273 τὰς μέν τοι δώσει: μετα δ`' ἔσσεται ἣν τότ' ἀπηύρᾱ 9.274 κούρην Βρισῆος . καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖται. 9.282 αἵ κε, μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν: 9.283 εἰ δέ κεν Ἄργος ϊκοίμεθ' Ἀχαιϊκὸν , οὖθαρ, ἀρούρης. 9.267 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ. ᾧ τόσσα γένοιτο. 9.281 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν, αὐτὸς ἑλέσθαι: 9.277 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται. εἰ δέ κεν αὖτε 9.280 εἰσελθὼν. ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί : 9.278 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι: 9.279 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι Scholia to Iliad 9.260-9.279 Main scholia On Iliad 9.262: ‡ εἰ δὲ σὺ μέν μου: οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δὲ ὡς λείποντος τοῦ θέλεις διηλέγχθησαν ἐν τοῖς ἐπάνω: καὶ νῦν δέ ἐστιν ὁ λόγος ἄγε δὴ σὺ μέν μου ἄκουσον , ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα ὅτι ἀντι τοῦ ἐγὼ δ' άν σοι καταλέξαιμι καὶ περισσὸς ὁ και : τὸ ε παρακελευστικὸν ἐπίρρημα ἐστιν. ὂν τρόπον ἐπι τοῦ Διὸς ἀλλ εἴ τις καλέσειε θεῶν Θέτιν . καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπο τούτου γεγονέναι τοῦ συνδέσμου τοῦ α περιττεύοντος τοῦ τόνου ἀλλαγέντος εἰς περισπώμενον ἀναγκαίως καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης ⁑ On Iliad 9.271: Λεσβίδας : ὅτι τὰς ἑπτὰ Λεσβίδας ὑπισχνεῖται οὐχ ὡς ὁ Ζηνόδοτος ἐν ταῖς ζ καὶ τὴν Βρισηΐδα τάττει ἔστι γὰρ Λυρνησσία ⁑ Interlinear scholia On Iliad 9.260: παύεο On Iliad 9.268: πολυ τίμου On Iliad 9.278: δώωσι On Iliad 9.276: τε Intermarginal scholia On Iliad 9.261: ὅτι ἀντι φράζει τῆ μήνιδι τὸν χόλον: On Iliad 9.270: οὕτως Ἀρισταρχος μετα τοῦ ς ἀμύμονας ⁑ On Iliad 9.274: Ἀρίσταρχος γράφει κούρης Βρισῆος ἐπὶ δὲ μέγαν όρκον: On Iliad 9.279: ἀντι προστακτικοῦ ⁑ Exterior scholia On Iliad 9.283: εἰδε On Iliad 9.284: γαμβρόν Venetus A (Marciana 454 = 822), folio 117, verso Iliad 9.297-9.288 9.297 οἵ κέ σε δωτίνῃσι θεὸν ὡς τιμήσουσι: 9.302 τειρομένους ἐλέαιρε κατα στρατόν. οἵ σε θεὸν ὡς 9.303 τίσουσ': ῆ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο: 9.285 ὅς, οἱ, τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. 9.291 ἑπτὰ δέ τοι δώσει εὖ, ναιόμενα πτολίεθρα: 9.298 καί τοι ὑπο σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας: 9.305 λύσσαν, ἔχων ὀλοὴν. ἐπεὶ οὔ τινα φησὶν ὁμοῖον. 9.306 οἷ, έμεναι Δαναῶν . οὓς ἐνθάδε νῆες ἔνεικαν: 9.308 διογενὲς. Λαερτιάδη . πολυμήχαν' Ὀδυ σ σεῦ . 9.287 Χρυσόθεμις : καὶ Λαοδίκη . καὶ Ἰ̈φιάνασσα . 9.296 ἐν δ' ἄνδρες ναίουσι, πολύρρηνες. πολυβοῦται. 9.286 τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνι μεγάρῳ ἐϋπήκτῳ: 9.289 πρὸς οἶκον Πηλῆος : ὃ δ' αὖτ' ἐπι μείλια δώσει 9.292 Καρδαμύλην . Ἐνόπην τε: καὶ Ϊρὴν ποιήεσσαν: 9.293 Φηράς τε ζαθέας. ἠδ' Ἄνθειαν , βαθύλειμον: 9.295 πᾶσαι δ' ἐγγὺς ἁλός νέαται Πύλου ημαθόεντος: 9.300 εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον 9.301 αὐτὸς καὶ τοῦ δῶρα: σὺ δ' ἄλλους περ Παναχαιοὺς 9.309 χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν 9.290 πολλὰ μάλ'. ὅσσ' οὔ πω τίς ἑῇ ἐπέδωκε θυγατρί: 9.299 ταῦτα κέ τοι τελέσειε μεταλλήξαντι χόλοιο: 9.304 νῦν γάρ χ' Ἕκτορ ' ἕλοις. ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι 9.307 Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς . 9.294 καλήν τ' Αἴπειαν : καὶ Πήδασον ἀμπελόεσσαν: 9.288 τάων ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι Scholia to Iliad 9.297-9.288 Main scholia On Iliad 9.297: ‡οἵ κε σε δωτίνῃσι: ἡ διπλῆ ὅτι τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο, οὕτως γὰρ Ἀρίσταρχος τιμήσωνται ὡς ἐλεύσωνται ⁑ On Iliad 9.302: τειρομένους ἐλέαιρε τὸ κατα στρατόν ἀμφοτέροις δύναται συνάπτεσθαι τοῖς μέρεσιν: εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ ἑξῆς τειρομένους κατα στρατόν οἷον καταπονουμένους ήδη ἐν τῷ στρατοπαίδῳ. καὶ δεδιωγμένους μέχρι θαλάσσης: εἰ δε τοῖς ἑξῆς. ἔσται ὁ λόγος. οἵτινες σε κατα πᾶν τὸ στράτευμα τιμήσουσιν ὡς θεόν , οἷον πάντες ὁμοίως ⁑ On Iliad 9.300: κηρόθι μᾶλλον: ἤτοι θάνατος πλέον παρα τὴν κῆρα, τοῦτέστι θανατηφόρον μοῖραν, ἡ ἐν τῇ ψυχῇ μισεῖται, μᾶλλον παρα τὸ κῆρ ὅ έστι ψυχή ⁑ On Iliad 9.309: ‡ἀπηλεγέως: ἀποτόμως σκληρῶς ἢ ἀπαγορευτικῶς κεκριμένως: ἀπαγορευτικῶς διαρρήδην ἢ ἀπο τοῦ ῥέξαι ὅ ἐστιν εἰπόντα. παύσασθαι: ἠ ἀπηλγημένως φιλοσύντομος γὰρ ἡ δεινοπάθεια: θυμός. οἱ γὰρ λυπεῖν θέλλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας: ὅρα δὲ: ὡς προς μὲν Ὀδυσσέα , ἀπιέναι φησί: προς Φοίνικα . μένειν , μὴ μέντοι πολεμήσειν: πρὸς Αἴαντα , ὅτε ἀνάγκη καλεῖ, πολεμήσειν: Intermarginal scholia On Iliad 9.292: οὕτως Ἱρην ὀξυτόνως ὡς ἐν τη Καθόλου ⁑ On Iliad 9.299: δια τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ Ἀρισταρχου : Exterior scholia On Iliad 9.297: τιμήσουσι: Venetus A (Marciana 454 = 822), folio 118, recto Iliad 9.334-9.312 9.334 ἄλλα δ' ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσιν: 9.319 ἐν δὲ ϊῇ τιμῇ. ἠμὲν κακὸς. ἠδὲ καὶ ἐσθλός: 9.326 ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων. 9.330 τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ 9.331 ἐξελόμην. καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον 9.332 Ἀτρείδῃ : ὁ δ`' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι. 9.318 ἴ̈ση μοῖρᾳ μένοντι. καὶ εἰ μάλα τις πολεμίζῃ: 9.329 πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον: 9.333 δεξάμενος. δια παῦρα δασάσκετο. πολλὰ δ' ἔχεσκεν: 9.317 μάρνασθαι δηίοισι ἐπ' ἀνδράσι, νωλεμὲς αἰεί: 9.325 ὡς καὶ ἐγὼ. πολλὰς μὲν ἀΰπνους νύκτας ἴ̈αυον. 9.328 δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων : 9.316 οὔτ' ἄλλους Δαναούς . ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν 9.324 μάστακ' ἐπεί κε λάβῃσι. κακῶς δέ τε οἱ πέλει αὐτῇ: 9.315 οὔτ' ἔμεγ' Ἀτρείδην Ἀγαμέμνονα πεισέμεν οἴω 9.323 ὡς δ' ὄρνις ἀπτῆσι, νεοσσοῖσι προφέρῃσι 9.314 αὐτὰρ ἐγὼν, ἐρέω. ὥς μοι δοκεῖ εἶναι ἄριστα: 9.322 αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν: 9.313 ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν. ἄλλο δὲ εἴπῃ. 9.327 ἀνδράσι μαρνάμενος οάρων ἕνεκα σφετεράων: 9.311 ὡς μή μοι τρύζητε παρήμενοσ ἄλλοθεν ἄλλος: 9.320 κάτθαν' ὁμῶς. ὅ τ' ἀεργὸς ἀνὴρ. ὅ, τε πολλὰ ἐοργώς: 9.321 οὐδ' έτι μοι περίκειται. ἐπεὶ πάθον ἄλγεα θυμῷ. 9.310 ᾗ περ δὴ κρανέω τε καὶ ὡς τετελεσμένον ἔσται: 9.312 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν. Scholia to Iliad 9.334-9.312 Main scholia On Iliad 9.312: Ἀΐδαο πύλησιν: ὅτι πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον δια τὸ ἄπρακτον: ταχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον ἐπεὶ πῶς ἄν τις τοὺς γονεῖς σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακῶν. ἐκ τῶν ἐναντίων ὁ θάνατος ⁑ On Iliad 9.313: οἵ χ' ἕτερον μὲν κεύθῃ ὅτι δοκεῖ. συγκεχύσθαι τὸ ἕτερον : ἔδει γὰρ ἕτερον δὲ εἴπῃ ἑτέρου πρὸς έτερον ἀντι διαστελλομένου, τὸ γὰρ ἄλλο ἐπι πλειόνων τίθεται ⁑ On Iliad 9.321: οὐδέ τί μοι περίκειται: ὁ Ἀσκαλωνίτης δύο ποιεῖ περί εῖτα κεῖται καὶ προπερισπᾷ σημαίνει δε φησὶ τὸ περισσῶς κεῖται εἰσὶ δὲ οἳ ὑφ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι: τί γάρ ἐστι τὸ κωλύων καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν ⁑ On Iliad 9.324: μάστακ' ἐπεί κε λάβῃσι. δια τοῦ ἀρα γράφουσι καὶ αἱ Ἀριστάρχου οὕτως δέ αἱ δὲ εἰ και ότε ραι , κακῶς δὲ τε οἱ πέλει αὐτή ⁑ On Iliad 9.324: ὅτι οἱ Γλωσσογράφοι μάστακα τὴν ἀκρίδα δέον μάσημα καὶ βρῶμα ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως καθάπερ τὸ χοίνικα τὸ μετρον καὶ τὸ μετρούμενον: ἀλ'λ Ὀδυσσεὺς ἐπι μάστακα χερσὶ πίεζεν ⁑ On Iliad 9.327: ὁ ἄρων γράφεται καὶ ὀρέων αἱ δὲ ἐξ αμφοτέρων τὸ σημαινόμενον τῶν γυναικῶν, ὁ ἄρων μὲν ἀπο τοῦ ὀαρίζειν , ὡρέων δὲ ὡς ἄν τις εἴποι συν αόρων ἁπο τοῦ συνωρεῖν καθ ὃ καὶ συνωρίδας ἐπι τῶν ἵππων ⁑ On Iliad 9.325: ἴ̈αυον: ἐμονομάχουν παρ τὸ αὔω τὸ κοιμῶμαι. ἢ παρα τὴν ἴαν τὴν μίαν ἢ διετέλουν ⁑ Interlinear scholia On Iliad 9.310: τελειώσῳ: On Iliad 9.321: περισσὸν τι εστι Intermarginal scholia On Iliad 9.311: γράφεται παρημενοι On Iliad 9.317: Ἀρίσταρχος ἐπ ανδράσι : Interior scholia On Iliad 9.310: Αριστ ἧ περ δὴ φρονίων: On Iliad 9.314: ἔν ἀλλω ὡς καί τετελεσμένον ἔσται: On Iliad 9.317: Ἀρίσταρχος ἐπ ανδράσι ⁑ On Iliad 9.319: ἐν δὲ τῇ αυτῃ τιμη καὶ ὁ δεῖλον καὶ ὁ ανδρεῖος: On Iliad 9.322: οὕτως Ἀρίσταρχος πολεμίζειν κατα τὸ ἀπαρεμφατον : On Iliad 9.324: Ἀρίσταρχος κακῶς δ' ἀρα οι: On Iliad 9.326: ἐν αίματι ἣ ἒν. μόχθω: On Iliad 9.328: ὅτι όαροι αἱ τῶν ανδρῶν καὶ γυναικῶν ὁμιλίαι νῦν δὲ λέγει τῶν γυναικῶν ⁑ On Iliad 9.332: δὲ λαμβάνων ὀλίγα διένειμε καὶ ἐδίδου ⁑ Exterior scholia On Iliad 9.317: δηΐοι On Iliad 9.318: ζει On Iliad 9.321: περικεῖται Venetus A (Marciana 454 = 822), folio 118, verso Iliad 9.359-9.336 9.359 ὄψεαι ἢ ἐθέλῃσθα: καὶ αἴ κέν τοι τὰ μεμήλῃ 9.358 νηήσας, εὖ, νῆας: ἐπὴν ἅλα δὲ προερύσσω. 9.357 αὔριον ϊρὰ Διὶ̈ ῥέξας καὶ πᾶσι θεοῖσι. 9.354 ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ί̈κανεν. 9.355 ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. 9.356 νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ. 9.350 εὐρεῖαν: μεγάλην. ἒν δὲ σκόλοπας κατέπηξεν: 9.351 ἀλλ' οὐδ' ὡς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο 9.352 ί̈σχειν: ὄφρα δ' ἐγὼ μετ' Ἀχαιοῖσιν πολέμιζον. 9.353 οὐκ εθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ . 9.339 Ἀτρείδης . ἢ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο: 9.347 φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ: 9.348 ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο 9.349 καὶ δὴ τεῖχος ἔδειμε καὶ ἤλασε τάφρον ἐπ αυτῷ 9.338 Ἀργείους . τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας 9.345 μή μευ πειράτω εὖ εἰδότος. οὐδέ με πείσει: 9.346 ἀλλ`' Ὀδυσεῦ . συν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι. 9.344 νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο. καί μ' ἀπάτησε. 9.340 ῆ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων 9.341 Ἀτρεῖδαι : ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων. 9.342 τὴν αὐτοῦ φιλέει: καὶ κήδεται. ὡς καὶ ἐγὼ τὴν 9.343 ἐκ θυμοῦ φίλεον: δουρικτητήν περ ἐοῦσαν: 9.337 τερπέσθω: τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν 9.335 τοῖσι μὲν ἔμπεδα κεῖται: ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν 9.336 εἵλετ': ἔχει δ' ἄλοχον θυμαρέα. τῇ παριαύων Scholia to Iliad 9.359-9.336 Main scholia On Iliad 9.336: ‡θυμαρέα: τῇ ψυχῇ ἀρέσκουσα θυμήρει. σύνθετον δέ ἐστι παρα τὸ ἄρω θυμαρής. καὶ οὕτως ἀνέγνωμεν Εὔμαιος δ' ἄρ οἱ σκῆπτρον θυμαρὲς , διὰ τοῦ α . οὐ γάρ ἐστι παρώνυμον δια τοῦ ἥρης , τὰ γὰρ δια τοῦ ἥρης καὶ ώδης παρώνυμα βαρύνεται ξιφήρης ὀλιγήρης, τοξήρης ὀνώδης καὶ βοώδης ⁑ On Iliad 9.338: Ἀργείους τί δὲ λαὸν ἀνίγαγον: ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, δια τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι On Iliad 9.339: ἢ οὐχ' Ἑλένης ονμ : πρακτικῶς ὁ λόγος δεικνὺς τὸν Ἀγαμέμνονα . ἢ ἀσύνετον ἢ ἄδικον: εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆναι περι γυναῖκα πολεμεῖν. οὐκ έδει περι Ἑλένης ἀσύνετος οὖν ἐστι περι μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα πῶς ἅπερ παθῶν ὑπ αλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ αδικεῖν νομίζει, καὶ πρῶτα μὲν ἀπηρίθμηται τὸ ἀχάριστον εῖτα τὴν ὕβριν ⁑ On Iliad 9.342: τὴν αὐτοῦ φιλέει, ὁ Ἀσκαλωνίτης δασύνει σύνθετον ἐκδεχόμενος τὴν ἀντωνυμίαν δι ὃ καὶ τὰς τοιαύτας κατα διάλυσιν ἀναγινώσκομεν, καὶ μαχόμην κατ εμ αὐτὸν ἐγώ καὶ πυκάσασα ἑ αυτήν . τί οὖν ἔστιν ἐνθάδε λέγειν, ἢ ὅτι λείπει ἡ ἕο ὡς τὸ ἕο τ' αὐτοῦ πάντα κολούει : οὕτως καὶ ἐνθάδε τὴν ἑ αυτοῦ φιλέει ⁑ On Iliad 9.343: δουρικτήτην. δουριγνήτη ὡς ἀριγνώτη ἵνα τοῦ δουρίκτητος παρώνυμον, ἢ οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητής ἀμφιρύτη περιξέστη ⁑ On Iliad 9.349: καὶ δὴ τεῖχος ἕδειμε ἐν τῷ περι Ἰλιάδος καὶ Ὀδυσσείας . ὁ Ἀρίσταρχος προφέρεται καὶ ἤλασαν ἔκτοθι τάφρον καὶ ἐν τῷ ἑξῆς, περι δὲ σκόλοπας κατέπηξεν, εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαι ⁑ On Iliad 9.347: φραζέσθω, πρὸς τὸ ἐν Ὀδυσσείᾳ ζητούμενον νεῖκος Ὀδυσσηος καὶ Πηλείδεω Ἀχιλῆ ὅτι ἐμφαίνει καὶ νῦν ἀναίρων τὴν ἐπιχείρησιν τῶν περὶ Ὀδυσσέως λεγόντων βουλῇ καὶ λόγω αἰρεθήσεσθαι , τὴν πόλιν νῦν γὰρ οἶον ἐπισαρκάζων λέγει ⁑ On Iliad 9.353: ‡ἀπὸ τείχεος ὀρνύμεν: δύναται τῇ γενικῇ συντάσσεσθαι καὶ μὴ πάντως σημαίνειν τὸ ἄπωθεν. On Iliad 9.354: ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας, ὅτι πληθυντικῶς εἶπε τὴν πύλην μίαν οῦσαν: Σκαιαῖ δὲ καὶ Δαρδάνιαι αἱ αὐταὶ ἡ δὲ δρῦς προ τῆς Ἰλίου ἦν; ⁑ Interlinear scholia On Iliad 9.355: ἁπαξ ἔμεινε On Iliad 9.358: σωρεύσαι Intermarginal scholia On Iliad 9.345: καλῶς ἐπιστάμενου μου ὅτι ἀπαταιών εστι On Iliad 9.349: Ἀρισταρχος καὶ ἡλασεν έκτοθι τάφρον ⁑ On Iliad 9.356: γράφεται καὶ πολεμίζειν On Iliad 9.358: ἀντι τοῦ κινήσαντος ⁑ Interior scholia On Iliad 9.350: βραχὺ διασταλτέον ἐπι το εὑρεῖα προς ἔμφασιν ⁑ Venetus A (Marciana 454 = 822), folio 119, recto Iliad 9.378-9.368 9.378 ἐχθρὰ δέ μοι τοῦ δῶρα. τίω δέ μιν ἐν κᾰρὸς αἴσῃ: 9.383 αἵ θ' ἑκατόμπυλοί εἰσι: διηκόσιοι δ' ἂν' ἑκάστας 9.364 ἔστι δέ μοι μάλα πολλὰ. τὰ κάλλιπον. ἐνθάδε ἔρρων: 9.377 ἐρρέτω. ἐκ γάρ εὑ̈ φρένας εἵλετο μητίετα Ζεύς : 9.367 ἄξομαι, ἅσσ' ἔλαχόν γε: γέρας δέ μοι ὅς περ ἔδωκεν: 9.373 τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰ̈δέσθαι: 9.376 ἐξαπάφοιτ' ἐπέεσσιν: ἅλις δέ οἱ: ἀλλὰ ἕκηλος 9.370 ἀμφαδὸν. ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ . 9.371 εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν 9.384 ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν: 9.372 αἰὲν ἀναιδείην ἐπιειμένος: οὐδ' ἂν ἔμοιγε 9.375 ἐκ γὰρ δή μ' ἀπάτησε. καὶ ἤλιτεν: οὐδ' ὰν έτ' αὖτις 9.379 οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη. 9.380 ὅσσa τέ οἱ νῦν ἔστι: καὶ εἴ ποθεν ἄλλα γένοιτο: 9.382 Αἰγυπτίας ὅθι πλεῖστα δόμοις ἒν κτήματα κεῖται. 9.374 οὐδ' έτι οἱ βουλὰς συμφράσσομαι. οὐδὲ μὲν ἔργον: 9.381 ἠδ' ὅσ' ἐς Ὀρχομενὸν ποτινίσεται: ἠδ' ὅσα Θήβας 9.365 ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν. 9.361 νῆας ἐμὰς. ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας: 9.369 Ἀτρείδης . τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω 9.366 ἠδὲ γυναῖκας ἐϋζώνους. πολιόν τε σίδηρον 9.360 ῆρι μάλ' Ἑλλήσποντον ἐπ' ϊχθυόεντα πλεούσας 9.363 ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ϊκοίμην: 9.362 εἰ δέ κεν εὐπλοί̈ην δώῃ κλυτὸς ἐννοσίγαιος. 9.368 αῦτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων Scholia to Iliad 9.378-9.368 Main scholia On Iliad 9.360: ‡Ἑλλήσποντον: ἀντι τοῦ δι Ἑλλησπόντου Ἑλλήσποντος δέ ἐστιν ἡ ἐν τοῖς στενοῖς θάλασσα παρα κειμένη τῇ Τροία οὕτως προσαγορευθεῖσα ἀπο ἑλλης τῆς Φρίξου ἀδελφῆς ⁑ On Iliad 9.360: ἐπ' ϊχθυόεντα: καὶ ἀλλαχοῦ ταῦτα τὰ μέρη ἰχθυώδη ἀναγράφονται ὅ τε Εὔξεινος πόντος καὶ ὁ Ἑλλήσποντος ἀλλα καὶ ὁ ἀόσπορος ⁑ On Iliad 9.364: ἐνθάδε ἔρρων: ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινόμενος ἀλλα δυσαρεστῶν τῇ παρουσίᾳ φησίν ἐνθάδε μετα φθορᾶς παραγινόμενος ⁑ On Iliad 9.366: πολιόν λαμπρὸν ὀξυνθεὶς γὰρ ὁ σίδηρος λευκότερος γίνεται ⁑ On Iliad 9.367: ἄξομαι. ὅτι παραπλησίως καὶ κατ ἀρχὴν τῆς μήνιδος λέγει τῶν δ' ἄλλων ἅ μοι ἐστι: τὰ μὲν γὰρ ἄλλα κατα κλῆρον ἔλαβεν τὴν δὲ Βρισηΐδα ἐξαίρετον παρ Ἀγαμέμνονος : On Iliad 9.371: εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν: δια τί ἐξηπατῆσθαί φησὶν ὁ Ἀχιλλεὺς ὑπο τοῦ Ἀγαμέμνονος ἀφαιρεθεὶς δὲ τοῦ γέρως ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ῶν ἀνεφάνη ἐχθρός ταύτην λέγει, τὴν ἁπάτην παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι, καὶ μὴ προσέχειν ὡς φίλῳ, καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι. ἁπάτη ἐστι ὃ γὰρ ἔφησεν οὐκ ἐποίησεν ⁑ On Iliad 9.372: αἱὲν ἀναιδείην, δύναται μὲν συνάπτεσθαι τῷ ἐπάνω στίχῳ. ὡς καὶ τέτριπται, βέλτιον δὲ καθ αὑτὸ προφέρεσθαι, μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον ⁑ On Iliad 9.375: ἐκ γὰρ δῆ μ' ἀπάτησε καὶ ἥλιτον : παρατηρητέον, ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι ἡ γὰρ οργῇ μᾶλλον παρίσταται δια τοῦ τοιούτου ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαί ἕως τοῦ ἐν καρὸς αἴσῃ ⁑ On Iliad 9.376: ἐξαπάφοιτο: ἐξαπατήσειε ἡ μεταφορὰ ἀπο τῶν ταῖς αφαῖς φιλοφρονουμένων, εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπο φίλου. τὸ δὲ δὶς μωρίας ὥρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει ⁑ On Iliad 9.378: ἐχθρὰ δέ μοι τοῦ δῶρα τίω δέ μιν ἐν καρός. ὅτι συνέσταλται Ἰακῶς ἐν καρὸς ἀντι τοῦ ἐν κηρός ὅμοιον γάρ ἐστιν τῷ ἴσον γάρ σφισὶ πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ οἱ δὲ κάρα τὸν φθεῖρα: οἱ δὲ απο τῶν Kαρῶν τοῦ ἔθνους οὓς ἀεί λοιδορεῖ ὁ ποιητὴς ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὔτε ἴσθιον οὔτε ὠνόμαζον: ἐν καρὸς οὖν τοῦ ἐγκεφάλου ⁑ On Iliad 9.378: ἀλλω: ἠ ὡς ἔνιοι ἐν τάξει μισθοφόροι πρῶτοι γὰρ κάρες ἐπολέμησαν ἐπι μισθῷ καὶ ἔδοξεν εἶναι ἀτιμώτατοι ⁑ On Iliad 9.379: οὐ δ εί μοι δὲκάκις τε καὶ εἰκοσάκις: ἤτοι καθ εαυτὸν προενεκτέον ταῦτα ἵνα ἄνωθειν κοιναὶ λαμβάνωνται ἀρνήσεις. οὐδε τί οἱ βουλὰς συμφράσσομαι , οὐδ ἂν ἔτ' αῦτις ἐξαπάφοιτ' ἐπέεσσιν : οὐδ' εἴ μοι δὲκάκις τε καὶ τὰ ἑξῆς διασταλτέον καθ εκαστον ἢ ὑποστικτέον πάντα ἕως τοῦ ψάμαθός τε κόνις τε . ἵνα ἀνταποδίδωται οὐδέ κεν ὡς ἔτι θυμὸν ἐμὸν πείσῃ ⁑ On Iliad 9.383: αἵ θ' αετκατόμπυλοι ὅτι ἀν εκαστας πληθυντικῶς τὰς πύλας ὡς εἶναι ἑκατὸν τάγματα: οὕτως δὲ ἀν ἑκάστας δεῖ γράφειν. οὐδέποτε γὰρ ἑνικῶς Ὅμηρος πύλην φησὶν ἀλλα πύλας ⁑ On Iliad 9.364: ‡ἔστι δέ μοι+ ἀντίθεσιν ποιεῖται τῶν δώρων Ἀγαμέμνονος ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά τοῦτο μὲν τὰ τοῦ Πηλέως : τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λαφύρων ἐδέξατο: Interlinear scholia On Iliad 9.375: ἤμαρτεν: On Iliad 9.376: απατήσει On Iliad 9.381: πόλις τῆς βοωτιας On Iliad 9.381: ανάκειται Intermarginal scholia On Iliad 9.367: γράφεται καὶ ἅσσα λέλογχα ⁑ On Iliad 9.381: γράφεται οὐδ' ὅς Ἐρχομενὸν καί οὐδ' ὅσα Θήβας ⁑ Interior scholia On Iliad 9.368: καὶ ἐνυβρίζων On Iliad 9.382: γράφεται καὶ ἡ αντι τοῦ ὁθι : On Iliad 9.383: Αρίσταρχος ἑκαστας ἄλλοι δὲ ἑκαστην : Exterior scholia On Iliad 9.381: η οὑδ' ὁς ἐσ Ορχαμεον πονείσιται η ουδ ος λ On Iliad 9.383: ἀν εκάτην Venetus A (Marciana 454 = 822), folio 119, verso Iliad 9.393-9.400 9.393 ἢν γὰρ δή με σαῶσι θεοὶ: καὶ οἴκαδ' ί̈κωμαι: 9.392 ὅς τις οἷ τ' ἐπέοικε. καὶ ὃς βασιλεύτερός ἐστιν: 9.391 οὐδέ μιν ὡς γαμέω: ὁ δ' Ἀχαιῶν ἄλλον ἑλέσθω 9.399 γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν. 9.390 ἔργα δ' Ἀθηναίῃ γλαυκώπιδι ἰ̈σοφαρίζοι. 9.389 οὐδ' εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι: 9.406 ληϊστοὶ μὲν γάρ τε βόες. καὶ ἴ̈φια μῆλα: 9.387 πρίν γ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην: 9.388 κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο . 9.386 οὐδέ κεν ὡς ἔτι θυμὸν ἐμὸν πείσει' Ἀγαμέμνων . 9.396 κοῦραι ἀριστήων: οἵ τε πτολίεθρα ῥύονται: 9.403 τὸ πρὶν. ἐπ' εἰρήνης. πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν : 9.405 Φοίβου Ἀπόλλωνος : Πυθοῖ ἔνι πετρηέσσῃ: 9.385 οὐδ' εἴ μοι τόσα δοίη. ὅσα ψάμαθός τε κόνις τε. 9.395 πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν Ἑλλάδα τε Φθίην τε 9.398 ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ 9.402 Ί̈λιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον 9.394 Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γαμέσσεται αὐτός: 9.397 τάων ἥν κ' ἐθέλωμι φίλην ποιήσομ' ἄκοιτιν: 9.404 οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει 9.401 οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ' ὅσα φασὶν 9.407 κτητοὶ δὲ τρίποδές τε. καὶ ἵ̈ππων ξανθὰ κάρηνα: 9.408 ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν. οὔτε, λεϊστὴ 9.409 οὔθ' ἑλετὴ, ἐπεὶ άρ κεν ἀμείψεται έρκος ὀδόντων: 9.400 κτήμασι τέρπεσθαι. τὰ γέρων ἐκτήσατο Πηλεύς : Scholia to Iliad 9.393-9.400 Main scholia On Iliad 9.385: ‡ οὐδ εἴ μοι τόσσα δοίη: καὶ οὗτος ὁ στίχος δύναται καθ εαυτὸν λέγεσθαι ἢ σὺν τῷ ἑξῆς ὑποστιζόμενος κατὰ τὸ τέλος ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου καὶ ἀμάθου ὅτι ἡ παραθαλάσσιος ψάμαθος κόνις δὲ ἡ πεδιάς ἄμμος καὶ οὐδεὶς τὸ αὐτὸ λέγει ⁑ On Iliad 9.388: κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο : ἤτοι στικτέον ἐπι τὸ Ἀτρείδαο καὶ ἀπ' άλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον: εἶτα ὑποστικτέον ἐπι τὸ ἐρίζοι καὶ ἰσοφαρίζοι τῆς ἀνταποδόσεως οὔσης, οὐδέ μιν ὡς γαμέω ἠ διασταλτέον βραχὺ ἐπι τὸ Ἀτρείδαο ⁑ On Iliad 9.392: ὅς τις οἴ τ' ἐπέοικε. εἰς ἁπλῆν μεταλαμβάνεται, ἡ ἀντωνυμία ὅστις αὐτῷ περισπασθήσεται οὖν. δείκνυται δὲ ἐν τοῖς Περι ἀντωνυμιῶν ὡς ὅτι ἡ ἐμοί ἐπι δοτικῆς καὶ ἔτι εἱσ οί ὀξύνονται, ἡ δὲ οι περι ἐσπάσθη ἀνακολούθως On Iliad 9.393: σόωσι θεοὶ, καὶ οἴκαδ' ΐκωμαι, Τυραννίων προπερισπᾶ ὡς νοῶσιν ὡς ἀπο τοῦ σωῶ περισπωμένου ἐπεὶ φησὶ καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν ῆ καί σφιν νῆάς τε σοῶ και λαὸν Ἀχαιῶν καὶ τὸ δεύτερον ὅππως κεν νῆάς τε σώῳς καὶ λαὸν Ἀχαιῶν . Ἀπίων δὲ δια τοῦ α γράφει ἐπεὶ καὶ ἐν ἄλλοις ούτως εὑρίσκεται σάωσε δὲ νυκτὶ καλύψας καὶ τὸν μὲν ἐγὼ ἐσάωσα . καὶ ἀλλὰ σάω μὲν ταῦτα σάω δ' ἐμὲ καὶ ἐπι μέλλοντος κερδαλέης εἴ τίς κεν ἐρύσεται. ἡδὲ σαώσει : ἡ δὲ πλείων χρῆσις. ὧν ἐστι καὶ ὁ Ἀσκαλωνιτης ὡς σώζωσι καὶ δῆλον ότι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι πρόδηλον κακ τῆς μετοχῆς: τὸ δ' ἕτερος ἐκάτερθεν ΐτην σώοντες ἑταίρους ⁑ On Iliad 9.395: πολλαὶ Ἀχαιΐδες εἰσὶν, ἀν Ἑλλάδα τε Φθίην τε: ὅτι τὴν Θετταλικὴν οὕτως λέγει μόνην τὴν δὲ ὅλην ήπειρον οὐκ οῖδεν οὕτως καλουμένην. νόθα οὖν ἐκεῖνα ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καὶ καθ Ελλάδα καὶ μέσον Ἄργος ⁑ On Iliad 9.395: Ἀρίσταρχος παρ' Ὁμήρω : Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι καί Ἑλληνας τοὺς Θεσσαλοὺς παρακολουθῶν Θουκυδίδη καὶ ἀθετεῖ τὸν στίχον τοῦτον. ἐγχείη δ' ἑκέκαστο, Πανέλληνας καὶ Ἀχαιούς : καὶ ἐκείνω δὲ τῶν τόπων πάλιν ἀκούει φεύγων ἔπει τ' ἀπάνευθε δι Ελλάδος εὐρυχόροιο ⁑ On Iliad 9.399: μνηστὴν ἄλοχον: τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστήν ἐπεὶ δῶρον δίδοται ⁑ On Iliad 9.398: ἐνθα δέ μοι: δύο με μέρη λόγου ἔνθα δέ τοι θάνατος ἔνθα δέ κ αῦθι μένων . ἔνθα δὲ νῦν τρέψας ἀπο τείχεος ⁑ On Iliad 9.400: τὰ γέρων πατρῷα ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα : φησὶ γοῦν ὡς μᾶλλον αἱροῦμαι πατρίδος. καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν ⁑ On Iliad 9.401: οὐ γὰρ ἐμοὶ ψυχῆς ὅτι τινὲς γράφουσιν οὐ γὰρ ἐμῆς ψυχῆς : ἀλαζονικὸς δὲ ὁ λόγος οὐδὲν τῆς ἐμῆς ψυχῆς. ἄξιόν ἐστιν ἄμεινον οὖν ἐμοὶ γράφειν ⁑ On Iliad 9.404: οὐδ' ὅσα λάϊνος προς τοὺς Γλωσσογράφους ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται τὸν γὰρ ἑξῆς μετέγραφε, νηοῦ Ἀπόλλωνος : ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς οὐ κοινότερον, ἀλλα τὸν Πύθιον : οἷον ὁμοφήτορα δια τὸ εἰς λόγους ἔρχεσθαι τοῖς χρησμῳδουμένοις ⁑ On Iliad 9.404: ἀφίτορος οἱ μὲν ἀσαφήτορος οἱ δὲ τοῦ στροφέος, παρὰ τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους, ἢ ὀμοφήτορος ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομενοῦ τῷ τε πένητι καὶ πλουσίου, ἡ τοξικοῦ ἀπο τῆς τοῦ βελῶν ἀφέσεως ⁑ On Iliad 9.405: Πυθοῖ ἔνι: πόλις Πυθὼ Φωκίδος ἧς οἰκητορες Δελφοί εστι δὲ ἱερὰ Ἀπόλλωνος : κέκληται δὲ ἥτοι ἀπο τοῦ πυνθάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους: ἢ ἀπο τοῦ τοξευθέντα τὸν τοῦ χριστηρείου φύλακα δράκοντα ὑπο Ἀπολλοωνος , ἀν τόθι πυθῆναι , ὅ ἐστι σαπῆναι: On Iliad 9.406: ληϊστοί ἀπο λίας κτητλία δὲ λέγεται κυρίως τὰ τῶν πολεμικῶν λαφύρων κτήματα ⁑ On Iliad 9.409: ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὁδόντῶν. ἑπὰν ἅπαξ φθάση παρελθεῖν τὸν περίβολον τῶν ὀδόντων. διὰ γὰρ τοῦ στόματος ἔξεσι τὸ ψυχικός πνεῦμα ‡ Intermarginal scholia On Iliad 9.394: Ἀρισταρχος γυναῖκα γε μάσσεται : On Iliad 9.397: Ἀρισταρχος ἐθέλωμαι ⁑ On Iliad 9.367: οὕτως Ἀρισταρχος κατὰ δοτικήν αλλοι δὲ γήμαντα : On Iliad 9.399: γράφεται Ζηνοδοτος νήου Ἀπολλω On Iliad 9.409: αντι τοῦ οὐδε κτικὴ Interior scholia On Iliad 9.401: ενίους φησὶν ὁ Ἀρίσταρχος γράφειν εμῆς ψυχῆς οὐκ εῦ ⁑ Venetus A (Marciana 454 = 822), folio 120, recto Iliad 9.426-9.411 9.426 ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος: 9.421 ἀλλ' ὑμεῖς μὲν ἰ̈όντες. ἀριστήεσσιν Ἀχαιῶν 9.422 ἀγγελίην ἀπόφασθε. τὸ γὰρ γέρας ἐστὶ γερόντων, 9.425 νηυσὶν ἔπι γλαφυρῇς. ἐπεὶ οὔ σφισιν ἧδέ γ' ἑτοίμη 9.420 χεῖρα ἑὴν ὑπερέσχε. τεθαρσήκασι δὲ λαοί: 9.419 Ἰ̈λίου αἰπεινῆς: μάλα γάρ ἕθεν εὐρύοπα Ζεὺς 9.424 ἥ κέ σφιν νῆάς τε σοῶ. καὶ λαὸν Ἀχαιῶν 9.434 εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ' Ἀχιλλεῦ 9.423 ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω. 9.431 μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀπέειπεν: 9.433 δάκρυ' ἀναπρήσας: περὶ γὰρ δίε, νηυσὶν Ἀχαιῶν : 9.418 οἴκαδ' ἀποπλείειν: ἐπεὶ οὐκέτι δήετε τέκμωρ 9.429 αὔριον, ἢν ἐθέλῃσιν: ἀνάγκῃ δ' οὔ τί μιν άξω: 9.430 Ὡς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 9.432 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱ̈ππηλάτα Φοῖνιξ : 9.417 καὶ δ' ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην 9.428 ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται 9.415 ὤλετό μοι κλέος ἐσθλὸν. ἐπι δηρὸν δέ μοι αἰὼν 9.416 ἔσσεται: οὐδέ κέ μ' ὦκα τέλος θανάτοιο κιχείῃ: 9.414 εἰ δέ κεν οἴκαδ' ί̈κωμι φίλην ἐς πατρίδα γαῖαν. 9.427 Φοῖνιξ δ' αὖθι παρ' άμμι μένων: κατακοιμηθήτω: 9.413 ὤλετο μέν μοι νόστος: ἀτὰρ κλέος ἄφθιτον ἔσται: 9.412 εἰ μέν κ' αὖθι μένων. Τρώων πόλιν ἀμφιμάχωμαι. 9.410 μήτηρ γάρ τέ με φησὶ θεὰ Θέτις ἀργυρόπεζα 9.411 διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ: Scholia to Iliad 9.426-9.411 Main scholia On Iliad 9.416: ἔσσεται: ἀθετεῖται. ὅτι νομίσας τίς κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν: καὶ γὰρ κατα τὸ κοινὸν. ἐπιλέγεται: οὐδέ κέν ῶκα . δεῖ οὖν κοινὸν λαβεῖν τὸ ἔσται ἀπο τοῦ προκειμένου τοῦ ἄφθιτον ἔσται ⁑ On Iliad 9.417: καὶ δ ὰν τοῖς ἄλλοισι, τοσοῦτον ἀπέχει πειθοῦς τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι τὸ ἀδύνατον τῆς ἁλλώσεως προβαλλόμενος On Iliad 9.420: χείρα ἑὴν ὑπερέσχε: ὑπερασπίζει ἐν χερσὶ γὰρ αἱ ἀσπίδες, μεγάλη δὲ ἡ φαντασία ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος ⁑ On Iliad 9.425: ἑτοίμη, εὔληπτος φανερά ἕτοιμος λέγει δὲ τοῦτο ὅτι ματαία ἐστιν ἁύτη ἡ γνώμη ἣν ἐποίησαι οἱ Ἕλληνες πέμψαντες ὑμάς πρέσβεις πρός με ὡς δυναμένους με πεῖσαι ⁑ On Iliad 9.426: ἐμεῦ ἀπομηνίσαντος. ἕν ἐστιν ὡς ἀπομανέντος, καὶ γὰρ τὴν εὐθεῖαν οὕτως οἶδεν ἀπομηνίσας , οὕτως οἶδεν καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων : καὶ εἰ παρελκει δὲ ἡ ἀπὸ οὕτως ἀναγνωστεον. On Iliad 9.431: ‡μῦθον ἀγασσάμενοι, ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως γὰρ διέθηκε τὸν Ἀχιλλέως λόγον φύσει φρονήματι ἀξίωμα περιθείς ⁑ Interlinear scholia On Iliad 9.422: αποφήνατε: Intermarginal scholia On Iliad 9.419: ὅτι θηλυκῶς τοῦ Ἴλιον ⁑ Interior scholia On Iliad 9.416: οὐδε παρα Ζηνοδότω ἐφέρετο ⁑ On Iliad 9.434: μετα φρεσὶ βάλλεαι κατα νοῦν ἔχεις ⁑ Exterior scholia On Iliad 9.424: σόῃ Venetus A (Marciana 454 = 822), folio 120, verso Iliad 9.435-9.463 9.435 βάλλεαι: οὐδ' έτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι 9.436 πῦρ ἐθέλεις ἀΐδηλον: ἐπεὶ χόλος ἔμπεσε θυμῷ. 9.437 πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην 9.438 οἶος: σοὶ δέ μ' ἔπεμπε γέρων ἱ̈ππηλάτα Πηλεὺς 9.439 ἤματι τῷ: ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε. 9.440 νήπιον. οὔ πω εἰδόθ' ὁμοιΐου πτολέμοιο 9.441 οὐδ' ἀγορέων: ἵ̆να τ' ἄνδρες ἀριπρεπέες τελέθουσι: 9.442 τούνεκά με προἕηκε διδασκέμεναι τάδε πάντα: 9.443 μύθων τε ῥητῆρ' ἔμεναι: πρηκτῆρά τε ἔργων: 9.444 ὡς ἂν ἔπειτ' ἀπο σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι 9.445 λείπεσθ'. οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς 9.446 γῆρας ἀποξύσας. θήσειν νέον ἡβώοντα. 9.447 οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα 9.448 φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο . 9.449 ὅς μοι παλλακίδος περὶ, χώσατο καλλικόμοιο. 9.450 τὴν αὐτὸς φιλέεσκεν: ἀτιμάζεσκε δ' ἄκοιτιν. 9.451 μητέρ' ἐμὴν: ἡ δ' αἰὲν ἐμὲ λισσάσκετο γούνων 9.452 παλλακίδι προμιγῆναι: ἵ̈ν' ἐχθήρειε γέροντα: 9.453 τῇ πιθόμην. καὶ ἔρεξα: πατὴρ δ' εμὸς αὐτίκ' ὀϊσθεὶς 9.454 πολλὰ κατηρᾶτο: στυγερὰς δ' ἐπεκέκλετ' Ἐρινῦς . 9.455 μή ποτε γούνασιν. οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν 9.456 ἐξ ἐμέθεν γεγαῶτα: θεοὶ δ' ἐτέλειον ἒπ' ἀρὰς 9.457 Ζεύς τε καταχθόνιος. καὶ ἐπαινὴ Φερσεφόνεια : 9.462 ἔνθ' ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς. 9.463 πατρὸς χωομένοιο. κατα μέγαρα στρωφᾶσθαι: Scholia to Iliad 9.435-9.463 Main scholia On Iliad 9.443: ‡μύθων τὲ ῥητῆρ' ἔμεναι: σημειῶσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγεν ὁ ποιητὴς μεταβαλλὼν τὴν φράσιν. οὐ γὰρ εἶπε μύθων τὲ ῥητῆρα καὶ ἔργων πρακτῆρα καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία ⁑ On Iliad 9.446: γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα: ὅτι οὐ λέγει νέον κατὰ τὴν ἡλικίαν ἀλλα κατὰ μεσότητα ἀντι τοῦ νεωστὶ ἡβῶντα ⁑ On Iliad 9.447: οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα: ὅτι πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν. καὶ ὅτι Ζηνόδοτος , τοῖον ὅτε πρῶτον ἐξ οῦ φανερῶς ἐστι τὸ νέον ὀνοματικῶς δεδεγμένος ⁑ On Iliad 9.448: φεύγων νείκεα: Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσεν τῆς οικειας γῆς, δια τί αν τοι αύτην τοῦ πατρὸς ἀν τοῦ, παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ εξῆς τὸν Φοίνικα ἔτεκε στυγοῦντος δεηθείσης τῆς ματέρος τῇ παλλακίδι τοῦ πατρὸς Κλυτία ἐμίγη: γνοῦς δὲ ὁ Αμύντωρ ἐπηράσατο τῷ παιδὶ τέκνων ἀγονίαν: δείσας τὲ Φοῖνιξ τόν τε πατέρα καὶ τὰς ὑπ αυτοῦ γενομένας ἀρᾶς. φεύγει πρὸς Πηλέα ὅστις ὑπο δεξάμενος αὐτὸν δια τὴν συγγένειαν. δίδωσιν αὐτῷ τὴν Δολοπείαν χώραν καὶ Ἀχιλλέα τὸν υἱόν μικρόν ὄντα εἰς ἀνατροφήν παραδίδωσιν. ἡ ϊστορία παρα τῷ ποιητῇ. παρα γὰρ τοῖς τραγικοῖς παραλάσσει ⁑ On Iliad 9.449: ὅς μοι παλλακίδος περιχώσατο: οἱ μὲν ἀνέστρεψαν ἵνα γένηται περι παλλακίδος. οἱ δὲ περιχώσατο ἀνέγνωσαν ἵνα σημαίνηται τὸ περισσῶς καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις, οὕτως δὲ καὶ Ἀλεξίων ⁑ On Iliad 9.453: τῇ πιθόμην: Ἀριστόδημος ὁ Νυσαιεὺς ῥήτωρ τὲ, ἀλλὰ καὶ γραμματικός, φεύγων τὸ ἔγκλημα ἐπενόησε γραφὴν τὴν τί οὐ πιθόμην , οὐδὲ ἔρεξα. καὶ οὐ μόνον γε ηὐδοκίμησεν. ἀλλα καὶ ἐτιμήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα προ δὲ αὐτοῦ Σωσιφάνης τὴν τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοίνικι , ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος ἐν ποιήματι τῆς Ϊ On Iliad 9.456: θεοὶ δ' ἐτέλειον ἑπαρας. ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς: δι ὃ οὐδὲ περι τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν ⁑ On Iliad 9.456: ἐπαράς: εἴτε παρέλκει ἡ ἐπί φυλαχθήσεται ὁ τόνος ὁ αὐτὸς ὡς ἐπιβουκόλος ἀνήρ καὶ ἐπισμυγερῶς : εἴτε τὸ ἑξῆς ἐστιν ἐπετέλουν οὐκ αναστραφήσεται πάλιν καθότι αἱ συναλειφθῆσαι οὐκ αναστρέφονται. σεσημειωμένου ἐκείνου στεῦτο γὰρ Ἡφαίστοιο παροισέμεναι ⁑ On Iliad 9.454: Ἐρινῦς : καταχθόνιαι δαίμονες τιμωροὶ τῶν πατρικῶν ἀσεβημάτων τρεῖς δέ εἰσὶν. Ἀλεκτώ . τισι φόνη Μέγαιρα : εἴρηνται δὲ παρα τὸ ἐκ τῆς ἔρας ὅ ἐστι τῆς γῆς εῖναι ⁑ On Iliad 9.457: καὶ ἐπαινὴ, ἐπίφοβος δεινή. αἰνὸν γὰρ τὸ δεινὸν, ἠ ἢν οὐκ ἀν τις ἐπαινήσειεν, ἀντίφρασις ὁ τρόπος ἡ ὑπερβολικῶς ἢν ἄν τις επαῖνων παραιτήσαιτο ⁑ Interlinear scholia On Iliad 9.441: δημηωριῶν On Iliad 9.441: ὑπάρχουσι γίνονται On Iliad 9.445: ὑπόσχοιτο On Iliad 9.446: ἀφελῶν On Iliad 9.452: μισήσειε On Iliad 9.454: φοβερας On Iliad 9.455: ἐπικαθεσθῆναι On Iliad 9.458: ἐξ εκείνου On Iliad 9.458: ἐρητύετο Intermarginal scholia On Iliad 9.436: φίλον τεκος πρὸς αγωγὰ ταυτα ὅτι δια τὴν φιλοστοργίαν καὶ παρα τὸ δέον ἀυτῶ πείσεται ⁑ On Iliad 9.443: τὸν τῳ λογῳ ρήτορα διδάσκειν σε εῖναι καὶ δραστήριον ἐν τοῖς ἔργοις ⁑ On Iliad 9.452: προ τοῦ πατρός μιγῆναι ἡ περισσεύει ἡ πρόθεσις ⁑ On Iliad 9.455: οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι On Iliad 9.457: ὅτι καταχθονιον διὰ τοῦ Αἵδην λέγει: On Iliad 9.458: γράφεται ἐνθά μοι : Interior scholia On Iliad 9.446: οὕτως δια τοῦ ω καὶ ο αἱ Αρισταρχου : On Iliad 9.452: ὑπό νοήσας On Iliad 9.455: ὅτι τινὲς γραφουσιν εμοισιν λέγει δὲ οὐ περι ἑαυτοῦ ὁ Φοῖνιξ αλλα περὶ τοῦ Ἀμύντορος ⁑ Exterior scholia On Iliad 9.444: ὁς ἂν Venetus A (Marciana 454 = 822), folio 121, recto Iliad 9.488-9.469 9.488 πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας 9.464 ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψῐοὶ ἀμφὶς ἐόντες. 9.484 ναῖον δ' ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων: 9.485 καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ 9.487 οὔτ' ἐς δαῖτ' ϊέναι: οὔτ' ἐν μεγάροισι πάσασθαι. 9.465 αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι: 9.486 ἐκ θυμοῦ φιλέων: ἐπεὶ οὐκ εθέλεσκες ἅμ' ἄλλῳ 9.480 ἐς Πηλῆα ἄναχθ' : ὁ δέ με πρόφρων ὑπέδεκτο: 9.479 Φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων 9.481 καί μ' ἐφίλησ'. ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ. 9.478 φεῦγον ἔπειτ' ἀπάνευθε, δι' Ἑλλάδος εὐρυχόροιο: 9.482 μοῦνον, τηλύγετον. πολλοῖσιν ἐπι κτεάτεσσιν: 9.483 καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν: 9.468 εὐόμενοι. τανύοντο διὰ φλογὸς Ἡφαίστοιο : 9.466 πολλὰ δὲ ἴ̈φια μῆλα, καὶ εἰλίποδας ἔλικας βοῦς 9.467 ἔσφαζον: πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ 9.470 εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ παρὰ νύκτας ί̈αυον: 9.471 οἱ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ' ἔσβη 9.472 πῦρ. ἕτερον μὲν ὑπαιθούσῃ εὐερκέος αὐλῆς, 9.473 ἄλλο δ' ἐνὶ προδόμῳ. πρόσθεν θαλάμοιο θυράων: 9.474 ἀλλ`' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννὴ. 9.475 καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίᾱς 9.476 ῥήξας. ἐξῆλθον. καὶ ὑπέρθορον ερκίον αὐλῆς 9.477 ῥεῖα. λαθὼν φύλακάς τ' ἄνδρας. δμῳάς τε γυναῖκας: 9.469 πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος: Scholia to Iliad 9.488-9.469 Main scholia On Iliad 9.464: ἀμφὶς ἐόντες: Διονυσιος ὁ Θρᾶξ ἐν τῷ Πρὸς Κράτητα δια τῆς Ἱπποδρομίας φησὶ γεγραμμενου ἀντιόωντες μεταθεῖναι τὸν Αρισταρχον ἀμφὶς ἐόντες . ὅτι ἡγαπημένος ἢν δια τὴν σπουδήν. ὁδὲ πατήρ ἢν ὀργιζόμενος δια τὸν ἔρωτα ἀνεψιὸς δὲ Φοίνικος Εὐρύπυλος ⁑ On Iliad 9.470: εἰνάνυχες ὡς μονώνυχες ἀπ ευθείας τῆς εἰνάνυξ , εἰ δέ τινα τὸ ἐπιφερόμενον ταράσσει παρα νύκτας ἴ̈αυον ἴστω. ὅτι σύνηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ ποδάνιπτρας ποδῶν οἶνον ἐνοινοχοεῦντες ⁑ On Iliad 9.472: πῦρ ἕτερον μὲν ὑπ αἱθούσῃ: δια τῆς εν προθέσεως ἐν αἰθούσσῃ αἱ Ἀριστάρχου : συνᾴδει καὶ τὸ εξῆς: ἄλλο δ' ἐνι προδόμῳ : αἴθουσσαι δὲ αἱ ὑπο ἡλίου καταγαζόμεναι στοαὶ παρα αἴθεσθαι ὅ ἐστι καίεσθαι διέχεεν δὲ τὴν τάξιν ⁑ On Iliad 9.473: θάλαμος μὲν γὰρ ὁ εποικος τῆς αὐλῆς τὸ δὲ προ αυτοῦ προδρομος αἴθουσσα δὲ περὶστύλον τοῦτ έστιν πρὸς ἥλιον τετραμμένη στοά ⁑ On Iliad 9.473: ἄλλο δ' ἐνι προδόμῳ ὅτι πάλιν δοκεῖ τὸ ἄλλω πρὸς τὸ ἕτερον συγκεχύσθαι πιθανεύονται δὲ λέγοντες τρία φῶτα εῖναι. ἓν μὲν ὑπο ταῖς αἰθούσσαις ἕτερον δὲ ἐν τῷ οἴκῳ, ἄλλω δὲ ἐν τῷ προδόμῳ τοῦ οἴκου. ἀπίθανον γάρ φασὶν ἐν μεν τῷ προδόμῳ πῦρ εἶναι ἐν δε τῷ οἴκω ἐλλείπειν ⁑ On Iliad 9.477: δὶ Ἑλλάδος εὐρυχόροιο. Ἐλλας πόλις ὁμώνομος τῇ χῶρα : Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἑλληνες ⁑ On Iliad 9.481: καί μ' ἐφίλησ'. ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν: καὶ ὅτι πρεσβύτερος Πηλεὺς Φοίνικος ⁑ On Iliad 9.482: μοῦνον τηλύγετον: δυσωπητικὰ Ἀχιλλέως ὅτι μὴ πειθεὶς ἀντιμάσει τοῦτον ὃν ὁ πατὴρ ἠτίμησεν, ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτως συμβάλλεται ὡς φρόνησις καὶ παιδεία δι ἃς ὁ Φοῖνιξ ὑπο Πηλέως ἐτιμήθη ⁑ On Iliad 9.484: Δολόπεσσιν ἀνάσσων, Δολόπων μέρος τῆς Φθιώτιδος χώρας, δι ὃ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ Καταλόγῳ : On Iliad 9.485: καί σε τοσοῦτον, οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν οὐδε γὰρ ἀντιδιαστολὴ πρὸς ἕτερον πρόσωπον ἀπολελυμένως οὖν ἀναγνωστέον ⁑ Interlinear scholia On Iliad 9.465: ἑταὶροι πολίται κατὰ ἀποκοπήν On Iliad 9.466: ἰσχυρα εὐτραφῆ On Iliad 9.466: μελαίνας On Iliad 9.468: φλεγιζόμενοι On Iliad 9.469: πίθων On Iliad 9.469: οῖνος On Iliad 9.470: ἐπι εννέα νύκτει On Iliad 9.480: ἀνακχθ' On Iliad 9.472: ασφαλῆ περιβολον ἐχούση: On Iliad 9.475: ἐπιμελως ἀσφαλως: On Iliad 9.476: ἐξέφυγον: On Iliad 9.484: τὰ έσχατα μέρη On Iliad 9.487: γεύασθαι φαγεῖν Intermarginal scholia On Iliad 9.464: ἐν ἄλλω ἐγγὺς ἐόντες : On Iliad 9.472: ἐν ἄλλω ἐν αιθούσσῃ On Iliad 9.475: ὅτι πληθυντικῶς θύρας ἀντι τοῦ θύραν : On Iliad 9.480: γραφέται ἐς Πηλη ' ἄναχθ' ⁑ Interior scholia On Iliad 9.468: ἐκτείνονται γὰρ τῷ πυρὶ On Iliad 9.472: ἕτερον ἄλλον παρα το τοῦ θαλάμου ⁑ On Iliad 9.478: πρὸς τὴν Ἑλλαδος ὅτι Φθιωτικη πόλις On Iliad 9.488: οὕτως δια τοῦ ε γούνεσσϊ ⁑ Venetus A (Marciana 454 = 822), folio 121, verso Iliad 9.509-9.498 9.509 τὸν δὲ μέγ' ὤνησαν: καί τ' ἔκλυον εὐξαμένοιο: 9.506 πολλὸν ὑπ' εκπροθέει: φθά̄νει δέ τε πᾶσαν ἐπ' αῖαν 9.511 λίσσονται δ' ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι. 9.510 ὃς δέ κ' ἀνῄνηται: καί τε στερεῶς ἀποείπῃ: 9.508 ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἆσσον ϊούσας. 9.507 βλάπτουσ' ἀνθρώπους: αἳ δ' ἐξακέονται ὀπίσσω: 9.505 ἣ δ`' ἄτη, σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας 9.494 ἐξ ἐμεῦ. ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ 9.512 τῷ ἄτην ἅμ' ἕπεσθαι. ἵνα βλαφθεὶς ἀποτίσῃ: 9.503 χωλαί τε. ῥυσαί τε. παραβλῶπές τ' ὀφθαλμών: 9.489 ὄψου ἄσαιμι προταμὼν. καὶ οἶνον ἐπισχών: 9.500 λοιβῇ τε, κνίσῃ τε. παρατρωπῶσ' ἄνθρωποι 9.490 πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα 9.502 καὶ γάρ τε λιταί εἰσι Διὸς . κοῦραι μεγάλοιο: 9.497 νηλεὲς ῆτορ ἔχειν: στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοὶ. 9.501 λισσόμενοι. ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ: 9.491 οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ: 9.496 ἀλλ' Ἀχιλεῦ . δάμασον θυμὸν μέγαν: οὐδέ τι σε χρὴ 9.504 αἵ ῥά τε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιοῦσαι: 9.495 ποιεύμην. ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνῃς: 9.499 καὶ μὲν τοὺς θυέεσσι: καὶ εὐχωλῇ σ' ἀγανῇσι. 9.493 τὰ φρονέων, ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον 9.513 ἀλλ`' Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι 9.492 ὡς ἐπὶ σοὶ μάλα πολλ`' ἔπαθον: καὶ πολλ' ἐμόγησα. 9.498 τῶν περ καὶ μείζων ἀρετὴ. τιμή τε. βίη τε: Scholia to Iliad 9.509-9.498 Main scholia On Iliad 9.489: ‡ὄψου ἄσαιμι: ὅτι πᾶν τὸ πρὸς ἐσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοί καὶ ὅτι οὐχ ὑπο χείρον : ἐτράφη ὁ Ἀχιλλεὺς , ἀλλα τὴν ϊατρικὴν μόνον ἐπαιδεύθη ⁑ On Iliad 9.494: ἀλλα σὲ παῖδα: ἐνθάδε ορθοτονητέον ἔμφασις γὰρ δείξεως ⁑ On Iliad 9.496: ἀλλ Αχιλεῦ δάμασον: ἐμφαντικῶς τὸ ἀδάμαστον ἐν έφηνε τοῦ δεσμοῦ καὶ ὁ Ἀγαμέμνων φασὶ δμηθήτω ⁑ On Iliad 9.497: στρεπτὸς δέ τε: εὐμεταστρεπτοι. εὐμεταβλητοι εύπιστοι. ἐν αντίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοὶ τὸ οὐ γὰρ αῖψα θεῶν τρέπεται νόος. λύοιτο δ' ἂν προσώπῳ ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητὴς φησίν. ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλεώς εἰκότως καὶ τοὺς θεοὺς πείθεσθαι ⁑ On Iliad 9.502: ‡καὶ γάρ τε Λιταί εἰσὶ Διὸς κοῦραι: ἀνειδωλοποιεῖ τὰς Λιτὰς ὡς δαίμονας τινὰς χωλὰς μὲν οὖν αὐτὰς κέκληκεν δια τὸ βραδέως καὶ μόλις προσιέναι. καὶ γόνυ κλίνεις λιτανεύειν τούτους οὓς ἂν προηδικηκότες ῶσιν ⁑ On Iliad 9.503: ῥυσας τε καὶ οιας τρόφους τὰς όψεις ἐπεὶ βραδέως καὶ οὐ γεγηθότι προσῴπῳ οὔτε ὀρθῷ τῷ βλέμματι πρὸς ὁραν δύνανται τοὺς προηδικεμένουυς παρῶν αἰτοῦνται συγγνώμην. Διὸς δὲ αὐτὰς θυγατέρας γενεαλογεῖ ὣστε σεβασμιωτέρας φαίνεσθαι ⁑ On Iliad 9.503: παραβλῶπες, διάστροφοι τοὺς ὀφθαλμούς ἐπειδὴ οἱ ϊκετεύοντες ὑπὲρ τοῦ ἐλεεινοὶ φαίνεσθαι προσίσασιν οἰκτρά τὰ σχήματα αὐτῶν καὶ τὰς θέας ἔχοντες προπερισπαστέον δὲ ὁμοίως τὸ τυφλῶπες, ἀπο γὰρ ὀξυνομένης εὐθείας ἐγενετο τῆς παραβλώψ τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα ὥσπερ τὸ ἑλίκωπες καὶ Κύκλωπες περὶ ῶν ἐντελέστερον λεγεται ἐν τοῖς Περὶ Σχημάτων ⁑ On Iliad 9.505: ἀρτίπος: ὁ τοὺς πόδας ὁλόκληρος πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τ//ῷ ἀλλόπος καὶ τρίπος On Iliad 9.509: τὸν δὲ μέγ' ὤνησαν: ὅτι περισσὸς ὁ δὲ σύνδεσμος δι ὃ οὐ δεῖ συγνεγκλίνειν τῷ ἄρθρω τῷ συνδέσμῳ ⁑ Interlinear scholia On Iliad 9.489: προσφαγίου On Iliad 9.490: κατέβρεξας On Iliad 9.491: εν τῇ χαλεπῇ παιδοτροφία On Iliad 9.493: διό τι μοι ὴ ἐπειδὴ On Iliad 9.493: λέσσαν: On Iliad 9.504: μετα τὸ βλεβῆναι τινά: On Iliad 9.505: ισχυρά On Iliad 9.506: εκτατεον δια τὸ μέτρον: Intermarginal scholia On Iliad 9.492: Ἀρίσταρχος πολλὰ πάθον καὶ πολλὰ μό´γησα : On Iliad 9.500: ἐν αλλω λοίβης τε κνίσης τε ⁑ On Iliad 9.505: ὅτι ούνεκα: ἀντὶ τούνεκα: On Iliad 9.506: ὅτι Ζηνόδoτος γράφεται ὅτι φθανέει : Interior scholia On Iliad 9.497: εὐμετάστρεπτοι καὶ ΐλαοι τοῖς μετανοοῦσι ⁑ On Iliad 9.504: τῶν ἀνθρώπων δηλονότι ἀλέγουσι φροντίζουσιν ἵνα ϊάσονται τα ὑπὸ τῆς Ατης γινόμενα ⁑ On Iliad 9.509: Ἀρίσταρχος εὐχομένοιο ⁑ On Iliad 9.512: γράφεται ἀποτίνῃ Venetus A (Marciana 454 = 822), folio 122, recto Iliad 9.536-9.514 9.536 οἴῃ δ' οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο: 9.534 χωσαμένη: ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλῳῆς 9.535 Οἰνεὺς ἐρξ': ἄλλοι δὲ θεοὶ δαίνυνθ' ἑκατόμβας: 9.533 καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε. 9.538 ἣ δὲ χολωσαμένη δῖον γένος ἰ̈οχέαιρα. 9.528 ὡς ἦν: ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι: 9.537 ἢ λάθετ'. ἠ οὐκ ἐνόησεν: ἀά̄σατο δὲ μέγα θυμῷ. 9.532 Κουρῆτες δὲ, διαπραθέειν μεμαῶτες Ἄρηϊ : 9.527 μέμνημαι: τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε 9.531 Αἰτωλοὶ μὲν. ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς. 9.529 Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι 9.526 δωρητοί τε πέλοντο παράρητοί τ' ἐπέεσσι: 9.530 ἀμφὶ πόλιν Καλυδῶνα : καὶ ἀλλήλους ἐνάριζον: 9.523 μὴ δὲ πόδας: πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι: 9.520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροἕηκεν ἀρίστους 9.522 φίλτατοι Ἀργείων : τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς 9.525 ἡρώων. ὅτε κέν τιν' ἐπιζάφελος χόλος ί̄̈κοι: 9.521 κρινάμενος κατα λαὸν Ἀχαιϊκὸν . οἵ τε σοὶ αὐτῷ 9.519 νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοῖ. τά δ' ὄπισθεν ὑπέστη: 9.524 οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν 9.518 Ἀργείοισιν ἀμυνέμεναι. χατέουσί περ ἔμπης: 9.517 οὐκ ὰν ἔγωγέ σε, μῆνιν ἀπορρίψαντα: κελοίμην 9.515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι. τὰ δ' ὄπισθ' ὀνομάζοι 9.516 Ἀτρείδης ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι. 9.514 τιμὴν. ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν: Scholia to Iliad 9.536-9.514 Main scholia On Iliad 9.516: ‡ ἐπιζαφελῶς. ὡς χαλεπῶς : παρέλκει δὲ πάλιν ἡ ἐπὶ, ἐχθρ δὲ εἰ παρα τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρυτόνως εἰ καὶ ἐκεῖνο κατ ὀξὺν προφέρεσθαι τόνον. ἀλλα μήποτε τὸ μὲν ζαφελος προπαροξύνεται λόγῳ τούτῳ ὡς τὰ εἰς ος λήγοντα συγκείμενα παρα τὸ ζα προπαροξύνεται, ζάθεος ζάκοτος οὕτως ζάφελος τὸ δε ζαφελῶς περισπᾶται ἐπεὶ τὰ δια τοῦ λῶς ἐπιρρηματα παραληγόμενα τὸ ε ὡς ἐπι τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς ἐπιμελῶς οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε: πρόσκειται ὡς ἐπι τὸ πλεῖστον δια τὸ εὐτραπέλως ἰ̈κέλως ⁑ On Iliad 9.520: ἄνδρας δὲ λίσσεσθαι: ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ ὡς ἂν μὴ δὲ χώραν ἔχων πρεσβευτοῦ ⁑ On Iliad 9.522: τῶν μη σύ γε μῦθον ἐλέγξῃς μὴ ἀποδοκιμάσῃς μὴ δὲ ἀποδείξης ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις καὶ μὴ ποιήσης ἐπονειδίστους αὐτοὺς ὡς μὴ πείσαντας ⁑ On Iliad 9.526: δωρητοί τ επέλοντο: ὡς παραμυθητοί καὶ νοητοὶ κατ οξείαν τάσιν ⁑ On Iliad 9.528: ὣς ἢν, τὸ ὡς ἢν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἐξῆς συνάπτεσθαι: ἐὰν δὲ τοῖς ἄνω συνάπτηται ἔσται μέμνημαι ὡς ἦν ἐὰν δὲ τοῖς ἑξῆς, ἔσται ὑπερβατόν ὡς δὲ ἢν ἐν υμῖν ἐρῷ ⁑ On Iliad 9.528: ὅτι ἡθικῶς καθ υπεξαίρεσιν λέγει ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισιν , οἷον οὐδεὶς ξένος πάρεστι δια τὸ κατ Ἀχιλλέως παραδείγματι χρῆσθαι τῷ κατα τὸν Μελέαγρον ⁑ On Iliad 9.529: Κουρῆτες , οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες πρὸς διαστολὴν τοῦ κούρητες Ἀχαιῶν οὐκ εχρῆν δέ καθ ὅτι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπερ μίαν συλλαβὴν ὀξύνεσθαι: ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ Κουρῆτες ἐν τῇ Κλίσει τῶν ὀνομάτων ⁑ On Iliad 9.532: Κουρῆτες οἱ ἐν Πλευρῶνι οἰκοῦντες πόλει τῆς Αἰτωλίας , ὠνομάσθησαν δὲ οὕτως παρα τὸ μὴ κείρεσθαι τὰς κάρας ⁑ On Iliad 9.535: Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἑτησίων καρπῶν τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν, ἡ δε θεὸς ὀργισθεῖσα μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν ὃς οὐ μόνον τὴν χώραν ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρεν: Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπι τούτων Μελέαγρος δὲ ὁ Οἰνεως πρῶτος ἐπιτυχὼν. γέρας, τοῦ συὸς ἀκροθίνια λαβῶν τὴν κεφαλὴν καὶ τὸ δερος Ἀταλάντη δι έρωτα δωρεῖται, καὶ γὰρ αύτη συνεξῆλθεν αὐτοῖς ἐπι κυνηγία οἱ δὲ Θεστίου μὲν παῖδες αδελφοὶ δὲ τῆς Μελεαγρου ματέρος Ἀλθαίας ὀργίλω ἐπι τούτῳ διατεθέντες ἐπεβούλευον τῷ Μελεάγρῳ ὁ δὲ προγνοὺς οὓς μὲν ἀπέκτεινεν: οὓς δὲ εἰς φυγην τραπῆναι παρεσκεύασεν, δι ὅ περ οἱ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστρατευσαν, Μελέαγρος δὲ καταρχὰς τῇ μητέρι μηνιῶν οὐκ εβοήθει τῇ πατρίδι : πορθούμεν' δὲ ἤδη τῆς πόλεως πεισθεὶς ὑπο Κλεοπάτρας τῆς γυναικός προελθὼν, οὓς δὲ διώκων ἠνάγκαζεν εκεῖσε κατα κρημνον ἐρεχθῆναι Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ τὴν ὑπὸ μοιρῶν δεδομένην δᾶδα κατέφλεξεν, ἢν δὲ πεπρωμένον ἐκείνης ἐκκαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν, φθαρεντος δὲ τοῦ παιδὸς, Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ ⁑ On Iliad 9.531: Αἰτωλοί : οἱ Καλυδώνιοι ἐπεὶ καὶ οἱ Κουρῆτες Αἰτωλοι ὑπῆρχον ἐμφυλίου ὄντος τοῦ πολέμου, ἡ οῦν Καλυδὼν πρώτη πόλις τῆς Αἰτωλίας τῆς μέσης συλλαβῆς περισπωμένως, οἱ τὴν Πλευρῶνα κατοικοῦντες Κουρητέστες ἐμάχοντο, τῆς δ' αὐτῆς συλλαβῆς βαρυτονουμενοι οἱ νεανίαι, ἅμα δ' ἄλλοις ἦσαν Κούρητες Ἀχαιῶν ⁑ On Iliad 9.531: Αἰτωλοὶ μὲν ἀμυνόμενοι, ἡ διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. καὶ ὅτι λείπει ἡ περι περι Καλυδῶνος ⁑ On Iliad 9.527: μέμνημαι τόδε ἔργον: ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπιπέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι οἱ δὲ Κουρῆτες τοῖς Τρωσίν : ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῶ νῦν μὲν, δεήσεσι μὴ πειθομένων, δι ἀνάγκην δὲ ἴσως βοηθήσοντι δια τὰς ναῦς ⁑ On Iliad 9.537: ἢ λάθετ', ἐλάθετο ἐκὼν παρεπέμψατο οὐκ ενόησεν οὐκ έλαβεν εἰς νοῦν, ἡ διπλῆ δὲ ὅτι Ζηνόδοτος γράφει ἐκλάθετ' οὐδ' ἐνόησεν , ὥστε τὸ αὐτὸ δεῖ λογίζεσθαι, οὐκ ενόησεν δὲ ὅτι διαφέρει: τὸ μὲν γὰρ ἐλάθετο ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ ενόησεν . οὐδὲ τὴν ἀρχὴν κατὰ νοῦν ἔσχεν ⁑ On Iliad 9.537: ἄλλως ἢ λάθετ' ἢ οὐκ ενόησεν . ἤτοι ἐννοήσας θῦσαι ἐπελάθετο, ἢ οὐδε ὅλως ἐπελάθετο ⁑ Interlinear scholia On Iliad 9.526: δώροις πείθωμενοι On Iliad 9.526: καὶ λόγοις ὁμοίως πειθόμενοι On Iliad 9.530: ἐφόνευον On Iliad 9.534: αὐτῆ On Iliad 9.535: ἐπετέλεσας On Iliad 9.535: ἔρξε Intermarginal scholia On Iliad 9.515: λείπει φέρειν On Iliad 9.527: ὅτι νέον νεωστί: Interior scholia On Iliad 9.516: εὐθὺς δηλον ὅτι περισπωμενως τὸ δὲ ζάφελος ὄνομα βαρύνεται On Iliad 9.523XXXX: ἐπὶ δε τῆς προτερας οργῆς οὐ μέμψεως ἄξιος ⁑ On Iliad 9.523: μη δε τὴν ἐνθάδε ἄφηξιν : On Iliad 9.534: ἑορτὴ ἐπι τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι τῶν καρπῶν ⁑ Venetus A (Marciana 454 = 822), folio 122, verso Iliad 9.559-9.540 9.559 τῶν τότε. καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον 9.554 οἰδάνει ἐν στήθεσσι, νόον πύκα περ φρονεόντων: 9.555 ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ. 9.558 Ἴ̈̈̈δεώ θ'. ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν 9.560 Φοίβου Ἀπόλλωνος : καλλισφύρου εἵνεκα νύμφης: 9.539 ὦρσεν ἐπὶ χλούνην σῦν ἄγριον ἀργιόδοντα: 9.561 τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ 9.562 Ἀλκυόνην καλέεσκον ἐπώνυμον: οὕνεκ' άρ' αὐτῆς 9.544 πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρᾱς 9.553 ἀλλ`' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος. ὅς τε καὶ ἄλλων 9.556 κεῖτο παρα μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ . 9.557 κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνί̄νης 9.563 μήτηρ: ἁλκυόνος πολυπενθέος οῖτον ἔχουσα 9.551 τόφρα δὲ Κουρήτεσσι κακῶς, ἦν. οὐδ' ἐδύναντο 9.552 τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες: 9.550 ὄφρα μὲν οὖν Μελέαγρος ἄρηϊφίλος πολέμιζε. 9.549 Κουρήτων τὲ μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων: 9.542 αὐτῇσιν ῥίζῃσι: καὶ αὐτοῖς ἄνθεσι μήλων: 9.543 τὸν δ' υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος . 9.548 ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι 9.541 πολλὰ δ' ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ: 9.545 καὶ κύνας. οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι. 9.546 τόσσος ἔην. πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς: 9.547 ἡ δ`' ἀμφ' αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν. 9.540 ὃς κακὰ πολλ`' έρδεσκεν. ἔθων Οἰνῆος ἀλωήν: Scholia to Iliad 9.559-9.540 Main scholia On Iliad 9.539: ‡ ὦρσεν ἐπι: οἱ μὲν ἀναστρέφουσιν ἵν ᾗ ἐπῶρσεν οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλοὴν ἐνεκλιναν ἵνα γένηται τὸ ἑξῆς ἐπι τὴν χλούνην: οἱ μὲν τὸν ἐν τομίαν, κνώμενοι γὰρ πρὸς ταφῶ τὰ παρατρίβονται καὶ ἀγρίοτεροι γίγνονται, οἱ δὲ τὸν οἱ μὲν τὸν ἐντομίαν: κνώμενοι γὰρ πρὸς τὰ οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα: τὸν γὰρ οἰκοτραφη σίαλόν φησιν : οἱ δὲ τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά: ἄλλοι δὲ τὸν ἐπι Χλούνῃ χωρίῳ οὕτω καλουμένῳ ἐνδιατρίβοντα ⁑ On Iliad 9.540: ὃς κακὰ πολλὰ, Ἀμμώνιος ἐν τῷ Περὶ τῶν ὑπο Πλάτωνος μετενηνεγμένων ἐξ Ομήρου δια τοῦ ξ προφέρεται ἔρεξεν . ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περι καρποὺς ἡμαρτηκότι. ψιλῶς τὸ ἔθων καθ ὅτι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλιφῆς ἥ ἑ μάλιστ' εἴωθε καὶ ἄλλως τὸ ε προ τοῦ θ οὐ δασύνεται εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ ς σέθεν έθεν τὴν γὰρ ὑπό τινων φερομένην ἔδον παραιτητέον ⁑ On Iliad 9.542: ἄνθεσι μήλων ὅτι μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοὶ οὐχ ὡς ἡμεῖς ἰδικῶς καὶ ὅτι εἴωθεν ἡ σὺν πρόθεσις ἐλλείπειν ⁑ On Iliad 9.546: τόσσος ἔην: ὅτι ἐκ τοῦ παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι δια πυρὸς ἔθαπτον ⁑ On Iliad 9.546: πυρῆς ἐπιβῆσ' ἀντι τοῦ ἀποκτηνας καθῆναι ἐποίησεν ⁑ On Iliad 9.548: ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι, ὡς καὶ τῆς κεφαλῆς τῷ δέρματι προσεχομένης ταῦτα δὲ συνέκειτο δοθῆναι ἀρίστια τὸ πρῶτον βαλόντι τὸν σῦν: λαβὼν δὲ αὐτὰ ὁ Μελέαγρος , ἐδωρήσατο Ἀταλαντι τῇ Ϊάσου Ἀρκάδι τὸ γένος: λοχήσαντες δὲ αὐτὴν οἱ μή Τρωες τοῦ Μελεάγρου ἀφείλαντο τὰ γέρα τῆς κόρης, ἐφ ᾧ οργισθεὶς ὁ Μελέαγρος διεχρήσατο αὐτούς. λυπηθεῖσα ἐπι τοῖς ἀδελφοῖς, Ἀλθαία ἡ τοῦ Μελέαγρου μήτηρ , κατέφλεξε τὸν ὑπο μοιρῶν αὐτῇ δοθέντα δαλὸν. ὄν τινα συνεκτικὸν τῆς Μελεαγρου ζωῆς. ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος ⁑ On Iliad 9.551: οὐδε δύναντο ἐν τῇ Ἀριστοφάνους , οὐδ' ἐθέλεσκον καὶ ἔστιν Ὁμηρικόν οὐδ' ἔθελε προρέειν : οἱ δάνει ἐν στήθεσσι οἰδαίνεσθαι ποιεῖ ὡς μελάνει . καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πάθος οἶδεν ἀλλὰ περὶ γίνεσθαι παραινεῖ καὶ ἡμᾶς μὲν αυτῆς ἐκτρέπει: Ἀχιλλεῖ δὲ συγγινώσκει ⁑ On Iliad 9.556: καλῇ Κλεοπάτρῃ Κλεοπάτρα Ἴδα καὶ Μαρπήσσης τῆς Εὐήνου θυγάτηρ γυνὴ δὲ Μελεάγρου On Iliad 9.562: Ἀλκυόνην καλέεσκον ἐπώνυμον Κῆϋξ ὁ Φωσφόρου τοῦ ἀστερος, γήμας Ἀλκύονην τὴν Αἰόλου μεγά φρονήσας ἐφ ἑαυτῷ. θεὸς ἐβουλευετο νομίζεσθαι, δι ὅ περ ἥ τε γαμετηον δια παντὸς εκάλει Διά αὐτον κακεῖνος Ἥραν τὴν γυναῖκα, Ζεὺς δὲ ἀγανακτήσας, μετέβαλαν αὐτοὺς εἰς ὄρνεα χωρὶς ἀλλήλων βιοῦντα ἐκλήθη δὲ ἡμεν Ἀλκυόνη ὁ δὲ Κήυξ παρα δὲ τοῖς αἱγιαλοῖς τῆς Ἀλκυόνης τικτούσης συμβαίνει, ἐπελθόντα τὰ κύματα τὰδε ἔγγονα αυτης κατασύρειν: Ζεὺς δὲ θεασάμενος αὐτὴν κλαίουσαν κατελεήσας, ἐπέταξε τοῖς ἀνέμοις. καθ ὸν ἂν καιρὸν ἡ Ἀλκυόνη παρα τὸ ἐν αλὶ κύειν: οἱ οὖν γονεῖς ἀπο τῶν αὐτοῖς συμβεβηκότων τὴν Κλεοπάτραν : οὕτω ἑκάλουν ὡς Μέγαπένθην καὶ Εὐρυσάκη Ὀδυσσέα καὶ Νεοπτόλεμον . οὔπω γὰρ εἰδόθ' ὁμοιΐου πτολέμοιο ἔκλαιεν οὖν τὸν ἄνδρα Ί̈δαν ὅτι αὐτην ἀνήρπασεν Ἀπόλλων ἠ ἡ μήτηρ Ἀλθαία ⁑ On Iliad 9.562: ἐπώνυμον: ἀντι τοῦ φερώνυμον καὶ ἀποσυμβεβηκότος οἰκείως κείμενον τὴν Κλεοπάτραν οὖν φησὶ παρωνύμως καὶ Ἀλκυόνην ἑκάλουν δια τὸ τὴν μήτρα Μάρπησσαν δίκην Ἀλκυόνος κλαῦσαι ὅτε ἀφῃρεῖτο αὐτὴν ὁ Ἀπόλλων ⁑ Interlinear scholia On Iliad 9.540: εξ έθους κατα τρέχων καὶ βλάπτων On Iliad 9.554: εῖς ύψος αίρεσθαι ποιεῖ ⁑ On Iliad 9.555: μητηρ Μελεάγρου On Iliad 9.557: Άρεως παῖς: On Iliad 9.558: τοῦ ϊδοῦ On Iliad 9.562: αντι τοῦ φερώνυμον ⁑ On Iliad 9.563: συμφορας Intermarginal scholia On Iliad 9.540: ὅτι ἄλλα ἐπ άλλοις ένιοι δὲ πρόρριζα: On Iliad 9.554: ὅτι ἀντὶ οἰδάνειν ποιεῖ όμοιον τῷ πάντας μέν ρ' έλπει ἀντὶ ελπίζειν ποιεῖ ⁑ On Iliad 9.562: ὅτι οὐ τὴν Μάρπησαν αλλα τὴν Κλεοπάτραν ⁑ Interior scholia On Iliad 9.539: ὅτι οἱ Γλωσσογραφοι τὸ έθ ἀποδιδόασιν βλάπτων ἔστι δὲ ἐξ έθους επιφοιτῶν ⁑ On Iliad 9.557: τῆς ενὶ μυ θυγχηρος ⁑ Exterior scholia On Iliad 9.545: γὰρ κ' ἐδα μ Venetus A (Marciana 454 = 822), folio 123, recto Iliad 9.586-9.581 9.586 οἵ, οἱ, κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων: 9.587 ἀλλ`' οὐδ' ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον: 9.578 ἔνθά μιν ἤνωγον. τέμενος περικαλλὲς ἑλέσθαι 9.588 πρίν γ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο: τοὶ δ' ἐπὶ πύργων 9.584 πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ 9.567 πόλλ`' ἀχέουσ' ἠρᾶτο κασιγνήτοιο φόνοιο: 9.575 Αἰτωλῶν : πέμπον δὲ θεῶν ἱ̈ερῆας ἀρίστους 9.582 οὐδοῦ ἒπ' ἐμβεβαὼς ὑψηρεφέος θαλάμοιο, 9.571 παιδὶ δόμεν θάνατον: τῆς δ' ἠεροφοῖτις Ἐρῑνὺς 9.583 σείων κολλητὰς σανίδας: γουνούμενος υἱόν: 9.568 πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοίᾱ 9.572 ἔκλυεν ἐξ Ερέβεσφιν . ἀμείλιχον ῆτορ ἔχουσα: 9.569 κικλήσκουσ' Ἀΐδην καὶ ἐπαινὴν. Φερσεφόνειαν : 9.570 πρόχνυ καθεζομένη: δεύοντο δὲ δάκρυσι κόλποι. 9.573 τῶν δὲ τάχ' ἀμφι πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει: 9.574 πύ´ργων βαλλομένων: τὸν δὲ λίσσοντο γέροντες: 9.585 ἐλλίσσονθ'. ὁ δὲ μᾶλλον ἀναίνετο. πολλὰ δ' ἑταῖροι, 9.564 κλαῖ': ὅ τε μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων : 9.566 ἐξ ἀρέων μητρὸς κεχολωμένος. ἥ ῥα θεοῖσι 9.576 ἐξελθεῖν καὶ ἀμῦναι: ὑποσχόμενοι μέγα δῶρον: 9.577 ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς. 9.565 τῇ ὅ γε παρκατέλεκτο: χόλον θυμαλγέα πέσσων. 9.579 πεντηκοντόγυον: τὸ μὲν ἥμισυ οἰνοπέδοιο. 9.580 ἥμισυ δὲ ψιλὴν άροσιν πεδίοιο ταμέσθαι: 9.581 πολλὰ δέ μιν. λιτάνευε γέρων ἱ̈ππηλάτα Οἰνεὺς Scholia to Iliad 9.586-9.581 Main scholia On Iliad 9.567: ‡κασιγνήτοιο φόνοιο, ὡς Ἀδμήτοιο : τινὲς δὲ προπερισπῶσιν ὡς λευκοῖο ἵνα γένηται κασιγνητικοῦ: ἡ γὰρ Ἀλθαία φησὶν οὐχ ἕνα εῖχεν ἀδελφὸν: δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἐνικὸν ἰσοδυναμεῖν τοῦ κασιγνητικοῦ, ἀδελφοὶ δὲ Ἀλθαίας Ί̈φικλος Πολυφάντης Φάνης Εὐρύπυλος Πλήξιππος ⁑ On Iliad 9.568: πολλὰ δὲ καὶ γαὶαν: ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρουον ⁑ On Iliad 9.569: κικλήσκουσ' Ἀΐδην : ὅτι ἐπικαλεῖται μὲν τὸν Άδην καὶ τὴν Περσεφόνην ὑπακούουσι δὲ αἱ Ερινύες ὡς ὑπηρέτιδες ⁑ On Iliad 9.571: παιδὶ δόμεν θάνατον τῆς δ' ἱεροφοῖτις Ἐρινύς : ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπακούουσι καὶ οὐ μάχεται τὸ κικλήσκουσ' Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν :ἠεροφοῖτις δὲ ἡ ἐν τῷ σκότῳ φοιτῶσα αἱ πυναὶ γὰρ ἀπροοράτως ἄρχονται: On Iliad 9.571: Ἐρινύς, παρὰ το ἐν τῇ έρα ναίειν καὶ οἰκεῖν ὅ ἐστι τῇ γῇ καταχθονία γὰρ ἡ δαίμων: ἠ οἰονεῖ ἀρανύς τις οὖσα ἡ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελοῦσα ⁑ On Iliad 9.568: χερσὶν αλοία ταῖς χερσὶν ἔπληττεν ὅθεν καὶ πατραλοίας ὁ τὸν πατέρα τύπτῶν εὔχονται δὲ οἱ ήρωες: τοῖς μὲν οὐρανίοις θεοῖς, ἄνω τας χείρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος . τοῖς δὲ θαλασσιοις πολλὰ δὲ μητρὶ φίλη ἡρήσατο χείρας ὁρεγνῦς εἰς θάλασσαν δῆλον ὅτι τοῖς καταχθονίοις δὲ κόπτοντες τὴν γῆν ὡς ἐνθάδε φησίν ⁑ On Iliad 9.575: Αἰτωλῶν : ὅτι ἐντεῦθεν Σοφοκλῆς ἐν τῷ Μελεάγρῳ τὸν χωρὸν ἀπο ϊερέων παρήγαγεν: On Iliad 9.576: ἐξελθεῖν καὶ ἀμῦναι: βραχὺ διασταλτέον ἐπι τὸ ἀμῦναι : στικτέον δὲ κατα τὸ τέλος τοῦ στίχου: ἀπο αλλης δὲ ἀρχῆς ὁππόθι πιότατον καὶ ὑποστικτέον ἐπι τὸ εραννῆς : On Iliad 9.579: πεντηκοντόγυον: πεντήκοντα πλέθρων: γύη γὰρ μέτρον γῆς οἱ δὲ πεντήκοντα ζευγῶν ⁑ On Iliad 9.580: ἥμισυ δε ψιλην. δια τοῦ ς ψιλῆς γῆς οὕτως αἱ Ἀριστάρχου . δῆλον δὲ ὅτι ἐλλείπει ἡ ης ἵν' ᾖ εἰς ἄροσιν ⁑ On Iliad 9.583: σείων: πράως κινῶν δια τὸ γῆρας, ἡ δια τὸ ἐπικίνδυνον ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχος κολλητὰς δὲ σανίδας , περιφραστικῶς τὰς θύρας ἀπὸ τοῦ καλῶς συνηρμόσθαι ⁑ On Iliad 9.584: πολλὰ δὲ τόν δε κασίγνηται κατα τὸ θηλυκὸν κασίγνηται αἱ Ἀριστάρχου ἔχει δὲ λόγον καὶ ἡ δια τοῦ ο , κατα γὰρ Ὅμηρον πλείους εἰσὶν ἀδελφοὶ, τῷ Μελεάγρῳ οὐ γαρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ ὰρ ἔτ' αὐτὸς ἔη θάνε δὲ ξανθὸς Μελέαγρος . καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς ἀδελφὰς ἀκουστέον Γὸργην καὶ Δηϊάνειραν ⁑ On Iliad 9.586: οἵ οἱ κεδνότατοι: ὅτι σωφρονέστατοι. ὁ δε Σιμωνίδης κεδνοὺς τοὺς φίλους ⁑ On Iliad 9.582: οὐδοῦ ἐπ' ἐμβεβαώς: εἴτε ἓν μέρος λόγου ἐπεμβεβαῶς , ὡς ἐμμεμαώς εἴτε τῇ ὀδοῦ γενικῇ συνάπτεται. οὐ δύναται ἀναστρέφεσθαι συνείληπται γάρ ⁑ Interlinear scholia On Iliad 9.564: ουτως Ζηνοδοτος χρονικως On Iliad 9.569: φοβερὰν On Iliad 9.570: εκγόντα On Iliad 9.571: ἀόρατος On Iliad 9.572: ἐκ τοῦ σκότους On Iliad 9.572: απεινὸς σκηλος On Iliad 9.580: τήν άδενδρον χωραν: On Iliad 9.586: πρὸς φιλέστατοι: On Iliad 9.588: συχνῶς ὲπιμελῶς: Intermarginal scholia On Iliad 9.564: γράφεται ἀνήρπασε On Iliad 9.565: πεπαίνων παρηγορῶν συνέχων: On Iliad 9.567: ὅτι ελλείπει ἡ περὶ δύναται δὲ καὶ ενος καὶ πλειόνων ἀδελφῶν On Iliad 9.568: ταῖς χερσίν ἔπλοτυταν On Iliad 9.571: γράφεται καὶ ἱεροφοιτος ἡ δια τοῦ σκότους ερχομένου: On Iliad 9.574: οὕτως Ἀρισταρχος ἐλίσσοντο δι ενος λ On Iliad 9.578: ὅτι συντελικως ελέσθαι: On Iliad 9.584: οὕτως κασίγνηται θηλυκως: ἔχει δὲ λόγον καὶ ἡ δια τοῦ ο ⁑ Interior scholia On Iliad 9.564: Ἀρισταρχος κλαιε ὅ μιν ὅτι αυτήν: On Iliad 9.567: οὕτως Ἄρισταρχος τοῦ αδελφικοῦ On Iliad 9.573: δοῦπος παρα τὸ δέος ἐμποιεῖν ⁑ Venetus A (Marciana 454 = 822), folio 123, verso Iliad 9.601-9.594 9.601 ἐνταῦθα τρέψειε φίλος: χαλεπὸν δέ κεν εἴη 9.602 νηυσὶν καιομένῃσιν ἀμυνέμεν: ἀλλ' ἐπι δώροις 9.603 ἔρχεο: ἶ̈σον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί : 9.613 Ἀτρείδῃ ἥρωϊ φέρων χάριν: οὐδέ τί σε χρὴ 9.612 μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων. 9.600 ἀλλὰ σὺ, μή μοι ταῦτα νόει φρεσί: μὴ δέ σε δαίμων 9.604 εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς. 9.609 ἥ μ' ἕξει παρα νηυσὶ κορωνίσιν. εἰς ὅ κ' ἀϋτμὴ 9.610 ἐν στήθεσσι μένῃ: καί μοι φίλα γούνατ' ὀρῴρῃ. 9.611 ἄλλο δέ τοι ἐρέω: σὺ δ' ἐνι φρεσὶ βάλλεο σῇσι. 9.592 κήδε'. ὅσ' ἀνθρώποισι πέλει. τῶν ἄστυ ἁλώῃ: 9.593 ἄνδρας μὲν κτείνουσι. πόλιν δέ τε πῦρ ἀμαθύνει: 9.599 πολλά τε καὶ χαρίεντα: κακὸν δ' ἤμυνε καὶ αὕτως: 9.606 Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 9.608 χρεὼ τιμῆς: φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ. 9.591 λίσσετ' ὀδυρομένη: καί οἱ κατέλεξεν ἅπαντα 9.598 εἴξᾱς ᾧ θυμῷ: τῷ δ' οὐκέτι δῶρ' ἐτέλεσσαν 9.589 βαῖνον Κουρῆτες . καὶ ἐνέπρηθον μέγα ἄστυ. 9.605 οὐκ' έθ' ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών: 9.607 Φοῖνιξ . ἄττα: γεραιὲ. διοτρεφὲς: οὔ τι με ταύτης 9.590 καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις 9.595 τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ έργα: 9.596 βῆ δ' ϊέναι: χροῒ δ' ἔντε' ἐδύσατο παμφανόωντα: 9.597 ὡς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ 9.594 τέκνα δέ τ' ἄλλοι ἄγουσι. βαθυζώνους τε γυναῖκας: Scholia to Iliad 9.601-9.594 Main scholia On Iliad 9.590: ‡καὶ τότε δὴ Μελέαγρον , καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ μόνη πείθεσθαι, ἢ ὅτι ὁ καιρὸς ἢν ὁ πείθων οὐχ ὁ ὄνειρος ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον. οὐ γὰρ ἐρωτικοῖς ἐχρήσατο ῥήμασι καὶ πεφθέντος τοῦ θυμοῦ παρακαλεῖ ⁑ On Iliad 9.593: ἄνδρας μὲν κτείνουσι πόλιν δέ τε πῦρ ἀμαθύνει: ὅτι ἄμαθον ποιεῖ, οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν: ὁ δὲ Αἰσχύλος επὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε περι τοῦ Ἀκταίωνος λέγων κύνες διημάθυνον ἄνδρα δεσπότην ⁑ On Iliad 9.598: ‡εἴξας ᾧ θυμῷ. ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλα τῇ ἐπιθυμίᾳ ὑποχωρήσας ἀντι τοῦ οὐκ αντιταξάμενος ⁑ On Iliad 9.605: οὐκέθ' ὁμῶς τιμῆς ἔσεαι: ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς ἵν' ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντι τοῦ τιμῆς μεθέξεις. καὶ ὁ Ἀχιλλεὺς ἀποκρινόμενός φησιν, οὔ τι με ταύτης χρεὼ τιμῆς ἀντι τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος τιμήν καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις ⁑ On Iliad 9.605: τιμῆς ἔσεαι: τιμηθήση ἠ τίμιος ἔση τινες τὸ τιμῆς δια τοῦ ϊ γράφουσιν ἀπο γὰρ τοῦ τιμήεις: οὕτως καὶ τὴν αἱτιατικὴν εἶπεν καὶ χρυσὸν τιμῆντα καίτοι λογος ἐστιν ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῆ τελευταίᾳ δύο ἔχουσα φωνήεντα, ταῦτα ἐκφωνεῖ χωρὶς τοῦ Θρᾶξ : οὐκ επείσθη δὲ ἡ παράδοσις Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ϊ οὐχ υγιῶς δὲ γενικὴν ἐκδεχεται λειπούσης φράσεως τιμῆς γάρ φησίν ἄξιος ἔσῃ: ὁ δε Χαῖρις βοηθῶν αὐτῷ φησιν ὅτι ἐπιφέρει οὔ τι με ταύτης χρεῶ τιμῆς ⁑ On Iliad 9.605: ἀλαλκων: ὀξυτονητέον: δευτέρου γὰρ ἀορίστου ἐστίν ὡς ἀγαγών καὶ ἀγαγεῖν οὕτως καὶ ἀλαλκών καὶ ἀλαλκεῖν ⁑ On Iliad 9.612: ὀδυρόμενος καὶ ἀχεύων: ὅτι Ζηνόδοτος γράφει ὀδυρόμενος κινυρίζων οἷον θρηνῶν: ἔστιν δὲ οὐχ Ὁμηρικὸν καὶ παρα τὸ πρόσωπον. Ἀρίσταρχος δὲ μή μοι σύγχει θυμὸν ἐνι στήθεσσι ⁑ Interlinear scholia On Iliad 9.589: έκαιον: On Iliad 9.592: κακὰ On Iliad 9.592: πορθηθείη On Iliad 9.593: κατὰ μικρον δαπανᾶ On Iliad 9.601: Ἀττικως φίλος On Iliad 9.609: ζωη Intermarginal scholia On Iliad 9.594: ὅτι Ζηνόδοτος γράφεται τέκνα δὲ δηιοι άγουσι ⁑ On Iliad 9.601: γράφεται κάκιον On Iliad 9.602: Ἀρισταρχος ἐπι δώρων ὅ ἐστι μετὰ δώρων ⁑ On Iliad 9.607: ὅτι τὸ ἄττα πρὸς φώνησίς ἐστι πρὸς τροφέα ἀμετάφραστος ⁑ On Iliad 9.612: Ἀρίσταρχος ενι στηθεσσιν ἀχεύων ⁑ Interior scholia On Iliad 9.609: ἀπόμαχος δηλονότι Exterior scholia On Iliad 9.: σλῴν Venetus A (Marciana 454 = 822), folio 124, recto Iliad 9.638-9.614 9.638 οἴης: νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας: 9.637 θυμὸν ἐνι στήθεσσι θεοὶ θέσαν: εἵνεκα κούρης 9.636 ποινὴν δεξαμένῳ: σοὶ δ' ἄλληκτόν τε κακόν τε 9.635 τοῦ δέ τ' ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ 9.632 νηλής: καὶ μέν τίς τε κασιγνήτοιο φονῆος 9.633 ποινὴν. ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος: 9.634 καί ῥ' ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας: 9.631 τῆς: ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων: 9.628 οἵ που νῦν έαται ποτιδέγμενοι: αὐτὰρ Ἀχιλλεὺς 9.629 ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν. 9.630 σχέτλιος,: οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων 9.627 χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα: 9.623 ἀντίθεος Τελαμωνιάδης μετα μῦθον ἔειπε: 9.624 διογενὲς: Λαερτιάδη : πολυμήχαν' Ὀδυσσεῦ : 9.625 ἴ̈ομεν: οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ 9.626 τῇδέ γ' ὁδῷ κρανέεσθαι: ἀπαγγεῖλαι δὲ τάχιστα 9.619 φρασσόμεθ'. ἦ κε, νεώμεθ' ἐφ' ἡμέτερ', ἠ κ ὲ μένωμεν: 9.620 Η̃: καὶ Πατρόκλῳ ὅ γ' ἐπ' ὀφρύσι, νεῦσε σιωπῇ 9.621 Φοίνικι στορέσαι πυκινὸν λέχος: ὄφρα τάχιστα 9.622 ἐκ κλισίης. νόστοιο μεδοίατο: τοῖσι δ' ὰρ' Αἴᾱς 9.617 οὗτοι δ' ἀγγελέουσι: σὺ δ' αὐτόθι λέξεο μίμνων 9.618 εὐνῇ ἐνι μαλακῇ: ἅμα δ' ἠοῖ φαινομένηφι 9.616 ἶ̈σον ἐμοὶ βασίλευε: καὶ ήμισυ μείρεο τιμῆς: 9.615 καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κέ με κήδῃ: 9.614 τὸν φιλέειν: ἵνα μή μοι ἀπέχθηαι φιλέοντι: Scholia to Iliad 9.638-9.614 Main scholia On Iliad 9.614: ἵνα μή μοι: ὁ Ἀσκαλωνίτης ἀναγινώσκει ἵνα μὴ μοὶ τὰς δύο βαρυτόνως οἷον ἵνα μὴ ἐμοὶ κατ ορθὴν τάσιν συγκριτικὴ γάρ ἐστι φησὶν ὡς πρὸς τὸν Ἀγαμέμνονα καὶ ὑγιῶς φησὶν, ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω ἐπὶ τὴν μη τὴν ὀξείαν τιθεῖσα ὁμοίως τῷ μή μοι οἶνον ἄειρε τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε , ἀλλ αποβεβλῆσθαι καὶ ὁμοία ἐστὶν ἡ πλάνη τὸ ἤ μ αν ἄειρε η εγω σε καὶ τὸ τάχα δή με διαρραίσουσι καὶ αὐτὸν εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι ἀλλα τὸ μὴ ὁρᾶσθαι κατ αρχὴν τὸ ε οὕτως ἀνέγνωσαν τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς προτοτύποις ἐχρὴν δὲ αὐτοὺς ἐπιγνῶναι. ὅτι κράσις δύναται ἐπακολουθεῖν καὶ οὕτως ῥῶσαι τὴν ὑγιεῖ, ἀνάγνωσιν ⁑ On Iliad 9.616: ἴσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο ὅτι τὸ μείρεο ἀντι τοῦ μερίζῳ προς Ζηνόδοτον μεταγράφοντα ὁππότε μειρόμενος μέγα δ' ἔστενεν ἀντι τοῦ μέγ' ἐγήθεεν ἵν' ᾖ στερισκόμενος τῆς στρατείας οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντι τοῦ στερίσκεσθαι ἀλλ' ἀντι τοῦ μερίζεσθαι ⁑ On Iliad 9.617: οὔτοι δ' ἀγγελέουσι: δια τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς . ὅτι γνοῦς παρα κεκλῆσθαι αὐτὸν ὑπο Αγαμέμνονος τῇ πρεσβείαι ἐφοβήθη μὴ μετα μείζονος δεήσεως, πάλιν ἐκ πεμφθῆ. καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξει οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν ὅτι ὡς τροφέα αὐτὸν κατέχει ⁑ On Iliad 9.622: ἐκ κλισίης νόστοιο: ὅτι νόστοιο μεδοίατο λέγει νόστου ἐπιμελοῖντο πάλιν τῆς ἀφ' ὁδοῦ μνείαν λάβοιεν οἱ περι τὸν Ὀδυσσέα ⁑ On Iliad 9.632: νηλής: ὅτι παρεῖται πρόθεσις καὶ πτῶσις ἐνήλλακται ἀντι τοῦ καὶ μέν τίς τε παρὰ κασιγνήτου φονέως: καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος ⁑ On Iliad 9.638: οἴης νῦν δέ τοι ἑπτὰ: ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων ἕξ ἀτὰρ ἑβδομάτη Βρισηΐδαo χωρὶς γάρ εἰσιν αἱ ἑπτά ⁑ Interlinear scholia On Iliad 9.615: λυπεῖν βλάπτειν On Iliad 9.616: μερίζου On Iliad 9.621: πυκνον ἰ̈μάτιον On Iliad 9.622: φροντίσῳ On Iliad 9.625: τὸ τέλος τοῦ λόγου On Iliad 9.626: τελειω θήσεσθαι On Iliad 9.631: ᾔ τινι αὐτὸν On Iliad 9.632: ἀνηλεής On Iliad 9.632: φονοῖο On Iliad 9.633: τεθνῃῶτος Intermarginal scholia On Iliad 9.621: τὸ ὄφρα νῦν ἀντι τοῦ ἵνα κειται ⁑ On Iliad 9.632: Ἀρίσταρχος δια τοῦ γε καὶ μέν τις γε κασιγνήτοιο δὲ κασιγνητικοῦ On Iliad 9.633: δια τοῦ η αἱ Ἀρίσταρχος : Interior scholia On Iliad 9.619: ὅτι οὐδὲν ἐστιν μαχόμενον. ἀλλ' αἱδεσθεῖς παραπέπεισται ⁑ Venetus A (Marciana 454 = 822), folio 124, verso Iliad 9.647-9.654 9.647 μνήσομαι: ὥς μ' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν 9.643 Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 9.644 Αἶαν διογενὲς. Τελαμώνιε . κοίρανε λαῶν: 9.645 πάντα τί μοι κατὰ θυμὸν εείσω μυθήσασθαι: 9.646 ἀλλά μοι οἰδάνεται κραδίῃ χόλῳ ὁππότ' εκείνων 9.641 πληθύος ἐκ Δαναῶν : μέμαμεν δέ τοι ἔξοχον ἄλλων 9.642 κήδιστοί τ' έμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί : 9.662 ἔνθ' ὁ γέρων κατέλεκτο. καὶ ἠῶ δῖαν ἔμιμνεν. 9.663 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου: 9.640 αἴδεσσαι δὲ μέλαθρον. ὑπωρόφιοι δέ τοι εἰμὲν 9.661 κώεά τε. ῥῆγός τε. λίνοιό τε λεπτὸν ἄωτον: 9.649 ἀλλ' ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε: 9.650 οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος. 9.651 πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον 9.652 Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ϊκέσθαι 9.655 Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω: 9.656 Ὡς ἔφαθ', οἳ δὲ, ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον. 9.657 σπείσαντες, παρὰ νῆας ί̈σαν πάλιν. ἦρχε δ' Ὀδυσσεύς , 9.658 Πάτροκλος δ' ἑτάροισιν. ἰ̈δὲ δμῳῇσι κέλευσε: 9.659 Φοίνῑκι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα: 9.660 αἱ δ`' ἐπιπειθόμεναι στόρεσαν λέχος. ὡς ἐκέλευσε. 9.639 ἄλλά τε πὸλλ' ἐπι τῇσι; σὺ δ' ί̈λαον ἔνθεο θυμόν. 9.648 Ἀτρείδης : ὡς εἴ τιν' ἀτίμητον μετανάστην: 9.653 κτείνοντ' Ἀργείους . κατά τε σμύ̆ξαι πυρὶ νῆας: 9.654 ἀμφὶ δέ τοι τῆ' μῇ κλισίῃ καὶ νηῒ μελαίνῃ Scholia to Iliad 9.647-9.654 Main scholia On Iliad 9.641: ‡πληθύος ἐκ Δαναῶν : ὅτι Ζηνόδοτος γράφει ἀθρόοι ἐκ Δαναῶν , πῶς δὲ ἀθρόοι ἐληλυθέναι δύνανται δύο ὄντες ⁑ On Iliad 9.647: ἀσύφηλον: ἀντι τοῦ ἐπίρῥήματος μετὰ παραλογισμοῦ ἑάλαψεν . ἔστι δὲ ἀσύφηλος καὶ ὁ ἀπαίδευτος: ἐγένετο δὲ ἀπὸ τοῦ σοφος σόφηλος σύνθες μετὰ τῆς α στερήσεως ἀσόφηλος μετάβαλε τὸ ο εἰς τὸ υ καὶ γίνεται ἀσύφηλος ὡς ἄγυρις καὶ ἄγορις ⁑ On Iliad 9.653: ‡ σμῦξαι: τὸ καπνὸν δια τοῦ πυρὸς ἀνίεσθαι ὃ καὶ τύφεσθαι καλεῖται σμύζω δὲ τὸ θέμα ἠ σμύσσω ἠ σμύγω ⁑ On Iliad 9.656: ὡς ἔφαθ' οἱ δὲ ἕκαστος: ὅτι ήρμοζεν ἐπι τῶν δύο λέγειν ἑκάτερος . δια δὲ τὸ μέτρον ἵνα τηρηθῆ τὸ τῆς λέξεως οὕτως εἴρηται οὐ γὰρ ἀρμόζει τῷ μέτρῳ τὸ ἑκάτερος , ἠ δεῖ λέγειν ὅτι καὶ ἐπι τῶν κηρύκων λέγει ἕκαστος ⁑ On Iliad 9.657: σπείσαντες παρα νῆας ἴ̈σαν πάλιν ἦρχ' Ὀδυσσεύς : ὅτι καὶ ἐν τοῖς ἔμπροσθεν ἡγεῖτο Ὀδυσσεὺς ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς . καὶ ὅτι οὐ συμπρεσβεύει ὁ Φοῖνιξ . ἐπεί τοι κὰν ἀποπρεσβεύων ἡγεῖτο ⁑ On Iliad 9.661: ῥῆγος: ῥῆξαι τὸ βάψαι, λέγει οὖν βαπτὸν περιβόλαιον οἱ δὲ τάπητα ⁑ Interlinear scholia On Iliad 9.539: ποίησον On Iliad 9.540: αἰδέσθητι On Iliad 9.540: ὑπὸ τὴν αὐτὴν στέγην: On Iliad 9.645: ἔδοξας On Iliad 9.646: πληροῦνται ὑπὸ ὀργῆς: On Iliad 9.647: αδούλευτον άτιμον On Iliad 9.649: ἀπαγγείλατε: On Iliad 9.650: πρόνοιαν ποιήσομαι: On Iliad 9.653: κατακαῦσαι Intermarginal scholia On Iliad 9.653: οὕτως σμύξαι Ἀρίσταρχος οἰδεν καὶ τὴν φλέξαι γραφήν: On Iliad 9.655: τὸ μάχης ἑκατέροις δύναται προς δίδοσθαι ⁑ On Iliad 9.657: ἐν τῇ ἑτερα τῶν Ἀρισταρχος λείψαντες καὶ εν πολλαῖς τῶν ἀρχαίων ⁑ Interior scholia On Iliad 9.653: γράφεται ὅτι καὶ κατά τε φλέξαι ⁑ Venetus A (Marciana 454 = 822), folio 125, recto Iliad 9.688-9.670 9.688 ὡς ἔφατ', εἰσὶ καὶ οἷδε τάδ' εἰπέμεν. οἵ, μοι ἕποντο: 9.680 αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν 9.668 Σκῦρον ἑλὼν αἰπεῖαν. Ἐνυῆος πτολίεθρον: 9.687 χεῖρα ἑὴν ὑπερέσχε. τεθαρσήκασι δὲ λαοί: 9.664 τῷ δ' ἄρα παρκατέλεκτο γυνὴ. τὴν Λεσβόθεν ἦγε. 9.682 αὐτὸς δ' ἠπείλησεν. ἅμ' ἠοῖ φαινομένηφι 9.685 οἴκαδ' ἀποπλείειν: ἐπεὶ οὐκέτι δήετε τέκμωρ 9.686 Ἰ̈λίου αἰπεινῆς: μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς 9.677 Ἀτρείδη , κύδιστε: ἄναξ ἀνδρῶν Ἀγάμεμνον : 9.676 Τὸν δ' αῦτε προσέειπε πολύτλας. δῖος Ὀδυσσεύς : 9.684 καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι 9.679 πιμπλάνεται μένεος. σὲ δ' ἀναίνεται. ἠδὲ σὰ δῶρα: 9.683 νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας: 9.667 Ἶ̈φις ἐΰζωνος. τήν οἱ πόρε δῖος Ἀχιλλεὺς 9.675 ἠ ἀπέειπε. χόλος δ' έτ' ἔχει μεγαλήτορα θυμόν: 9.673 εἰπ`' άγε μ', ὦ πολύαιν' Ὀδυσεῦ . μέγα κῦδος Ἀχαιῶν . 9.681 ὅππως κεν νῆάς τε σόῃς. καὶ λαὸν Ἀχαιῶν : 9.669 Οἱ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρείδαο γένοντο: 9.671 δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν. ἔκ τ' ἐρέοντο: 9.678 κεῖνός γ' οὐκ ἐθέλει, σβέσσαι χόλον. ἀλλ`' έτι μᾶλλον 9.672 πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 9.674 ῆ ρ' ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. 9.665 Φόρβαντος θυγάτηρ. Διομήδη καλλιπάρῃος. 9.666 Πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο: παρ δ' άρα καὶ τῷ 9.670 τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν Scholia to Iliad 9.688-9.670 Main scholia On Iliad 9.664: ‡τῷ δ' ἄρα παρκατέλεκτο: ὅτι Ζηνοδοτος γράφει τῷ δε γυνὴ παρέλεκτο Κάειρ' ἣν Λεσβόθεν ἦγε . πῶς δε δύναται ἡ Καρίνη Λεσβία εῖναι εἰ μη ἄρα ρἡτέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατώκουν ⁑ On Iliad 9.668: Σκῦρον ἑλών. ὅτι δια τούτων καὶ τὴν Σκῦρον πεπολιορκουμενην ὑπο Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. Σκῦρου δὲ ἐστι νῆσος καὶ πολις τῆς νῦν Φρυγίας πρότερον δὲ ηλικίας: μία δὲ τῶν Κυκλάδων ἣν οὐ πορθήσας. ἀλλ' ειρηνικῶς καταλαβών ἐλαφυραγώγησεν ⁑ On Iliad 9.673: εἴπ' ἄγε μ': ήτοι στικτέον κατὰ τὸ τελος τοῦ στίχου ἵνα ἀφ ετέρας ἀρχῆς ἀναγινώσκωμεν η ρ' ἐθέλει νήεσσι καὶ ὁ λόγος ῃ πευστικός: ἆρα βούλεται βοηθεῖν . ἢ διασταλτέον ἐπι τὸ Ἀχαιῶν ἵνα ᾗ τοιοῦτος ὁ λόγος: ἄγε εἰπέ μοι, εἰ βούλεται βοηθῆσαι ⁑ On Iliad 9.678: σβέσαι χόλον: πυρώδης γὰρ ὁ θυμός ἐντεῦθεν δὲ καὶ ωρίσαντο οἱ φιλόσοφοι θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ⁑ On Iliad 9.680: αυτόν σε φράζεσθαι: ὁ Ασκαλωνίτης ορθοτονεῖ τὴν σὲ ἐπεί φησὶν ἀεὶ μετὰ τῆς επιταγματικῆς αἱ πρωτότυποι φιλοῦσιν ὀρθοτονεῖσθαι ἐχρῆν δὲ αὐτὸν ἐπι τοῦ πρώτου καὶ δευτέρου προσώπου ορίσασθαι, παραιτήσασθαι δὲ τινα Ὁμηρικὰ ἄλλως ἀνεγνωσμένα δι αιτίαν τινὰ: κελεύετέ μ' αὐτὸν ἐλέσθαι , εἰ μή τις σ αὐτόν , ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ορθοτονούμεναι οὐχ αἱ μετὰ τὴν αὐτὸς. ἐγκλιτικῶς οὖν ἀναγνωστέον : On Iliad 9.681: ὅππως κεν νῆάς τε σόῃς: ἐν τῇ ἑτέρα τῶν Ἀριστάρχου δια τοῦ α σαῲς τάχα παρὰ τὸ σαωσέμεν . καὶ ἠὲ σαωθῆναι χρῆται δὲ δὲ καὶ ἐκεῖνο. σῶον δ' ἀνένευσεν : διχῶς οὖν ⁑ On Iliad 9.685: οἴκαδ' ἀποπλείειν ὅτι ἀπέστροφε τὸν λόγον οὐ γὰρ εῖπε δήουσιν ἀλλὰ δήετε ⁑ On Iliad 9.686: Ἰλίου αἰπεινῆς, ἡ διπλῆ, ὅτι θηλυκῶς τὴν Ἴλιον ⁑ On Iliad 9.688: ὡς ἔφατ', εἰσὶ καὶ οἵδε: ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ αὔριον ἢν ἐθέλῃσιν ὅτι καὶ νεώτεροι τοῖς νοήμασι καὶ τῇ συνθέσει πεζότεροι καὶ ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται: On Iliad 9.688: ὡς ἔφατ' στικτέον ἐπι τὸ ἔφατο . δύναται δὲ καὶ ὑποστίζεσθαι ἵν ᾗ ὁ λόγος ὡς εἶπεν καὶ οῦτοι μαρτυρήσουσιν: εἰ δὲ ἐπιτετήδευται ἡ ἀνάγνωσις οὐ θαυμαστὸν καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι: On Iliad 9.694: συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέσεως: καὶ ἄλλως ἵνα μὴ δόξῃ ἀτιμάζειν τοὺς λόγους: τούτους δὲ τοὺ στίχους Ἀριστοφάνης ἠθέτει Ζηνόδοτος τὸν αὔριον μόνον. καὶ τὸ μῦθον ἀγασσάμενοι Ζηνόδοτος μὲν οὐ γράφει Ἀρίσταρχος δὲ ἀθετεῖ Interlinear scholia On Iliad 9.668: πόλις Φρυγίας On Iliad 9.668: ὑψηλήν On Iliad 9.688: υἱὸς Διονύσο On Iliad 9.671: ἀναστάντες On Iliad 9.673: πολλὺ ἐπαίνου άξιε On Iliad 9.675: ἀπηγόρευσε On Iliad 9.682: διωρίσατο εῖπεν: On Iliad 9.685: οὐρήσετε On Iliad 9.685: τέλος On Iliad 9.687: ὑπερασπίζει: Intermarginal scholia On Iliad 9.674: ἐν άλλω ἀμυνόμεναι On Iliad 9.681: Ἀρισταρχος σοώς καὶ σάῳς . On Iliad 9.686: ὅτι θηλυκῶς τὴν Ἴλιον ⁑ Interior scholia On Iliad 9.682: ὅτι τὸ ηπήλησε νῦν κατα τὴν ἡμετέραν χρησιν : On Iliad 9.685: απο τοῦ διηγηματικοῦ ἐπι τὸ μιμητικον μετέβη: Venetus A (Marciana 454 = 822), folio 125, verso Iliad 9.692-9.713 9.692 αὔριον, ἢν ἐθέλῃσιν: ἀνάγκῃ δ' οὔ τί μιν ἄξει: 9.693 Ὡς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 9.689 Αἴας καὶ κήρυκε δύω, πεπνυμένω ἄμφω: 9.690 Φοῖνιξ δ' αὖθ' ὁ γέρων κατελέξατο. ὡς γὰρ ἀνώγει. 9.691 ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται 9.698 μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα 9.703 θυμὸς ἐνι στήθεσσιν ἀνώγῃ. καὶ θεὸς ὄρσῃ: 9.695 δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν : 9.696 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης : 9.697 Ἀτρείδη . κύδιστε. ἄναξ ἀνδρῶν Ἀγάμεμνον . 9.699 μυρία δῶρα διδοὺς. ὁ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως: 9.700 νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας: 9.694 μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀγόρευσε: 9.701 ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν, ί̈ῃσιν. 9.702 ἦ κε μένῃ. τότε δ' αὖτε μαχήσεται. ὁππότε κέν μιν 9.704 ἂλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω. πειθώμεθα πάντες: 9.705 νῦν μὲν κοιμήσασθε, τεταρπόμενοι φίλον ῆτορ 9.706 σίτου καὶ οἴνοιο. τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή: 9.710 Ὡς ἔφαθ'. οἱ δ' άρα πάντες ἐπῄνησαν βασιλῆες 9.707 αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠὼς : 9.708 καρπαλίμως προ νεῶν ἐχέμεν λαόν τε καὶ ἵ̈ππους 9.709 ὀτρύνων: καὶ δ' αὐτὸς ἐνι πρώτοισι μάχεσθαι: 9.711 μῦθον ἀγασσάμενοι Διομήδεος ἱ̈πποδάμοιο: 9.712 καὶ τότε δὴ σπείσαντες. ἔβαν κλισίην δὲ ἕκαστος. 9.713 ἔνθα δὲ κοιμήσαντο. καὶ ὕπνου δῶρον ἕλοντο: Scholia to Iliad 9.692-9.713 Main scholia On Iliad 9.694: μῦθον ἀγασσάμενοι ὅτι ἐξ ἄλλων τόπων ἐστὶν ὁ στίχος, νῦν γὰρ οὐχ ἁρμόζει τότε γὰρ εἴωθεν ἐπιφωνεῖσθαι ὅτ ἂν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται, νῦν δὲ πῶς ἂν ἐπι Ὀδυσσέως λέγοιτο τοῦ μηνύοντος τὰ ὑπ' Ἀχιλλέως εἰρημένα On Iliad 9.698: μὴ ὄφελες: ἀντι τοῦ οὐκ ὅφελες : ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται ⁑ On Iliad 9.699: ‡μυρία δῶρα διδοὺς, ὁ δ' ἀγήνωρ: ὅτι ἐνίοτε μὲν ἐπι ἐπαίνου ὁ Ἀγήνωρ ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν δὲ ἐπὶ ψόγου ὁ ἄγαν ὑβριστικὸς καὶ δια τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν ⁑ On Iliad 9.700: ἐνῆκας ἔν τισι τῶν ὑπομνημάτων δια τοῦ α ἀνῆκας καὶ ἐστιν Ὁμηρική πως ἡ γραφὴ συ δ' επι τούτων ἀνῆκε ⁑ On Iliad 9.709: ὁτρύνων καὶ δ' αὐτὸς ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατα τὸ σιωπώμενον. ὁ Ἀχιλλεὺς δι ὃ φησὶν οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμαις μαίνεται ἐγχείη : καὶ ὅτι τῷ ἀπαρεμφάτῳ ἀντι τοῦ προστακτικοῦ κέχρηται, καὶ ὅτι τῆ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει ⁑ On Iliad 9: ζητεῖται δια τι μετα τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. ῥητέον οὖν ὅτι ἐπεὶ αὐτῷ σκληρῶς ἀπεκρίνατο, λεκτέον δὲ καὶ προς τοὺς ζητοῦντας τίνος ἕνεκεν, ἄλλοι τινὲς οὐκ επρέσβευσαν, ἀλλ οὕτοι ὅτι καὶ αὐτοὶ εδόκουν ⁑ Interlinear scholia On Iliad 9.689: φρονιμοι On Iliad 9.695: ἐπι πολύ On Iliad 9.695: λυπούμενοι On Iliad 9.700: αὐθάδη νῦν ἐ ποίησας αὐτον πλέον καὶ ἐφυσίωσας ⁑ On Iliad 9.705: κορέσθεντες ⁑ On Iliad 9.713: περιφραστικω τὸν ὕπνον: On Iliad 9.713: τὴν ἀνάπαυσιν ⁑ Intermarginal scholia On Iliad 9.694: γράφε καὶ φρασσάμενοι Ζηνόδοτος δὲ τὸν στιχον οὐκ έγραφεν: Ἀριστοφάνης δὲ ἡθέτει ⁑ On Iliad 9.698: δια τοῦ δε ουτ οὕτως Ἀρίσταρχος μη δ' ὄφελες: Interior scholia On Iliad 9.694: γράφεται ἀπέειπε On Iliad 9.698: ὅτι ταῦτα κατα τὸ σιωπώμενον ὁ Αχιλλεὺς ἀκηκοεν ⁑ On Iliad 9.699: γράφεται καὶ αὕτως Venetus A (Marciana 454 = 822), folio 126, recto Iliad 10.title-10.25 10.1 Ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν 10.2 εὗδον παννύχιοι. μαλακῷ δεδμημένοι ὕπνῳ: 10.3 ἀλλ' οὐκ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν 10.4 ὕπνος ἔχε γλυκερὸς. πολλὰ φρεσὶν ὁρμαίνοντα: 10.5 ὡς δ' ὅτ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο. 10.6 τεύχων ἠ πολὺν ὄμβρον. ἀθέσφατον. ἠὲ χάλαζαν. 10.7 ἢ νιφετὸν. ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρᾱς. 10.8 ἠέ πόθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο. 10.9 ὡς πυκὶν' ἐν στήθεσσιν ἀνεστενάχιζ' Ἀγαμέμνων 10.10 νειόθεν ἐκ κραδίης. τρομέοντο δέ οἱ φρένες ἐντός 10.11 ἤτοι ὅτ' ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν. 10.12 θαύμαζεν πυρὰ πολλὰ. τὰ καίετο Ϊλιόθι πρὸ. 10.13 αὐλῶν. συρίγγων τ' ἐνοπὴν. ὅμαδόν τ' ἀνθρώπων: 10.14 αὐτὰρ ὅτ' ἐς νῆάς τε ἴ̈δοι καὶ λαὸν Ἀχαιῶν : 10.15 πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτᾱς 10.16 ὑψόθ' ἐόντι Διῒ : μέγα δ' ἔστενε κυδάλιμον κῆρ: 10.17 ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή: 10.18 Νέστορ' ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν. 10.19 εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο. 10.20 ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο: 10.21 ὀρθωθεὶς δ' ἔνδυνε περι στήθεσσι χιτῶνα: 10.22 ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδῑλα: 10.23 ἀμφι δ' ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος 10.24 αἴθωνος, μεγάλοιο. ποδηνεκὲς. εἵλετο δ' ἔγχος: 10.25 ὡς δ' αύτως Μενέλᾱον ἔχε τρόμος. οὐδὲ γὰρ αὖτῷ Scholia to Iliad 10.title-10.25 Main scholia On Iliad 10: αὔτη ἡ ραψωδία, ἐπιγράφεται νυκτεγερσία , ἐπαναστάντας τοὺς πρώτους τῶν Ἑλληνων κατασκόπους πέμψαι γνώμνῃ Νέστορος Διομήδη καὶ Ὀδυσσέα ⁑ On Iliad 10.1: παραιτητέον τοὺς γράφοντας ὦν ἐστι καὶ Ζηνόδοτος ὤλλοι μὲν : ὴ καὶ τοὺς oπως οὖν βουλομένους δασύνειν: ἔστι γὰρ ὁ ποιητὴς παραλειπτικὸς τῶν ἄρθρων ⁑ On Iliad 10.5: ὡς δ' ὅτ ἂν ἀστράπτῃ, ὅτι παραβάλλει τὸν στεναγμὸν ὡς δ' ὅτ ἄν οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν καθ έκαστα δὲ οὐκ ἐπεξείργασται. δι ὅτι οὐκ ἐστι πρὸς ἅπαντας ἡ εικών ⁑ On Iliad 10.6: τεῦχον ἢ πολὺν ὄμβρον, τῶ πολὺν ἐπήνεγκεν τὸ ἀθέσφατον αὐξήσεως χάριν: ἔνιοι δὲ στίζοντες μετα τὸν ὄμβρον ἀπο ἄλλης ἀρχῆς ἀναγινώσκουσιν ἵν ᾗ πολὴν χάλαζαν : βέλτιον δὲ τὸ ἀθέσφατον καὶ μη δύο καθ ἑνὸς κεῖσθαι ἐπιθέτα ⁑ On Iliad 10.7: ἠ νιφετὸν: ὅτι ὑγιῶς χρώμενοι, νείφειν μὲν λέγουσι. τὸ χιονίζειν ὄμβρον δὲ τὸν ὑετόν χάλαζαν δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ δι ὃ νῦν διαστέλλει ἕκαστον ⁑ On Iliad 10.7: ἐπάλυνεν, ἐλεύκανεν, ὡς πάλη κατασπασθεῖσα οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου ⁑ On Iliad 10.8: πολέμοιο μέγα στόμα: ἥτοι μεταφορικῶς τὴν ἀρχὴν τοῦ πολέμου. ἡ περιφραστικῶς ὅλον αὐτον. δι ὅτι πάντων δαπανητικός ⁑ On Iliad 10.10: νειόθεν ἐκ κραδίης, εκ τῶν εσωτατῶν λογισμῶν. ἔνδον γὰρ ἐν τοῖς επιλογισμοῖς τα δεινά ορῶν καθ εαυτῶν στένει. ἐντευθεν κινηθεὶς Φιλότιμος , ἐν καρδίᾳ τὸ ἡγεμονικoν ἔθετο: ὅθεν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει. δῆλον ὅτι ὁ νοῦς εκεῖθεν ήρτηται ⁑ On Iliad 10.10: τρομέοντο: ὅτι Ζηνόδοτος γράφει φοβέοντο : τὸν δὲ φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετα φυγῆς δειλίασιν: ἐλέγχεται δὲ ὁ Ζηνόδοτος ἁμαρτάνων ἐκ τοῦ ὡς δ' αὕτως Μενέλαον ἔχε τρόμος ⁑ On Iliad 10.12: θαύμαζεν πυρα πολλά : πῶς φησὶν Ἀγαμέμνων ἐντὸς τοῦ τείχους ὑπάρχων ἐθαυμαζεν τὰς πυρὰς τὴν ἀρχὴν μὴ δὲ βλέπων αὐτὰς, δια τοῦ τείχους. καὶ ῥητεον ὅτι ὡς βασιλεὺς ὑψηλοτάτην εἶχε σκηνὴν ἵν ευχερῶς θεωρεῖν δύναται πάντα ⁑ On Iliad 10.17: ἧδε δέ οἱ κατὰ θυμὸν, τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται μη ἀποφάσκοντος τοῖς δεινοῖς ⁑ On Iliad 10.18: Νέστορ' ἐπὶ πρῶτον, ὅτι καὶ ἐν τοῖς κακοῖς δεῖ καταφεύγειν εἰς σοφίαν: Παμφιλος δὲ τὴν ἐπὶ αναστρέφει, : πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον φυλάττοντας ἀναγινώσκειν, ἐπι πρῶτον Νέστορα οὕτως Ἀσκαλωνίτης ⁑ On Iliad 10.19: σύν μῆτιν: εἰσὶν οἳ ἀνέγνωσαν καθ ἓν μερος λόγου ὡς εὔμητιν κακῶς. δύο γάρ ἐστι μέρη λόγου σὺν καὶ μήτιν τὸ δὲ ἐξ ἐστι συντέμοισι συντεκτῆναι τὸ μῆτιν ⁑ On Iliad 10.23: ἀμφί δ' ἔπειτα δαφοινον: ὅτι επι τῷ χειτῶνι λεοντῆν τέθεικεν ἀντι τοῦ ἀσπίδες , δι ὃ καὶ ἑξῆς λέγει τόν δ' εὕρ' ἀμφ ὥμοισι τιθήμενον ἔντεα καλά . ἔντεα δὲ ἀπο τοῦ ἐντὸς ἔχειν τὸν ἄνδρα καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλ' ἕνεκα φυλακῆς οἱ δὲ λεοντῆν ⁑ On Iliad 10.25: ὡς αὕτως Μενέλαον : κατα τὸν αυτὸν καιρὸν τῷ Ἀγαμέμνονι . ἀλλ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτεραν τάξιν τοῦ λόγου ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων ἀκριβῶς διεξέρχεται: τοὺς δὲ επι τοῦ Μενελάου ἐπι κεφαλαίου λέγει. ἡ διπλῇ δέ ὅτι ἀνταποδοτικόν ἐστὶ τοῦ ανω γράφειν, τρομέοντο δέ οι: ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον ⁑ Interlinear scholia On Iliad 10.1@Παναχαιῶν: πάντων τῶν Ἑλλήνων On Iliad 10.16@ὑψόθ'-διῒ: λείπει τὸ αποδυρόμενος On Iliad 10.19@μῆτιν: συμβουλήν On Iliad 10.23@δαφοινὸν: φοβερὸν καταπληκτικὸν ἡ τὼ ἐκ δαφοινοῦ καὶ καταπληκτικοῦ λέοντος ⁑ Intermarginal scholia On Iliad 10.19: τὸ εξῆς εστι συν αυτῷ τεκτήναιτο μῆτιν ⁑ Interior scholia On Iliad 10.13: βραχὺ διασταλτέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν : Venetus A (Marciana 454 = 822), folio 126, verso Iliad 10.26-10.50 10.26 ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε. μή τι πάθοιεν 10.27 Ἀργεῖοι . τοὶ δή ἑθεν εἵνεκα, πουλὺν ἐφ' ὑγρὴν 10.28 ἤλυθον, ἐς Τροίην . πόλεμον θρασὺν ὁρμαίνοντες: 10.29 παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε 10.30 ποικίλῃ: αὐτὰρ ἐπὶ στεφάνην κεφαλῇφιν ἀείρᾱς 10.31 θήκατο χαλκείην. δόρυ δ' εἵλετο χειρὶ παχείῃ: 10.32 βῆ δ' ΐμεν, ἀνστήσων, ὃν, ἀδελφεὸν. ὃς μέγα πάντων 10.33 Ἀργείων ἤνασσε, θεὸς δ' ὡς τίετο δήμῳ: 10.34 τὸν δ' εὗρ' ἀμφ' ὤμοισι τιθήμενον έντεα καλὰ 10.35 νηῒ παρα πρύμνῃ: τῷ δ' ἀσπάσιος γένετ' ἐλθών: 10.36 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς, Μενέλαος : 10.37 τίφθ' οὕτως ἠθεῖε κορύσσεαι: ἦ τιν' ἑταίρων 10.38 ὀτρύνεις Τρώεσσιν ἐπίσκοπον: ἀλλὰ μάλ' αἰνῶς 10.39 δείδω. μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον. 10.40 ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν 10.41 νύκτα δι' ἀμβροσίην: μάλα τις θρασυκάρδιος έσται 10.42 Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων : 10.43 χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλᾱε 10.44 κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει 10.45 Ἀργείους καὶ νῆας. ἐπεὶ Διὸς ἐτράπετο φρήν: 10.46 Ἑκτορέοις άρα μᾶλλον ἐπὶ φρένα θῆχ' ἱ̈εροῖσιν: 10.47 οὐ γάρ πω ἰ̈δόμην. οὐδ' ἔκλυον αὐδήσαντος. 10.48 ἄνδρ' ἕνα, τοσσάδε μέρμερ' ἐπ' ἤματι μητίσασθαι. 10.49 ὅσσ' Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν . 10.50 αύτως. οὔτε θεᾶς υἱὸς φίλος. οὔτε θεοῖο: Scholia to Iliad 10.26-10.50 Main scholia On Iliad 10.34: τὸν δ' εῦρ ἀμφ' ὥμοισιν ὅτι ἔντεα εἴρηκεν ἣν προσυνέσταλκε λεοντήν: On Iliad 10.38: ‡ ὁτρύνεις Τρώεσσιν ἐπίσκοπον ὅτι ἀντι τοῦ ὀτρύνων διῃρημένως αἱ Ἀριστάρχου τὸ ὀτρύνεις ⁑ On Iliad 10.38: ἐπίσκοπον, Ἀρίσταρχος κατάσκοπον Νικίας δὲ ἀναστρέφει τὴν ἐπί ἵν' ᾖ ἐπι Τρώεσσιν εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ἐπισκοπὸν ὡς ἀγακλυτόν ἵνα παρέλκῃ ἡ ἐπι ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι καὶ γὰρ ἥδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν: χρὴ δε νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρα τῷ ποιητῇ ἐν απλότητι καὶ ἐν συνθέσει δμωάων σκοπός ἐσσι καὶ ἐπίσκοπος ῇσιν ἑταίρων ⁑ On Iliad 10.43: χρεὼ βουλῆς: χρεῖα συμβουλῆς τινὸς ἐμοὶ καὶ σοί , ἐστι δὲ σολοικισμὸς. παρα τὰς πτώσεις ἀντι τοῦ ἑμῆς καὶ σῆς ⁑ On Iliad 10.44: κερδαλέης: ἐπωφελοῦς συνετῆς ὡφελίμου. ὴ πανούργου παρὰ τὴν κερδῶ ὅ ἐστι τὴν ἁλώπεκα. ἐστι δὲ πανουργότατον τὸ ζῶον ⁑ On Iliad 10.44: δεῖ φησὶ τὰ ἀπο τῆς τύχης λειπόμενα ταῖς βουλαῖς ἀντισηκοῦν ⁑ On Iliad 10.48: ‡ μέρμερα ἐπ ήματι: μερίμνης καὶ φροντίδος ἄξια καταστρέφει δὲ εἰς τὸ κακά τὸ δὲ ἐπ ήματι Ἀρίσταρχος δια τοῦ ν ἐν ἤματι ὁμοίως τῷ μηνὶ δ' ἐν οὔλῳ , Interlinear scholia On Iliad 10.27@τοὶ-εἵνεκα: οἴτινες ἕνεκα αυτοῦ ῆλθον: On Iliad 10.30@ἐπὶ-στεφάνην: πρὸς τὸν αὐχέν' ὑπὸ στεφάνην On Iliad 10.31@παχείῃ: ϊσχυρᾶ On Iliad 10.38@ὀτρύνεις-ἐπίσκοπον: διῃρημένως Ἀρίσταρχος οτρυνέεις On Iliad 10.41@ἐσται: ειη On Iliad 10.43@χρεὼ-βουλῆς: χρεία συμβουλῆς On Iliad 10.44@κερδαλέης: ἐπωφελοὺς On Iliad 10.48@μέρμερ': μερίμνης άξιον: Intermarginal scholia On Iliad 10.32: οὕτως Ἀρίσταρχος διὰ τοῦ ν ἀνστήσων On Iliad 10.35: ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ παρα νεὸς πρύμνη ⁑ On Iliad 10.37: ὅτι τὸ ηθεῖε προσφωνησίς ἐστι σεπτικὴ νεωτέρου πρὸς πρεσβύτερον λεγομένη : On Iliad 10.41: Δημήτριος ο Ϊξίων ἐν ἄλλῳ θρασυκάρδιος On Iliad 10.46: ἔν τισι τῶν ὑπομνημάτων εἶχ' ἱεροῖσι ⁑ On Iliad 10.48: Ἀρίσταρχος εν ἤματι : Interior scholia On Iliad 10.26: ἐν αλλῳ πάθωσιν On Iliad 10.48: μερίμνης καὶ φροντίδος άξια: καταστρέφει δὲ εἰς τὸ κακα ⁑ On Iliad 10.50: λείπει ὑπάρχων: Venetus A (Marciana 454 = 822), folio 127, recto Iliad 10.51-10.75 10.51 ἔργα δ' ἔρεξ': ὅσα φημὶ μελησέμεν, Ἀργείοισι 10.52 δηθά τε καὶ δολιχὸν. τόσα γὰρ κακὰ μήσατ' Ἀχαιούς : 10.53 ἀλλ' ἴ̈θι νῦν Αἴαντα καὶ Ἰ̈δομενῆα κάλεσσον 10.54 ῥίμφα θέων ἐπὶ νῆας. ἐγὼ δ' ἐπι Νέστορα δῖον 10.55 εἶμι: καὶ ὀτρυνέω ἀνστήμεναι: αἴ κ επίθηται 10.56 ἐλθεῖν ἐς φυλάκων ἱ̈ερὸν τέλος. ἠδ' ἐπιτεῖλαι: 10.57 κείνου γάρ κε μάλιστα πιθοίατο. τοῖο γὰρ υἱὸς 10.58 σημαίνει φυλάκεσσι: καὶ Ἰ̈δομενῆος ὀπάων 10.59 Μηριόνης . τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα: 10.60 τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος : 10.61 πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις: 10.62 αὖθι μένω μετα τοῖσι. δεδεγμένος εἰς ό κεν ἔλθῃς. 10.63 ἠὲ θέω μετά σ' αὖτις. ἐπὴν, εὖ, τοῖς, ἐπιτείλω: 10.64 τὸν δ' αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 10.65 αὖθι μένειν. μή πως ἀβροτάξομεν ἀλλήλοιϊν 10.66 ἐρχομένω: πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι: 10.67 φθέγγεο δ' ᾗ κεν ΐῃσθα: καὶ ἐγρήγορθαι ἄνωχθι. 10.68 πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον: 10.69 πάντας κυδαίνων: μηδὲ μεγαλίζεο θυμῷ. 10.70 ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα: ὧδέ που ἄμμι 10.71 Ζεὺς ἐπι γεινομένοισιν, ἵ̈ει κακότητα βαρεῖαν: 10.72 ὣς εἰπὼν. ἀπέπεμπεν ἀδελφεὸν. εὖ, ἐπιτείλας: 10.73 αὐτὰρ ὁ βῆ ρ' ϊέναι μετα Νέστορα ποιμένα λαῶν: 10.74 τὸν δ' εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 10.75 εὐνῇ, ἐνι μαλακῇ. παρὰ δ' έντεα ποικίλ' ἔκειτο. Scholia to Iliad 10.51-10.75 Main scholia On Iliad 10.53: ‡ ἀλλ' ΐθι νῦν Αἴαντα : ὁ μὲν Δίδυμος τὴν Ἀριστάρχειαν γραφὴν λέγει Αἴαντε δυϊκῶς. ὁ δε Τήλεφος λέγει κακῶς εἰρηκέναι τὸν Δίδυμον οὐ γὰρ ἐπ αμφοτέρους τοὺς Αἴαντας ὁ Μενέλαος πέμπεται ⁑ On Iliad 10.51-10.52: ἔργα δ' ἔρεξ': ἀθετοῦνται στίχοι Β ὅτι παλλιλογεῖ ταῦτα , δι αλλων γὰρ προείρηται ὅσσ' Έκτωρ ἔρεξε Διῒ φίλος υἷας Ἀχαιῶν . καὶ ὅτι ἐπι ταυτὸν φέρει δηθὰ καὶ δολιχον καὶ Ἀριστοφάνης προηθέτει ⁑ On Iliad 10.53: ἀλλ' ἴθι νῦν Αἴαντα ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περι τοῦ ναυστάθμου ὁ Ἀρίσταρχος ἐπραγματεύσατο ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ϊδομενεὺς νενελκηκέναι ⁑ On Iliad 10.56: ἐλθεῖν ἐς φυλάκων: ὡς σκυλακων ἐπι γὰρ τῶν ανδρῶν τέτακται οὐκ επι τῶν τόπων ὅτι οἱ Γλωσσογράφοι ἱερὸν τέλος τὸ μέγα τάγμα σημαίνει δὲ πλείονα ἡ λέξις. ποτὲ μὲν τὸ τάγμα ὡς ἐνθάδε: ποτὲ δὲ τοῦ συμπεπληρωμένου τάγματος. ἠ έργου τὸ τελος. ποτὲ δὲ τοῦ συμπεπληρωμένου τάγματος: ποτὲ δὲ τὴν ἐκ τῶν επεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα ὡς ἐστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι . ποτὲ δὲ τὸ δαπάνημα ὡς Εὐριπίδης ἐν Πολυείδῳ μάτην γὰρ οἴκῳ σὸν τόδ' ἐκβαίη τέλος . καὶ Δημοσθένης ἐν : Χειρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει : ποτὲ δὲ τὴν εορτήν ὡς Εὐριπίδης ἐν Μηδείᾳ σεμνὴν εορτὴν καὶ τέλος προσάψωμεν : On Iliad 10.56: ἱερὸν τέλος ὡς ἱερὸν ἰχθῦν τὸν μέγαν ἱερὸν μὲν οὖν τέλος λέγει τὸ θειον τάγμα ἱερὸν δὲ ἰχθὺν τὸν ἄνετον καὶ ἱερὸν βοῦν ἀπο τοῦ ΐεσθαι ⁑ On Iliad 10.61: πῶς γάρ μοι μύθω: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. καὶ ἀφ ετέρας ἀρχῆς πευστικῶς τὰ εξῆς προσενεκτέον ⁑ On Iliad 10.65: αῦθι μένειν: ὅτι τῷ ἀπαρεμφάτω: ἀντι τοῦ προστακτικοῦ μένειν ἀντι τοῦ μένε : τὸ δὲ αβροτάξομεν ψιλωτέον ὁμοίως τὸ ήμβροτες : τινὲς γοῦν κυρίως ἡγοῦνται τοῦ βροτοῦ μὴ ἐπιτυχεῖν ἀλλα ἁμαρτῆσαι ὼς τὸ καὶ στέρησιν ἐγκεῖσθαι⁑ On Iliad 10.67: φθέγγεο: τεχνικῶς ἵνα, ἐκ τῆς φωνῆς ἐπιγινώσκεται φίλος ὦν μὴ καὶ ὑπονοήσουσιν ἔφοδον εῖναι πολεμίων καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησιν φθέγγεο μηδ' ἀκέων ἐπ έμ' έρχεο ⁑ On Iliad 10.67: καὶ ἐγρήγορθαι ἄνωχθι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντες οὐκ εχρῆν δὲ εἴτε γὰρ συγκοπη ἐστιν τοῦ εγρηγορεναι ὀφείλει παροξύνεσθαι καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα ἔχοντα προ τ θ ἀμέταβολον, παροξύνεται. κεκάρται τετίλθαι ἐσπάρθαι: μίαν μέντοι ἀφορμη ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι . τὸ τὰ εἰς θαι λήγοντα τῇ ορ συλλαβῇ παραληγόμενα μὴ παρ' ἄλλη τιν διαλέκτω ορᾶσθαι ἢ τῇ Αἰολίδη τέτορθαι μέμορθαι ἔφθορθαι ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο καὶ ὁ τονος ὁμοίως τοῖς προκειμένοις⁑ On Iliad 10.67: ἄνωχθι. ἐνεστῶτος ἐστι καὶ παρατατικοῦ μᾶλλον ῆπερ παρακειμένου. ἀναλογώτερον δὲ παρα Καλλιμάχῳ . ἄνωγε δὲ πόρθμενα νεκρῶν . καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ χ ἐν τῷ ἄνωχθι δια τὸ θ . ὁ μὲν οὖν Ἀπολλώνιος εἰς χε βούλεται εἶναι τα τοῦ παρακειμένου προστακτικὰ καὶ ϊκανῶς τῷ λόγῳ συνηγορεῖ: ὁ δὲ Ηρῳδιανὸς εἰς θι τουναντίον μηδε γὰρ εἶναι τὴν εἰς ε κατάληξιν ⁑ On Iliad 10.67: πατρόθεν ἐκ γενεῆς. δυσωπεῖ γὰρ ὑπόμνησις προγονικῆς ἀρετῆς καὶ πατέρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εῖναι μιμητὴν ἐκείνων, ἀλλα κὰθαιρετικὸν τῆς περὶ αυτὸν εὐγενείας⁑ On Iliad 10.68: ὡς ὅταν λέγῃ : διογενὲς Λαερτιάδῃ τὸν πατέρα δηλοῖ. τὸ δε διογενὲς τὸν ἀρχηγὸν τοῦ γένους⁑ On Iliad 10.68: πατρόθεν ἐκ γενεῆς: ὅτι ἀρχαϊκὴ ἡ συνήθεια ὥστε εἴ που τοιοῦτον εὑρίσκομεν εἰδέναι δεῖ ὅτι οὐκ επιθέτου ἔχει χώραν⁑ On Iliad 10.75: εὐνῇ ἐνι μαλακῇ παρα δ'ἔντεα: ὅτι ἔντεα οὐ πάντα τὰ όπλα. ἀλλα κυρίως μὲν ἀσπὶς καὶ περικεφαλαία. τὰ δε δόρατα κατ επικράτειαν⁑ Interlinear scholia On Iliad 10.51@φημὶ: ὑπονοῶ On Iliad 10.52@μήσατ': εἰργάσατο: On Iliad 10.55@αἴ-πίθηται: ἐὰν δύναται γέρων γὰρ ἦν: On Iliad 10.56@τέλος: τὸ τάγμα On Iliad 10.65@ἀβροτάξομεν: αποτύχωμεν On Iliad 10.67@ᾗ-ΐῃσθα: ἔνθα ἂν πορευθῆς ⁑ On Iliad 10.69@μηδὲ-θυμῷ: μηδὲ ἐπαιρου τῇ διανοια δι ὑπεριφανιαν : On Iliad 10.71@ἐπὶ-ἵ̈ει: τοῖς ἀεὶ ἀναφυομένοις πράγμασι ⁑ Intermarginal scholia On Iliad 10.54: Ἀρίσταρχος παρὰ νηας : On Iliad 10.55: γράφεται αἴ κ' εθέλησι On Iliad 10.75: παρα τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα ⁑ Venetus A (Marciana 454 = 822), folio 127, verso Iliad 10.76-10.100 10.76 ἀσπὶς. καὶ δύο δοῦρε, φαεινή τε τρυφάλεια: 10.77 πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος. ᾧ ῥ' ὁ γεραιὸς 10.78 ζώννυθ', ὁτ' ἐς πόλεμον φθισήνορα θωρήσσοιτο 10.79 λαὸν ἄγων: ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ: 10.80 ὀρθωθεὶς δ' ὰρ ἐπ' ἀγκῶνος. κεφαλὴν ἐπαείρας, 10.81 Ἀτρείδην προσέειπε. καὶ ἐξερεείνετο μύθῳ: 10.82 τίς δ' οὗτος κατὰ νῆας ἀνα στρατὸν ἔρχεαι οἶος 10.83 νύκτα δι' ὀρφναίην. ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι. 10.84 ἠέ τιν' οὐρήων διζήμενος. ἤ τιν' ἑταίρων: 10.85 φθέγγεο: μὴδ' ἀκέων ἐπ' ὲμ' ἔρχεο: τίπτε δέ σε χρεώ: 10.86 τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 10.87 ὦ Νέστορ . Νηληάδη : μέγα κῦδος Ἀχαιῶν , 10.88 γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα : τὸν περὶ πάντων 10.89 Ζεὺς ἐνέεικε πόνοισι διαμπερὲς. εἰς ὅ κ' ἀϋτμὴ 10.90 ἐν στήθεσσι μένῃ: καί μοι φίλα γούνατ' ὀρώρῃ: 10.91 πλάζομαι ὧδ': ἐπεὶ οὔ μοι ἐπ' όμμασι νήδυμος ὕπνος 10.92 ἱ̈ζάνει: ἀλλὰ μέλει πόλεμος. καὶ κήδε' Ἀχαιῶν . 10.93 αἰνῶς γὰρ Δαναῶν πέρὶδείδια. οὐδέ μοι ῆτορ 10.94 ἔμπεδον. ἀλλ' ἀλαλύκτημαι : κραδίη δέ μοι ἔξω 10.95 στηθέων ἐκθρῴσκει: τρομέει δ' ὑπο φαίδιμα γυῖα: 10.96 ἀλλ`' εἴ τι. δραίνεις. ἐπεὶ οὐδὲ σέ γ' ὕπνος ἱ̈κά̄νει. 10.97 δεῦρ' εἰς τοὺς φύλακας καταβήομεν. ὄφρα ἴ̈δωμεν 10.98 μὴ τοὶ μὲν καμάτω ἁδηκότες ἠδὲ καὶ ὕπνῳ. 10.99 κοιμήσωνται: ἀτὰρ φυλακῆς ἐπι πάγχυ λάθωνται. 10.100 δυσμενέες δ' ἄνδρες σχεδὸν εἵαται: οὐδέ τι ἴ̈δμεν Scholia to Iliad 10.76-10.100 Main scholia On Iliad 10.77: ‡πὰρ δὲ ζωστηρ: ὅτι δοκοῦσι τινὲς ταὐτὸν εἶναι ζῶμα καὶ ζωστῆρα: οὐκ έστι δὲ: ἀλλὰ ζῶμα καλεῖ, τὸ συναπτόμενον τῇ μήτρᾳ ὑπο τὸν στατὸν θώρακα: τὸ δὲ ἔξωθεν συνδέον πάντα ζωστῆρα καὶ ὅτι τὸ παναίολον ἐπι τῶν λαμπόντων: On Iliad 10.80: ὀρθωθεὶς δ' ὰρ ἐπ ἀγκῶνος: βραχὺ διασταλτέον ἐπὶ τὸ ἀγκῶνος τηρητέον δὲ τοῦτο ὅτι ὀρθωθῆναι καὶ στῆναι οὐ πάντως ἐπι τῶν ποδῶν τάττει προς εκεῖνα ἕζετο δ' ὀρθωθεὶς . καὶ ἐζόμενος δ' ἐπι γοῦνα ⁑ On Iliad 10.84: ἠέ τιν οὐρήων: ἀθετεῖται ὅτι οὐρήων βούλεται λέγειν τῶν φυλάκων καὶ οὐκ εκράτησε τοῦ σχήματος, οὖρον γὰρ λέγει ὡς κοῦρον τὸν φύλακα. οὐρέα δὲ τὸν ἠμίονον καὶ ὅτι ἄκαίρως ἡ ερωτησις ⁑ On Iliad 10.91: ‡πλαζόμαι: οὐδὲν ἑστηκὼς διανοοοῦμαι πλανῶμαι, κατα τὴν γνώμην οιονεὶ ἀπορῶ ὅπως χρήσωμαι τοῖς παροῦσι πράγμασι⁑ On Iliad 10.95: στηθέων ἐκθρῴσκει: Νικίας κατ ιδίαν τὴν πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γένηται ἐκ στηθέων θρώσκει . ἄμεινον δὲ ἓν ποιεῖν ἐκθρῴσκει ὡς ἐκτρέχειν ⁑ On Iliad 10.98: μὴ τοὶ μὲν καμάτω ὅτι Ζηνόδοτος μη νοήσας τὸ σημαινόμενον γράφει ἁδηκότες ἡδέϊ ὕπνῳ κοιμήσωνται : ἔτι δὲ καὶ νῦν λέγομεν ὕπνου μεστὸν οὐ τὸν ἐξυπνωκότα, ἀλλα τὸν πολὺ τὸ ὑπνωτικὸν ἐν αυτῷ ἔχοντα⁑ Interlinear scholia On Iliad 10.79@ἐπέτραπε: ε On Iliad 10.79@ἐπέτραπε-λυγρῷ: τουτεστιν οὐ δε ὑπο τοῦ γήρως ενικᾶτο⁑ On Iliad 10.83@ὁρφναίην: σκοτεινήν: On Iliad 10.84@οὐρήων: φυλάκων On Iliad 10.89@εἰς-ἀϋτμὴ: ἕως οῦ ἡ ἀναπνοή: On Iliad 10.94@ἀλαλύκτημαι: ἐν ἄλλη καὶ πλάνη εἰμί ἀδημονῶ ἐκπεπληγμαι: On Iliad 10.96@δραίνεις: ἐπινοεῖς δράσαι δύνασαι: On Iliad 10.98@καμάτω-ἁδηκότες: ὑπο κόπου αηδῶς διακείμενοι οκνήσαντες: On Iliad 10.99@ἐπι-πάγχυ: παντελῶς On Iliad 10.100@δυσμενέες-εἴαται: οἱ δὲ πολέμιοι ἐγγὺς κάθηνται⁑ Intermarginal scholia On Iliad 10.79: Ἀρίσταρχος ἐπέτρεπε On Iliad 10.89: ὃν ὁ Ζεὺς τῆ κακοπαθείᾳ ἐνέβαλε μέχρι τέλους⁑ Interior scholia On Iliad 10.79: οὐκ εδίδου δια τὸ γήρας: Venetus A (Marciana 454 = 822), folio 128, recto Iliad 10.101-10.125 10.101 μή πως καὶ δια νύκτα μενοινήσωσι μάχεσθαι: 10.102 Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ : 10.103 Ἀτρείδη κύδιστε. ἄναξ ἀνδρῶν Ἀγάμεμνον : 10.104 οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς 10.105 ἐκτελέει. ὅσα πού νῠν ἐέλδεται : ἀλλά μιν οἴω 10.106 κήδεσι μοχθήσσειν καὶ πλείοσιν. εἴ κεν Ἀχιλλεὺς 10.107 ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ῆτορ: 10.108 σοὶ δὲ μάλ' έψομ' ἐγὼ. ποτι δ' αῦ καὶ ἐγείρομεν ἄλλους: 10.109 ἠμὲν Τυδείδην δουρὶ κλυτὸν. ἠδ' Ὀδυσῆα . 10.110 ἠδ' Αἴαντα τάχὺν. καὶ Φυλέος ἄλκιμον υἱόν: 10.111 ἂλλ' εἴ τις καὶ τοῦσδε μετοιχόμενος καλέσειεν. 10.112 ἀντίθεόν τ' Αἴαντα . καὶ Ἰ̈δομενῆα ἄνακτα: 10.113 τῶν γὰρ νῆες ἔασιν ἑκαστάτῳ. οὐδὲ μάλ' ἐγγύς: 10.114 ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλᾱον 10.115 νεικέσω: εἴ πέρ μοι νεμεσήσεαι. οὐδ' ἐπικεύσω. 10.116 ὡς εὕδει: σοὶ δ' οἴω ἐπέτρεψεν πονέεσθαι: 10.117 νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι 10.118 λισσόμενος. χρειὼ γὰρ ϊκάνεται οὐκέτ' ἀνεκτός. 10.119 Τὸν δ' αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 10.120 ὦ γέρον: ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα: 10.121 πολλάκι γὰρ μεθίει τε καὶ οὐκ ἐθέλει πονέεσθαι. 10.122 οὔτ' ὄκνῳ εἴκων, οὔτ' ἀφραδίῃσι, νόοιο: 10.123 ἀλλ`' ἐμέ τ' εἰσορόων: καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν: 10.124 νῦν δ' ἐμέο πρότερος μάλ' ἐπέγρετο: καί μοι ἐπέστη: 10.125 τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς, σὺ, μεταλλᾷς: Scholia to Iliad 10.101-10.125 Main scholia On Iliad 10.100-10.101: ‡οὐ δέ τι ἴδμεν μήπως καὶ δια νυκτα: τοῦτο προς καιρὸν εἴρηκεν ὁ Ἀγαμέμνων ἕνεκα τοῦ ἐκπλῆξαι τὸν Νέστορα . ἐπεί τοι οὐκ ἦν ἔθος ἀυτοῖς νυκτὸς πολεμεῖν⁑ On Iliad 10.110: ἠδ' Αἴαντα ταχὺν ὅτι πλησίον τοῦ Λοκροῦ Αἴαντος ὁ Mέγης ἐνεωλκήκει. καὶ δίεσταλκε δὲ προσθεὶς ταχύν . ἡ δὲ ἀναφορὰ πρὸς τὸν ἐπὶ τοῦ ναυσσταθμου ⁑ On Iliad 10.112: ἀντίθεόν τ' Αἴαντα πρὸς τὰ περι τοῦ ναυσταθμοῦ, ὅτι πλησίον ὁ Ϊδομενευς Αἴαντος τοῦ Τελαμωνίου ἐνεωλκήκει ⁑ On Iliad 10.116: ὡς εὕδει σοὶ δ' οἴω: ὅτι τὸ πονέεσθαι ἐπι τοῦ ἐνεργεῖν, καθ εαυτὸ δὲ ἀναγνωστέον τὸ ὡς εὕδει ἐν θαυμασμῷ: ἠ τοῖς ἄνω συναπτέον νεικέσω ὡς ευδει On Iliad 10.122: οὔτ' ὄκνω εἴκων φιλαδέλφως ἀπολογεῖται δύο δέ ἐστι δι ὧν γράφει, ῥαθυμία, ἀμέλεια καὶ ἄνοια καὶ ἐν νήπιος. ἠὲ χαλίφρων ἠὲ ἑκών μεθίει ὥστε τὸ δοκοῦν ἁμάρτημα εἰς εγκώμιον τῆς πειθαρχίας περιΐσταται ⁑ On Iliad 10.123: ἀλλ' ἑμές τ' εἰσορόων: ἀλλ' εις εμὲ ἀποβλέπων οὔτε τὸν Νέστορα συκοφάντην ἐποίησεν. οὔτε τὸν Μενέλαον ἀργόν: ἅμα δὲ καὶ τὸν φιλάδελφον ἐμφανίζει ὅτι ἐγὼ ὑπερ αυτοῦ πάντα ποιῶ κακεῖνος ἐκδεχεταί μου τὴν ὁρμήν οἷον εἶναι δεῖ νεώτερον ἀδελφὸν πρὸς πρεσβύτερον ⁑ On Iliad 10.124: νῦν δ' ἑμέο: ὁ Ϊξίων μεγ' ἐπέγρετο καὶ μήποτε ἡ Ἀριστάρχειος οὕτως εἶχεν ⁑ Interlinear scholia On Iliad 10.101@μενοινήσωσι: προθυμήσωσι On Iliad 10.104@οὔ-θην: οὐδαμῶς δὴ On Iliad 10.105@ἐέλπεται: δ On Iliad 10.106@κήδεσι-μοχθήσσειν: ταῖς φροντίσι On Iliad 10.106@κήδεσι-μοχθήσσειν: κακοπαθήσειν : Intermarginal scholia On Iliad 10.110: τὸν Μέγητα Interior scholia On Iliad 10.118: ὅτι ἀνεκτὸς ἡ χρεια οὐκ ανεκτη : On Iliad 10.120: ὅτι περισσὸς ὁ καί ⁑ On Iliad 10.124: ἐν ἄλλῳ μέγ' ἐπέγρετο ⁑ Exterior scholia On Iliad 10.106: μοχθίσσειν Venetus A (Marciana 454 = 822), folio 128, verso Iliad 10.126-10.150 10.126 ἀλλ`' ΐομεν: κείνους δὲ κιχησόμεθα προ πυλάων 10.127 ἐν φυλάκεσσ'. ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι: 10.128 Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱ̈ππότα Νέστωρ : 10.129 οὕτως, οὔ τίς, οἱ νεμεσήσεται οὐδ' ἀπιθήσει 10.130 Ἀργείων . ὅτε κέν τιν' ἐποτρύνῃ καὶ ἀνώγῃ: 10.131 Ὡς εἰπὼν. ἔνδυνε περὶ στήθεσσι χιτῶνα: 10.132 ποσσὶ δ' ὑπο λιπαροῖσιν ἐδήσατο κᾱλὰ πέδιλα: 10.133 ἀμφι δ' άρα χλαῖναν περονήσατο φοινικόεσσαν. 10.134 διπλῆν. ἐκταδίην. οὔλη δ' ἐπενήνοθε λάχνη: 10.135 εἵλετο δ' ἄλκιμον ἔγχος: ἀκαχμένον ὀξέϊ χαλκῷ. 10.136 βῆ δ' ἰ̈έναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων: 10.137 πρῶτον ἔπειτ' Ὀδυσῆα . Διῒ μῆτιν ἀτάλαντον 10.138 ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱ̈ππότα Νέστωρ 10.139 φθεγξάμενος: τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰ̈ωή. 10.140 ἐκ δ' ῆλθε κλισίης. καί σφεας πρὸς μῦθον έειπε: 10.141 τίφθ' οὕτως ἐπὶ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε 10.142 νύκτα δι αμβροσίην. ὅ τι δὴ χρειὼ τόσον ἴ̈̄κει: 10.143 Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ : 10.144 διογενὲς. Λαερτιάδη . πολυμήχαν' Ὀδυσσεῦ . 10.145 μὴ νεμέσα: τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς : 10.146 ἂλλ' ἕπευ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ' ἐπέοικε 10.147 βουλὰς: βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι: 10.148 Ὡς φάθ'. ὁ δὲ κλισίην δε κιὼν πολύμητις Ὀδυσσεὺς . 10.149 ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο: βῆ δὲ μετ' αὐτούς. 10.150 βὰν δ' ἐπὶ Τυδείδην Διομήδεα . τὸν δ' ἐκίχανον Scholia to Iliad 10.126-10.150 Main scholia On Iliad 10.127: ‡ ἐν φυλάκεσσ'ἵνα γάρ σφιν ὅτι Ζηνόδοτος γράφει ἵνα γάρ μιν ἔστι δὲ ἑνικὸν τὸ μίν . βούλεται δὲ ὁ ποιητὴς δια τοῦ σφίν αὐτοῖς σημῆναι: δι ὃ καὶ ἑξῆς ἐπιφέρει κείνους δὲ κιχησόμεθα : On Iliad 10.134: διπλῆν ἐκταδίην: οὶκεία στολή τῷ γέροντι δια τὸ γῆρας καὶ τὴν νύκτα ⁑ On Iliad 10.137: ‡ πρῶτον ἔπειτ' Ὀδυσῆα γελοίως τινὲς στίζουσι μετὰ τὸ πρῶτον συναπτέον οὖν αὐτῳ τοῖς ἑπωμένοις, ἔστι γὰρ τὸ ἑξῆς ἔπειτα Ὀδυσσεα πρῶτον ἐξ ὕπνου ἀνήγειρε ἔστι γάρ τι καὶ ἐν τοῖς μετα ταῦτα πρῶτον ⁑ On Iliad 10.140: ἐκ δ' ῆλθε κλισίης: σημειοῦνται τινες ὅτι ἔνδον καθεύδει Ὀδυσσεὺς ἀλλ οὐχ ὁ Διομήδης ἑκτὸς ἀπο κλισίης ⁑ On Iliad 10.140: κλισία ἡ σκηνή ἔνθα ἀνέκλινον τὰ ἅρματα καὶ αὐτοὶ ἐκοιμῶντο κείμενοι ⁑ Interlinear scholia On Iliad 10.127@ἵνα: εκεῖ On Iliad 10.127@ἐπέφραδον: εἶπον On Iliad 10.133@περονήσατο: περόνι ἀναλάβετο: On Iliad 10.133@φοινικόεσσαν: πυρράν On Iliad 10.134@ἐκταδίην: εκτεταμένην On Iliad 10.134@οὔλη: απαλὴ Intermarginal scholia On Iliad 10.146: Ἀρίσταρχος χωρίς τοῦ υ ἀλλέπε ὄφρα ⁑ Venetus A (Marciana 454 = 822), folio 129, recto Iliad 10.151-10.175 10.151 ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν: ἀμφὶ δ' ἑταῖροι 10.152 εὗδον: ὑπὸ κρασὶν δ' έχον ἀσπίδας: ἔγχεα δέ σφιν 10.153 ὄρθ`' ἐπὶ σαυρωτῆρος ἐλήλατο: τῆλε δὲ χαλκὸς 10.154 λάμφ': ὥς τε στεροπὴ πατρὸς Διὸς : αὐτὰρ ὅ γ' ἥρως 10.155 εὗδ'. ὑπο δ' έστρωτο ῥινὸν βοὸς ἀγραύλοιο: 10.156 αὐτὰρ ὑπο κράτεσφι τάπης τετάνυστο φαεινός: 10.157 τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱ̈ππότα Νέστωρ . 10.158 λὰξ ποδὶ κινήσᾱς ὤτρυνέ τε: νείκεσέ τ' ἄντην: 10.159 ὄρσεο Τυδέος υἱέ. τί πάννυχον ὕπνον ἀωτεῖς: 10.160 οὐκ ἀΐεις. ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο 10.161 εἴαται: ἄγχι νεῶν: ὀλίγος δ' έτι χῶρος ἐρύκει: 10.162 ὡς φάθ'. ὁ δ' ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε: 10.163 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδᾱ: 10.164 σχέτλιός ἐσσι γεραιὲ. σὺ μὲν πόνου οὔ ποτε λήγεις: 10.165 οὔ νῠ καὶ ἄλλοι ἔασι, νεώτεροι υἷες Ἀχαιῶν . 10.166 οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων 10.167 πάντῃ ἐποιχόμενοι: σὺ δ' ἀμήχανός ἐσσι γεραιέ: 10.168 τὸν δ' αὖτε προσέειπε Γερήνιος ἱ̈ππότα Νέστωρ : 10.169 ναὶ δὴ ταῦτά γε πάντα φίλος κατα μοῖραν ἔειπες. 10.170 εἰσὶν μέν μοι παῖδες ἀμύμονες. εἰσὶ δὲ λαοὶ 10.171 καὶ πολέες. τῶν κέν τις ἐποιχόμενος καλέσειεν. 10.172 ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς : 10.173 νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ. ξῠροῦ ἵ̈σταται ἀκμῆς 10.174 ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς . ἠὲ βιῶναι: 10.175 ἂλλ' ἴ̈θι νῦν: Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν Scholia to Iliad 10.151-10.175 Main scholia On Iliad 10.175: άλλ' ἴθι νῦν Αἴαντα ταχὺν ὅτι διαστέλλει τῷ ἐπιθέτῳ τὸν Λοκρὸν τοῦ Τελαμωνίου . καὶ προς Ζηνόδοτον γράφοντα ἐκεῖ: Φυλείδην τε Μέγην τε τὸν Φυλείδην οἰόμενον ὄνομα κύριον ⁑ Interlinear scholia On Iliad 10.155@ὑπο-κράτεσφι: ὑπὸ τῆ κεφαλῆ On Iliad 10.161@ἐρύκει: κωλύει On Iliad 10.167@ἀμήχανος: πρὸς ὃν οὐκ εστι μηχανή On Iliad 10.174@βιῶναι: σωθῆναι ζῆσαι: On Iliad 10.161@ὀλίγος-χῶρος: μικρὸν διάστημα Intermarginal scholia On Iliad 10.161: Ἀρίσταρχος ὀλίγος δέ τε γράφεται δὲ καὶ ὀλίγος δ' απο χῶρος ἐέργει ⁑ Interior scholia On Iliad 10.159: διχῶς Ἀρίσταρχος ἔγρεο καὶ ὄρσεο ἀπανθίζει παρὰ τὸ άωτον ὅ εστιν ἄνθἄνθος η κοιμᾷ παρὰ τὸ ἀέσαι τὸ κοιμᾶσθαι: On Iliad 10.169: ἐν ἄλλῳ τὸν δ' ἡμειβετ' ἔπειτα ⁑ On Iliad 10.170: Ἀριστοφάνης φίλος καὶ τέκος ⁑ Venetus A (Marciana 454 = 822), folio 129, verso Iliad 10.176-10.201 10.176 ἄνστησον: σὺ γάρ ἐσσι, νεώτερος. εἴ μ`' ἐλεαίρεις: 10.177 ὡς φάθ'. ὁ δ' ἀμφ' ὤμοισιν, εέσσατο δέρμα λέοντος 10.178 αἴθωνος, μεγάλοιο, ποδηνεκὲς, εἵλετο δ' ἔγχος: 10.179 βῆ δ' ϊέναι: τοὺς δ' ἔνθεν ἀναστήσᾱς ἄγεν ἥρως: 10.180 οἱ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν. 10.181 οὐδε μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον. 10.182 ἂλλ' ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες: 10.183 ὡς δὲ κύνες περι μῆλα δυσωρήσωνται ἐν αὐλῇ: 10.184 θηρὸς ἀκούσαντες κρατερόφρονος. ὅς τε καθ' ὕλην 10.185 ἔρχηται δι' ὄρεσφι. πολὺς δ' ὀρυμαγδὸς ἐπ αυτῷ 10.186 ἀνδρῶν ἠδὲ κυνῶν, ἀπο τέ σφισιν ὕπνος ὄλωλεν. 10.187 ὡς τῶν νήδυμος ὕπνος ἀπο βλεφάροιϊν ὀλώλει 10.188 νύκτα φυλασσομένοισι κακὴν: πεδίον δὲ γὰρ αἰεὶ 10.189 τετράφαθ'. ὁππότ' ἐπὶ Τρώων ἀΐοιεν ἰ̈όντων: 10.190 τοὺς δ' ὁ γέρων γήθησεν ἰ̈δὼν. θάρσυνέ τε μύθῳ: 10.192 οὕτω νῦν φίλα τέκνα φυλάσσετε: μηδέ τιν' ὕπνος 10.193 αἱρείτω: μὴ χάρμα γενώμεθα δυσμενέεσσιν: 10.194 ὡς εἰπὼν. τάφροιο διέσσυτο. τοὶ δ' ἅμ' ἕποντο 10.195 Ἀργείων βασιλῆες. ὅσοι κεκλήατο βουλήν: 10.196 τοῖς δ' ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς 10.197 ἤϊσαν: αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι: 10.198 τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν. ἑδριόωντο 10.199 ἐν καθαρῷ: ὅθι δὴ, νεκύων διεφαίνετο χῶρος 10.200 πιπτόντων: ὅθεν αὖτις ἀπετράπετ' όβριμος Ἕκτωρ 10.201 ὀλλὺς, Ἀργείους , ὅτε δὴ περι νὺξ ἐκάλυψεν: Scholia to Iliad 10.176-10.201 Main scholia On Iliad 10.182: ‡ ἀλλ' ἐγρηγορτὶ συν τεύχεσιν εἴατο πάντες: καθέζονται μέν ἵνα μὴ ἡ ἀνάκλη̈σις ὕπνον ἐμποιήσῃ, οὐκ εστᾶσι δὲ ἵνα μὴ προ τῆς χρείας κάμωσιν ⁑ On Iliad 10.187: ὠς τῶν νήδυμος: ὅτι σαφῶς τὸ νήδυμος σὺν τῷ ν καὶ ἐπὶ τῶν ἀμφιβόλων οὖν οὕτως γράφεται ⁑ On Iliad 10.188: νύκτα φυλασσομένοισι κακην ὅτι ἀντι τοῦ φυλάσσουσι παθητικὸν ἀντι ἐνεργητικοῦ ⁑ On Iliad 10.189: τετράφαθ' ὁππότ' ἐπι Τρώων ὅτι οὐ λέγει ὁππότε ἀκούοιεν τῶν Τρώων ἐπιόντων τότε πρὸς τὸ πεδίον τετραμμένοι ἦσαν : οὐδε γὰρ ἐπεληλυθεισαν ἀλλα φοβούμενοι μὴ ἐπελεύσονται οἱ Τρῶες τετραμμένοι ῆσαν πρὸς τὸ πεδίον ⁑ On Iliad 10.194: τάφροιο διέσσυτο: διέβη δια τῆς τάφρου ἵνα μὴ θόρυβος ἐν τῷ στρατοπέδω γίνεται: τὴν μὲν σύνοδον ὁρώντων τὴν δὲ αἰτίαν ἀγνοοῦντες, ἵνα μὴ γνῶσιν ὅτι κατσκοποι κατάσκοποι πέμπωνται ἢ εἰς εὐθυμίαν τῶν κατσκόπων κατασκόπων ἵνα ἀφοβώτερον τυγχάνωσιν ἐγγὺς ὄντων ⁑ Interlinear scholia On Iliad 10.177@εέσσατο: περιεβάλετο : On Iliad 10.182@ἐγρηγορτὶ: εγρηγορῶτες On Iliad 10.197@συμμητιάασθαι: βουλεύσθαι : Intermarginal scholia On Iliad 10.199: προς ί̈στρον ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις : On Iliad 10.176: οὕτως διὰ τοῦ ν ἄνστησον αἱ Ἀριστάρχου On Iliad 10.176: δια μέσου τὸ σὺ γὰρ έσσι νεώτερος ⁑ Interior scholia On Iliad 10.195: ὅτι ελλείπει ἡ εῖς ἵν ῇ εἰς βουλήν ⁑ On Iliad 10.199: το εξῆς ἐν καθαρῷ νεκυων όθι διεφαίνετο χωρος ⁑ Exterior scholia On Iliad 10.183: ρωρήσoνται On Iliad 10.194: γράφεται τῶν , Venetus A (Marciana 454 = 822), folio 130, recto Iliad 10.202-10.226 10.202 ἔνθα καθεζόμενοι. ἔπε' ἀλλήλοισι πίφαυσκον: 10.203 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱ̈ππότα Νέστωρ : 10.204 ὦ φίλοι. οὐκ ὰν δή τις ἀνὴρ πεπίθοιθ'ἑῷ αὐτοῦ 10.205 θυμῷ τολμήεντι: μετα Τρῶας μεγαθύμους 10.206 ἐλθεῖν: εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα: 10.207 ἤ τινά που καὶ φῆμιν ἐνι Τρώεσσι πύθοιτο. 10.208 ἄσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν 10.209 αὖθι μένειν παρα νηυσὶν ἀπόπροθεν. ἠὲ πόλιν δὲ 10.210 ὰψ, ἀναχωρήσουσιν. ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς : 10.211 ταῦτά κε πάντα πύθοιτο καὶ ὰψ, εἰς ἡμέας ἔλθοι 10.212 ἀσκηθὴς, μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη 10.213 πάντας ἐπ ἀνθρώπους: καί οἱ δόσις ἔσσεται ἐσθλή: 10.214 ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι. 10.215 τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι. μέλαιναν. 10.216 θῆλυν. ὑπόρρηνον. τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον: 10.217 αἰεὶ δ' ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται: 10.218 Ὡς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: 10.219 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης : 10.220 Νέστωρ . ἒμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 10.221 ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντα 10.222 Τρώων . ἂλλ' εἴ τις μοι ἀνὴρ ἅμ' ἕποιτο καὶ ἄλλος. 10.223 μᾶλλον θαλπωρὴ. καὶ θαρσαλεώτερον ἔστι 10.224 σύν τε δύ' ἐρχομένω: καί τε πρὸ, ὃ. τοῦ ἐνόησεν 10.225 ὅππως κέρδος έῃ: μοῦνος δ' εἴ πέρ τε νοήσῃ. 10.226 ἀλλά τέ οἱ βράσσων τε νόος. λεπτὴ δέ τε μῆτις: Scholia to Iliad 10.202-10.226 Main scholia On Iliad 10.208: ἄσσα τε μητιόωσι, ὄτι κακῶσ ἐν τοῖσ μετα ταυτα κείνται ὅ τε τὸν Δόλωνα συλλαμβάνουσιν οἱ περι Διομηδη τὴν δὲ σφίσι νῦν ὀρθοτονητέον, καὶ δια τὴν σύνταξιν δια τὴν μετάληψιν εἰσ γὰρ σύνθετον ⁑ On Iliad 10.207: ἥ τινά που καὶ φημιν ἐνι Τρώεσσι πιθοίατο : εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν εαυτοῖς οἶον Λακεδαιμονίων βουλευόμενων ποῖον χωρίον ἐπιτειχίσσουσι τῆς Ἀττικῆς , Ἀλκιβιάδης συνεβούλευσεν πεπέμπειν εἰς Ἀθηνας κατασκόπους οἵτινες παραγενόμενοι, ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων διαλεγομένων ὅτι τὴν Δακέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι καὶ οὕτως Λακεδαιμόνιοι ἐπετειχισαν τὴν Δεκέλειαν ⁑ On Iliad 10.216: θῆλυν ὑπόρρηνον ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου ῥητή τὸ δὲ ἀποτέλεσμα ὑποσεσιώπηται: δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι ⁑ On Iliad 10.216: δια τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται : τὰ πρόβατα καὶ ῥητέον ὅτι μέλανα μὲν ἐπεὶ νυκτὸς επορεύοντο, ὑπόρρη δὲ συμβόλῳ τινὶ αἰσίῳ ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται ⁑ On Iliad 10.217: εἰλαπίνῃσιν: ἑορταῖς ὅτε κατὰ ιλας πίνωσιν: εἴρηται δὲ οὕτως παρα τὸ ἔλασσειν ὅ ἐστι ταράσσεσθαι ⁑ On Iliad 10.222: ‡ Τρώων ἀλλ' εἴ τις μοι ἀνὴρ : ἤτοι στικτέον ἐπι τὸ ἄλλος ίν' ᾖ ὁ λόγος ευκτικος. ἀλλ' εἴτε, ἣ παρακελευστικὸς ὡς προ εἴρηται . ἢ ὑποστικτεον ἐπι τὸ ἄλλος , ἵν' ᾗ ἀνταπόδοσις τὰ ἐπιφερόμενα: μᾶλλον θαλπωρὴ ⁑ On Iliad 10.224: σύν τε δυ' ἐρχομένω, μάλα καλῶς ἡμας ἐδιδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς. ὁ μὲν γὰρ εῖς. τάχα μὲν οὐδε νοήσει ῥαδίως. εῖ δε καὶ τοῦτο, ἀλλ' ἀνόνητα: οἱ δε δύο στεροποιοῦσιν ἀλλήλους τῇ κοινωνία ⁑ On Iliad 10.224: σύν τε δυ' ἐρχομένω, προς τὸ σχῆμα, ὅτι ὅμοιον ἐστιν ἐκείνω ἄμφω δ' ἑζομένω συνερχόμενοι δύο ἀντι τοῦ συνερχομενων: ἕνιοι δὲ μὴ νοήσαντες τὸ ν προστιθέασι κακῶς: ἄλλως, ἀντι τοῦ δυεῖν συνερχομένω ἕτερος προ θαττέρου πολλάκις ἐλογίσατο ἡ ὑπερ τοῦ ἑτέρου ὡς πρό τε παίδων καὶ πρὸ γυναικῶν ⁑ Interlinear scholia On Iliad 10.202@πίφαυσκον: έλεγον On Iliad 10.204@πεπίθοιθ': το On Iliad 10.205@τολμήεντι: καρτερικὼ On Iliad 10.216@ὑπόρρηνον: ύπαρνον ἔγκυον: On Iliad 10.216@κτέρας: κτημα On Iliad 10.217@εἰλαπίνῃσι: εορταῖς On Iliad 10.223@θαλπωρὴ: ἡδονὴ θάλψεις On Iliad 10.226@βράσσων: βραδύτερος ἠ ταρασσόμενος ⁑ Intermarginal scholia On Iliad 10.215: ὅτι νυκτερινη ἡ πράξις ἤν ⁑ On Iliad 10.218: ιδιον γὰρ τῶν Ἑλλήνων τὸ προσκἐπτεσθαι ⁑ Interior scholia On Iliad 10.203: ἐν αλλῳ τοῖσι δὲ καὶ μετέειπε ⁑ On Iliad 10.223: ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς ⁑ Exterior scholia On Iliad 10.207: εἴ τινά που καὶ φῆμιν Venetus A (Marciana 454 = 822), folio 130, verso Iliad 10.227-10.251 10.227 ὡς ἔφαθ'. οἱ δ' ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι: 10.228 ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος : 10.229 ἤθελε Μηριόνης : μάλα δ' ἤθελε, Νέστορος υἱός: 10.230 ἤθελε δ' Ἀτρείδης δουρὶκλυτὸς Μενέλαος : 10.231 ἤθελε δ' ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον 10.232 Τρώων , αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. 10.233 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 10.234 Τυδείδη Διόμηδες . ἐμῷ κεχαρισμένε θυμῷ: 10.235 τὸν μεν δὴ ἕταρόν γ' αἱρήσεαι ὅν κ' ἐθέλῃσθα, 10.236 φαινομένων τὸν ἄριστον. ἐπεὶ μεμάασί γε πολλοί: 10.237 μὴδὲ σύ γ' αἰδόμενος σῇσι φρεσὶ. τὸν μὲν ἀρείω 10.238 καλλείπειν: σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοῖ εἴκων: 10.239 ἐς γενεὴν ὁρόων. μηδ`' εἰ βασιλεύτερός ἐστιν: 10.240 ὡς ἔφατ': ἔδδεισεν δὲ περὶ ξανθῷ Μενελά̄ῳ : 10.241 τοῖς δ' αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης : 10.242 εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι. 10.243 πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην. 10.244 οὗ περὶ μὲν πρόφρων κραδίη: καὶ θυμὸς ἀγήνωρ 10.245 ἐν πάντεσσι πόνοισι: φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη : 10.246 τούτου γ' εσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο 10.247 ἄμφω, νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι: 10.248 Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς : 10.249 Τυδείδη : μήτ ἄρ με, μάλ' αἴνεε μήτε τί, νείκει: 10.250 εἰδόσι γάρ τοι ταῦτα μετ' Ἀργείοις ἀγορεύεις: 10.251 ἂλλ' ἴ̈ομεν; μάλα γὰρ νὺξ ἄνεται: ἐγγύθι δ' ἠώς: Scholia to Iliad 10.227-10.251 Main scholia On Iliad 10.240: ὡς ἔφαθ' ἔδδεισεν δὲ: ἀθετεῖται ὅτι περισσος ὁ στίχος καὶ παρέλκων καὶ μὴ ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν: ἡ δὲ διπλῆ ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώπου ἀραφωνεῖ ὡς καὶ τὸ νήπιος. οὐδ' ἂρ ἔμελλε κακὰς ὑπο κήρας ἀλύξας : οὐδὲ ἐν τῇ: Ζηνοδότου δε ἦν ⁑ On Iliad 10.242: κελευετέ μ' αὐτὸν ἐλέσθαι : Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν αὐτῷ ῥήματι τελεικόν. καὶ δοκεῖ ὀρθοτονεῖν ὡς εἰ καὶ συνθέτως ἐλέγετο ἐμαυτον, καὶ τοῦτό γε ἐχρῆν εἶναι. ἀεὶ γὰρ αἱ τοῦ πρώτου προσώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτὸς ὀρθοτονοῦνται: ὁ μέντοι Ἀσκαλωνίτης καὶ Ἀρίσταρχος ἐγκλητικῶς ἀνεγνώκασιν. ἐπι τὸν τε σύνδεσμον ποιοῦντες τὴν ὀξεῖαν ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ἑμαυτὸν ἑλέσθαι ⁑ On Iliad 10.242: εἰ μεν δὴ ἕταρον γε: ὅτι ἕταρον νῦν οὐ φίλον . ἀλλὰ συνεργὸν λέγει: ἡ δὲ ἀναφορὰ προς τὸ ἑταρίσσαιτὸ ἀντὶ του συνεργὸν λάβοι : On Iliad 10.244: οὗ περὶ μὲν πρόφρων : ἀληθῶς ὁ ἐν τοῖς κινδύνοις ἕπαινος χρήσιμος παρωσάμενος πᾶσαν αἰδῶ καὶ ἀμέλειαν ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται. οὐ δι ἀνδρείαν φησας αὐτὸν δέχεσθαι ἀλλα δια φρόνησιν ⁑ On Iliad 10.246: τούτου γ' ἑσπομένοιο. δύναται καὶ σπομένοιο ὡς φησὶν ὁ Ἀσκαλωνίτης . καὶ ὅμοιόν ἐστι τοῦ ὁ δε σπώμενος περὶ δουρί εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ εῖ δε σὺ ὦ μέγ' ἀναιδὲς ἅμ' ἐσπόμεθ' ἀνάγκῃ πᾶσα κατ αυτὸν δασύνειν καὶ τὴν μετοχὴν καὶ ἀπο τοῦ ε ἄρχεσθαι ⁑ Interlinear scholia On Iliad 10.235@ἕταρόν-αἱρήσεαι: εταῖρον καὶ συνεργὸν ἐπιλέξαι ὸν ἂν θελης On Iliad 10.238@ὀπάσσεαι: ακόλουθον παραλαβεῖν On Iliad 10.239@ἐς-ὁρόων: εἰς τὴν εὐγένειαν ἀφορῶν: On Iliad 10.246@καὶ-πυρὸς: καὶ ἐκ τοῦ φανεροῦ On Iliad 10.249@νείκει: ψέγε On Iliad 10.251@ἄνεται: ανύεται τελειουται Venetus A (Marciana 454 = 822), folio 131, recto Iliad 10.252-10.276 10.252 ἄστρα δὲ δὴ προβέβηκε: παρωίχηκεν δὲ πλέω νὺξ: 10.253 τῶν δύο μοιράων. τριτάτη δ έτι μοῖρα λέλειπται: 10.254 ὡς εἰπόνθ' ὅπλοισιν ἐνὶ δεινοῖσιν ἐδύτην: 10.255 Τυδείδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης : 10.256 φάσγανον ἄμφηκες. τὸ δ' ἑὸν παρὰ νηῒ λέλειπτο. 10.257 καὶ σάκος. ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθηκε 10.258 ταυρείην. ἄφαλόν τε καὶ ἄλλοφον: ἥ τε καταῖτυξ 10.259 κέκληται. ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν: 10.260 Μηριόνης δ' Ὀδυσῆϊ δίδου βιὸν. ἠδε φαρέτρην. 10.261 καὶ ξίφος. ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθηκε 10.262 ῥινοῦ ποιητήν : πολέσιν δ' ἔντοσθεν ϊμᾶσιν 10.263 ἐντέτατο στερεῶς. ἔκτοσθε δὲ λευκοὶ ὀδόντες 10.264 ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα 10.265 εὖ καὶ ἐπισταμένως. μέσση δ' ἐνὶ πῖλος ἀρήρει: 10.266 τήν ῥά ποτ' ἐξ Ἑλεῶνος . Ἀμύντορος Ὀρμενίδᾱο 10.267 ἐξέλετ' Αὐτόλυκος . πυκινὸν δόμον ἀντιτορήσᾱς: 10.268 Σκάνδειαν δ' ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι : 10.269 Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι: 10.270 αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι: 10.271 δὴ τότ' Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα: 10.272 τὼ δ' ἐπεὶ οὖν ὅπλοισιν ἐνὶ δεινοῖσιν ἐδύτην. 10.273 βάν ῥ' ἰ̈έναι: λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους: 10.274 τοῖσι δὲ δεξιὸν ῆκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο 10.275 Παλλὰς Ἀθηναίη . τοὶ δ` οὐκ ἴ̈δον ὀφθαλμοῖσι 10.276 νύκτα δι' ὀρφναίην. ἀλλὰ κλάγξαντος ἄκουσαν: Scholia to Iliad 10.252-10.276 Main scholia On Iliad 10.252: ‡ ἄστρα δὲ δὴ προβέβηκε διὰ τὸ πολυθρύλλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις: γράφεται καὶ οὕτως, ἄστρα δὲ δὴ προβέβηκε τῶν δύο μοιράων, παροίχωκεν δὲ πλέω νὺξ, τριτάτη δ ετι μοῖρα λέλειπται : τριφύλακος γὰρ ἦν καθ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις. ἔσσεται ἠῶς ἢ δείλης ῆ μέσον ῆμαρ οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν τὴν μὲν πρώτην δια τῆς οι διφθόγγου: τὴν δὲ δευτέραν διὰ τοῦ ω παροίχωκεν ἀποτεινόμενος: πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα ἄλλως γράφοντας ἐπιδείξας τὸ οἴχωκεν Ϊακόν . οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ τεχνικὸς οἶδε τὴν γραφήν ⁑ On Iliad 10.252: ἄστρον ἐστιν ἀστέρων συμφόρημα ὡς Ὠρίων Ὁφιοῦχος . ἀστηρ δὲ ὡς ὅταν λέγωμεν Ἀφροδίτης ἀστὴρ ἡ Διός : On Iliad 10.258: ταυρείην ἄφαλόν τε, ἡ διπλῆ, ὅτι κυνέην μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος: ἄφαλον δὲ καὶ ἅλοφον κατ επιτήδευσιν ἵνα λανθάνοιλανθάνῃ. φάλοι γὰρ τὰ ἐπι τῶν περικεφαλαιων. λαμπρὰ ασπιδίσκια: λόφοι δὲ αἱ τριχώσεις: On Iliad 10.258: καταῖτυξ εἶδος περι κεφαλαίας ἀπο τοῦ κάτω τεύχεσθαι καὶ μὴ ἔχειν λόφον. ἀλλὰ κοίλην εἶναι. ἡ καταῖτυξ προπερισπᾶται. πάντα τὰ εἰς υξ συστέλλει τὸ υ , τὰ μέντοι δια τοῦ κ κλινόμενα. ἐνίοτε ἐκτείνει τὸ υ τῶ γὰρ κήρυκι Ἠπίτυκι συνέσταλται δια τὸ μέτρον ⁑ On Iliad 10.265: εὐ καὶ ἐπισταμένως : ὅτι τὸ κοινὸν καὶ συμβεβηκὸς ταῖς περικεφαλαίαις εἰπόντος τοῦ ποιητοῦ ζωγράφοι καὶ πλάσται πίλιον ἐπέθεσαν τῷ Ὀδυσσεῖ ⁑ On Iliad 10.265: μέσση δ' ἐνι πῖλος: καὶ τοῦτῳ ὁμοίως τῷ προκειμένῳ ἀναγνωστέον ⁑ On Iliad 10.266: τήν ῥα ποτ' ἐξ Ελεῶνος : εἰσὶν οἳ ψιλοῦσιν. ὁ δὲ Ἀσκαλωνίτης φησὶ δασύνεσθαι: ἔστι δὲ τινὰ ἃ ἱστορία τοπικῇ κατέχεται οὕτως οὖν καὶ ἐπι τούτου: ἱστορούσι γὰρ οὕτως δασέως τὴν πόλιν λέγεσθαι πῶς οὖν ἐν τῷ ψιλῶς ἀνέγνωμεν, οἵ τ' Ἐλεῶν εἶχον φασὶ γὰρ κανταῦθα τὴν Βοιωτιατικὴν εἶναι πόλιν ⁑ On Iliad 10.267: Αὐτόλυκος : ὁ Ἑρμοῦ υἱός κλεπτίστατος ἀνθρώπων ⁑ On Iliad 10.268: Σκάνδειαν δ' ἄρα ὅτι ούτως εἶπεν ἀντι τοῦ εἰς Σκάνδειαν ἀπέστειλεν ὡς πεύθετο γὰρ Κύπρον δέ ἀντι τοῦ εἰς Κύπρον ἠκούετο, δια τὸ διαγγέλλεσθαι ἐκ τόπου εἰς τόπον: Σκάνδεια δὲ πόλις μάτειον Κυθήρων , ἀγνοήσαντες δὲ τινὲς τὸ ὄνομα ἐνόμισαν εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡ στεφάνην. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς ἐν ῇ λαμπρῶς τιμᾶται Ἀφροδίτη δι ὃ καὶ Κυθέρεια ἐπιθετικῶς ἡ θεός ⁑ On Iliad 10.273: κατ αυτόθι: φασὶ παρέλκειν τὴν κατὰ . κατ αυτόθι δι' ὃ φυλάσσειν τὸν αυτὸν τόνον, κὰν μὴ παρέλκη δὲ συντάσσηται δὲ τῷ λιπέτην , οὐ δύναται ἀναστρέφεσθαι κατα δύο τρόπους: καὶ ἐπεὶ συνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος ⁑ On Iliad 10.275: τοὶ δ' οὐκ ἴδον ὀφθαλμοῖσιν: ὅτι καὶ αὐτοὶ ὑπὸπολεμίων ἔμελλον οὐχ ὁραθέντες τὰ βουλεύματα αυτῶν παρα Δόλωνος ἀκούειν: ἄλλως δὲ, ὅτι οὐκ αἴσιος ὁ ερωδιὸς ὁερώμενος ὑπὸ τῶν εἰς ἐνεδραν ἀπιόντων ⁑ Interlinear scholia On Iliad 10.267@πυκινὸν: ϊσχυρον On Iliad 10.267@ἀντιτορήσᾱς: διωρύξας διαντρήσας : On Iliad 10.271@πύκασεν: εσκέπασεν: On Iliad 10.273@κατ': παρ' On Iliad 10.274@ἐρωδιὸν: εῖδος ὀρνέον Intermarginal scholia On Iliad 10.265: καὶ τούτῳ ὁμοίως τῷ προκειμένω ἀναγνωστέον ⁑ On Iliad 10.252: Ἀρίσταρχος παρῴχωκεν Interior scholia On Iliad 10.256: τὸ ἑξῆς φάσγανον ἄμφι κ' καὶ σάκος τὰ δὲ ἄλλα δια μέσου : On Iliad 10.258: Ἀρίσταρχος άλοφον : On Iliad 10.262: προστολαθεῖν τὴν περὶ κεφαλαίαν On Iliad 10.266: ὅτι ομώνυμος οὕτως τῶ τοῦ Φοίνικος πατρι βοιωτός ⁑ Venetus A (Marciana 454 = 822), folio 131, verso Iliad 10.277-10.301 10.277 χαῖρε δὲ τῷ ὄρνιθ' Ὀδυσεύς , ἠρᾶτο δ' Ἀθήνῃ : 10.278 κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ 10.279 ἐν πάντεσσι πόνοισι παρίστασαι. οὐδέ σε λήθω 10.280 κινύμενος: νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη : 10.281 δὸς δὲ πάλιν ἐπὶ νῆας. ἐϋκλεῖᾰς ἐφικέσθαι 10.282 ῥέξαντας μέγα ἔργον. ὅ κεν Τρώεσσι μελήσει: 10.283 δεύτερος αὖτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης : 10.284 κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη : 10.285 σπεῖό μοι. ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο Τυδέϊ δίῳ 10.286 ἐς Θήβας . ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ῄει: 10.287 τοὺς δ' ὰρ ἐπ' Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιοὺς 10.288 αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι 10.289 κεῖσ'. ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα: 10.290 σὺν σοὶ δῖα θεὰ: ὅτε, οἱ, πρόφρασσα παρέστης: 10.291 ὡς νῦν μοι ἐθέλουσα παρίστασο. καί με φύλασσε: 10.292 σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ῆνῐν, εὐρυμέτωπον. 10.293 ἀδμήτην. ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ: 10.294 τήν τοι ἐγὼ ῥέξω. χρυσὸν κέρασιν περιχεύας: 10.295 ὡς ἔφαν εὐχόμενοι. τῶν δ' ἔκλυε Παλλὰς Ἀθήνη : 10.296 οἱ δ' ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο: 10.297 βάν ῥ' ΐμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν. 10.298 ἀμ φόνον. ἀν νέκυας. διά τ' ἔντεα καὶ μέλαν αἷμα: 10.299 οὐδε μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ 10.300 εὕδειν, ἀλλ`' ἄμυδις κικλῄσκετο πάντας ἀρίστους: 10.301 ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες: Scholia to Iliad 10.277-10.301 Main scholia On Iliad 10.277: ‡ χαῖρε δὲ τῷ ὄρνιθι δ' Ὀδυσεὺς : ὅτι ἐπὶ τῷ ὄρνη̈θι καὶ ἐν καί τε σφι ῥ αίνομαι εἰσορόωσα ἐπ αυτῷ ⁑ On Iliad 10.281: δὸς δὲ πάλιν ἐπι νηας: ὅτι τὸ πάλιν ἀντι τοῦ εἰς τοὐπίσω : καὶ ὅτι Ϊακὸν τὸ συστέλλειν, εὐκλειας καὶ δυσκλέα : οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ τοιαῦτα: εὐκλειας προπερισπαστατίον : ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατ' ἐπένθεσιν τοῦ ϊ λέγει γὰρ, δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξους . οἱ δὲ ἐκτείνοντες ἄνευ λόγου ἐκτείνουσιν ⁑ On Iliad 10.286: ἑς Θήβας ὅτε τε προ Αχαιῶν : τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς επομένοις σὺν τάττεσθαι, ἡ διπλῆ δέ ὅτι ἡ προ ἀντι τῆς ὑπερ On Iliad 10.290: ‡ πρόφρασα: ἐνόμισαν τινὲς εἶναι θηλυκὸν τὸ πρόφρασσα οὐκ έστι δὲ ἀληθὲς: Φιλόξενος γὰρ ἐν τῷ Περὶ μονοσυλλαβων φησὶν, ὅτι ἐστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ: καὶ ὡς παρα τὸ βήσω βῆσα καὶ βῆσσα . ἄξω ἄξα καὶ ἅμαξα πείσω πεῖσα τῷ δ' ἂρ ἐν πείσῃ κραδίη μένε τετλη υἷα . οὕτω καὶ ἀπο τοῦ φρῶ φρήσω φρῆσα , κατα τροπὴν φράσσα καὶ πρόφρασσα : ἐστι δὲ τὸ φρῶ ὡς φησὶν ἀπο τοῦ προϊῶ πρῶ κατα συγκοπὴν. καὶ τροπῇ τοῦ π εἰς φ φρῶ , ἔστιν οὖν τὸ πρόφρασσα , παρα τὸ προϊέναι καὶ προθυμεῖσθαι μέμνηται Ὠρίων τούτων ἐν τῷ Περι ετυμολογιῶν : On Iliad 10.291: παρίστασο. οὕτως χωρὶς τοῦ ς παρίσταο αἱ Ἀριστάρχου : Ζηνόδοτος παρίσταο καὶ πόρε κῦδος : χωρὶς δὲ τοῦ ς καὶ αὐτός οὕτως δὲ καὶ αἱ πλείους εἶχον ⁑ On Iliad 10.298: ἀμ φόνον ἀν νέκυας: ὅτι ἐντευθεν τὸ ἡμιστϊχιον μετενήνεκται εἰς τὸν ἐπι Πατρόκλῳ ἀγῶνα περι τῶν μονομαχούντων ψαύσῃ δ' ἐνδίνων διά τ' ἔντεα . καὶ ὅτι πτῶσις ἐνήλλακται δι' ἐντέων καὶ μέλανος αἵματος : καὶ πρὸς Ί̈στρον ὅτι οὐ γέγονεν νεκρῶν ἀναίρεσις. εἰ μὴ ἅπαξ ⁑ On Iliad 10.299: οὐδε μὲν, οὐδὲ Τρῶας : ἡ διπλῆ ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ἔχει τάξις οὕτω καὶ τὰ πραγματα, οὐ γὰρ προεληλυθότων ήδη τον περὶ Ὀδυσσέα , καλεῖ τοὺς προβούλους ὁ Ἔκτωρ . ἀλλὰ καθ ὃν καιρὸν καὶ ὁ Ἀγαμεμνων οὕτω γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι δι ὃ καὶ ἀντιδιασταλτικῶς λέγει οὐδε μὴν οὐδὲ ὁ Ἕκτωρ εἴασε τοὺς Τρῶας εὗδεῖν ⁑ Interlinear scholia On Iliad 10.278@μοι: ευ On Iliad 10.287@Ἀσωπῷ: ποτάμῳ Βοιωτίας On Iliad 10.288@Καδμείοισιν: τοῖς Θηβαίοις On Iliad 10.289@κεῖσ': ε Intermarginal scholia On Iliad 10.291: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ παρίστασο : Venetus A (Marciana 454 = 822), folio 132, recto Iliad 10.302-10.326 10.302 τοὺς ὅ γε συγκαλέσας. πυκινὴν ἠρτύνετο βουλήν: 10.303 τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειεν 10.304 δώρῳ ἐπὶ μεγάλῳ: μισθὸς δέ οἱ άρκιος ἔσται: 10.305 δώσω γὰρ δίφρόν τε, δύω τ' ἐριαύχενας ἵ̈ππους 10.306 οἵ κεν ἀριστεύωσι θοῇς ἐπι νηυσὶν Ἀχαιῶν . 10.307 ὅς τίς κεν τλαίῃ: οἵ τ' αὐτῷ κῦδος ἄροιτο. 10.308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν. ἔκ τε πυθέσθαι 10.309 ἠὲ, φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ. 10.310 ἢ, ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες 10.311 φύξιν βουλεύουσι μετα σφίσιν. οὐδ' ἐθέλουσι 10.312 νύκτα φυλασσέμεναι: καμάτῳ αδηκότες αἰνῷ: 10.313 ὡς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 10.314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων . Εὐμήδεος υἱὸς 10.315 κήρυκος θείοιο. πολύχρυσος. πολύχαλκος: 10.316 ὃς δή τοι εἶδος μὲν ἔην κακὸς. ἀλλὰ ποδώκης: 10.317 ἀυτὰρ ὃ μοῦνος ἔην μετα πέντε κασιγνήτῃσιν: 10.318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν: 10.319 ἕκτορ' . ἒμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 10.320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν. ἔκ τε πυθέσθαι: 10.321 ἀλλ`' ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο: καί μοι ὄμοσσον 10.322 ἠ μὲν τοὺς ἵ̈ππους τὲ καὶ ἅρματα ποικίλα χαλκῷ 10.323 δωσεμέν. οἳ φορέουσιν ἀμύμονα πηλείωνα : 10.324 σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι: οὐδ' ἀπo δόξης: 10.325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς. ὄφρ' ἂν ΐκωμαι 10.326 νῆ' Ἀγαμεμνονέην . ὅθι που μέλλουσιν ἄριστοι Scholia to Iliad 10.302-10.326 Main scholia On Iliad 10.305: ‡ ἐριαύχενας: μεγαλοτραχήλους πολιοὺς ἀπο μέρους τὸ ερι γὰρ μόριον ἐπι τοῦ μεγάλου τίθεται ὡς καὶ τὸ ζα . καὶ ἐνταῦθα δὲ τὸ ἀσύνετον τοῦ Ἕκτορος φαίνεται ὑπισχνουμένου τοὺς Αχιλλέως ἵππους οὖs ἀδύνατον ἦν λαβεῖν ⁑ On Iliad 10.307: οἵ τ' αὐτῶ, ὀρθοτονεῖται καὶ περισπὰται: καὶ εἱς σύνθετον μεταλαμβάνεται ⁑ On Iliad 10.317: αὐτὰρ ὃ μοῦνος ἔην : ὅτι Ζηνόδοτος γράφει κασιγνήτοισι παραιρεῖται δὲ τὸ πιθανὸν τοῦ ποιητοῦ, οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμενον παρίστησι, οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη τό τε παρακειμενον: μάχεται:πῶς γὰρ ἔτι μόνος ἢν εῖ πεντε ῆσαν ⁑ On Iliad 10.321: ἀλλ άγε μοι τὸ σκῆπτρον: ἀντι τοῦτο τὸ σκῆπτρον. ἐφόρει δὲ Ἕκτωρ ἐπεὶ ἐδημηγόρει ⁑ On Iliad 10.322: ἠ μὲν τοὺς ἵππους τε: ὅτι τὸ τοὺς οὐκ έστιν ἄρθρον: ἀλλ' ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἄρθρου ⁑ On Iliad 10.324: οὐδ' ἀποδόξης. ἤτοι οὐδ' ὡς δοκεῖν μόνον ἀλλ αληθῶς: ἠ οὐδὲ παρα τὴν δόξαν ἣν περι εμοῦ ἔχεις ⁑ Interlinear scholia On Iliad 10.304@άρκιος: αὐτάρκης On Iliad 10.307@οἵ-αὐτῷ: και αυτὸς ἑαυτῶ On Iliad 10.311@φύξιν-βουλεύουσι: προσφυγὴν σκέπτονται ⁑ On Iliad 10.312@αδηκότες: κάμνοντες On Iliad 10.324@ἀπὸ-δόξης: οὐκ απο δοκήσεως καὶ εικασμοῦ On Iliad 10.326@μέλλουσιν: ἀντὶ εοίκιασι Interior scholia On Iliad 10.306: ἐν αλλω οἱ κεν άριστοι έωσιν On Iliad 10.317: άρσην δῆλον ότι On Iliad 10.321: οῦτος ἀνάσχεο δια τοῦ ο αἱ Ἀρίσταρχος On Iliad 10.326: ὅτι ἀντι τοῦ εοίκασι καὶ ούτως ἀεὶ κεχρηται τῇ λέξει ⁑ Venetus A (Marciana 454 = 822), folio 132, verso Iliad 10.327-10.351 10.327 βουλὰς βουλεύειν. ἢ φευγέμεν ἠὲ μάχεσθαι: 10.328 ὡς φάθ'. ὁ δ' ἐν χερσὶ σκῆπτρον λάβε. καὶ οἱ ὄμοσσεν: 10.329 ἴ̈στω νῦν Ζεὺς ἀυτὸς ἐρίγδουπος πόσις Ἥρης : 10.330 μὴ μὲν τοῖς ἵ̈πποισιν ἀνὴρ ἐποχήσεται ἄλλος 10.331 Τρώων : ἀλλὰ σὲ φημὶ διαμπερὲς ἀγλαϊεῖσθαι: 10.332 ὡς φάτο: καί ῥ' ἐπίορκον ἐπώμοσε, τὸ̀`ν δ' ὀρόθυνεν: 10.333 ἀυτίκα δ' ἀμφ'' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα: 10.334 ἕσσατο δ' ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο: 10.335 κρατὶ δ' ἐπὶ, κτιδέην κυνέην: ἕλε δ' ὀξὺν ἄκοντα: 10.336 βῆ δ' ϊέναι ἐπὶ νῆας ἀπο στρατοῦ: οὐδ` ἀρ ἔμελλεν 10.337 ἐλθὼν ἐκ νηῶν ὰψ, Ἕκτορι μῦθον ἀποίσειν: 10.338 ἂλλ' ὅτε δή ρ' ἵππων τε καὶ ἀνδρῶν κάλλιφ' ὅμιλον. 10.339 βῆ ῥ' ἀν ὁδὸν μεμαὼς: τὸν δὲ φράσατο προσϊόντα 10.340 διογενὴς Ὀδυσεὺς . Διομήδεα δὲ προσέειπεν: 10.341 οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνὴρ: 10.342 οὐκ οἶδ': ει νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν. 10.343 ἤ τινα συλήσων νεκύων κατατεθνειώτων: 10.344 ἂλλ' ἐῶμέν μιν πρῶτα παρ' ὲξελθεῖν πεδίοιο 10.345 τυτθὸν: ἔπειτα δέ κ' ἀυτὸν ἐπαΐξαντες ἕλοιμεν 10.346 καρπαλίμως. εἰ δ' ἄμμε παραφθαίῃσι πόδεσσιν. 10.347 ἀιεί μιν ποτὶ νῆας ἀπὸ στρατόφιν προτιειλεῖν 10.348 ἔγχεϊ ἐπαΐσσων. μή πως προτὶ ἄστυ ἀλύξῃ: 10.349 ὡς ἄρα φωνήσαντε. πὰρ' ὲξ ὁδοῦ ἐν νεκύεσσι 10.350 κλινθήτην: ὁ δ' ὰρ ὦκα παρέδραμεν ἀφραδίῃσιν: 10.351 ἂλλ' ὅτε δή ῥ ἀπέην ὅσσόν τ' ἐπὶ οῦρα πέλονται Scholia to Iliad 10.327-10.351 Main scholia On Iliad 10.329: ‡ἵ̈στω: ἐπιστάσθω γινωσκέτω μαρτυρείτῳ: ἵστωρ γὰρ ὁ μάρτυς: ἵστορα δ' Ατρείδην Ἀγαμέμνονα ⁑ On Iliad 10.330: μη μὲν τοῖς ἵπποισιν: ὅτι καὶ νῦν τοῖς , ἀντι τούτοις τοῖς ἵπποις ὥστε: ἔξωθεν προσλαμβάνειν δέον το τοῖς ἄρθρον ⁑ On Iliad 10.335: κρατὶ δ' ἐπι κτιδέην: ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵνα γένηται ἐπὶ κρατὶ οὐχ ὑγιῶς μέσος γὰρ πέπτωκεν ὁ δε . τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατα τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχήν: ἐπεὶ ἐν ἑτέροις φησὶ τοῦ δ' ἀπο μὲν κτιδέην ⁑ On Iliad 10.335: κρατὶ δ' ἐπι κτιδέην: ὅτι νῦν μὲν ἀμφίβολον πότερον κτιδέην ἠ συναλιφὴν ἐκδεκτέον ϊκτιδέην . δια μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει τοῦ δ' ἀπο μὲν κτιδέην κυνέην ⁑ On Iliad 10.335: κρατὶ δ' ἐπι κτιδέην: ἀπο τοῦ κ ἡ ἀρχὴ ἐπεὶ καὶ ἐν ἑτέροις κτιδέην τοῦτο δὲ καὶ κατα ἀφαίρεσιν τοῦ ϊ λέγεται παρα τῷ ποιητῇ ἴκτις γάρ ἐστί ὡς Νίκανδρος ἴκτιδος ἥτ' ὄρνησιν. τὸ γὰρ μονοσύλλαβον, οὐ δύναται κατ έκτασιν. οὔτε κατα συστολὴν λέγεσθαι: οὐ γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφιδος ταῦτα γὰρ ὑπερ μίαν συλλαβὴν, οὔτε συστέλλεσθαι: ἀρκεῖ γὰρ τὸ τισ ⁑ On Iliad 10.335: κτιδέη, ἡ ἐξίκτιδος δέρματος πεποιημένῃ ί̈κτις δὲ ἐστι ζῷον ὀρνιθοφάγον καὶ πανοῦργον μείζων μὲν γαλῆς: παραπλήσιον δὲ καὶ δασύτερον οἱ δὲ τὴν αγρίαν γαλὴν εῖπον ⁑ On Iliad 10.334: πολιοῖο λύκοιο: λευκοῦ λύκου διὰ τὴν τῆς χρόας ἰδιότητα. καὶ γὰρ Πελιαν ἐντευθεν φησὶν ὠνομᾶσθαι Τυρὼ γὰρ ἡ Σαλαμωνεα , γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος παρὰ τοῖς Ἐνιπέως τοῦ ποταμοῦ ῥειθροις κατελιπε τὸν μὲν οὖν ἕτερον κύων ἀφαιρεσθέντων αὐτῆς τῶν πόνων παρέχουσα θηλὴν ἔτρεφεν τὸν δὲ ἕτερον ἵππος κατα τὸ μετωπον ἐπάτησεν, ἐπελθόντες οὖν οἱ ἱπποφόρβοι, ἀνελόμενοι τὲ τὰ παιδία ἔτρεφον καὶ ὠνόμασαν τὸ μὲν ἐπεὶ ἐκ συνδρομὴς αἱματος ἐπελιώθη Πελίαν , τὸν δ' ἕτερον ἐπεὶ κύων κατηλέησε Νηλέα ⁑ On Iliad 10.338: ἀλλ ὅτε δή ρ' ἵππων τε ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων λέγει ἐν μὲν οὖν τῇ πυκνότερον τὴν μάχην, ὅμιλον καλεῖ, ἐν δὲ τὸ ἄθροισμα ⁑ On Iliad 10.343: ἤ τινα συλήσων νεκύων: ὁ ἀστερίσκος ὅτι ἐνταῦθα καλῶς ὁ στίχος τέτακται: μετα ταῦτα δὲ οὐκέτι, λεγόμενος πρὸς Δόλωνα On Iliad 10.349: ὡς ἄρα φωνησαντε παρὲξ οδοῦ: οὕτως Ἀρίσταρχος καὶ θαυμαστὸν οὐδέν εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὡς ἄρα φωνήσαντε . σύνηθες γὰρ αὐτῷ τὸ τοιοῦτο ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόντος μόνου τοίω: γάρ τοι νῶϊ θεῶν, ἐπιταρρόθῳ εἰμὲν Ζηνὸς ἐπαινήσαντες. ἐπιφέρει τὼ μὲν ὰρ ὡς εἰπόντε μετ αθανάτους ἀπεβήτην : ἐν μέντοί τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο: ὡς έφατ' οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Διὁμήδης . ἐλθόντες δ' εκάτερθε, παρἓξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην ⁑ On Iliad 10.351: ὅσσον τ' ἐπὶί οῦρα: ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα, οῦρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει ⁑ Interlinear scholia On Iliad 10.331@διαμπερές: μέχρι τέλους On Iliad 10.332@ορόθυνεν: προέτρεψε: On Iliad 10.342@ἢ: ει On Iliad 10.346@παραφθαίῃσι: παρὰ αρά μοι On Iliad 10.347@προτιειλεῖν: σύγκλειε: On Iliad 10.348@ἀλύξῃ: εκ φύγη: On Iliad 10.350@κλινθήτην: εκρύβησαν: On Iliad 10.350@ἀφραδίῃσιν: ανοίαις On Iliad 10.351@οῦρα: ὀριὰ ορμήματα: Intermarginal scholia On Iliad 10.332: ουτ οὕτως δια τοῦ ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχου ⁑ On Iliad 10.336: γράφεται ποτὶ νῆας On Iliad 10.341: Ἀρίσταρχος οὗτος τις ὡμολόγουν καὶ αἱ πλείους ⁑ On Iliad 10.347: Ἀρίσταρχος ἐπι νῆας ⁑ On Iliad 10.349: διασταλτέον ἐπι τὸ φωνησαντε ⁑ Venetus A (Marciana 454 = 822), folio 133, recto Iliad 10.352-10.376 10.352 ἡμιόνων αἳ γάρ τε βοῶν προφερέστεραί εἰσιν 10.353 ἑλκέμεναι, νειοῖο βαθείης πηκτὸν ἄροτρον. 10.354 τὼ μὲν ἐπεδραμέτην: ὁ δ' ὰρ έστη δοῦπον ἀκούσας. 10.355 ἔλπετο γὰρ κατὰ θυμὸν. ἀποστρέψοντας ἑταίρους 10.356 ἐκ Τρώων ϊέναι. πάλιν. Ἕκτορος ὀτρύναντος: 10.357 ἂλλ' ὅτε δή ῥ' ἄπεσαν δουρηνεκὲς. ἢ καὶ ἔλασσον. 10.358 γνῶ ῥ' ἄνδρας δηΐους. λαιψηρὰ δὲ γούνατ' ἐνώμα 10.359 φευγέμεναι. τοὶ δ' αῖψα διώκειν ὡρμήθησαν: 10.360 ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης: 10.361 ἢ κεμάδ': ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ 10.362 χῶρον ἀν ὑλήενθ'. ὁ δέ τε προθέῃσι μεμηκώς: 10.363 ὡς τὸν Τυδείδης . ἠδ`' ὁ πτολίπορθος Ὀδυσσεὺς 10.364 λᾱοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί: 10.365 ἂλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλάκεσσι 10.366 φεύγων ἐς νῆας. τότε δὴ μένος ἔμβαλ' Ἀθήνη 10.367 Τυδείδῃ . ἵ̈να μή τις Ἀχαιῶν χαλκοχιτώνων 10.368 φθαίῃ ἐπευξάμενος βαλέειν. ὁ δὲ δεύτερος ἔλθῃ: 10.369 δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης : 10.370 ἠὲ μέν'. ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σε φημὶ 10.371 δηρὸν ἐμῆς ἀπο χειρὸς ἀλύξειν αἰπὺν όλεθρον: 10.372 ῆ ῥα: καὶ ἔγχος ἀφῆκεν. ἑκὼν δ' ἡμάρτανε φωτός: 10.373 δεξιτερὸν δ' ὑπὲρ ὦμον. ἐΰξου δουρὸς ἀκωκὴ 10.374 ἐν γαίῃ ἐπάγη: ὁ δ' ὰρ ἔστη. τάρβησέν τε 10.375 βαμβαίνων. ἄραβος δὲ διὰ στόμα γίγνετ' ὀδόντων: 10.376 χλωρὸς ὑπαὶ δείους. τὼ δ' ἀσθμαίνοντε κιχήτην: Scholia to Iliad 10.352-10.376 Main scholia On Iliad 10.353: ‡ νειοῖο: νειός ἐστιν ἡ νεωστὶ ἡροτριασμένη γῆ: On Iliad 10.353: πηκτὸν ἄροτρον: τὸ τὸν γύην προσπεπηγότα ἔχον αὐτόγυον δὲ τὸ ἐξ αυτοῦ μονόξυλον καὶ Ἡσίοδος φησὶ δυὰ δὲ θέσθαι ἄροτρωπον ησάμενος κατοῖκον αὐτόγυιον καὶ πηκτόν ⁑ On Iliad 10.355: ἔλπετο γὰρ κατα θυμὸν στικτέον. μετὰ τὸ ἐκ Τρώων ἔστι γὰρ ὁ λόγος ἤλπιζε γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν ὡς κελεύσαντος τοῦ Ἕκτορος εἰς τὰ οπίσω αὐτὸν ὑποστρέψαι: ἀποστρέψαντας γὰρ εἰς τοὐπίσω καλέσαντας ⁑ On Iliad 10.361: ἦ κεμάδ' ἠὲ λαγωὸν ἐπείγετον: ὅτι τῷ ἐπείγετον , ὁριστικῷ ἀντι ὑποτακτικοῦ τοῦ ἐπείγητον : ἐπιφέρει γὰρ προθέῃσι . γίνεται οὖν κατάλληλον οὕτως ὡς δ' ὅταν ἐπείγῳσιν: ὁ δὲ προθέῃσι μεμαῶς ⁑ On Iliad 10.361: ἐμμενες: ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν. ἡ ἀριστία. ταῦτα γάρ ἐστι τὰ ζῷα φύσει μὲν ταχέα, ὑπεκλυόμενα δὲ, δια τὴν ἀσθένειαν: οἱ δε κῦνες τὸ ἐναντίον ⁑ On Iliad 10.364: λαοῦ ἀποτμήξατε διώκετον, ὅτι τὸ διώκετον σημαίνει. διώκουσιν ἠ διώκετε οὐ τὸ διωκετην ὡς Ἐρατοσθένης ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν. ἀντι τοῦ ἐδίωκον ὃν τρόπον αἱ μὲν ἀλετρεύουσιν μύλης ἔπι ἀντι τοῦ ἠλέτρευον ⁑ On Iliad 10.364: λαοῦ ἀποτμήξαντε, ὡς τὸ εἰδότε θήρης , οὐδὲ γὰρ εκεῖνοι κατ ουρᾶν διώκουσιν. ἀλλα περὶ τὰ πλευρὰ. ηὐτρεπισμένοι προς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων ⁑ On Iliad 10.364: λαοῦ ἀποτμήξαντε διώκετην. τοῦ Τρωϊκοῦ λαοῦ χωρήσαντες αὐτοὺς ἐδιωκον: τρία δὲ ῥήματά ἐστι. παρα τῷ ποιητῇ τὸ τοῦ παρῳχημένου δυϊκὸν τρίτον εἰς ὃν λῆγον ἔχοντα παραλόγως. τοῦτο καὶ ἔγκατα καὶ μέλαν αἶμα λαφύσσετον. οὐκέτι μέντοι ἄντικρυς δυϊκῆς σημασίας ἀναθεώρησιν γὰρ ἔχει πληθυντικὴν παρατατικὴν. τὸ γὰρ διώκετον , ἀντι τοῦ ἐδίωκον κεῖται καὶ τὸ ἀνδράσιν ἡρώεσσι τετεύχετον ἀντι τοῦ ἔτυχον καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ λαφύσσετε ⁑ On Iliad 10.372: ῆ ρα καὶ ἔγχος ἀφῆκεν, ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον οὕτως. καὶ βάλεν οὐδ' ἀφάμαρτεν ἑκὼν δ' ἡμάρτανε φωτός :καὶ λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν νάν σύνδεσμον: καὶ βάλεν οὐδ' ἀφάμαρτεν ἂν ἑκὼν δ' ἡμάρτανεν , ἀγνοοῦσι μέντοι ὅτι Ὅμηρος τὸ βαλεῖν ἐπι τοῦ ἐπιτυχεῖν τίθησιν ⁑ On Iliad 10.375: βαμβαίνων: τρέμων καὶ κατα σφαλμοῦ τὴν πορείαν ποιούμενος. ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος οἱ δὲ εσχημάτισαν ἀπὸ του γινομένου. κατα τὸ στόμα ψόφου τοῦ συρρήσσων καὶ συγκρούων τοὺς ὁδόντας ἢ ἀσαφῆ φωνὴν προϊέμενος ἀπο τοῦ φόβου βαμβαλύζων ὅπερ ἡμεῖς φαμὲν ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις. οὐ γὰρ ἔγκειται τὸ βαίνειν ⁑ Interlinear scholia On Iliad 10.357@δουρηνεκές: δόρατος βολὴν ῆ μῆκος On Iliad 10.375@ἄραβος: ῆχος τῶ οδόντων On Iliad 10.376@ὑπαὶ-δείους: ὑπὸ φόβου Intermarginal scholia On Iliad 10.359: γράφεται καὶ τοι δ' ῶκᾳ On Iliad 10.364: ὅτι On Iliad 10.375: ὅτι ονοματικος ὁ ποιητής ⁑ Interior scholia On Iliad 10.353: ὅτι ἐλλειπει ἡ διὰ διανεοιο : On Iliad 10.354: Ἀρίσταρχος ἐπεδραμέτην : On Iliad 10.356: ὅτι πάλιν συναπτείν τῷ αποστρέψοντας ἵνα ῇ εἰς τοῦ πίσω ἀποστρέψοντας : On Iliad 10.359: τὸ ὡρμήθησαν ϊακῶς : On Iliad 10.368: καυχήσεται προλαβών: Venetus A (Marciana 454 = 822), folio 133, verso Iliad 10.377-10.401 10.377 χειρῶν δ' ἁψάσθην: ὁ δὲ δακρύσας ἔπος ηύδα : 10.378 ζωγρεῖτ', αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι. ἔστι γὰρ ἔνδον 10.379 χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος: 10.380 τῶν κ' ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα: 10.381 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν : 10.382 τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς : 10.383 θάρσει: μηδέ τι τοι θάνατος καταθύμιος ἔστω: 10.384 ἂλλ' άγε μοι τόδε εἰπὲ. καὶ ἀτρεκέως κατάλεξον: 10.385 πῇ δ' οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος 10.386 νύκτα δι' ὀρφναίην: ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι 10.387 ἤ τινα συλήσων νεκύων κατατεθνηώτων: 10.388 ἤ σ' Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα 10.389 νῆας ἔπι γλαφυρὰς. ἤ σ' αὐτὸν θυμὸς ἀνῆκε: 10.390 τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων . ὑπο δ' έτρεμε γυῖα: 10.391 πολλῇσίν μ' ἄτῃσι παρεκ νόον ἤγαγεν Ἕκτωρ : 10.392 ὅς μοι Πηλείωνος ἀγαυοῦ μώνυχας ἵ̈ππους 10.393 δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ: 10.394 ἠνώγει δέ μ' ϊόντα θοὴν δια νύκτα μέλαιναν 10.395 ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν. έκ τε πυθέσθαι. 10.396 ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ 10.397 ἢ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες 10.398 φύξιν βουλεύοιτε μετὰ σφίσιν: οὐδ' ἐθέλοιτε 10.399 νύκτα φυλασσέμεναι. καμάτῳ ἁδηκότες αἰνῷ: 10.400 τὸν δ' ἒπιμειδήσᾱς προσέφη πολύμητις Ὀδυσσεύς . 10.401 ῆ ρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς Scholia to Iliad 10.377-10.401 Main scholia On Iliad 10.378: ‡ζωγρεῖτ' αὐτὰρ ἐγὼν ἐμὲ, ὅτι παρα τὸ σύνηθες ἐξενήνοχεν ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν ⁑ On Iliad 10.381: εἴ κεν ἐμὲ ζωιὸν πεπύθοιτ': ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάττει τὴν λέξιν. καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται πεπύθοιτο ἀντι τοῦ πύθοιτο : On Iliad 10.387: ἤ τινα συλήσων: ὅτι ἐκ τῶν ἐπάνω ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν τοὺς νεκροὺς καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ προρίζων: ἠθέτει καὶ Ἀριστοφάνης ⁑ On Iliad 10.394: ἠνώγει δέ μ' ἰόντα θοὴν δια νύκτα: ταχεῖαν λέγει τὴν νύκτα, δια τὸ ὑφ ἕνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις: δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί : On Iliad 10.397: ὅτι ούτως γραπτέον βουλεύουσι καὶ θέλουσι : τὸ γὰρ σφίσιν ἐν τῷ περί τινων ἐστι λόγῳ ἀντι τοῦ αὐτοῖς ὧ ἀκόλουθα δεῖ εἶναι τὰ ῥήματα: ταῦτα ὁ Ἀριστόνικος περι τῆς γραφῆς ταύτης φησὶ διπλῆν βάλλων τῷ στίχῳ. ἐν μέντοι τῇ τετραλογία Νεμεσίωνος οὕτως εὗρον περι τῶν στίχων τούτων τῶν παρακειμένων ὁβελῶν οὐκ έστιν αἰτίαν εὑρεῖν δια τῶν Ἀρισταρχείων ὑπομνημάτων: Ἀμμώνιος δὲ ὁ Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησὶ τὸν Ἀρίσταρχον παρασημειώσασθαι αὐτούς εἶτα δὲ καὶ τελέιοντέλεον ἐξελεῖν, τάχα δια τὸ ἐπι δευτέρου προσώπου τὸ σφίσι τετάχθαι καὶ ἄνωθεν μετενηνέχθαι ⁑ Interlinear scholia On Iliad 10.378@ζωγρεῖτ': ζῶντα φυλάσσετε On Iliad 10.379@πολύκμητός: διοῦ πολὺ κατασκευάζεται On Iliad 10.378@ζωγρεῖτ': ε On Iliad 10.383@καταθύμιος: κατα νοῦν On Iliad 10.385@πῇ: ποῦ On Iliad 10.391@παρεκ-ἤγαγεν: παρηπάτησε τὸν νοῦν On Iliad 10.394@θοὴν-νύκτα: τὴν ταχέως ἐπιλαμβάνουσαν τὴν γην ⁑ On Iliad 10.399@ἁδηκότες: ἀπο τοῦ άδην καὶ ηδέως On Iliad 10.401@ἐπεμαίετο: ἐπεζήτει ἐπεθύμει ⁑ Intermarginal scholia On Iliad 10.383: ὅτι τὸ καταθύμιος ἐνθύμιος οὐχ ως ἠμεῖς ⁑ On Iliad 10.387: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ κατὰ τεθνηώτων ⁑ On Iliad 10.391: Ἀριστοφάνης ήπαφεν Ἕκτωρ ⁑ On Iliad 10.397: ἐν ἄλλω φύξιν βουλεύουσι μετα σφίσιν οὐδ' ἐθέλουσι ⁑ Venetus A (Marciana 454 = 822), folio 134, recto Iliad 10.402-10.426 10.402 ἵ̈ππων Αἰακί´δαο δαί̈φρονος: οἱ δ`' ἀλεγεινοὶ 10.403 ἀνδράσι γε θνητοῖσι δαμήμεναι: ἠδ' ὀχέεσθαι 10.404 ἄλλω γ'. ἢ Ἀχιλῆϊ . τὸν ἀθανάτη τέκε μήτηρ: 10.405 ἂλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον: 10.406 ποῦ νῦν, δεῦρο κιὼν. λίπες Ἕκτορα ποιμένα λαῶν: 10.407 ποῦ δέ οί ἔντεα κεῖται ἀρήϊα. ποῦ δέ οἱ ἵ̈πποι. 10.408 πῶς δαὶ, τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναὶ. 10.409 ἄσσά τε μητιόωσι μετὰ σφίσιν. ἢ μεμάᾱσιν 10.410 αὖθι μένειν παρὰ νηυσὶν. ἀπόπροθεν. ἠὲ πόλιν δὲ 10.411 ὰψ ἀναχωρήσουσιν. ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς : 10.412 Τὸν δ' αῦτε προσέειπε Δόλων Εὐμήδεος υἱός: 10.413 τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω: 10.414 Ἕκτωρ μὲν μετὰ τοῖσιν ὅσοι βουληφόροι εἰσὶν: 10.415 βουλὰς βουλεύει θείου παρὰ σήματι Ί̈λου 10.416 νόσφιν ἀπο φλοίσβου: φυλακὰς δ', ἃ`ς εἴρεαι ἥρως. 10.417 οὔ τις κεκριμένη ῥύεται στρατὸν. οὐδὲ φυλάσσει: 10.418 ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι: οἷσιν ἀνάγκη. 10.419 οἷ δ' ἐγρηγόρθασι: φυλασσέμεναί τε κέλονται 10.420 ἀλλήλοις: ἀτὰρ αὖτε πολύκλητοί τ' ἐπίκουροι 10.421 εὕδουσιν. Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν. 10.422 οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται. οὐδε γυναῖκες: 10.423 Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς : 10.424 πῶς γὰρ δὴ Τρώεσσι μεμιγμένοι ἵ̈πποδάμοισιν 10.425 εὕδουσ', ἦ ἀπάνευθε. δίειπέ μοι. ὄφρα δαείω: 10.426 Τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων Εὐμήδεος υἱός: Scholia to Iliad 10.402-10.426 Main scholia On Iliad 10.408: πῶς δαὶ τῶν ἄλλων: ἡ μεν σύνταξις ἐπιζητεῖ πῶς δ αὶ τὸ αι ἄρθρον ὁ δε Ἀρίσταρχος . δύο παρέλαβε χαρακτηριστικὰ τοῦ ποιητοῦ ἔλλειψιν ἄρθρου καὶ τοῦ δαι σύνταξιν μετα τὸ πῦσμα οὕτως γὰρ αὐτῷ ἔθος: ποῦ δαὶ νηῦς ἕστηκε τίς δαὶ ὅμιλος ⁑ On Iliad 10.409: ἀσσά τε μετιόωσιν: ἀπο τούτου ἕως τοῦ ἂψ ἀναχωρήσουσιν ἀθετοῦνται στίχοι τρεῖς. καὶ ἀστερίσκοι παράκεινται ὅτι ἐκ τῶν τοῦ Νέστορος λόγων μετενηνεγμένοι εἰσὶν οὐ δεόντως γελοῖος γὰρ ἑσται ὁ Ὀδυσσεὺς ήδη τῆς ώρας προκεκοφαιας. ἐρωτῶν ἡ μένουσιν ἠ ἀπέρχονται ἐπι τὴν πόλιν . καὶ ὡς ἂν τούτων μὴ ειρημένων ὁ Δόλων πρὸς μὲν τὰ ἄλλα ἀποκρίνεται, προς δὲ ταῦτα ου τὸ δὲ ἄσσα ἐνθάδε ψιλωτεόν ἰσοδυναμεῖ γὰρ τὸ τίνα ⁑ On Iliad 10.415: παρα σήματι Ἴλου . Ἴλος Τρωὸς παῖς ἀφ οὗ ἡ πόλις Ί̈̈̈̈̈̈̈λιος ἐκλήθη. παρα σήματι δὲ, παρα τῶ τάφω ἢν γὰρ μέσσον καπ πεδίον: ἀπέχει δὲ τῆς πολέως καὶ τῶν νεῶν τὸ ἴσον ⁑ On Iliad 10.418: ἐσχάραι : πυραί, δηλοῖ δὲ ἡ λέξις, καὶ τὴν ἐστίαν καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος καὶ τὸν βωμὸν, ὡς παρ' Ευριπίδῃ ἐν καὶ τὴν κυρίως λεγομένην ⁑ On Iliad 10.424: πῶς γὰρ νῦν : οὐ στικτέον ἐπι τὸ νῦν ἐπεὶ κομματικὸν ἔσται τὸ λεγόμενον καὶ παντελῶς ἀπηρτημένον τῶν ἑξῆς, ἀλλα βραχὺ διασταλτέον κοινὸν γὰρ τὸ εὔδουσ . τὸ δὲ ἑξῆς πῶς γὰρ νῦν εὔδουσι Τρώεσσι μεμιγμένοι ἢ ἀπάνευθε ⁑ Interlinear scholia On Iliad 10.409@ἄσσα-τε: τινα δή: On Iliad 10.415@παρὰ-Ί̈λου: παρα τῷ τάφω τοῦ Ί̈λου On Iliad 10.416@φυλακὰς-ἥρως: περι τῶν φυλακῶν ὧν ἐρωτᾶς με γεναιώτατος ⁑ On Iliad 10.417@κεκριμένη: ἐπιλελεγμένη: On Iliad 10.418@μὲν: γὰρ On Iliad 10.421@ἐπιτρατέουσι: ἐπιτρέπουσιν On Iliad 10.422@εἵαται: εισὶν. On Iliad 10.424@δὴ: νῦν On Iliad 10.425@δίειπέ: ακριβῶς δια σάφὴς: On Iliad 10.425@δαείω: μάθω Intermarginal scholia On Iliad 10.418: τὰς γυναικας καὶ τέκνα ⁑ Interior scholia On Iliad 10.404: ἕδει εἰπεῖν ἄλλοις: On Iliad 10.413: ὅυτως ἀρίσταρχος αλλοι δὲ αγορεύσω ⁑ Venetus A (Marciana 454 = 822), folio 134, verso Iliad 10.427-10.451 10.427 τοι γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω: 10.428 πρὸς μὲν ἁλὸς. Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι. 10.429 καὶ Λέλεγες . καὶ Καύκωνες . δῖοί τε Πελασγοί : 10.430 πρὸς Θύμβρης δ' ἔλαχον Λύκιοι : Μυσοί τ' ἀγέρωχοι. 10.431 καὶ Φρύγες ἱ̈ππόδαμοι: καὶ Μῄονες ἱ̈πποκορυσταί: 10.432 ἀλλὰ τί η ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα. 10.433 εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον. 10.434 Θρήϊκες οἷδ' ἀπάνευθε, νεήλυδες ἔσχατοι ἄλλων. 10.435 ἐν δέ σφιν Ῥῆσος βασιλεὺς. παῖς Ἠϊονῆος : 10.436 τοῦ δὴ καλλίστους ἵ̈ππους ἴ̈δον. ἠδὲ μεγίστους: 10.437 λευκότεροι χιόνος. θείειν δ' ἀνέμοισιν ὁμοῖοι: 10.438 ἅρμα δέ οἱ χρυσῷ τὲ καὶ ἀργύρῳ εὖ ἤσκηται: 10.439 τεύχεα δὲ. χρύσεια. πελώρια: θαῦμα ἰ̈δέσθαι 10.440 ἤλυθ' ἔχων. τὰ μὲν οὔ τι κατὰθνητοῖσιν ἔοικεν 10.441 ἄνδρεσσιν φορέειν. ἂλλ' ἀθανάτοισι θεοῖσιν: 10.442 ἂλλ' ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν: 10.443 ἠέ με δήσαντες λίπετ' αὐτόθι νηλέϊ δεσμῷ. 10.444 ὄφρά κεν ἔλθητον. καὶ πειρηθῆτον ἐμεῖο: 10.445 ἤ ῥα κατ' αῖσαν ἔειπον ἐν ὑμῖν. ἠὲ καὶ οὐκί: 10.446 τὸν δ' ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη: κρατερὸς Διομήδης : 10.447 μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ 10.448 ἐσθλά περ ἀγγείλας. ἐπεὶ ΐκεο χεῖρας ἐς ἁμάς 10.449 εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν. ἠὲ μεθῶμεν. 10.450 ἦ´ τε καὶ ὕστερον εῖσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν . 10.451 ἠὲ διοπτεύσων. ἢ ἐναντίβιον πολεμίξων: Scholia to Iliad 10.427-10.451 Main scholia On Iliad 10.428: Παίονες : ἔθνος Θρακῶν τινὲς δὲ φασὶ τοὺς νῦν καλουμένους Παννονίους ἕτεροι δὲ Μακεδόνας : On Iliad 10.429: Λέλεγες : ἔθνος Καρικόν , λέγει δὲ τοὺς ἐν Πιδαίῳ πόλει Καρίας οικοῦντας ⁑ On Iliad 10.429: Καύκωνες , ἔθνος Παφλαγονίας οἱ δὲ Σκυθίας οἱ δὲ τοὺς λεγομένους Καυνίους ⁑ On Iliad 10.429: Πελασγοι : οἱ τὸ παράλιον μπερος τῆς Καρίας ἔχοντες . ἄμεινον δὲ λέγειν αὐτὸ γένος τί πολυπλανὲς οἰκῆσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ νῦν δὲ τὸ τῆς Τρωάδος πλησίον οἰκῆσαν ὃ φασὶ Τράλλεις ⁑ On Iliad 10.430: πρὸς θ ὕμβρης δ' ἔλαχον, ὅτι οὐ μόνον ἐπὶ Ροδίων χρῆται τὸ ἀγέρωχοι ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχὴν τουτέστι τὴν τροφήν, ἀλλ' επι Μυσῶν καὶ Τρώων οἷον γεραόχων σεμνῶν καὶ ἐντίμων: On Iliad 10.430: πρὸς Θύμβρης : πρὸς τὸ Θυμβραῖον πεδίον Θύμβρα γὰρ τόπος ἐστι τῆς Τροίας ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ϊερὸν επιφανές ⁑ On Iliad 10.431: καὶ Φρύγες ἱππόδαμοι ὅτι ἑτέρους τῶν Τρώων οἰδεν τοὺς Φρύγας καὶ ὅτι Ὅμηρος οὐκ οῖδεν καλουμένους Λυδοῦς ἀλλα Μῃώνας προς τὰ περι ηλικίας Ησιόδου ⁑ On Iliad 10.435: ἐν δέ σφιν Ῥῆσος : . Ῥῆσος γένει μὲν ἦν Θρᾶξ υἷὸς δὲ Στρύμωνος τοῦ αυτόθι ποταμοῦ καὶ εὐτέρπης μιᾶς τῶν Μουσῶν . διαφορος δὲ τῶν καθ αυτὸν γενόμενος ἐν πολεμικοῖς έργοις. ἐπῆλθε τοῖς Ἕλλησιν ὅπως Τρωσὶ συμμαχήσῃ καὶ συμβαλῶν πολλοὺς τῶν Ἑλλήνων ἀπέκτεινας δείσασα δὲ ήρα περὶ τῶν Ελλήνων . Ἀθηναν επι τὴν τούτου διαφθορὰν πέμπει. κατελθοῦσα δὲ: ἡ θεὸς, Ὁδυσσέα τε καὶ Διομήδη επι τὴν κατασκοπὴν ἐποίησεν περοελθεῖν: ἐπιστάντες δὲ εκεῖνω κοιμω μένω Ῥήσω αὐτὸν τὲ καὶ τοὺς εταίρους αυτοῦ κτείνουσιν ὡς ἱστορεῖ Πίνδαρος : ἔνιοι δὲ λέγουσι νυκτος παρὰ γεγονέναι τὸν Ρῆσον εἰς τὴν Τροίαν καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος καὶ οἱ ἵπποι αυτοῦ τοῦ Σκαμάνδρου πίουσην καὶ τῆς αυτόθι νομῆς ἀκαταμαχητος εσται εἰς τὸ παντελὲές ⁑ On Iliad 10.437: λευκότεροι χειόνος θείειν δ' ἀνέμοισιν: δύο ὑπερβολὰς ενῆκεν ἐντεχνως: τὴν μεν ἐξ υπερθέσεως: τὴν δὲ ἐξ ωμοιώσεως: καὶ ἐφ εκατέρας παρέλαβεν το οικεῖον: χειονος μεν γαρ δύναταί τι λευκότερον γενέσθαι ἀνέμου δὲ θᾶσσον, οὐδέν επαινετὸν δὲ καὶ τὴν φράσην ὅτι κατ αιτιατικὴν δυναμενος εἰπεῖν λευκοτέρους χειόνος καὶ τοῦ μετρου επιδεχομενου κατ ιδίαν εφώνησε τὸν επαινον. πῶς ἐδώκει εἰδέναι ὅτι ταχεῖς εἰσὶν εἴ γε νεήλυδες ῆσαν ῆ ὡς ακούσας ἢ ὡς ἀποσεμνύνων ὡς καὶ σωθησομένων αυτῶν δια τῶν ἵππων μετα τὴν Θρᾳκῶν επαναστασιν ⁑ On Iliad 10.437: λευκότεροι χιόνος εἶπεν, ἵνα φανῶσι νυκτός: θείειν δ' ἀνέμοισιν ὁμοῖοι ἵνα φθάσωσιν επ αυτὸν διασωθῆναι: ἵστεον δὲ ὅτι ἐμείωσε τὴν ὑπερβολὴν εκ τοῦ μὴ ειπειν αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους ⁑ On Iliad 10.437: χωριστέον τοῦ ἐπάνω στίχου ἵνα μὴ σώλοικον γένηται καὶ ἄλλως καθ εαυτὸ λεγόμενον πλείονα ἔμφασιν παρ' ἵστησι λείπει δὲ τὸ εἰσὶ ῥῆμα λευκότεροί εισι : On Iliad 10.439: τεύχεα: ὅπλα: ειρῆσθαι δὲ αὐτὰ Ἵστρος φησὶ παρα τὸ ἐν Τευχίω τῷ Εὐβωϊκῶ κατεσκευᾶσθαι πρῶτον ὑπο Κυκλώπων ⁑ On Iliad 10.445: ῆ ρα κατ' αἷσαν: ὅτι Ἀρίσταρχος ἠὲ κατ αῖσαν ἔειπον ἔξω τοῦ ρα καὶ ἔστιν ὅμοιον: τῷ ἠὲ μετα Τρώεσσιν ⁑ Interlinear scholia On Iliad 10.431@Μῄονες: Λυδοι On Iliad 10.432@ημὲ: ἐ On Iliad 10.433@μέματον: προθυμεῖσθε On Iliad 10.434@νεήλυδες: νεωστι εληλύθότες On Iliad 10.437@λευκότεροι-χιόνος: ὁ τρόπος ὑπερβολῆ On Iliad 10.439@πελώρια: νῦν οὐ μεγάλα ἀλλα κατὰ τὸ κάλλος τεράστια: On Iliad 10.442@πελάσσετον: ἀπενέγκατε: On Iliad 10.443@νηλέϊ: σφοδρῶ ⁑ On Iliad 10.444@ἔλθητον: ὅτι ἀπέλθητον: On Iliad 10.449@μεθῶμεν: ἐάσωμεν: On Iliad 10.450@εῖσθα: ἐλεύσῃ παραγενήσῃ Venetus A (Marciana 454 = 822), folio 135, recto Iliad 10.452-10.477 10.452 εἰ δέ κ' ἐμῇ´ς ὑπο: χερσὶ δαμεὶς. ἀπο θυμὸν ὀλέσσῃς: 10.453 οὐκέτ' ἔπειτα σὺ πῆμά ποτ' ἔσσεαι Ἀργείοισιν : 10.454 ῆ: καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ 10.455 ἁψάμενος. λίσσεσθαι. ὁ δ' αὐχένα μέσσον ἔλασσε 10.456 φασγάνῳ ἀΐξας. ἀπο δ' άμφω κέρσε τένοντε: 10.457 φθεγγομένου δ' ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη: 10.458 τοῦ δ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο: 10.459 καὶ λυκέην: καὶ τόξα παλίντονα. καὶ δόρυ μακρόν: 10.460 καὶ τά γ' Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς 10.461 ὑψόσ' ἀνέσχεθε χειρὶ. καὶ εὐχόμενος. ἔπος ηύδᾱ: 10.462 χαῖρε θεὰ τοῖσδεσσι: σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ 10.463 πάντων ἀθανάτων ἐπιβωσόμεθ': ἀλλὰ καὶ αὖτις 10.464 πέ´μψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς: 10.465 ὡς ὰρ' ἐφώνησεν: καὶ ἀπο ἕθεν ὑψόσ' ἀείρας. 10.466 θῆκεν ἀνὰ μυρίκην. δέελον δ' ἐπι σήμα τ' ἔθηκε 10.467 συμμάρψας δόνακας: μυρίκης τ' ἐριθηλέας ὄζους. 10.468 μὴ λάθοι αὖτις ἰ̈όντε θοὴν διὰ νύκτα μέλαιναν: 10.469 τὼ δὲ βάτην προτέρω διά τ' έντεα καὶ μέλαν αἷμα: 10.470 αῖψα δ' ἐπι Θρῃκῶν ἀνδρῶν τέλος ΐξον ἰ̈όντες: 10.471 οἱ δ' εὗδον, καμάτῳ ἁδηκότες: έντεα δέ σφιν 10.472 καλὰ παρ' αὐτοῖσι χθονὶ κέκλιτο. εὖ κατὰ κόσμον. 10.473 τριστοιχεί: παρὰ δέ σφιν ἑκάστῳ: δίζυγες ἵπποι: 10.474 Ῥῆσος δ' ἐν μέσῳ εὗδε: πὰρ' αὐτῷ δ' ὠκέες ἵπποι: 10.475 ἐξ επιδιφριάδος πυμάτης ϊμᾶσι δέδεντο: 10.476 τὸν δ' Ὀδυσεὺς προπάροιθεν ἰ̈δὼν. Διομήδει δεῖξεν: 10.477 οὗτός τοι Διόμηδες ἀνήρ. οὗτοι δέ τοι ἵ̈πποι. Scholia to Iliad 10.452-10.477 Main scholia On Iliad 10.466: θῆκεν ἀνα μυρίκην: σὺν τῷ ν μυρίκην δέ έλον : δέελον δὲ τὸ εὔδηλον ἀπὸ τοῦ δήεις φησὶν ὁ Ἀρίσταρχος τὸ εὑρετόν ⁑ On Iliad 10.469: τῷ δε βάτην προτέρῳ: ὅτι τῷ προτέρῷ ἀντι τοῦ ἔμπροσθεν τοπικῶς. καὶ ὅτι ἐρριμμένοι εἰσὶν οὗτοι οἱ νεκροί . καὶ ὅτι ἀντι τοῦ δι ἐντέων καὶ αἵματος ⁑ On Iliad 10.475: ‡ ἐξ επιδιφριαδος: ψιλωτέον τὸ εξ τὸ γὰρ ἐξῆς ἐστιν ἐκ πυμάτης, ἐκ τῆς ἄντυγος ἐδέδεντο τοῦ δίφρου. ἐξ άκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ κακῶς δασύνουσιν ὥστε κατα τὸν ἀριθμὸν εξ ἵππους δεδέσθαι ⁑ On Iliad 10.475: ἐπιδιφριάδος: τῆς κατα κόσμον ἄκρας ἄντυγος. ἢ τοῦ ἐν τάξει ἐξωτάτου ξύλου ἐφ οὖ πρῶτοι ἀναβαίνουσιν οἱ μέλλοντες μάχεσθαι: On Iliad 10.476: τὸν δ' Ὀδυσεὺς προπάροιθεν: ἡ διπλῆ ὅτι καὶ ἐν νῦν τὸ προπάροιθεν ἐπι χρόνου τέταχεν. πρόσθεν ἠ ἰδεῖν τὸν Διομήδη οὐχ ὡς οἱ Χωρίζοντες ἐν μόνον ἐν δὲ τοπικῶς ⁑ Interlinear scholia On Iliad 10.452@δαμεὶς: τυπεὶς On Iliad 10.456@τένοντε: νῦν τοὺς αὐχένας On Iliad 10.467@συμμάρψας: συλλαβὼν κλάσας : On Iliad 10.467@ἐριθηλέας: άγαν θάλλοντας : On Iliad 10.475@ἐξ-επιδιφράδος: ἐκ τοῦ εσχάτου τοῦ μέρους τοῦ αρματίον δίφρου Intermarginal scholia On Iliad 10.452: Ἀρίσταρχος ὀλέσσαις : On Iliad 10.464: εν αλλω άγυριν γε καὶ εὐνὰς ⁑ Interior scholia On Iliad 10.458: ὅτι κτιδέην λεγει ῥητῶς χωρὶς τοῦ ϊ ⁑ On Iliad 10.461: ὅτι συνήθως ἡμῖν νῦν κέχρηται τὸ εὐχόμενος : On Iliad 10.463: Αρισταρχος ἑπιδωσόμεθα ἵν' ῆ δώροις τιμήσωμεν ⁑ On Iliad 10.465: δι ήλατον αἱ Ἀριστάρχου ὑψόσε καὶ ὑψσοῦ : On Iliad 10.470: ὅτι τέλος καὶ νῦν τὸ τάγμα ⁑ On Iliad 10.477: οὕτως οὗτός τοι ἀνω δὲ οὗτος τις : Exterior scholia On Iliad 10.476: διομήδεϊ Venetus A (Marciana 454 = 822), folio 135, verso Iliad 10.478-10.502 10.478 οὓς, νῶϊν. πίφραυσκε Δόλων : ὃν ἐπέφνομεν ἡμεῖς: 10.479 ἀλλ' άγε δὴ πρόφερε κρατερὸν μένος: οὐδέ τι σε χρὴ 10.480 ἑστάμεναι μέλεον σὺν τεύχεσιν: ἀλλὰ λύ' ἵ̈ππους: 10.481 ἠὲ σύ γ' ἄνδρας ἔναιρε. μελήσουσιν δ' εμοὶ ἵπποι: 10.482 ὡς φάτο : τῷ δ' ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη : 10.483 κτεῖνε δ' ἐπιστροφάδην: τῶν δὲ στόνος ὄρνυτ' ἀεικὴς 10.484 ἄορι θεινομένων. ἐρυθαίνετο δ' αἵματι γαῖα: 10.485 ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν, 10.486 αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ: 10.487 ὡς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς 10.488 ὄφρα δυώδεκ' ἔπεφνεν: ἀτὰρ πολύμητις Ὀδυσσεὺς 10.489 ὅν τινα Τυδείδης ἄορι πλήξειε παραστὰς. 10.490 τὸν δ' Ὀδυσεὺς μετόπισθε. λαβὼν ποδὸς. ἐξερύσασκε. 10.491 τὰ φρονέων κατὰ θυμὸν. ὅπως καλλίτριχες ἵ̈πποι 10.492 ῥεῖα διέλθοιεν: μὴδὲ τρομεοίατο θυμῷ 10.493 νεκροῖς ἀμβαίνοντες. ἀήθεσσον γὰρ ἔτ' αὐτῶν: 10.494 ἂλλ' ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱὸς: 10.495 τὸν τρισκαιδέκατον: μελιηδέα θυμὸν ἀπηύρα 10.496 ἀσθμαίνοντα. κακὸν γὰρ ὄναρ κεφαλῇφιν ἐπέστη 10.497 τὴν νύκτ' Οἰνείδᾱο πάϊς διὰ μῆτιν Ἀθήνης : 10.498 τόφρα δ' ὰρ ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵ̈ππους: 10.499 σὺν δ' ῄειρεν ϊμᾶσι: καὶ ἐξήλαυνεν ὁμίλου 10.500 τόξῳ ἐπιπλήσσων: ἐπεὶ οὐ μάστιγα φαεινὴν 10.501 ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι: 10.502 ῥοίζησεν δ' άρα, πιφραύσκων Διομήδεϊ δίῳ: Scholia to Iliad 10.478-10.502 Main scholia On Iliad 10.485: ‡ ὡς δὲ λέων μήλοισιν: ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ τετράποδα, Ὅμηρος δὲ αίγας καὶ ὄϊς, μῆλ' ὀϊές τε καὶ αἶγες ⁑ On Iliad 10.488: ὄφρα δυώδεκ' ὅτι χωρὶς τοῦ Ῥήσου δώδεκα ἑταίρους αὐτοῦ ἀναιρεῖ ἀλλ οὐ σὺν αὐτῷ δώδεκα, ὡς τινές ⁑ On Iliad 10.490: τὸν δ' Ὀδυσσεὺς μετόπισθε: ὅτι ἰδίως προειπὼν ἀτὰρ πολύμητις Ὀδυσσεύς ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα, τὸν δ' Ὀδυσεύς : καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός ⁑ On Iliad 10.495: τὸν τρισκαὶδέκατον : ὅτι νῦν μὲν τοὺς δώδεκα Θραξὶν ἐπαριθμεῖ τὸν Ῥῆσον τρεισκαιδέκατον σκοπόν . καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο ⁑ On Iliad 10.497: τὴν νύκτ' Οἰνείδαο : ἀθετεῖται ὅτι καὶ τῇ συνθέσει εὐτελής: καὶ μὴ ῥηθεντος δὲ νοεῖται ὅτι ὡς ὅναρ ἐφίσταται τῷ Ῥήσῳ . ὁ Διομήδης . καὶ τὸ δια μῆτιν Ἀθήνης λυπεῖ, μᾶλλον γὰρ δια τὴν Δόλωνος ἀπαγγελίαν ⁑ On Iliad 10.499: σὺν δ' ῄειρεν ϊμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου ἡ διπλῆ ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν, δια τὴν περίστασιν δὲ ἀναγκασθέντες ἐπι γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες συναρτήσαντες αὐτοὺς τοῖς ϊμᾶσι καὶ μιμεῖται ὸ γινόμενον ἐν ταῖς ταραχαῖς ⁑ Interlinear scholia On Iliad 10.478@πίφαυσκε: ἐνεφάνιζεν On Iliad 10.480@μέλεον: ματέως On Iliad 10.481@ἔναιρε: φόνευς On Iliad 10.483@ἐπιστροφάδην: ἐνεργῶς ευτόνως: On Iliad 10.484@ἄορι-θεινομένων: τῷ ξίφει πληττομένων : On Iliad 10.485@ἀσημάντοισιν: ἀφυλάκτοισιν: On Iliad 10.486@ἐνορούσῃ: ἐμπηδουηση: On Iliad 10.493@ἀήθεσσον: ἀσυνήθεις ῆσαν: On Iliad 10.499@σὺν-ήειρεν: συνέδησεν On Iliad 10.500@φαεινήν: τὴν ἐν φανερῶ κειμένην Intermarginal scholia On Iliad 10.478: οὕτως πληθυντικῶς οὕς ἐπι τῶν ἵππων On Iliad 10.480: ὅτι οἱ νεώτεροι μέλεον τὸν ατυχῆ ὁδε Ὅμηρος αντι τοῦ ματαίως On Iliad 10.489: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ πλήξασκε : On Iliad 10.495: αντι τοῦ τρεισκαιδεκατον On Iliad 10.496: κακὸς γὰρ αὐτῷ ἐπεστη όνειρος ὁ Διομήδης On Iliad 10.498: οὔτε ἐν Ζηνοδότω οὔτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο ⁑ Interior scholia On Iliad 10.478: ὅτι ἐπίσταται τὸ τοῦ Δόλωνος ὄνομα καὶ ἐνταῦθα ⁑ On Iliad 10.486: ὅτι ἐπεζηγειτἐπεζήγειτο τίνα τὰ μήλα ⁑ Exterior scholia On Iliad 10.478: πίφαυσκε On Iliad 10.499: ήειρυεν Venetus A (Marciana 454 = 822), folio 136, recto Iliad 10.503-10.527 10.503 αὐτὰρ ὁ μερμήριξε μένων ὅ τι κύντατον έρδοι: 10.504 ἢ ὅ γε δίφρον ἑλὼν, ὅθι ποικίλα τεύχε' έκειτο: 10.505 ῥυμοῦ ἐξερύοι: ἦ ἐκφέροι ὑψόσ' ἀείρᾱς: 10.506 ἢ έτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο: 10.507 ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' Ἀθήνη 10.508 ἐγγύθεν ἱ̈σταμένη προσέφη Διομήδεα δῖον: 10.509 νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ 10.510 νῆας επι γλαφυρὰς, μὴ καὶ πεφοβημένος ἔλθῃς 10.511 μή που τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος: 10.512 ὡς φάθ', ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης: 10.513 καρπαλίμως δ' ἵππων ἐπεβήσετο: κόψε δ' Ὀδυσσεὺς . 10.514 τόξῳ. τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν . 10.515 οὐδ' ἀλαοσσκοπιὴν εἶχ' ἀργυρότοξος Ἀπόλλων 10.516 ὡς ἴ̈δ' Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν. 10.517 τῇ κοτέων, Τρώων κατεδύσετο πουλὺν ὅμιλον: 10.518 ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱ̈πποκόωντα : 10.519 Ῥήσου ἀνεψιὸν ἐσθλόν: ὁ δ' ἐξ ύπνου ἀνορούσας. 10.520 ὡς ἴ̈δε χῶρον ἐρῆμον. ὅθ' έστασαν ὠκέες ἵπποι. 10.521 ἄνδράς τ', ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν. 10.522 ᾤμωξέν τ' ὰρ ἔπειτα φίλον τ' ὀνόμηνεν ἑταῖρον: 10.523 Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς 10.524 θυνόντων ἄμυδις. θηεῦντο δὲ μέρμερα ἔργα: 10.525 ὅσσ' ἄνδρες ῥέξαντες, ἔβαν κοίλας ἐπὶ νῆας: 10.526 οἱ δ`' ὅτε δή ῥ' ΐκανον, ὅθι σκοπὸν Ἕκτορος ἔκταν. 10.527 ἔνθ'. Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος, ὠκέας ἵ̈ππους. Scholia to Iliad 10.503-10.527 Main scholia On Iliad 10.504: ‡ ἢ ὅ γε δίφρον ἑλὼν : ἦ ἐκφέροι ὑψοσ' ἢ ἔτι τῶν πλεόνων: διαπορητικοὶ οἱ ὕστεροι δι ὃ περισπαστέον τὸν δεύτερον: τὸν δὲ πρῶτον καὶ τρίτον ἐγκλιτεον ⁑ On Iliad 10.510: νῆας ἐπι γλαφυρὰς. τὸ ἡμιστίχιον. δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς επομένοις συντάττεσθαι διαστολῇ μόνον χαριζόμενον ἀπο τῶν ἑταίρων οἷς μὴ προσδίδοται ⁑ On Iliad 10.510: πεφοβημένος: εἰς φυγεῖν τραπεὶίς διωκόμενος τοῦτέστι μετα φυγῆς παραγεγενημένος ⁑ On Iliad 10.515: οὐδ' ἀλαὸσσκοπιὴν: ὅτι Ζηνόδοτος γράφει ἀλαὸν σκοπιὴν , παροιμιακόν δέ ἐστι. οὐ τυφλὸς ἐσκοπιάσεν , ἀλλα τοῦναντίον δεδορκώς: καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκεν σκοπιὴν τοὺς ὀφθαλμούς. συναπτέον δὲ τὸ διστίχιον μέχρι τοῦ ἕπουσαν ⁑ On Iliad 10.520: ὡς ί̈δε χῶρον ἔρημόν: ὅτι Ζηνόδοτος τὸ ἐναλλὰξ τῷ τόπῳ τούτῳ τίθησιν ὁ δ' εξ ύπνους ἀνορούσας ὥμοξεν τ ὰρ ἔπειτα : ὡς ί̈δε χωρον ερημον ἄνδρας τ' ἀπαίροντας πρῶτα δὲ ἰ̈δόντα ἔδει κλαίειν ⁑ On Iliad 10.522: ᾤμοξέν τ άρ' ἔπειτα φίλον τ' ὀνόμηνεν ἑταῖρον: ἐμφατικῶς οὐ μ΄νον ᾤμωξεν ἀλλα καὶ φίλον καὶ εταῖρον ὠνόμα ⁑ Interlinear scholia On Iliad 10.503@κύντατον: δεινότατον κάκιστον νῦν τὸ βέλτιον On Iliad 10.509@νόστου: ὑποστροφῆς On Iliad 10.512@ξυνέηκε: νῦν ήκουσε On Iliad 10.526@σκοπὸν: κατάσκοπον On Iliad 10.527@ἔρυξε: κατέσχε: Intermarginal scholia On Iliad 10.513: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ ἐπεβήσατο ⁑ Exterior scholia On Iliad 10.503: ριζε On Iliad 10.515: ουδ' αλαοσκοπιην Venetus A (Marciana 454 = 822), folio 136, verso Iliad 10.528-10.553 10.528 Τυδείδης δὲ χαμᾶζε θορὼν, ἔναρα βροτόεντα 10.529 ἐν χείρεσσ' Ὀδυσῆϊ τίθει: ἐπεβήσετο δ' ἵ̈ππων: 10.530 μάστιξεν δ' ἵ̈ππους, τὼ δ' οὐκ ἄκοντε πετέσθην: 10.532 Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε. φώνησέν τε: 10.533 ὦ φίλοι: Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: 10.534 ψεύσομαι. ἢ έτυμόν ἐρέω, κέλεται δέ με θυμός: 10.535 ἵ̈ππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει: 10.536 αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης : 10.537 ὧδ' ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵ̈ππους: 10.538 ἂλλ' αἰνῶς δείδοικα κατα φρένα μή τι πάθωσιν 10.539 Ἀργείων οἱ ἄριστοι ὑπο Τρώων ὀρυμαγδοῦ: 10.540 οὔ πω πᾶν εἴρητο ἔπος. ὅτ' ἂρ ἤλυθον αὐτοί: 10.541 καί ῥ' οἱ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες 10.542 δεξιῇ ἠσπάζοντο: ἔπεσσί τε μειλιχίοισι: 10.543 πρῶτος δ' ἐξερέεινε Γερήνιος ἱ̈ππότα Νέστωρ : 10.544 εἰπ' άγε μ' ὦ πολύαιν' Ὀδυσεῦ . μέγα κῦδος Ἀχαιῶν . 10.545 ὅππως τοῦσδ' ἵ̈ππους λάβετον. καταδύντες ὅμιλον 10.546 Τρώων . ἤ τίς σφωε, πόρεν θεὸς ἀντιβολήσας: 10.547 αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο: 10.548 αἰεὶ μὲν Τρώεσσ' ἐπιμίσγομαι, οὐδε τί φημὶ 10.549 μιμνάζειν παρα νηυσὶ. γέρων περ ἐὼν πολεμιστὴς. 10.550 ἂλλ' οὔ πω τοίους ἵππους ἴ̈δον οὐδ' ἐνόησα: 10.551 ἀλλά τιν' ὔμμ' ὀίω δόμεναι θεὸν ἀντιάσαντα: 10.552 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ, νεφεληγερέτα Ζεὺς . 10.553 κούρη τ' αἰγιόχοιο Διὸς , γλαυκῶπις Ἀθήνη : Scholia to Iliad 10.528-10.553 Main scholia On Iliad 10.532: Νέστωρ δὲ πρῶτος, πρῶτος ὁ Νέστωρ κτῦπον ἄϊε ὅτι αὐτὸς γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας ὑπερ αυτῶν αγωνιᾶ, μονον ουχὶ καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦσαν ⁑ On Iliad 10.545: ‡ ὅπως τοὺς δ' ἵππους λάβετον, χαρίένσας διαστέλλουσι βραχὺ ἐπι τὸ λάβετον ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται καταδύντες ὅμιλον Τρώων , οὕτως καὶ Τήλεφος ἐν τῷ η τοῦ Γραμματικοῦ ἀξιοῖ: εἰ γὰρ μὴ οὕτως φησίν ἀναγνῶμεν ἐπιταραχθήσεται ἡ διάνοια ⁑ On Iliad 10.545: ἡ διπλῆ δὲ ὅτι Ζηνόδοτος γράφει λαβέτην . ἔστι δὲ τοῦτο, τρίτου προσώπου, ἀντι τοῦ ἔλαβον λέγει δὲ νῦν πρὸς αὐτούς ⁑ On Iliad 10.546: Τρώων ἥ τί σφῶε πόρε: τὸ ῥῆμα ἀπο τοῦ π ἄρχεται: καὶ ἡ σφὼε τρίτου προσώπου ἐγκλιτικη ἐστι σημαίνουσα τὸ αὐτούς τίς τάρ σφῶε θεῶν . ἀλλά σφωε δόλος καὶ δεσμος ὥστε οὐκ οῖδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφῶ : εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστι καὶ σημαίνει τὸ ὑμεῖς ῆ ὑμᾶς , σφῶ δὲ μάλ' ἠθέλετον ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παραφυλάξαντες, ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ εἰ μή σφω Αἴαντε διέκριναν ἵνα τὸ διηνεκὲς φυλαχθῇ: ἡ διπλῆ δὲ. ὅτι Ζηνόδοτος , γράφει σφῶϊ τοῦτο δὲ τίθεται ἀντι τοῦ ὑμεῖς ῆ ὑμᾶς ὧν οὐδέτερον ἁρμόζει. τὸ δε σφῶε ἔστι γὰρ αὐτοὺς τοὺς δύο ⁑ Intermarginal scholia On Iliad 10.534: τὸ εἰπεῖν τὴν άφηξιν Οδυσσέως καὶ Διομήδους On Iliad 10.538: Ἀρίσταρχος δείδοικα μετα φρεσὶ : On Iliad 10.545: βραχὺ διασταλτέον μετα τὸ λάβετον ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται: On Iliad 10.546: οὕτως σφῶε δια τοῦ ε καὶ πόρεν Ϊακως . οὕτως καὶ Ἀρίσταρχος καὶ Ἡρωδιανος ⁑ Interior scholia On Iliad 10.547: καθ εαυτὸν τὸν στίχον προενεκτέον λείπει δὲ τὸ εἰσὶ ⁑ Exterior scholia On Iliad 10.534: ἢ ἕτυμον ερέω On Iliad 10.552: γὰρ σφῶϊ Venetus A (Marciana 454 = 822), folio 137, recto Iliad 10.554-10.579 10.554 τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς : 10.555 ὦ Νέστορ , Νηληάδη μέγα κῦδος Ἀχαιῶν. 10.556 ῥεῖα θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε 10.557 ἵ̈ππους δωρήσαιτ'. ἐπεὶ ῆ πολὺ φέρτεροί εἰσιν: 10.558 ἵπποι δ' οἵδε γεραιὲ, νεήλυδες. οὓς ἐρεείνεις, 10.559 Θρηΐκιοι : τὸν δέ σφιν ἄνακτ': ἀγαθὸς Διομήδης 10.560 ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους: 10.561 τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν: 10.562 τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο. 10.563 Ἕκτωρ τὲ προέηκε. καὶ ἄλλοι Τρῶες ἀγαυοί: 10.564 ὡς εἰπὼν. τάφροιο διήλασε μώνυχας ἵ̈ππους 10.565 καγχαλόων; ἅμα δ' ἄλλοι ΐσαν χαίροντες Ἀχαιοί : 10.566 οἱ δ`' ὅτε Τυδείδεω κλισίην εὔτυκτον ἵ̈κοντο. 10.567 ἵ̈ππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱ̈μᾶσι 10.568 φάτνῃ ἐφ' ἱ̈ππείῃ ὅθι περ Διομήδεος ἵ̈πποι 10.569 έστασαν ὠκύποδες. μελιηδέα πυρὸν ἔδοντες: 10.570 νηῒ δ' ἐνι πρυμνῇ έναρα βροτόεντα Δόλωνος 10.571 θῆκ' Ὀδυσεὺς . ὄφρ' ϊρὸν ἑτοιμασσαίατ' Ἀθήνη : 10.572 αὐτοὶ δ' ϊδρῶ πολλὸν ἀπονίζοντο θαλάσσῃ 10.573 ἐσβάντες. κνήμᾱς τε. ἰ̈δὲ λόφον. ἀμφί τε μηρούς: 10.574 αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης, ἱδρῶ πολλὸν 10.575 νίψεν ἀπο χρωτὸς. καὶ ἀνέψυχθεν φίλον ῆτορ. 10.576 ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας. λούσαντο: 10.577 τὼ δὲ λοεσσαμένω: καὶ ἀλειψαμένω λίπ' ἐλαίῳ. 10.578 δείπνῳ ἐφιζανέτην: ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ 10.579 πλείου ἀφυσσόμενοι. λεῖβον μελιηδέα οἶνον ⁑ Scholia to Iliad 10.554-10.579 Main scholia On Iliad 10.559: θρηΐκιοι : τὸν δέ σφιν: ὅτι ἰδίως τὸν ἄνακτα αὐτοῖς ἀντι τοῦ αυτῶν ⁑ On Iliad 10.561: ὸν τεισκαιδέκατον: ὅτι τοῖς δώδεκα Θραξὶ τὸν Δόλωνα ἐπαριθμεῖ χωρίσας τὸν Ρῆσον δια τῶν προειρημένων τόν δε σφιν. ἄνακτ' ἀγαθὸς Διομηδης : πλανηθέντες δέ τινες γράφουσιν τὸν τετρακαιδέκατον σκοπὸν εἴλομεν : On Iliad 10.570: νηῒ δ' ἐνι πρύμνη: ὅτι ἀντι τοῦ νεῶς πρύμνη καὶ ὅτι κοινῶς τὰ ἔναρα ⁑ On Iliad 10.571: θῆκ' Ὀδυσεὺς, ὅτι περι μὲν τῆς θυσίας σαφῶς λέγει περι δὲ τῆς δόσεως τῶν δώρων εσιώπησεν. ἀρκεσθεὶς, τῷ ἄνω κεφαλαίωδῶς εἰρημένω ⁑ On Iliad 10.573: ἐσβάντες κνήμας τε ἰδὲ λόφον: ὅτι λόφον αὐτὸν νῦν τὸν τένοντα ἔνθεν καὶ ἐν καταλοφάδεια ἀντι τοῦ κατὰ τὸν τένοντα . βραχὺ δὲ διασταλτέον. μετὰ τὴν πρώτὴν λέξιν. καὶ ὅτι κοινή ἐστιν ἡ ἀμφὶ ἀμφί τε κνήμας καὶ λόφον ⁑ On Iliad 10.574: αὐτὰρ ἐπεί σφιν κῦμα: τοῦ ἐπει τὴν τελευταίαν ὀξυτονητέον ἐγκλητικὴ γὰρ ἡ σφὶν ἡ διπλῆ δὲ ὅτι δοτικῆ ἀντι γενικῆς ἐχρήσατο ⁑ On Iliad 10.579: πλείου ἀφυσσόμενοι. ὅτι ἀντι τοῦ πλήρες , τὸ δὲ συγκριτικὸν ἀπο τοῦ πλείων πλείονος ⁑ Interlinear scholia On Iliad 10.557@δωρήσαιτ': ο On Iliad 10.558@νεήλυδες: νεωστι ἐληλυθότες On Iliad 10.569@μελιηδέα-πυρὸν: ἡδύ On Iliad 10.569@μελιηδέα-πυρὸν: ανθηρὸν σιτον: On Iliad 10.570@νηῒ: αντι τοῦ ἐν νοῶς : On Iliad 10.573@λόφον: αυχένα τράχηλον On Iliad 10.576@ἀσαμίνθους: πυελους παρα τὸ τὴν άμην ὅ εστι τὸν ῥύπον μινύθειν καὶ μειοῦν: On Iliad 10.577@λίπ': λιπαρῳ On Iliad 10.578@ἐπιζανέτην: παρεκάθιζον: Intermarginal scholia On Iliad 10.563: νῦν ἐνειρων οίας μέρει κεῖται: οὐ γὰρ ἐπαινεῖν πρέπει τοῖς πολεμίοις: On Iliad 10.579: οὕτως Αρισταρχος ἄλλοι δὲ ἀφυσσάμενοι ἔστι κατάλληλον προς το λεῖβον ⁑ Interior scholia On Iliad 10.559: ὅτι ϊδίως τὸν άνακτα αὐτοῖς ἀντι τοῦ αυτον : On Iliad 10.570: ὅσοι ἐκ Μουσῶν τίκτονται: Ορφευς εκ Καλιόπῃ ἠ κλειους Λίνος ἐκ Τερψιχώρης ἠ ὥς τινες Εὐτερπης : Ρῆσος εκ Τερψιχώρη ἠ Ευτερπης Θραξ εκ Θαλείας Παλαίφατος : ἐξ Ερατοῦς , Θάμυρις ὁ Θράξ Μελπομένης καὶ Ἀχελόους Σειρῆνες Πολυμνίας Τριπτόλεμος ⁑ Exterior scholia On Iliad 10.572: απενιζοντο Venetus A (Marciana 454 = 822), folio 137, verso Iliad 11.1-11.25 11.1 Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο 11.2 ὤρνυθ': ἵν ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι: 11.3 Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπι νῆας Ἀχαιῶν 11.4 ἀργαλέην πολέμοιο τέρας μετα χερσὶν ἔχουσαν: 11.5 στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ. 11.6 ἥ ρ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε. 11.7 ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο 11.8 ἠδ' ἐπ' Ἀχιλλῆος , τοί ρ' ἔσχατα νῆας ἐΐσας 11.9 εἴρυσαν. ἠνορέῃ πίσυνοι: καὶ κάρτεϊ χειρῶν: 11.10 ἔνθα στᾶσ' ἤϋσε θεὰ μέγα τε δεινόν τε 11.11 ὄρθι' Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ 11.12 καρδίῃ: ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι: 11.13 τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ'. ἠὲ νέεσθαι 11.14 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν: 11.15 Ἀτρείδης δ' ἐβόησεν. ἰ̈δὲ ζώννυσθαι ἄνωγεν 11.16 Ἀργείους : ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκόν: 11.17 κνημῖδας μὲν πρῶτα περι κνήμῃσιν ἔθηκε 11.18 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: 11.19 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε. 11.20 τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι 11.21 πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος, οὕνεκ' Ἀχαιοὶ 11.22 ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον: 11.23 τούνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ: 11.24 τοῦ δ' ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, 11.25 δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο: Scholia to Iliad 11.1-11.25 Main scholia On Iliad 11.1: ‡ Ἠὼς δ' ἐκ λεχέων: τὸ όλον τοῦτο νομιστέον, ὅτι ἀπο τοῦ ἡλίου ἡμέρα γέγονεν: Τιθωνοῖο δὲ ὡσεὶ ἔλεγεν Τιτωνοῖο τιτὰν γὰρ Ἀπόλλων . ὅτι ἀπο Λητοῦς τοῦτον δὲ καὶ ἤλιον φασιν: ἐκ λεχέων δὲ ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλιου ὑπερ γην ὄντος: μυθεύεται ὅτι Τιθωνὸν τὸν Λαομέδοντος καὶ Στρυβοῦς τῆς Σκαμάνδρου υἱὸν Πριαμοῦ δὲ ἀδελφὸν ἐκπρεπέστατον τῶν καθ' ἑαυτὸν ἐν Ἰλίῳ γενόμενον ἐρασθεῖσα ἀνήρ πασεν: ἡ Ἡῶς καὶ μετεκομίσατο αὐτὸν εἰς τοὺς περὶ Αἰθωπίαν τόπους καὶ τῆς τούτου μετέλαβεν κοίτης καὶ δύο παῖδας ἐξ αὐτοῦ ἔσχεν Ἡμαθίωνα καὶ Μέμνονα . Ἠμαθίωνα μὲν ἀν εῖλεν Ἡρακλῆς μὴ ἑῶντα δρέψασθαι τὰ χρύσεα μῆλα Μέμνωνα δὲ Ἀχιλλεύς , αἰτήσασθαι δὲ τὸν Τιθωνὸν παραυτῆς ἠοῦς. ἀθανασίαν. ὁ δὲ γέρων γενόμενος δια γὰρ ἄγνοιαν οὐκ ητήσατο καὶ ἀγηρασίαν ἀχθόμενος. καὶ τῶν ἐν βίω μη δυνάμενος μεταλαμβάνειν παρεκάλει τὴν θεὸν ὅπως αὐτὸν τοῦ ζῆν μεταλλάξη. ἡ δὲ οὐ γὰρ ἦν αὐτὸν δυνατὸν ἀποθανεῖν μετεβαλεν εἰς τέττιγα τὸν μουσικώτατον τῶν πτηνῶν ὅπως καὶ δια τῆς φωνῆς αὐτοῦ τέρποιτο διηνεκῶς ἀκούουσα ⁑ On Iliad 11.6: ἥ ρ' ἐν μεσσάτῳ πρὸς τὰ περι τοῦ ναστάθμου ὅτι ἐν μέσω τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται, ἐφ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλεως καὶ Αἴαντος ⁑ On Iliad 11.12: καρδίη: ἐπὶ τὸ καρδίη διασταλτέον καὶ γὰρ τὸ σχῆμα γλαφυρόν Ἀχαιοῖσιν καρδίη ἀντι τοῦ Ἀχαιῶν καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλληκτον τοῖς ἑξῆς προσδιδόμενον ἵν ᾗ ἀλλήκτως πολεμεῖν. τὸ δὲ ἄνω συνάπτοντας ποιεῖν σθενος ἄλληκτον φαῦλον ἐπεὶ προ εἴρηται μέγα ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον ⁑ On Iliad 11.13: τοῖσι δ' άφαρ πολεμος: οὗτος καὶ ὁ εξῆς. ἀθετοῦνται. παράκεινται δὲ ἀστερίσκοι, ὅτι κατὰ ὀρθῶς κεῖνται ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπι τὴν πατρίδα καὶ παρα Ἀριστοφάνει δὲ ἡθετοῦντο παρα Ζηνοδότῳ οὐδὲ ἦσαν ⁑ On Iliad 11.17: κνημῖδας μὲν πρῶτα: ὅτι ἐπανείληφεν ἐξεργαστικώτερον τὰ περι τῶν ὁπλισμῶν τοῦ Ἀγαμέμνονος πρὸς ἐπιδεσμεύων αὐτοῦ τὴν ἀριστίαν ⁑ On Iliad 11.21: πεύθετο γὰρ Κύπρον δὲ, ὅτι οὕτως εἴρηκεν εἰς Κύπρον ἠκούετο. δια τὸ εἰς τόπον ἐκ τόπου διαγγέλλεσθαι ὅμοιον τῷ Σκάνδειαν δ' ἄρα δῶκεν ⁑ On Iliad 11.22: ἐς Τροίην νηεσσιν ἀναπλεύσεσθαι ⁑ ὅτι ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει: On Iliad 11.24: οἴμοι: κυρίως μὲν ὁδοὶ νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν ῥαβδωτὸς γὰρ ἣν ὁ θώραξ. βαρύνεται δὲ τὸ οἶμος ὡς οῖκος δοκεῖ δέ μοι κατά τινα ἀφορμὴν φιλεῖ γὰρ τό πως τὰ εἰς σὺς λήγοντα δισύλλαβα μονογενῆ ἀπο τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι ὁπότε πρὸς τὴν εἰς ος συλλαβῆς συμφωνον ἢ σύμφωνα ὑπάρχει φημὶ δὲ, δια τὸ οῖός οὕτως γὰρ λέγεται δῆμος παρ Αθηναίοις κατ οξεῖαν τάσιν οἷον οἰκος οῖτος οἶκτος οἶνος οὕτως καὶ οῖμος ⁑ Interlinear scholia On Iliad 11.3@προΐαλλε: ἀπέστελλεν On Iliad 11.6@γεγωνέμεν: βοᾶν On Iliad 11.11@ὄρθι': α On Iliad 11.13@γένετ': ο On Iliad 11.15@ζώννυσθαι: καθοπλίζεσθαι: On Iliad 11.21@πεύθετο: ηκούετο On Iliad 11.24@οἶμοι: μεταληπτικῶς ἀντὶ τοῦ ῥάβδοι On Iliad 11.24@κυάνοιο: μέλανος καταπληκτικοῦ ⁑ Intermarginal scholia On Iliad 11.11: ὀρθίως μεγάλως ⁑ Interior scholia On Iliad 11.1: Λαομέδοντος παῖς. Πριάμου ἀδελφος Ἡμέρας σύνευνος: ⁑ Venetus A (Marciana 454 = 822), folio 138, recto Iliad 11.26-11.50 11.26 κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτι δειρὴν 11.27 τρεῖς ἑκάτερθ'. ί̈ρισιν ἐοικότες ἅς τε Κρονίων 11.28 ἐν νέφεϊ στήριξε. τέρας μερόπων ἀνθρώπων : 11.29 ἀμφὶ δ' ὰρ ᾤμοισιν , βάλετο ξίφος: ἐν δέ οἱ ῆλοι 11.30 χρύσειοι πάμφαινον: ἀτὰρ περὶ κουλεὸν ῆεν 11.31 ἀργύρεον, χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός: 11.32 ἂν δ' έλετ' ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν. 11.33 καλὴν: ἣν πέρι μεν κύκλοι δέκα χάλκεοι ἦσαν: 11.34 ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο 11.35 λευκοί: ἒν δὲ μέσοισιν ἔην μέλανος. κυάνοιο: 11.36 τῇ δ' ἐπι μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο 11.37 δεινὸν δερκομένη: περὶ δὲ Δεῖμός τε Φόβος τε: 11.38 τῆς δ' ἐξ ἀργύρεος τελαμὼν ἦν: αὐτὰρ ἐπ' αὐτοῦ 11.39 κυάνεος ἐλέλικτο δράκων: κεφαλαὶ δέ οἱ ἦσαν 11.40 τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι: 11.41 κρατὶ δ' ἒπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον 11.42 ἵ̈ππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν: 11.43 εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ: 11.44 ὀξέα: τῆλε δὲ χαλκὸς ἀπ' αὐτόφιν οὐρανὸν εἴσω 11.45 λάμπ': ἐπὶ δ' ἐγδούπησεν Ἀθηναίη τε καὶ Ἥρη 11.46 τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης : 11.47 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος 11.48 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖτ' ἐπι τάφρῳ: 11.49 αὐτοὶ δὲ πρυλέες συν τεύχεσι θωρηχθέντες 11.50 ῥώοντ'. ἄσβεστος δὲ βοὴ γένετ' ἠῶθι πρό. Scholia to Iliad 11.26-11.50 Main scholia On Iliad 11.26: ‡ κυάνεοι δε δράκοντες: ἐν τῇ Ἀριστοφάνους σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο: On Iliad 11.30: χρύσειοι πάμφαινον ὅτι νῦν μὲν χρυσόηλον ἐν ἄλλοις δὲ ἀργυρόηλον, ἤτοι κατ επιφορὰν ἢ δια τὴν ἀριστίαν κοσμεῖ διαφορώτερᾳ πανοπλίᾳ: On Iliad 11.32: ἀν δ' έλετ' ἀμφιβρότην ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες: προ δὲ τῆς περικεφαλαίας ἀναλαμβάνει τὴν ἀσπίδα ὡς ἂν διὰ ἀν διὰ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν ὁ δὲ Ζηνόδοτος ἐπι τοῦ Ἀλεξάνδρου τὸν ὁπλισμὸν ἐνήλλαχεν ⁑ On Iliad 11.33: χάλκεοι ἦσαν: ἐὰν σὺν τῷ ϊ γράφηται ἤϊσαν περιεπορεύοντο εἰ δε μὴ ἀναστρεπτέον ἵνα ἦ περὶ ἦν ⁑ On Iliad 11.35: λευκοί ὀξυτονητέον ἵνα ἐπι τῶν ὀφθαλμῶν κέηται. εἰσὶ δὲ οἲ περισπῶσιν ἵνα γενικῇ γένηται ἐπίθετον τοῦ κασσιτέρου κακῶς ἔθος γάρ ἐστι, παρα τῷ ποιητῇ τὴν Θεσσαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι εἰ μη μέτρον κωλύοι εἰ γὰρ κωλύοι ἡ κοινὴ παραλαμβάνεται παρεκτεταται τὸ κεφαλαιον Ἡρῳδιανῷ ⁑ On Iliad 11.36: τῇ δ' ἐπι μὲν γοργῷ ἡ ἐπι προς το ἐστεφάνωτο συντάσσεται δι ὃ τὸν τόνον φυλακτέον ⁑ On Iliad 11.38: τῆς δ' ἐξ αργύρεος ὅτι ἐκ τελαμώνων αἱ ἀσπίδες ἤρτηντο ⁑ Interlinear scholia On Iliad 11.27@ί̈ρισιν: ταῖς ἐν τῷ οὐρανῷ On Iliad 11.27@ί̈ρισιν: σ On Iliad 11.31@ἀορτήρεσσιν: τοῖς ἀπαιωροῦσιν τὸ ξίφος ἱμᾶσι: On Iliad 11.38@ἐπ'-αὐτοῦ: οὕτως Ἀρίσταρχος γράφεται δὲ καὶ ἐπ αυτῶ : On Iliad 11.44@ἀπ'-αὐτόφιν: ἀπ αυτων Intermarginal scholia On Iliad 11.27: Ζηνόδοτος ἐριδεσσιν Interior scholia On Iliad 11.28: οὕτως Ϊακῶς τὸ στήριξε: On Iliad 11.32: πολεμικὴ ἣν εὐκίνητον καὶ κοῦφιν τῷ φοροῦντι:⁑ Exterior scholia On Iliad 11.40: . Venetus A (Marciana 454 = 822), folio 138, verso Iliad 11.51-11.75 11.51 φθὰν δὲ μέγ' ἱ̈ππήων. ἐπι τάφρῳ κοσμηθέντες: 11.52 ἱ̈ππῆες δ' ὀλίγον μετεκίαθον: ἐν δὲ κυδοιμὸν 11.53 ῶρσε κακὸν Κρονίδης : κατὰ δ' ὑψόθεν ῆκεν ἐέρσας 11.54 αἵματι μυδαλέας ἐξ αιθέρος: οὕνεκ' ἔμελλε 11.55 πολλὰς ἰ̈φθίμους κεφαλὰς Ἄϊδι προϊάψειν: 11.56 δ' αῦθ' ἑτέρωθεν ἐπι θρωισμῷ πεδίοιο 11.57 Ἕκτορά τ' ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα . 11.58 Αἰνείαν θ'. ὃς θεὸς ὣς τίετο δήμῳ. 11.59 τρεῖς τ' Ἀντηνορίδας , Πόλυβον . καὶ Ἀγήνορα δῖον. 11.60 ἠΐθεόν τ' Ἀκάμαντ ' ἐπιείκελον ἀθανάτοισιν: 11.61 Ἕκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσ' ἐΐσην: 11.62 οἷος δ' ἐκ νεφέων ἀναφαίνεται ούλιος ἀστὴρ 11.63 παμφαίνων, τοτὲ δ' αῦτις ἔδυ νέφεα σκιόεντα: 11.64 ὣς Ἕκτωρ : ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν: 11.65 ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων: πᾶς δ' άρα χαλκῷ 11.66 λάμφ'. ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο: 11.67 οἳ δ' ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν 11.68 ὄγμον ἐλαύνωσιν. ἀνδρὸς μάκαρος κατ άρουραν. 11.69 πυρῶν ἢ κριθῶν; τὰ δὲ δράγματα ταρφέα πίπτει. 11.70 ὡς καὶ ἐπ' ἀλλήλοισι θορόντες 11.71 δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο: 11.72 ἴσας δ' ὑσμίνη: κεφαλὰς ἔχεν: οἳ δὲ λύκοι ὡς 11.73 θῦνον, Ἔρις δ' ὰρ ἔχαιρε πολύστονος εἰσορόωσα: 11.74 οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν: 11.75 οἳ δ' ἄλλοι οὔ σφιν πάρεσαν θεοί: ἀλλὰ ἕκηλοι Scholia to Iliad 11.51-11.75 Main scholia On Iliad 11.55: πολλὰς ἰφθίμους: ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλὰς, οὐδὲν κωλύει περιφραστικῶς ἀπο μέρους τῶν όλων σημαινομένων κατα δὲ , οὐκ ἐνδέχεται. ἐπιφερομένου τοῦ αὐτοὺς δὲ ἑλώρια ⁑ On Iliad 11.65: ἄλλοτε δ' ἐν πυμάτοισι. σημειοῦνται τινες ὅτι τοῦτο ἀντι τοῦ ὅλως ⁑ On Iliad 11.68: ὄγμον, ὡς ὄλβον: τὰ γὰρ εἰς ὸς λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπο τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἠ πλείονα βαρύνεσθαι θέλει, οἶον ὄκνος ὄμβρος όρρος ὅσσος . ὄρθος ὄρφος οὕτως καὶ ὄγμος : ἡ διπλῆ δὲ. ὅτι τὸ ἐλαύνωσι. τύπτωσι καὶ τίθησιν ἐπι τῆς χειρὸς πληγῆς τὸ ἐλάσσαι ⁑ On Iliad 11.69: ταρφέα, ὡς ὀξέα. νῦν γὰρ ἐπιθετικὸν τὸ τοιοῦτον ⁑ On Iliad 11.71: δῄουν οὐδ' ἕτεροι ὅτι φόβον τὴν φυγὴν ὃν δε ἡμεῖς φόβον δέος λέγει ⁑ On Iliad 11.72: ἴ̈σας δ' ὑσμίνῃ. ὅτι Ἀρίσταρχος ὑσμίνη γράφει χωρὶς τοῦ ϊ φησὶ γάρ ἥ τε τῶν Ἑλλήνων ὑσμίνη καὶ βαρβάρων ἰσοκέφαλος ἦν, οἶον ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν τε Ἑλλήνων καὶ τῶν Τρώων ⁑ On Iliad 11.75: οἱ δ' ἄλλοι οὔ σφιν, προς τὴν εξῆς ἀθέτησιν οὐ γὰρ ῆσαν ἐπι τοῦ αὐτοῦ πάντες οἱ θεοί τὸ δὲ πάρεσαν θεοὶ. τρίτη ἀπο τέλους ἡ οξεῖα ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο, ⁑ On Iliad 11.75: ἕκηλοι δασύνεται: τὸ γὰρ ε προ τοῦ κ δασύνεσθαι θέλει. ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἡ ἀπὸ προθέσεως ⁑ Interlinear scholia On Iliad 11.65@ἐν-πυμάτοισι: ἔσχατος On Iliad 11.66@στεροπὴ: αστραπή On Iliad 11.69@ταρφέα: συνεχῆ πυκνα: On Iliad 11.71@δῄουν: διέκοπτον On Iliad 11.72@ἴσας-ὑσμίνη: εξίσουτω αὐτοῖς ἡ μάχη On Iliad 11.73@θῦνον: εμμανῶς ώρμων On Iliad 11.73@ὰρ: α Intermarginal scholia On Iliad 11.51: φθαν δὲ: προς τὸ δοκοῦν μάχεσθαι εἰ γὰρ μεγάλως ἔφθασαν πῶς οἱ ἱππεῖς με το εκιον αὐτῶν: λέγει δὲ φθαν δὲ μέγα χρονικῶς ἀντι τοῦ πολλῶ χρόνῳ προέλαβον ὀλίγον δὲ μετεκίαθον τοπικῶς οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετ αυτοὺς έκιον ⁑ On Iliad 11.54: ἕως τοῦ αιθερος στικτέον καὶ τοῖς ἄνω συναπτέον αὐτο: ⁑ On Iliad 11.56: ὅτι κοινον τὸ ἐπι τούτων τὸ ἐθορήσσοντο ⁑ On Iliad 11.72: οὕτως Ἀρίσταρχος : ἡ ὑσμίνη τὰς κεφαλὰς ἴ̈σας εἶχεν ἰσοκεφαων ἢν αὐτοῖς ἡ μάχη ἄλλοι δὲ ϊσας δ' ὑσμίνῃ κεφαλὰς ἔχον ⁑ Interior scholia On Iliad 11.55: οὕτως Ἀρίσταρχος κεφαλὰς ενθαδ : Exterior scholia On Iliad 11.63: τό πλ' Venetus A (Marciana 454 = 822), folio 139, recto Iliad 11.76-11.100 11.76 σφοῖσιν ἐνι μεγάροισι καθείατο: ᾗχι ἑκάστῳ 11.77 δώματα καλὰ τέτυκτο κατα πτύχας Οὐλύμποιο : 11.78 πάντες: δ' ᾐτιόωντο κελαινεφέα Κρονίωνα . 11.79 οὕνεκ' ἄρα ἐβούλετο κῦδος ὀρέξαι: 11.80 τῶν μὲν ὰρ οὐκ αλέγιζε πατήρ: δὲ νόσφι λιασθεὶς: 11.81 τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων. 11.82 εἰσορόων τε πόλιν. καὶ νῆας . 11.83 χαλκοῦ τε στεροπήν. ὀλλύντάς τ'. ὀλλυμένους τε: 11.84 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱ̈ερὸν ἦμαρ. 11.85 τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο. πῖπτε δὲ λαός: 11.86 ῆμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπον 11.87 οὔρεος ἐν βήσσῃσιν: ἐπεί τ' ἐκορέσσατο χεῖρας. 11.88 τάμνων δένδρεα μακρὰ: ἅδος τέ μιν ί̈κετο θυμὸν. 11.89 σίτου τὲ γλυκεροῖο περι φρένας ί̈μερος αἱρεῖ. 11.90 τῆμος, σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας 11.91 κεκλόμενοι ἑτάροισι κατὰ στίχας: ἐν δ' Ἀγαμέμνων 11.92 πρῶτος ὄρουσ'. ἕλε δ' ἄνδρα Βιήνορα ποιμένα λαῶν. 11.93 αὐτὸν. ἔπειτα δ' ἑταῖρον Ὀϊλῆα πλήξιππον: 11.94 ἤτοι ὅ γ' ἐξ ἵππων κατεπάλμενος. ἀντίος ἔστη: 11.95 τὸν δ' ἰ̈θὺς μεμαῶτα. μετώπιον ὀξέϊ δουρὶ 11.96 νύξ': οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια: 11.97 ἀλλὰ δι' αὐτῆς ἦλθε καὶ ὀστέου: ἐγκέφαλος δὲ 11.98 ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαῶτα: 11.99 καὶ τοὺς μὲν λίπεν αὖθι, ἄναξ ἀνδρῶν Ἀγαμέμνων . 11.100 στήθεσι παμφαίνοντας: ἐπεὶ περίδυσε χιτῶνας: Scholia to Iliad 11.76-11.100 Main scholia On Iliad 11.81: τῶν ἄλλων ἀπάνευθε, βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστίχιον συντάττειν ἵνα μὴ νόσφι καὶ ἀπάνευθε ἐν ταὐτῷ κέῃται ⁑ On Iliad 11.86: δεῖπνον: ὅτι Ζηνόδοτος γράφει δόρπον οὐ λέγει δὲ δεῖπνον τὴν εσπερινὴν τροφὴν νῦν ἀλλα δεῖπνον καλεῖ ὃ ἡμεῖς ἄριστον καθ ἣν ώραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται ἥγουν ὁ ὑλοτόμος ὁ ξυλοτόμος δρῦν γὰρ ἐκάλουν οἱ παλαιοι ἀπο τοῦ ἀρχαιοτέρου πᾶν δένδρον ⁑ On Iliad 11.88: ἅδος τέ μιν: δασυντέον, τὸ γὰρ α προ τοῦ δ ὃν καὶ μὴ έχον στερητικὴν ἔννοιαν ῆ κρᾶσιν τινὰ δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως. κατα κράσιν ἀδαής, ἀδρανής ἀδευκής, μὴ οὕτως δὲ ἔχον ἁδρός ἀδινός Ἀδριας δι ὃ καὶ τὸ Ἅδωνις κρεῖττον ἐστι δασύνειν ἵνα καὶ παρα τῷ αἴδειν τῇ δαίμονι ἐτυμολογηθῇ ⁑ On Iliad 11.93: αὐτὸν δ' ἔπειτα δ' ἑταῖρον: ὅτι τὸ ἔπειτα ἀντι τοῦ μετα ταῦτα πρὸς τὸ αὐτὰρ ἔπειτ' Αἴας τε μέγας ⁑ On Iliad 11.94: ‡ ἤτοι ὅ γ' ἐξ ἵππων: κατεπάλμενος ἀντιος ἔστη ⁑ ὅτι δύο προθέσεις παρ εἴληφεν κατα ἀπο τῆς ἑτέρας ἀρκούσης: Ζηνόδοτος δὲ ἀντίον καὶ Ἀριστοφάνης ⁑ On Iliad 11.98: πεπάλακτο: διεβρέχετο ὡς τὸ παλάσσετο δ' αἵματι θώρηξ καὶ λύθρῳ παλάσσετο δὲ χεῖρας . φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος. σφιγγομένου γὰρ τοῦ δόρατος, ἀπο τοῦ ὀστέου ἔξω εἴργεται προελθεῖν τὸ αἷμα. ἔσω δὲ ἐπισυνάγεται καθάπερ ἐπι τῶν πληγέντων λίθῳ ὅτ ἂν συντριβῇ μὲν τὰ ὀστᾷ μη διαιρεθῆ δὲ ἡ ἐπιφάνεια ἐντὸς χεῖται τὸ αἷμα τῆς ἕξω φορᾶς εἰργόμενον: On Iliad 11.100: στήθεσσι παμφαίνοντας ἐπειδὴ φησὶ τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο: γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. ἡ διπλῆ δὲ ὅτι ἔν τισι γράφεται ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα : ἔσονται δὲ αὐτοὶ οἱ νεκροι τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο ἀλλα τοὺς ἐπι τοῖς στήθεσι παμφαίνοντας χιτῶνας ⁑ Interlinear scholia On Iliad 11.83@στεροπήν: λαμπηδόνα On Iliad 11.91@κεκλόμενοι: κελεύοντες: On Iliad 11.95@μετώπιον: τὸ μεταξὺ τῶν ώτων τὸ μεσόφρυον On Iliad 11.96@σχέθε: αντέσχε On Iliad 11.98@πεπάλακτο: ἐνεπέφυρτο ⁑ On Iliad 11.100@περίδυσε: ἀφίλατο ⁑ Intermarginal scholia On Iliad 11.90: τὰς οἰκείας On Iliad 11.91: γράφεται εκ δ' Ἀγαμέμνων : On Iliad 11.92: Αρισταρχος Βιάνωρα Interior scholia On Iliad 11.76: γράφεται οῖσιν Exterior scholia On Iliad 11.76: οῖσιν On Iliad 11.85: πῖπτε Venetus A (Marciana 454 = 822), folio 139, verso Iliad 11.101-11.125 11.101 αὐτὰρ ὁ βή ρ' Ἶ̈̈̈σόν τε καὶ Ἄντιφον ἐξεναρίξων 11.102 υἷε δύω Πριάμοιο : νόθον καὶ γνήσιον. ἄμφω 11.103 εἰν ἑνὶ δίφρῳ ἐόντας. ὁ μὲν νόθος ἡνιόχευεν. 11.104 Ἄντιφος αὖ παρέβασκε περικλυτὸς, ὥ ποτ' Ἀχιλλεὺς 11.105 Ἴ̈δης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι 11.106 ποιμαίνοντ' ἐπ' όεσσι λαβὼν: καὶ ἔλυσεν ἀποίνων: 11.107 δὴ τότε γ' Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων : 11.108 τὸν μὲν ὑπὲρ μαζοῖο κατα στῆθος βάλε δουρὶ, 11.109 Ἄντιφον αὖ παρὰ οὖς, ἔλασε ξίφει, ἐκ δ' έβαλ' ἵ̈̈ππων: 11.110 σπερχόμενος δ' ἀπὸ τοῖϊν ἐσύλα τεύχεα καλὰ: 11.111 γινώσκων καὶ γάρ σφε πάρος παρα νηυσὶ θοῇσιν 11.112 εἶδεν. ὅτ' ἐξ Ἴδής ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς : 11.113 ὡς δὲ λέων. ἐλάφοιο ταχείης νήπια τέκνα 11.114 ῥηϊδίως συνέαξε. λαβὼν κρατεροῖσιν ὀδοῦσιν. 11.115 ἐλθὼν εἰς εὐνὴν. ἁπαλόν τέ σφ' ῆτορ ἀπηύρα:, 11.116 ἣ δ' εἴ πέρ τε τύχῃσι μάλα σχεδὸν. οὐ δύναταί σφι 11.117 χραισμεῖν. αὐτὴν γάρ μιν ὑπο τρόμος αἰνὸς ϊκάνει. 11.118 καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην. 11.119 σπεύδουσ'. ἱ̈δρώουσα. κραταιοῦ θηρὸς ὑφ' ὁρμῆς. 11.120 ὡς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον 11.121 Τρώων . ἀλλὰ καὶ αὐτοὶ ὑπ' Ἀργείοισι φέβοντο: 11.122 αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱ̈ππόλοχον μενεχάρμην 11.123 υἱέας Ἀντιμάχοιο δαΐφρονος. ὅς ῥα μάλιστα 11.124 χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος: ἀγλαὰ δῶρα. 11.125 οὐκ εἴασχ' Ἑλένην δόμεναι ξανθῷ Μενελά̄ῳ : Scholia to Iliad 11.101-11.125 Main scholia On Iliad 11.101: αὐτὰρ ὃ βή ρ' ῀Ϊσον τε: Ζηνόδοτος ἔξω τοῦ ρ βῆ ῀Ϊσον μὴ ἐνφέρεσθαι δὲ φησὶν ὁ Ἀρίσταρχος νῦν ἐν τοῖς Ποσεὶδίππου ἐπι γράμμασι τὸν Βήρισον , ἀλλ' ἐν τῷ λεγομένῳ σωρῷ εὑρεῖν, εὔλογον δὲ φησὶν ἐξελεγχόμενον αὐτὸν ἀπαλεῖψαι ⁑ On Iliad 11.101: αὐτὰρ ὅ βή ρ' Ϊσόν τε κατα διάστασιν ἐστι βή ρα εῖτα Ἰσόν τε καὶ Ἄντιφον . τὸ μέντοι ἐπιφερόμενον ἐν τῇ συντάξει ἐν μετοχῇ ὀφείλει κατακλείεσθαι ἐξεναρίζων ὡς δείκνυται ἐν τῷ περι συντάξεων ⁑ On Iliad 11.104: Ἄντιβος ἆν παρέβασκε: ὅτι Ζηνόδοτος γράφει ὅν ποτ' Ἀχιλλεύς . μήποτε δὲ πεπλάνηται γεγραμμένου τοῦ ο ὑπ αρχαϊκῆς σημασίας ἀντι τοῦ ω προσθεὶς τὸ ν . ἔστι γὰρ περιδυεῖν ὁ λόγος, δι ὃ καὶ ἐπιφέρει, καὶ γάρ σφε πάρος παρα νηυσί . καὶ ὅτι οἱ μαχόμενοι παραβάται ἦσαν ⁑ On Iliad 11.105: δίδη μόσχοισι λύγοισι. ἐδέσμευσε ταῖς νέαις καὶ ἀπαλαῖς λύγοις καὶ βλαστήμασι λύγος δὲ ἱμαντῶδες τί φυτὸν καὶ ἁπαλὸν ὃ καὶ οἷσον καλοῦσιν ἐξ οὗ καὶ τὸ οἰσόκαρπον τινὲς δὲ αὐτὸ καὶ ἄγνον καλοῦσιν, ὁ γὰρ τούτου καρπὸς ἐσθιόμενος ἀφανιστικός ἐστι τῆς γονῆς: καὶ οἱ ϊερεῖς δὲ τοῦ φυτοῦ τούτου τὰς κόμας τῇ ἑαυτῶν κλίνῃ ὑποτιθέασιν ὡς φυσικήν τινα δύναμιν ἔχοντα πρὸς ἁγνείαν. δι ὃ καὶ ἄγνος ἐκλήθη ⁑ On Iliad 11.106: ποιμαίνοντ' ἐπ όεσσι, ὅτι τὸ πλῆρες ποιμαίνοντε . Ζηνόδοτος δὲ ἕοικε δέχεσθαι ποιμαίνοντα καὶ γὰρ ὅν ποτε γράφει On Iliad 11.109: Ἄντιφον αὖ παρα οὗς ὅτι ἐπανείληφεν τὸ ὄνομα. δια τὸ προειρηκεναι δύο καὶ προς τὸ πρότερον ἀπήντησεν ἵνα σαφηνίσῃ κατά τινα τόπον ἑκάτερος ἐπλήγη ⁑ On Iliad 11.111: γινώσκων καὶ γάρ σφε: ὅτι σφε ἀντι τοῦ αὐτοὺς καὶ οὐκ έστι περι ἑνὸς ὁ λόγος, ἡ δὲ ἀναφορὰ προς Ζηνόδοτον ⁑ On Iliad 11.116: ἡ δ' εἴπερ τε. ὅτι δύναται ἑκατέρως ἀναγινώσκεσθαι. καὶ κατα διαστολὴν τύχῃσι καὶ τετύχῃσι ὡς λελάχωσι ⁑ On Iliad 11.119: σπεύδουσ' ἰδρώουσα : ἐπι τὸ σπεύδουσα βραχὺ διασταλτέον μᾶλλον γὰρ ἐμφαίνει ⁑ On Iliad 11.121: Τρώων ἀλλὰ καὶ αὐτοὶ ὑπ Αργείοισι φέβοντο: ὅτι ἀντι τοῦ ὑπ Αργείων πάλιν δὲ τὸ φέβοντο ἀντι τοῦ ἔφευγον ⁑ On Iliad 11.124: χρυσὸν Ἀλεξάνδροιο : ἐπὶ προς τὸ σημαινόμενόν ἐστι τὸ λεγόμενον χρυσᾶ δῶρα δύναται βραχὺ διασταλῆναι ἤτοι ἐπι τὸ χρυσὸν ἢ ἐπι το δεδεγμενος ⁑ Interlinear scholia On Iliad 11.104@παρέβασκε: παραβάτης ην: On Iliad 11.105@κνημοῖσι: ἐν τοῖς τραχέσι τόποις On Iliad 11.105@δίδη: εδησεν: On Iliad 11.105@μόσχοισι: ἀπαλοῖς: On Iliad 11.105@λύγοισι: φυτῶ τινὶ ὃ ἡμεῖς κύτινον καλοῦμεν On Iliad 11.106@ἔλυσεν-ἀποίνων: λυτρα δεξάμενος ἀπέδωκεν: On Iliad 11.109@ἔλασε: επληξε On Iliad 11.110@σπερχόμενος: σπεύδων On Iliad 11.111@γινώσκων: γνωρίζων On Iliad 11.118@δρυμὰ: δρυμῶνας On Iliad 11.122@μενεχάρμην: ὑπομένοντα τὴν μάχην πολεμικήν: On Iliad 11.124@Ἀλεξάνδροιο: λείπει ἡ παρα Intermarginal scholia On Iliad 11.104: εν αλλω ὅν ποτ' Ἀχιλλεύς ⁑ On Iliad 11.122: Ζηνόδοτος γράφει κακόφρονος εὐτελῶς ⁑ Venetus A (Marciana 454 = 822), folio 140, recto Iliad 11.126-11.150 11.126 τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων 11.127 εἰν ἑνὶ δίφρῳ ἐόντας. ὁμοῦ δ' ἔχον ὠκέας ἵππους: 11.128 ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα: 11.129 τὼ δὲ κυκηθήτην: ὁ δ' ἐναντίον ὦρτο λέων ὡς 11.130 Ἀτρείδης . τῶ δ' αῦτ' ἐκ δίφρου γουναζέσθην: 11.131 ζώγρει Ἀτρέος υἱὲ. σὺ δ' ἄξια δέξαι ἄποινα. 11.132 πολλὰ δ' ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται. 11.133 χαλκός τε: χρυσός τε. πολύκμητός τε σίδηρος. 11.134 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα. 11.135 εἰ νῶϊ ζωοὺς πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν : 11.136 ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα 11.137 μειλιχίοις ἐπέεσσιν: ἀμείλικτον δ' ὄπ' ἄκουσαν: 11.138 εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστὸν. 11.139 ὅς ποτ' ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν 11.140 ἀγγελίην ἐλθόντα. σὺν ἀντιθέω Ὀδυσῆϊ 11.141 αὖθι κατακτεῖναι: μὴδ' ἐξ ἕμεν ὰψ' ἐς Ἀχαιοὺς . 11.142 νῦν μεν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην: 11.143 ῆ. καὶ Πείσανδρον μὲν ἀφ' ἵ̈ππων ῶσε χαμᾶζε 11.144 δουρὶ βαλὼν πρὸς στῆθος. ὁ δ' ὕπτιος ούδει ἐρείσθη: 11.145 Ἱ̈ππόλοχος δ' ἀπόρουσε: τὸν αὖ χαμαὶ ἐξενάριξε. 11.146 χεῖρας ἀπο ξίφεϊ τμήξας. ἀπό τ' αὐχένα κόψας: 11.147 ὄλμον δ' ὡς ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου: 11.148 τοὺς μὲν ἔασ'. ὁ δ' ὅθι πλεῖσται κλονέοντο φάλαγγες. 11.149 τῇ ῥ' ἐνόρουσ'. ἅμα δ' ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ . 11.150 πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ. Scholia to Iliad 11.126-11.150 Main scholia On Iliad 11.130: Ἀτρείδης τῲ δ' αὐτ' ὅτι δωδεκασύλλαβος ὁ στίχος καὶ σπανίως χρῆται ὡς καὶ ἐν τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν . ἡ δὲ ἀναφορὰ πρὸς ἐπίκρισιν τῆς στιχοποιΐας ὅτι εὐτελεῖς τῇ κατασκευῇ δοκοῦσιν εἶναι οἱ τοιοῦτοι. καὶ ὅτι τὸ γουναζέσθην καταχρηστικῶς ἀντι τοῦ ϊκέτευον ⁑ On Iliad 11.137: ἀμείλικτον: δ' όπ' άκουσαν. ἀμείλικτον ἀπηνῆ καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον. καὶ ἀνηλεῆ καὶ αδυσώπητον ⁑ On Iliad 11.140: ἀγγελίην , ἀντι τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἡ λέξις παρα τῷ ποιητῇ τὸ ἄγγελμα. ὡς ἐν τῷ ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείη . καὶ τὸν ἄγγελον ἤτοι τὸν πρέσβιν ὡς ἐνταῦθα ἀγγελίην ἐλθόντα συν αντιθέῳ Μενελάῳ ⁑ On Iliad 11.141: μὴδ' ἑξέμεν δασυντέον τὸ γὰρ εἶναι καὶ ἀφεῖναι παραγώγως γέγονεν έμεναι ὡς τὸ θεῖναι θέμεναι ⁑ On Iliad 11.144: δουρὶ βαλὼν ὅτι ἀπο τῆς πληγῆς οὐκ επι τὴν πληγὴν πίπτει ⁑ On Iliad 11.147: ὄλμον δ' ὡς ἔσσευε: ὅλμου δίκην εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι. ὄλμος δέ ἐστι κοῖλος λίθος εἰσ ὸν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά . ἡ διπλὴ δὲ ὅτι ἅπαξ ἐνταῦθα κέχρηται καὶ ὅτι ἐν εὐτελέσι κέχρηται λεξιδίους οὐ μόνον ἐν χοίνικος καὶ λύχνου προς τοὺς Χωρίζοντας ⁑ On Iliad 11.150: πεζοὶ μὲν πεζοὺς όλεκον: πολὺ βέλτιον ταῦτα ἀφ' ἑτέρας ἀρχῆς ἀναγινώσκειν: καὶ γὰρ ἡ προάγουσα διάνοια πεπλήρωται κοινοῦ νοουμένου τοῦ ἐνόρουσαν: καὶ ἄλλως, ἀσυνδέτοις ἐπι τῶν μεταβάσεων ἥδεται ⁑ Interlinear scholia On Iliad 11.128@σιγαλόεντα: λαμπρα On Iliad 11.129@κυκηθήτην: εταράχθησαν On Iliad 11.130@γουναζέσθην: τῶν γονάτων ήπτοντο ϊκέτευον: On Iliad 11.136@προσαυδήτην: προσεφώνουν On Iliad 11.137@ἀμείλικτον: αηδῆ σκληραν: On Iliad 11.141@ἐξ-ἕμεν: εκπέμψαι On Iliad 11.146@τ': δ' On Iliad 11.147@ὄλμον: ὡς άχειρον καὶ ἀκέφαλον: On Iliad 11.147@ὄλμον: κοιλος λίθος On Iliad 11.147@ὄλμον: κορμίαν Intermarginal scholia On Iliad 11.128: οὕτως Ἀρισταρχος ἄλλοι δὲ φύγεν On Iliad 11.129: οὕτως ἐναντίον: On Iliad 11.140: ὅτι ἀντι τοῦ ἄγγελον On Iliad 11.144: Αρισταρχος οὐδας ἔρεισεν ⁑ On Iliad 11.146: Αρισταρχος πλήξας ⁑ Interior scholia On Iliad 11.135: Ἀριστοφάνης ζωῶ Venetus A (Marciana 454 = 822), folio 140, verso Iliad 11.151-11.175 11.151 ἱ̈ππεῖς δ' ἱ̈ππῆας. ὑπο δέ σφισιν ῶρτο κονίη 11.152 ἐκ πεδίου. τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵ̈ππων. 11.153 χαλκῷ δηϊόωντες: ἀτὰρ κρείων Ἀγαμέμνων . 11.154 αἰὲν ἀποκτείνων ἕπετ' Ἀργείοισι κελεύων: 11.155 ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ. 11.156 πάντη τ' εἰλυφόων ἄνεμος φέρει: οἱ δέ τε θάμνοι 11.157 πρόρριζοι πίπτουσιν. ἐπειγόμενοι πυρὸς ὁρμῇ. 11.158 ὡς ὰρ ὑπ Ἀτρείδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα 11.159 Τρώων φευγόντων: πολλοὶ δ' ἐριαύχενες ἵ̈πποι 11.160 κεὶν' όχεα κροτάλιζον ἀνα πτολέμοιο γεφύρας 11.161 ἡνιόχους ποθέοντες ἀμύμονας: οἱ δ' ἐπὶ γαίῃ 11.162 κείατο. γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν: 11.163 Ἕκτορα δ' ἐκ βελέων ὕπαγε Ζεὺς . ἔκ τε κονίης. 11.164 ἔκ τ' ἀνδροκτασίης. ἔκ θ' αἵματος. ἔκ τε κυδοιμοῦ: 11.165 Ἀτρείδης δ' ἕπετο. σφεδανὸν Δαναοῖσι κελεύων: 11.166 οἱ δὲ παρ' Ἴ̈λου σῆμα παλαιοῦ Δαρδανίδαο 11.167 μέσσον καπ πεδίον. παρ' ἐρινεὸν ἐσσεύοντο 11.168 ἱ̈έμενοι πόλιος: ὁ δὲ κεκληγὼς ἕπετ' αἰεὶ 11.169 Ἀτρείδης : λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους: 11.170 ἂλλ' ὅτε δὴ: Σκαιάς τε πύλας καὶ φηγὸν ΐκοντο: 11.171 ἐνθ' ἄρα δὴ ἵ̈σταντο : καὶ ἀλλήλους ἀνέμιμνον. 11.172 οἱ δ' ἔτι καμ μέσσον πεδίον φοβέοντο βόες ὡς. 11.173 ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ 11.174 πάσας. τῇ δέ τ' ἰ̈ῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος: 11.175 τῆς δ' ἐξ αὐχέν' έαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι Scholia to Iliad 11.151-11.175 Main scholia On Iliad 11.155: ὡς δ' ότε πῦρ ἀΐδηλον πρὸς τὴν ἄξυλον ὅτι πολλὰς ἐκδοχὰς ἔσχηκεν οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν οἱ δὲ τὴν πολυξυλον βέλτιον δὲ ἀφ ἧς οὐδεὶς ἐξυλίσατο ὡς Ἡσίοδος τῆλε γὰρ ἀξυλίη κατεπύθετο κηλέα νηῶν ⁑ On Iliad 11.153: χαλκῷ δῃϊόωντες : ἤτοι τοῖς ἐπισσώτροις κόπτοντες τὴν γῆν, ἢ ὅτι συντακτέον τοῦτο τὸ πεζοὶ μὲν πεζοῦς όλεκον ἱππῆες δ' ἰππῆας , οἱ γὰρ οἱ τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον ⁑ On Iliad 11.156: οἱ δέ τε θάμνοι: οἱ συμφυτοι τόποι παρα τὸ θαμᾶ καταφυτεύεσθαι αὐτοὺς ὅ ἐστι πυκνῶς. οἱ δὲ τα χαμεζηλα καὶ πολύκλαδα φυτά ⁑ On Iliad 11.157: ἐπειγόμενοι πυρός Ἀρίσταρχος ὑγειῶς ἀναγινώσκει ἐπειγόμενοι ὡς τυπτόμενοι κατὰ γὰρ τῶν θάμνων κεῖται: On Iliad 11.160: κεῖν' όχεα κροτάλιζον: λέγει ὁ τεχνικὸς ἐν τῶ ὑπομνήματι τοῦ Διδύμου τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται, τὴν ὀξυνομένην συλλαβήν. ἀναπέμπει τὴν ὀξεῖαν ἐπι τὴν οπίσω συλλαβήν καὶ ἐαν ᾗ ἡ ἐκθλιβεῖσα συλλαβῇ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα. ἡ δὲ ὀπίσω συλλαβῇ φύσει μακρά τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον , περισπᾷ γοῦν τὸ δῆλον , ἐν δε : ἐναντιοῦται τούτῳ ⁑ On Iliad 11.163: Ἕκτορα δ' εκ βελέων, ἡ ἔκ νῦν ἐπιπαν εἶναι ἀντι τοῦ εκτὸς κεῖται οὕτως οὖν καὶ ἐν , κεῖται θάνατος δέ τοι ἐξ αλὸς αὐτῷ ⁑ On Iliad 11.165: Ἀτρείδης δ' έπειτα σφεδανὸν, τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι σημαίνει δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον οἷον σφενδονηδὸν ἀπο τῆς σφενδόνης οὗτος Ἀρίσταρχος ⁑ On Iliad 11.166: οἱ δὲ παρ' ΄Ϊλου σῆμα παλαιοῦ Δαρδανίδαο μέχρι τοῦ μέσον καπ πεδίον συναπτέον εἶτα βραχὺ δίασταλτέον . ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ ἀλλ εγγὺς τῆς πόλεως λαὸν δὲ στῆσον παρ' ἐρινεὸν ἔνθα μάλιστα ἄμβατός ἐστι πόλις καὶ ἀλλαχοῦ. οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ερινεός ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἤλου σῆμα, φανερὸν ἐξ εκείνου, Ἕκτωρ μὲν μετα τοῖσιν. ὅσοι βουλὰς βουλεύουσιν θείου παρα σήματος Ἴλου .ἐπαυλίζονται δὲ ἐν μέσῳ τοῦ πεδίου ἐπι τοῦ θροσμοῦ οὐκ αΐεις ὡς Τρῶες ἐπι θροσμῷ πεδίοιο ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ραψῳδίᾳ τοξεύει στήλῃ κεκλημένος Ἴλου Δαρδανίδαο : ἡ δε μάχη ἐν τῶ πεδίῳ συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσον καπ πεδίον , εῖτα βραχὺ διαστείλαντας τὰ εξῆς ῥητέον καὶ οὑτω λυθήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον. καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον: καὶ ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ ⁑ παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον ἐν ῷ τὸ Ἴλου σῆμα σεύονται δὲ πρὸς τὸν ἐρινεὸν ΐενται δὲ τῆς πόλεως ὡσεὶ οὕτως ἔλεγεν. οἱ δὲ δια μέσου τοῦ πεδίου, παρα τὸ ΄Ϊλου μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεον σπεύδοντες τὴν πόλιν ⁑ ἡ διπλῆ πρὸς τὸ περι τοῦ ναστάθμου διάγραμμα το γὰρ ΄Ϊλου σῆμα κατα μεσον εῖναι φησιν τῷ πεδίῳ ⁑ On Iliad 11.173: ἐν νυκτὸς ἀμολγῷ: τῷ καιρῷ ἐν ῶ συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα, τινὲς δὲ τὸ μεσονύκτιον ὅτι ἐν αυτῷ οὐδεὶς μολίσκει οὐδε πρόεισιν ⁑ Interlinear scholia On Iliad 11.151@ἱ̈ππεῖς: η On Iliad 11.153@χαλκῷ-δηϊόωντες: πρὸς τὸ ἱππεῖς δὲ ἱππῆας On Iliad 11.156@εἰλυφόων: εἰλῶν ταράσσων On Iliad 11.157@πρόρριζοι: μέχρι τῶν ῥιζῶν τῶν γὰρ κάτω γῆς τὸ πῦρ οὐχ άπτεται On Iliad 11.158@κάρηνα: ἀπο μέρους ἄνθρωποι : On Iliad 11.162@κείατο: ἔκειντο On Iliad 11.164@ἔκ-αἵματος: ἐκ του φόνου On Iliad 11.164@κυδοιμοῦ: κραυγῆς On Iliad 11.165@σφεδανὸν: ἑπικτικὸν σφοδρὸν κατὰ πληκτικὸν On Iliad 11.167@ἐρινεὸν: συκῆ ἀγρία On Iliad 11.168@ἱ̈έμενοι-πόλιος: ἐπιθυμοῦντες ἀνελθεῖν ἐπι τὴν πόλιν On Iliad 11.170@φηγὸν: τὴν δρῦν: On Iliad 11.174@τῇ-ἰ̈ῇ: μιᾷ δέ τινι αυτῷ ⁑ Venetus A (Marciana 454 = 822), folio 141, recto Iliad 11.176-11.200 11.176 πρῶτον: ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει: 11.177 ὡς τοὺς Ἀτρείδης ἔφεπε κρείων Ἀγαμέμνων . 11.178 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον. οἱ δὲ φέβοντο: 11.179 πολλοὶ δὲ πρηνεῖς τε: καὶ ὕπτιοι ἔκπεσον ἵ̈ππων 11.180 Ἀτρείδεω ὑπο χερσὶ: περὶ πρὸ γὰρ ἔγχεϊ θυῖεν: 11.181 ἂλλ' ὅτε δὴ τάχ' ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος 11.182 ἵ̈ξεσθαι. τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε 11.183 Ἴ̈δης ἐν κορυφῇσι: καθέζετο πιδηέσσης 11.184 οὐρανόθεν καταβὰς. ἔχε δὲ ἀστεροπὴν μετὰ χερσὶν. 11.185 Ἶ̈̈ριν δ' ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν: 11.186 βάσκ' ἴ̈θι Ἶ̈ρι ταχεῖα. τὸν Ἕκτορι μῦθον ἐνίσπες: 11.187 ὄφρ' ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν 11.188 θύνοντ' ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν. 11.189 τόφρ' ἀναχωρείτω: τὸν δ' ἄλλον λαὸν ἀνώχθω 11.190 μάρνασθαι δηΐοισι κατα κρατερὴν ὑσμίνην: 11.191 αὐτὰρ ἐπεί κ' ἠ δουρὶ τυπεὶς. ἢ βλήμενος ἰ̈ῷ 11.192 εἰς ἵ̈ππους ἄλεται . τότε οἱ κράτος ἐγγυαλίξω 11.193 κτείνειν. εἰς ὅ κε. νῆας ἐϋσσέλμους ἀφίκηται. 11.194 δύῃ τ' ἠέλιος. καὶ ἐπι κνέφας ἱ̈ερὸν ἔλθῃ: 11.195 ὡς ἔφατ' οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶ̈ρις : 11.196 βῆ δὲ κατ' Ἰ̈δαίων ὀρέων εἰς Ἴ̈̈λιον ἱ̈ρήν: 11.197 εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον. 11.198 ἑσταότ' ἔν θ' ἵ̈̈πποισι καὶ ἅρμασι κολλητοῖσιν: 11.199 ἀγχοῦ δ' ἱ̈σταμένη προσέφη πόδας ὠκέα Ἶ̈ρις : 11.200 Ἕκτορ . υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε. Scholia to Iliad 11.176-11.200 Main scholia On Iliad 11.179: ‡ πολλοὶ δὲ πρηνεῖς τε ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται ὅτι κατα τὴν Πατρόκλου ἀριστίαν τάξιν ἔχουσι, νῦν δὲ οὐ προείρειται γὰρ πολλοὶ δ' ἐριαύχενες ἵπποι κεῖν όχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας : Ζηνόδοτος οὐκ έγραφεν: Ἀριστοφάνης δὲ ἠθέτει τὸν Ἀτρείδεω ὑπο χερσί ⁑ On Iliad 11.183: Ἴδης ἐν κορυφῇσι, ὅτι δια τούτων συνίστησι τὸν Δία ἐπι τὴν Ἴδην πεπορευμένον, ἐκ τοῦ Ὀλύμπου ⁑ On Iliad 11.184: ἀστεροπην ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμενην ἀστραπήν , ἀλλα τὸ ὀμώνυμον ὄργανον ὅπερ τινασσόμενον τὴν αστραπὴν ἀποτελεῖ βῆ ῥ ίμεν ἀστεροπῇ ἐναλίγκιος ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ⁑ On Iliad 11.186: βάσκ' ἴθι Ἴρει ταχεῖα, ὅτι οὐ κατ επίθετον τὸ ταχεῖα . ἀλλ αντι τοῦ ταχέως ὁ λόγος δὲ ερεῖ στίζειν τελεία ἐπι τὸ ταχεῖα δύο γὰρ λόγοι αυτοτελης πορευθητι ταχέως Ἰρι τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι : ἡ δὲ συνήθεια: καὶ τὰ τοιαῦτα συνάπτει ⁑ On Iliad 11.191: αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς πρὸς τὴν διαφορὰν τοῦ τύψαι καὶ βαλεῖν ⁑ On Iliad 11.192: εἰς ἵππους ἄλλεται ὅτι ἀντι τοῦ ἅληται ψιλοῦται εἴτε ἐπι τοῦ ἐκκλίνειν τάσσηται ὡς φησὶν ὁ Ἀσκαλωνίτης , εἴτε ἐπι τοῦ συστραφῆναι ὡς καὶ Τυραννίων ᾧ καὶ μᾶλλον συγκατατίθεμαι, πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ ὁριστικὸς μὲν γὰρ δεύτερος ἀόριστος τῇ ὑπο πᾶς ἑάλη καὶ πληθυντικὸν τρίτον κατα συγκοπὴν οἳ δή τοι εἰς ἄστυ άλεν , ἀπαρεμφατον τε. ἣ λαοὺς ἐς τείχος , ὁμοκλήσειεν ἀλῆναι καὶ ὥσπερ ἡ φανεὶς μετοχῇ. οὕτως καὶ ἡ αλεῖς: οἴμησεν δὲ ἀλείς καὶ οὐδέτερον ᾖ χειμεριον ἀλὲν ὕδωρ καὶ πληθυντικὸν ἀρσενικὸν, αὐτὰρ ἐπεί κ' ἐς τεῖχος ἁναπνεύσωσιν ἀλέντες καὶ γενικῇ πόλις δ' ἔμπλητο ἀλέντων , τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συστολῆ οὖν ἐγένετο ἡ μεταβολῇ ἐγκλίσεως ὁμοίως τῷ ἐπεὶ άρ κεν ἀμείψεται ἔρκος ὀδόντων ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτης καὶ τὸ ῆ αὐτὸς φθίεται πρῴτῳ ἐν ομίλῳ τὸ δὲ όλον γέγονεν ἀπο τοῦ ἀλῶ ὃ σημαντικόν ἐστι τοῦ πλανῶ ὅπερ ψιλοῦται ⁑ Interlinear scholia On Iliad 11.177@ἔφεπε: κατόπιν ἐδίωκε On Iliad 11.178@τὸν-ὀπίστατον: τὸν ἔσχατον On Iliad 11.179@πρηνεῖς: ἐπι πρόσωπον On Iliad 11.180@περὶ-γὰρ: ἀντὶ περισσος On Iliad 11.189@ἀνώχθω: κελευέτω On Iliad 11.191@τυπεὶς: βληθεὶς On Iliad 11.193@ἐϋσσέλμους: ευκώπους On Iliad 11.195@ποδήνεμος: ΐση ανέμοις κατὰ τὸ τάχος: Venetus A (Marciana 454 = 822), folio 141, verso Iliad 11.201-11.225 11.201 Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι: 11.202 ὄφρ' ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν 11.203 θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν. 11.204 τόφρ' ὑπόεικε μάχης. τὸν δ' ἄλλον λαὸν ἄνωχθι 11.205 μάρνασθαι δηΐοισι κατα κρατερὴν ὑσμίνην: 11.206 αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς, ἢ βλήμενος ἰῷ 11.207 εἰς ἵ̈ππους ἄλεται , τότε τοι κράτος ἐγγυαλίξει 11.208 κτείνειν. εἰς ό κε, νῆας ἐϋσσέλμους ἀφ ἵκηαι. 11.209 δύη τ' ἠέλιος: καὶ ἐπι κνέφας ἱερὸν ἔλθῃ: 11.210 ἡ μὲν ὰρ ὡς εἰποῦσ' ἀπέβη πόδας ὠκέα ῀Ϊρις , 11.211 Ἕκτωρ δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε: 11.212 πάλλων δ' ὀξέα δοῦρα, κατὰ στρατὸν ᾤχετο πάντῃ 11.213 ὀτρύνων μαχέσασθαι: ἔγειρε δὲ φύλοπιν αἰνήν: 11.214 οἱ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν : 11.215 Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας: 11.216 ἀρτύνθη δὲ μάχη: στὰν δ' ἀντίοι. ἐν δ' Ἀγαμέμνων 11.217 πρῶτος ὄρουσ'. ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων: 11.218 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι. 11.219 ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν. 11.220 ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων: 11.221 Ἰ̈̈φιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε: 11.222 ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι. μητέρι μήλων: 11.223 Κισσῆς τόν γ' ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα 11.224 μητροπάτωρ. ὃς τίκτε Θεανὼ καλλιπάρηον: 11.225 αὐτὰρ ἐπεί ρ' ἤβης ἐρικυδέος ί̈κετο μέτρον. Scholia to Iliad 11.201-11.225 Main scholia On Iliad 11.201: ‡ Ζεύς με πατὴρ πρόεϊκε: σημειοῦνται τινὲς ὅτι ἐν ἴσῳ τοῦ σοὶ ἡ τὴ̈ν ἀντωνυμία Δωρικὴ οῦσα κατα πλεονασμὸν τοῦ ε ἐξηνέχθη ὅθεν φυλάσσεται ὁ αὐτὸς τόνος: On Iliad 11.219: ἀντίος ἦλθε, Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος , Ἀρίσταρχος ἀντίον διὰ τοῦ ν ⁑ On Iliad 11.221: Ἰφιδάμας Ἀντηνορίδης : ἐὰν αὐτὸν τῶν ἐπικούρων εἴπωμεν ἐπεὶ καὶ Θρᾷξ ἦν καὶ ἦγε Θρᾷκας ἐπικούρους, ἔσται προς τὸ δεύτερον πρότερον ἀπηντηκώς γεγέννηται μέντοι ἐν Τροίᾳ ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ άν ποτε εἰς Θρᾴκην ἐξεληλύθει. καὶ ἤν πατρὸς Τρωός γεννηθείσα δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι: οὗτος δὲ μόνος παρα τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μητρὸς ἔγημεν ὥσπερ καὶ παρα τοῖς Ἕλλησι Διομήδης : ἡ διπλη δέ ὅτι ὡς ἐμπνευσθεὶς ἀνταποδέδωκε καθάπερ ἐν αρχῇ τῆς τίς τ αρ σφωε θεῶν εἶτα Λιτοῦς καὶ Διὸς υἱός ⁑ On Iliad 11.222: μητέρι μήλων: Ζηνοδοτος μητέρι θηρῶν . τῇ δὲ ἐριβώλακι συνάδει καὶ τὸ πολυθρέμματον οὐ τὸ ἔνθηρον Κισσῆς , ὡς Ἑρμῆς : καὶ μήποτε παρὰ τὸ κισσὸς παρώνυμόν τι ἐγένετο Κισσέας καὶ κατὰ συναλιφὴν Κισσῆς , ⁑ Interlinear scholia On Iliad 11.201@τεῒν: σοὶ Δωρικῶς On Iliad 11.214@ἐλελίχθησαν: συνεστράφησαν On Iliad 11.216@ἀρτύνθη: ἡτοιμάσθη On Iliad 11.219@ἀντίος: ν On Iliad 11.223@Κισσῆς: Κισσέως θυγάτηρ On Iliad 11.224@μητροπάτωρ: ὁ τῆς μητρὸς πατήρ On Iliad 11.225@ί̈κετο-μέτρον: ἡνδρώνθη : Venetus A (Marciana 454 = 822), folio 142, recto Iliad 11.226-11.250 11.226 αὐτοῦ μιν κατέρυκε: δίδου δ' ὅ γε θυγατέρα ἥν: 11.227 γήμας δ' ἐκ θαλάμοιο μετα κλέος ἵ̈κετ' Ἀχαιῶν 11.228 συν δυοκαίδεκα νηυσὶ κορωνίσιν αἵ οἱ ἕποντο: 11.229 τὰς μὲν ἔπειτ' ἐν Περκώτῃ λίπε, νῆας ἐΐσας: 11.230 αὐτὰρ ὃ πεζὸς ἰ̈ὼν εἰς Ἴ̈λιον εἰληλούθει: 11.231 ὅς ῥα τότ' Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἦλθεν: 11.232 οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ αλλήλοισιν ἰ̈όντες: 11.233 Ἀτρείδης μὲν άμαρτε. παραὶ δέ οἱ ἐτράπετ' ἔγχος: 11.234 Ἰ̈φιδάμας δὲ. κατα ζώνην θώρηκος: ἔνερθε. 11.235 νύξ': ἐπι δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας: 11.236 οὐδ' ἔτορε ζωστῆρα παναίολον: ἀλλὰ πολὺ πρὶν 11.237 ἀργύρῳ ἀντομένη. μόλιβος ὡς ἐτράπετ' αἰχμή: 11.238 καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων 11.239 ἕλκ' ἐπι οἷ μεμαὼς ὥς τε λίς: ἐκ δ' άρα χειρὸς 11.240 σπάσατο. τὸν δ' ἄορι πλῆξ' αὐχένα, λῦσε δὲ γυῖα: 11.241 ὡς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον. 11.242 οἰκτρὸς, ἀπὸ μνηστῆς, ἀλόχου: ἀστοῖσιν ἀρήγων. 11.243 κουριδίης. ἧς οὔ τι χάριν ἴ̈δε. πολλὰ δ' ἔδωκε: 11.244 πρῶθ' ἑκατὸν, βοῦς δῶκεν: ἔπειτα δὲ χίλι' ὑπέστη 11.245 αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο: 11.246 δὴ τότε γ' Ἀτρείδης Ἀγαμέμνων ἐξενάριξε. 11.247 βῆ δὲ φέρων ἀν ὅμιλον Ἀχαιῶν τεύχεα καλά. 11.248 τὸν δ' ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν. 11.249 πρεσβυγενὴς Ἀντηνορίδης . κρατερόν ῥά ἑ πένθος 11.250 ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος: Scholia to Iliad 11.226-11.250 Main scholia On Iliad 11.226: αὐτοῦ μιν κατέρυκε ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος ἀμφότεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδραστου Ἰφιδάμας δὲ Κισσέως θυγατέρα ὦν Θεανοῦς υἱὸς τῆς Κισσέως ⁑ On Iliad 11.227: γήμας δ' ἐκ θαλάμοιο: βραχὺ διασταλτέον μετα τὸν σύνδεσμον πρὸς τὸ σαφέστερον: καὶ ὅτι καθ υπερβολὴν ἐμφαίνει τὸ ὑπό:γυιον τοῦ γάμου καὶ τὴν περι τὸν πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναιρέσέως ⁑ On Iliad 11.227: μετὰ κλέος ί̈κετ' Ἀχαιῶν : ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν. φιλοπόλεμοι γὰρ οἱ νέοι. ὡς καὶ Πίνδαρος : γλυκὺς ἀπείρῳ πόλεμος. ἐμπείρων δέ τις ταρβεῖ προσϊόντα ⁑ On Iliad 11.229: τὰς μὲν ἔπειτ' ἐν Περκώτῃ ἐθαλασσοκράτουν γὰρ οἱ Ἔλληνες . δι ὃ τὰς ναῦς καταλιπῶν πεζὸς ῆλθεν εἰς Τροίαν ἡ δὲ Περκώτη πόλις Ἑλλησπόντου ⁑ On Iliad 11.233: Ἀτρείδης μὲν ἅμαρτε, ἀπέτυχεν μόνον νῦν ὁ πρότερος ἀφεὶς νικᾷ καὶ δεύτερος ἀφεῖς . ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται ⁑ On Iliad 11.234: Ϊφιδάμας δὲ κατα ζώνην θώρηκος ἔνερθε ὅτι οὐ λέγει διὰ τοῦ θώρακος ἔνερθεν ἐντὸς θώρακος ἀλλα κατα ζώνην θώρακος τὴν θωρακοζώνην λεγομένην: τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μερος τῆς θωρακοζώνης ὡς ὅταν λέγῃ νύξε δέ μιν. κατα χεῖρα μέσην ἀγκῶνος ἔνερθε οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλα κατα τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος, ὁ δὲ λόγος οὗτος. τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν ⁑ On Iliad 11.239: ὥστε λις: ὁ μὲν Ἀρίσταρχος ὀξύνει ὁ δὲ Αἰσχρίων περισπᾷ ὡς γὰρ παρα τὸ μῦς μῦν φησὶ καὶ νοῦς νοῦν , οὕτως καὶ λῖς λῖν : ἐπί τε λῖν ἥγαγε δαίμων : καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γενος ὑπισχνουμένων περιεσπάσθη: καὶ τάχα καθ έτερον λόγον ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγη: λέγω δὲ τὸ λις πέτρη , τῶ μέντοι χαρακτῆρι τοῦ κις καὶ θις καὶ ρις καίτοι γε διαφόρως κλιθεῖσι προς τὸ λὶς , συνεξομοίωσεν αὐτὸ κατα τόνον ὁ Ἀρίσταρχος . καὶ οὕτως ἐπείσθη ἡ παράδοσις ⁑ On Iliad 11.242: οἱκτρός ἀπο μνηστῆς, βραχὺ διασταλτέον ἐπὶ τὸ οικτρος : καὶ ἀλόχου προς τὸ σαφεστερον ὑποστικτέον δὲ ἀνυποκρίτως ἐπι τὸ ἀρήγων : τὸ γὰρ ἑξῆς ἀλόχου κουριδίης. τὸ δὲ ἀστοῖσιν ἀρήγων δια μέσου δηλοῖ δὲ τοὺς αὐτοῦ πολίτας Ἀντήνορος γὰρ υἱός ἐστιν. εἰ δὲ συνάπτοιμεν ἀστοῖσιν ἀρήγων κουριδίης. ἁμαρτησόμεθα ἡ γὰρ γυνὴ Θρασσα εστὶν ὥσπερ καὶ ὁ πατὴρ Κισσῆς ⁑ On Iliad 11.244: πρῶθ' ἑκατὸν βοῦς: ὅτι θρέμμα ἐδίδοσαν οἱ μνηστευόμενοι προς τὴν ἐξήγησιν τῶν ἀλφεσιβοίων παρθένων ὅτι εἰσὶν αἱ ἀλφαίνουσαι βόας ὅ ἐστιν εὑρίσκουσαι ⁑ On Iliad 11.249: κρατερὸν ῥα ε πένθος: ὁ ῥα σύνδεσμος ἐγκλιτικὸς ὦν φυλάξει τὴν ἰδίαν ὀξείαν δια τὴν ε ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν ⁑ Interlinear scholia On Iliad 11.229@Περκώτῃ: πόλις On Iliad 11.236@οὐδ'-ἔτορε: οὐδε διέκοψε On Iliad 11.237@ἀντομένη: ὑπαντησασα On Iliad 11.237@ἐτράπετ': εἰς τοῦ πίσω ἀνετράπη On Iliad 11.242@ἀστοῖσιν: τοῖς ἰδίοις πολίταις Interior scholia On Iliad 11.227: ἡ γὰρ ἥττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο ⁑ Venetus A (Marciana 454 = 822), folio 142, verso Iliad 11.251-11.274 11.251 στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον: 11.252 νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε. 11.253 ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή: 11.254 ῥίγησέν τ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 11.255 ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο: 11.256 ἀλλ' ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος: 11.257 ἤτοι ὃ Ἰ̈φιδάμαντα κασίγνητον καὶ ὄπατρον 11.258 ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους: 11.259 τὸν δ' ἕλκοντ' ἀν όμιλον. ὑπ' ἀσπίδος ὀμφαλοέσσης 11.260 οὔτησε ξυστῷ χαλκήρεϊ: λῦσε δὲ γυῖα: 11.261 τοῖο δ' ἐπ' Ἰ̈φιδάμαντι κάρη ἀπέκοψε παραστάς: 11.262 ἔνθ' Ἀντήνορος υἷες ὑπ' Ἀτρείδῃ βασιλῆϊ 11.263 πότμον ἀναπλήσαντες. ἔδυν δόμον Ἄϊδος εἴσω: 11.264 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν. 11.265 ἔγχεΐ τ'. ἄορί τε. μεγάλοισί τε χερμαδίοισιν. 11.266 ὄφρά οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ωτειλῆς: 11.267 αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο παύσατο δ' αἷμα. 11.268 ὀξεῖαι δ' ὀδύναι δῦνον μένος Ἀτρείδαο : 11.269 ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα: 11.270 δριμύ. τό, τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι 11.271 Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι: 11.272 ὡς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρείδαο : 11.273 ἐς δίφρον δ' ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε. 11.274 νηυσὶν ἐπι γλαφυρῇσιν ἐλαύνειν. ἤχθετο γὰρ κῆρ. Scholia to Iliad 11.251-11.274 Main scholia On Iliad 11.252: νύξε δέ μιν κατα χειρα μέσην ἀγκῶν ἔνερθεν, ὅτι οὐ λέγει ὑποκάτω τοῦ ἀγκῶνος. ἀλλα κατα τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. καὶ ἐν τοῖς ἐπάνω Ἰφιδάμας δὲ κατα ζώνην θώρηκος ἔνερθεν ⁑ On Iliad 11.256: ἀλλ επόρουσε Κόωνι : ὅτι δια τοῦ ἀνεμοτρεφὲς βούλεται σημαίνειν τὸ εὔτονον: τὰ γὰρ ἐν ευηνέμῳ χωρίῳ φυόμενα. εὔτονα γίνεται: παλλόμενα καὶ κραδαινόμενα δι ὃ καὶ τὴν Ἀχιλλέως μελίαν Πηλίου ἐκ κορυφῆς λέγει τετμῆσθαι: οἱ δὲ ἀπέδωκαν ἀνεμοτρεφὲς τὸ κοῦφον καὶ εὐκίνητον. ἠ στερεον: τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα στερεά ⁑ On Iliad 11.257: ὅπατρον : ψιλωτέον οὐχ ὡς οἱόντε δια τὴν συγκοπὴν πολλὰ γὰρ φασὶ δια τὴν συγκοπὴν ψιλοῦσθαι: ἀπεδείξαμεν δὲ ἡμεῖς ἐν ετέροις ὡς καὶ δασύνεται ἑστήκαμεν γοὖν καὶ ἔσταμεν Ἡρακλέες Ἥρακλες τί οὖν ἐκώλυεν εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν τὸ κατα συγκοπὴν πάλιν δασύνεσθαι: ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ υ προ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι ὁππιπεύω ὀπή ὀπώρα : παρα τὸ έπω δασυνόμενον. ψιλούμενον ἐγένετο ὀπάων οὔτως οὖν ἔχει καὶ τὸ ὄπατρος προσέθηκα δὲ εἰ μὴ ἀναφορικὴ σημασία δια τὸ ὁποῖος ὅπως καὶ τὰ τοιαῦτα: ἀντιπίπτει δὲ τῷ προκειμένω κανόνι τὸ ὁπλῆ . καὶ τὸ ὅπλον καὶ τὰ ἀπο τούτων παρηγμένα ⁑ On Iliad 11.262: ἔνθ' Ἀντήνωρος υἷες ὑπ' Ἀτρείδη βασιλῆι ἀντὶ τοῦ ὑπ Ατρείδου βασιλέως πρὸς τὴν μετάληψιν τῆς πτώσεως ⁑ On Iliad 11.266: ὄφρά οἱ αἷμ' ἔτι: ὅτι τὴν ἐκ χειρὸς πληγὴν ὠτειλὴν λέγει παρα τὸ οὐτάσαι ⁑ On Iliad 11.268: ὀξεῖαι δ' ὀδύναι : ὡς γὰρ ὑπο κέντρων ἀλγοῦμεν ἀπὸ τῶν τοιούτων φλεγμονῶν κυριώτατα οὖν κεῖται τὸ ὀξεῖαι : καὶ ἔστι δυσμετάληπτον τὸ ὄνομα τοῖς πεπεισμένοις μόνοις δῆλον, πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα: τὸ ὀξύ τὸ δριμύ τὸ πικρόν . ἐπιτείνων τὰς ὀδύνας, δια δὲ τοῦ δῦνον. τὴν εἰς βάθος χωρήσασαν ἀλγηδόνα ἐσήμανεν ⁑ On Iliad 11.270: δριμὺ τότε προϊεῖσι: ὅτι ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυντικῶς Εἰλειθυίας λέγει: ἀριθμὸν δὲ αὐτῶν, οὐδὲ ὀνόματα παραδίδωσιν ὥσπερ οὐδὲ Μουσῶν . Εἰλεί:θυιαι δὲ Διὸς καὶ ΄Ηρας θυγατέρες τῶν τοκετῶν προϊστάμεναι ⁑ On Iliad 11.270: προϊεῖσι: ὡς τιθεῖσι : καὶ γὰρ ἐν ετέροις ὄπα λειριόεσσαν ϊεῖσι . ὁμοτονεῖν δὲ θέλει τὰ εἰς ι λήγοντα τοῦ ἐνεστῶτος ταῖς πληθυντικαῖς δοτικαῖς δοτικαῖς τῶν μετοχῶν ὁπότε καὶ ὁμοφωνοῦσιν ϊέντες ϊεντων ϊεῖσι : οὕτως οὖν καὶ τὸ ῥῆμα: μάχεται τὸ φασί ῥῆμα γὰρ ὀξύνεται μετοχὴ δὲ ὂν βαρύνεται ⁑ On Iliad 11.270: μογοστόκοι: Ἀρίσταρχος παροξύνει. δραστικὴ γάρ φησιν ἔννοια ἐστιν οὐ γὰρ αἱ Εἰλείθυαι πάσχουσιν ἵνα προπαροξύνωμεν. ἀλλ' ενεργοῦσι κατα τῶν τικτουσῶν: ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι. εἰ μὴ κανών τις κωλύοι: εἰσὶ γάρ τινες κανόνες καθ οὺς κὰν ἐνεργεια σημαίνηται. πάντως προπαροξύνεσθαι δεῖ. μάχεται μέντοι ἄντικρυς τὸ ὄρνυσθ' ἱππόδαμοι Τρῶες ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπίπτον κανόνι τῷ προπαροξύτόνοντι προπαροξυτωνήθη ⁑ Interlinear scholia On Iliad 11.268@ὀξεῖαι: δριμεῖαι σφοδραί On Iliad 11.270@προϊεῖσι: προπέμπουσι On Iliad 11.270@Εἰλείθυιαι: θέαι τῶν τικτουσῶν εφοροι On Iliad 11.272@δῦνον: ὑπεισῆλθον On Iliad 11.274@ἤχθετο: ελυπεῖτο εβαρεῖτο: On Iliad 11.275@διαπρύσιον: διαπορεύσιμον On Iliad 11.275@γεγωνώς: παρακελευόμενος ⁑ Interior scholia On Iliad 11.257: ὁμόπατρον συγκοπον Venetus A (Marciana 454 = 822), folio 143, recto Iliad 11.276-11.300 11.276 ὦ φίλοι: Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: 11.277 ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι 11.278 φύλοπιν ἀργαλέην. ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς 11.279 εἴασε Τρώεσσι πανημέριον πολεμίζειν: 11.280 ὡς ἔφαθ', ἡνίοχος δ' ΐμασεν καλλίτριχας ἵ̈ππους 11.281 νῆας ἐπὶ γλαφυρὰς, τὼ δ' οὐκ ἄκοντε πετέσθην: 11.282 άφρεον δὲ στήθεα: ῥαίνοντο δὲ, νέρθε κονίῃ. 11.283 τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες: 11.284 Ἕκτωρ δ' ὡς ἐνόησ' Ἀγαμέμνονα νόσφι κιόντα: 11.285 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας. 11.286 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ: 11.287 ἀνέρες ἔστε φίλοι: μνήσασθε δὲ θούριδος ἀλκῆς: 11.288 οἴχετ' ἀνὴρ ῾ὤριστος . ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκε 11.289 Ζεὺς Κρονίδης : ἀλλ`' ἰ̈θὺς ἐλαύνετε μώνυχας ἵ̈ππους 11.290 ἰ̈φθίμων Δαναῶν . ἵν' ὑπέρτερον εὖχος ἄρησθε: 11.291 ὡς εἰπὼν. ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου: 11.292 ὡς δ' ὅτε πού τις θηρητὴρ, κύνας ἀργιόδοντας 11.293 σεύῃ ἐπ' ἀγροτέρῳ συῒ καπρίῳ. ἠὲ λέοντι: 11.294 ὡς ἐπ' Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους 11.295 Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ : 11.296 αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων. ἐβεβήκει: 11.297 ἐν δ' ἔπεσ' ὑσμίνῃ. ὑπεραέϊ ἶ̈σος ἀέλλῃ: 11.298 ἥ, τε καθαλλομένη ἰ̈οειδέα πόντον ὀρίνει: 11.299 ἔνθα τίνα πρῶτον τίνα δ' ὕστατον ἐξενάριξεν. 11.300 Ἕκτωρ Πριαμίδης : βροτολοιγῷ ἶσος Ἄρηϊ : Scholia to Iliad 11.276-11.300 Main scholia On Iliad 11.287: ἀνέρες ἔστε φίλοι βραχὺ διασταλτέον ἐπὶ τὸ ἔσται οὐ γὰρ παρακελεύεται αὐτοῖς φίλοις ἀνδράσι γενέσθαι. ἀλλα προσφωνεῖ μὲν ὧ φίλοι κελεύει δὲ ἀνδρείους γίνεσθε ⁑ On Iliad 11.297: ἐν δ' ἔπεσ' ὑσμίνη ὑπεραέϊ ὅτι ἔν τισι γράφεται ὑπερ ούρεος ἶ̈σος ἀέλλη : τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέϊ σημαίνεται. ὅτ ἂν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή ταύτας δὲ ἡμεῖς καταιγίδας καλοῦμεν ἀπο τοῦ κάτω ἀΐσσειν ⁑ Interlinear scholia On Iliad 11.280@ί̈μασεν: ἐμάστιξεν On Iliad 11.281@νῆας-γλαφυρὰς: ἐπι τὰς κοίλας On Iliad 11.282@άφρεον: ί̈δρουν On Iliad 11.282@ῥαίνοντο: εκονιορτοῦντο On Iliad 11.293@ἀγροτέρῳ-συῒ: αγρίω χοίρω On Iliad 11.297@ὑπεραέϊ: ὑπερβάλλοντι τῷ πνοὴ On Iliad 11.298@καθαλλομένη: κατὰ πνεῦμα On Iliad 11.298@ἰ̈οειδέα: μέλανα δια τὸ βάθος Interior scholia On Iliad 11.290: Ἀρίσταρχος ὑπέρτεροι : Exterior scholia On Iliad 11.300: ὅ τε οἱ Ζεὺς κῦδος ἔδωκεν Venetus A (Marciana 454 = 822), folio 143, verso Iliad 11.301-11.325 11.301 ασαῖον μὲν πρῶτα: καὶ Αὐτόνοον : καὶ Ὀπίτην : 11.302 καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον . ἠδ' Ἀγέλαον : 11.303 Αίσυμνόν τ': Ὦρόν τε. καὶ Ἱππόνοον μενεχάρμην: 11.304 τοὺς ὰρ ὅ γ' ἡγεμόνας Δαναῶν ἕλεν: αὐτὰρ ἔπειτα 11.305 πληθὺν. ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ 11.306 ἀργεστᾶο Νότοιο . βαθείῃ λαίλαπι τύπτων: 11.307 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται. ὑψόσε δ' ἄχνη 11.308 σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰ̈ωῆς: 11.309 ὡς ἄρα πυκνὰ καρήαθ' ὑφ' Ἕκτορι δάμνατο λαῶν: 11.310 ἔνθά κε λοιγὸς ἔην: καὶ ἀμήχανα ἔργα γένοντο. 11.311 καὶ νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοὶ . 11.312 εἰ μὴ Τυδείδη Διομήδεϊ κέκλετ' Ὀδυσσεύς : 11.313 Τυδειδη . τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς: 11.314 ἀλλ' ἄγε δεῦρο πέπον παρ' ὲμ' ἵ̈στασο: δὴ γὰρ ἔλεγχος 11.315 ἔσσεται. εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ : 11.316 τὸν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης 11.317 ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι: ἀλλὰ μίνυνθα 11.318 ἡμέων ἔσσεται ῆδος: ἐπεὶ νεφεληγερέτα Ζεὺς 11.319 Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν: 11.320 ῆ καὶ Θυμβραῖον μὲν ἀφ' ἵππων ῶσε χαμᾶζε 11.321 δουρὶ βαλὼν κατα μαζὸν ἀριστερὸν: αὐτὰρ Ὀδυσσεὺς 11.322 ἀντίθεον θεράποντα Μολί̄ονα τοῖο ἄνακτος: 11.323 τοὺς μὲν ἔπειτ' εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν: 11.324 τὼ δ' ἀν ὅμιλον ἰ̈όντε κυδοίμεον; ὡς ὅτε κάπρω 11.325 ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον. Scholia to Iliad 11.301-11.325 Interlinear scholia On Iliad 11.306@ἀργεστᾶο-Νότοιο: τοῦ Λευκονότου On Iliad 11.307@τρόφι-κῦμα: εὐτραφες εὐπαγες On Iliad 11.307@ἄχνη: ὁ άφρος On Iliad 11.308@πολυπλάγκτοιο: πολυπλανήτου On Iliad 11.308@ἰ̈ωῆς: πνοῆς On Iliad 11.317@μίνυνθα: επ ολίγον χρόνον On Iliad 11.324@κυδοίμεον: εθορύβουν ἐτάρασσον Intermarginal scholia On Iliad 11.319: ὅτι ἀντι τοῦ βούλεται : On Iliad 11.325: διχῶς θηρητήρσι καὶ θηρευτῇσι ⁑ Venetus A (Marciana 454 = 822), folio 144, recto Iliad 11.326-11.350 11.326 ὡς ὄλεκον Τρῶας παλινορμένω: αὐτὰρ Ἀχαιοὶ 11.327 ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον: 11.328 ἔνθ' ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω. 11.329 υἷε δύω Μέροπος Περκωσίου . ὃς περὶ πάντων 11.330 ᾔδεε μαντοσύνας. οὐδ' ἑοὺς παῖδας ἔασκε 11.331 στείχειν ἐς πόλεμον φθισήνορα: τὼ δέ οἱ οὔ τι 11.332 πειθέσθην: κῆρες γὰρ ἄγον μέλανος θανάτοιο: 11.333 τοὺς μὲν Τυδείδης δουρὶ, κλυτὸς Διομήδης 11.334 θυμοῦ καὶ ψυχῆς κεκαδὼν, κλυτὰ τεύχ' ἀπηύρα: 11.335 Ἱ̈ππόδαμόν δ' Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν: 11.336 ἔνθά σφιν κατὰ ῗσα μάχην ἐτάνυσσε Κρονίων 11.337 ἐξ Ί̈δης καθορῶν τοὶ δ`' ἀλλήλους ἐνάριζον: 11.338 ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ 11.339 Παιονίδην ἥρωα: κατ' ἰσχίον: οὐ γάρ οἱ ἵπποι 11.340 ἐγγὺς ἔσαν προφυγεῖν: αάσατο δὲ μέγα θυμῷ: 11.341 τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ' έχεν: αὐτὰρ ὃ πεζὸς 11.342 θῦνε δια προμάχων: είως φίλον ὤλεσε θυμόν: 11.343 Ἕκτωρ δ' ὀξὺ νόησε κατὰ στίχας. ὦρτο δ' ἐπ' αυτοὺς 11.344 κεκληγὼς: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες: 11.345 τὸν δὲ ἰ̈δὼν ῥίγησε βοὴ΄ν ἀγαθὸς Διομήδης : 11.346 αῖψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα: 11.347 νῶϊν δὴ τόδε πῆμα κυλίνδεται. όβριμος Ἕκτωρ : 11.348 ἀλλ' ἄγε δὴ στέωμεν. καὶ ἀλεξώμεσθα μένοντες: 11.349 ῆ ῥα. καὶ ἀμπεπαλὼν. προΐει δολιχόσκιον ἔγχος: 11.350 καὶ βάλεν: οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλῇφι Scholia to Iliad 11.326-11.350 Main scholia On Iliad 11.326: παλινορμένω: Τυραννίων : Τυραννίων δύο ποιεῖ ὁ δε Ἑρμ̇̇απίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος : εἴρηται δὲ περι τῆς συνθέσεως τοῦ πάλιν ὡς προς τὰς μετοχὰς ἐν τῇ α ὅτε περι τοῦ πλαγχθέντας διελαμβάνομεν ⁑ On Iliad 11.327: ἀσπασίως φεύγοντες ἀνέπνεον ⁑ οὐ χρὴ ὑπειδομένους τὸ ἀπεμφαῖνον: πῶς γὰρ ἀνέπνεον Ἕκτορα διαστέλλειν ἐπι τὸ ἀνέπνεον , ἐπεὶ καὶ συναπτόντων ἡμῶν νοεῖται τὸ ὑπερβατὸν φεύγοντες Ἕκτορα ⁑ Interlinear scholia On Iliad 11.326@παλινορμένω: ἐκ τῆς φυγῆς ἐπιστραφέντες On Iliad 11.327@ἀσπασίως: ασμένως On Iliad 11.331@στείχειν: παραγίνεσθαι On Iliad 11.332@κῆρες-ἄγον: ϊσχυρώτέρα γὰρ ἡ μοίρα τῆς μαντικῆς On Iliad 11.333@κλυτὸς: ει On Iliad 11.334@κεκαδὼν: ετερήσας χωρησας Intermarginal scholia On Iliad 11.348: Ζηνόδοτος δυϊκῶς μένοντε Venetus A (Marciana 454 = 822), folio 144, verso Iliad 11.351-11.375 11.351 ἄκρην κακ κόρυθα: πλάγχθη δ' ἀπο χαλκόφι χαλκός: 11.352 οὐδ' ἵ̈κετο χρόα καλὸν. ἐρύκακε γὰρ τρυφάλεια 11.353 τρίπτυχος. αὐλῶπις. τήν οἱ πόρε Φοῖβος Ἀπόλλων : 11.354 Ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε. μίκτο δ' ὁμίλῳ. 11.355 στῆ δὲ γνὺξ ἐριπὼν. καὶ ἐρείσατο χειρὶ παχείῃ 11.356 γαίης. ἀμφὶ δὲ ὄσσε κελαινὴ, νὺξ ἐκάλυψεν: 11.357 ὄφρα δὲ Τυδείδης μετα δούρατος ᾤχετ' ἐρωὴν 11.358 τῆλε δια προμάχων, ὅθι οἱ κατα εἴσατο γαίης: 11.359 τόφρ' Ἕκτωρ ἄμπνυτο: καὶ ὰψ ἐς δίφρον ὀρούσας 11.360 ἐξέλασ' ἐς πληθὺν. καὶ ἀλεύατο κῆρα μέλαιναν: 11.361 δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης . 11.362 ἐξ αῦ, νῦν, ἔφυγες θάνατον κύον: ῆ τέ τοι ἄγχι 11.363 ἦλθε κακὸν: νῦν αὖτέ σ' ἐρύσατο Φοῖβος Ἀπόλλων : 11.364 ᾧ μέλλεις εὔχεσθαι. ἰ̈ὼν ἐς δοῦπον ἀκόντων: 11.365 ῆ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας 11.366 εἴ που τις καὶ ἐμοί γε θεῶν ἐπιτάρροθός ἐστι. 11.367 νῦν, αὖ, τοὺς ἄλλους ἐπιείσομαι: ὅν κε κιχείω: 11.368 ῆ καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν: 11.369 αὐτὰρ Ἀλέξανδρος . Ἑλένης πόσις ἠϋκόμοιο 11.370 Τυδείδῃ ἐπι τόξα τιταίνετο ποιμένι λαῶν. 11.371 στήλῃ κεκλιμένος. ἀνδροκμήτῳ ἐπι τύμβῳ 11.372 Ί̈λου Δαρδανίδαο παλαιοῦ δημογέροντος: 11.373 ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰ̈φθίμοιο 11.374 αἴνυτ' ἀπὸ στήθεσφι παναίολον: ἀσπίδα τ' ὤμων. 11.375 καὶ κόρυθα βριαρὴν: ὁ δὲ τόξου πῆχυν ἀνεῖλκεν. Scholia to Iliad 11.351-11.375 Main scholia On Iliad 11.353: αὐλῶπις: ἡ τὸν ἐπ αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα. ἠ αὐλοὺς ἔχουσα εἰς οὗς οἱ λόφοι κατακλείονται: αὐλοι δέ εἰσι περόναι: On Iliad 11.355: στῆ δὲ γνὺξ ἐριπὼν: ὡς φιλοψευδὴς ὁ τυφλὸς ὅτι καὶ ἄπιστα ψεύδεται: πρῶτον μὲν γὰρ οὐκ ετρώθη ὁ Ἕκτωρ ὡς αὐτός φησιν εἶτα δὲ καὶ τὸ ἀναδραμεῖν πολὺ ἐρρωμένου τινός ἐστιν πῶς οὖν καὶ ἔπεσεν ἐπι γούνατα καὶ ἀπέθανε μικροῦ δ' ἤν ⁑ On Iliad 11.356: γαίης ἀμφι δε ὅσσε ὁ ὁβελὸς καὶ ὁ ἀστερίσκος ὅτι ἐν ἄλλῳ τόπῳ ορθῶς κεῖται. οὐ γέγονε γὰρ σφοδρὰ πληγή ὡς ἐπ Αἴαντος οὐ θλάσσε δέ οἱ κοτύλην πῶς οὖν ἐσκοτώθη ⁑ On Iliad 11.365: ‡ ἡ θήν σ' ἐξανύω γε τὸ ἀνύω φυλακτέον ἐπι τοῦ αὐτοῦ τόνου λέγω δὲ τοῦ βαρέος ἐνεστὼς γάρ ἐστιν ἀντι μέλλοντος: τὸ δὲ ἑξῆς ἑστι κατεργάσομαι δῆσαι καὶ ἀνελῶ καὶ τέλος τῇ πράξει ἐπιθήσω ἐξ ὑστέρου ἀπαντήσας ⁑ On Iliad 11.368: ῆ καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριξεν: ὅτι Ζηνόδοτος γράφει ἐξενάριξεν συντελικῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν. ἐπιφέρει γοὖν, ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο δια τοῦ ζ οὖν γραπτέον παρατατικῶς σκυλεύοντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλέξανδρος ⁑ On Iliad 11.371: ἀνδροκμητω, ἤτοι ἐν ᾦ ἀνὴρ κάμνων τουτ έστιν ἀποθανὼν κεῖται ἢ ὑπο ανδρὸς κατεσκευασμένω, ἢ ἐπι ἀνδρὶ κεκμηότι καὶ τεθνεῶτι κατεσσκευασμένω ⁑ On Iliad 11.375: ὁ δὲ τόξου πῆυν : τὸ τόξον περιφραστικῶς: τὸ γὰρ όλον τόξον ἐκ δύο κεράτων σύγκειται ῶν ἑκατόν πηχυ καλεῖται: μετεχειρίζετο οὖν φησὶ τὸ τόξον ⁑ Interlinear scholia On Iliad 11.351@πλάγχθη: απεκρούσθη τὸ δόρυ On Iliad 11.355@παχείῃ: ϊσχυρα On Iliad 11.358@τῆλε: πόρρωθεν On Iliad 11.358@κατα-γαίης: κατεφάνη ἡ κατηνέχθη: On Iliad 11.359@ἄμπνυτο: ἀνεσωφρονίσθη On Iliad 11.362@κύον: αναιδέστατε On Iliad 11.364@δοῦπον: τὴν μάχην On Iliad 11.365@ῆ-σ': πάνυ δή σε On Iliad 11.367@ἐπιείσομαι: ἐπελεύσομαι On Iliad 11.370@τιταίνετο: έτεινεν: On Iliad 11.374@αἴνυτ': αφῃρεῖτο On Iliad 11.375@βριαρὴν: ϊσχυράν Intermarginal scholia On Iliad 11.354: θέλει λέγειν ὅτι ἀπο τοῦ δέους μέγα ἥλατο ⁑ On Iliad 11.356: προηθέτει Ἀριστοφάνης Ζηνόδοτος δε οὐδε ἔγραφεν ⁑ On Iliad 11.368: Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν : On Iliad 11.371: τὴν ἐπι τοῦ τάφου στήλην προβεβλημένος ἀντι τοῦ ασπίδος ὁ δειλὸς καὶ γυναικομανής Interior scholia On Iliad 11.366: ἐν ἄλλω ἐπιτάρροθος εἴη ⁑ Venetus A (Marciana 454 = 822), folio 145, recto Iliad 11.376-11.400 11.376 καὶ βάλεν: οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρὸς. 11.377 ταρσὸν δεξιτεροῖο ποδός. διὰ δ' ἀμπερὲς ἰ̈ὸς 11.378 ἐν γαίῃ κατέπηκτο: ὁ δὲ μάλα ἡδὺ γελάσσας: 11.379 ἐκ λόχου ἀμπήδησε. καὶ εὐχόμενος ἔπος ηύδα: 11.380 βέβληαι : οὐδ' άλιον βέλος ἔκφυγεν: ὡς ὄφελόν τοι 11.381 νείατον ἐς κενεῶνα βαλὼν. ἐκ θυμὸν ἑλέσθαι. 11.382 οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος. 11.383 οἵ τέ σε πεφρίκασι. λέονθ' ὡς μηκάδες αἶγες: 11.384 τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης : 11.385 τοξότα λωβητὴρ, κέρᾳ ἀγλαὲ, παρθενοπῖπα. 11.386 εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείεις : 11.387 οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ϊοί: 11.388 νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς. εὔχεαι αύτως. 11.389 οὐκ ἀλέγω. ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων. 11.390 κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο: 11.391 ῆ τ' ἄλλως ὑπ εμεῖο καὶ εἴ κ' ὀλίγον περ ἐπαύρῃ. 11.392 ὀξὺ βέλος πέλεται: καὶ ἀκήριον αῖψα τίθησι: 11.393 τοῦ δὲ γυναικὸς μέν τ' ἀμφίδρυφοί εἰσι παρειαὶ, 11.394 παῖδες δ' ὀρφανικοί: ὁ δέ θ' αἵματι γαῖαν ἐρεύθων 11.395 πύθεται. οἰωνοὶ δὲ περὶ, πλέες ἠὲ γυναῖκες: 11.396 ὣς φάτο. τοῦ δ' Ὀδυσεὺς δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν. 11.397 έστη πρόσθ': ὁ δ' ὄπισθε καθεζόμενος: βέλος ὠκὺ 11.398 ἐκ ποδὸς εἷλκ': ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή: 11.399 ἐς δίφρον δ' ἀνόρουσε: καὶ ἡνιόχῳ ἐπέτελλε 11.400 νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαυνέμεν. ἤχθετο γὰρ κῆρ: Scholia to Iliad 11.376-11.400 Main scholia On Iliad 11.383: οἵ τε σε πεφρίκασι: τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰκάζει οὐκ αναγκαῖον δὲ ἀντιδιαστέλλειν ὡς οἵεται Ἀλεξίων δύναται γὰρ καὶ ἀπόλυτος εἶναι: On Iliad 11.383: μηκάδες: ἐπιθετικῶς αἱ αἶγες, ἀπο τοῦ ἰδιώματος τῆς φωνῆς μῆκα γὰρ καλεῖται ἡ τῆς αιγὸς φωνή On Iliad 11.385: τοξότα λωβητήρ, καί ῤα : ὅτι καί ρα οὐ τῇ τριχῇ ψιλῶς, ἀλλ ἐμπλοκῆς τί γενος εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι: Σώφρων κορώνας ἀνδούμενοι . καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο, καὶ παρ' Ὁμήρῳ , λοχμοί θ' οἳ χρυσῷ τὲ καὶ ἀργύρῳ ἔνιοι δέ τῷ τόξω, ἀγαλλόμενε, προ εἴρηκε δὲ τοξότα λωβητήρ : On Iliad 11.385: κέρᾳ αγλαέ: σὺν τῷ ϊ ἔγραψαν τινὲς τὸ κέρᾳ ἵνα ᾖ δοτικῇ ὁμοίως τῷ δ' ἔπα μελιηδέος οἴνου , καὶ γήρᾳ ὑπο λιπαρῷ οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις ὡς καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ συνέστειλαν πληθυντικὸν ἐκδεχόμενοι, οὐδέτερον, ὁμοίως τῷ κρέᾳ ἔδμεναι . ἐξεδέξαντο τὲ ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εῖδος, οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυντικὸν ἐκδεχόμενοι τιθέντες δὲ τὴν λέξιν. ἐπι τοῦ τόξου ὥστε εἶναι κατα κέρας συναλιφὴν ἐκδεχόμενοι τοῦ κέραα . περι δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλῳται ἡμῖν ὁπότε διελάβομεν, περι τοῦ κέρᾳ ἐκ κεφαλῆς τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπι τοῦ νοητοῦ ὡς ὅτι σπάνιον ἐστιν ἐπ ανθρωπίνης φύσεως, παρα τῷ ποιητῇ τὸ κέρας ἐπι τριχὸς τάσσεσθαι: κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκαμους καὶ ἑθείρας , τὸ δε παρθενοπῖπα τινὲς παρθενοπία , παρθένοις ἐοικώς ⁑ On Iliad 11.385: περι δε τῶν διαστολῶν, εἴρηται πολλοῖς ὄτι εἰσὶν ἀμφίβολοι. ἢ γὰρ καθ εαυτὸ ἕκαστον μόνου τοῦ κέρᾳ προσδιδομένου, ἢ τοῖς ἡγουμένοις, ἢ τοῖς ἐπομένοις, ἠ κατα δύο καὶ ἐναλὰξ τὰ μὲν καθ ἕν τὰ δὲ κατα δύο ⁑ On Iliad 11.390: κωφὸν γὰρ βέλος ὅτι κατα μεταφορὰν ἀπο τοῦ κατα τὴν ἀκοὴν ἐπι τὸ κατα τὴν ἀφὴν κωφὸν τὸ ἀνεπαίσθητον ⁑ On Iliad 11.395: οἱωνοὶ δὲ περὶ πλέες: Τυραννίων περι πλέες συνθέτως ἀνέγνω τὴν ρι συλλαβην ὀξύνων: ὁ δὲ Ἀσκαλωνίτης κατα παράθεσιν λέγων λείπειν τὴν αὐτὸν ἵνα ᾖ περὶ αὐτὸν πλέες : οὕτως δὲ καὶ Ἀλεξίων λόγῳ τούτῳ ὅτι καὶ κατ ιδίαν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες . καὶ τὰ ἀπ αυτοῦ κινήματα τόσσον ἐγώ φημι πλέας ἔμμεναι , οὐ γὰρ πολλούς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ πλέονες κεν μνηστῆρες συγκοπή. ἔστιν ἡ πλέες φωνή μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου πλέονες δοθήσεται. μηδὲ τὸ ἀπ αυτοῦ συγκεκομμένον ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν λειπούσης τῆς αὐτόν ⁑ On Iliad 11.397: ἔστη πρόσθ' ὅ δ' ὅπισθε καθεζόμενος: βραχὺ διασταλτέον ἐπι το καθεζόμενος προς τὸ σαφέστερον ⁑ Interlinear scholia On Iliad 11.377@ταρσὸν: τὸ πλατὺ τοῦ ποδὸς On Iliad 11.377@διὰ-ἀμπερὲς: δι όλου On Iliad 11.383@πεφρίκασι: φοβοῦνται On Iliad 11.383@μηκάδες: μηκητικαι On Iliad 11.385@τοξότα-λωβητὴρ: διὰ τόξων λοβώμενε καὶ βλάπτων: ἐξ οῦ δειλέ: On Iliad 11.388@ἐπιγράψας: ἐπιξέσας ἁπλῶς On Iliad 11.391@ἄλλως: εικῇ καὶ ὡς έτυχε: On Iliad 11.391@ἐπαύρῃ: εφάψηται On Iliad 11.395@πύ̄θεται: σήπεται On Iliad 11.395@περὶ-πλέες: περι αυτὸν πλείονες On Iliad 11.397@καθεζόμενος: αντι τοῦ κύψας Intermarginal scholia On Iliad 11.387: αντι οῦ χραίσμοι ⁑ On Iliad 11.395: λείπει ἡ αὐτον ἵν ἣ περι αὐτὸν πλέες ⁑ Interior scholia On Iliad 11.391: αντι τοῦ ἀλλῶς ὑπ εμεῖο πέμπεται On Iliad 11.395: λείπει ἡ αὐτον ἵν ἧ περι αυτὸν πλέες Venetus A (Marciana 454 = 822), folio 145, verso Iliad 11.401-11.425 11.401 οἰώθη δ' Ὀδυσεὺς δουρὶ κλυτὸς: οὐδέ τις αὐτῷ 11.402 Ἀργείων παρέμεινεν. ἐπεὶ φόβος ἔλλαβε πάντας. 11.403 ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 11.404 ᾤ μοι ἐγὼ. τί πάθω. μέγα μὲν κακὸν αί κε φέβωμαι 11.405 πληθὺν, ταρβήσας. τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω 11.406 μοῦνος. τοὺς δ' ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων . 11.407 ἀλλὰ τί η μοι ταῦτα φίλος διελέξατο θυμός: 11.408 οἶδα γὰρ ὅττι κακοὶ μέν. ἀποίχονται πολέμοιο: 11.409 ὃς δέ κ' ἀριστεύῃσι μάχῃ ἔνι: τόν δὲ μάλα χρεὼ 11.410 ἑστάμεναι κρατερῶς. ἤ τ' έβλητ'. ἤ τ' ἔβαλ' ἄλλον: 11.411 ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 11.412 τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων: 11.413 ἔλσαν δ' ἐν μέσσοισι: μετὰ σφίσι πῆμα τιθέντες: 11.414 ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ 11.415 σεύωνται. ὁ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο 11.416 θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν: 11.417 ἀμφί τε ἀΐσσονται: ὑπαὶ δέ τε κόμπος ὀδόντων 11.418 γίγνεται: οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα: 11.419 ὥς ρα τότ' ἀμφ' Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο 11.420 Τρῶες . ὁ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην 11.421 οὔτασεν ὦμον. ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί: 11.422 αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξεν: 11.423 Χερσιδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα 11.424 δουρὶ κατα πρότμησιν. ὑπ' ἀσπίδος ὀμφαλοέσσης. 11.425 νύξεν: ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ: Scholia to Iliad 11.401-11.425 Main scholia On Iliad 11.409: ‡ ὃς δέ κ' ἀριστεύῃσι. ὅτι περισσὸς ὁ καὶ ἀμφίβολος δὲ ἡ στιγμη, ἤτοι γὰρ ἐπι τὸ ἀριστεύῃσι ἢ ἐπι τὴν πρόθεσιν καὶ ἐὰν μὲν τὸ πρότερον τὸ ἀριστευῃσι ληψώμεθα ἀντι τοῦ ἄριστος ᾖ . οἶον ἄξιον τὸν ἐν εἰρηνῃ τιμώμενον ἀνδραγαθεῖν ἐν πολέμῳ: τὸ δὲ δεύτερον. ἐπεὶ τὸν ἐπαγγελλόμενον κατα μάχην ἄριστον εἶναι. ἑστάναι δεῖ καὶ τὸν κίνδυνον ὑπομένειν ⁑ On Iliad 11.409: τόν δε μάλα χρεω, Ἀλεξίων τόνδε ἓν μέρος λόγου ἐκδέχεται καὶ παροξύνει ἵνα ἰσοδυναμῇ, ἀναφορικῇ τῇ τούτων Τυραννίων δὲ δύο μέρη λόγου ποιεῖ ἵνα ᾖ τοῦτον δὲ κατὰ ἀναφορὰν ὁμοίως, ἔφαμεν δὲ ὅτι παρα τῷ ποιητῇ, ἡ δια τοῦ δὲ ἐπι ταύτης τῆς ἀντωνυμίας. ἐπέκτασις. σπανίως μὲν εὑρέθη, ἐπ αναφορᾶς, ὁπότε διελαμβάνομεν, περι τούτους δὲ ἀ φθινύθειν , ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι δια το ἤδη πεπεῖσθαι τὴν παράδοσιν: βεβαιοτέρα μέντοι ἐστιν ἡ τοῦ Τυραννίωνος , ἀνάγνωσις, οὐδὲν γὰρ ἐναντιοῦται ⁑ On Iliad 11.410: ἑστάμεναι κρατερῶς, ἥτοι συναπτέον ὅλον τὸν στίχον, βραχὺ διασταλτέον παντελῶς ἐπι τὸ κρατερῶς καὶ ἐπι τὸ ἔβλητο ἵνα ὁ ᾗ σύνδεσμος κέηται, ἀντι συναπτικοῦ : ὁ δὲ λόγος. ἑστάναι δεῖ. εἴτε ἐβλήθη εἴτε ἔβαλλεν ἄλλον οἶον εἴτε βληθείη εἴτε βάλλοι τινά: ἢ στικτέον ἐπι τὸ κρατερῶς ὃ καὶ βελτιον ἔσονται γὰρ διαζευκτικοὶ οἱ σύνδεσμοι. ὁ δὲ λόγος, ὶσχυρως ἑστάναι δεῖ, ἠ γὰρ ἐβλήθη ἢ ἔβαλεν ἄλλον ⁑ On Iliad 11.413: ἔλσαν δ' ἐν μέσσοισι, ψιλωτέον τὸ ἔλσαν ὅτι Αἰολικωτέρα ἡ κλίσις. τὸ δὲ ἑξῆς ἐστιν ἐν μέσοις αὐτοῖς συνέκλεισαν τὸν Ὀδυσσέα ⁑ On Iliad 11.413: μετα σφίσι, ὀρθοτονητέον, εἰς σύνθετον γὰρ ἡ μετάληψις, καὶ κατέχεται ὑπὸ τῆς προθέσεως ⁑ On Iliad 11.421: οὔτασεν ὦμον: ὑπερθεν ἑπαλμενος : καὶ ἐνθάδε διασταλτέον πρὸς τὸ σαφέστερον , ἀμφίβολον δὲ καὶ τὸ ἑξῆς. ἤτοι γὰρ μετάλμενος ὀξέϊ δουρί οἶον σὺν τῷ δόρατι ἐφαλλόμενος ὡς εκεῖ καὶ αὐτο φαρεῖ ἀναΐξας λαβε δίσκον , ἢ καὶ ὑπερβατὸν οὔτασεν ὀξέϊ δουρὶ. καθ ὃ διαστελοῦμεν βραχὺ επι τὸ μετάλμενος ⁑ On Iliad 11.422: αὐτὰρ ἔπειτα Θόωνα . καὶ Ἔννομον , ὅτι οὗτος ὁ Ἔννομος ὁμώνυμος ἐστι τῷ ἐν τῷ δια κόσμῳ, Μυσῶν δὲ Χρόμις ῆρχε καὶ Ἔννομος ⁑ On Iliad 11.424: πρότμησιν: Διονύσιος ὁ Θρᾷξ τὴν ὀσφῦν Φιλότιμος ϊατρὸς τὸν τραχηλον Ἀρίσταρχος τὸ ἀπο τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ τὸ ἴτρον : Παρμενίσκος δὲ τὸν ὀμφαλὸν . δια τὸ τοῦτον πρῶτον ἐκτέμνεσθαι γενωμένου τοῦ βλέφους : ἠ ὅτι κατ αὐτὸν εἰς δύο τέμνεται ἴσα ὁ ἄνθρωπος ‡ Interlinear scholia On Iliad 11.401@οἰώθη: ἐμονώθη On Iliad 11.404@φέβωμαι: ὅτι αντι φύγω On Iliad 11.405@ἁλώω: λειφθῶ συσχεθῶ: On Iliad 11.409@μάχῃ-ἔνι: ἀντὶ τοῦ ἐν μάχῃ On Iliad 11.416@θήγων: ακονῶν On Iliad 11.416@γναμπτῇσι: επικαμπέσι On Iliad 11.417@ἀμφί-ἀΐσσονται: επ αυτὸν δὲ ὁρμῶσι On Iliad 11.418@ἄφαρ: ταχέως On Iliad 11.425@ἀγοστῷ: τῷ αγκῶν: Intermarginal scholia On Iliad 11.402: ὅτι νῦν φανερῶς φοβος ἡ φυγη On Iliad 11.405: ὅτι ἔξωθεν ἡ εἶς πρόθεσις εἰς πληθύν On Iliad 11.413: βραχὺ διασταλτέον ἐπι τὸ σφίσι , On Iliad 11.421: γράφεται ὕπερθε μετάλμενος ⁑ On Iliad 11.423: γράφεται καὶ ἀί̈σσοντα On Iliad 11.424: οὕτως Ἀρισταρχος δουρὶ κατα πρότμηστιν ⁑ Interior scholia On Iliad 11.421: γράφεται χαλκῷ Exterior scholia On Iliad 11.418: ρ εoντα Venetus A (Marciana 454 = 822), folio 146, recto Iliad 11.426-11.450 11.426 τοὺς μὲν ἔασ' : ὁ δ' ὰρ Ἱππασίδην Χάροπ' οὔτασε δουρὶ. 11.427 αὐτοκασίγνητον εὐηγενέος Σώκοιο : 11.428 τῷ δ' ἐπαλεξήσων Σῶκος κίεν ἰ̈σόθεος φώς: 11.429 στῆ δὲ μάλ' ἐγγὺς ἰ̈ών: καί μιν πρὸς μῦθον έειπεν: 11.430 ὦ Ὀδυσεῦ πολύαινε. δόλων ᾶτ' ἠδὲ πόνοιο: 11.431 σήμερον ἠ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι : 11.432 τοιῶδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας. 11.433 ῆ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς. ἀπὸ θυμὸν ὀλέσσῃς: 11.434 ὡς εἰπὼν. οὔτησε κατ' ἀσπίδα πάντοσε, ΐσην: 11.435 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος 11.436 καὶ δια θώρηκος πολυδαιδάλου ἠρήρειστο 11.437 πάντα δ' ἀπὸ πλευρῶν χρόα; ἔργαθεν. οὐδ έτ' έασσε 11.438 Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός: 11.439 γνῶ δ' Ὀδυσεὺς , ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν 11.440 ὰψ δ' ἀναχωρήσας. Σῶκον πρὸς μῦθον έειπεν: 11.441 ᾶ δείλ': ῆ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος: 11.442 ἤτοι μέν ἒμ' ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι: 11.443 σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν 11.444 ἤματι τῷδ' έσσεσθαι: ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα: 11.445 εὖχος ἐμοὶ δώσειν: ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ: 11.446 ῆ: καὶ ὁ μὲν φύγαδ' αὖτις ὑποστρέψας ἐβεβήκει: 11.447 τῷ δὲ μεταστρεφθέντι: μεταφρένῳ ἐν δόρυ πῆξεν. 11.448 ὤμων μεσσηγὺς. διὰ δὲ στήθεσφιν ἔλασσε. 11.449 δούπησεν δὲ πεσὼν. ὁ δ' ἐπεύξατο δῖος Ὀδυσσεύς : 11.450 ὦ Σῶχ' Ἱππάσου υἱὲ δαΐφρονος: ἱπποδάμοιο. Scholia to Iliad 11.426-11.450 Main scholia On Iliad 11.430: ‡ ὦ Ὀδυσεῦ πολύαινε: ὅτι ἐμφαίνει τὸν Ὀδυσσέα ἐξ ἱστορίας παρειληφῶς δόλιον καὶ ἐπι τοῦτο διαβεβλημένον ⁑ On Iliad 11.432: τοιῶδ' ἄνδρε: ὅτι ἀκαίρως προς ἔρριπται τὸ ἡμιστίχιον οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν. ἔφαμεν δὲ τὴν δια τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι εἰ ἔχοι προ τέλους φύσει μακράν: δι ὃ σημειούμεθα τὸ τώδε δ' ἐνόει παροξυνόμενον ⁑ On Iliad 11.437: πάντα δ' ἀπο πλευρῶν. ὅτι χροὸς αἱ Ἀριστάρχου Ζηνοδότειος δέ ἐστιν ἡ χρόα στικτέον δὲ ἐπι το ἔργαθεν τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ διελθῶν τὴν πανοπλίαν ὅλον τὸν επι ταῖς πλευραῖς χρώτα ἐχώρισεν αὐτῷ οἷον διέστασε τὰς σάρκας ἀπο τῶν οστῶν οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ , κατα βαθος ἐλθεῖν. ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι ⁑ On Iliad 11.439: γνῶ δ' Ὁδυσεὺς : αἱ Ἀριστάρχου οὕτως τέλος , καὶ σχεδὸν ἅπασαι ἔγνω, ὅτι οὐ κατα καίριον τέλος ἦλθεν ἡ πληγῆ οὐκ εις καίριον τόπον ἐτελεύτα Ζηνόδοτος δὲ γράφει βελος κακῶς. οὐ βέβληται δὲ, ἀλλ εκ χειρὸς πεπληγε λέγει δὲ τέλος τὸ τῆς ζωῆς ⁑ On Iliad 11.441: ἁ δειλ'. ῆ μάλλα δη σε: ἐπεὶ μετὰ τὰς προσαγορευτικὰς ἀνάγκη στίζειν ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετα τὴν δευτέραν λέξιν οὐκ έστι δὲ πλήρης. ἀλλὰ συνείληπται. οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν. βαρβαρισμὸς γίνεται εἴτε ὀξύνοιμεν εἴτε περισπάσοιμεν ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν ᾶ δειλὲ δει ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ: οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους ὡς Δίδυμος μαρτυρεῖ: τὸ μὲν γὰρ μέτρον οὐκ ὰν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος ἐπεὶ ὅτ ἂν δέῃ ὑγιὲς αὐτὸ παριστάναι πάλιν ἀφαιρεθήσεται ὡς βουκόλε ἐπεὶ οὔτε κακῷ ῆ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω οὕτως δὲ καὶ ἐν τοῖς ἑξῆς ᾶ δειλὲ οὐ μὲν συ γε ⁑ On Iliad 11.446: φύγαδε ὡς οἵκαδε ἰσοδυναμεῖ δὲ τὸ εἰς φυγὴν οὐ μὴν τῷ τοὺς ἕλε. οἱ δ' ἄλλοι φυγαδε μνώοντο ἀντι γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εις δι' ὃ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν: οὕτως Ἡρῳδιανὸς ἐν τῇ ⁑ On Iliad 11.445: κλυτοπώλῳ: τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι ὅτι οὐδεῖς τὸν θάνατον διαφυγεῖν δύναται ‡ Interlinear scholia On Iliad 11.426@Χάροπ': α On Iliad 11.430@πολύαινε: πολλαχῶς κακῶς νομισθείς Intermarginal scholia On Iliad 11.427: ἐκ τριῶν μερῶν τοῦ λόγου ὁλος ὁ στίχος Interior scholia On Iliad 11.431: γράφεται Ἱππασιδήϊν Exterior scholia On Iliad 11.439: βέλος Venetus A (Marciana 454 = 822), folio 146, verso Iliad 11.451-11.475 11.451 φθῆ σε τέλος θανάτοιο κιχήμενον: οὐδ' ὑπάλυξας: 11.452 ᾶ δείλ'. οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ 11.453 ὄσσε καθαιρήσουσι θανόντί περ: ἂλλ' οἰωνοὶ 11.454 ὠμησταὶ ἐρύουσι. περὶ πτερὰ πυκνὰ βαλόντες: 11.455 αὐτὰρ ἐπεί κε θάνω: κτεριοῦσί με δῖοι Ἀχαιοί : 11.456 ὡς εἰπὼν. Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος 11.457 ἔξω τε χροὸς εἷλκε καὶ ἀσπιδος ὀμφαλοέσσης: 11.458 αἷμα δέ οι σπασθέντος ἀνέσσυτο. κῆδε δὲ θυμόν: 11.459 Τρῶες δὲ μεγάθυμοι ὅπως ἴ̈δον αἷμ' Ὀδυσῆος . 11.460 κεκλόμενοι κα'θ ὅμιλον. ἐπ' αὐτῷ πάντες ἔβησαν: 11.461 αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο: αῦε δ' ἑταίρους: 11.462 τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός 11.463 τρὶς δ' ἄϊεν ἰ̈άχοντος ἀρηί̈φιλος Μενέλαος . 11.464 αῖψα δ' ὰρ' Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα: 11.465 Αἶαν διογενὲς Τελαμώνιε . κοίρανε λαῶν. 11.466 ἀμφί μ' Ὀδυσσῆος ταλασίφρονος ἵ̈κετο φωνὴ. 11.467 τῷ ϊκέλη: ὡς, εἴ ἑ, βιῴατο μοῦνον ἐόντα 11.468 Τρῶες ἀποτμήξαντες ἐνι κρατερῇ ὑσμίνῃ: 11.469 ἂλλ' ἴ̈ομεν καθ ὅμιλον: ἀλεξέμεναι γὰρ ἄμεινον: 11.470 δείδω μή τι πάθῃσι ἐνι Τρώεσσι μονωθεὶς 11.471 ἐσθλὸς ἐών. μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται: 11.472 ὡς εἰπὼν. ὃ μὲν ἦρχ', ὁ δ' ἅμ ἕσπετο ἰσόθεος φώς : 11.473 εὗρον ἔπειτ' Ὀδυσῆα Διῒ φίλον. ἀμφι δ' ὰρ' αὐτὸν 11.474 Τρῶες ἕπονθ', ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν 11.475 ἀμφ' ἔλαφον κεραὸν βεβλημένον: ὅν τ' ἔβαλ' ἀνὴρ Scholia to Iliad 11.451-11.475 Main scholia On Iliad 11.454: ἐρύουσι προπαροξύνεται ἐνήλλακται γὰρ ὁ ἐνεστὼς χρόνος ἀντι μέλλοντος οὕτως καὶ Ἀρίσταρχος : ὁ δὲ Ἀλεξίων περισπᾷ οὐκ εὖ ἐπεί φησίν ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περισπώμενος: αὐτὰρ ἐπεί κε θάνω κτεριοῦσί με δῖοι Ἀχαιοί : ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ σ Ἀττικῆ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας. δια τί αἴτιον εἰ παραλήγοιτο τῷ ϊ συνεσταλμένῳ. ὅπερ καὶ ἐπι τοῦ τόνδε δ ἐγὼ κομιῷ τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως. ἀλλ' ἔστιν ἐνεστὼς ἀντι μέλλοντος ⁑ On Iliad 11.455: αὐτὰρ ἐπεί κε θανω: οὕτως Ἀρίσταρχος δια τοῦ μ ἒμ εἴ κε θάνω εἰ δὲ δια τοῦ π ἐπεί κε θάνω εἰ δὲ δια τοῦ π ἐπεί κε θάνω γραμματιστῶν ⁑ On Iliad 11.456: ὡς εἰπὼν Σώκοιο δαΐφρονος πρὸς τὴν ἀμφιβολίαν πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ, καὶ ἐστιν ὑγιὲς λέγει γὰρ. κῆδε δὲ θυμόν οὐ τοῦ νεκροῦ ἀλλὰ τοῦ Ὀδυσσέως , τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως: κατα δὲ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον: τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει, μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως ἐπεὶ μὴ πρόσκειται τοῦ τίνος χρωτός: ἐὰν δέ τις συνάπτῃ μᾶλλον ἁμαρτήσεται ⁑ On Iliad 11.458: αἷμα δέ οἱ σπασθεντος: οὕτως Ἀρίσταρχος οἷ , αἷμα δὲ αὐτῷ τῷ Ὀδυσσεῖ . Ζηνόδοτος δὲ γράφει αἷμα δὲ οὗ σπασθέντος γίνεται δὲ τὸ ἑαυτοῦ ὃ οὐχ ἁρμόζει ⁑ On Iliad 11.460: κεκλόμενοι καθ' ὅμιλον, τὸ καθ' ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι οἷον κατα πλῆθος ἐπῆλθον αὐτῷ πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν παρακελεύσατο γὰρ τῷ πλήθει ἑαυτῶν ⁑ On Iliad 11.461: αὖε δ' ἑταίρους: ψιλῶς τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν: ὅτ ἂν δὲ ἐπι τοῦ ξηραίνειν ἢ ἄπτειν τότε δασυντέον ἔστι γὰρ σύνθετον ⁑ Interlinear scholia On Iliad 11.451@φθῆ: προέλαβεν ἔφασεν : On Iliad 11.453@ὄσσε-καθαιρήσουσι: τοὺς ὀφθαλμοὺς κατὰ λήψονται καμμύσουσι On Iliad 11.455@κτεριοῦσί: θάψουσι On Iliad 11.458@ἀνέσσυτο: ανηκόντισσεν: On Iliad 11.466@ἀμφί-μ': τὸ εξῆς αφικετό με: On Iliad 11.474@δαφοινοὶ: φόνιοι η πυρρός Intermarginal scholia On Iliad 11.455: Ἀρισταρχος αὐτὰρ ἔμ' εί κε θάνω On Iliad 11.457: Ἀρισταχος ἕλκε Venetus A (Marciana 454 = 822), folio 147, recto Iliad 11.476-11.500 11.476 ἰῷ ἀπο νευρῆς: τὸν μέν τ' ἤλυξε πόδεσσι 11.477 φεύγων ὄφρ' αἷμα λιαρὸν καὶ γούνατ' ὀρώρῃ 11.478 αὐτὰρ ἐπει δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστὸς: 11.479 ὠμοφάγοι μὶν θῶες ἐν οὔρεσι δαρδάπτουσιν 11.480 ἐν νέμεϊ σκιερῷ: ἐπί τε λῖν ἤγαγε δαίμων 11.481 σίντην. θῶες μέν τε διέτρεσαν: αὐτὰρ ὃ δάπτει. 11.482 ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην 11.483 Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι: αὐτὰρ ὅ γ' ἥρως 11.484 ἀΐσσων. ὧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ: 11.485 Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον: 11.486 στῆ δὲ παρ' ὲξ. Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος: 11.487 ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ' ὁμίλου 11.488 χειρὸς ἔχων. εἷως θεράπων σχεδὸν ἤλασεν ἵππους: 11.489 Αἴας δὲ Τρώεσσιν ἐπάλμενος: εἷλε Δόρυκλον 11.490 Πριαμίδην . νόθον υἱὸν: ἔπειτα δὲ Πάνδοκον οῦτα: 11.491 οῦτα δὲ Λύσανδρον : καὶ Πύρασον , ἠδὲ Πυλάρτην : 11.492 ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίον δε κάτεισι 11.493 χειμάρρους κατ' ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ. 11.494 πολλὰς δὲ δρῦς ἀζαλέας. πολλὰς δέ τε πεύκας 11.495 ἐσφέρεται: πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει. 11.496 ὡς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας . 11.497 δαΐζων ἵππους τε καὶ ἀνέρας: οὐδέ πω Ἕκτωρ 11.498 πεύθετ'. ἐπεί ῥα μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης. 11.499 ὄχθας παρ ποταμοῖο Σκαμάνδρου : τῇ ῥα μάλιστα 11.500 ἀνδρῶν πίπτε κάρηνα: βοὴ δ' ἄσβεστος ὀρώρει: Scholia to Iliad 11.476-11.500 Main scholia On Iliad 11.480: ἐν νέμεϊ σκιερῷ. ὅτι Ζηνόδοτος γράφει ἐν νέμεϊ γλαφυρῷ τοῦτο δὲ σπηλαίω ἠ ἄντρῳ οἰκεῖον: νομᾶς δὲ ἔχοντι. ὑπὸ συνδένδρῳ τόπῳ ἀνάρμοστον ⁑ On Iliad 11.480: ἄλλως ἔδει μὲν περισπωμένως ὡς μῦς μῦν . τὸ γὰρ πληθυντικὸν παρὰ Καλλιμάχῳ αἱ μέν ῥα λίεσσιν ὡς μύεσσιν : Ἀριστάρχω δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι ⁑ On Iliad 11.481: σίντην θῶες μέν τε, Ἀριστοτέλης ἐν τῷ φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι σαρκοφάγα ὄντα καὶ ἀπο τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα, ἔμπειρος οὖν τούτων καὶ προ Ἀριστοτέλους ὁ ποιητής ⁑ On Iliad 11.484: ἀΐσσων ᾧ ἔγχεϊ ἠ ἐπὶ τὸ ἀΐσσων βραχὺ διασταλτέον ἠ ἐπι τῷ ἔγχει καὶ ἀμφότερα ἐγκατάσκευα, τὸ μέντοι δεύτερον δοκεῖ λείπειν τῆ συν προθέσει . ὡς καὶ ἐκεῖ ἔγχει ἑπαΐσσων ⁑ On Iliad 11.486: στῆ δὲ παρὲξ, παρέστη δὲ καὶ περισσὴ ἡ εξ ὁμοίως τὸ ὄσσα παρεξ ⁑ On Iliad 11.490: Πριαμίδην νόθον. ἐπὶ τὸ Πριαμίδην βραχὺ διαστέλλειν ἀξιοῦσι τινὲς, οὐκ απιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξήγησιν ἢ ἐπανάληψιν ⁑ On Iliad 11.492: ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίον δὲ: ὅτι Ζηνόδοτος γράφει πεδίον δὲ δίηται τὸ δε κάτεισι. τὴν ἐξ ύψους καταφορὰν δηλοῖ ⁑ On Iliad 11.494: πολλὰς δὲ δρῦς ἀζαλέας, προς τὸ σημαινόμενον, πότερον ὅτι φυλλορροεῖ καὶ κατα ταύτην τὴν ὥραν ξηραινόμενα τὰ δένδρα ἐκ ριζῶν ἀναβάλλεται ἐκ τῶν χειμάρρων. ἣ ὅτι οἱ δρυτόμοι εἰς τοὺς ποταμοὺς ἐμβάλλουσι κόπτοντες: ἵνα ἐπὶ τοῦ καιροῦ συγκαταφέρωνται τῷ ὄμβρῳ ὃ καὶ ὑγιές ⁑ On Iliad 11.495: ἀφυσγετόν, Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ὑετόν : ὁ δὲ Τυραννίων βαρύνει ὁμοίως τῷ ἀτρύγετον ἔστι δὲ ἐκεῖνο ὑπερ τοῦ Ἀριστάρχου λέγειν ὅτι τὰ ὑπερ τρεῖς συλλαβὰς δια τοῦ ετος ἐκφερόμενα μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ. ἐπιθετικῶς μὲν λαμβανομενα τρίτην ἀπο τέλους θέλει ἔχειν τὴν ὀξεῖαν ὥσπερ ἔχει τὸ αμαιμάκετος περιμήκετος: τὸ δὲ λαλαπετὸς μη ὃν ἐπιθετικῶν ὀξύνθη καὶ το Ϊαπετὸς ἐπι κυρίου εἴπερ οὖν καὶ τὸ ἀφυσγετὸς οὐκ έστιν ἐπιθετικὸν ὑγιῶς ὀξυτονηθήσεται κατα τὸν Ἀρίσταρχον . ἠ εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαι τινί ⁑ Interlinear scholia On Iliad 11.476@ἤλυξε: ἔφυξε On Iliad 11.477@λιαρὸν: θερμον On Iliad 11.477@ὀρώρῃ: ϊσχύει On Iliad 11.480@νέμεϊ: συνδένδρω τόπῳ Intermarginal scholia On Iliad 11.476: τὸν ἄνδρα δῆλονοτι On Iliad 11.484: τὴν χαλεπὴν ημεραν τοῦτέστι τὸν θάνατον : Venetus A (Marciana 454 = 822), folio 147, verso Iliad 11.501-11.525 11.501 Νέστορά τ' ἀμφι μέγαν. καὶ ἀρήϊον Ἰδομενῆα : 11.502 Ἕκτωρ μὲν μετα τοῖσιν ὁμίλει μέρμερα ῥέζων 11.503 ἔγχεϊ θ', ἱπποσύνῃ τε: νεῶν δ' ἀλάπαζε φάλαγγας: 11.504 οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ . 11.505 εἰ μὴ Ἀλέξανδρος . Ἑλένης πόσις ἠϋκόμοιο 11.506 παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν. 11.507 ἰῷ τριγλώχινι βαλὼν κατα δεξιὸν ὦμον, 11.508 τῷ ῥα περίδδεισαν μένεα πνείοντες Ἀχαιοὶ . 11.509 μή πως μιν πολέμοιο μετακλινθέντε ἕλοιεν: 11.510 αὐτίκα δ' Ἰ̈δομενεὺς προσεφώνεε, Νέστορα δῖον: 11.511 ὦ Νέστορ Νηληϊάδη . μέγα κῦδος Ἀχαιῶν . 11.512 ἄγρει, σῶν ὀχέων ἐπιβήσεο: πὰρ δὲ Μαχάων 11.513 βαινέτω: ἐς νῆας δὲ τάχιστ' ἔχε μώνυχας ἵππους: 11.514 ἰ̈ητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων 11.515 ἰ̈ούς τ' ἐκτάμνειν. ἐπί τ' ήπια φάρμακα πάσσειν: 11.516 ὡς ἔφατ'. οὐδ' ἀπίθησε Γερήνιος ἱ̈ππότα Νέστωρ : 11.517 αὐτίκα δ' ὧν ὀχέων ἐπεβήσετο: πὰρ δὲ Μαχάων 11.518 βαῖν' Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰ̈ητῆρος. 11.519 μάστιξεν δ' ἵ̈ππους. τὼ δ' οὐκ ἄκοντε πετέσθην 11.520 νῆας ἐπι γλαφυρὰς. τῇ γὰρ φίλον ἔπλετο θυμῷ: 11.521 Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν 11.522 Ἕκτορι . παρβεβαὼς, καί μιν πρὸς μῦθον έειπεν: 11.523 Ἕκτορ : νῶϊ μὲν ἐνθάδ' ὁμιλέομεν Δαναοῖσιν 11.524 ἐσχατιῇ πολέμοιο δυσηχέος. οἳ δὲ δὴ ἄλλοι 11.525 Τρῶες ὀρίνονται. ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί: Scholia to Iliad 11.501-11.525 Main scholia On Iliad 11.506: παῦσεν ἀριστεύοντα: ὅτι μηδὲν προδιασυστήσας κατα συμπέρασμα παῦσεν ἀριστεύοντα φησιν, ἡ δὲ ἀναφορὰ προς τὸ τῷ ού πώ τις ὅμοιος ἐπιχθόνιος γένετ' ἀνηρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας On Iliad 11.509: μετα κλινθέντος. ἀντι τοῦ μεταβληθέντος τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων ⁑ On Iliad 11.515: ϊούς τ' ἐκτάμνειν, ἀθετεῖται ὅτι οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις. μειοῖ γάρ εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ φαρμακεύειν οἶδεν. καὶ Ἀριστοφανης προηθέτει Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν ⁑ On Iliad 11.523: Ἐκτωρ νῶϊ μὲν ἐνθάδ' ὁμιλέομεν ὅτι κυρίως λέγει ὁμιλέομεν ὁμοῦ τὰς ΐλας συμβάλλομεν ⁑ Interlinear scholia On Iliad 11.514@ἀντάξιος: αντι τοῦ πολλῶν ἄλλων τοῦ σώζεσθαι ἄξιος ⁑ On Iliad 11.520@τῇ-γὰρ: εκεῖσε γὰρ Intermarginal scholia On Iliad 11.519: γράφεται μάστιξεν δ' ελάαν Venetus A (Marciana 454 = 822), folio 148, recto Iliad 11.526-11.551 11.526 Αἴας δὲ κλονέει Τελαμώνιος εὖ δέ μιν ἔγνων. 11.527 εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος: ἀλλὰ καὶ ἡμεῖς 11.528 κεῖσ' ἵππους τε καὶ ἅρμ' ἰ̈θύνομεν. ἔνθα μάλιστα 11.529 ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες 11.530 ἀλλήλους ὀλέκουσι: βοὴ δ' ἄσβεστος ὄρωρεν: 11.531 ὡς ἄρα φωνήσας, ἵ̈μασεν καλλίτριχας ἵ̈ππους 11.532 μάστιγι λιγυρῇ: τοὶ δὲ πληγῆς ἀΐοντες. 11.533 ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς , 11.534 στείβοντες νέκυάς τε καὶ ἀσπίδας: αἵματι δ' ἄξων 11.535 νέρθεν ἅπας πεπάλακτο: καὶ ἄντυγες αἳ περι δίφρον: 11.536 ἃς, ὰρ', ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον 11.537 αἵ τ' ἀπ' ἐπισσώτρων: ὁ δὲ ἵ̈ετο δῦναι ὅμιλον 11.538 ἀνδρόμεον. ῥῆξαί δε μετάλμενος: ἒν δὲ κυδοιμὸν 11.539 ἧκε κακὸν Δαναοῖσι : μίνυνθα δὲ, χάζετο δουρός. 11.540 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν 11.541 ἔγχεΐ τ'. ἄορί τε. μεγάλοισί τε χερμαδίοισιν: 11.542 Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο : 11.544 Ζεὺς δὲ πατὴρ Αἴανθ' ὑψίζυγος ἐν φόβον ῶρσε: 11.545 στῆ δὲ ταφών: ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον: 11.546 τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου. θηρὶ ἐοικὼς. 11.547 ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων: 11.548 ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπο μεσσαύλοιο 11.549 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται: 11.550 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι 11.551 πάννυχοι ἐγρήσσοντες: ὁ δὲ κρειῶν ἐρατίζων Scholia to Iliad 11.526-11.551 Main scholia On Iliad 11.528: κεῖσ' ἵππους τε καὶ ἅρμ'α : ὅτι Ζηνόδοτος γράφει κεῖθ' ἵππους : γίνεται δὲ ἐν εκείνῳ τῷ τόπῳ: τὸ δὲ εκεῖσε εἰς ἐκεῖνον τὸν τόπον ὃ δὴ νῦν ἁρμόζει ⁑ On Iliad 11.536: ἃς άρ' ἀφ' ἱππείων ὁπλέων: οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον αἵ τ' ἀπ' ἐπισσώτρων ὁ γὰρ λόγος οὗτος: ἃς αἱ ρανίδες ἔβαλλον αἱ ἀπό τε τῶν ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων: On Iliad 11.539: μίνυθα δὲ χάζετο, ἐκεῖθεν ὅπου ἦν ὁ Αἴας . ἔλασσον δόρατος βολῆς, ἀνεχώρει On Iliad 11.545: στῆ δὲ ταφὼν ὅπιθεν δὲ σάκος: ὅτι ἐκ τελαμώνων ἀνηρτηντο αἱ ἀσπίδες οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς τουπίσω μεταλαμβάνεσθαι ⁑ On Iliad 11.548: ὡς δ' αἴθωνα λέοντα: ὅτι ἀπο τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ ἥϊε πολλ' ἀεκων ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν ἑξῆς δὲ ὄνῳ ἔστι δὲ πρὸς διαφορα σημαινόμενα: ὁ μὲν γὰρ λέων πρὸς τὴν πρᾶξιν ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν: καὶ γὰρ τοῦτον ἐπιτριβῇ πληγῶν λαμβάνει ⁑ On Iliad 11.548: δια τί. ὁτε μὲν λέοντι ὁτὲ δὲ ὄνῳ παραβάλλει τὸν Αἴαντα ῥητεον οὖν ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται αὐξήσεως ἐνεργείας σαφηνείας. εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον διετήρησεν. ὁ ποιητὴς εἰπὼν Αἴαντα καὶ φονεύοντος δίκην καὶ τῶν πολεμίων ἀναχωρεῖν ὡς ὄνον ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν προσφυγὴν καὶ τὸ ταχὺ πρὸς μαχην τοῦ ἥρωος δεδήλωκεν ⁑ On Iliad 11.551: ὁ δὲ κρειῶν ἐρατίζων: περισπαστέον ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τὸ ϊ , ἥτις περισπᾶται δια τὸ ἔχειν εντελεστεραν τὴν κρεάων ⁑ Interlinear scholia On Iliad 11.532@μάστιγι-λιγυρῇ: τῆ ὀξὺν ῆχον ἀποτελούση ἡ λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούση κατὰ τὸν δρόμον On Iliad 11.532@ἀΐοντες: αισθόμενοι On Iliad 11.534@στείβοντες: πατοῦντες On Iliad 11.536@ὁπλέων: τῶν ὀνύχων On Iliad 11.536@ῥαθάμιγγες: ρανίδες: On Iliad 11.537@ἐπισσώτρων: τὰ εκτὸς τῶν τροχῶν ἐπι τὴν γὴν κυλιόμενα On Iliad 11.538@ἀνδρόμεον: τὸν τῶν ανδρῶν On Iliad 11.539@μίνυνθα-δουρός: ἵνα εὐκόλως τῷ δόρατι χρίσηται: On Iliad 11.546@τρέσσε: δια δέος ὑπεχώρησεν: On Iliad 11.549@ἐσσεύαντο: εδίωκον On Iliad 11.550@πῖαρ: καλλιστον οιονεὶ λιπαρόν On Iliad 11.551@κρειῶν: κρεῶν On Iliad 11.551@ἐρατίζων: ἐρῶν ἐπιθυμῶν Intermarginal scholia On Iliad 11.539: Ἀρισταρχος δουρὶ κατὰ δοτικήν ⁑ On Iliad 11.540: δια τὸν Αἴαντα ὅπερ καὶ επάγει Αἴαντος δὲ ἀλέειν καὶ τὰ ἑξῆς ⁑ On Iliad 11.546: τὸ ἐφ ομίλου βελτιον τοῖς ἐπάνω προσδιδόναι ⁑ Exterior scholia On Iliad 11.532: λιγυρῇ Venetus A (Marciana 454 = 822), folio 148, verso Iliad 11.552-11.576 11.552 ἰθύει: ἂλλ' οὔ τι πρήσσει: θαμέες γὰρ άκοντες 11.553 ἀντίοι ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν. 11.554 καιόμεναί τε. δεταὶ. τάς τε τρεῖ. ἐσσύμενός περ: 11.555 ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ: 11.556 ὡς Αἴας τότ' ἀπὸ Τρώων τετιημένος ῆτορ 11.557 ἤϊε. πὸλλ' ἀἕκων . περὶ γὰρ δίε. νηυσὶν Ἀχαιῶν : 11.558 ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰ̈ὼν ἐβιήσατο παῖδας 11.559 νωθὴς: ᾧ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς. εάγη. 11.560 κείρει τ' εἰσελθὼν βαθὺ λήϊον. οἱ δέ τε παῖδες 11.561 τύπτουσιν ῥοπάλοισι: βίη δέ τε νηπίη αὐτῶν. 11.562 σπουδῇ τ' ἐξήλασσαν ἐπεί τ' ἐκορέσσατο φορβῆς: 11.563 ὡς τότ' ἔπειτ' Αἴαντα μέγαν Τελαμώνιον υἱὸν 11.564 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι 11.565 νύσσοντες ξυστοῖσι μέσον σάκος. αἰὲν ἕποντο. 11.566 Αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς 11.567 αὖτις ὑποστρεφθεὶς. καὶ ἐρητύσασκε φάλαγγας 11.568 Τρώων ἱπποδάμων: ὁτὲ δὲ τρωπάσκετο φεύγειν: 11.569 πάντας δὲ προέεργε θοὰς ἐπι νῆας ὁδεύειν: 11.570 αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ 11.571 ἱ̈στάμενος. τὰ δὲ δοῦρα θρασειάων ἀπo χειρῶν, 11.572 ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν όρμενα πρόσσω: 11.573 πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν. 11.574 ἐν γαίῃ ἵσταντο. λιλαιόμενα χροὸς ᾶσαι: 11.575 τὸν δ' ὡς οὖν ἐνόησ' Εὐαίμονος ἀγλαὸς υἱὸς 11.576 Εὐρύπυλος : πυκινοῖσι βιαζόμενον βελέεσσι. Scholia to Iliad 11.552-11.576 Main scholia On Iliad 11.559: ‡ νωθὴς ᾧ δὴ ὅτι δοκεῖ μάχεσθαι: εἰ γὰρ κατεάγη πολλὰ περὶ αυτὸν ῥόπαλα οὐ δύναται ἡ βία τῶν τυπτόντων νηπία εἶναι ἀλλ εστι τοιοῦτο τὸ λεγόμενον ᾤ τινι πρότερον κατεάγη ῥόπαλα πολλὰ ὥστε ἐντριβῇ αὐτὸν πληγῶν εἶναι δι' ὃ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαίνεται ⁑ On Iliad 11.559: ῥόπαλα: ξύλα ἐκ τοῦ ἑτέρου μέρους παχύτερα καὶ τὸ ἕτοιμον εἰς τὸ ἕτερον μερος τὴν ῥοπὴν ἔχοντα: ἢ ἐκ τοῦ ῥαπίζειν . ἢ τῇ ῥοπῇ ὅ ἐστι τῇ φορᾷ. ἀλλοι οῦν καὶ συντρίβειν συνήθη δὲ πληγῶν θέλει αὐτὸν, παραστῆσαι ἵνα δείξῃ αὐτοῦ τὸ γενναῖον ⁑ On Iliad 11.568: Τρώων ἱπποδάμων: πρὸς τὸ ὁτὲ δὲ τρωπάσκετο ⁑ On Iliad 11.569: πάντας δὲ προέεργε: ἤτοι ἐκώλυεν τοὺς Τρώας ἐμπίπτειν ταῖς ναυσὶν ἠ προετρέπετο τοὺς Ἕλληνας ἀναχωρεῖν ⁑ On Iliad 11.574: ἐν γαίῃ ἱσταντο: τὰ δόρατα ἵσταντο. καὶ ὅτι ἀπο τῶν ἐμψύχων μεταφέρει ⁑ Interlinear scholia On Iliad 11.552@ἰθύει: ἐπ ευθείας ορμᾶ On Iliad 11.552@πρήσσει: ἀνύει On Iliad 11.552@άκοντες: δόρατα On Iliad 11.554@δεταὶ: λαμπάδες παρα τὸ δέω το δεσμεύω : On Iliad 11.554@ἐσσύμενός-περ: καίτοι προθυμούμενος ⁑ On Iliad 11.555@ἀπονόσφιν: ἐχωρίσθη On Iliad 11.555@τετιηότι: λελυπημένω On Iliad 11.559@νωθὴς: ὁ ἐστερημένος τοῦ θεῖν ὅ εστι τρέχειν αργος βραδὺς On Iliad 11.559@ῥόπαλ': ξύλα On Iliad 11.560@κείρει: κόπτει τρώγει On Iliad 11.562@σπουδῇ: ἀντὶ τοῦ μόλις δυσχερῶς: On Iliad 11.562@φορβῆς: ὡς τροφῆς On Iliad 11.568@τρωπάσκετο: ἐτρέπετο On Iliad 11.569@προέεργε: εῖργεν ἐκώλυεν: On Iliad 11.573@επαυρεῖν: εφάψασθαι: On Iliad 11.574@ᾶσαι: κορεσθῆναι ⁑ Intermarginal scholia On Iliad 11.553: Αρισταρχος δια τοῦ ν : αντίον : On Iliad 11.564: Ἀρισταρχος πολυηγενεες τ' επίκουροι : On Iliad 11.573: βραχὺ διασταλτέον ἐπι το μεσσηγυ Venetus A (Marciana 454 = 822), folio 149, recto Iliad 11.577-11.601 11.577 στῆ ῥᾶ παρ' αὐτὸν ἰ̈ὼν, καὶ ἀκόντισε δουρὶ φαεινῷ: 11.578 καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν 11.579 ῆπαρ ὑπο πραπίδων. εῖθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν: 11.580 Εὐρύπυλος δ' ἐπόρουσε, καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων: 11.581 τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 11.582 τεύχε' ἀπαινύμενον Ἀπισάονος : αὐτίκα τόξον 11.583 ἕλκετ' ἐπ' Εὐρυπύλῳ : καί μιν βάλε μηρὸν ὀϊστῷ 11.584 δεξιὸν. ἐκλάσθη δὲ δόναξ: ἐβάρυνε δὲ μηρόν: 11.585 ὰψ δ' ἑτάρων εἰς έθνος ἐχάζετο. κῆρ' ἀλεείνων, 11.586 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς: 11.587 ὦ φίλοι: Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: 11.588 στῆτ' ἐλελιχθέντες: καὶ ἀμύνετε νηλεὲς ἦμαρ 11.589 Αἴαντ' , ὃς βελέεσσι βιάζεται: οὐδέ ἑ φημὶ 11.590 φεύξεσθ', ἐκ πολέμοιο δυσηχέος ἀλλα μάλ' ἄντην 11.591 ἵ̈στασθ' ἀμφ' Αἴαντα μέγαν Τελαμώνιον υἱόν: 11.592 ὡς ἔφατ' Εὐρύπυλος βεβλημένος. οἱ δὲ παρ' αὐτὸν 11.593 πλησίοι έστησαν, σάκε' ὤμοισι κλίναντες: 11.594 δούρατ' ἀνασχόμενοι. τῶν δ' ἀντίος ἤλυθεν Αἴας : 11.595 στῆ δὲ μεταστρεφθεὶς. ἐπεὶ ί̈κετο έθνος ἑταίρων: 11.596 ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο: 11.597 Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵ̈πποι 11.598 ἱ̈δρῶσαι: ἦγον δὲ Μαχάονα ποιμένα λαῶν: 11.599 τὸν δὲ ἰ̈δὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς : 11.600 ἑστήκει γὰρ ἐπὶ πρύμνῃ μεγακήτεϊ νηῒ 11.601 εἰσορόων πόνον αἰπὺν, ἰ̈ῶκά, τε δακρυόεσσαν: Scholia to Iliad 11.577-11.601 Main scholia On Iliad 11.579: ‡ ῆπαρ ὑπο πραπίδων: πραπῖδες τὸ διάφραγμα . ἐστι δὲ νευρώδης ὑμῆν διεζωκὼς τὰ σπλάγχνα ⁑ On Iliad 11.579: τὸ ῆπαρ ἕτρωσεν κάτω ὑπο τὰς φρένας: φρένας δὲ ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα. παρ ὅσον φλεγμαῖνον τοῦτο ὡς νευρώδες ἔχει. συμπάσχοντα τὸν ἐγκέφαλον: καὶ παρακολουθοῦσι μεγίσται παραφρονήσεις. πηγῆ δὲ όλου τοῦ νευρώδους γένους ὁ ἐγκέφαλος. ὥσπερ ἀρτηριῶν καρδία καὶ φλεβῶν ἧπαρ ⁑ On Iliad 11.584: δεξιὸν ἐκλάσθη δὲ δόναξ : ὅτι ὁ τοῦ βέλους κάλαμος. τὰ γὰρ βέλη ξύλινα καὶ καλάμινα ἦν προς το κῆλα θεοῖ ὅτι τὰ βέλη λέγει: καίτοι ἐξ ἄλλης ἦν ὕλης εκεῖνα ⁑ On Iliad 11.583: ὅτι ἀντι τοῦ καὶ αὐτοῦ τὸν μηρὸν ἕτρωσεν ⁑ On Iliad 11.589: Αἵανθ' ὃς βελέεσσι: ὅτι Ζηνόδοτος γράφει Αἴαντος βελέεσσι : γενικῇ μὲν οὖν οὐχ ἁρμόζει ὥστε δέχεσθαι τοῦ Αἴαντος : εἰ δὲ καὶ κατα συναλιφὴν ἐν τῷ ψιλῶ ἀντιστοίχῳ γέγραφεν ἵν' ᾗ τὸ πλῆρες Αἴαντος βελέεσσιν . οὐκ έστι τῆς καθ Ὅμηρον Ἰαδος τὸ ψιλοῦν τὰ τοιαῦτα ⁑ On Iliad 11.596: ὡς οι μὲν μάρναντο δέμας τὴν σφοδρότητα τῆς μάχης παρίστησι περι τὴν γενομένην ἐν αυτῇ φθορὰν εἰκάσας πῦρ γὰρ καὶ ῥάστα , καὶ τάχιστα φθείρει ⁑ Interlinear scholia On Iliad 11.580@αἴνυτο: ἀφηρεῖτο On Iliad 11.582@ἀπαινύμενον: ἀφαιρούμενον On Iliad 11.588@ἐλελιχθέντες: ἐπιστραφέντες On Iliad 11.590@δυσηχέος: κακοήχου λυπηροῦ On Iliad 11.596@μάρναντο: ἐμάχοντο On Iliad 11.598@ἱ̈δρῶσαι: ιδρῶτι καταρεόμεναι ⁑ Intermarginal scholia On Iliad 11.590: τῶν πολεμίων δηλονότι ⁑ On Iliad 11.593: ἀντι τοὺς ώμους ταῖς ασπίσι προσερίσαντες: On Iliad 11.600: Ἀρισταρχος ἐστήκει ⁑ On Iliad 11.601: τὴν τῶν πολλῶν δακρύων αιτίαν καὶ συμφοράν ⁑ Interior scholia On Iliad 11.596: δίκην πυρὸς ὡσπερ πῦρ ⁑ Venetus A (Marciana 454 = 822), folio 149, verso Iliad 11.602-11.626 11.602 αῖψα δ' ἑταιρον ἑὸν Πατροκλῆα προσέειπε 11.603 φθεγξάμενος παρὰ νηὸς. ὁ δὲ κλισίηθεν ἀκούσας.: 11.604 ἔκμολεν ἶ̈σος Ἄρηϊ , κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή: 11.605 τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός: 11.606 τίπτέ με κικλήσκεις Ἀχιλεῦ τί δέ σε χρεὼ ἐμεῖο: 11.607 τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκυς Ἀχιλλεύς : 11.608 δῖε Μενοιτιάδη , τῶ' μῶ κεχαρισμένε θυμῷ. 11.609 νῦν ὀίω περὶ γούνατ' ἐμὰ στήσεσθαι Ἀχαιοὺς 11.610 λισσομένους: χρειὼ γὰρ ϊκάνεται οὐκέτ'. ἀνεκτός: 11.611 ἂλλ' ἴ̈θι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ ἔρειο 11.612 ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο: 11.613 ἤτοι μὲν τά γ' ὄπισθε Μαχάονι πάντα ἔοικε 11.614 τῷ Ἀσκληπιάδῃ : ἀτὰρ οὐκ ἴ̈δον ὄμματα φωτὸς. 11.615 ἵπποι γάρ με παρήϊξαν. πρόσσω μεμαυῖαι: 11.616 ὡς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ. 11.617 βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν : 11.618 οἱ δ' ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο 11.619 αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπι χθόνα πουλυβότειραν: 11.620 ἵ̈ππους δ' Εὐρυμέλων θεράπων λύε τοῖο γέροντος 11.621 ἐξ ὀχέων: τοὶ δ' ϊδρῶ ἀπεψύχοντο χιτώνων 11.622 στάντε ποτὶ πνοιὴν παρὰ θῖν' ἁλὸς: αὐτὰρ ἔπειτα 11.623 ἐς κλισίην ἐλθόντες. ἐπὶ κλισμοῖσι κάθιζον: 11.624 τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἐκαμήδη . 11.625 τὴν άρετ' ἐκ Τενέδοιο γέρων: ὅτ' ἔπερσεν Ἀχιλλεὺς , 11.626 θυγατέρ' Ἀρσινόου μεγαλήτορος, ἥν, οἱ, Ἀχαιοὶ Scholia to Iliad 11.602-11.626 Interlinear scholia On Iliad 11.604@ἔκμολεν: εξῆλθεν On Iliad 11.610@οὐκέτ'-ἀνεκτός: οιον ἀκαρτέρητος On Iliad 11.611@ἔρειο: ἐρώτησον On Iliad 11.613@τά-ὄπισθε: τὰ οπίσω μέρη τοῦ σώματος: On Iliad 11.615@παρήϊξαν: παρέδραμον: On Iliad 11.621@ἀπεψύχοντο: ὡς νῦν ἔψυγον : On Iliad 11.624@κυκειῶ: πολύμηγες ποτόν Intermarginal scholia On Iliad 11.603: ἀντὶ παρα νηΐ ἀπο τῆς νηὸς On Iliad 11.617: ἐν ἄλλω βῆ δ ϊέναι : On Iliad 11.620: ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος ην Ευρυμέλων ⁑ Venetus A (Marciana 454 = 822), folio 150, recto Iliad 11.627-11.651 11.627 ἔξελον. οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων: 11.628 ἥ σφωϊν. πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν 11.629 καλὴν. κυανόπεζαν. ἐΰξοον: αὐτὰρ ἐπ αυτῆς 11.630 χάλκειον κάνεον. ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, 11.631 ἠδὲ μέλι χλωρὸν. παρὰ δ' ἀλφίτου ἱ̈εροῦ ἀκτὴν. 11.632 πὰρ δὲ δέπας περικαλλὲς, ὃ οἴκοθεν ἦγ' ὁ γεραιὸς 11.633 χρυσείοις ἥλοισι πεπαρμένον: οὔατα δ' αὐτοῦ 11.634 τέσσαρ' ἔσαν: δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον 11.635 χρύσειαι νεμέθοντο: δύω δ' ὑπὸ πυθμένες ἦσαν: 11.636 ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης 11.637 πλεῖον. ἑὸν: Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν: 11.638 ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν 11.639 οἴνῳ Πραμνείῳ : ἐπὶ δ' αἴγειον, κνῆ, τυρὸν 11.640 κνήστι χαλκείῃ. ἐπὶ δ' ἄλφιτα λεὺκ' ἐπάλυνε. 11.641 πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισσε κυκειῶ: 11.642 τὼ δ' ἐπεὶ οὖν πίνοντ' ἀφέτην πολυκαγκέα δίψαν: 11.643 μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες: 11.644 Πάτροκλος δὲ θύρῃσιν ἐφ ἵστατο ἰ̈σόθεος φώς: 11.645 τὸν δὲ ἰ̈δὼν ὁ γεραιὸς ἀπὸ θρόνου ῶρτο φαεινοῦ: 11.646 ἐς δ' ἄγε χειρὸς ἑλὼν. κατὰ δ' εδριάασθαι ἄνωγε: 11.647 Πάτροκλος δ' ἑτέρωθεν ἀναίνετο εἶπε τε μῦθον. 11.648 οὐχ' ἕδος ἐστὶ γεραιὲ διοτρεφὲς. οὐδέ με πείσεις 11.649 αἰδοῖος. νεμεσητὸς, ὅ με προ ἕηκε πυθέσθαι 11.650 ὅν τινα τοῦτον ἄγεις βεβλημένον: ἀλλὰ καὶ αὐτὸς 11.651 γινώσκω. ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν: Scholia to Iliad 11.627-11.651 Main scholia On Iliad 11.635: χρύσειε νεμέθοντο. προς τὴν κατασκευὴν τοῦ ποτηρίου ὅτι δεδιπλασιασμένον αὐτὸ ὑποτίθεται τέσσαρα γὰρ ὦτα καὶ δύο πυθμένας: Ἀρίσταρχος δὲ τὴν ὑπὸ συντάσσει τὸ ἦσαν. καὶ φησὶν ὑπῆσαν οἱ πυθμένες. οὕτως καὶ Ἀλεξίων ⁑ On Iliad 11.636: ἄλλος μὲν μογέων προς τὸ ζητούμενον πῶς ὁ γέρων ἀμογητὶ οἱ δὲ ἄλλοι μετα κακοπαθίας, οὐ δεὶ δὲ οὔτε δασύνειν τὴν προφορὰν. οὔτε ἐπαίρειν τὴν προσωδίαν: ἀλλα νοεῖν ὅτι καὶ τοῦτο τῶν ἔπαινων λεγομένων Νέστορός ἐστι καθάπερ καὶ τὸ Νέστωρ δὲ πρῶτος κτῦπον ἄει εφωνης ⁑ On Iliad 11.639: οἴνῳ Πραμνείῳ , ἤτοι τῷ πραΰνοντι τὰς φρένας ἦ παλαιῷ ἀπο τοῦ παραμεμενηκέναι, ἢ ἀπο είδους ἀμπέλου οὕτω καλουμένης: οἱ δὲ τὸν ἀπὸ τῶν ἀναδενδράδων εἶπον: πρέμνον γὰρ τὴν ὑφέτιν καλοῦσιν: ἄλλοι δὲ ἀπο Πράμνου εἶπον, Πράμνη δὲ ὄρος ἐν τῇ Ἰκαρίᾳ οἰνοφόρον ⁑ On Iliad 11.639-11.640: ἐπι δ' αἴγειον: κνη τυρὸν κνῄστι χαλκείῃ ἔκοπτεν δὲ καὶ τυρὸν κνήστεϊ χαλκείῳ, τοῦτέστι μαχαιρίῳ τυροτόμῳ ⁑ On Iliad 11.640: ἀλφίτου ἀκτήν: ἥτοι περιφραστικῶς ἄλφιτα , ἢ ἄρτον ἀπο τοῦ κατασκευάσματα ὅ ἐστιν ἀλεύρου , δηλοῖ δὲ ἡ λέξις ὅτε μὲν το ἄλευρον ἀποκατάσσεσθαι καὶ ἀλεῖσθαι τὸν σίτον : ὁτὲ αἰγιαλὸν ἀπο τοῦ περικατάσσεσθαι αὐτῷ τά κύματα ⁑ On Iliad 11.641: ἐπεί ρ' ὥπλισσε κυκειῶ: τὸ κυκειῶ περισπαστέον τοῦ γὰρ κυκεῶνά ἐστιν ἀποκοπῆ καὶ ἐπλεόνασεν τὸ ϊ κυκειῶ δέ ἐστι πολυμιγὲς ποτόν ⁑ Interlinear scholia On Iliad 11.627@ἔξελον: ἐξαίρετον έδωκαν On Iliad 11.628@ἐπιπροϊηλε: ἐπ αυτῶ παρέθηκε: On Iliad 11.629@κυανόπεζαν: μελανόπουν On Iliad 11.630@ποτῷ-ὄψον: ποτικὸν όψον On Iliad 11.631@χλωρὸν: νέον On Iliad 11.631@ἀλφίτου: άρτου On Iliad 11.635@νεμέθοντο: τουτέστι ζώσαις καὶ πινούσαις ἑώκεσαν αἱ πέλειαι: On Iliad 11.636@ἀποκινήσκασκε: λείπει τὸ πρεσβύτης : On Iliad 11.637@κύκησε: ἐτάραξε On Iliad 11.640@κνήστῑ-χαλκείῃ: μαχαιρίω τυροτόμω: On Iliad 11.640@ἄλφιτα: τα τοῦ κριθῶν ἄλευρα On Iliad 11.641@ὥπλισσε: ητοίμασε On Iliad 11.642@πολυκαγκέα: ξηραντικήν On Iliad 11.647@ἀναίνετο: απηρνεῖτο: On Iliad 11.648@οὐχ'-ἐστὶ: οὐκ εστι καιρὸς νῦν μοι τοῦ καθέζεσθαι On Iliad 11.649@αἰδοῖος: αιδοὺς άξιος On Iliad 11.649@μεμεσητὸς: νῦν φιλόψογος: Intermarginal scholia On Iliad 11.629: γράφεται ἐπ αυτῆ . On Iliad 11.640: γράφεται λευκὰ πάλυνε : Interior scholia On Iliad 11.628: ἐγκλιτικῶς ἀναγνωστέον ἵνα δηλώθὴ τρίτον προσωπον: On Iliad 11.630: ὅτι πᾶν προσόψημα όψον οἱ ἀρχαιοι On Iliad 11.632: ‡ ὅτι ἀπο τοῦ ήγαγεν κατὰ μεταφορὰν ἀπο τῶν ἐμψύχων: On Iliad 11.632: ‡ διχῶς Ἀρισταρχος εἴγ' ὁ γεραιὸς : καὶ εῖχ' ὁ γεραιος ⁑ On Iliad 11.634: οὕτως ἀπο λαβῆς: On Iliad 11.650: οὕτως ἀντὶ ήγαγες ήλλακται δὲ ὁ χρόνος: Venetus A (Marciana 454 = 822), folio 150, verso Iliad 11.652-11.677 11.652 νῦν δὲ ἔπος ἐρέων. πάλιν ἄγγελος εῖμ' Ἀχιλῆϊ : 11.653 εὖ δὲ σὺ, οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος 11.654 δεινὸς ἀνὴρ: τάχα κεν, καὶ ἀναίτιον αἰτιόῳτο: 11.655 τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ : 11.656 τίπτε τ' ὰρ ὧδ' Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν 11.657 ὅσσοι δὴ βέλεσιν βεβλήαται: οὐδέ τι οἶδε 11.658 πένθεος ὅσσον ὄρωρε κατὰ στρατὸν: οἱ γὰρ ἄριστοι 11.659 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε: 11.660 βέβληται μὲν ὁ Τυδείδης κρατερὸς Διομήδης : 11.661 ούτασται δ' Ὀδυσεὺς δουρὶ κλυτὸς. ἠδ' Ἀγαμέμνων : 11.663 τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο 11.664 ἰ̈ῷ ἀπὸ νευρῆς βεβλημένον: αὐτὰρ Ἀχιλλεὺς 11.665 ἐσθλὸς ἐὼν. Δαναῶν οὐ κήδεται οὐδ' ἐλεαίρει: 11.666 ἠ μένει εἰς ό κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης, 11.667 Ἀργείων ἀἕκητι . πυρὸς δηΐοιο θέρωνται. 11.668 αὐτοί τε κτεινώμεθ' ἐπισχερὼ. οὐ γὰρ ἐμὴ ἲ̈ς 11.669 ἔσθ. οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν: 11.670 εἴθ' ὡς, ἡβώοιμι: βίη τέ μοι ἔμπεδος εἴη. 11.671 ὡς ὁπότ' Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη 11.672 ἀμφι βοηλασίῃ: ὅτ' ἐγὼ κτάνον Ἰ̈τυμονῆα 11.673 ἐσθλὸν Ὑπειροχίδην . ὃς ἐν Ἥλιδι , ναιετάασκε. 11.674 ῥύσι' ἐλαυνόμενος. ὁ δ' ἀμύνων ᾗσι βόεσσιν. 11.675 ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπο χειρὸς ἄκοντι. 11.676 καδ δ' έπεσεν: λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. 11.677 ληΐδα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν. Scholia to Iliad 11.652-11.677 Main scholia On Iliad 11.652: ‡ πάλιν ἄγγελος, κατ ιδίαν τὸ πάλιν : οὕτως Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως, πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο πάλιν εἴμ' ἄγγελος ⁑ On Iliad 11.657: ὅσσοι δὴ βέλεσιν βεβλήαται. συναπτέον τῷ ἐπάνω στίχῳ ἴσως δ' ἄν τις ἀφ ἑτέρας ἀρχῆς ἀναγινώσκοι θαυμαστικὸν ποιῶν τὸν λόγον ⁑ On Iliad 11.657: οὐδέ τι οῖδε, διασταλτέον ἤτοι ἐπι τῷ οῖδε ἠ ἐπι τὸ πένθεος ἔχει γὰρ ἀμφότερα λόγον : εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος λείψει ἡ περὶ ὡς Ἔκτωρ χωόμενος Σαρπηδόνος , εἰ δὲ τοῖς ἐξῆς σχῆμα ἔσται ὅσσον πένθος , Ἀττικῆ δὲ ἡ χρῆσις καὶ ἀρχαία ⁑ On Iliad 11.659: ἐν νηυσὶν κεαται: ὅτι συλληπτικῶς τὸ κατ αμφοτέρων κεκουνοποίηκεν . οὐ γὰρ οἱ αὐτοὶ βέβληται, καὶ οὐτασμένοι εἰσὶ, διαστέλλει μέντοι ἐν τοῖς ἐξῆς λέγων βέβληται μὲν ὁ Τυδείδης οὔτασται δ' Ὀδυσεύς ⁑ On Iliad 11.659: οὐταμενοι τε: Ἀρίσταρχος ὡς ἱστάμενοι καὶ κιχράμενοι , Πάμφιλος δὲ ὡς δεδαρμένοι ἐπεὶ καὶ τὸ βεβλημένοι συντελικὸν καὶ δοκεῖ τὸ τοιοῦτον ἀπο ἑνικοῦ ἀριθμοῦ πολυ πρότερον τεθεωρῆσθαι, παρ' αὐτῷ φησὶ γὰρ οὔτ' αὐτοσχεδίην οὐτασμένος ὀξέϊ χαλκῷ συντελικῇ γὰρ μετοχῆ, συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπι τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει εἰ μὴ ἄρα ἐκεῖνο τις ὑπερ τοῦ Ἀριστάρχου λέγοι, ὅτι οὐκ ἐνεστῶτα ἐκδεχόμενος οὕτως ἀνεγίνωσκεν , ἀλλα παρακείμενον πεπονθότα ἔχει δὲ οὕτως, παρὰ τὸ οὑτὼ περισπώμενον ἐκπίπτει παράγωγον εἰς μι λῆγον τὸ οὔτημι ἀφ οῦ ἀπαρέμφατον τὸ οὐτάναι . καὶ οὐτάμεναι . ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικῇ μετοχὴ οὐτάμενος . καὶ οὐτάμενοι ὡς κιχράμενοι . ἀλλ' οὐ φαμὲν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλ' ἕτερον τι αὐτῷ σύνηθες ῥῆμα εἶναι τὸ οὐτάζω ἔθεν καὶ οὕτασεν ὁ ἀόριστος: οὐ γὰρ δὴ συστολῆ τοῦ οὔτησεν ὡς πρόδηλον κακ τοῦ ἀπαρεμφάτου οὐτάσαι οὐδε βαλεῖν : καὶ ἐκ τοῦ ὄστασται δ' Ὀδυσεὺς τούτῳ δὴ τῷ οὔτασται , παρέθηκε μετοχὴν τὴν οὐτασμένος , οὔτ' αὐτοσχεδίην, οὐτασμένος ἥτις κατ έλληψιν τοῦ σ ἐγίνετο οὐτάμενος προπαρωξύνθη δὲ ὑπο τοῦ Ἀριστάρχου δια τὸν χαρακτῆρα ἐπεὶ αἱ τοιαύται μετοχαι προπαρωξύνοντο ἱστάμενος κιχράμενος ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ⁑ On Iliad 11.668: αὐτοί τε κτεινώμεθα ἐπισχερὼ. ἐφεξῆς ἅπαντες. παρίστησι δὲ δια τῆς λέξεως ὅτι καὶ ἐπὶ Μῦρμιδόνας ἥξει ὁ κίνδυνος ⁑ On Iliad 11.672: ἀμφι βοηλασίῃ βραχὺ διασταλτέον μετα τὸ βοηλασίη δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτεσθαι. οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος βοηλασίῃ ⁑ On Iliad 11.674: ῥυσι ἐλαυνόμενος. ἀντενεχυραζόμενος καὶ τὸ πλῆρες ῥύσια . Αὔγεας γὰρ πρότερον Νηλέως κατέσχεν τέσσαρας ἀθλοφόρους ἵππους αὐτοῖσιν ὄχεσφιν τοῦτέστι θρέμματα ἐλαύνων τὸ δὲ ἐξῆς ἐστιν ὅτ' ἐγὼ κτάνον Ἴτυμονῆα ῥύσι ἐλαυνόμενος , τὰ δὲ ἄλλα δια μέσου ⁑ On Iliad 11.677: ληΐδα δ' ἐκ πεδίου. Ἀρίσταρχος ὡς Χαλκίδα . Μενεκράτης ὡς Ἥλιδα ἔστι δὲ οὕτως ὁρίσασθαι περὶ τῆς προσῳδίας ὡς πάντα τὰ εἰς ις λήγοντα καθαρὸν μόνως θηλυκὰ ὀξύνεσθαι θέλει οἷον Κριφηΐς Βρισηΐς Θαΐς Λαΐς ὁ δὲ λόγος ἐπι Ἑλληνικῶν ὀνομάτων μή τις το Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρα Ζηνοδότῳ λεχθέντα παραθῆται, περὶ μέντοι τοῦ δαὶ̈ς ὀξυνομένου τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπι ετέρου σημαινομένου εἰρήσεται ἡμῖν ἀλλαχόθι. τὸ δὲ κράτεϊς δοκεῖ ἐπι τοῦ κυρίου βεβαρυτονῆσθαι δια τὴν αἰτιατικήν. βόστριν δὲ Κράτεὶν . τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν ⁑ On Iliad 11.677: αἴτημάτι στίζομεν κατα τὸ τέλος τοῦ στίχου πρεπωδέστερον γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς ⁑ On Iliad 11.677: ἤλιθα: λίαν ἠθροισμένην: καὶ ὁ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ δι ακριβής ἡ παρα τὸ ἀλῆσαι ὅ ἐστιν ἀθροῖσαι ⁑ Interlinear scholia On Iliad 11.656@ὀλοφύρεται: οἰκτείρει ἐλεεῖ On Iliad 11.668@ἐπισχερὼ: ἐφεξῆς On Iliad 11.670@εἴθ': ε On Iliad 11.672@ἀμφι-βοηλασίῃ: περι βοῶν ἀπελασία On Iliad 11.674@ῥύσι'-ἐλαυνόμενος: αντι τοῦ ενέχυρα λαμβάνων On Iliad 11.676@περίτρεσαν: έφυγον οἱ περι αυτοῦ On Iliad 11.677@ἤλιθα: πάνυ Intermarginal scholia On Iliad 11.661: τοῦ Ὀδυσσέως τὸ ἐπίθετον καὶ διασταλτέον μετ αυτό On Iliad 11.665: βραχὺ δὲ διασταλτέον μετα το ἐων : On Iliad 11.667: ὅτι λείπει ἡ ὑπὸ ὑπὸ πυρὸς Venetus A (Marciana 454 = 822), folio 151, recto Iliad 11.678-11.702 11.678 πεντήκοντα βοῶν ἀγέλας: τόσα πώεα οἰῶν. 11.679 τόσσα συῶν συβόσια. τόσ' αἰπόλια πλατέ' αἰγῶν: 11.680 ἵ̈ππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα 11.681 πάσας θηλείας: πολλῇσι δὲ πῶλοι ὑπῆσαν: 11.682 καὶ τά μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω 11.683 ἐννύχιοι προτὶ ἄστυ: γεγήθει δὲ φρένα Νηλεὺς : 11.684 οὕνεκά μοι τύχε πολλὰ, νέῳ πόλεμον δὲ κιόντι: 11.685 κήρυκες δ' ἐλίγαινον: ἅμ' ἠοῖ φαινομένηφι 11.686 τοὺς, ί̈μεν. οἷσι, χρέως ὠφείλετ' ἐν Ἥλιδι δίῃ: 11.687 οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες, 11.688 δαίτρευον: πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον. 11.689 ὡς ἡμεῖς παῦροι, κεκακωμένοι ἐν Πύλῳ ἦμεν. 11.690 ἐλθὼν γάρ ῥ' ἐκάκωσε βίη Ἡρακληείη 11.691 τῶν προτέρων ἐτέων: κατὰ δ' ἔκταθεν ὅσσοι ἄριστοι: 11.692 δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ῆμεν: 11.693 τῶν οἶος λιπόμην. οἱ δ' ἄλλοι πάντες ὄλοντο: 11.694 ταῦθ' ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες. 11.695 ἡμέας ὑβρίζοντες, ἀτάσθαλα μηχανόωντο: 11.696 ἐκ δ' ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ' οἰῶν 11.697 εἵλετο κρινάμενος τριηκόσι': ἠδὲ νομῆας: 11.698 καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετ' ἐν Ἥλιδι δίῃ. 11.699 τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν 11.700 ἐλθόντες μετ' άεθλα. περὶ τρίποδος γὰρ ἔμελλον 11.701 θεύσεσθαι: τοὺς δ' αὖθι ἄναξ ἀνδρῶν Αὐγείας 11.702 κάσχεθε, τὸν δ' ἐλατῆρ' ἀφίει ἀκαχήμενον ἵππων: Scholia to Iliad 11.678-11.702 Main scholia On Iliad 11.678: ‡ πώεα: παρὰ τὸ πόᾳ χρῆσθαι ἤτις ἐστὶν αὐτόποιητος : On Iliad 11.683: ἐννύχιοι προτι ἄστυ: ὅτι διαφωνοῦσιν οἱ νεώτεροι τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφ Ἡρακλέους ὅτε τὴν Πύλον ἐπόρθησεν. φαίνεται γὰρ καθ Ὅμηρον περιῶν καὶ μετὰ τὸ πορθηθῆναι, ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστερος τοῦ πρὸς Ἡρακλέα ⁑ On Iliad 11.685: ἅμ' ἡοῖ φαινομένηφι τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς. ἥτοι γὰρ ἡμερας γενομένης ἐκήρυσσον ὅπως ἐκεῖνοι συναχθῶσιν ἠ ἄλλοτε ἐκήρυσσον ἵνα ἐκεῖνοι ὑπο τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει ⁑ On Iliad 11.686: τοὺς ἴμεν οἶσι χρέως ὠφείλετ' ὅτι τὰ περιελασθέντα ἐκ τῆς Πύλου ὑπο τῶν Ἐπειῶν θρέμματα χρέως καλεῖ, Ἀριστοφάνης δὲ χρεῖος καὶ ὠφείλετο ⁑ On Iliad 11.686: δίη: θαυμαστή ϊερά, ἐν αυτῆ γὰρ ετιμᾶτο Ὀλύμπιος Ζεὺς οὗ καὶ πανήγυρις παρα τριετῆ χρόνον ἤγετο τὰ Ὀλύμπια ἔνθα ἡγωνίζοντο , οἵ ἀπο τῆς Ἑλλάδος πάντες, ἐστι δὲ πόλις τῆς Πελοποννήσου ⁑ On Iliad 11.688: δαίτρευον πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον ⁑ ἤτοι στικτέον κατα τὸ τέλος τοῦ στίχου ἡ συναπτέον τῷ ἑξῆς ὃ καὶ βέλτιον. τὸ γὰρ ὃς . ἀντι τοῦ ὅτι ἐστὶ κείμενον καὶ ἐὰν χωρίσωμεν δὲ, καὶ ἀκούωμεν καὶ οὕτως ἕσται θαυμαστικὸς ὁ λόγος περι τῆς καταφρονήσεως ἣν ἐποιήσαντο οἱ Ήλιοι περι τῶν Πυλίων ⁑ On Iliad 11.688: Ἐπειοὶ οἱ Ήλειοι ἀπο Ἐπειοῦ βασιλέως οὕτως Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ήλειος ὁ κτίσας Ήλιδα : κλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς ἀφοῦ Ἐπειοὶ ὡς φησὶν Ἀριστοτέλης ἐν τῶ Πέπλῳ ⁑ On Iliad 11.692: δώδεκα γὰρ Νηλῆος , πρὸς τοὺς Χωρίζοντας ὅτι ἐν μὲν δώδεκα Νηλῆος παῖδας λέγει, ἐν δὲ τῇ τρεῖς γεγονέναι ὡς γενεαλογεῖ καὶ Χλωρὶν ἴδον περικαλλέα , καὶ ἐν τοῖς ἑξῆς Νέστορά τε Χρόμιόν τε Περικλύμενόν τ' ἀγερωχον , ἐνδέχεται δὲ προγεγονότων αὐτῷ. ἐξ ετέρας γυναικὸς παίδων ὕστερον ἐκ Χλωρίδος τοὺς τρεῖς γεγονέναι. καὶ γὰρ ὁ Πρίαμος φησὶ πεντηκοντά μοι ἦσαν ὅτ' ήλυθον υἷες Ἀχαιῶν . ἐννεακαίδεκα μέν μοι ϊῆς ἐν κνιδ τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνι μεγάροισιν ⁑ On Iliad 11.692: δώδεκα γὰρ Νηλῆος : τὸν Νέστορα φησὶ μόνον περισωθῆναι τῶν λοιπῶν τοῦ Νηλέως παίδων. ἥτοι ὅτι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρα τοῖς Γερήνοις , ῆ ἐπεὶ συνεβούλευσεν εἰς ἀχθῆναι τὸν Ἡρακλέα ὥς τινες φασίν ⁑ On Iliad 11.694: ταύθ' ὑπερηφανέοντες Ἐπειοὶ ὅτι ἔν τισι γράφεται Ἀχαιοὶ τοὺς δε Ἡλείους Ἐπειοὺς καλεῖ Ὅμηρος ⁑ Interlinear scholia On Iliad 11.683@ἐννύχιοι: δια τῆς νυκτὸς On Iliad 11.686@τοὺς-ί̈μεν: τούτοις παρεῖναι συλλεγῆναι On Iliad 11.686@ὠφείλετ': εχρεωστεῖτο On Iliad 11.688@δαίτρευον: ἐμέριζον On Iliad 11.688@Ἐπειοὶ: οἱ Ήλειοι On Iliad 11.689@παῦροι: βραχὺ διασταλτέον ἐπι τὸ παύροι πρὸς ἔμφασιν: On Iliad 11.695@ἀτάσθαλα: ὑβριστικὰ άδικα: Intermarginal scholia On Iliad 11.689: οὐκ εν πόλει ἦμεν ὡς ένιοι Interior scholia On Iliad 11.684: διασταλτέον επι το πολλὰ προς τὸ σαφεστερον ⁑ On Iliad 11.686: οὕτως Ἀρίσταρχος χρεῶς On Iliad 11.688: ὅτι σπανίως Ηλείους καλεῖ: On Iliad 11.697: ὅτι θρέμματα δηλον ὅτι τριακόσια ⁑ On Iliad 11.699: ὅτι εκατέροις δύναται προσδιδοσθαι ⁑ On Iliad 11.702: ητοι ελατῆρα ἵππων ἠ ἀκαχήμενον περὶ ἵππων ⁑ Exterior scholia On Iliad 11.686: χρέως Venetus A (Marciana 454 = 822), folio 151, verso Iliad 11.703-11.727 11.703 τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων. 11.704 ἐξέλετ' ἄσπετα πολλὰ: τὰ δ' ἄλλ' ἐς δῆμον ἔδωκε 11.705 δαιτρεύειν. μή τίς οἱ ἀτεμβόμενος κίοι ἴ̈σης: 11.706 ἡμεῖς μὲν τὰ ἕκαστα δι' είπομεν: ἀμφὶ δὲ ἄστυ 11.707 ἕρδομεν ϊρὰ θεοῖς: οἱ δὲ τρίτῳ ἤματι πάντες 11.708 ἦλθον. ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵ̈πποι 11.709 πανσυδίῃ: μετὰ δέ σφι Μολίονε θωρήσσοντο 11.710 παῖδ' έτ' ἐόντ' οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς: 11.711 ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη. 11.712 τηλοῦ ἐπ' Ἀλφειῷ νεάτη Πύλου ἠμαθόεντος: 11.713 τὴν ἀμφ' ἐστρατόωντο διαρραῖσαι μεμαῶτες: 11.714 ἂλλ' ὅτε πᾶν πεδίον μετεκίαθον: ἄμμι δ' Ἀθήνη 11.715 ἄγγελος ἦλθε θέουσ' ἀπ' Οὐλύμπου θωρήσσεσθαι 11.716 ἔννυχος. οὐδ' ἀἕκοντα Πύλον . κάτα λαὸν ἄγειρεν. 11.717 ἀλλὰ μάλ' ἐσσυμένους πολεμίζειν: οὐδέ με Νηλεὺς 11.718 εἴα θωρήσσεσθαι: ἀπέκρυψεν δέ μοι ἵ̈ππους: 11.719 οὐ γάρ πώ τί μ' ἔφη ἴ̈δμεν πολεμήϊα ἔργα: 11.720 ἀλλὰ καὶ ὧς ἱ̈ππεῦσι μετέπρεπον ἡμετέροισι 11.721 καὶ πεζός περ ἐὼν. ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη : 11.722 ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων. 11.723 ἐγγύθεν Ἀρήνης . ὅθι μείναμεν Ἠῶ δῖαν 11.724 ἱ̈ππῆες Πυλίων : τά δ' ἐπέρρεον ἔθνεα πεζῶν: 11.725 ἔνθεν πανσυδίῃ συν τεύχεσι. θωρηχθέντες. 11.726 ένδιοι ϊκόμεσθ' ἱ̈ερὸν ῥόον Ἀλφειοῖο : 11.727 ἔνθα Διὶ̈ ῥέξαντες ὑπερμενεῖ ἱ̈ερὰ καλὰ. Scholia to Iliad 11.703-11.727 Main scholia On Iliad 11.705: μή τίς οι ἀτεμβόμενος κίος ἴσης: ὅπως μῆδεῖς ἀπέλθη στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς ἴσης γὰρ τῆς τὸ δίκαι καὶ ἴσον ἐχούσης ⁑ On Iliad 11.709: πανσυδίῃ μετα δέ σφι Μολίονε : ὅτι ἀπο μητρὸς Ὅμηρος οὐ σχηματίζει μήποτ' οὖν ἀπο ταύτης πατρὸς Μόλου οὕτως αὐτοὺς εἶπεν ⁑ On Iliad 11.709: Μολίονε : Ἄκτορος καὶ Μολίνης παίδας Κτέατον καὶ Εύρυτον κατά τινας δὲ Μολίνης καὶ Ποσειδῶνος . ἴσως δὲ μᾶλλον Μολίονος αὐτοὺς εἶπεν πολεμικοὺς ἀπο τοὺς κατὰ τὴν μάχην μολύνσεως, οὐχ ὡς οἱ νεώτεροι ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολίονη , ἀπο μητρὸς γὰρ Ὅμηρος οὐδένα σημαίνει ⁑ On Iliad 11.709: οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων : διφυεῖς γὰρ: ῆσαν ἔχοντες ἑκάτερος δύο κεφαλὰς καὶ πόδας τοὺς ἴσους ἓν δὲ σῶμα. δια τοῦτο τοὺς πολεμίους καὶ γυμνικοὺς ἑνίκων αγῶνας, Ἡρακλῆς δὲ πολεμῶν καὶ μη δυνάμενος κατα τουμφανὲς αὐτῶν περιγενέσθαι συμμαχούντών Αὐγέα λοχήσας αὐτοὺς ἀνεῖλεν καὶ οὕτως ἐπύρθησε τὴν Ήλιν , ἡ ϊστορία παρα Φερεκύδει ⁑ On Iliad 11.711: ἔστι δέ τις Θρυόεσσα ὅτι ἣν ἐν τῷ εἴρηκε Θρύον καὶ Θρύον Ἀλφειοῖο πόρον , νῦν Θρυόεσσαν λέγει ⁑ On Iliad 11.718: εἴα θωρήσσεσθαι, προτρέπει τὸν Πάτροκλον . δι ὦν αὐτὸς καὶ νέος καὶ ὑπο πατρὸς κωλυόμενος ὅμως πεζὸς ἐξῆλθεν ⁑ On Iliad 11.719: οὐ γάρ πω τί μ' ἔφη, ὀφείλει τὸ τί ὀξύνεσθαι δια τὴν μέ ἀντωνυμίαν: νῦν ἐγκλιτικὴν οὖσαν ⁑ On Iliad 11.723: ἐγγύθεν Ἀρήνης : ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδοτέον τὸ ἡμιστίχιον ⁑ On Iliad 11.725: ἔνθεν πανσυδίη: βραχὺ διασταλτέον κατα τὸ τελος τοῦ στίχου ὑπ ὅρθρον γὰρ ὁπλισθέντες. πρὸς τὴν Ἀρήνῃ ὤδευσαν καὶ κατα μέσον ἡμέρας ἐπι τὸν Αλφειὸν παρεγένοντο ⁑ Interlinear scholia On Iliad 11.713@διαρραῖσαι: διαφθεῖραι: On Iliad 11.714@μετεκίαθον: παρεγένοντο: On Iliad 11.723@Ἀρήνης: πόλις Πύλου On Iliad 11.726@ένδῑοι: μετα μεσημβρίαν Intermarginal scholia On Iliad 11.708: βραχὺ διασταλτέον ἐπι τὸ ῆλθον πρὸς τὸ σαφέστερον ⁑ Interior scholia On Iliad 11.706: γράφεται ἀμφί τε ἄστυ Venetus A (Marciana 454 = 822), folio 152, recto Iliad 11.728-11.752 11.728 ταῦρον δ' Ἀλφειῷ . ταῦρον δὲ Ποσειδάωνι . 11.729 αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην. 11.730 δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι. 11.731 καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος 11.732 ἀμφὶ ῥοὰς ποταμοῖο: ἀτὰρ μεγάθυμοι Ἐπειοὶ 11.733 ἀμφίσταντο δὲ ἄστυ διαρραῖσαι μεμαῶτες: 11.734 ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος : 11.735 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης: 11.736 συμφερόμεσθα μάχῃ: Διί̈ τ' εὐχόμενοι καὶ Ἀθήνῃ : 11.737 ἀλλ' ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο, νεῖκος: 11.738 πρῶτος ἐγὼν ἕλον ἄνδρα: κόμισσα δὲ μώνυχας ἵ̈ππους: 11.739 Μούλιον αἰχμητὴν: γαμβρὸς δ' ἦν Αὐγείαο . 11.740 πρεσβυτάτην δὲ θύγατρ' εἶχε ξανθὴν Ἀγαμήδην . 11.741 ἣ τόσα φάρμακα ᾔδη. ὅσα τρέφει εὐρεῖα χθών: 11.742 τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί: 11.743 ἤριπε δ' ἐν κονίῃσιν. ἐγὼ δ' ἐς δίφρον ὀρούσας. 11.744 στῆν ῥα μετὰ προμάχοισιν: ἀτὰρ μεγάθυμοι Ἐπειοὶ 11.745 ἔτρεσαν ἄλλυδις ἄλλος: ἐπεὶ ἴ̈δον ἄνδρα πεσόντα 11.746 ἡγεμόν': ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι: 11.747 αὐτὰρ ἐγὼν ἐνόρουσα κελαινῇ λαίλαπι ἶ̈σος: 11.748 πεντήκοντα δ' ἕλον δίφρους: δύο δ' ἀμφὶς ἕκαστον 11.749 φῶτες, ὀδὰξ ἕλον οῦδας ἐμῷ ὑπο δουρὶ δαμέντες: 11.750 καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ' ἀλάπαξα. 11.751 εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων 11.752 ἐκ πολέμου ἐσάωσε, καλύψας ἠέρι πολλῇ: Scholia to Iliad 11.728-11.752 Main scholia On Iliad 11.728: ‡ ταῦρον δ' Ἀλφειῷ , ταῦρον δὲ Ποσειδῶνι : οικεῖα τὰ θύματα. τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους δια τὰς βίας τῶν ὑδάτων ⁑ On Iliad 11.730: δόρπον ἔπειθ' ἑλόμεσθα: ὅτι Ζηνόδοτος γράφει δεῖπνον δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφὴν εὐθέως γὰρ κατακοιμῶνται ⁑ On Iliad 11.734: ‡ αλλά σφιν προπάροιθε, ὅτι τὸ προπάροιθε , οὐ τοπικῶς ἀλλα χρονικῶς πριν ὴ πορθῆσαι τὸ ἄστυ, ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλεμος ⁑ On Iliad 11.735: εὖτε γὰρ ἡέλιος , ὅτι ἐξ ἡρωϊκοῦ προσώπου ὑπερ γῆς τὴν ἀνατολὴν λέγει αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου ἐξ Ὠκεανοῦ On Iliad 11.741: ἣ τόσα φάρμακα ᾔδη, Μήδεια ἐγένετο Ἀήτου μὲν θυγάτηρ, Ἱ̈άσωνος δὲ γυνη αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο καὶ ἐγαμήθη ἑκεῖ Αἰγεῖ τῷ Πανδίωνος , κακεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ ἐπι τὸν τοῦ πατρὸς γνωρισμὸν ἐκ Τρόζηνος ἀφικόμενον πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγίνεσθαι: πεισθεὶς δὲ Αἱγεὺς , παραγενομένω τῷ παιδὶ φάρμακον έδωκεν. μελλοντος δὲ καταπίνειν ἐπιγνοὺς, τό τε ξίφος καὶ τὰ ὑποδήματα , ταῦτα γὰρ ἐν Τρυζήνη γνωρίσματα κατέλιπεν. τὸ μὲν φάρμακον ἀφείλετο τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς οἱκήσασα δὲ αὕτη τὴν πλησίον Ήλιδος Ἐφύραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομασθῆναι: ἡ ἱστορία παρα Κράτητι ⁑ On Iliad 11.746: ‡ ἡγεμόν' ἱππήων, τὸ ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ τοῖς ἐπάνω ⁑ On Iliad 11.750: καὶ νύ κεν Ἀκτορίωνε Μολίωνε : ὅτι ἐντεῦθεν Ἡσίοδος Ἄκτορος κατ' επίκλησιν καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν γόνω δὲ Ποσειδῶνος . οὐδέποτε δὲ Ὅμηρος ἀπο μητρὸς σχηματίζει ⁑ On Iliad 11.751: εἰ μή σφωε πατὴρ: πρὸς τὰ περὶ τῆς φύσεως τῶν Ἄκτωρος παίδων πότερον μία, ἀμφοτέρων συμφυΐα, ἡ ἑκάτερος αὐτῶν διφυὴς ἢν ⁑ Interlinear scholia On Iliad 11.728@Ἀλφειῷ: ποταμός On Iliad 11.729@ἀγελαίην: ἐν αγέλη έτι ούσαν ἀδάμαστον On Iliad 11.735@εὖτε: οπότε On Iliad 11.735@ὑπερέσχεθε: ὑπερέσχε συνεμάχησε: On Iliad 11.736@συμφερόμεσθα: άμα συνηνέχθημεν On Iliad 11.749@ὀδὰξ-οῦδας: τοῖς οδοῦσι τὴν γην έδακον θνήσκοντες ⁑ On Iliad 11.750@παῖδ': ε Intermarginal scholia On Iliad 11.733: γράφεται διαπραθέσιν Exterior scholia On Iliad 11.728: Ποσειδάωνι Venetus A (Marciana 454 = 822), folio 152, verso Iliad 11.753-11.777 11.753 ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε: 11.754 τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ, σπιδέος πεδίοιο 11.755 κτείνοντές τ' αὐτοὺς. ἀνά τ' ἔντεα καλὰ λέγοντες: 11.756 ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους. 11.757 πέτρης τ' Ὠλενίης : καὶ Ἀλισίου . ἔνθα κολώνη 11.758 κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη : 11.759 ἔνθ' ἄνδρα κτείνας πύματον. λίπον: αὐτὰρ Ἀχαιοὶ 11.760 ὰψ ἀπὸ Βουπρασίοιο Πύλονδ' ἔχον ὠκέας ἵ̈ππους: 11.761 πάντες δ' εὐχετόωντο θεῶν Διὶ̈ Νέστορί τ' ἀνδρῶν: 11.762 ὡς, ἔον εἴ ποτ' έην γε μετ' ἀνδράσιν: αὐτὰρ Ἀχιλλεὺς 11.763 οἶος τῆς ἀρετῆς ἀπονήσεται: ῆ τέ μιν οἴω 11.764 πολλὰ μετακλαύσεσθαι. ἐπεί κ' ἀπὸ λαὸς ὄληται. 11.765 ὦ πέπον. ἦ μὲν σοί γε Μενοίτιος ὧδ' ἐπέτελλεν 11.766 ἤματι, τῷ: ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε. 11.767 νῶϊ δὲ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς . 11.768 πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. 11.769 Πηλῆος δ' ἱ̈κόμεσθα δόμους εὖ ναιετάοντας. 11.770 λαὸν ἀγείροντες κατ' Ἀχαιΐδα πουλυβότειραν: 11.771 ἔνθα δ' ἔπειθ' ἥρωα Μενοίτιον εὕρομεν ἔνδον. 11.772 ἠδὲ σὲ πὰρ δ' Ἀχιλῆα : γέρων δ': ἱ̈ππηλάτα Πηλεὺς 11.773 πίονα μηρί' ἔκηε βοὸς, Διὶ̈ τερπικεραύνῳ 11.774 αὐλῆς ἐν χόρτῳ: ἔχε δὲ χρύσειον άλεισον. 11.775 σπένδων αἴθοπα οἶνον ἐπ' αἰθομένοις ἱ̈εροῖσι: 11.776 σφῶϊ μὲν ἀμφι βοὸς ἕπετον κρέα: νῶϊ δ' ἔπειτα 11.777 στῆμεν ενὶ προθύροισι. ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς . Scholia to Iliad 11.753-11.777 Main scholia On Iliad 11.754: ‡ τόφρα γὰρ οὖν ἐπόμεσθα δι ἀσπιδέως πεδίοιο: ὁ Ἀσκαλωνίτης δι ασπίδεως ἐπεὶ ἐπιφέρει ἀνά τ' ἔντεα καλὰ λέγοντες , τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπίδας, ὁ δὲ Αλεξίων καὶ ἀμφότερα κρίνει καὶ ἀσπιδέος καὶ σπιδεος , ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι τινὲς μὲν ἀπὸ τοῦ ς ποιοῦνται τὴν διαστολήν ἵνα ᾗ ἀσπίδεος ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἄσπιδες τὸ πεδίον εἰρηκότος τὸ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι μηδενὸς ἄλλου ὁρωμένου τέρματος ἀλλα τοῦ ορίζοντος ἀερος, ἄλλοι δὲ ἐκδέχονται ἀσπίδεος τοῦ ἔχοντος πολλὰς ἀσπίδας καθ ὅτι ἐπιφέρει ἀνά τ' ἔντεα καλὰ λέγοντες . οἱ δέ φασὶν ἐκ πλήρους σπίδεος καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ, καὶ γὰρ Αἰσχῦλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν ὅταν λέγῃ σπίδιον μῆκος ὁδοῦ , καὶ ὁ Ἀντίμαχος οὐδε σπιδόθεν προνοῆσαι τοῦτέστι μακρόθεν, καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος : Κράτης δὲ προκρίνει τὴν δια τοῦ α γραφὴν καὶ Ζηνοδοτος δὲ συναινεῖ τῇ δίχα τοῦ α γραφῇ καὶ φησὶ σπιδέος τοῦ ἀπόρου καὶ τραχέος καὶ μεγάλου, καὶ Ἀμερίας δὲ λέγει σπιδέος τοῦ πολλοῦ καὶ εὑρεος καὶ μεγάλου καγὼ δὲ συγκατίθεμαι τοῖς ἀνδράσιν ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρησιν παρα τοῖς ἀρχαίοις ἡ διπλῆ, πρὸς τὸ σημαινόμενον τὸ ἀπο τῆς λέξεως ⁑ On Iliad 11.757: πέτρης τ' Ὠλενίης ⁑ ἤτοι διασταλτέον ἐπι τὸ Ἀλισίου , ἠ συναπτέον τοῖς ἑξῆς ὡς Δημήτριος ὁ Σκήψιος τάφον τὸν τοῦ Ἀλισίου οὕτω γὰρ Ἀρίσταρχος γράφει προστιθεὶς ὅτι τῶν Ἱπποδαμείας μνηστήρων εἷς ἢν ὁ Ἀλίσιος ἠ Ἀλίσιον μὲν πόλις, Κολώνη δὲ, οὕτω καλούμενος τόπος ⁑ On Iliad 11.759: ἔνθ' ἄνδρα κτείνας: ὅτι τὸ ἔνθα ἐν εκείνω τῷ τόπῳ καὶ ὅτι τοὺς Πυλίους Ἀχαιοὺς λέγει νῦν τοὺς δὲ Ηλείους Ἐπειούς ⁑ On Iliad 11.763: οἶος τῆς ἀρετῆς ἀπονήσεται: μόνος τῆς ἀρετῆς ὄνησιν ἔξει, οὐχὶ δὲ καὶ οἱ φίλοι ⁑ On Iliad 11.767: νῶϊ δὲ ἔνδον ἐόντες, ἡ μὲν διπλη ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς : ἀθετοῦνται δὲ ἀπο τούτου στίχοι ιθ ἕως τοῦ σοὶ δ' αὖθ' ἐπέτελλεν , ὅτι ἡ σύνθεσις αὐτῶν πεζῆς καὶ διαφωνεῖ τοῖς ἐν ταῖς η ταῖς ταύτα, Πηλεὺς μὲν ὦ παιδὶ ἐπέτελλ' Ἀχιλῆϊ : ἐκεῖ γὰρ ὁ Πηλεὺς φησὶ τέκνον ἡμῶν, κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη δώσουσ' αἴ κε θέλωσί: σὺ δὲ μεγαλήτορα θυμον . κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη δώσουσ' αἴ κ' εθέλωσι: σὺ δὲ μεγαλήτορα θυμόν . καὶ ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν ὁ Αχιλλεὺς πράσσει. αὐτὸς δὲ ὡς εἴδωλον σπένδει ἐς δ' άγε χειρὸς ἑλῶν κατά δ' ἐδριάασθαι ἄνωγεν. ξείνια τ' εῦ παρέθηκεν : ὁ δὲ Πηλεὺς οὐδ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς δὲ ἡ σύνθεσις, καὶ τοῦ ἦρχον ἐγὼ μύθοιο κελεύων ὕμμ' ἅμ' ἕπεσθαι . ἡθετοῦντο καὶ παρα Ἀριστοφάνει οἱ ιθ ⁑ On Iliad 11.774: αὐλῆς ἐν χόρτῳ ἐν τῷ περιφράγματι τῆς αὐλῆς: χόρτοι δὲ οἱ τριγχοὶ ὡς καὶ Εὐριπίδης ἐν , σύγχορτα νέω παιδία ταῖς Ἐλευθέραις : καὶ ἐν ὁμοίως ⁑ Interlinear scholia On Iliad 11.755@λέγοντες: συνάγοντες On Iliad 11.756@Βουπρασίου: πόλις Ί̈διδος On Iliad 11.758@ἀπέτραπε: ἀπέστρεψε σημείοις τισί On Iliad 11.759@πύματον: ἔσχατον On Iliad 11.761@Νέστορί: ἀντὶ ἐμοί On Iliad 11.763@ἀπονήσεται: ἐναπολαύσει γενήσεται: On Iliad 11.774@ἐν-χόρτῳ: ἐν τῷ τριγχῷ On Iliad 11.774@άλεισον: ποτήριον On Iliad 11.775@αἰθομένοις: καιόμενος On Iliad 11.776@ἕπετον: νῦν ἐνεργεῖτετ Intermarginal scholia On Iliad 11.755: ἐν ἄλλω χωρὶς λέγοντες ⁑ On Iliad 11.773: Ἀρισταρχος μηρία καιε ⁑ Venetus A (Marciana 454 = 822), folio 153, recto Iliad 11.778-11.802 11.778 ἐς δ' άγε χειρὸς ἑλὼν. κατὰ δ' εδριάασθαι ἄνωγεν. 11.779 ξείνιά τ' εὖ παρέθηκεν: ἅ τε ξείνοις θέμις ἐστίν: 11.780 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος: 11.781 ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι: 11.782 σφὼ δὲ μάλ' ἠθέλετον: τὼ δ' ἄμφω πὸλλ' ἐπέτελλον: 11.783 Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ' Ἀχιλῆϊ 11.784 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων: 11.785 σοὶ δ' αὖθ' ᾧδ' ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός: 11.786 τέκνον ἐμὸν: γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς : 11.787 πρεσβύτερος δὲ σύ ἐσσι: βίῃ δ' ὅ γε πολλὸν ἀμείνων: 11.788 ἂλλ' εὖ, οἱ, φᾶσθαι πυκινὸν ἔπος ἠδ' ὑποθέσθαι. 11.789 καί οἱ, σημαίνειν: ὁ δὲ πείσεται εἰς ἀγαθόν περ: 11.790 ὡς ἐπέτελλ' ὁ γέρων: σὺ δὲ λήθεαι: ἀλλ' έτι καὶ νῦν 11.791 ταῦτ' εἴποις Ἀχιλῆϊ δαΐφρονι αί κε πίθηται: 11.792 τίς δ' οἶδ' εἴ κέν οἱ, σὺν δαίμονι θυμὸν ὀρίναις 11.793 παρειπὼν. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου: 11.794 εἰ δέ τινα φρεσὶν, ᾗσι θεοπροπίην ἀλεείνει. 11.795 καί τινά οἱ, παρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ. 11.796 ἀλλὰ σέ περ προέτω: ἅμα δ' ἄλλος λαὸς ἑπέσθω 11.797 Μυρμιδόνων. αἴ κέν τι φόως Δαναοῖσι γένηαι: 11.798 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι. 11.799 αἴ κέ σε τῷ ἴ̈σκοντες ἀπόσχωνται πολέμοιο 11.800 Τρῶες . ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν 11.801 τειρόμενοι: ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο: 11.802 ῥεῖα δέ κ' ἀκμῆτες κεκμηῶτας ἄνδρας. ἀϋτῇ Scholia to Iliad 11.778-11.802 Main scholia On Iliad 11.786: τεκνον εμὸν γενεῇ μὲν ⁑ ὅτι Ἀρχίλογος ὑπερτερην τὴν νεωτέραν ἐδέξατο: οἴην Λυκάμβεος παῖδα τὴν ὑπερτέρην , ἀντι τοῦ τὴν νεωτέραν , καὶ τὸ ἕτοιμον δὲ ἀντιπίπτει ὁ γὰρ ὑπερέχων κατά τι ἐστὶν ὑπερτερος καὶ νῦν λέγει τῷ γένει τῇ εὐγενείᾳ ὑπερέχει, δια τὸ εἶναι θεᾶς μητρός σὺ δὲ πρεσβύτερος εἶ ⁑ On Iliad 11.799: αἵ κέ σε τῷ ἴ̈σκοντες, Ἀρίσταρχος ἀξιοὶ δια τῆς ει διφθόγγου γράφειν ἐπεὶ ἐν ετέροις φησὶ τὸ κατα διαίρεσιν αὐτοῦ ὁρᾶται ἐΐσκω λεγόμενον ἐΐσκω πηγεσιμάλλῳ : οἱ δὲ περι τὸν Ἀλεξίωνα δια τοῦ ϊ μόνου συνεσταλμένου κακὼ δὲ τούτοις συγκατατίθεμαι τὸ μη δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων λέγω δὲ τὰ δια τοῦ σκω ἔχειν προ τέλους δίφθογγον ἐκφωνουμένην ὅτι μὴ τὴν δια τοῦ υ πιφαύσκω ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον δια τὸ μιμνέσκω καὶ θνέσκω : ὥστε ὅτε λέγει ἐΐσκω κατα διαίρεσιν ὑγιῶς πάνυ ἀποφαίνεται εἶγε παρὰ τὸ εἴδω ἐξέπιπτε μέλλων ὁ εἰς ω ὃς ὄφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ εἴσκω ὡς μεθύσω μεθύσκω δράσω δράσκω , ἀλλ επεὶ ἀνέφικτον ἦν χωρίσαι τὴν τοιαύτην δίφθογγον προ τῆς σκω παραγωγῆς. διαιρέσει ἐχρήσατο: ὅπου δὲ οὐ παραδέχεται αὐτὸ ἡ διαίρεσις ἐκεῖ ἐκβάλλει τὸ ε : On Iliad 11.801: ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο: μικρὰ ἡ περιλειπομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι γένωνται ἀπόλλυνται ⁑ On Iliad 11.802: ῥεῖα δέ κ' ἀκμητες. ὤσεσθαι προτὶ άστυ. ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται ὅτι οἱκειότερον κείνται προ τῆς Πατρόκλου ἐξόδου ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπι ναυσὶ μάχης συνεστώσης. οὐδε γὰρ ἂν συμβέβηκεν ἤδη τοὺς Τρώας ἐπι ταῖς ναυσὶν αὐταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας διασταλτέον δὲ κατα τὸ τέλος τοῦ στίχου τοῦ ρεῖα δέ κ' : οἱ δὲ τοῖς εξῆς συνάπτοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσι: μᾶλλον γὰρ τὸ κεκμηῶτας ἀϋτῇ λόγον ἔχει ⁑ Interlinear scholia On Iliad 11.778@εδριάασθαι: καθέζεσθαι δὲ On Iliad 11.780@τάρπημεν: ἐκορέσθημεν On Iliad 11.782@σφὼ: ὑμεῖς On Iliad 11.784@ὑπείροχον: ὑπερέχοντα On Iliad 11.788@φᾶσθαι: λέγε On Iliad 11.789@σημαίνειν: ἀντὶ σήμαινε μήνυε On Iliad 11.793@παραίφασίς: συμβουλῆ παραίνεσις On Iliad 11.795@ἐπέφραδε: εῖπε On Iliad 11.799@ἴ̈σκοντες: ομοιοῦντες Intermarginal scholia On Iliad 11.782: Ζηνόδοτος ἠθελέτην On Iliad 11.801: γένηται ⁑ Exterior scholia On Iliad 11.797: ἤν πού τι φόως Venetus A (Marciana 454 = 822), folio 153, verso Iliad 11.803-11.827 11.803 ὤσεσθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων: 11.804 ὡς φάτο. τῷ δ' ἄρα θυμὸν ἐνι στήθεσσιν ὄρινε: 11.805 βῆ δὲ θέειν: παρὰ νῆας, ἐπ' Αἰακίδην Ἀχιλῆα : 11.806 ἂλλ' ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο 11.807 ί̈ξε θέων Πάτροκλος : ἵνά σφ' ἀγορή τε θέμις τε 11.808 ἤην: τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοὶ: 11.809 ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε 11.810 διογενὴς Εὐαιμονίδης κατα μηρὸν ὀϊστῷ: 11.811 σκάζων ἐκ πολέμου. κατα δὲ νότιος ῥέεν ἱ̈δρὼς 11.812 ὤμων καὶ κεφαλῆς: ἀπὸ δ' ἕλκεος ἀργαλέοιο 11.813 αἷμα μέλαν κελάρυζε; νόος γε μὲν ἔμπεδος ῆεν: 11.814 τὸν δὲ ἰ̈δὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός: 11.815 καί ρ' ὀλοφυρόμενος. ἔπεα πτερόεντα προσηύδα: 11.816 ᾶ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες 11.817 ὣς ὰρ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης 11.818 ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργ΄έτι δημῷ: 11.819 ἀλλ' άγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ' ἥρως. 11.820 ἤ ῥ' ἔτι που σχήσουσι πελώριον Ἕκτορ' Ἀχαιοὶ . 11.821 ἦ ἤδη φθίσονται ὑπ' αὐτοῦ δουρὶ δαμέντες: 11.822 τὸν δ' αὖτ' Εὐρύπυλος βεβλημένος ἀντίον ηύδα: 11.823 οὐκ ἔτι διογενὲς Πατρόκλεις : ἄλκαρ Ἀχαιῶν 11.824 ἔσσεται: ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέονται: 11.825 οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι. 11.826 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε 11.827 χερσὶν ὑπὸ Τρώων : τῶν δὲ σθένος ὄρνυται αἰέν: Scholia to Iliad 11.803-11.827 Main scholia On Iliad 11.807: ‡ ἴξε θέων Πάτροκλος : προς τὸ τοῦ στρατοπέδου διάγραμμα ὅτι ὑποτίθεται κατα μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν ⁑ On Iliad 11.807: ἵνά σφ' ἀγορή τε θέμις τε: ὅπου αὐτοῖς τά τε ώνια ἐπιπράσκετο καὶ τὰ δικαστηρια ἐγίνετο, ἡ γὰρ Θέμις ἐπόπτης τῶν ἐκκλησιῶν: Ζεὺς δὲ θέμις κελεύθους ἀγορην δὲ κέλευσε θεούς : On Iliad 11.808: τῇ δὴ καί σφι θεῶν τετεύχατο βωμοὶ: ὅπου καὶ τῶν πλευσάντων ἐπι τὴν Ἴλιον ἑκάστω πατρώων θεῶν βωμοὶ κατεσκευασμένοι ἦσαν On Iliad 11.811: νότιος: ὑγρὸς ἠ πολὺς ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος ⁑ On Iliad 11.824: ἔσσεται: ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέωνται , ὅτι τοῦτο ἐπι τῶν Τρώων λέγει ἐμπεσοῦνται ταῖς ναυσὶν οἶον ἐνσείσουσιν ἐμπρήσουσιν ⁑ Interlinear scholia On Iliad 11.807@ἵνά-σφ': ὅπου αὐτοῖς On Iliad 11.809@ἀντεβόλησε: συνέτυχε On Iliad 11.811@νότιος: ὑγρὸς ἡ πολυς On Iliad 11.813@κελάρυζε: μετα ήχου ἀνεφέρετο On Iliad 11.813@ἔμπεδος: ασφαλης On Iliad 11.818@ἄσειν: κορέσην On Iliad 11.818@ἀργ-δημῷ: τω λευκῷ λειπει On Iliad 11.820@σχήσουσι: κωλύσουσι On Iliad 11.823@ἄλκαρ-Ἀχαιῶν: ἀλέξημα βοήθημα Intermarginal scholia On Iliad 11.809: ὅτι τετέξευται On Iliad 11.822: ἐν αλλω πεπνυμενος: Interior scholia On Iliad 11.818: γράφεται ἡδ' οιωνούς: Venetus A (Marciana 454 = 822), folio 154, recto Iliad 11.828-11.848 11.828 ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν. 11.829 μηροῦ δ' ἔκταμ' ὀϊστὸν: ἀπ' αυτοῦ δ' αἷμα κελαινὸν 11.830 νίζ' ὕδατι λιαρῷ: ἐπὶ δ' ήπια φάρμακα πάσσε 11.831 ἐσθλὰ. τά σε προτὶ φασὶν Ἀχιλλῆος δεδιδάχθαι. 11.832 ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων: 11.833 ἰ̈ητροὶ μὲν γὰρ. Ποδαλείριος ἠδὲ Μαχάων 11.834 τὸν μὲν ἐνι κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα: 11.835 χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ϊητῆρος 11.836 κεῖσθαι: ὁ δ' ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα : 11.837 τὸν δ' αῦτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός: 11.838 πῶς τάρ έοι τάδε ἔργα: τί ῥέξομεν Εὐρύπυλ' ἥρως. 11.839 ἔρχομαι ὄφρ' Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω 11.840 ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οῦρος Ἀχαιῶν : 11.841 ἀλλ' οὐδ' ὧς περ σεῖο μεθήσω τειρομένοιο: 11.842 ῆ: καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν 11.843 ἐς κλισίην: θεράπων δὲ ἰ̈δὼν ὑπέχευε βοείας: 11.844 ἔνθά μιν ἐκτανύσας. ἐκ μηροῦ. τάμνε μαχαίρῃ 11.845 ὀξὺ βέλος περιπευκὲς: ἀπ' αὐτοῦ δ' αῖμα κελαινὸν 11.846 νίζ' ὕδατι λιαρῷ: ἐπι δὲ ῥίζαν βάλε πικρὴν 11.847 χερσὶ διατρίψας ὀδυνήφατον. ἥ οἱ ἁπάσας 11.848 ἔσχ' ὀδύνας: τὸ μὲν ἕλκος ἐτέρσετο. παύσατο δ' αἷμα: Scholia to Iliad 11.828-11.848 Main scholia On Iliad 11.834: τὸν μὲν ἐνι κλισίῃσιν. ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντησεν ὁ γὰρ Μαχάων ἐστιν ὁ τετρωμενος ⁑ On Iliad 11.844: ἐνθά μιν ἐκτανύσας: ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον εἰς τὰς τοιαύτας χρείας εὐθετοῦν, βραχὺ δὲ διασταλτέον ἐπι τὴν μετοχὴν, προς τὸ σαφές ⁑ On Iliad 11.846: ἐμπειρίαν: ἴσως δὲ καὶ θεράπων πεμφθης κατα τὸ σιωπώμενον ἐκόμισεν: χερσὶ δὲ καὶ οὐ ἀλεντικοῖς ὀργάνοις ταύτην τρίβει, ὅτι οὐκ έδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ τοῦ αἵματος ὥς φησι κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς το ἐμφράξαι τὸ τραῦμα: τῷ δε Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον: βραχείας οὔσης τῆς τοῦ τραύματος φορᾶς ⁑ On Iliad 11.846: ἄλλοι δὲ αὐτὴν, ἀριστολόχειαν φασὶν ἦν καὶ ἴχαιμον προσαγόρεύουσιν ⁑ Interlinear scholia On Iliad 11.830@νίζ': πλύνε On Iliad 11.830@λιαρῷ: ευκράτῳ χλιαρῷ On Iliad 11.833@ἰ̈ητροὶ-γὰρ: τῶν ϊατρῶν μὲν γὰρ On Iliad 11.838@πῶς-εοι: πῶς τοῦτο γένοιτο ἄν: On Iliad 11.843@ὑπέχευε-βόειας: ὑπέστρωσε βύρσας On Iliad 11.844@ἐκτανύσας: ἐξαπλώσας On Iliad 11.847@ὀδυνήφατον: οδύνων παυστικην On Iliad 11.848@ἐτέρσετο: εξηραίνετο: Intermarginal scholia On Iliad 11.831: Ζηνόδοτος δεδάασθαι On Iliad 11.841: Ζηνόδοτος δὲ ἀμελήσω ποιητικώτερον δὲ τὸ ἕτερον ⁑ Interior scholia On Iliad 11.838: Ζηνόδοτος δια τοῦ η ἔην : On Iliad 11.842: ὅτι ὑπολαβὼν αὐτοῦ τοὺς στήθους: Venetus A (Marciana 454 = 822), folio 154, verso Iliad 12.1-12.25 12.1 ὡς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς 12.2 ἰ̈ᾶτ' Ἐυρύπυλον βεβλημένον. οἱ δὲ μάχοντο 12.3 Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδὸν. οὐδ' ὰρ ἔμελλε 12.4 τάφρος ἔτι σχήσειν Δαναῶν . καὶ τεῖχος ὕπερθεν 12.5 ἐυρὺ, τὸ ποιήσαντο, νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 12.6 ἤλασαν: οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας. 12.7 ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν 12.8 ἐντὸς ἔχον ῥύοιτο. θεῶν δ' ἀἕκητι τέτυκτο 12.9 ἀθανάτων. τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ῆεν: 12.10 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι' Ἀχιλλεὺς . 12.11 καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε. 12.12 τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ῆεν: 12.13 αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι. 12.14 πολλοὶ δ' Ἀργείων οἱ μὲν δάμεν οἱ δὲ λίποντο . 12.15 πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ. 12.16 Ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν. 12.17 δὴ τότε μητιόωντο Ποσιδάων καὶ Ἀπόλλων 12.18 τεῖχος ἀμαλδῦναι. ποταμῶν μένος εἰσαγαγόντες. 12.19 ὅσσοι ἀπ' Ἰ̈¨δαίων ὀρέων ἅλα δὲ προρέουσι: 12.20 Ῥῆσός θ', Ἑπτάπορός τε, Κάρησός τε, Ῥοδίος τε. 12.21 Γρήνικός τε. καὶ Αἴσηπος , δῖός τε Σκάμανδρος . 12.22 καὶ Σιμόεις . ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι 12.23 κάππεσον ἐν κονίῃσι: καὶ ἡμιθέων γένος ἀνδρῶν. 12.24 τῶν πάντων ὁμόσε, στόματ' ἔτραπε Φοῖβος Ἀπόλλων , 12.25 ἐννῆμαρ δ' ἐς τεῖχος ἵ̈ει ῥόον. ὗε δ' ἄρα Ζεὺς Scholia to Iliad 12.1-12.25 Main scholia On Iliad 12.1-12.2: πάλιν μεταβέβηκεν ἐπι τὰς μάχας ὁ ποιητής. ἔδει γὰρ τὰ τῆς μάχης εἰπεῖν ὅπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον: εἰ δε ἐπιμηκεστέρα γέγονεν, ἡ ἐπιμέλεια μὴ θαυμάσης. διαφόρους γὰρ πράξεις ἐν ενὶ λέγειν καιρῷ θεῖναι ἀδύνατον On Iliad 12.2: ἰ̈ᾶτ' Εὐρύπυλον βεβλημένον ὅτι τὰ ἅμα γινόμενα, οὐ δύναται ἅμα ἐξαγγέλλειν: ἐν ὅσῳ δὲ οὗτος ἰᾶτο ἐκεῖνοι ἐμάχοντο On Iliad 12.4: τάφρος ἐῦˆτι σχήσεϊν Δαναῶν πλάσας τεῖχος ὁ ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως , μετα τοῦτο ἀπολλύμενον αὐτὸ εἰσάγει ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπο τῶν μεταγενεστέρων καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπεν On Iliad 12.5: εὐρὺ το ποιήσαντο βέλτιον τὸ εὑρὺ τοῖς ἐπάνω συνάπτειν ἀμφίβολον δὲ πότερον ὕπερθεν εὐρὺ, ἀρετῆ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι ἢ ὃ καὶ βέλτιον ὕπερθε τῆς τάφρου ταύτης γὰρ ὑπέρκειται On Iliad 12.10.-12.12: ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην ὑποστικτέον ἐπι τὸ έην . καὶ Ἀχιλλεὺς καὶ ἔπλεν : ἡ γὰρ ἀντίδοσις τόφρα δὲ καὶ μέγα τεῖχος , τοῦ δέ περισσεύοντος κατα τὸ σύνηθες On Iliad 12.13: αὐτὰρ ἐπεὶ κατα μὲν Τρωων θάνον καὶ ἐνταῦθα ἡ ἀνταπόδοσις ἐστι δὴ τότε μητιόωντο: τὸ γὰρ χρονικὸν ἐπίρρημα ἀνταποδέδοται τῷ ἐπεῖ On Iliad 12.17: δὴ τότε μητιόωντο σημειοῦνται τινὲς προς τὰ ἐν τῇ ἀθετούμενα ὅτι καὶ ἐκ τούτων διαβάλλεται προς τὸ πρόσωπον γινόμενα On Iliad 12.20: Κάρησσός τε Ῥοδίος τε Τυραννίων ὀξύνει τὸ Κάρησσος ὡς Παρνασσός , οὕτως γὰρ ὑπο Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν: ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος : εἴπομεν δὲ ἐν ἑτέροις, ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπο τῶν ἐθνῶν χρῆσις καὶ ἐπι τὴν Ὁμηρικὴν ἀνάγνωσιν: ὁπότε περι τοῦ Γλίσαντα διελάβομεν εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ϊ καὶ μὴ περισπᾶν τό τε Λύκαστος ὁ αυτὸς ϊστορεὶ ὀξύνεσθαι ἡμῶν ἀναγινωσκόντων βαρυτόνως οὕτως οὖν εἰκὸς καὶ ἐπι τοῦ Κάρησσος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν: τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰς λήγοντα ὑπερ δύο συλλαβὰς ὀξυνόμενα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ς , τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως: εἴγε τὸ Ἀλικαρνησσὸς δισσὸν ἔχει τὸ ς , Λυκαβησσός , Ταρτησσος : τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ ς . ἴ̈̈σως οὖν δια τοῦτο ἐξηλλάγη On Iliad 12.20: Ῥοδίος τε παροξυτονητέον κύριον. εἰκὸς μέντοι τὸ ὄνομα τοῦ ποταμοῦ έχειν πλεονασμὸν τοῦ δ ἐοικὸς γὰρ τῷ ποταμῷ, παρὰ τὸν ῥοῦν ὠνομάσθαι ὥστε αὐτὸν εἶναι ῥοΐον καὶ Ῥοδίον On Iliad 12.22: βοάγρια τὰ εἰς τὴν βοὴν ἀγειρόμενα. ἢ βόεια γέρρα ὅ ἐστι δέρρα ἐξ ἀγρίων βοῶν γενόμενα On Iliad 12.25: ἐννῆμαρ δ' ἐς τεῖχος ἐπι ἐννέα ἡμέρας ἔνιοι δὲ δασέως καὶ δια τοῦ ἑνὸς ν ἀναγινώσκουσιν ὲν ῆμαρ ἵν' ᾖ μιᾷ ἡμέρα ὥστε μηνιοῦσθαι τὴν τῶν θεῶν δύναμιν μη δυνηθέντων στρέψαι λόγω. θᾶττον δὲ ὑπὸ τῶν Ἑλλήνων ἐν μιᾷ ἡμέρα γεγονός . οἱ δέ φησὶν, δια τοῦτο τέσσαρας ποταμοὺς εἰσάγει καὶ θεοὺς παρίστησιν οὐχ ἵνα μόνον ἀφανίση τὸ τεῖχος . ἀλλὰ καὶ τὸν τόπον δια τὸ μηδὲ ἴχνος φανῆναι On Iliad 12.22: βοάγρια αἱ ἀπο βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπίδες Interlinear scholia On Iliad 12.1@ὡς-μὲν: oὕτως μὲν οὗτος On Iliad 12.3@ὁμιλαδὸν: παμπληθί On Iliad 12.4@τάφρος: τὸ όρυγμα On Iliad 12.4@σχήσειν: ἀνθέξειν On Iliad 12.7@ληΐδα: σκυλα On Iliad 12.8@ῥύοιτο: φυλάττοι On Iliad 12.8@ἀἕκητι: αβουλία On Iliad 12.9@ἔμπεδον: ασφαλὲς ϊσχυρόν On Iliad 12.12@τόφρα: επι τοσούτῳ On Iliad 12.12@ἔμπεδον: επίπεδον On Iliad 12.17@μητιόωντο: εβουλεύοντο On Iliad 12.18@ἀμαλδῦναι: καταστρέψαι αφανίσαι On Iliad 12.18@ποταμῶν-μένος: περίφρασις τοὺς ποταμούς On Iliad 12.20@Ἐπτάπορός: ποταμός On Iliad 12.20@Κάρησός: ποταμός On Iliad 12.20@Ῥοδίος: ποταμός Intermarginal scholia On Iliad 12.11: οὕτως Ἀρίσταρχος έπλεν Exterior scholia On Iliad 12.10-12.12: ὀφρα μεν Ἑκτωρ ζωὸς ἀπορίαν εἰκότως παρεχει τὰ έπη ταῦτα ἃ περι τοῦ τείχους τῶν Ἀχαιῶν . ὁ Ὁμηρος ἀναπεφωνηκε: ὄφρα μὲν Ἑκτωρ ζωὸς έην. καὶ μηνι' Ἀχιλλευς καὶ Πριάμοιο άνακτος ἀπόρθητος πόλις ἐπλε τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἐφ όσον ὁ μὲν Ἑκτωρ έζη Ἀχιλλεὺς δὲ ἐμήνιεν ἡ δε τοῦ Πριάμου πόλις ἀνάλωτος ἔμενεν: μετα δὲ τὴν ἁλωσιν Ἰλίου καὶ τον ἀπόπλουν τῶν Ἀχαιῶν τοτε κατερίφθη, ὅτι γράφεται τοῦ πολὲμου συνεστῶτος. καὶ Ἀχιλλέυς μὲν μηνίοντος Ἑκτωρος δὲ περιόντος καὶ ἀριστεύοντος, ὑπο τῶν Τρωων τὸ τεῖχος τῶν Αχαιῶν κατερίφθη καὶ διοδευσιμον γέγονε τοῖς πολεμίοις: ὁ μὲν γὰρ Σαρπηδων τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τί καταβέβληκεν: ο δε Ἑκτωρ καὶ τὰς πύλας διέρρηξεν: ὁ δὲ Ἀπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε τὸ καταριφθὲν οῦν τεῖχος οὐχ ὑπ ἀνθρώπων μόνον ἀλλα καὶ θεῶν ἐν τῶ τῆς μήνιδος χρόνω τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μεχρι πορθήσεως Ἰλίου ἀπορον εἰς λύσιν: οἱ μὲν οὖν γραμματικοὶ ἀπο τοῦ πλείστου μέρους αξιοῦσι λέγειν ἔμπεδον. ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπο τῶν Τρώων : ἀγνοοῦσι δὲ οῦτοι ότι τινα κὰν ἐκ μέρους πάθη οὐτε ἐστιν ἔμπεδα οὔτε ἀρηροτα, καὶ ἁμφορεὺς διατρηθεὶς κὰν σχεδὸν όλον τὸ κυτος άθραυστον, ἠ οὐκέτ' ἐστιν ἔμπεδος ἀμφορευς, ἀλλ' όστρακον καὶ τεῖχοσ οὐκεθ οἷον τε κρύπτειν τοὺς τειχίσαντας οὐκέτ' ἂν εἴη ἔμπεδον τεῖχος ἀλλα σορὸς λίθων μήποτ' οὖν, ἡ ἔμπεδον λέξις οὐκ είληπται. νῦν μεταφορικῶς ἐν ΐσω τῷ ἀσφαλες καὶ ἀραρὸς οὐδε ἐστιν ὅμοιον τὸ οὐδε μοι ῆτορ ἔμπεδον ἀλλ ἀλύκτημαι ὁ μὲν ἔμπεδον ἡνιόχευεν ἀλλα κυρίως νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαινοι ἄν ὅτι ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον ἀντέθηκε γὰρ τὸ ἑμπεδον τῷ ἁλιπλόω τὸ ἐν τῶ πεδίῳ προς τὸ αῦθις ἁλίπλουν γιγνομένον γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος απόρθητον ἦν καὶ ἄθραυστον καὶ ἔμπεδον καὶ πάλιν ούτι πολὺν χρόνον ἔμπεδον ῆεν : τί οὖν πάσχει ὕστερον τῶν ποταμῶν πάντων φησὶν ὁμόσε στόματ' έτραπε Φοῖβος Ἀπόλλων : ἐννῆμαρ δ' ἐς τεῖχος ΐει ῥόον υἱε δ' ἄρα Ζεὺς συννεχες ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ' ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων τὰ θέσαν μογέοντες Ἀχαιοὶ λεια δ' ἐποίησεν παρ αγάρροον Ἑλλησποντον ὥστ' εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλ επι τῶ ἐμπέδω ῆν τὰ πτώματα καὶ τὰ θεμέλια, ὕστερον δὲ πάντα δι ύδατος εἰς θάλασσαν φησὶν ἐξενεχθῆναι, συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν. οὐδ ότε Ξάνθος ἐπλήμυρεν κάτ' Αχιλλέως , καὶ τὸ κατα μεταφορὰν δ' ἔμπεδον τὸ σημαῖνον τὸ ἀκίνητον ἀπο τῶν ἐν τῶ πεδίω μενόντων ἀκινήτων λέγεται, τὸ δὲ τεῖχος κατ αυτο μὲν ἐκινήθη ἐκ μέντοι τοῦ πεδίου κατηνέχθη ἐπι θάλασσαν ὅπερ φησὶν αὐτὸς ὕστερον παθεῖν Venetus A (Marciana 454 = 822), folio 155, recto Iliad 12.26-12.50 12.26 συννεχὲς . ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη: 12.27 αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν 12.28 ἡγεῖτ'. ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε 12.29 φιτρῶν καὶ λάων. τὰ θέσαν μογέοντες Ἀχαιοί : 12.30 λεῖα δ' ἐποίησεν παρ' αγάρροον Ἑλλήσποντον . 12.31 αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε. 12.32 τεῖχος ἀμαλδύνας: ποταμοὺσ δ' ἔτρεψε, νέεσθαι 12.33 καρ ρόον. ᾗ περ πρόσθεν ΐη καλίρροον ὕδωρ: 12.34 ὡσ άρ' ἔμελλον ὄπισθε Ποσιδάων καὶ Ἀπόλλων 12.35 θησέμεναι: τότε δ' ἀμφὶ μάχη ἐνοπή τε δεδήει 12.36 τεῖχοσ ἐΰδμητον: κανάχιζε δὲ δούρατα πύργων 12.37 βαλλόμεν'. Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντεσ: 12.38 νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐελμένοι ἰ̈σχανόωντο: 12.39 Ἕκτορα δειδιότεσ κρατερὸν. μήστωρα φόβοιο: 12.40 αὐτὰρ ὅ γ' ὡσ τὸ πρόσθεν ἐμάρνατο ἶ̈σοσ ἀέλληι: 12.41 ὡσ δ' ὅτ' ὰν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι 12.42 κάπριος. ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων. 12.43 οἱ δέ τε πυργηδὸν σφέασ αὐτοὺσ ἀρτύναντες 12.44 ἀντίοι ἵ̈στανται. καὶ ἀκοντίζουσι θαμειὰς 12.45 αἰχμὰσ ἐκ χειρῶν. τοῦ δ' οὔ ποτε κυδάλιμον κῆρ 12.46 ταρβεῖ. οὐδὲ φοβεῖται ἀγηνορίη δέ μιν ἔκτα: 12.47 ταρφέα τε στρέφεται. στίχασ ἀνδρῶν πειρητίζων. 12.48 ὅππηι τ' ἰ̈θύσηι: τῇ τ' εἴκουσι, στίχες ἀνδρῶν. 12.49 ὡσ Ἕκτωρ ἀν ὅμιλον ἰ̈ὼν. ἐλλίσεθ', ἑταίρουσ: 12.50 τάφρον ἐποτρύνων διαβαινέμεν: οὐδέ οἱ ἵπποι Scholia to Iliad 12.26-12.50 Main scholia On Iliad 12.26: ‡ ἀλίπλοα : τὴν λι φασὶ συλλαβὴν ὀξυτονητέον: κατα γὰρ αὐτῶν τῶν ἐριπίων ἡ λέξις κεῖται: οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα σημαίνεται οὕτως Ἀλεξίων καὶ οἱ ἄλλοι: καγῶ δὲ συγκατατίθεμαι τῇ προσωιδία ἑκεῖνο γὰρ ἔχω ἀποφήνασθαι ὡς ὅτι ὁπότερον ἐὰν σημαίνη προπαροξυτονηθήσεται: οὕτως γὰρ ἐμελέτησε τὰ παρα τὸ πλέω εἴ γε καὶ τὸ πρωτόπλοος προπαροξύνομεν: καὶ δῆλον ὅτι εἰς αποφυγὴν τῶν οὕτως παραγομένων διπλόος τριπλοος ⁑ On Iliad 12.33: καλλίροον ὕδωρ: οὕτως φέρουσι τὴν γραφήν ἱέν ὡς τιθέν: καὶ γίνεται ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν ἵνα τοῦ ἵεσαν συγκοπὴ ὑπάρχῃ ὡς ἀπο τοῦ ἐτίθεσαν τὸ ἐτίθεν . καὶ δέον δασύνειν: εἰ δὲ ἑνικὸν εἴη τὸ εἶην ἀντι τοῦ ἐπορεύετο ψιλωτέον ὁμοίως τῷ ἆσσον ῗεν πολυκάρπου ἁλῴης ὅπερ οὐ πίθανον : ἡ μέντοι κοινὴ ΐει ἐστὶν ὁμοίως τῷ ἐννῆμαρ δ' ἐς τεῖχος ἵ̈ει ῥόον καὶ μήποτε εἴη πιθανώτερον: πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμενα τεῖχος δ' αμαλδύνας ποταμοὺς δ' ἔστρεψε νέεσθαι ⁑ On Iliad 12.34: ὡς ἂρ ἔμελλον: ὄπισθεν ὅτι Ζηνόδοτος γράφει ὡς ήμελλον ὄπισθε : ἔστι δὲ βάρβαρον τὰ γὰρ ἀπο συμφώνου ἀρχόμενα ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀπὸ τοῦ ε ἄρχεται: καὶ ὅτι τὸ ἔμελλον ἀντι τοῦ ἐώικεσαν ⁑ On Iliad 12.36: τεῖχος εΰδμητον : ὅτι πύργων ἀντι τοῦ πύργους . καὶ ἐλλείπει ἡ ἐπι . ἵν' ἢ κανάχιζε δὲ δούρατα ὡς ἐπι πύργους βαλλόμενα οὐ τὰ επῳκοδομημενα τῷ τείχει ἐκανάχιζε ξύλα . Διονύσιος δὲ ὁ Σιδώνιος , τὴν μὲν πτωσιν οὐκ ενήλλαξε τὴν δὲ προθεσιν προσλαβὼν εἴρηκεν ἐπι πύργους βαλλόμενα ⁑ On Iliad 12.37: Διὸς μάστιγι:: τῇ Διὸς γνώμη: τὰς ψυχὰς κεκακωμένοι. Διὸς δὲ μάστιξ ὁ κεραυνός : On Iliad 12.40: αὐτὰρ ὅ γ' ὡς τὸ πρόσθεν: εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ προσθεν , εἴτε διαστέλλοιμεν ἐπι τὸ ἐμάρναντο : τὸ ῥῆμα κοινὸν γίνεται ἀμφοτερων τῶν μερῶν ἐμάχετο ὡς πρόσθεν ἐμάχετο ⁑ On Iliad 12.46: ταρβεῖ οὐδε φοβεῖται: ὅτι οὐ τὸ αὐτὸ σημαίνει δι αμφοτέρων. ἀλλα μὲν δια τοῦ ταρβεῖ . δέδιεν ὃ ἡμεῖς φοβεῖται: δια δε τοῦ φοβεῖται φεύγει. λέγει οὖν οὔτε δέδιεν οὔτε φεύγει ⁑ On Iliad 12.49: ἐλίσσεθ' ἑταίρους. τὸ ἐλίσσετο. ἑκατέροις δύναται προσδίδοσθαι καὶ σημαίνει ἠ τὸ παρεκάλει παρα τὸ λίσσεσθαι. ἢ ἐστρέφετο παρα τὸ ἑλίσσω ῥῆμα ἐπεὶ καὶ λέοντι αὐτὸν εἰκάζει πιθανώτερον δὲ τοῖς ἑξῆς αὐτῷ συντάττειν. οὔτε γὰρ εὔκαιρος ἡ διαστολη, ἐπι τοῦ ἐννέα καὶ δεκάτου χρόνου: οὔτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρακαλεῖν. ἀλλα τοὺς ἑτέρους μόνους ⁑ Interlinear scholia On Iliad 12.26@συννεχὲς: ἀδιαλείπτως On Iliad 12.30@λεῖα: ομαλά On Iliad 12.30@αγάρροον: παρα τὸν άγαν ροώδη On Iliad 12.31@ἠϊόνα: αιγιαλόν On Iliad 12.36@κανάχιζε: ηχεὶ On Iliad 12.37@μάστιγι: τῶ κεραυνωῖ On Iliad 12.38@ἐελμένοι: συγκεκλιμμένοι On Iliad 12.38@ἱ̈σχανόωντο: κατείχοντο ἐπείθοντο: On Iliad 12.41@θηρευτηῖσι: ἔν τισι θηρητῆρσι . On Iliad 12.45@κυδάλιμον: ἔνδοξον γενναῖον On Iliad 12.46@ταρβεῖ: δέδιεν On Iliad 12.46@φοβεῖται: οὐδε φέυγει On Iliad 12.46@ἀγηνορίη: ὄτι ἀντὶ ἀνδρείως δὲ θνήσκει On Iliad 12.47@ταρφέα: πυκνα Intermarginal scholia On Iliad 12.30: οὕτως Ἀρίσταρχος εποίησεν . Interior scholia On Iliad 12.26: Ἀρίσταρχος καὶ Ἀριστοφάνης δια τοῦ ετέρου ν ⁑ On Iliad 12.40: Ἀριστοφάνης ἐμαίνετο On Iliad 12.44: γράφεται ἀντίον οὑ γὰρ Αρίσταρχος ⁑ On Iliad 12.46: οὕτως χωρὶς τοῦ ϊ Ἀρίσταρχος ἔστι ἡ ἀγηνορία⁑ Exterior scholia On Iliad 12.34: αειδαον Venetus A (Marciana 454 = 822), folio 155, verso Iliad 12.51-12.75 12.51 τόλμων ὠκύποδες. μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρωι 12.52 χείλει ἐφεσταότες: ἀπὸ γὰρ δειδίσσετο τάφρος 12.53 εὐρεῖ'. οὔτ' ὰρ ὑπερθορέειν σχεδὸν. οὔτε περῆσαι 12.54 ῥηϊδίη: κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν 12.55 ἕστασαν ἀμφοτέρωθεν. ὕπερθεν δὲ σκολόπεσσιν 12.56 ὀξέσιν ἠρήρει. τοὺς ἔστασαν υἷες Ἀχαιῶν 12.57 πυκνοὺς καὶ μεγάλους. δηΐων ἀνδρῶν ἀλεωρήν: 12.58 ἔνθ' οὔ κεν ῥέα, ἵ̈ππος ἐΰτροχον ἅρμα τιταίνων 12.59 ἐσβαίη: πεζοὶ δὲ μενοίνεον. εἰ τελέουσι: 12.60 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εῖπε παραστάς: 12.61 Ἕκτορ τ' ἢδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπίκούροι 12.62 ἀφραδέως δια τάφρον ἐλαύνομεν ὠκέας ἵππους: 12.63 ἡ δὲ μάλ' ἀργαλέη περάαν. σκόλοπες γὰρ ἐν αυτῇ 12.64 ὀξέες ἑστᾶσιν. ποτὶ δ' αὐτοὺς τεῖχος Ἀχαιῶν : 12.65 ἔνθ' οὔ πως ἐστὶν καταβήμεναι οὐδὲ μάχεσθαι 12.66 ἱ̈ππεῦσι: στεῖνος γὰρ. ὅθι τρώσεσθαι ὀΐω: 12.67 εἰ μὲν γὰρ δὴ πάγχυ κακὰ φρονέων ἀλαπάζει 12.68 Ζεὺς ὑψιβρεμέτης. Τρώεσσι δὲ βούλετ' ἀρήγειν, 12.69 ῆ τ' ὰν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι. 12.70 νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς : 12.71 εἰ δέ χ' ὑποστρέψωσι. παλίωξις δὲ γένηται 12.72 ἐκ νηῶν. καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ. 12.73 οὐκέτ' ἔπειτ' ὀίω οὐδ' ἄγγελον ἀπονέεσθαι 12.74 ἄψορρον προτὶ ἄστυ ἐλιχθέντων ὑπ' Ἀχαιῶν : 12.75 ἂλλ' άγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: Scholia to Iliad 12.51-12.75 Main scholia On Iliad 12.55-12.56: ‡ ἕστασαν ἀμφοτέρωθεν: εστασαν υἷες Αχαιῶν : τὸ μὲν πρότερον ἕστασαν δασύνει ὁ Ἀρίσταρχος . ἐπειδήπερ τὸ αὐτὸ ἐστι τὸ ἑστήκεισαν ἔφαμεν δὲ καὶ ἡμεῖς δασύνεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος: τὸ μέντοι δεύτερον ψιλοῖ ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί . τὸ δὲ ε τοῦ ἀορίστου ἐπ τούτου τοῦ ῥήματος εψιλοῦτο συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῇ τοιαύτη ἀναγνώσει καὶ ἡμεῖς ⁑ On Iliad 12.59: ἐσβαίη: ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος καββαίη . καὶ γὰρ ἐπιφέρει ἔνθ' οὔ πως ἐστὶ καταβήμεναι οὐδὲ μάχεσθαι ⁑ On Iliad 12.60: δὴ τότε πουλυδάμασ : ὅτι ἐλλείπει ἡ προς πρὸς Ἕκτορα , ὡς καὶ τότ' ἄρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον : δύναται δὲ τὸ ἑξῆς εἶναι παρ Ἕκτορα στὰς, ὡς μὴ λείπειν τὴν πρόθεσιν ⁑ On Iliad 12.71: εἰ δέ χ' ὑποστρέψωσι. προς τὴν παλίωξιν ὅτι ἐστιν πάλιν δίωξις ὅταν μεταβαλλόμενοι διώκωσιν οἱ διωκόμενοι ἡ δὲ ἀναφορὰ πρὸς τὸ ἐκ τοῦ δ άν τοι ἔπειτα παλίωξιν παρα νηῶν αἰὲν ἐγὼ τευχοιμι κακῶς διὸ ἀθετεῖται ⁑ Interlinear scholia On Iliad 12.52@δειδίσσετο: εἱσ δέοσ ῆγε καί φοβον On Iliad 12.54@ἐπηρεφέεσ: ὑψηλοι μεγάλοι On Iliad 12.55@σκολόπεσσιν: ξύλοισ ἀπωξυμμέννοιο On Iliad 12.56@ἠρήρει: επεπύκνωτο On Iliad 12.57@ἀλεωρήν: φυλακην απο φυγην: On Iliad 12.59@μενοίνεον: προεθυμοῦν το ενενό ουν On Iliad 12.61@ἐπίκούρων: οι On Iliad 12.62@ἀφραδέωσ: ἀπρονοήτωσ ἀπείρωσ On Iliad 12.66@τρώσεσθαι: ἀντι του ἐλαττωθήναι ἡττηθῆναι: On Iliad 12.67@άλαπἀζει: πορθεῖ On Iliad 12.74@ἐλιχθέντων: ὑποστραφέντων: Intermarginal scholia On Iliad 12.54@περὶ-πᾶσαν: Ἀριστοφάνησ δια πᾶσαν On Iliad 12.67@εἰ-πάγχυ: Ἀριστοφάνησ εἰ μὲν γὰρ τοὺς παγχυ⁑ On Iliad 12.68@βούλετ'-ἀρήγειν: ΐετ' ἀρήγειν οὕτως πᾶσαι⁑ On Iliad 12.69@ῆ: ὀντωσ Venetus A (Marciana 454 = 822), folio 156, recto Iliad 12.76-12.100 12.76 ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπι τάφρῳ. 12.77 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι. θωρηχθέντες 12.78 Ἕκτορι πάντες ἑπώμεθ' ἀολλέες. αὐτὰρ Ἀχαιοὶ 12.79 οὐ μενέουσ'. εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφῆπται: 12.80 ὡς φάτο Πουλυδάμας . ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων. 12.81 αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 12.82 οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ' ἵ̈ππων ἠγερέθοντο. 12.83 ἂλλ' ἀπο πάντες ὄρουσαν. ἐπεὶ ἴ̈δον Ἕκτορα δῖον. 12.84 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος 12.85 ἵ̈ππους εὖ, κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπι τάφρῳ. 12.86 οἱ δὲ διαστάντες. σφέας αὐτοὺς ἀρτύναντες. 12.87 πένταχα κοσμηθέντες ἅμ' ἡγεμόνεσσιν ἕποντο: 12.88 οἱ μὲν ἅμ' Ἕκτόρ ' ἴ̈σαν καὶ ἀμύμονι Πουλυδάμαντι . 12.89 οἳ, πλεῖστοι καὶ ἄριστοι ἔσαν: μέμασαν δὲ μάλιστα 12.90 τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. 12.91 καί σφιν Κεβριόνης τρίτος εἵπετο: πὰρ δ' ὰρ ὄχεσφιν. 12.92 ἄλλον Κεβριόναο χερείονα, κάλλιπεν Ἕκτωρ . 12.93 τῶν δ' ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ . 12.94 τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς 12.95 υἷε δύω Πριάμοιο . τρίτος δ' ἦν Ἄσιος ἥρως. 12.96 Ἄσιος Ὑρτακίδης . ὃν, Ἀρίσβηθεν φέρον ἵπποι. 12.97 αἴθωνες, μεγάλοι, ποταμοῦ ἄπο Σελλήεντος . 12.98 τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο 12.99 Αἰνείας . ἅμα τῷ γε δύω Ἀντήνορος υἷε 12.100 Ἀρχέλοχός τ'. Ἀκάμας τε. μάχης εὖ εἰδότε πάσης; Scholia to Iliad 12.76-12.100 Main scholia On Iliad 12.77: αὐτοὶ δὲ πρυλέες συν τεύχεσι θωρηχθέντες ἔχει μέν τινα διλογίαν ὁ στίχος ἐπεὶ καὶ σὺν τευχεσι καὶ θωρηχθέντες ὅμως γοῦν τὸ συν τεύχεσι ἢ τοῖς ἄνω προσδοτέον ΐν' ἐλάττων ἡ διλογία γένηται, ἠ τοῖς ἑξῆς. ἵν' ἡ συν πρόθεσις κέηται ἀντι τῆς ἔν ὡς ἐκεῖ, τὴν μὲν ἐγὼ συν ηΐ τ' εμῇ καὶ ἐμοῖς ἑτάροισιν: βέλτιον δὲ τὸ πρότερον On Iliad 12.93: τῶν δ' ἑτέρων Πάρις ῆρχε ὡς ἐπι τοῦ δευτέρου τάγματος, ἑτέρων εἴρηκεν, ἢ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν On Iliad 12.93: Παρις κατα γαστρὸς ἔχουσα ἡ Ἐκάβη ὄναρ ἐθεάσατο. ὅτι ἔτεκεν δαλὸν ὑφ οὗ πᾶσα κατεφλέχθη ἡ πόλις: τὸ οὖν τεχθὲν οὐ γνώμη τῶν μάντεων ἐξετέθη ἀλλα γνώμη θεῶν ὑπο τοῦ εὑρόντος ἐτράφη βουκόλου. ὃς ἄρκτον αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις οὐχ ὥς τινες φασὶν ἐν πήρᾳ ἐτράφη ἀλλ ὅτι τὸν μόρον παρῆλθεν. ὕστερον δὲ Αλέξανδρος . ὅτι τῇ πατρίδι ἐξηλέησεν ὅ ἐστιν ἐβοήθησε πολεμίων ἐπελθόντων On Iliad 12.96: Ἅσιος Ὑρτακίδης ὅτι πλεονάζει ἐν τὰς ἐπαναλήψεις ἐν δε ἅπαξ πρὸς τοὺς χωρίζοντας On Iliad 12.97: αἴθωνες μεγάλοι ποταμοῦ ἀπο Σελήεντος ὅτι Σελλήεις ποταμὸς ἐπ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας Interlinear scholia On Iliad 12.77@πρυλέες: πεζοὶ ὁπλίται On Iliad 12.89@ἀπήμων: ἄλυπον On Iliad 12.86@ἀρτύναντες: παρασκευάσαντες τάξαντες On Iliad 12.87@πένταχα: εἰς ε τάξεις On Iliad 12.93@Πάρις: Αλέξανδρος On Iliad 12.97@αἴθωνες: διάπυροι οξεῖς Intermarginal scholia On Iliad 12.76: ἀντι τοῦ ἐρυκετωσαν On Iliad 12.79: Ζηνόδοτος καὶ Ἀριστοφάνης πείραρ ἑνικῶς On Iliad 12.87: γράφεται έκαστοι Venetus A (Marciana 454 = 822), folio 156, verso Iliad 12.101-12.125 12.101 Σαρπηδὼν δ' ἡγήσατ' ἀγακλειτῶν ἐπικούρων, 12.102 πρὸς δ' ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον , 12.103 οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι 12.104 τῶν ἄλλων μετά γ' αὐτόν: ὁ δ' ἔπρεπε καὶ δια πάντων: 12.105 οἳ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι. 12.106 βάν ῥ' ἰ̈θὺς Δαναῶν λελιημένοι. οὐδ έτ' ἔφαντο 12.107 σχήσεσθ'. ἂλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι: 12.108 ἔνθ' ἄλλοι Τρῶες , τηλεκλειτοί τ' ἐπίκουροι. 12.109 βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο: 12.110 ἂλλ' οὐχ Υρτακίδης ἔθελ' Ἄσιος ὄρχαμος ἀνδρῶν 12.111 αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα: 12.112 ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι: 12.113 νήπιος, οὐδ' άρ' ἔμελλε κακὰς ὑπο κῆρας ἀλύξας. 12.114 ἵ̈πποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος. παρὰ νηῶν 12.115 ὰψ ἀπονοστήσειν προτὶ Ἲ̈λιον ἠνεμόεσσαν: 12.116 πρόσθεν γάρ μιν μοῖρα δυσώνυμον ἀμφεκάλυψεν 12.117 ἔγχεϊ '̈Ιδομενῆος ἀγαυοῦ Δευκαλίδᾱο : 12.118 εἴσατο γὰρ νηῶν ἐπ' ἀριστερά, τῇ περ Ἀχαιοὶ 12.119 ἐκ πεδίου, νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι. 12.120 τῇ ῥ' ἵ̈ππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν 12.121 εὗρ' ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα: 12.122 ἂλλ' ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν' ἑταίρων 12.123 ἐκ πολέμου φεύγοντα, σαώσειαν μετα νῆας: 12.124 τῇ ῥ' ἰ̈θὺς φρονέων ἵππους ἔχε, τοὶ δ' ἅμ' ἕποντο 12.125 ὀξέα κεκλήγοντες: ἔφαντο γὰρ οὐκ έτ' Ἀχαιοὺς Scholia to Iliad 12.101-12.125 Main scholia On Iliad 12.105: ‡ οἱ δὲ ἐπεὶ ἀλλήλους ἄραρον: σημειοῦνται τινὲς ὅτι βόας τὰς ἀσπίδας εἴρηκεν ⁑ On Iliad 12.114: ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος: ἐπι τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον δια τὸ σαφὲς ⁑ On Iliad 12.115: ἂψ ἀπονοστήσειν προτὶ ἴ̈λιον : ὅτι θηλυκῶς τὴν ἰλιον . ἡ δὲ ἀναφορὰ προς τὸ ἴλιον αἰπὺ ἕλοιεν ὅτι οὐδετέρως δι' ὃ ἀθετεῖται ⁑ On Iliad 12.118: εἴσατο γὰρ νηῶν ἐπ αριστερὰ: ὅτι πολλὰ σημαίνει τὸ εἴσατο νῦν μὲν τὸ ὥρμησεν καὶ ἐπορεύθη ἀπο τοῦ εἶμι , ἐν ετέροις δὲ ἐφάνη. εἴσατο δ' ὡς ὅτε ῥινον : καὶ τὸ γνῶναι εἴσομ' αί κέ μ' ὁ τυδείδης : καὶ ὅτι κατα ἀριστερὰ τοῦ ναυστάθμου ἡ πύλη: καὶ ὅτι μία καὶ ὅτι εἴσατο νηῶν, ἀντι τοῦ ἐπι τὰς ναῦς, ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο , ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη καὶ τὸ νῦν δ' εἶμι ψιλοῦται ⁑ On Iliad 12.121: εὗρ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα: ὅτι ἑνικῶς εἴρηκεν ὀχῆα δύο δέ εἰσὶν: δοιοῖ δ' ἔντοσθεν ὀχῆεσ εἶχον ἐπημοιβοί On Iliad 12.124: τῇ ρ' ἰθὺς φρονέων, τὸ ἰθὺς φρονέων προς τὴν δόκησιν τοῦ ἀσίου φησὶ δύναται δὲ τὸ φρονέων , καὶ καθ εἀυτὸ παραλαμβάνεσθαι ἀντι τοῦ βουλευόμενος ⁑ On Iliad 12.125: ‡ ὀξέα κεκλήγοντες: ὡς ἀρήγοντες οὐ γὰρ τὸ κεκληγότες ἐπλεόνασεν τὸ ν οὐδὲ παρα τὸ ὀξεα κεκληγώς ἐκλήθη ἀλλα παρα τὸ κέκληγα γέγονεν ὁ ἐνεστῶς κεκλήγω ὡς παρα τὸ ἄνωγα ἀνώγω πέπληγα πεπλήγω ἔνθεν τὸ ἐπέπληγον πόδες ἵππων : ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων ἔνθεν τὸ κεκλήγοντες ⁑ Interlinear scholia On Iliad 12.103@εἴσαντο: έδοξαν ἐφάνησαν: On Iliad 12.112@πέλασεν: προσῆλθεν On Iliad 12.113@ἀλύξας: διαφυγών On Iliad 12.116@δυσώνυμον: χαλεπη On Iliad 12.118@εἴσατο: ώρμησεν On Iliad 12.119@νίσοντο: ἐπορεύοντο: On Iliad 12.121@ὀχῆα: μοχλόν On Iliad 12.125@ἰ̈θὺς: ἐπενθείας Intermarginal scholia On Iliad 12.105: ‡τυκτῇσι βοεσσι ταῖς εἰργασμέναις βύρσαις λέγει δὲ ταῖς ἀσπίσι: οὐδέποτε δὲ βοῦν ἁπλῶς λέγει τὴν ἀσπίδα, ἀλλα μετά τινος ἐξ οὑ γνωρίζεται οἷον βῶν ἀζαλέην⁑ Venetus A (Marciana 454 = 822), folio 157, recto Iliad 12.126-12.150 12.126 σχήσεσθ', ἂλλ' ἐν νηυσὶ μελαίνηισιν πεσέεσθαι: 12.127 νήπιοι: ἐν δὲ πύληισι δύ' ἀνέρας εὗρον ἀρίστους: 12.128 υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων: 12.129 τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην . 12.130 τὸν δὲ Λεοντῆα βροτολοιγῶι ἶ̈σον Ἄρηϊ . 12.131 τὼ μὲν ἄρα προπάροιθε θυράων ὑψηλάων 12.132 ἕστασαν. ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι: 12.133 αἵ τ' ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα. 12.134 ῥίζηισιν μεγάληισι διηνεκέεσσ' ἀραρυῖαι: 12.135 ὡς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι 12.136 μίμνον ἐπερχόμενον μέγαν Ἄσιον . οὐδὲ φέβοντο: 12.137 οἳ δ' ἰ̈θὺς πρὸς τεῖχος ἐΰδμητον, βόας αὔας 12.138 ὑψόσ' ἀνασχόμενοι. ἔκιον μεγάλωι ἀλαλητῷ. 12.139 Ἄ̄σιον ἀμφὶ ἄνακτα: καὶ Ἰ̈αμενὸν . καὶ Ὀρέστην . 12.140 Ἀσιάδην τ' Ἀδάμαντα . Θόωνά , τε Οἰνόμαόν τε: 12.141 οἳ δ' ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς 12.142 ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν: 12.143 αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν 12.144 Τρῶας . ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε. 12.145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην, 12.146 ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ' ἐν ὄρεσσιν 12.147 ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰ̈όντα: 12.148 δοχμώ τ' ἀΐσσοντε. περὶ σφίσιν ἄγνυτον ὕλην 12.149 πρυμνὴν ἐκτάμνοντες. ὑπαὶ δέ τε κόμπος ὀδόντων 12.150 γίνεται. εἰς ό κε τίς τε βαλὼν ἐκ θυμὸν ἕληται: Scholia to Iliad 12.126-12.150 Main scholia On Iliad 12.127-12.138: ‡ νήπιοι ἐν δὲ πύλῃσι δῦ ἀνέρας εὗρον ἀριστους: ζενόδοτος καὶ ἀριστοφανης δυϊκῶς ἅπαντα ἀνέρε ἀρίστω υἷε ὑπερ θύμω κιέτην ⁑ On Iliad 12.137: οἰ δ' ϊθὺς πρὸς τεῖχος, ὅτι οὕτως τὰς ἀσπίδας βόας αὔας. ἴθύς ε δὲ τὸ κατ ευθείαν εἶθαρ δὲ τὸ εὐθέως ⁑ On Iliad 12.137: βόας αὔας, βαρυτονοῦσιν οἱ πλείους Νικιας δὲ ὀξύνει, δια τὸ μεταφραζόμενον ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται εἴρηται δὲ περι τῶν τοιούτων ὅτι οὐ δὲ προς μεταφραζόμενα τὰς λέξεις τὸ νοῦν: ὁ δὲ ᾿ Ασκαλωνίτης βαρύνει χρὴ μέντοι γινώσκειν ὅτι μονήρης εστιν ἡ λέξεις οὐδεν γὰρ εἰσ ος λῆγον καθαρὸν δισύλλαβον τῇ αυ διφθόγγω, κατὰ τὴν ἡ μετέραν διαλεκτον παραλεγόμενον τριγενές ἐστι δι ὃ οὐ δε ἀντιπαράθεσιν ἔσχεν: ἴσως δὲ βεβαρυτόνηται: ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον. καὶ τὸ ψαῦος παρ' Αλκμᾶνι ⁑ On Iliad 12.139: ᾿ ̣Ασιον ἀμφὶ ἄνακτα καὶ Ϊαμὲν καὶ ὀρεστην ὅτι τῷ ἀγαμέμνονος υἱῷ, ὁμώνυμος εἶ τῶν βαρβαρων ⁑ On Iliad 12.141: εἵως μὲν: ἀντι τοῦ τέως νῦν κεῖται οἷον μέχρι τινός δι ὅπερ οὐχ ὑποστικτέον ἐπεὶ μὴ κυρίως κεῖται ⁑ On Iliad 12.144: Τρωας ατὰρ Δαναῶν ὑποστικτεον Τρῶας καὶ φόβος , περισσεύοντος τοῦ συνδέσμου τοῦ ἑξῆς ἐκ δὲ τῶ ἀΐξαντε , ἡ διπλὴ δὲ ὅτι τὸ φόβος ἀντὶ τοῦ φυγή ⁑ On Iliad 12.145: ἐκ δὲ τῶ ἀΐξαντε: βέλτιον τὸ σύνηθες ἐπι τὸ ἀΐξαντε διαστέλλειν ⁑ On Iliad 12.147: κολοσυρτόν. παρὰ τὸ κῶλα ἐπισύρειν ἢ τὸν κολώνειον συριγμόν ⁑ On Iliad 12.148: δοχμώ τ' ἀΐσσοντε. ὀξυτονητέον ἔστι γὰρ δυϊκον τὸ δε δοχμὸς ὀξύνεται. ἐπεὶ τὰ εἰς μοσ μετ επιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει: αὐχμός ἰωχμός: ταύτη καὶ πλοχμός εἴτε συγκέκοπται εἴτε καὶ ἐντελὲς ἐστιν. ὀξυτονηθήσεται οὕτως οὖν καὶ τὸ δοχμός ⁑ On Iliad 12.148: περι σφίσιν: ὀρθοτονητέον εἰς γὰρ σύνθετον μεταλάμβάνεται ⁑ Interlinear scholia On Iliad 12.132@ὑψιάρηοι: μακραί On Iliad 12.138@έκιον: επήεσαν On Iliad 12.141@εἵως-μεν: πρὶν ελθεῖν τοὺς βαρβάρους On Iliad 12.142@ἔνδον-ἐόντες: ἕως τειχῶν On Iliad 12.147@κολοσυρὸν: θόρυβον On Iliad 12.148@δοχμώ: εἰς πλάγιον ὁρμῶντες On Iliad 12.148@ἄνυτον: κατακλῶσιν On Iliad 12.149@πρυμνὴν: κατακλῶσιν Interior scholia On Iliad 12.140: προς τὴν ὁμωνυμίαν τοῦ Οινομάου : On Iliad 12.147: οὕτως ἐν απάσαις δέχαται ⁑ On Iliad 12.149: πρυμνὴν ὡς πυκνὴν εἴπομεν δὲ περι τούτου : Exterior scholia On Iliad 12.131: πυλάων Venetus A (Marciana 454 = 822), folio 157, verso Iliad 12.151-12.175 12.151 ὡς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς 12.152 ἄντην βαλλομένων. μάλα γὰρ κρατερῶς ἐμάχοντο. 12.153 λαοῖσιν καθ ὕπερθε πεποιθότες ἠδὲ βίηφι: 12.154 οἱ δ' ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων 12.155 βάλλον: ἀμυνόμενοι σφῶν τ' αὐτῶν καὶ κλισιάων. 12.156 νηῶν τ' ὠκυπόρων. νιφάδες δ' ὡς πίπτον ἔραζε: 12.157 ἅς τ' ἄνεμος ζαὴς, νέφεα σκιόεντα δονήσας. 12.158 ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ: 12.159 ὡς τῶν ἐκ χειρῶν βέλεα ῥέον. ἠμὲν Ἀχαιῶν 12.160 ἠδὲ καὶ ἐκ Τρώων : κόρυθες δ' ἀμφ' αῦον ἀΰτευν 12.161 βαλλομένων μυλάκεσσι. καὶ ἀσπίδες ὀμφαλόεσσαι: 12.162 δή ῥα τότ' ᾤμωξέν τε καὶ ὣ, πεπλήγετο μηρὼ 12.163 Ἄσιος Ὑρτακίδης . καὶ ἀλαστήσας ἔπος ηύδαν: 12.164 Ζεῦ πάτερ, ῆ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο 12.165 πάγχυ μάλ', οὐ γὰρ ἔγωγ' ἐφάμην ἥρωας Ἀχαιοὺς 12.166 σχήσειν ἡμετερόν γε μένος καὶ χεῖρας ἀάπτους. 12.167 οἳ δ' ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι 12.168 οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ. 12.169 οὐδ' ἀπολείπουσιν κοῖλον δόμον: ἀλλὰ μένοντες 12.170 ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων. 12.171 ὡς οἵ γ' οὐκ ἐθέλουσι πυλάων καὶ δύ' ἐόντε 12.172 χάσσασθαι: πρίν γ' ἠὲ κατακτάμεν, ἠὲ ἁλῶναι: 12.173 ὡς ἔφατ'. οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ' ἀγορεύων 12.174 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι: 12.175 ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν. Scholia to Iliad 12.151-12.175 Main scholia On Iliad 12.153: ‡ λαοῖσιν καθύπερθε: οἱ περι Ζηνόδοτον λάεσσι τοῖς λίθοις προ περισπαστέον δὲ ἐπι γὰρ τοῦ πλήθους ὁ λόγος οὐ ἐπι τῶν λίθων λάεσσι γὰρ ἐπεκείνου τοῦ σημαινομένου λέγει ⁑ On Iliad 12.157: ἅς τ' ἄνεμος ζαὴς. ὡς ὑγιὴς οὕτως καὶ ὁ Ἀσκαλωνίτης παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν ἴσως πλανηθέντας ἐκ τῆς αιτιατικῆς, τῆς εἰς ν περατωθείσης: ῥηθήσεται δὲ ἐν περι τῆς προσῳδίας ⁑ On Iliad 12.159: ὡς τῶν ἐκ χειρῶν βέλεα ῥέον: προς τὴν συνήθειαν τοῦ ποιητοῦ ὅτι καταλλήλως τῶ βέλεα πληθυντικῶ ῥέον ἐπενήνοχε ⁑ On Iliad 12.160: ἀμφ αῦον: δύο μέρη λόγου ἐστὶν ἀμφὶ καὶ αῦον , οὕτως καὶ τὸ πληθυντικον οῖδεν αῦα πάλαι περικήλας ⁑ On Iliad 12.164: φιλοψευδής : ὀξυτονητέον ὁμοίως τῷ ἁπλῶ. τὰ γὰρ εἰς ης λήγοντα ὑπερ μιαν συλλάβην ὀξυνόμενα συντιθέμενα παντα θέλει φυλάσσειν τὸν αὐτον τόνον ὑπεσταλμένου τοῦ ἀληθής : σαφής ἀσαφής , ἀντεραστής φιλαθλητής . οὕτως καὶ φιλοψευδής οὐ λέλισμαι ὅτι τὸ κριτής ἐσθ' ὅτε καὶ καὶ μεταβολὴν ποιεῖται τόνου ἐν τῷ ξενοκρϊτης ⁑ On Iliad 12.167: οἱ δ' ὥστε σφῆκες μέσον αἰόλοι ηὲ μέλισσαι δι αμφοτέρων ἓν δηλοῦται τῶν κατα τὸ μέσον εὐκινήτων δια τὴν ἐντομήν ⁑ On Iliad 12.169-12.170: ανδρας θηρητηρας: τὸ θηρητῆρας ἑκατέρωσε δύναται προσνέμεσθαι ⁑ Interlinear scholia On Iliad 12.151@κόμπει: ἐκτύπει On Iliad 12.157@ζαὴς: βίαιος On Iliad 12.161@μυλάεσσι: τραχέσσι λίθοις On Iliad 12.163@ἀλασήσας: δεινοπαθήσας On Iliad 12.168@οἰκία: φωλεούς On Iliad 12.172@χάσσασθαι: χωρισθῆναι On Iliad 12.160@κόρυθος: ε On Iliad 12.161@βαλλόμέναι: αι Intermarginal scholia On Iliad 12.153: τοῖς ἀπο τοῦ τείχους όχλοις θαρροῦντες On Iliad 12.155: ὅτι λείπει ἡ ὑπὸ πρόθεσις On Iliad 12.161: οὔτως διὰ τοῦ ο ῥέον ὁμηρικὸν τὸ σχημα: On Iliad 12.161: Αρισταρχος βαλλομενων ἄλλοι δὲ βαλλόμεναι: Venetus A (Marciana 454 = 822), folio 158, recto Iliad 12.176-12.201 12.176 ἀργαλέον δέ με ταῦτα θεὸν ὡς πάντ' ἀγορεῦσαι: 12.177 πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ. 12.178 λάϊνον. Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ. ἀνάγκῃ 12.179 νηῶν ἠμύνοντο. θεοὶ δ' ἀκαχείατο θυμὸν 12.180 πάντες, ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν: 12.181 σύν δ' έβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα: 12.182 ἐνθ' αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης 12.183 δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρήου: 12.184 οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν. ἀλλὰ διὰ πρὸ 12.185 αἰχμὴ χαλκείη ῥῆξ' ὀστέον. ἐγκέφαλος δὲ 12.186 ἔνδον ἅπας πεπάλακτο. δάμασσε δέ μιν μεμαῶτα: 12.187 αὐτὰρ ἔπειτα Πύλωνα καὶ Όρμενον ἐξενάριξεν: 12.188 υἱὸν δ' Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος 12.189 Ἱππόμαχον βάλε δουρὶ κατα ζωστῆρα τυχήσᾱς: 12.190 αὖτις δ' ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ. 12.191 Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι' ὁμίλου 12.192 πλῆξ' αὐτοσχεδίην: ὁ δ' ἂρ ὕπτιος ούδει ερείσθη: 12.193 αὐτὰρ ἔπειτα Μένωνα . καὶ Ϊαμενὸν . καὶ Ὀρέστην . 12.194 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ: 12.195 ὄφρ' οἳ, τοὺς ἐνάριζον ἀπ' ἔντεα μαρμαίροντα. 12.196 τόφρ' οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο. 12.197 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα 12.198 τεῖχος τε ῥήξειν, καὶ ἐνιπρήσειν πυρὶ νῆας, 12.199 οἵ ῥ' ἔτι μερμήριζον ἐφεσταότες παρα τάφρῳ: 12.200 ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν 12.201 αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων Scholia to Iliad 12.176-12.201 Main scholia On Iliad 12.177-12.178: ‡ πάντη γὰρ περι τεῖχος: λιθινου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων, ἐκ τῆς συγκρίσεως τῶν βαλλομένων, πῦρ ἅπτεσθαι φησὶ πανταχόθεν τοῦ τείχους ἔχει δὲ ἔμφασιν ὁ λόγος ⁑ On Iliad 12.177-12.178: βραχὺ διασταλτέον ἐπι τὸ πῦρ εστι γὰρ τεῖχος λάϊνον τὸ ἑξῆς, ἄκαιρον γὰρ τὸ λάϊνον πῦρ εἴ τις συνάπτοι ⁑ On Iliad 12.178-12.179: Ἀργεῖοι δὲ καὶ ἀχνυμενοί περ ἀνάγκη: ἡ τελευταία λέξις, ἡ ἀνάγκη κεχωρίσθαι ὀφείλει τῶν ἄνω ἵνα σαφεστερον περιστῇ ἥ τε ἐπίτασις καὶ ἡ ἐναντίωσις. δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν , ἀπ ἄλλης ἀρχῆς λέγειν, ἠμύνοντο , ἵνα ᾖ ἀχνύμενοι περι νηῶν, On Iliad 12.180: ἐπιτάρροθοι ἡ γὰρ πλεονάζει ὡς ἐν τῷ ἀταρτηρός , ἡ δὲ μεταφορά, ἀπο τῶν τοῖς κυσὶ βοῇ κελευόντων ⁑ On Iliad 12.193: Ϊαμενὸν καὶ Ὀρέστην : Ἀρίσταρχος ψιλοῖ. ὁ δὲ Ἀσκαλωνίτης φησὶν, ἐὰν μὲν ἀπο τῆς ϊάσεως ψιλωτέον, ἐὰν δὲ ἀπο τῆς ὁρμῆς δασυντέον ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου οὐδὲν γὰρ ἐστι κωλύον τὴν ἀνάγνωσιν αὐτοῦ ⁑ On Iliad 12.195-12.199: ὄφρ' οἱ τοὺς ἐνάριζον ἀπ έντεα μαρμαίροντα: ὑποστιγμῇ ἐν ὑποκρίσει μαρμαίροντα ἕποντο διαστολαὶ δὲ ἔσαν νῆες. ἡ δὲ ἀνταπόδόσις οἵ ρ' ἔτι μερμήριζον δι ὅπερ οὐ χωριστέον στιγμαῖς εἶς γὰρ ὁ λόγος ⁑ On Iliad 12.201: αἱετὸς ὑψιπέτης: ὅτι ἀφορίζων ἔφη ἐπι τὰ ἑαυτοῦ ἀριστερὰ ὁ αετός ⁑ On Iliad 12.201: βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους ἀνείργεῖν δὲ αὐτοὺς ἐπι τὰ ἀριστερὰ φερομένους. δι ὃ συναπτέον ἐπ αριστερὰ λαὸν ἐέργων ⁑ On Iliad 12.201: ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ ὠκυπέτα χρυσέῃσιν ἐθείρησιν οὕτως κεκλιμένον ὡσεὶ καὶ ἀπο τοῦ παντοπώλης , παντοπῶλα , πρόδηλον δὲ κακ τῶν διαλέκτων ὑψιπέτας γὰρ εὑρέθη κατα τροπὴν τοῦ η εἰς τὸ α ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις: τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης περισπάσαι. ἐπεὶ ἐν ετέροις έφη ὥστ' αἰετὸς ὑψιπετήεις : ὡς οὖν τὸ τιμήεις ἔσομαι ἐγένετο τιμῆς, οὐκέθ' ὁμῶς τιμῆς ἔσσεαι οὕτως ὑψιπετήεις ὑψιπετῆς , ἀλλ επι μὲν τοῦ τιμῆς εὕρομεν αιτιατικήν καὶ χρυσὸν τιμῆντα ἥτις ἐδίδασκε τὸ τῆς εὐθείας πάθος: ἐπει δε τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ ⁑ On Iliad 12.201: ἐπ αριστερὰ λαῶν ἐέργων, ὑποχωρῆσαι συμφέρον προσημαίνων ἀριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια. δεξιὰ δὲ τὰ συμφέροντα: ζητεῖται δὲ πῶς ὁ Ζεῦς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρώας , σημεῖον αὐτοῖς κωλυτικὸν ἐπιπέμπει φησὶ γὰρ ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν : καὶ ῥητέον ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλληνων οὐ γὰρ κατὰ προαίρεσιν αὐτοὺς ἰδίαν ἐμίσει. ἀλλα χαριζόμενος Θέτιδι ⁑ Interlinear scholia On Iliad 12.177@θεσπιαδὲς: τὸ ὑπο θεῶν ἀναπτόμενον οιονεὶ θεῖον: On Iliad 12.181@Λαπίθαι: οἱ περι Πειρίθου μαχεσάμενοι οἱ δὲ τοῖς Κενταύροις On Iliad 12.186@πεπάλακτο: ἐμολύνετο: On Iliad 12.187@ἐξενάριξεν: εσκύλευσεν ἀνεῖλεν: On Iliad 12.192@αὐτοσχεδίην: ἐκ τοῦ πλησίον ἐκ χειρός : Intermarginal scholia On Iliad 12.179: ἐν ἄλλῳ θυμῷ Interior scholia On Iliad 12.193: πρὸς τὴν ὁμωνυμίαν: Venetus A (Marciana 454 = 822), folio 158, verso Iliad 12.202-12.227 12.202 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον: 12.203 ζωὸν: ἔτ' ἀσπαίροντα: καὶ οὔ πω λήθετο χάρμης: 12.204 κόψε γάρ αὐτόν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν 12.205 ἰδνωθεὶς ὀπίσω: ὁ δ' ἀπὸ έθεν ἧκε χαμᾶζε 12.206 ἀλγήσας ὀδύνῃσι: μέσῳ δ' ἐνι κάββαλ' ὁμίλῳ: 12.207 αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. 12.208 Τρῶες δ' ἐρρίγησαν. ὅπως ἴ̈δον αἰόλον ὄφιν 12.209 κείμενον ἐν μέσσοισι. Διὸς τέρας αἰγιόχοιο: 12.210 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: 12.211 Ἕκτορ . ἀεὶ μέν πως μοι ἐπιπλήσσεις ἀγορῇσιν 12.212 ἐσθλὰ φραζομένῳ: ἐπεὶ οὐδε μὲν οὐδὲ ἔοικε 12.213 δῆμον ἐόντα: παρὲξ ἀγορευέμεν. οὐτ' ἐνι βουλῇ 12.214 οὔτέ ποτ' ἐν πολέμῳ: σὸν δὲ κράτος αἰὲν ἀέξειν: 12.215 νῦν αὖτ' ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα: 12.216 μὴ ἴ̈ομεν. Δαναοῖσι μαχησόμενοι περὶ νηῶν: 12.217 ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι. εἰ ἐτεόν γε 12.218 Τρωσὶν ὅδ' ὄρνις ἐπ ῆλθε περησέμεναι μεμαῶσιν. 12.219 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον 12.220 ζωὸν. ἄφαρ δ' ἀφέηκε. πάρος, φίλα, οἰκί' ἱ̈κέσθαι 12.221 οὐδ' ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν: 12.222 ὣς ἡμεῖς: εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν 12.223 ῥηξόμεθα σθένεϊ μεγάλῳ: εἴξωσι δ' Ἀχαιοὶ . 12.224 οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα: 12.225 πολλοὺς γὰρ Τρώων καταλείψομεν. οὕς κεν Ἀχαιοὶ 12.226 χαλκῷ δῃώσουσιν. ἀμυνόμενοι περὶ νηῶν: 12.227 χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. Scholia to Iliad 12.202-12.227 Main scholia On Iliad 12.205: ϊδνωθείς. ψιλωτέον τὸ ϊ , οὕτως καὶ Ἀλεξίων καὶ οἱ ἄλλοι προεἴρηται δὲ ἡμῖν ἐν τῇ ᾳ ⁑ On Iliad 12.211: Ἕκτορ ἀεὶ μέν πως μοι ἐπιπλήσσεις: σημειοῦνται τινὲς ὅτι τοῦτο ὡς γενόμενον λέγει, γινόμενον δὲ οὐ παρίστησι καὶ παρεῖται ἡ πρόθθεσις ἐν αγοραῖς γάρ: τινὲς δὲ οὕτως ὅτι ἀγορῇσιν, ἀντι τοῦ ἀγορεύσεσιν εἴρηκεν ⁑ On Iliad 12.213: δῆμον εόντα: βαρυτονητέον πρὸς αντιδιαστολὴν τοῦ δημὸν ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ ὁ Ἡρῳδιανός ⁑ On Iliad 12.208: αἰόλον ὄφιν τὸν πολυποίκιλον καὶ πολύστικτον πέπονθε δὲ ἐπι τέλους ὁ στίχος ἔχων τὸν ἐκ β βραχειῶν πυρρίχιον καὶ καλεῖται μειοίρος ⁑ Interlinear scholia On Iliad 12.202@φοινήεντα: φονευτικὸν ἢ πυρρον: On Iliad 12.204@κόψε: έδακεν έπληξεν: On Iliad 12.205@ἰ̈δνωθεὶς: συνειλήσας ἑαυτὸν καμφθεῖς On Iliad 12.207@κλάγξας: βοήσας On Iliad 12.213@παρὲξ-ἀγορευέμεν: έξωθεν τῶν χρηστῶν: On Iliad 12.225@παρὰ-ναῦφιν: ἀπὸ τῶν νεῶν On Iliad 12.225@αὐτὰ-κέλευθα: τὰς αὐτὰς ὁδούς Intermarginal scholia On Iliad 12.211: οὕτως δια τοῦ π ἐπιπλήσσεις ⁑ On Iliad 12.213: ὅτι ἀντὶ τοῦ δημότην ἰδιότην οὕτως Ηρῳδιανός δῆμον ἐόντα On Iliad 12.214: ἐν ἄλλω σὸν δὲ κλέος On Iliad 12.216: ὅτι ἀντὶ μη ΐωμεν συνέσταλκεν ⁑ On Iliad 12.218: χωρὶς τῆς προθέσεως αἱ Ἀριστάρχου Venetus A (Marciana 454 = 822), folio 159, recto Iliad 12.228-12.252 12.228 ὧδέ χ' ὑποκρίναιτο θεοπρόπος. ὃς, σάφα θυμῷ 12.229 εἰδείη τεράων. καί οἱ πειθοίατο λαοί: 12.230 τὸν δ' ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη κορυθαίολος Ἕκτωρ : 12.231 Πουλυδάμα . σὺ μὲν οὐκ έτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις: 12.232 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι: 12.233 εἰ δ' ετεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, 12.234 ἐξ άρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί: 12.235 ὃς κέλεαι. Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι 12.236 βουλέων. ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε: 12.237 τύνη δ' οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις 12.238 πείθεσθαι. τῶν οὔ τι μετὰτρέπομ', οὐδ' ἀλεγίζω. 12.239 εἴτ' ἐπὶ δεξὶ' ἴ̈ωσι. πρὸς ἠῶ τ' ἠέλιόν τε. 12.240 εἴτ' ἐπ αριστερὰ τοί γε. ποτὶ ζόφον ἠερόεντα: 12.241 ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ. 12.242 ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει: 12.243 εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης: 12.244 τίπτε, σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα: 12.245 εἴ περ γάρ τ' ἄλλοι γε περι κτεινώμεθα πάντες 12.246 νηυσὶν ἐπ Αργείων . σοὶ δ' οὐ δέος ἔστ' ἀπολέσθαι. 12.247 οὐ γάρ τοι κραδίη μενεδήϊος. οὐδε μαχήμων: 12.248 εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι: ἠέ τίν' ἄλλον 12.249 παρφάμενος ἐπέεσσιν. ἀποτρέψεις πολέμοιο. 12.250 αὐτίκ' ἐμῷ ὑπο δουρὶ τυπεὶς. ἀπο θυμὸν ὀλέσσεις: 12.251 ὡς ἄρα φωνήσας ἡγήσατο. τοὶ δ' ἅμ' ἕποντο 12.252 ἠχῇ θεσπεσίη: ἐπὶ δὲ Ζεὺς τερπικέραυνος Scholia to Iliad 12.228-12.252 Main scholia On Iliad 12.230: τὸν δ ὰρ ὑπόδρα ἰδὼν, ὅτι Ζηνόδοτος γράφει τὸν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ : βέλτιον δὲ τὸν δ ὰρ ὑπόδρα ἰδων : εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει δια τῆς ὄψεως ⁑ On Iliad 12.231: Πουλυδάμα : αἱ Ἀριστάρχου χωρὶς τοῦ ν παρα τὴν ἀναλογίαν: Ζηνόδοτος δὲ καὶ Χαμαιλέων σὺν τῷ ν Πολυδάμαν ⁑ On Iliad 12.231: Ἡρακλέους πορθήσαντος Ἴλιον Πρίαμος ὁ Λαομέδοντος παραλαβὼν τὴν βασιλείαν ἔπεμψεν εἰς Δελφοὺς μαντευσόμενος περι τῶν ἐνεστώτων: οἱ δὲ προευθέντες χρησμον τε λαμβάνουσι, καὶ Πάνθουν ἕνα τῶν Δελφῶν αγουσιν ὅπως κατα συνεχὲς μαντεύηται Πριάμῳ γήμας δὲ οὕτως θυγατέρα Κλυτιου Προνόμην , Πολυδάμαντα γεννᾷ τήν τε μαντικὴν ἀναδιδάσκει, λέγεται δὲ μιᾷ νυκτὶ τοῦτον καὶ τὸν Ἕκτορα γεννηθῆναι ⁑ On Iliad 12.236: βουλέων: ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας, τοῖς ἄνω προσδίδοται: δύναται δὲ καὶ τοῖς εξῆς ⁑ On Iliad 12.239: εἴτ' ἐπι δεξὶ' ὅτι δύο διαστάσεις οῖδεν Ὅμηρος κοσμικάς, ἀνατολὴν καὶ δύσιν καὶ δεξιᾷ μὲν τὰ πρὸς ἀνατολάς ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει ⁑ On Iliad 12.243: εἶς οιωνὸς ἄριστος: εἴ τις βούλοιτο ἐπι τὸ ἄριστος βραχὺ διαστέλλειν, τάχα ἂν εἴη σαφέστερον τὸ λεγόμενον ⁑ Interlinear scholia On Iliad 12.228@ὐποκρίναιτο: αντι τοῦ ἀπεκρίνατο ἐξηγούμενος τὸ σημεῖον On Iliad 12.228@θεοπρόπος: οἰωνιστής On Iliad 12.233@ἀπὸ-σπουδῆς: ἀπο κρίσεως On Iliad 12.240@ποτὶ-ζόφον: προς δυσμάς On Iliad 12.247@μενεδήϊος: ἐν τῇ μάχη καρτερικός On Iliad 12.249@παρφάμενος: παραλογισάμενος On Iliad 12.250@τυπεὶς: πληγεὶς Interior scholia On Iliad 12.228: ὅτι ἀντι τοῦ ἀποκρίναιτο : On Iliad 12.246: παρα Ζηνοδότῳ νηυσὶν ὑπ Αργείων : Venetus A (Marciana 454 = 822), folio 159, verso Iliad 12.253-12.277 12.253 ὦρσεν ἀπ' ἰ̈δαίων ὀρέων ἀνέμοιο θύελλαν: 12.254 ἥ ῥ' ἰ̈θὺς νηῶν κονίην φέρεν. αὐτὰρ Ἀχαιῶν 12.255 θέλγε, νόον. Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε: 12.256 τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠ δὲ βίηφι: 12.257 ῥήγνυσθαι, μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον: 12.258 κρόσσας μὲν πύργων ἔρυον: καὶ ἔριπον ἐπάλξεις: 12.259 στήλας τε προβλῆτας ἐμόχλεον, ἃς, ὰρ Ἀχαιοὶ 12.260 πρώτας ἐν γαίῃ θέσαν. ἔμμεναι ἔχματα πύργων: 12.261 τὰς οἵ γ' αὐέρυον: ἔλποντο δὲ τεῖχος Ἀχαιῶν 12.262 ῥήξειν: οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου: 12.263 ἂλλ' οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις: 12.264 βάλλον ἀπ' αὐτάων δηΐους ὑπὸ τεῖχος ἰ̈όντας: 12.265 ἀμφοτέρω δ' Αἴαντε κελευτιόωντ' ἐπὶ πύργων 12.266 πάντοσε φοιτήτην. μένος ὀτρύνοντες Ἀχαιῶν : 12.267 ἄλλον μειλιχίοις. ἄλλον στερεοῖς ἐπέεσσι 12.268 νείκεον: ὅν τινα πάγχυ μάχης μεθιέντα ἴ̈δοιεν: 12.269 ὦ φίλοι. Ἀργείων : ὅς τ' ἔξοχος: ὅς τε μεσήεις. 12.270 ὅς τε χερειότερος. ἐπεὶ οὔ πω πάντες ὁμοῖοι 12.271 ἀνέρες ἐν πολέμῳ: νῦν ἔπλετο ἔργον ἅπασι: 12.272 καὶ δ' αὐτοὶ τόδε που γινώσκετε. μή τις ὀπίσσω 12.273 τετράφθω ποτι νῆας, ὁμοκλητῆρος ἀκούσας. 12.274 ἀλλὰ πρόσω ΐεσθε. καὶ ἀλλήλοισι κέλεσθε, 12.275 αἴ κε Ζεὺς δῴῃσιν Ὀλύμπιος ἀστεροπητὴς: 12.276 νεῖκος ἀπωσαμένους δηΐους: προτὶ ἄστυ δίεσθαι: 12.277 ὡς τώ γε προβοῶντε: μάχην ὤτρυνον Ἀχαιῶν : Scholia to Iliad 12.253-12.277 Main scholia On Iliad 12.253: ‡ ῶρσεν κ' απ' Ιδαίων ὀρέων: ὅτι δια τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αιγίδα ἔσεισεν ὁ Ζεύς ⁑ On Iliad 12.254: : ἤ ρ' ϊθὺς νηῶν κονίηνι ὅτι τὸ ἰθύς τοπικῶς τίθησιν, ἀντι τοῦ ἐπ ευθείας καταντικρυ τῶν νεῶν Interlinear scholia On Iliad 12.255@θέλγε: ἡπατα ἔβλαπτεν On Iliad 12.257@πειρήτιζον: πείραν ἐποιοῦντο : On Iliad 12.258@κρόσσας: προμαχῶνας ἢ κλίμακας : On Iliad 12.258@ἔριπον: ἔστρεψαν On Iliad 12.258@ἐπάλξεις: προμαχεῶνα On Iliad 12.273@τετράφθω: τρεπέσθω On Iliad 12.273@ὁμοκλητῆρος: τοῦ ἐγκελευομένου τοῦ ἀπειλοῦντος On Iliad 12.276@δίεσθαι: διῶξαι Intermarginal scholia On Iliad 12.273: γράφεται καὶ ἀκούων Venetus A (Marciana 454 = 822), folio 160, recto Iliad 12.278-12.302 12.278 τῶν δ' ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ 12.279 ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα Ζεὺς 12.280 νῑφέμεν, ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ, κῆλα: 12.281 κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον: ὄφρα καλύ̆ψῃ 12.282 ὑψηλῶν ὀρέων κορυφὰς. καὶ πρώονας ἄκρους: 12.283 καὶ πεδία λωτεῦντα: καὶ ἀνδρῶν πίονα ἔργα: 12.284 καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται. λιμέσιν τε. καὶ ἀκταῖς. 12.285 κῦμα δέ μιν πρὸσπλάζον ἐρύκεται: ἄλλά τε πάντα 12.286 εἰλῦται καθὕπερθ', ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος. 12.287 ὡς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαὶ: 12.288 αἱ μὲν ὰρ ἐς Τρῶας αἱ δ' ἐκ Τρώων ἐς Ἀχαιοὺς . 12.289 βαλλομένων: τὸ δὲ τεῖχος ὑπερ πᾶν δοῦπος ὀρώρει: 12.290 οὐδ' ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ 12.291 τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα. 12.292 εἰ μὴ ὰρ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς 12.293 ὦρσεν ἐπ' Ἀργείοισι . λέονθ' ὡς βουσὶν ἐλιξιν: 12.294 αὐτίκα δ', ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσε, ΐσην. 12.295 κᾱλὴν. χαλκείην. ἑξήλατον. ἣν ἄρα χαλκεὺς 12.296 ἤλασεν. ἔντοσθεν δὲ βοείᾱς ῥάψε θαμειὰς. 12.297 χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον. 12.298 τὴν ὰρ ὅ γε πρόσθε σχόμενος, δύο δοῦρε τινάσσων. 12.299 βῆ ρ' ἵ̈μεν. ὥς τε λέων ὀρεσίτροφος. ὅς τ' ἐπιδευὴς 12.300 δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ 12.301 μήλων πειρήσοντα καὶ εἰς πυκινὸν δόμον ἐλθεῖν: 12.302 εἴ περ γάρ χ' εὕρῃσι παρ' αὐτόφι βώτορας ἄνδρας, Scholia to Iliad 12.278-12.302 Interlinear scholia On Iliad 12.279@ὤρετο: ωρμησε προεθυμήθη: On Iliad 12.280@πιφαυσκόμενος: εμφανίζων προσημαίνων On Iliad 12.282@πρώονας: τὰς τῶν ὀρῶν ἐξοχάς On Iliad 12.301@πυκινόν: ασφαλῆ, λέγει δὲ τὴν έπαυλιν On Iliad 12.302@βώτορας: βωσκήτορας βουκόλους: Intermarginal scholia On Iliad 12.280: τα αυτοῦ σημεῖα καὶ βέλη ἐπιπέμπει κατὰ χoλον βελος δὲ νῦν τὸν χειμῶνα ⁑ On Iliad 12.287: σημειωτέον ὅτι τὰς λίθους θηλυκῶς ⁑ On Iliad 12.293: μέλασιν. ἠ ειλοῦσι τοὺς πόδας ἐν τῇ πορεία Interior scholia On Iliad 12.283: Ἀρίσταρχος διὰ τοῦ o λωτοῦντα On Iliad 12.286: γράφεται ειλύαται On Iliad 12.297: ραβδοειδέσι ραφαῖς: On Iliad 12.301: γράφεται καὶ ἐς πυκινόν Venetus A (Marciana 454 = 822), folio 160, verso Iliad 12.303-12.327 12.303 σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περι μῆλα. 12.304 οὔ, ῥά, τ', ἀπείρητος μέμονε, σταθμοῖο δίεσθαι: 12.305 ἂλλ' ὁ γ' ὰρ ἠ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς 12.306 ἔβλητ' ἐν πρώτοισι θοῆς ἀπο χειρὸς ἄκοντι, 12.307 ὥς ῥα, τότ' ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε, 12.308 τεῖχος ἐπαΐξαι. διά τε ῥήξασθαι ἐπάλξεις. 12.309 αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ' Ἱ̈ππολόχοιο : 12.310 Γλαῦκε , τί, ὴ, νῶϊ τετιμήμεσθα μάλιστα 12.311 ἕδρηι τε. κρέασίν τε, ἰ̈δὲ πλείοις δεπάεσσιν 12.312 ἐν Λυκίῃ : πάντες δὲ θεοὺς ὡς εἰσορόωσι. 12.313 καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ' ὄχθας 12.314 καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο: 12.315 τῶ νῦν χρὴ Λυκίοισι μετὰ πρώτοισιν ἐόντας 12.316 ἑστάμεν. ἠδὲ μάχης καϋστειρῆς ἀντιβολῆσαι. 12.317 ὄφρά τις ὧδ' εἴπῃ Λυκίων πύκα θωρηκτάων. 12.318 οὐ μὰν, ἀκληεῖς Λυκίην κατα κοιρανέουσιν 12.319 ἡμέτεροι βασιλῆες. ἔδουσί τε πίονα μῆλα. 12.320 οἶνόν τ' ἔξαιτον μελιηδέα: ἀλλ' άρα καὶ, ῒς 12.321 ἐσθλὴ. ἐπεὶ Λυκίοισι μετα πρώτοισι μάχονται: 12.322 ὦ πέπον: εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε. 12.323 αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε 12.324 ἔσσεσθ', οὔτέ κεν αὐτὸς ἐνι πρώτοισι μαχοίμην. 12.325 οὔτέ κε, σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν: 12.326 νῦν δ' ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο 12.327 μυρίαι. ἃς οὐκ ἔστι φυγεῖν βροτὸν. οὐδ' ὑπαλύξαι. Scholia to Iliad 12.303-12.327 Main scholia On Iliad 12.303: σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περι μῆλα. σημειοῦνται τινὲς ἐνταῦθα ὅτι περισσὴ, ἡ πρόθεσις ἡ περι On Iliad 12.326: νῦν δ' ἔμπης γὰρ κῆρες: τὸ ἑξῆς ἐστι νῦν δ' ἴ̈ομεν ἠέ τω εὖχος ὀρέξομεν. οὕτως οὖν διορθωτέον Interlinear scholia On Iliad 12.304@μέμονε: προθυμεῖται On Iliad 12.304@δίεσθαι: διελθ διελθεῖν διωχθῆναι On Iliad 12.305@μετάλμενος: ἐπιζητων On Iliad 12.314@φυταλιῆς: ἀμπελοφύτου γῆς On Iliad 12.314@πυροφόροιο: σιτφόρου On Iliad 12.316@καυστείρης: εμπυρου θερμῆς On Iliad 12.317@πύκα-θωρηκτάων: επιμhλῶς τεθωρακισμένων On Iliad 12.318@ἀκληεῖς: ἄδοξοι On Iliad 12.320@ἴς: δύναμις Intermarginal scholia On Iliad 12.318: ουτ οὕτως ἀκλεες αἷ Ἀρίσταρχου καὶ αἱ χαρίες χαριέστεραι Venetus A (Marciana 454 = 822), folio 161, recto Iliad 12.328-12.352 12.328 ἴ̈ομεν. ἠέ τῳ εὖχος ὀρέξομεν. ἠέ τις ἡμῖν: 12.329 ὡς ἔφατ'. οὐδὲ Γλαῦκος ἀπετράπετ', οὐδ' ἀπίθησε: 12.330 τὼ δ' ἰ̈θὺς βήτην, Λυκίων μέγα ἔθνος ἄγοντε. 12.331 τοὺς δὲ ἰ̈δὼν ῥίγησ' υἱὸς Πετεῶο , Μενεσθεύς : 12.332 τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. 12.333 πάπτηνεν δ' ἀνα πύργον Ἀχαιῶν . εἴ τιν' ἴ̈δοιτο 12.334 ἡγεμόνων, ὅς τίς οἱ αρὴν ἑτάροισιν ἀμύναι: 12.335 ἐς δ' ἐνόησ' Αἴαντε δύω πολέμου ἀκορήτω 12.336 ἑσταότας. Τεῦκρόν τε, νέον κλισίηθεν ἰ̈όντα: 12.337 ἐγγύθεν. ἂλλ' οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν. 12.338 τόσσος γὰρ κτύπος ῆεν, ἀϋτὴ δ' οὐρανὸν ἷ̈κε 12.339 βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν: 12.340 καὶ πυλέων. πᾶσαι γὰρ ἐπῴχατο. τοὶ δὲ κατ' αὐτὰς. 12.341 ἱ̈στάμενοι. πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν: 12.342 αἶψα δ' ἐπ' Αἴαντα προΐει κήρυκα Θοώτην : 12.343 ἔρχεο δῖε Θοῶτα : θέων Αἴαντα κάλεσσον: 12.344 ἀμφοτέρω μὲν μᾶλλον. ὃ γάρ κ' όχ' ἄριστον ἁπάντων 12.345 εἴη. ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος: 12.346 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοὶ. οἳ τὸ πάρος περ 12.347 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας: 12.348 εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, 12.349 ἀλλά περ οἶος ̈ἴτω Τελαμώνιος Αἴας . 12.350 καί οἱ Τεῦκρος ἅμ‘ α σπέσθω, τόξων ἐῦ εἰδώς: 12.351 ὡς ἔφατ'. οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας: 12.352 βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων Scholia to Iliad 12.328-12.352 Main scholia On Iliad 12.333-12.334: πάπτηνεν δ' ἀνα πύργον Ἀχαιῶν τὸ Ἀχαιῶν ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ τοῖς προτέροις, ἐπεὶ τὸ ἡγεμόνων ἐπιφέρεται, καὶ ἄλλως φησὶν ἑξῆς βῆ δὲ θέειν κατα τεῖχος Ἀχαιῶν ⁑ On Iliad 12.335: ἐς δ' ἐνόησ' Αἴαντε δύω ⁑ ὅτι ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυστάθμου γέγονεν ἡ μάχη ὅπου καὶ οἱ Ἄναντες ἐσκίνουν ⁑ On Iliad 12.340: καὶ πυλέων πᾶσαι γὰρ ἐπῴχατο : ὅτι πᾶσας ἀντι τοῦ ὅλας οὐ γὰρ ῆσαν πολλαὶ πύλαι ἀλλὰ μία τὸ δὲ ἐπῴχατο δια τοῦ α καὶ σὺν τῷ ϊ οἷον ἐπικεκλιμέναι ῆσαν ἐπέκειντο Ζηνόδοτος ἐπῴχετο ⁑ On Iliad 12.342: αῖψα δ' ἐπ Αἴαντα προΐει: ὅτι οἰκεῖον ὄνομα κήρυκος ἀπο τοῦ ταχύνειν, καὶ ὅτι ὀνοματοθετικὸς ὁ ποιητής Ζηνοδοτος δὲ ἐν αμφοτέροις τοῖς στίχοις Αἴαντε γράφειν ⁑ On Iliad 12.343: ἔρχεο δῖε Θοῶτα : ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπο τοῦ θέειν: τὸ δὲ ἔρχεο ἐν ΐσῳ τῷ πορεύου: στικτέον δὲ ἐπὶ το Θοῶτα ἡ συναπτέον ὡς πολλάκις εἴρηται ⁑ On Iliad 12.346: ῶδε γὰρ ἔβρισαν: προς Ζηνόδοτον ὅτι ἔοικεν ἐξειληφέναι τὸ ῶδε τοπηκὸς ἑξῆς γὰρ γράφει εἰ δέ σφιν κακεῖσε . ἔστι δὲ ἀντι τοῦ οὕτω ⁑ On Iliad 12.348: εἰ δέ σφιν καὶ κεῖθι ὅτι Ζηνόδοτον γράφει εἰ δέ σφιν κακεῖσε ἔστι δὲ ἀντὶ του οὕτως ⁑ On Iliad 12.348: δὲ εἰ εἰς ἐκεῖνον τὸν τόπον πόλεμός εστιν ἀλλ εν εν εκείνῳ ⁑ On Iliad 12.350: καί οι Τεῦκρος ἅμ' επέσθω: ἀθετεῖται, οὺ γαρ γὰρ πιθανὸν ὥσπερ ἐξ επισταγματος παρεῖναι τὸν Τεῦκρον δια παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος φαίνεται ⁑ Interlinear scholia On Iliad 12.328@ἠέ-τῳ: η τινι On Iliad 12.333@πάπτηνεν: προεβλέψατο On Iliad 12.334@αρὴν: βλάβην On Iliad 12.337@βώσαντι-γεγωνεῖν: βοήσαντι ἀκουσθῆναι: On Iliad 12.347@ζαχρηεῖς: άγαν βίαιοι καὶ μεγάλην ορμὴν τοῖς έργοις ποιοῦντες : Intermarginal scholia On Iliad 12.330: οὕτως Ἀρίσταρχος μέγα έθνος ἄγοντε δυϊκῶς ⁑ On Iliad 12.336: ὅτι ἀντὶ νεωστὶ ⁑ On Iliad 12.352: γραγεται κατα τεῖχος : Interior scholia On Iliad 12.340: οὕτως Ἀρίσταρχος πᾶσας γὰρ ἐπῴχατο : On Iliad 12.350: καὶ Ἀριστοφάνης ἠθέτει Venetus A (Marciana 454 = 822), folio 161, verso Iliad 12.353-12.377 12.353 στῆ δὲ παρ' Αἰάντεσσι κιών. εἶθαρ δὲ προσηύδᾶ. 12.354 Αἴαντε '. Ἀργείων ἡγήτορε χαλκοχιτώνων: 12.355 ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς 12.356 κεῖσ' ΐμεν. ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον: 12.357 ἀμφοτέρω μὲν μᾶλλον. ὃ γάρ κ' όχ' άριστον ἁπάντων 12.358 εἴη. ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος. 12.359 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί. οἳ τὸ πάρος περ 12.360 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας: 12.361 εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν. 12.362 ἀλλά περ οἶος ἴ̈τω Τελαμώνιος ἄλκιμος Αἴᾶς : 12.363 καί οἱ Τεῦκρος ἅμα ' σπέσθω τόξων εὖ εἰδώς: 12.364 ὡς ἔφατ'. οὐδ' ἀπίθησε μέγας Τελαμώνιος Αἴας : 12.365 αὐτίκ' Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα: 12.366 Αἶαν . σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης 12.367 ἑσταότες. Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι: 12.368 αὐτὰρ ἐγὼ κεῖσ' εἶμι. καὶ ἀντιόω πολέμοιο: 12.369 αῖψα δ' ἐλεύσομαι αὖτις. ἐπὴν εὖ τοῖς ἐπαμύνω: 12.370 ὡς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας : 12.371 καί οἱ Τεῦκρος ἅμ' ἤϊε κασίγνητος καὶ όπατρος: 12.372 τοῖς δ' ἅμα Πανδίων . Τεύκρου φέρε καμπύλα τόξα: 12.373 εὖτε Μενεσθῆος μεγαθύμου πύργον ΐκοντο 12.374 τείχεος ἐντὸς ἰόντες ἐπειγομένοισι δ' ΐκοντο. 12.375 οἷ δ' ἐπ' ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἴ̈σοι 12.376 ἴ̈φθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες: 12.377 σὺν δ' εβάλοντο μάχεσθαι ἐναντίον. ὦρτο δ' ἀϋτή. Scholia to Iliad 12.353-12.377 Main scholia On Iliad 12.359: ὧδε γὰρ ἔβρισαν: ὅτι Ζηνόδοτος γράφει κεῖσε γὰρ ἔβρισαν οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον: δεῖ γὰρ ἐν εκείνω τῷ τόπῳ δεῖ δὲ γράφειν ῶδε τὸ γαρ λεγόμενόν ἐστιν οὕτως ἐπεβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς συμμαχίας ⁑ On Iliad 12.365: αὐτίκ' Ὀϊλιάδην : ὅτι Ζηνόδοτος γράφει αὐτίκ' αρ Ἰλιάδην Ὀϊλιάδην δὲ δια παντὸς Ὅμηρος λέγει, καὶ ὅτι λείπει ἡ πρός ⁑ On Iliad 12.366: Αἶαν σφῶϊ μὲν, ὅτι Ζηνόδοτος γράφει σφῶε : τοῦτο δέ ἐστιν αὐτοὺς ὅπερ οὐχ αρμόζει. τὸ δὲ σφῶϊ ὑμεῖς ⁑ On Iliad 12.368: αὐτὰρ ἐγὼ κεῖς εἶμι ὅτι Ζηνόδοτος γράφει κεῖθι , τοῦτο δὲ σημαίνει ἐν εκείνῳ τῷ τόπω: τὸ δὲ ἐκεῖσε εἰς εκεῖνον τὸν τόπον πορεύσομαι ὅπερ νῦν ἁρμόζει ⁑ On Iliad 12.374-12.375: τείχεος ἐντὸς ϊόντες ὑποστικτέον ἐπι τὸ ϊόντες καὶ ἵ̈κοντο περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἷ δ' ἐπ επάλξεις βαῖνον ⁑ On Iliad 12.375: οἱ δ' ἐπ' ἐπάλξεις βαῖνον ὅτι εἰ μη νοήσωμεν κρόσσας τὰς κλίμακας: πῶς ἂν ἄλλως δύναιτο ἀναβαίνειν ἐπι τὸ τεῖχος ⁑ Interlinear scholia On Iliad 12.353@εἶθαρ: ευθέως On Iliad 12.363@ἅμ': α Intermarginal scholia On Iliad 12.360: περισπαστέον ὡς εὐγενεῖς: Venetus A (Marciana 454 = 822), folio 162, recto Iliad 12.378-12.402 12.378 Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 12.379 Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον 12.380 μαρμάρῳ ὀκριόεντι βαλὼν, ὅ ῥα τείχεος ἐντὸς 12.381 κεῖτο μέγας παρ' ἔπαλξιν ὑπέρτατος, οὐδέ κέ μιν ῥέα 12.382 χειρί γε τῇ ἑτέρῃ φέροι ἀνὴρ οὐδὲ μάλ' ἡβῶν 12.383 οἷοι νῦν βροτοί εἰσ'. ὁ δ' ἂρ ὑψόθεν ἔμβαλ' ἀείρας. 12.384 θλάσσε δὲ τετράφαλον κυνέην: σὺν δ' ὀστέ' ἄραξε 12.385 πάντ' ἄμυδις κεφαλῆς, ὁ δ' ἂρ, ἀρνευτῆρι ἐοικὼς 12.386 κάππεσ' ἀφ' ὑψηλοῦ πύργου λίπε δ' ὀστέα θυμός: 12.387 Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ' Ἱ̈ππολόχοιο 12.388 ἰ̈ῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο 12.389 ᾗ ῥ' ΐδε γυμνωθέντα: βραχίονα: παῦσε δὲ χάρμης: 12.390 ὰψ δ' ἀπο τείχεος ἆλτο λαθὼν. ἵ̈να μή τις Ἀχαιῶν 12.391 βλήμενον. ἀθρήσειε καὶ εὐχετόῳτ' ἐπέεσσι: 12.392 Σαρπήδοντι δ' ἄχος γένετο, Γλαύκου ἀπιόντος 12.393 αὐτίκ' ἐπεί τ' ἐνόησεν: ὅμως δ' οὐ λήθετο χάρμης: 12.394 ἀλλ'' ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας 12.395 νύξ': ἐκ δ' ἔσπασεν ἔγχος. ὁ δ' ἑσπόμενος πέσε δουρὶ 12.396 πρηνὴς. ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ: 12.397 Σαρπηδὼν δ' ὰρ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν 12.398 ἕλχ'. ἡ δ' ἕσπετο πᾶσα διαμπερὲς, αὐτὰρ ὕπερθε 12.399 τεῖχος ἐγυμνώθη. πολέεσσι δὲ θῆκε κέλευθον: 12.400 τὸν δ' Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ'. ὁ μὲν ἰ̈ῷ 12.401 βεβλήκει τελαμῶνα περὶ στήθεσφι φαεινὸν 12.402 ἀσπίδος ἀμφιβρότης, ἀλλὰ Ζεὺς κῆρας ἄμυνε Scholia to Iliad 12.378-12.402 Main scholia On Iliad 12.379: ‡ Σαρπήδοντος ἑταῖρον: τρίτη ἀπο τέλους ἡ ὀξεῖα ὡς χαλκώδοντος οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς Σαρπηδόνος γενικῆς δια τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν δια τοῦ ν κλῆσιν ἔνθεν γὰρ καὶ τὸ ἑκὼν μετοχή: On Iliad 12.385: ἀρνευτῆρι εοικῶς : ἀρνευτηρ ὁ κυβιστὴρ παρα τοὺς ἄρνας οὔτοι γὰρ κυβιστῶσιν ὥσπερ τὸν ἀέρα ταράττοντες: τινὲς δὲ τῷ δελφῖνι οἱ γὰρ ἄρσενες ἐπι κεφαλὴν ἵ̈ενται ὅτ ἂν γαλήνῃ γένηται ⁑ On Iliad 12.388: ἰ̈ῶ ἐπεσσύμενον: οὐ πάντως διασταλτέον ἐπι τὸ ϊῷ καν συνάπτηται γὰρ ὁ στίχος δύναται ὑπερβατὸν νοεῖσθαι: ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντι τοῦ ἐπὶ τὸ τεῖχος ⁑ On Iliad 12.389: ᾕ ρ' ΐδε γυμνωθέντα βραχίονα: καθ ὸ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον ⁑ On Iliad 12.391: βλήμενον ἀθρήσειε, ψιλωτέον πᾶν γὰρ φωνῆεν προ δασέος καὶ τοῦ ρ ψιλοῦται ἴθρις Ὀθρυς : ἄχρις ἀφρός ὄφρα : ὑπεσταλμένου τοῦ ἄθρους προς διάφορον σημαινόμενον προδηλον δὲ κακ τῆς συναλιφῆς ὅτι ψιλοῦται η δ' ουτ' ἀθρῆσαι δύνατο ⁑ On Iliad 12.393: αὐτίκ' ἐπεί τ' ἐνοησεν: τὸ ἑξῆς ἐστιν ἐπεὶ ἐνόησε παρέλκοντος τοῦ τε δι ὃ τὴν πει συλλαβὴν ὀξυτονητέον : τοῦ δε ὅμως τὴν προτέραν ὀξυτονητεον ἔστι γὰρ σύνδεσμος, προ εἴρηται δὲ τὸ αἴτιον On Iliad 12.394: ἀλλ' ὅ γε Θεστορίδην Ἀλκμάονα : ὅτι οὐ Κάλχαντος ἀδελφὸς Ἀλκμάων ἀλλ' ὁμώνυμος ἐπεὶ προσεθηκεν ἄν τι εἰς διάγνωσιν Interlinear scholia On Iliad 12.380@μαρμάρῳ-ὀκριόεντι: λίθω τραχεῖ On Iliad 12.381@ὑπέρτατος: ανωτάτω On Iliad 12.385@ἀρνευτῆρι: κυβηστῆρη On Iliad 12.390@ἆλτο: καθήλατο On Iliad 12.396@πρηνὴς: επι πρόσωπον On Iliad 12.400@ὁμαρτήσανθ': ομοῦ καὶ ὑπο τὸν αὐτὸν καιρὸν ἀφέντες τὰ δόρατα Intermarginal scholia On Iliad 12.382: χείρεσ' ἀμφοτέρῃς ἔχοι ⁑ On Iliad 12.386: γράφεται ἀπ ευεργέος Interior scholia On Iliad 12.400: ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντησεν: Venetus A (Marciana 454 = 822), folio 162, verso Iliad 12.403-12.427 12.403 παιδὸς ἑοῦ, μὴ νηυσὶν ἐπὶ πρύμνῃσι δαμείῃ: 12.404 Αἴᾱς δ' ἀσπίδα νύξεν ἐπάλμενος, οὐ ἡ δὲ δια πρὸ 12.405 ἤλυθεν ἐγχείη: στυφέλιξε δέ μιν μεμαῶτα: 12.406 χώρησαν δ' ἄρα τυτθὸν ἐπάλξιος. οὐδ' ὅ γε πάμπαν 12.407 χάζετ'. ἐπεί οἱ θυμὸς ἐέλδετο κῦδος ἀρέσθαι: 12.408 κέκλετο δ' ἀντιθέοισιν ἐλιξάμενος Λυκίοισιν : 12.409 ὦ Λύκιοι . τί τ' ἂρ ὧδε μεθίετε θούριδος ἀλκῆς 12.410 ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰ̈φθίμῳ περ ἐόντι. 12.411 μούνῳ ῥηξαμένῳ. θέσθαι παρα νηυσὶ κέλευθον: 12.412 ἂλλ' ἐφομαρτεῖτον, πλεόνων δέ τοι ἔργον ἄμεινον: 12.413 ὡς ἔφαθ', οἱ δὲ ἄνακτος ὑποδδείσαντες ομοκλὴν. 12.414 μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφι ἄνακτα: 12.415 Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας 12.416 τείχεος ἔντοσθεν. μέγα δέ σφισι φαίνετο ἔργον: 12.417 οὔτε γὰρ ἴ̈φθιμοι Λύκιοι . Δαναῶν ἐδύναντο 12.418 τεῖχος ῥηξάμενοι. θέσθαι παρὰ νηυσὶ κέλευθον. 12.419 οὔτέ ποτ' αἰχμηταὶ Δαναοὶ , Λυκίους ἐδύναντο 12.420 τείχεος ὰψ ὤσασθαι: ἐπεὶ τὰ πρῶτα πέλασθεν: 12.421 ἂλλ' ὥς τ' ἀμφ' ούροισι δύ' ἀνέρε δηριάασθον 12.422 μέτρ' ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ: 12.423 ὥ τ' ὀλίγῳ ἐνι χώρῳ ἐρίζητον περὶ ἴ̈σης. 12.424 ὡς ἄρα τοὺς διέεργον ἐπάλξιες. οἱ δ' ὑπερ αὐτέων 12.425 δῄουν ἀλλήλων ἀμφι στήθεσσι βοείας 12.426 ἀσπίδας εὐ̈κύκλους. λαισήϊά τε πτερόεντα: 12.427 πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ. Scholia to Iliad 12.403-12.427 Main scholia On Iliad 12.404: ‡ ἡ δὲ διαπρὸ: οὕτως οὐδὲ διαπρὸ αἱ Ἀριστάρχου . ἡ δε κοινὴ ἠ δὲ διαπρό ⁑ On Iliad 12.416: ‡τείχεος ἔντοσθεν ὅτι τὸ σημαινόμενόν ἐστιν μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον οὐ κατα τα διάνοιαν ⁑ On Iliad 12.426: ἀσπίδας εὐκύκλους, πρὸς τὸ λαισήϊα ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων παραμήκεις τὰ λαισήϊα: οἱ δὲ ἐλαφρὰ : ἔνιοι δὲ δασέα ἐξ αδεψήτων βυρσῶν ⁑ Interlinear scholia On Iliad 12.411@θέσθαι: ποιῆσαι : On Iliad 12.412@ἐφομαρτεῖτον: ακολουθεῖτε On Iliad 12.414@ἐπέβρισαν: επετεθησαν τοῖς ἔλλη On Iliad 12.415@ἐκαρτύναντο: ϊσχυροοποιήσαντο On Iliad 12.420@ἐπεὶ-12.42@πέλασθεν: ἐπειδὰν άπαξ προσεπελάσθησαν προσῆλθον: On Iliad 12.421@ἀμφ-12.421@ούροισι: περι ορῶν γὴς On Iliad 12.421@δηριάασθον: φιλονεικοῦσιν On Iliad 12.424@διέεργον: δειχώριζον On Iliad 12.425@δῄουν: διέκοπτον Intermarginal scholia On Iliad 12.412: Ἀρίσταρχος εφαμαρτεῖτε ἄλλοι δὲ ἐφομαρτεῖτον ἄλλοι δὲ ἐφομαρτεῖτε On Iliad 12.423: Ζηνόδοτος ὥ τ’ὀλίγη ἐνι χώρῃ ⁑ Venetus A (Marciana 454 = 822), folio 163, recto Iliad 12.428-12.452 12.428 ἠμὲν ὅτῳ. στρεφθέντι: μετάφρενα γυμνωθείη 12.429 μαρναμένων. πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς: 12.430 πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν 12.431 ἐρράδατ' ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν : 12.432 ἂλλ' οὐδ' ὡς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν . 12.433 ἂλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής: 12.434 ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς. ἀνέλκει. 12.435 ἰ̈σάζουσ' ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται: 12.436 ὡς μὲν τῶν ἐπὶ ῗσα μάχη τέτατο πτόλεμός τε: 12.437 πρίν γ' ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε 12.438 Πριαμίδῃ . ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν : 12.439 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς: 12.440 ὄρνυσθ' ἱ̈ππόδαμοι Τρῶες , ῥήγνυσθε δὲ τεῖχος 12.441 Ἀργείων . καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ: 12.442 ὡς ἔφατ' ἐποτρύνων. οἱ δ' ούασι πάντες ἄκουον 12.443 ἴ̈θυσαν δ' ἐπὶ τεῖχος ἀολλέες: οἱ μὲν ἔπειτα 12.444 κροσσάων ἐπέβαινον, ἀκαχμένα δούρατ' ἔχοντες: 12.445 Ἕκτωρ δ' ἁρπάξας λᾶαν φέρεν. ὅς ρα πυλάων 12.446 ειστήκει πρόσθε. πρυμνὸς παχὺς. αὐτὰρ ὕπερθεν 12.447 ὀξὺς ἔην. τὸν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω 12.448 ῥηϊδίως ἐπ' άμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν 12.449 οἷοι νῦν βροτοί εἰσ', ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος: 12.450 τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω: 12.451 ὡς δ' ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς 12.452 χειρὶ λαβὼν ἑτέρῃ. ὀλίγον τέ μιν ἄχθος ἐπείγει. Scholia to Iliad 12.428-12.452 Main scholia On Iliad 12.428: ‡ ἡμὲν ὅτῳ στρεφθέντι: Ζηνόδοτος ὅτεῳ καὶ ἐμφαίνει Ὁμηρικὸν χαρακτῆρα, καὶ γὰρ ἀλλαχοῦ φησὶ τῷ ὅτεῳ τε πατὴρ κέλεται ⁑ On Iliad 12.430: πάντῃ δὴ πυργοι, ὁ μὲν Ἀρίσταρχος τὸν δὴ σύνδεσμον παρέλαβεν Τυραννίων δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπικὸν ἵνα δύο μέρη λόγου ὑπάρχῃ δὲ καὶ η καὶ προστίθησι τὸ ϊ καὶ δασύνει ὁμοίως τῷ ᾕ ρ' ὅ γ' ὀ λυσσώδης : οὐκ αναγκαῖον δὲ ἤδη γὰρ προκεινται τὸ πάντῃ τοπικον ⁑ On Iliad 12.434-12.435: ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον, τάχα τὸ ἑξῆς ἐστιν ἀμφὶς ἰ̈σάζουσα ἀμφοτέρωθεν ἰσοῦσα οἱ γὰρ ἱστάντες ἑκατέρωθεν ἀφορῶσιν On Iliad 12.433: χερνῆτις, ἡ ἀπο τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα ὅ ἐστι μισθοῦ ἄλλοις ἐργαζομένη ⁑ On Iliad 12.435: ἰσάζουσ' ἵνα παισὶν. οὕτως μετα τοῦ ν ἀνεικέα ἐξω νείκους τὸ ἴσον αὐτοῖς ἀπονέμουσθαι ἄμεινον δε φησὶν ἀεικέα τὸν εὐτελῆ, ἐν δὲ τῷ προς τὸν Ξένωνος παράδοξον προφέρεται ἀμεμφεα μισθόν ⁑ On Iliad 12.439: ἤυσεν δὲ διαπρύσιον: ὅτι ἐπι τοῦ Διὸς τοῦτο φησὶν οὐκεσὶ τοῦ Ἕκτορος δι ὃ καὶ ἐπήνεγκεν. ὡς φάτ' ἐποτρύνων οἵ δ' οὔασι πάντες ἄκουον ⁑ On Iliad 12.442: ὡς φάτ' ἐποτρύνων ὅτι δια τούτου εὐκρινὲς γίνεται τὸ τῆς προκειμένης ἀμφιβολίας οὐ γαρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν ⁑ On Iliad 12.446-12.447: εἰστήκει πρόσθε, βραχὺ διασταλτέον ἐπι τὸ πρόσθε συναφὴν δὲ θετέον ὑπ αμφοτέρας τὰς λέξεις ἓν γὰρ τὸ σημαινόμενον κατὰ τὸ ἔσχατον παχὺς, κατα δὲ τὸ ἕτερον ὀξύς ⁑ On Iliad 12.451: ὡς δ' ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς: μέγας γὰρ ὁ τούτου πόκος. ἡ ὅτι τραχυτέρα. ἢ ὅτι ῥυπωδεστέρα: ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λύθου ἐστίν ⁑ Interlinear scholia On Iliad 12.431@ἐρράδατ': ερραμένοι εἰσὶ On Iliad 12.432@φόβον: φυγὴν On Iliad 12.433@γυνὴ-12.433@χερνῆτις: η απο τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα: On Iliad 12.441@ἐνίετε: ἐνβάλλετε On Iliad 12.444@κροσσάων: ὑποτρόχων κλιμάκων On Iliad 12.446@πρυμνὸς-12.446@παχύς: κατὰ τὸ ἔσχατον μέρος παχὺς On Iliad 12.448@ὀχλίσσειαν: αποκινήσειαν τοῦ εδάφους Interior scholia On Iliad 12.430-12.431: ἀπο τοῦ “ράζω” On Iliad 12.435: ἔν τισιν μετα τοῦ ν ἀνεικέα : ἐξω νείκους, On Iliad 12.446: Ἀριστάρχος εστηκει χωρὶς τοῦ ϊ On Iliad 12.451: οὕτως δια τοῦ ε φέρει Venetus A (Marciana 454 = 822), folio 163, verso Iliad 12.453-12.471 12.453 ὣς Ἕκτωρ ἰ̈θὺς σανίδων φέρε λᾶαν ἀείρας: 12.454 αἵ ῥα πύλας εἴρυντο. πύκα στιβαρῶς ἀραρυίας: 12.455 δικλίδας. ὑψηλάς. δοιοὶ δ' ἔντοσθεν ὀχῆες 12.456 εἶχον ἐπημοιβοὶ, μία δὲ κληῒς ἐπαρήρει: 12.457 στῆ δὲ μάλ' ἐγγὺς ἰ̈ὼν: καὶ ἐρεισάμενος βάλε μέσσας: 12.458 εὖ διαβὰς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη: 12.459 ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιροὺς: πέσε δε λίθος εἴσω 12.460 βριθοσύνῃ: μέγα δ' ἀμφὶ πύλαι μύκον: οὐδ' ἄρ' ὀχῆες 12.461 ἐσχεθέτην. σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη: 12.462 λᾶος ὑπὸ ῥιπῆς: ὁ δ' ἀρ' ἔσθορε φαίδιμος Ἕκτωρ 12.463 νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια: λάμπε δὲ χαλκῷ 12.464 σμερδαλέῳ: τὸν ἕεστο περι χροΐ. δοιὰ δὲ χερσὶ 12.465 δοῦρ' ἔχεν, οὔ κάν τίς μιν ἐρυκάκοι ἀντιβολήσας: 12.466 νόσφι θεῶν, ὅτ' ἐσᾶλτο πύλας: πυρὶ δ' ὄσσε δεδήει: 12.467 κέκλετο δὲ Τρώεσσιν ἐλιξάμενος καθ' ὅμιλον 12.468 τεῖχος ὑπερβαίνειν: τοὶ δ' ὀτρύνοντι πίθοντο: 12.469 αὐτίκα δ' οἱ μὲν τεῖχος ὑπέρβασαν. οἱ δὲ κατ' αὐτὰς 12.470 ποιητὰς ἐσέχυντο πύλας: Δαναοὶ δ' ἐφόβηθεν 12.471 νῆας ἀνα γλαφυρὰς. ὅμαδος δ' ἀλίαστος ἐτύχθη ⁑ Scholia to Iliad 12.453-12.471 Main scholia On Iliad 12.455-12.456: ‡ εἶχον ἐπημοιβοὶ, ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπι τῆς πύλης ἐξ εκατέρας φλιᾶς ἔνα ἐπαλλασσομένους κατα μέσον, καὶ ἐπι τοῖς ἄκροις ἐπικλειομένους δια τὴν συμβολὴν μιᾷ κλειδί : On Iliad 12.459: θαιροὺς. τὸν ἄνω καὶ κάτῳ θαιροὺς φησὶ δια τὸ δι αυτῶν θεῖν τὰς πύλας ⁑ On Iliad 12.462: λᾶοι ὑπο ριπῆς, προπερισπαστέον ὡς κλῆρος ἀπο γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατα τὴν τοῦ ποιητοῦ χρῆσιν καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενικὴ συναλιφὴν δὲ λαβοῦσα βαρύνεται: τὴν δὲ πρόθεσιν Τυραννίων ἀναστρέφει: ἵνα τὸ ἑξῆς ὑπάρχῃ ὑπο λίθου ῥιπῆς , οὐκ αναγκαῖον δὲ: τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπο ριπῆς λίθου ⁑ On Iliad 12.463: νυκτὶ θοῇ, ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ προς τὸ ὁ δ' ἤϊε νυκτὶ εοικώς ὅτι Ζηνοδοτος γράφει νυκτὶ ὁμοιοῖ προς τὸ ὁ δ' ἤϊε νυκτὶ ἐοικώς ὅτι Ζηνόδοτος γράφει νυκτί ἐλυσθείς ⁑ On Iliad 12.468: τεῖχος ὑπερβαίνειν ὅτι καθ ὃ μέρος ὡδοποίησαν οἱ Λύκιοι οὐ καθ ὅλον ⁑ On Iliad 12.470: ποιητὰς ἐς ἔχυντο πύλας: ὅτι μία πύλη πληθυντικῶς δὲ εἴρηται: καὶ ὅτι ἔφευγον ὡς ἐπι τὰς ναῦς, δια ταύτης δὲ εἰσέρχονται τῆς πύλης δι ῆς ὁ Εκτωρ ⁑ On Iliad 12.471: ὅμαδος δ' ἁλίαστος, τὸ μὲν ὄμαδος δασυντέον ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον τὸ δὲ ἀλίαστος ψιλωτέον ἔστι γὰρ στέρησις ἀπο τοῦ λιαστὸς ὅπερ πέπτωκεν ἀπο τοῦ λιάζω ἡγεῖτ' ἀμφι δ' ἄρα σφι λιάζετο κῦμα ⁑ Interlinear scholia On Iliad 12.453@σανίδων: τῶν θυρῶν On Iliad 12.455@δικλίδας: διθύρους On Iliad 12.455@ὀχῆες: οἱ μοχλοι On Iliad 12.456@ἐπημοιβοὶ: επ αλλήλους φερόμενοι On Iliad 12.456@ἐπαρήρει: ἐπέκειτο On Iliad 12.458@ἀφαυρότερον: ἀσθενες On Iliad 12.459@θαιροὺς: τοὺς στρόφιγγας On Iliad 12.460@βριθοσύνῃ: τῶ βάρει On Iliad 12.461@διέτμαγεν: διεσχίσθησαν On Iliad 12.464@ἕεστο: ημφίεστο: On Iliad 12.467@ἐλιξάμενος: ἐπιστραφείς On Iliad 12.470@ἐσέχυντο: εἰσῆλθον On Iliad 12.470@ἐφόβηθεν: εἰς φυγὴν ἐτράπησαν On Iliad 12.471@γλαφυρὰς: στικτεον On Iliad 12.471@ἀλίαστος: ἀμετάτρεπτος ⁑ Intermarginal scholia On Iliad 12.457: εν αλλῳ στη δ ὰρ ἐπ οὐδὸν ϊὼν On Iliad 12.465: Ἀρίσταρχος οὐ κεν τίς μιν ἐρύκακεν αντιβολήσας ⁑ On Iliad 12.468: οὕτως δια τοῦ ὅτι οτρύνοντι : On Iliad 12.469: οὕτως συνέσταλκεν ἀντι τοῦ ὑπερέβησαν Venetus A (Marciana 454 = 822), folio 164, recto Iliad 13.1-13.25 13.1 Ζεὺς δ' ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε. 13.2 τοὺς μὲν ἔα παρα τῇσι πόνον τ' ἐχέμεν καὶ ὀϊζὺν 13.3 νωλεμέως. αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ 13.4 νόσφιν. ἐφ' ἱπποπόλων Θρῃκῶν καθ ὁρώμενος αἶαν. 13.5 Μυσῶν τ' ἀγχεμάχων. καὶ ἀγαυῶν ἱππημολγῶν. 13.6 γαλακτοφάγων Ἀβίων τε. δικαιοτάτων ἀνθρώπων: 13.7 ἐς Τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινὼ. 13.8 οὐ γὰρ ὅ γ' ἀθανάτων τιν’ ἐέλπετο ὃν κατα θυμὸν. 13.9 ἐλθόντ'. ἢ Τρώεσσιν ἀρηξέμεν ἠ Δαναοῖσιν : 13.10 οὐδ' ἀλαὸσ σκοπιὴν εἶχε κρείων ἐνοσίχθων. 13.11 καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε 13.12 ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης 13.13 Θρηϊκίης . ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη . 13.14 φαίνετο δὲ Πριάμοιο πόλις. καὶ νῆες Ἀχαιῶν : 13.15 ἐνθ' ἄρ' ὅ γ' ἐξ ἁλὸς ἕζετ' ῒων. ἐλέαιρε δ' Ἀχαιοὺς . 13.16 Τρωσὶν δαμναμένους. Διῒ δὲ κρατερῶς ἐνεμέσσα. 13.17 ἀυτίκα δ' ἐξ ὄρεος κατεβήσατο παιπαλόεντος. 13.18 κραιπνὰ ποσὶ προβιβὰς. τρέμε δ' ὀύρεα μακρὰ καὶ ὕλη 13.19 ποσσὶν ὑπ' ἀθανάτοισι Ποσιδάωνος ἰ̈όντος. 13.20 τρὶς μὲν ὀρέξατ' ϊών. τὸ δὲ τέταρτον , ῒ̔κετο τέκμωρ: 13.21 Ἀιγάς . ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης. 13.22 χρύσεα μαρμαίροντα τετεύχαται, ἄφθιτα αἰεί: 13.23 ἔνθ' ἐλθὼν, ὑπ' ὀχεσφι τιτύσκετο χαλκόποδ' ῒ̔ππω. 13.24 ὠκυπέτα. χρυσέῃσιν ἐθείρησιν κομόωντε: 13.25 χρυσὸν δ' ἀυτὸς ἔδυνε περι χροῒ, γέντο δ' ϊ̔μάσθλην Scholia to Iliad 13.1-13.25 Main scholia On Iliad 13.1: Ζεὺς 'ἐπει οῦν τρῶάς ε καὶ Ἕκτορα: ὅτι κεχώρικε τῶν τρώων τὸν Ἕκτορα ὡς κακεῖ, οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος, οὐδέτ' αὐτὸς ἔην θάνε δὲ ξανθὸς Μενέλαος . αλλως κεχώρηκε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατ εξοχὴν μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ Πριάμου καὶ μετα τὸν θάνατον την ἀπο θεῶν εὐτύχησε τιμήν: οἱ γὰρ ἐν Βοιωτία Θηβαίοι πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς: χρησμος δὲ αὐτοῖς ἐδόθη παύσασθαι τὰ δεινὰ ἐὰν ἐξ ο φρυνίου τῆς Τρωάδος τὰ Ἕκτορος ὁστᾶ διακομισθῶσιν εἰς τὸν παρα τοῖς καλουμένοις τόπον διὸς γονὰς , οἱ δὲ τοῦτο ποιήσαντες, καὶ τῶν κακῶν ἀπαλλαγέντες, δια τιμῆς ἔσχον Ἕκτορα κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ ἡ ϊστορία παρα Ἀριστοδήμω ⁑ On Iliad 13.1: ἐπεὶ οὖν: ἐπειδή , ὅσα δηλοῖ τὸ ἐπεί ὸ ὅτι ἐπεὶ πολὺν ὤλεσα λαόν . καὶ ὅτε ς νῦν καὶ ἐπειδὴ αὶ ἀφ οῦ On Iliad 13.4: νόσφιν. βραχὺ διασταλτέον ἐπι τὸ όσφιν ναφέρει γὰρ αὐτω πι τοὺς Τρωας αὶ τοὺς Ἕλληνας ⁑ On Iliad 13.5: καὶ ἀγαυῶν ἱππημολγῶν : Ἀγαυοὶ νομα ἔθνους ἵππους δὲ ἀμέλγοντες οὗτοι τὸ γάλα ἐτρέφοντο: Δημετριος ὲ άγαυοὺς οὺς ἐυειδεῖς On Iliad 13.7: πάλιν τρέπον ὄσσε φαεινώ. τὸ πάλιν ὴν ἀπο τοῦ ἐυθέως εταστροφὴν ὅσσε πἀλιν κλίνασα: ἱ δὲ ἀναμέρος Μυσίαν αὶ Θράκην ρῶν, ἔστι δὲ καῖ τοῦτο σύνηθες, Ὁμήρω , πάλιν ποίησε γέροντα καὶ εἰς τοῦπίσω πάλιν ἐρύσασα αὶ ἐναντὶ οὐδὲν πάλιν ἐρέει On Iliad 13.6: ἀβιων: τῶν νομάδων Σκυθῶν ὅθεν και ὁ Ἀνάχαρσις ἔστι οὓς δή φησιν ἁπάντων εἶναι δικαιοτάτους ὅτι κοινοῦς ἔχουσι παιδας καὶ γυναικας καὶ τὰ παντα πλὴν ξίφους καὶ ποτηρίου τούτοις δὲ καὶ ἀυτομάτως ἡ γῆ βίον φέρει οὐδέτι ζῶιον ἐσθίουσιν. τούτους Αἰσχὺλος Γαβίους φησὶ Ἄβιοι δὲ ἐκλήθησαν ἠ περὶ τὸν βιον ἤ τὴν βιαν ἤ ἅμα βιῶν πορευόμενοι, ἤ ὁτι ἀόικοι: ὁι δὲ τὸ α κάτ εκτασιν ἵν' ηἶ πολυβίων αὶ πολυετῶν ὅτι μακρόβιοι. ἠ τὸν ἡμετερον βίον μὴ ἐγνωκότων επιφέρει γὰρ δικαιοτάτων ἀνθρώπων μη βιαζόμενων . ἠ ἀμαξόβιοι : τινες δὲ τούτους σπαρμάτας ασὶν: λέγουσι δὲ αὺτους τοὺς ὀδίτας τρέφοντας. ἄλλον ἄλλῳ διαπεμπειν ⁑ On Iliad 13.6: πάντων Σκυθων ποκυψάντων Ἀλεξάνδρω : μόνους Ἀβίους ησὶ οὐχ υπῖξαι δικαιοτάτους δε φησὶ αὐτοὺς δια τὸ ἀνεπίμικτον ὡς καὶ Αἰθιοπηας . ἤ ὁτι οὐκ ηθέλησαν συστρατευσαι Ἀμαζόσιν ις Ἀσίαν . ⁑ On Iliad 13.6: πολλῶν εἰρημένων περι τουτων πολλοῖς βέλτιον ς Ἀριστάρχω δόκει καὶ χωρὶς τοῦ συνδέσμου προφέρεσθαι τον στίχον καὶ διαστέλλειν βραχὺ, μετά τε τὴν πρώτην λέξιν, καὶ μετα δευτέραν ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων οινὸν ἐπι πάντων νοόυμενον μέιζονα την ἱστοριαν ἐμφαίνῃ . ⁑ On Iliad 13.10: οὐδ' αλαοσκοπίην: ματαίαν τὴν κατασκοπὴν ἀλαὸς ὰρ κατὰ διάλεκτον ὁ τυφλός On Iliad 13.12: ὑψοῦ ἐπ ακροτάτης κορυφῆς Ἀριστοφάνης ληθυντικῶς ἐπ ακροτάτης κορυφῆς ὐκ απίθανος δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ σάου ὴν γὰρ Σαώκην ὸ ὄρος φησὶ παραδηλοῦσθαι: Σάμιοι ν Ἰωνία ετα διακοσιοστον ἔτος ἔλαβον τὸν Τρωϊκον ρησμὸν ἔλαβον παρὰ του Πυθίου εἰς τὴν ἐν Τρωιάδι Θράκην ετοικῆσαι, ἀφ ῶν ἡ Σαμοθράκηι Σάμου ὖν Θρηϊκίης τῆς Σαμοθρακης : τὸ δὲ ἐν αυτῇ ὄρος, Σαώκη . ⁑ On Iliad 13.15: ἔνθ'ἄρ ὁγ'ἔξ ἁλός: τρεῖς παράλληλοι ὀξεῖαι, μία μὲν ἄρχουσα δευτέρα ἡ τοῦ ἄρα , τρίτη δὲ ἡ τοῦ ὅγε On Iliad 13.21: αἰγας ἔνθα δέ οι κλυτὰ ὁτι κατὰ τὰς αιγὰς ν βυθῶι τὴν οἴκησιν τοῦ Ποσειδῶν ποτίθεται ἀόρατον ἀνθρώποις ὡσπερ ἐπι τοῦ Ὀλύμπου τῶν ἄλλων θεῶν μη ορομενῶν ⁑ On Iliad 13.13: αἰγαί πόλις Ἀχαΐας ν πελοποννησῶ νθα τιμᾶται μὲν ὁ Ποσειδῶν γεται δὲ καὶ Διονύσου ορτή. ἐν ῆι ἐπειδ' ἄν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ θαυμάσιον ἐπιτελεῖσθαι φασὶν ἔργον ἄμπελοι γὰρ ἅς καλοῦσιν ἐφήμερους. ἀνισχούσης μὲν ἡμέρας καρπὸν βλαστάνουσιν ὥστε τρέποντας αὐτοὺς εἰς εσπέραν οῖνον ἄφθονον ἔχειν ἡ ἱστορια παρὰ Ευφορίωνι On Iliad 13.21: ἐζήτηται: διὰ τί ὐκ ευθεία πορεύεται ὁ Ποσειδῶν ἰς Τροίαν λλα τὸν χρόνον δαπανὰ πορευθείς Αἰγας : καὶ ῥητέον ὅτι δυοῖν ἕνεκα πραγμάτων μεμηχάνηται αὐτῶι ἡ ἀποδημία, πρῶτον μὲν ἵνα αποπλανήσηι τὸν Δία ς ἀπολελοιπὼς τὸν πόλεμον. δεύτερον δὲ ἵνα καθοπλισθηῖ εἰς τὸν Διὸς όλεμον ἐὰν ἄρα φωραθεὶς εἰς την συμμαχίαν ινδυνεύη ‡ Intermarginal scholia On Iliad 13.9: γράφεται καὶ ἀρήξειν ⁑ On Iliad 13.11: ὅτι θαυμάζων ἀντὶ τοῦ θεώμενος ⁑ On Iliad 13.25: ὅτι ἐκ τῶν συμφραζομένων τὸ γέντο ἔλαβεν σημαίνει ⁑ Interior scholia On Iliad 13.2: Ζηνοδοτος καὶ Αριστοφάνης περὶ τῇσι . μήποτ' οὖν διχῶς. ⁑ On Iliad 13.2: οτι πόνον τὸ κατα πόλεμον ἔργον εἴρηκεν. ⁑ On Iliad 13.6: Ἀρισταρχος χωρὶς τοῦ τε δικαιοτάτων ανθρωπων ⁑ On Iliad 13.8: Ἀριστοφανης δια τοὺ ε οὐ γὰρ έτ΄ἀθανάτων : ⁑ On Iliad 13.12: ὅτι οὐδέποτὲ συνθέτως εἴρηκε Σαμοθρακην ⁑ On Iliad 13.UNKNOWN: ὅτι ἀντι τοῦ ὑπὸ Τρώων ⁑ Exterior scholia On Iliad 13.10: οὐδ΄ἀλαοσκοπ On Iliad 13.19: Ποσειδάωνος Venetus A (Marciana 454 = 822), folio 164, verso Iliad 13.26-13.50 13.26 χρῡσείην. ἔυτυκτον. ἑοῦ δ' ἐπεβήσετο δίφρου: 13.27 βῆ δ' ἐλάᾱν ἐπι κύματ'. ἄταλλε δὲ κήτε' ὑπ' αὐτοῦ 13.28 πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησαν ἄνακτα: 13.29 γηθοσύνῃ δὲ θάλασσα διΐστατο. τοιδ`’ ἐπέτοντο 13.30 ῥίμφα μάλ'. οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων: 13.31 τὸν δ' ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι: 13.32 ἔστι δέ τι, σπέος εὐρὺ βαθείης βένθεσι λίμνης. 13.33 μεσσηγὺς Τενέδοιο καὶ ἴ̈μβρου παιπαλοέσσης. 13.34 ἔνθ' ἵππους ἔστησε Ποσιδάων ἐνοσίχθων 13.35 λύ̅σας ἐξ ὀχέων. παρὰ δ' ἀμβρόσιον βάλεν εῖδαρ 13.36 ἔδμεναι. ἀμφὶ δὲ ποσσὶ πέδα̅ς ἔβαλε χρυ̅σείας. 13.37 ἀρρήκτους. ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν 13.38 νοστήσαντα ἄνακτα: ὁ δ' ἐς στρατὸν ᾤχετ' Ἀχαιῶν : 13.39 Τρῶες δὲ φλογὶ ΐ̓σοι ἀολλέες ἠὲ θυέλλῃ: 13.40 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο, 13.41 ἄβρομοι, αὐΐαχοι. ἔλποντο δὲ νῆας Ἀχαιῶν 13.42 αἱρήσειν. κτενέειν δὲ παρ' αὐτόθι πάντας Ἀχαιούς : 13.43 ἀλλὰ Ποσιδάων γαιήοχος ἐννοσίγαιος. 13.44 Ἀργείους ὤτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν. 13.45 εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν: 13.46 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ: 13.47 Αἴαντε . σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν . 13.48 ἀλκῆς μνησαμένω. μὴ δὲ κρυεροῖο φόβοιο: 13.49 ἄλλῃ μὲν γὰρ ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους 13.50 Τρώων . οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. Scholia to Iliad 13.26-13.50 Main scholia On Iliad 13.27: ‡ ἄταλλε εἰς ἐνότητα καὶ διάθεσιν ἐγίνετο ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν, ὑπ αυτοῦ ὲ ἀντι τοῦ δι αυτόν On Iliad 13.28: πάντοθεν ἐκ κευθμῶν: ταῦτα εἰσὶ τὰ εἰς θεν τὸ ο αραληγόμενα καὶ προπαροξυνόμενα οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν : ἑκαστοθεν ἀπόπροθεν πάντοθεν On Iliad 13.28: οὐδ' οἰγνοίησεν νακτα: ὅτι ἡγνοίησαν ραπτεόν σύνηθες γὰρ Ὸμήρωι ὕτως λέγειν ἠγνοίησαν τὰ κήτη αὶ οὐκ ηγνοίησεν αὶ ὅτι κευθμῶν εἴρηκεν ἡ δὲ ορθὴ ἔστι κευθμὸς ὡς αὐλός On Iliad 13.29: γηθοσύνη δὲ θάλασσα: Ἡροδικος τὴν θος συλλαβήν ὀξύνει ἵνα ἦι τὸ πλῆρες γηθόσυνα : εἶτα ἡ δὲ θάλασσα δὲ Άρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντι του γηθόσυνος χαίρουσα ἰσὶ μέντοι οἱ ἀναγινώσκουσι γηθοσύνη αὶ δοτικὴν πτῶσιν ἐκδέχονται ὥσπερ καὶ Άριστοφάνης ἷς ἐγὼ συγκατατίθεμαι ἵν' ἦι τὸ ἀκόλουθον τοιοῦτον τῆι χαρᾶι ἡ θάλασσα διἵστατο ἠ ἵ+να καὶ εθει Ὁμηρικῶι οτικῆι ἀντι γενικῆς παρειλημμένη πάρχει ὑπο χαρᾶς ἡ θάλασσα διἵ+στατο μοίως τὸ ὃς δὴ γήραϊ κῦφος ἔη : τί δε ἐστιν τὸ κινοῦν με ἐκθήσομαι. ὁρῶι τὰ δια τοῦ σύνη ηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα πραγμάτων δὲ ὄντα κατηγορικά : πρόδηλος δὲ ἡ παρ αυτῶι τῶι ποιητηῖ χρήσις ἔστι γάρ ι κερδοσύνη ράγμα οὐχι κερδοσύνη γυνή. ὡς φαμένη καὶ κερδοσύνη ἡγεῖτο ἀρχην ξεινοσύνης πλαγκτοσύνης δ'οὐκ ἐστιν κακόν τὴν δ'ήνης ἡ οἱ, πόρε μαχλοσύνηι δρηστοσύνη δ' οὐκ άν μοι ταρβοσύνη φᾶν γάρ μιν : εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ επιθετικῶς κατά τινος θηλείας κατηγορικὰ δὲ πράγματος, πῶς ἄν γέλοιτο γηθοσύνη θάλασσα : οὐ γαρ ἀγαθοφροσύνηι υνή. ἄμεινον οὖν ἐπι πραγματος παραλαμβάνειν καὶ δοτικὴν πτωσιν ἐκδέχεσθαι εἰκός τινα φήσειν ὑπερ Ἀρισταρχοῦ αὶ τῶν ἄλλων ὡς ὁτι αὐτος ἤδη ὁ ποιητὴς ἀρσενικών οῦτο ἀπεφήνατο γηθόσυνος δ'οὔρωι ὗτως ἀκόλουθον θηλυκον γένοιτ ἄν τὸ γηθοσύνηι ν διδάξομεν ὡς ὅτι τὰ δια του σύνος ἰ παράγοιτο ἐπιθετικῶς ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖν κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν: τὸ οὖν δικαιόσυνος Ζευς , οὐκ έχει τὸ δικαιοσύνη ηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ ασσόμενον ⁑ On Iliad 13.31: ἐΰσκαρθμοι . Εὐσκάριστοι ὅ ἐστιν εὐκίνητοι ταχεῖς. σκαρθμὸς γὰρ καταδιάλεκτον ὁ πούς. ⁑ On Iliad 13.41: ἄβρομοι αὐΐαχοι: ὅτι ἄντι τοῦ ἄγαν βρομοῦντες. Καὶ ἄγαν ἰαχοῦντες κατ επίτασιν τοῦ α ειμένου. ἑκάστοτε γὰρ θορυβώδεις τοὺς Τρῶας αρίστησιν ⁑ On Iliad 13.41: Αὐΐαχοι. Οἱ μὲν παρα τὸ αὔειν καὶ ἰσχεῖν οἱ δὲ ἐξαιρεθέντος τοῦ ν ὸ υ προσελθεῖν ς ἀγαθὸς ἀγαυὸς κατάξαντες καυάξαντες ἱ δὲ κατ επίτασιν ὄντος τοῦ α ΐσχοι εῖτα πλεονάσαντος τοῦ υ : Χρύσιππος δὲ ὁ στωϊκὸς αὶ Διονυσιος ὁ Θρᾶιξ . δασύνουσι τὸ ἴ+αχοι. ἵ+ν' ῆ ξηρόφωνοι ⁑ On Iliad 13.33: μεσσηγὺς Τενέδοιο αὶ Ϊ μβρου , Νῆσοι πλησὶ Τροίας είμενοι. ἡ μέντοι Τένεδος εῖται μέση τριῶν πελάγῶν, Αἴγωνος Ἑλλησπόντου . Μέλανος κόλπου . Διὸ καὶ τρίοδος ὑπ'ενίων καλεῖται. ἡ δὲ ἴμβρος στιν ἐν τώι μέλανι κόλπωι On Iliad 13.45: Εἰσάμενος κάλχαντι ὅτι τὸ εἰσάμενος ολλὰ σημαίνει: νῦν μὲν ὁμοιωθείς : ἐν ἄλλοις δὲ καί ρ' ἐπιεισαμενή . ἐφορμήσασα : εἴσατο δ΄ὡς ὅ τε ῥινον . Άντι του ἐφάνη . ⁑ Intermarginal scholia On Iliad 13.27: εν αλλῳ ὑπαυτῶ On Iliad 13.28: Αρίσταρχος ἡ γνοίησαν ἄλλοι δέ ἡ γνοίησεν⁑ On Iliad 13.29: ὄτι χωρὶς τοῦ ι γραπτέον τὸ γηθοσύνη ἔστι γαρ ἀρσενικὸν γηθόσυνοςψ On Iliad 13.50: στικτέον κατα το τελος του στιχου ⁑ Interior scholia On Iliad 13.28: στικτεον έπι τὸ ἄνακτα . On Iliad 13.42: γραφεται αρίστους Exterior scholia On Iliad 13.27: Κευθμὼν On Iliad 13.34: Ποσειδάων On Iliad 13.43: Ποσειδάων On Iliad 13.45: εισάμενος ὁμοιωθείς ὁρμήσας φανείς. Venetus A (Marciana 454 = 822), folio 165, recto Iliad 13.51-13.75 13.51 ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί : 13.52 τῇ δὲ δὴ αἰνότατον περὶ δείδια μήτι πάθωμεν. 13.53 ᾗ ρ' ὅ γ'' ὁ λυσσώδης. φλογὶ εἴκελος ἡγεμονεύει 13.54 Ἕκτωρ . ὃς Διὸς εὔχετ' ἐρισθενέος πάϊς εἶναι: 13.55 σφῶϊν δ' ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν. 13.56 αὐτώ θ' ἑστάμεναι κρατερῶς. καὶ ἀνωγέμεν ἄλλους. 13.57 τῶ κε καὶ ἐσσύμενόνπερ ἐρωήσαιτ' ἀπο νηῶν 13.58 ὠκυπόρων. ἐί καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρηι : 13.59 ῆ: καὶ σκηπανίῳ γαιήοχος. ἐννοσίγαιος. 13.60 ἀμφοτέρω κεκοπὼς. πλῆσεν μένεος κρατεροῖο: 13.61 γυῖα δ' ἔθηκεν ἐλαφρὰ. πόδας. καὶ χεῖρας ὕπερθεν: 13.62 αὐτὸς δ' ὥστ' ἴ̈ρηξ ὠκύπτερος ὦρτο πέτεσθαι: 13.63 ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς. 13.64 ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο: 13.65 ὡς. ἀπὸ τῶν ἤϊξε Ποσιδάων ἐνοσίχθων: 13.66 τοῖϊν δ' ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας . 13.67 αἶψα δ' άρ' Ἀίαντα προσέφη Τελαμώνιον ὑιόν : 13.68 Ἄιαν . ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι 13.69 μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι. 13.70 οὐδ' ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής. 13.71 ἴ̈χνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων 13.72 ῥεῖ' ἔγνων ἀπιόντος. ἀρίγνωτοι δὲ θεοί περ: 13.73 καὶ δ' ἐμοὶ ἀυτῷ θυμὸς ἐνι στήθεσσι φίλοισι 13.74 μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι. 13.75 μαιμώωσι δ' ἔνερθε πόδες. καὶ χεῖρες ὕπερθε: Scholia to Iliad 13.51-13.75 Main scholia On Iliad 13.51: ἕξουσιν γὰρ Ἀριστοφάνης σχήσουσιν μόιως τῷ γὰρ μενέτ' οὔτοι δηρον ἐμὲ σχήσουσιν Ἀχαιοί On Iliad 13.52: περιδείδια ἔφαμεν ὅτι ἡ περί ὐκ αναστρέφεται ὅτε σημαντικῆ, ὑπάρχει του περισσοσω On Iliad 13.53: ᾕ ῥ ὅ δ'ὁ λυσσωδης δοτικη ὅτι ἄρθρου ἐπιῤῥηματικῆς δὲ ἔχεται συντάξεως. τὸ δὲ ἀνταποδοτικον ἔστιν αὐτοῦ τῇ ἴ+μεν ῆ κεν δή σὺ κελαινεφες , τῇ γὰρ ἔχ'ἥ ρα πολὺ πλεῖσται On Iliad 13.61: γῦια δ'ἔθηκεν ἐλαφρα ὁ ἀστερίσκος ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος. ἐπι δὲ Ὁδυσσεος ατα τον ἐπι Πατρόκλῳ γῶνα οὐκ ἔτι On Iliad 13.63: περιμήκεος ἀρθεὶς περιμήκεος , ὡς Διομήδεος ὰ γὰρ εἰς ησ ύνθετα παρ οὐδέτερα γενόμενα τὰ εἰς οσ ὸ η παραληγόμενα βαρύνεσθαι θέλει ὥσπερ ἔχει παρα τὸ κῆτος τὸ μεγακήτης , ῆθος κακοηθης , δι ὃ τ ἄλ λαθικηδὴς οἱνοπληθης ξυνόμενα παρα ῥήματα φαμεν συντεθῆσθαι τὸ κήδω αι τὸ πλήθω On Iliad 13.64: ορμήσῃ πεδίοιο ὅτι ἐλλείπει ἡ διὰ δια πεδίου:καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπι του δευτέρου εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ του ἀλοιογενοῦς ἀκουσόμεθα On Iliad 13.66: τοῖϊν δ'ἔγνω πρόσθεν προς τὸ δοϊκὸν σχῆμα: ἡ δε ἀναφορᾶ προς τὰ περι τῶν σειρήνων νησων σειρήωοιϊν ὅτι ὁ λόγος ὡς περι δύο On Iliad 13.66: ὀϊλῆος αχὺς αἴας αἴας λοκρος ὲν ἦν τὸ γενος ἀπο πόλιος πατρος δὲ ὀϊλεώς . οὗτος μετα τὴν ἰλιου όρθησιν ἀίτιος τοις ἕλλησιν πωλειας ἐγίνετο: Κασάνδραν αρ την πριάμου κετίν οὖσαν ἀθηνᾶς ν τῳ της θεου σηκῶ κατηίσχυνεν ὥστε την θεον τοὺς ὀφθαλμοὺς του ξοάνου εἰς την οροφην τρέψαι τοῖς δὲ ἕλλησιν ποστρέφουσι καὶ κατα την ευβοιαν ινομένους χειμῶνας διεγείραι μεγάλους ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι διανηξάμενος δὲ αἴας ἰς τὰς χοιραδας καλουμενας πἐτρας ἔλεγεν χωρὶς θεῶν γνώμης διασεσῶσθαι: ποσειδῶν ὲ ἀγανακτήσας δίεσχισε την πετραν καὶ τον ἀιαντα τῳ κλύδωνι παρέδωκεν: ἐκριφεντα δὲ αὐτον κάτα δηλον εκρον θετίς λεήσασα θάπτει: ἀθηνα ὲ οὐδ' οὔτως της οργης ἐπαύσατο : ἀλλα καὶ τοὺς λοκροὺς νάγκασεν ἐπι χίλια ἔτη εἰς ἰλιον κ κλήρου παρθένους πέμπει ἡ ἱστορια παρα καλλιμαχῳ : ἐν α αἰτίων καὶ παρα τῷ ποιητῃ ἐν τῇ δ της Οδυσειας αχυμερῶς On Iliad 13.68: ἀίαν ἐπεί τις νῶϊ θεῶν τὸ ἑξης ἐστιν. ἐπεί τις θεῶν κέλεται μάχεσθαι, καί δ'ἐμοὶ αὐτῷ ὰ δέ λοιπα ὡς δια μέσου λεγόμενα διορθωτεὸν. ἡ διπλῇ ὅτι ἀναλογως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητης καὶ οὐδε ὄντως ὁ Ζηνόδοτος γραφεν ᾧ τε αὖ κάλχα χωρὶς τοῦ ν On Iliad 13.71: ἴχνια τὸ ἴχνιον προπαροξυτομητέον ὁμοιως τῷ ἀραχνιον οὐ γάρ ἐστιν ὑποκοριστικον ἀλλ΄ απο ῥήματος ἐσχημάτισται. ὅτι δὲ ὁ ποιητης οὐδε ὑποκοριστικοῖς χρῆται ἐδηλώσαμεν ἐν τῇ Α On Iliad 13.71: ἴχνια ὁμοιοτόνως τῷ παίγνια. καὶ γὰρ ὁ μεν παρα τον ἴξω μέλλοντα ἔλαβε τὸν σχηματισμὸν, ὁ δὲ παρα τὸν παίξω: τὸ γὰρ ἀπο μακρᾶς ἀρχόμενα ἔχει παροξυτομενα τὰ ὑποκοριστικα οὐδέτερα τυρός τυρίον χρυσός χρυσίον έρκος ερκιον, τειχος τειχιον τά δ΄ἀπο βραχεἰας οὐκέτι φακὸς φάκιον. λαγος λαγιον, ῥάκος ῥάκιον, νάκος νάκιον : τὸ δέ ἴχνια ς συμφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ μακρὰν τὴν προ αυτοῦ. On Iliad 13.70: οἰωνιστής οἰωνοσκόπος, πῶς δέ φησιν ὁ ποσειδὼν ὐκ έλαθε τὸν αἴαντα : καὶ ῥητέον ὅτι φαντασίαν τινὰ παρέχει τὸ θεῖον ἐαυτοῦ Interlinear scholia On Iliad 13.58: κεν On Iliad 13.59: σκήπτρω Intermarginal scholia On Iliad 13.60: διχῶς Ἀριστοφάνης καὶ κεκοφῶς καὶ κεκοπώς On Iliad 13.71: γράφεται καὶ ἴθματα Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης ϊχματα Interior scholia On Iliad 13.60: ὅτι ἀντὶ κόπτων ἐν δὲ τῇ Χίᾳ καὶ Ἀντίμαχον κεκοπών Exterior scholia On Iliad 13.65: Ποσειδάων Venetus A (Marciana 454 = 822), folio 165, verso Iliad 13.76-13.100 13.76 Τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας : 13.77 οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι 13.78 μαιμῶσιν. καί μοι μένος ώρορε; νέρθε πόδεσσιν 13.79 ἔσσυμαι ἀμφοτέροισι: μενοινώω δὲ καὶ οἶος 13.80 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι: 13.81 ὡς οἱ μὲν τοιαῦτα προς ἀλλήλους ἀγόρευον 13.82 χάρμῃ γηθόσυνοι. τήν σφιν θεὸς ἔμβαλε θυμῷ: 13.83 τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιοὺς : 13.84 οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ῆτορ: 13.85 τῶν ῥ’ ἅμα τ’ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο. 13.86 καί σφιν ἄχος κατα θυμὸν ἐγίνετο. δερκομένοισι 13.87 Τρῶας . τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ: 13.88 τοὺς οἵ γ’ εἰσὁρόωντες. ὑπ’ ὀφρύσι δάκρυα λεῖβον. 13.89 οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπἐκ κακοῦ. ἀλλ’ ἐνοσίχθων 13.90 ῥεῖα μετεισάμενος. κρατερὰς ὄτρυνε φάλαγγας: 13.91 Τεῦκρον ἐπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων. 13.92 Πηνέλεών θ’ ἥρωα. Θόαντά τε. Δηΐπυρόν τε. 13.93 Μηριόνην τὲ καὶ Ἀντίλοχον . μήστωρας ἀϋτῆς. 13.94 τοὺς ὅ γ’ ἐποτρύνων. ἔπεα πτερόεντα προσηύδα: 13.95 αἰδὼς Ἀργεῖοι . κοῦροι. νέοι: ὔμμιν ἔγωγε 13.96 μαρναμένοισι πέποιθα, σαωσέμεναι, νέας, ἁμάς: 13.97 εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο: 13.98 νῦν δὴ εἴδεται ἦμαρ ὑπο Τρώεσσι δαμῆναι: 13.99 ὦ πόποι: ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι 13.100 δεινὸν. ὃ οὔ ποτ’ ἔγωγε τελευτήσεσθαι ἔφασκον. Scholia to Iliad 13.76-13.100 Main scholia On Iliad 13.82: ‡ χάρμη γηθόσυνοι χαίροντες τῇ μάχῃ ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει παρα τὸ χαράσσειν ὴν γὰρ χώραν ὡ φησὶ μ' ἀριστίδης οὐδ' ἑτέρως ἀει λέγει χάρμα On Iliad 13.88: δάκρυα λεῖβον: ἐστέναζον ἐδάκρυον οἱ γὰρ ὀφθαλμοὶ καθ' ὅμηρον πο ταῖς ὀφρύσι κοίμησόν μοι ζηνὸς π οφρύσιν ὅσσε φαεινῷ , δια δὲ τούτων ἐδάκρυον ἕτεροι δὲ ἤκουσαν λεληθότως ἔκλαιον ⁑ On Iliad 13.96: ‡ ἁμάς: ἡμετέρας, τὸ ἀμάς κτείνεται κατα τὸ τέλος καίτοι Δόριον χον τὴν προ τέλούς συλλαβὴν ἐπεὶ ἑνικῷ παράκειται τῷ δια τοῦ η ηγομένῳ, ἀμήν : ὅπερ ὁλόκληρον ἂν ἦν Δορικὸν ἴπερ εἰς ἂν κατέληγεν ⁑ On Iliad 13.98: νῦν δὴ εἴδεται ἦμαρ ὑπο Τρώεσσι αμῆναι: νῦν ἀνεφάνη ἡ ἡμέρα ἐν ῇ ὑπὸ τῶν Τρώων ναιρεθήσεσθε ⁑ Interlinear scholia On Iliad 13.90: μετελθῶν παραγενόμενος ⁑ Intermarginal scholia On Iliad 13.82: ὅτι ἐλλείπει ἡ επι ἵν' ῆ επι χάρμῃ ⁑ On Iliad 13.85: πρὸς τὸ σχῆμα ὅτι ὡς σπάρτα λέλυνται ⁑ On Iliad 13.92: δια τοῦ ο Ἀριστοφάνης πηνέλεον ⁑ On Iliad 13.95: ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χωριζόμενον τοῦ νέοι ⁑⁑ Interior scholia On Iliad 13.78: νερθε δὲ ποσσὶν ⁑ Exterior scholia On Iliad 13.78: νερθε δὲ ποσσὶν Venetus A (Marciana 454 = 822), folio 166, recto Iliad 13.101-13.125 13.101 Τρῶας ἐφ’ ἡμετέρας ,ἱέναι νέας. οἳ το πάρος περ 13.102 φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν. αἵ τε καθ’ ὕλην. 13.103 θώων. πορδαλίων τε. λύκων τ’ ἤϊα πέλονται 13.104 ἅυτως ἠλάσκουσαι ἀνάλκιδες. οὐδ’ ἐπι χάρμηι: 13.105 ὡς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν 13.106 μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον οὐδ’ ἠβαιόν 13.107 νῦν δ'ἕκαθεν πόλιος, κοίλῃς ἐπὶ νηυσὶ μάχονται 13.108 ἡγεμόνος κακότητι. μεθημοσύνῃσί τε λᾱῶν. 13.109 οἳ κείνῳ ἐρίσαντες, ἀμυνέμεν. οὐκ ἐθέλουσι 13.110 νηῶν ὠκυπόρων. ἀλλὰ κτείνονται ἀν ἀυτάς: 13.111 ἀλλ’ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν 13.112 ἥρως Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων . 13.113 οὕνεκ’ ἀπητίμησε ποδώκεα Πηλείωνα . 13.114 ἡμέας γ’ οὔ πως ἐστὶ μεθιέμεναι πολέμοιο: 13.115 ἀλλ’ ἀκεώμεθα θᾶσσον: ἀκεσταί τοι φρένες ἐσθλῶν: 13.116 ὑμεῖς δ’ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς 13.117 πάντες ἄριστοι ἐόντες ἀνὰ στρατὸν: οὐδ’ ἂν ἔγωγε 13.118 ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείει 13.119 λυγρὸς ἐών. ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι: 13.120 ὦ πέπονες. τάχα δή τι κακὸν ποιήσετε μεῖζον 13.121 τῇδε μεθημοσύνῃ: ἂλλ’ ἐν φρεσὶ θέσθε ἕκαστος 13.122 αἰδῶ. καὶ νέμεσιν. δὴ γὰρ μέγα νεῖκος ὄρωρεν: 13.123 Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει. 13.124 καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα: 13.125 ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Άχαιούς : Scholia to Iliad 13.101-13.125 Main scholia On Iliad 13.102: φυζακινῆς ἐλάφοισιν: ὁμόιως ἀναγνωστέον τῶι εαρινῆς πᾶς δὲ ἐσχήμάτισμα δεδήλωτται ἐν τῶι περι παρωνύμων On Iliad 13.103: θώων. παρδαλίων τε. ἀρισταρχος αρύνειτὸ θώων καὶ ἐπείσθη ἡ παράδοσις ὁ δε παμφιλος περισπᾶι ἐπεὶ τὰ εἰς ες ήγοντα δισυλλα ὀνόματα ἐπι ἐυθείας πληθυντικῆς ἔχει γενικὴν περισπωμενην δι ὃ καὶ τὸ τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωσκε ρισπῶν ἔτι δε καὶ τὸ πάντων καὶ λάων καὶ τινῶν περι ὧν λόγον ἔδωκαν καὶ οἱ προ ἡμων καὶ ἡμεις On Iliad 13.103: θώων οἱ θῶες ζωα αλκιμα καὶ ευκινητα ἔδιοι δὲ παραπλήσια ὑιαίνηι. τὸ δε θώων ενιοι περισπῶσιν ἵν' ὁμοτονῆι το θηρῶν καὶ κυνῶν οὕτως δὲ καὶ ἀρίσταρχος ροφέρεσθαι, διοκλῆς αὶ ὁ θρᾶξ διονύσιος ὡς βαρύνοντα τὴν λέξιν: κασιος δε ἀπολογούμενος ὑπερ τῆς βαρυτονὴσεως φασὶν ὅτι τὰ μονοσύλλαβα ὅταν μὲν ἐχει τὴν πληθυντικὴν ἐπι τῆς τελευταίας συλλαβῆς μετασυμφώνου λεγομένην. πάντως βαρυτονουμενης οἷον τρῶες μᾶες θῶες λᾶες: ἀντίκειται δὲ αὐτῶι τὸ παιδων καὶ πάντων: χαῖρις ε φησιν οὐκ εἶναι ἐν δισυλλάβοις ἀναλογίαν On Iliad 13.103: λύκωντ' ἤϊα πέλονται ἤϊα βρώματα οὐ τὰ ἐν οίκω δὲ ἐσθι. μενα ἀλλα τὰ ἐν ὁδῶι καὶ πλῶι δεῦτε φίλοι ἤϊα φερώμεθα σιμωνίδης . καὶ τὰ ἄχυρα δὲ ἤϊα λέγεται ὡς δ' ἄνεμος ζαὴς ἠΐωνθη μῶνα τινάξει άχα δὲ τὰ φερόμενα παρα τὸ ϊέναι: γενηθέντος δὲ γάρ άνέμου δεῦρο κακεῖ σε φέρεται On Iliad 13.107: νυν δ' ἕκαθεν πόλιος: Ἡρακλέων ξιοῖ οτίζειν πόλιος ἵνα φησὶν ἐμφαίνηι τοιοῦτό τι: τί δὲ λέγω πόλιος ἐπανταῖς γάρ ἤδη ταῖς ναυσὶ μάλονται ἵκανὸν μέντοι βραχὺ διαστέλλειν On Iliad 13.115: ἀλλ' ἀκεώμεθα θᾶσσον: ὁτὶ ἀμφίβολον τὸ ἀκεώμεθα πότερον ἰαθῶμεν, ἠ ἀκεσώμεθα ὃ καὶ ὑγιές ἶον τὸ ἐλαττωωμα ἰασώμεθα On Iliad 13.115: ἀκεσταί: εὐθεράπευτοι εὐΐατοι αἱ γὰρ τῶν ἀγαθῶν φρένες ῥαδίως προς τὸ κρεῖττον μετατίθενται ευθεράπευτοι οὖσαι ῆ θεραπευτικαί Intermarginal scholia On Iliad 13.110: νηῶν ὅτι ἐλλειπει ἡ περί περι νηῶν On Iliad 13.118: μαχησαίμην ἀντι τοῦ ἐγκαλέσαιμι Interior scholia On Iliad 13.103: οὔτως Ἀρισταρχος ἀλλοι δε πορδαλίων ⁑ On Iliad 13.107: Ζηνόδοτος καὶ Ἀριστοφάνης νῦν δὲ ἑκὰς πόλιος On Iliad 13.115: ἔν τισι τῶν ὑπομνημάτῶν διὰ τοῦ τε, ἀκεσταί τε ⁑ Venetus A (Marciana 454 = 822), folio 166, verso Iliad 13.126-13.150 13.126 ἀμφὶ δ' ὰρ, Ἀίαντας δοιοὺς ἵ̈σταντο φάλαγγες 13.127 καρτεραὶ: ἃς οὔτ' ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν. 13.128 οὔτέ κ' Ἀθηναίη λαοσσόος: οἱ γὰρ ἄριστοι 13.129 κρινθέντες. Τρῶάςτε καὶ Ἕκτορα δῖον ἔμιμνον: 13.130 φράξαντες δόρυ δουρὶ, σάκος σάκεϊ προθελύμνωι: 13.131 ἀσπὶς ὰρ ἀσπιδ' ἔρειδε. κόρυς κόρυν. ἀνέρα δ'ἀνήρ: 13.132 ψαῦον δ' ἱ̈ππόκομοι κόρυθες λαμπροῖσι φάλοισι 13.133 νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν: 13.134 ἔγχεα δὲ πτύσσοντο θρασειάων ἀπο χειρῶν 13.135 σειόμεν'. οἳ δ' ϊθύς φρόνεον, μέμασαν δὲ μάχεσθαι: 13.136 Τρῶες δὲ προὔτυψαν ἀολλέες. ἦρχε δ' ὰρ' Ἕκτωρ 13.137 ἀντικρὺ μεμαὼς, ὁλοοίτροχος ὡς ἀπο πέτρης. 13.138 ὅν τε κατὰ,στεφάνης ποταμὸς χειμάρροος ὤσηι. 13.139 ῥήξας ἀσπέτωι ὄμβρωι ἀναιδέος, ἔχματα πέτρης. 13.140 ὕψι τ' ἀναθρώισκων πέτεται: κτυπέει δέ θ' ὑπ' αὐτοῦ 13.141 ὕλη: ὁ δ' ἀσφαλέως θέει ἔμπεδον. ἕως ί̈κηται 13.142 ἰ̈σόπεδον. τότε δ' οὔ τι κυλίνδεται ἐσσυμενός περ: 13.143 ὡς Ἕκτωρ , εἴως μὲν ἀπείλει μέχρι θαλάσσης 13.144 ῥεῖα δ' ἐλεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν 13.145 κτείνων:ἂλλ' ὅτε δὴ πυκινῆις ἐνέκυρσε φάλαγξι. 13.146 στῆ ῥα μάλ' ἐγχριμφθεὶς. οἱ δ' ἀντίοι υἷες Ἀχαιῶν 13.147 νύσσοντες ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύ οισιν. 13.148 ὦσαν ἀπὸ σφείων. ὁ δὲ χασσάμενος πελεμίχθη. 13.149 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς: 13.150 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταί. Scholia to Iliad 13.126-13.150 Main scholia On Iliad 13.126: ‡ καρτεραί: ἃς οὐτ άν κεν Ἄρης νόσαιτο μετελθῶν: προς τὴν τοῦ χρόνου ἀλλαγὴν ἔστι γὰρ ἀντι τοῦ ωνόσατο καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον αν αὶ κεν On Iliad 13.132: ἱππόκομοι κόρυθος προπαροξυτονητέον τὸ ἱππόκομοι ἡ γὰρ κόμη ἔγκειται οὐ τὸ κομῶ οὕτως οὖν ἀναγνωστέον κυπαρισσόκομος καλλίκομος. τὰ δ' ἀπο τῶν εἰς η ηγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος εἰς τὴν εἰς ος ατάληξιν προπαροξύνεται: ἄφωνος ἄναυδος. οὕτως ἱππόκομος τότε μέντοι παροξυτονητέον τὸ ἱπποκόμος ὅτε τὸ κομεῖν ἔγκειται: Νεστορέας ὲν ἔπειθ' ἵππους θεράποντε κομείτην On Iliad 13.132: φάλοισι συρίγγια ἐπι τῶν μετώπων εἰς ἃ καθίενται οἱ λόφοι ὥστε τοὺς ἐκ τῶν κορύθων λόφοις ψαύειν ἀλλήλων ⁑ On Iliad 13.135: σειόμεν, οὶ δ' ϊθὺς φρόνεον. βραχὺ διασταλτέον ἐπι τὸ φρόνεον: τὸ γὰρ ἑξῆς οἱ δ' ϊθὺς φρόνεον μάχεσθαι κὰι μέμασαν ⁑ On Iliad 13.137: ὀλοοιτροχος: λιθος εριφερὴς καὶ στρογγυλος ἐν τῶι τρέχειν ὀλοός ἐπεὶ καταφερόμενος πὰν τὸ ἐμπίπτον βλάπτη: Δημητριος ὁ Γονύπεσος ασύνει ἵν ἧι ὁ λόγος τροχοειδὴς καὶ κατα πᾶν μερος ἀστήρικτος τῶι δε τόνῳ ὡς κακότροπος οὕτως δ' καὶ Ἡρμαπίας αὶ Νικίας αὶ Ἀριστέας αὶ Ἀριστόνικος κόμανος δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ιλοῦσι καὶ παροξύνουσιν ἀκούοντες τὸν ἐπι τὸ τρέχειν ὁλοὸν καὶ δεινον ἐπένθεσις δὲ του ϊ εριττή καὶ γὰρ ωρὶς αὐτοῦ σώζεται τὸ μέτρον καὶ ἔδει αὐτῶι ἀναλογησαι, τῶι Ἄτλαντος θυγάτηρ λοόφρονος. Δημόκριτος ὲ τὸ κυλινδρικον σχῆμα ὀλοοίτροχον καλεῖ. καλῶς δὲ βάρβαρον καὶ ἄλογον ορμην ἀψύχω βάρει εἴκασεν δια παντὸς τό που κυλινδουμένω On Iliad 13.138: στεφάνης: περικεφαλαίοις ἡ ὄ+ρους ἐξοχῆς νῦν δὲ λείας πέτρας ⁑ On Iliad 13.140: ὕψι ὡς οἴκοθι καὶ ἀγχι ὡς φησὶ πτολεμαῖος . τινὲς δὲ τοῦτο ὀξύνουσιν ὑψί.⁑ On Iliad 13.143: ὡς ἕκτωρ ἵως μὲν τὸ εἵως νταῦθα κεῖται ἀντι τοῦ τεώς διὅπερ οὔτε στιγμὴν οὔτε ἀντ απόδοσιν ἔχει ἐπι φερομένην⁑ On Iliad 13.143: απειλει ἠπείλει ὑπισχνεῖτο ἐσθ' ὅτε δὲ τὸ καυχᾶται καὶ ἐπι πλήσσει δηλοῖ⁑ On Iliad 13.147: νύσσοντες ξίφεσίν τε καὶ ἔχεσιν μφιγύιοισιν προς τὸ ἀμφιγύιοισιν τι οἱ μὲν ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερείδοντες χρῶνται: οἱ δὲ ἀπο τοῦ γυῶσαι ὅτι βλάπτει ἀμφοτέρωθενοἱ δὲ μεταφορικῶς ἀπο τῶν γυιῶν τι ἑκατέρωθεν ἄκρον ἔχει γυῖα γὰρ τὰ ἄκρα⁑ On Iliad 13.148: ὧσαν ἀπο σφείων ὁ δὲ χασάμενος ελεμίχθη ὅτι Ζηνόδοτος ρἀφει ὁ δὲ χάσσατο πολλὸν ὀπίσω, ἠγνόησε δὲ ὅτι τὰ ἐμπεπηγότα όρατα τῃ ἀσπίδι ἀναχωροῦντες διατινάσσουσιν ἵνα ἀποπέσῃ ⁑ On Iliad 13.148: ιαπρύσιον: δια παντὸσ του πέρατοσ ἀκουσθῆναι δυνάμενον ἢ διαπεράσιμενον εἰσ ἀκοάσ: ἠ διαπύρσιον διαφανὲσ καὶ σημαντικόν ⁑ Interlinear scholia On Iliad 13.146: ἐνερίσας ⁑ Exterior scholia On Iliad 13.147: ἀμφιγύοισιν Venetus A (Marciana 454 = 822), folio 167, recto Iliad 13.151-13.177 13.151 παρμένετ': οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ 13.152 καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες. 13.153 ἂλλ' ὀίω χάσσονται ὑπ έγχεος. εἰ ἐτεόν με 13.154 ὦρσε θεῶν ὥριστος ἐρίγδουπος πόσις Ἥρης . 13.155 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου: 13.156 Δηΐφοβος δ' ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει 13.157 Πριαμίδης , πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην. 13.158 κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων: 13.159 Μηριόνης . δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ: 13.160 καὶ βάλεν. οὐδ' ἀφάμαρτε. κατ ασπίδα πάντοσ' ἐΐσην 13.161 ταυρείην. τῆς δ' οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν 13.162 ἐν καυλῷ εάγη δολιχὸν δόρυ: Δηΐφοβος δὲ 13.163 ἀσπίδα ταυρείην σχέθ' ἀπο ἕο: δεῖσε δὲ θυμῷ 13.164 ἔγχος Μηριόνᾱο δαΐφρονος: αὐτὰρ ὅ γ' ἥρως 13.165 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο. χώσατο δ' αἰνῶς 13.166 ἀμφότερον. νίκης τε, καὶ ἔγχεος ὃ ξυνέαξε: 13.167 βῆ δ' ϊέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 13.168 οἰσόμενος δόρυ μακρὸν, ὅ οἱ κλισίηφι, λέλειπτο: 13.169 οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει: 13.170 Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 13.171 Ἴ¨μβριον αἰχμητὴν. πολυΐππου Μέντορος υἱόν: 13.172 ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν : 13.173 κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην : 13.174 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι. 13.175 ἂψ εἰς Ί¨λιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι: 13.176 ναῖε δὲ παρ Πριάμῳ: ὁ δέ μιν τῖεν ῗσα τέκεσσι: 13.177 τόν ῥ' υἱὸς Τελαμῶνος ὑπ' ούτος ἔγχεϊ μακροῷ Scholia to Iliad 13.151-13.177 Main scholia On Iliad 13.152: πυργηδὸν δίκην πύργου εντάξει: ἐστι δὲ ἐπίρρημα παραβολοειδὲσ ὅμοιον τῷ σφαιρηδόν ⁑ On Iliad 13.158: κοῦ φα ποσὶπροβιβᾶσ ἥτοι μετέωρα καὶ ὐτηλὰ προβάινων ἠ επάκρων τῶν ποδῶν βαδίζων ὁ ἐστι ἀκροβη ματίζων ⁑ On Iliad 13.158: ὑπασπίδια προποδίζων ὑπο την ἀσπίδα ηρένα καὶ εὐρύθνοσ βαίνων ὑπο την ασπίδα τοὺς πόδας τιθεῖς τοῦ τέστι περι καλύπτων ἀυτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν. ἐξ οῦ πρόδηλον ὁτὶ οῦκ εῖχεν ὁ δηΐφοβος ἀμφιβρότην ἀσπίδα οὐδὲ ὄπλα ἢ ἂν ἀυτὴν ἐκράτει ⁑ On Iliad 13.159: Μηριόνης αὐτοῖο τιτύσκετο ὅτι παραλέλειπται πρόθεσις ἡ επῖ καὶ ἡ γενικῆ ἀντι τῆς αιτιατικης κεῖται τὸ γὰρ όλον ἀντι του ἐπαυτον ὡσ καὶ σὺ ἀλλ αγ ὂ ΐστευσον μενελάου On Iliad 13.168: οἰσόμενος κομίσων ἐνεγκῶν διαφέρει τὸ οἴσων καὶ οἰσόμενος οἴσων μὲν γὰρ καὶ ἑτερῳ οἰσε θέειον γρῆϋ κακῶν ἄκος οἴσετε δ' ἄρν' ετερον λευκὸν ἰσόμενος δέ ἐαυτῶ ⁑ On Iliad 13.172: ναῖε δὲ Πήδαιον : ὁτι Ζηνόδοτος ράφει ὃς νάε Πήδαιον να κατάλληλον τον λόγον κατὰ υναλιφὴν ποιήση. αγνοεῖ δὲ ὁτι Ὄμηρος ιακόπτει τὰς φράσεις. ἵνα μὴ μακροπερίοδος γένηται ἄλλα ε καὶ κακόμετρον τὸ ἔπος ποιεῖ ⁑ Interlinear scholia On Iliad 13.109: έςτοχάζετο ⁑ Intermarginal scholia On Iliad 13.116: Ζηνοδοτος ξυνεηξι ⁑ Interior scholia On Iliad 13.160: τὸ εξῆσ καὶ βαλε κατ' ασπίδα ουτως οὖν διὀρθωτέον ⁑ On Iliad 13.165: οτι νῦν χώσατο αντι τοῦ συνεχυθη ⁑ On Iliad 13.161: οτι λέγουσι αἱ προθέσεισ περι νίκουσ καὶ περι έγχουσ ⁑ Venetus A (Marciana 454 = 822), folio 167, verso Iliad 13.178-13.204 13.178 νύξ'. ἐκ δ' ἐσπασεν ἔγχος. ὁ δ' αυτ' ἔπεσεν μελίη ὣς. 13.179 ἣ τ' ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο 13.180 χαλκῷ ταμνομένη, τέρενα χθονὶ φύλλα πελάσσῃ. 13.181 ὡς πέσεν. ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ: 13.182 Τεῦκρος δ' ὡρμήθη μεμαὼς ἀπο τεύχεα δῦσαι. 13.183 Ἕκτωρ δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. 13.184 ἂλλ' ὁ μὲν ἄντα ἰ̈ δὼν. ἠλεύατο χάλκεον ἔγχος 13.185 τυτθὸν. ὁ δ' Ἀμφίμαχον Κτεάτου υἷ' Ἀκτορίωνος 13.186 νισόμενον πόλεμον δὲ καταστῆθος βάλε δουρί: 13.187 δούπησεν δὲ πεσών ἀράβησε δὲ τεύχε' ἐπαὐτῷ; 13.188 Ἕκτωρ δ' ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν 13.189 κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο . 13.190 Αἴας δ' ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ 13.191 Ἕκτορος , ἂλλ' οὔ πῃ χροὸς εἴσατο. πᾶς δ' ἄρα χαλκῷ; 13.192 σμερδαλέῳ κεκάλυφθ', ὁ δ' ὰρ' ἀσπίδος ὀμφαλὸν οῦτα. 13.193 ῶσε. δέ μιν σθένεϊ μεγάλῳ. ὁ δ' ἐχάσσατ' ὀπίσσῳ 13.194 νεκρῶν ἀμφοτέρων. τοὺς δ' ἐξείρυσσαν Ἀχαιοί : 13.195 Ἀμφίμαχον μὲν ἄρα Στιχίος , δῖός τε Μενεσθεὺς . 13.196 ἀρχοὶ Ἀθηναίων , κόμισαν μετα λαὸν Ἀχαιῶν : 13.197 Ἴ¨μβριον αὖτ' Αἴαντε μεμαότε θούριδος ἀλκῆς. 13.198 ὥς τε δύ' αἶγα. λέοντε κυνῶν ὕπὸ καρχαροδόντων 13.199 ἁρπάξατε φέρητον ἀνα ῥωπήϊα πυκνὰ. 13.200 ὑψοῦ ὑπὲρ γαίης μεταγαμφηλῇσιν ἔχοντε. 13.201 ὥς ρα τὸν ὑψοῦ ἔχοντο δύω Αἴαντε κορυστὰ. 13.202 τεύχεα συλήτην: κεφαλὴν δ' ἁπαλῆς ἀπὸ δειρῆς 13.203 κόψεν Ὀϊλιάδης κεχολωμένος. Ἀμφιμάχοιο : 13.204 ἧκε δέ μιν σφαιρηδὸν. ἐλιξάμενος δι' ὁμίλου. Scholia to Iliad 13.178-13.204 Main scholia On Iliad 13.191: Ἕκτορος λλ᾽ οὔ πη χροὸς εἴσατο: ὅτι διήιρηκεν χροὸς ντι τοῦ χρῶς δι ὃ βαρυτονητὲ καὶ ὅτι τὸ εἴσατο νῦν ἀντι τοῦ ἐφάνη⁑ On Iliad 13.191: οὕτως αἱ ἀριστάρχου χροὸς ς λόγος βούλεται δὲ διηιρῆσθαι τὴν εὑθεῖν ζηνόδοτος ὲ γράφει χρῶς εἴσατο ⁑ On Iliad 13.191: ἂλλ᾽ οὔ πῃ χροὸς: ἀλεξίων ησὶν ὅτι ἀριστάρχος ς σοφὸς προηνέγκατο: τυραννίων δὲ ὡς πόλος καὶ ἔχει λόγον ἐκατέρα ἡ ἀνάγνωσις ἐὰν μὲν χρόος ὡς πόλος κατευθεῖαν πτῶσιν αναγνῶμεν ἔσται τὸ λεγόμενον ἀλλ ουδαμῶς ὁ χρῶς ἐφάνη ἐὰν δὲ χροός ς σοφὸς. κατα γενικὴν πτῶσιν ἔσται: ἀλλ ουδαμῶς τοῦ χρωτὸς διῆλθε. τὸ γὰρ εἴσομαι, καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν ἐπι κρίνομεν δὲ ἡ μεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκ δεχεσθαι, ἤπερ τὴν ἐυθείαν οὐ γὰρ ἀυτῶι ἔθος ἐυθείαν μὲν ἐπίστασθαι εἰς ος ερατουμένην. ἐπεὶ οὔ σφι λίθος ρῶς οὐδὲ σίδηρος , καὶ ἀκόλουθος αἰτιατικὴ χρῶτ' ἀπονιψαμέν :τὰς δὲ ἄλλας πλαγίους οῖδεν ἀπο τῆς εἰς ους υθείας χροος ἀμεναι ἀνδρομαχ χροῒ δ' ἐντε' ἐδύσατο παμφανόωντα αὶ τὴν αἰτιατικήν μήτις χρόα καλόν στε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις τί ἐστι τὸ κατεπεῖγον μὴ τῆι συνήθει κλήσει τὴν ἀνάγνωσιν ποιεῖσθαι⁑ On Iliad 13.197: Ἴμβριον ὖτ᾽ αἴαντε τι συνεχῶς κέχρηται τοῖς δυϊκοῖς: ἡ δὲ ἀναφορὰ προς τὰ περι τῆς πατρίδος, ἀθηναῖον ὰρ ἴδιον⁑ On Iliad 13.203: κόψεν Ὀϊλιάδης τι ἐλλείπει ἡ περὶ περὶ αμφιμάχου αὶ ὅτι ζηνόδοτος ρθον ἐνόμιζε τὸ ο ἰλέως ὸν αἴαντα αὶ οὐκ ὀϊλεως κούων δι ὃ καὶ ἔγραφεν κόψεν ὰρ ἰλιάδης ⁑ Interlinear scholia On Iliad 13.186: παραγινόμενον ⁑ Intermarginal scholia On Iliad 13.178: ἑναλλγεν αὶψ ἕπεσεν⁑ On Iliad 13.179: ουτα αριστα ἑνικῶσ αλλοι ὴ κορυφᾶις⁑ On Iliad 13.: ἑν αλλω μετα έθνος ⁑ Venetus A (Marciana 454 = 822), folio 168, recto Iliad 13.205-13.229 13.205 ἕκτωρ δὲ προπαροίθε ποδῶν πέσεν ἐν κονίηισι: 13.206 καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη 13.207 υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι: 13.208 βῆ δ' ϊέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 13.209 ὀτρυνέων Δαναοὶς . Τρώεσσι δὲ κήδε' ἔτευχεν: 13.210 Ἰ¨δομενεὺς δ' ἄρα οἱ, δουρι, κλυτὸς ἀντεβόλησεν 13.211 ἐρχόμενος παρ' ἑταίρου: ὅ οἱ νέον ἐκ πολέμοιο 13.212 ἦλθε κατ' ἰγνυὴν βεβλημένος ὀξέϊ χαλκῷ: 13.213 τὸν μὲν ἑταῖροι ἔνεικαν. ὁ δ' ἰ¨ητροῖς ἐπιτείλας 13.214 ἤϊεν ἐς κλισίην: ἔτι γὰρ πολέμοιο μενοίνᾱ 13.215 ἀντιάαν. τὸν δὲ προσέφη κρείων ἐνοσίχθων. 13.216 εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι : 13.217 ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι. 13.218 Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ' ὡς τίετο δήμῳ: 13.219 Ἰ¨δομενεῦ , Κρητῶν βουληφόρε. ποῦ τοι ἀπειλαὶ 13.220 οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν : 13.221 τὸν δ' αὖτ' Ἰ¨δομενεὺς Κρητῶν ἀγὸς ἀντίον ήυδᾱ: 13.222 ‘ὦ Θόαν . οὔ τις ἀνὴρ νῦν γ' αἴτιος. ὅσσον ἔγωγε 13.223 γινώσκω. πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. 13.224 οὔτέ τινα δέος ἴ¨σχει ἀκήριον, οὔτέ τις ὄκνῳ 13.225 εἴκων ἀνδύεται πόλεμον κακόν. ἀλλά που οὕτω 13.226 μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι . 13.227 νωνύμνους ἀπολέσθαι ἀπ' ἄργεος υἷας Ἀχαιῶν . 13.228 ἀλλὰ Θόαν . καὶ γὰρ τὸ πάρος μενεδήϊος ῆσθα. 13.229 ὀτρύνεις δὲ καὶ ἄλλον ὅτε μεθιέντα ἴ¨δηαι: Scholia to Iliad 13.205-13.229 Main scholia On Iliad 13.212: ἤλθε ατ' ἰγνύην: ϊωνικὼς μετέβαλε τὸν τόνον ἐπεὶ τὸ ἀκόλουθον ἰγνύα ἔστιν ὡς ἡρωιδιανος ν τῶι ια ῆς καθόλου ⁑ On Iliad 13.218: αἰτωλοῖσιν νασσε αἱτωλὸς αῖς μὲν ἤν ἐνδυμίωνος ς ἀκούσιον φόνον δράσας ἔφυγεν εἰς τὴν ἀπ αυτοῦ προσαγορευθεῖσαν αἰτωλίαν ακεῖ τεκνοῦται πλευρῶνα φ οῦ ἡ ἐν αιτωλίαι όλις πλευρὼν κλήθη τούτου δὲ γίγνονται δύο παῖδες ἀφ ὦν ἄλλαι δύο πόλεις ἐν αιτωλίαι ροσηγορευθησαν ⁑ On Iliad 13.222: ὦ Θόαν ὅτι σὺν τῷ ν κλητική ἡ δὲ ἀναφορὰ προς τὸ ὅτε ὺ Κάλχαν . ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν On Iliad 13.229: ὀτρύνεις δὲ καὶ ἄλλον. ἐνεστῶς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις : ὡς ζαχρηεῖς τελέθουσιν ἀντι τοῦ ετέλεσθον αρῳχημένου ⁑ Interlinear scholia On Iliad 13.207: τοῦ Ἀμφιμάχου On Iliad 13.211: τοῦ Μαχάονος Intermarginal scholia On Iliad 13.205: ὅτι πτῶσις ήλλακται ἀντὶ τοῦ Ἔκτορος On Iliad 13.213: ὅτι ένεικαν εἴρηκεν ὡς βασταζομένου αὐτοῦ δια τὸ τραῦμα ⁑ On Iliad 13.217: ὅτι πτωσις ἤλλακται ἀντὶ τοῦ ὅς πάσης Πλευρῶνος ⁑ On Iliad 13.222: Ἀρίσταρχος μετα τοῦ γ νὺν γ' αίτιος ⁑ On Iliad 13.225: οὕτως δια τοῦ ν ἀνδύεται αἱ Ἀρίσταρχος On Iliad 13.227: γράφεται καὶ ενθα' δ' Ἀχαιοὺς On Iliad 13.229: γράφεται καὶ ὅθι μεθιέντα Ζηνοδότος δὲ ότις μεθίῃσι πόνοιο ⁑ Interior scholia On Iliad 13.223: ὅτι ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα . On Iliad 13.224: ἔν τισι τῶν αντιγράφων δια τοῦ δε οὐδέ . On Iliad 13.226: ὅτι ἀντι τοῦ έοικε τὸ μέλλει Exterior scholia On Iliad 13.212: κατ' ιγνύην On Iliad 13.229: ὅθι μεθιέντα Venetus A (Marciana 454 = 822), folio 168, verso Iliad 13.230-13.254 13.230 τῶ νῦν μήτ' ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ: 13.231 τὸν δ' ἠμείβετ' ἔπειτα Ποσιδάων ἐνοσίχθων: 13.232 ‘Ἰδομενεῦ , μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν 13.233 ἐκ Τροίης . ἂλλ' αὖθι κυνῶν μέλπηθρα γένοιτο: 13.234 ὅς τις ἐπ' ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι: 13.235 ἂλλ' ἄγε τεύχεα δεῦρο λαβὼν ἴ¨θι, ταῦτα δ' ἅμα χρὴ 13.236 σπεύδειν, αἴ κ' ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε, 13.237 συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν: 13.238 νῶϊ δὲ καί κ' ἀγαθοῖσιν ἐπιστάμεσθα μάχεσθαι: 13.239 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν: 13.240 ἰ̈δομενεὺς δ' ὅτε δὴ κλισίην εΰτυκτον ΐκανε, 13.241 δύσετο τεύχεα καλὰ περὶ χροῒ: γέντο δὲ δοῦρε: 13.242 βῆ δ' ΐμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων 13.243 χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος Ὀλύμπου . 13.244 δεικνὺς σῆμα βροτοῖσιν: ἀρίζηλοι δέ οι αὐγαί: 13.245 ὣς τοῦ χαλκὸς ἔλαμπε περι στήθεσσι θέοντος: 13.246 Μηριόνης δ' ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν 13.247 ἐγγὺς ἔτι κλισίης. μετὰ γὰρ δόρυ χάλκεον ῄει 13.248 οἰσόμενος: τὸν δὲ προσέφη σθένος Ἰ¨δομενῆος : 13.249 ‘Μηριόνη . Μόλου υἱὲ, πόδας ταχὺ. φίλταθ' ἑταίρων. 13.250 τίπτ' ἦλθες, πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα 13.251 ἦ έτι βέβληαι. βέλεος δέ σε τείρει ἀκωκή. 13.252 ἦ έτευ ἀγγελίης μετ' ἔμ' ἤλυθες; οὐδέ τοι αὐτὸς 13.253 ῆσθαι ἐνι κλισίῃσι λιλαίομαι. ἀλλὰ μάχεσθαι: 13.254 τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηύδᾱ. Scholia to Iliad 13.230-13.254 Main scholia On Iliad 13.233: μελπηθρα ἐμπαίγματα παίγνια μετα κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κῦνες λέων δὲ τὸ πᾶν ἐσθίει καὶ Κύκλωψ ἤσθιε δὲ ὥστε λέων ⁑ On Iliad 13.236: σπεύδειν αἴκ' ὄφελος τι ὅτι τοῦ σπεύδειν ὐκ ἐστιν ἐπι τοῦ ταχύνειν λλ επι τοῦ ἐνεργεῖν ⁑ On Iliad 13.237: συμφερτὴ δ' ἀρετὴ πέλει, τὸ τῆς συναλιφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον ἐξ ἀμφοτέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων πρὸς ὃ καὶ Ἀρίσταρχος ημειοῦται τὸν στίχον ἵν ᾖ ὁ λόγος συμφορητὴ τίς νδρῶν ἀρετὴ καὶ τῶν ἀσθενεστάτων οἷον οὐ μόνον κατὰ ἕνα ἀλλὰ καὶ κατὰ πλῆθος ἐστί τις ἀρετὴ νοουμένη κὰν εἷς ἕκαστος ἀσθενὴς ἦ καθ αὑτόν. εὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις εὐεμπτῶτως ἕξομεν ἐπι τὸ ἀπεμφαῖνον ἐστὶ τοιοῦτο: συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι καὶ μάλιστα τῶν ἀσθενῶν ὅπερ οὐκ ἔστιν ⁑ On Iliad 13.246: θεράπων ἐῢς ἀντεβολησεν: ὁ Ἀσκαλονίτης ησὶν ὅτι Ἀρίσταρχος ύο ποιεῖ θεράπων καὶ ἐῢς: τινὲς δὲ ὑφ' ἓν ἀνέγνωσαν ὡς Ἐτεωνεύς τι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς, ἐγίνετο γὰρ ἂν θεραποντεύς ἀπο γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παραγεσθαι εἴγε καὶ παρα τὴν λέοντος Λεοντεύς ὐχὶ Λεωνεύς : παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς ⁑ Interlinear scholia On Iliad 13.237: ἀντὶ τοῦ ἐκπλήθους On Iliad 13.252: λείπει χάριν Intermarginal scholia On Iliad 13.237: Ζηνόδοτος συμφερτος δὲ βίη ⁑ On Iliad 13.245: Ζηνόδοτος καὶ Ἀριστοφανής ἐνιστήθεσσι ⁑ On Iliad 13.252: ἀντὶ ἄγγελος οὕτως ἀγγελίας ⁑ Interior scholia On Iliad 13.246: Ζηνόδοτος καὶ Ἀριστοφάνης δουρικλυτός ⁑ Exterior scholia On Iliad 13.231: Ποσειδάων On Iliad 13.238: γνωη ἐπισταίμεσθα On Iliad 13.240: εὔτυκτον Venetus A (Marciana 454 = 822), folio 169, recto Iliad 13.256-13.280 13.256 ἔρχομαι εἴ τί τοι ἔγχος ἐνι κλισίῃσι λέλειπται. 13.257 οἰσόμενος. τό νῦ γὰρ κατεάξαμεν ὃ. πρὶν. ἔχεσκον. 13.258 ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος: 13.259 τὸν δ' αὖτ' Ἰ¨δομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 13.260 δούρατα δ' αἴ κ' ἐθέλῃσθα καὶ ἓν. καὶ εἵκοσι δήεις 13.261 ἑσταότ' ἐν κλισίῃ. προσενώπια. παμφανόωντα. 13.262 Τρώϊα , τὰ κταμένων ἀποαίνυμαι: οὐ γὰρ ὀΐω 13.263 ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν: 13.264 τῶ μοι δούρατά τ' ἐστι καὶ ἀσπίδες ὀμφαλόεσσαι. 13.265 καὶ κόρυθες, καὶ θώρηκες λαμπρὸν γανόωντες: 13.266 τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα: 13.267 καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 13.268 πὸλλ' ἔναρα Τρώων . ἂλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι: 13.269 οὐδὲ γὰρ οὐδ' ἐμὲ φημὶ λελασμένον ἔμμεναι ἀλκῆς. 13.270 ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν 13.271 ἵ¨σταμαι. ὁππότε νεῖκος ὀρώρηται πολέμοιο: 13.272 ἄλλον πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων 13.273 λήθω μαρνάμενος. σὲ δὲ ΐδμεναι αὐτὸν ὀΐω: 13.274 τὸν δ' αὖτ' Ἰ¨δομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 13.275 οἶδ' ἀρετὴν οἷός ἐσσι. τί σε χρὴ ταῦτα λέγεσθαι. 13.276 εἰ γὰρ νῦν παρα νηυσὶ λεγοίμεθα πάντες ἄριστοι 13.277 ἐς λόχον, ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρῶν. 13.278 ἔνθ'. ὅ τε δειλὸς ἀνὴρ. ὅς τ' ἄλκιμος, ἐξεφαάνθη. 13.279 τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ. 13.280 οὐδέ οἱ, ἀτρέμας ῆσθαι ἐρητύετ' ἐν φρεσὶ θυμὸς. Scholia to Iliad 13.256-13.280 Main scholia On Iliad 13.257: ‡ το νυ γὰρ κατεαξαμεν ὃ πρὶν ἔχεσκον: πληθυντικῶι ἑνικὸν ἐπὴγαγε καὶ Εὐριπιδης κωλυόμεσθα μὴ παθεῖν ὃ βούλομαι ινὲς δὲ κατέαξα ἵνα ᾖ ὁ μὲν γὰρ εῖχον κατέαξα, ὡς ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν On Iliad 13.261: ἐνώπια οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι: βραχὺ δὲ διασταλτέον ἐπι τὸ ἐνώπια ἵν ᾖ δούρατα παμφανόωντα: τὸ δὲ αὐτὸ καὶ ἐν τῆι θ αψωδία. ἅρματα δ' ἔκλιναν προσενώπια παμφανόωντα . ⁑ On Iliad 13.276: ‡ εἰ γὰρ νῦν παρανηυσὶ λεγοίμεθα πάντες ἄριστοι: τὸ ἑξῆς ἐστιν. εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον: οὐδέ κεν ἔνθα τέον γε μένος. τὰ δὲ λοιπὰ δια μέσου προς κατασκευὴν τοῦ δυσυπομενητὸν εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. ἡ διπλῆ δὲ ὅτι παραλλήλως τὸ λεγοίμεθα : ποτὲ μὲν ἐπι τοῦ ἀριθμοίμεθα οτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα On Iliad 13.278: ἔνθ' ὅ τε δειλὸς ἀνήρ ὅς τ' ἄλκιμος: ὑποστικτέον μεθα τὸ ἄλκιμος : λείπει γὰρ τὸ ἐστι ῆμα δια τὸ ος ποτακτικὸν ἄρθρον ⁑ Intermarginal scholia On Iliad 13.257: Ζηνόδοτος κατεήξαμεν δια τὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὃ ξυνεήξε λέγειν ⁑ On Iliad 13.260: ουκ ἀπίθανον διαστέλλειν ἐπι τὸ ἑν προς το σαφές. On Iliad 13.275: ὅτι πρόθεσις παρείται καὶ ἡ πτῶσις ήλλακται ἀντι τοῦ περι τουτῶν διαλέγεσθαι ⁑ Interior scholia On Iliad 13.257: ὅτι πληθυντικῶς κατεάξαμεν καὶ ἑνικῶς οἰσομενος καὶ ἔχεσκον ⁑ Venetus A (Marciana 454 = 822), folio 169, verso Iliad 10.281-10.305 10.281 δὸς δὲ πάλιν ἐπὶ νῆας. ἐϋκλεῖᾰς ἐφικέσθαι 10.282 ῥέξαντας μέγα ἔργον. ὅ κεν Τρώεσσι μελήσει: 10.283 δεύτερος αὖτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης : 10.284 κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη : 10.285 σπεῖό μοι. ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο Τυδέϊ δίῳ 10.286 ἐς Θήβας . ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ῄει: 10.287 τοὺς δ' ὰρ ἐπ' Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιοὺς 10.288 αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι 10.289 κεῖσ'. ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα: 10.290 σὺν σοὶ δῖα θεὰ: ὅτε, οἱ, πρόφρασσα παρέστης: 10.291 ὡς νῦν μοι ἐθέλουσα παρίστασο. καί με φύλασσε: 10.292 σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ῆνῐν, εὐρυμέτωπον. 10.293 ἀδμήτην. ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ: 10.294 τήν τοι ἐγὼ ῥέξω. χρυσὸν κέρασιν περιχεύας: 10.295 ὡς ἔφαν εὐχόμενοι. τῶν δ' ἔκλυε Παλλὰς Ἀθήνη : 10.296 οἱ δ' ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο: 10.297 βάν ῥ' ΐμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν. 10.298 ἀμ φόνον. ἀν νέκυας. διά τ' ἔντεα καὶ μέλαν αἷμα: 10.299 οὐδε μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ 10.300 εὕδειν, ἀλλ`' ἄμυδις κικλῄσκετο πάντας ἀρίστους: 10.301 ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες: 10.302 τοὺς ὅ γε συγκαλέσας. πυκινὴν ἠρτύνετο βουλήν: 10.303 τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειεν 10.304 δώρῳ ἐπὶ μεγάλῳ: μισθὸς δέ οἱ άρκιος ἔσται: 10.305 δώσω γὰρ δίφρόν τε, δύω τ' ἐριαύχενας ἵ̈ππους Scholia to Iliad 10.281-10.305 Main scholia On Iliad 13.281: ‡ μετοκλάζει: μετακαθίζει ἐπ αμφοτέρους πόδας ὁ κλὰξ γάρ ἐστι τὸ ἐπι γόνυ ὅ ἐστιν ἐγκλίνει τὰ γόνατα. δια δειλίαν μετὰ καθίζον ⁑ On Iliad 13.282-13.283: πάταγος κτῦπος πατάσσει ὖν κτυπεῖ ἢ κινεῖται μείζωνι παλμῷ ἀπο τοῦ φόβου ⁑ On Iliad 13.288: εἴπερ γάρ κε βλεῖο: βλεῖο βληθείης : ἔστι δὲ ἀκόλουθον μετοχῇ τῇ βλέμενος : κέχρηται Ἐπίχαρμος καὶ τῷ ἐνεργητικῷ αἱκα τυ βλείης σφενδόνᾳ : ὡς οὖν θέμενος θεῖο ὕτω βλέμενος βλεῖο ο δὲ βλείης ῇ βλεῖς αράκειται ⁑ On Iliad 13.299: τῷ δε Φόβος ίλος ἱὸς: τι ῥητῶς Ἄρεως ἱὸς Φόβος : ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ καί ρ' ἵππους κέλετο Δεῖμόν ε Φόβον ε On Iliad 13.301: τῷ μὲν ἂρ ἐκ Θρῄκης ὅτι πόλις στὶν ἐπὶ Θεσπρωτίας Ἐφύρα φ ἧς αἱ Φύραι ἱ κατοικοῦντες λέγονται: λέγει δέ ποτε καὶ τὴν Κόρινθον Ἐφύραν ξ ηρωϊκοῦ προσώπου: ἰστέον δὲ ὅτι Ἐφύραι έσσαρές εἰσὶν μία μὲν ἡ κατὰ Θεσσαλίαν : δευτέρα δὲ ἡ κατὰ ὴν ἤπειρον: τρίτη δὲ ἡ τῆς Ἥλιδος αὶ τετάρτη ἡ νῦν καλούμεναι Κόρινθος ῦν γοῦν λέγει τοὺς καλουμένους Κραννονίους ν Θεσσαλία ς Ἀπολλόδωρος στορεῖ ⁑ On Iliad 13.302: ἡὲ μετα Φλεγύας μεγαλήτορας: Φλεγυίαι Γόρτυναν ατοικοῦντες παρανομώτατον καὶ ληστρικὸν διῆγον βιον κατατρέχοντες τοὺς περιοίκους: χαλεπῶς ἠδίκουν, Θηβαῖοι ὲ πλησίοχωροι ὄντες ἐδεδοίκεσαν καὶ μεχρι πολλοῦ εἰ μη Ἀμφίων αὶ Ζῆθος ἱ Διὸς αὶ Ἀντιοπης τείχισεν τὰς Θήβας : εἶχε γὰρ Ἀμφίων ύραν παρα Μουσῶν αὐτῷ δεδομενην: δι ῆς κατέθελγε καὶ τοὺς λίθους ὥστε καὶ προς τὴν τειχοδομίαν αὐτομάτους ἐπέρχεσθαι τουτῶν οὖν μὲν ζώντων οὐδὲν οἱ Φλεγῦαι τοὺς Θηβαίους δύναντο διαθεῖναι θανόντων δὲ αυτῶν ἐπελθόντες σὺν Εὐρυμάχω ῷ βασιλεῖ τὰς Θηβας ῖλον: πλείονα δὲ τολμῶντες ἀδικηματα κατα Διὸς ροαίρεσιν ὑπο Ἀπολλωνος ιεφθάρησαν: οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν Δελφοῖς αὸν τοῦ Ἀπόλλωνος ἱστορία παρα Φερεκύδει Intermarginal scholia On Iliad 13.287: ὅτι ἐλλείπει τὸ τίς ὄνοιτό τις : On Iliad 13.289: οὕτως Ἀρίσταρχος οὐκ ὰν δια τοῦ α αἱ δε κυναὶ οὐ κεν On Iliad 13.298: οὕτω μετα τῆς μετα προθέσεως μέτεισι ⁑ Interior scholia On Iliad 13.287: οὕτως δια τοῦ γε συνδέσμου αἱ Αρισταρχου On Iliad 13.288: ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τυψαι ⁑ Venetus A (Marciana 454 = 822), folio 170, recto Iliad 10.306-10.331 10.306 οἵ κεν ἀριστεύωσι θοῇς ἐπι νηυσὶν Ἀχαιῶν . 10.307 ὅς τίς κεν τλαίῃ: οἵ τ' αὐτῷ κῦδος ἄροιτο. 10.308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν. ἔκ τε πυθέσθαι 10.309 ἠὲ, φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ. 10.310 ἢ, ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες 10.311 φύξιν βουλεύουσι μετα σφίσιν. οὐδ' ἐθέλουσι 10.312 νύκτα φυλασσέμεναι: καμάτῳ αδηκότες αἰνῷ: 10.313 ὡς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 10.314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων . Εὐμήδεος υἱὸς 10.315 κήρυκος θείοιο. πολύχρυσος. πολύχαλκος: 10.317 ἀυτὰρ ὃ μοῦνος ἔην μετα πέντε κασιγνήτῃσιν: 10.318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν: 10.319 ἕκτορ' . ἒμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 10.320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν. ἔκ τε πυθέσθαι: 10.321 ἀλλ`' ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο: καί μοι ὄμοσσον 10.322 ἠ μὲν τοὺς ἵ̈ππους τὲ καὶ ἅρματα ποικίλα χαλκῷ 10.323 δωσεμέν. οἳ φορέουσιν ἀμύμονα πηλείωνα : 10.324 σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι: οὐδ' ἀπo δόξης: 10.325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς. ὄφρ' ἂν ΐκωμαι 10.326 νῆ' Ἀγαμεμνονέην . ὅθι που μέλλουσιν ἄριστοι 10.327 βουλὰς βουλεύειν. ἢ φευγέμεν ἠὲ μάχεσθαι: 10.328 ὡς φάθ'. ὁ δ' ἐν χερσὶ σκῆπτρον λάβε. καὶ οἱ ὄμοσσεν: 10.329 ἴ̈στω νῦν Ζεὺς ἀυτὸς ἐρίγδουπος πόσις Ἥρης : 10.330 μὴ μὲν τοῖς ἵ̈πποισιν ἀνὴρ ἐποχήσεται ἄλλος 10.331 Τρώων : ἀλλὰ σὲ φημὶ διαμπερὲς ἀγλαϊεῖσθαι: Scholia to Iliad 10.306-10.331 Main scholia On Iliad 13.307: ‡ Δευκαλίδης Δευκαλίωνος αῖς γίνονται δὲ ἐκ Πύρας αὶ Δευκαλίωνος ς φὴσιν Ἀπολλόδωρος παῖδες: Ἕλλην ὲν πρῶτος ὃν ἐκ Διὸς εγεννῆσθαι ἔνιοι λέγουσι δεύτερος δὲ Ἀμφικτύων μετὰ Κραναὸν ασιλεύσας τῆς Ἀττικῆς : θυγάτηρ δὲ Πρωτογένεια ξ ῆς καὶ Διὸς Ἀέθλιος On Iliad 13.315: οἱ μὲν ἅδην ἑλόωσι, κατ' ενία τῶν ὑπομνημάτων οἴ μιν ἄδην ἑασουσιν ἐστι κορέσουσιν καὶ ἐπι τοῦ Ποσειδῶνος ἀλλ' ἐτι μέν μιν φημὶ δην ἐλάαν κακότητος ια τῶν δύο αα αρέκειτο ἑάαν αρτυρεῖ καὶ τὸ άσειν ἐν Τροίη αχέας κύνας ὕτως Ἀρίσταρχος On Iliad 13.315: οἵ μιν αἵδην ἐλόωσιν, ἤτοι συναπτέον ἐσσύμενον πολέμοιο ντι τοῦ ὡρμημενον εἰς τὸν πόλεμον : ἠ τὸ ἑξῆς ἐστιν ἐλόωσι πολέμοιο αθ ὃ διασταλήσεται βραχὺ τὸ ἐσσύμενον πο τοῦ πολέμοιο . ἡ διπλῆ δὲ ὅτι Ζηνόδοτος γνοήσας τὸ σημαινόμενον πεποίηκε καὶ ἐσσύμενον πολεμίζειν : ἔστι δὲ τὸ ἅδην λόωσιν ντι τοῦ κορεσθῆναι αὐτὸν ποιήσουσι τοῦ πολέμου καίπερ προθυμίαν εχοντα On Iliad 13.317: αἱπύ οἱ εσσεῖται: τι αιπὺ μεταφορικῶς ντι τοῦ δυσπρόσβατον δυσχερές αὶ ὅτι ὁ περ ύνδεσμος περισσός ⁑ On Iliad 13.326: νῶϊν δ' ὁδ' ἐπ αριστερ' ὅτι τὸ νῶϊν ύο πτώσεις σημαίνει, γενικὴν αὶ δοτικήν ἡμῶν αὶ ἡμῖν : νῦν δὲ κεῖται ἀντι τοῦ ἡμῶν επ αριστερά On Iliad 13.327: εἴδομεν ἠέ τω εὖχος, ὅτι ἔξωθεν σὺν ὑπακοῦσαι δεῖ ὀρέξειν ἥ τις ἡμῖν ὀρέξει : ὅλον δὲ συναπτέον τὸν στίχον: ὁ γὰρ λόγος ἵνα ταχέως ἐπιγνῶμεν πότερον καύχησιν ἑτέρῳ δώσομεν, ἢ ἕτερος ἡμῖν ⁑ Interlinear scholia On Iliad 13.315@ἅδην: εἰς κόρον On Iliad 13.326@σρατοῦ: ἀντὶ ἡγοῦ Intermarginal scholia On Iliad 13.306: ὅτι περισσὸς ὁ και σύνδεσμος On Iliad 13.318: Ἀρίσταρχος ἀέπτους ἄλλοι δὲ αάπτους ⁑ On Iliad 13.331: εν άλλῳ συν έντεσι μαρμαίροντας ⁑ Interior scholia On Iliad 13.308-13.310: ἀντὶ τοῦ εἰς εκάτερα τὰ μέρη On Iliad 13.318: οὑ πληθυντικῶς αἱ Αριστάρχου ⁑ Venetus A (Marciana 454 = 822), folio 170, verso Iliad 10.332-10.356 10.332 ὡς φάτο: καί ῥ' ἐπίορκον ἐπώμοσε, τὸ̀`ν δ' ὀρόθυνεν: 10.333 ἀυτίκα δ' ἀμφ'' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα: 10.334 ἕσσατο δ' ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο: 10.335 κρατὶ δ' ἐπὶ, κτιδέην κυνέην: ἕλε δ' ὀξὺν ἄκοντα: 10.336 βῆ δ' ϊέναι ἐπὶ νῆας ἀπο στρατοῦ: οὐδ` ἀρ ἔμελλεν 10.337 ἐλθὼν ἐκ νηῶν ὰψ, Ἕκτορι μῦθον ἀποίσειν: 10.338 ἂλλ' ὅτε δή ρ' ἵππων τε καὶ ἀνδρῶν κάλλιφ' ὅμιλον. 10.339 βῆ ῥ' ἀν ὁδὸν μεμαὼς: τὸν δὲ φράσατο προσϊόντα 10.340 διογενὴς Ὀδυσεὺς . Διομήδεα δὲ προσέειπεν: 10.341 οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνὴρ: 10.342 οὐκ οἶδ': ει νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν. 10.343 ἤ τινα συλήσων νεκύων κατατεθνειώτων: 10.344 ἂλλ' ἐῶμέν μιν πρῶτα παρ' ὲξελθεῖν πεδίοιο 10.345 τυτθὸν: ἔπειτα δέ κ' ἀυτὸν ἐπαΐξαντες ἕλοιμεν 10.346 καρπαλίμως. εἰ δ' ἄμμε παραφθαίῃσι πόδεσσιν. 10.347 ἀιεί μιν ποτὶ νῆας ἀπὸ στρατόφιν προτιειλεῖν 10.348 ἔγχεϊ ἐπαΐσσων. μή πως προτὶ ἄστυ ἀλύξῃ: 10.349 ὡς ἄρα φωνήσαντε. πὰρ' ὲξ ὁδοῦ ἐν νεκύεσσι 10.350 κλινθήτην: ὁ δ' ὰρ ὦκα παρέδραμεν ἀφραδίῃσιν: 10.351 ἂλλ' ὅτε δή ῥ ἀπέην ὅσσόν τ' ἐπὶ οῦρα πέλονται 10.352 ἡμιόνων αἳ γάρ τε βοῶν προφερέστεραί εἰσιν 10.353 ἑλκέμεναι, νειοῖο βαθείης πηκτὸν ἄροτρον. 10.354 τὼ μὲν ἐπεδραμέτην: ὁ δ' ὰρ έστη δοῦπον ἀκούσας. 10.355 ἔλπετο γὰρ κατὰ θυμὸν. ἀποστρέψοντας ἑταίρους 10.356 ἐκ Τρώων ϊέναι. πάλιν. Ἕκτορος ὀτρύναντος: Scholia to Iliad 10.332-10.356 Main scholia On Iliad 13.340: ταμεσίχροας, τμητικὸν τοῦ χρωτὸς παρὰ τὸ ταμῶ ῆμα οὗ μέλλον ταμέσω . ἠ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχροας On Iliad 13.344: ὃς τότε γηθήσειεν ϊδὼν πόνον πρὸς τὴν ἀλλαγὴν τοῦ ῥήματος ἀντι τοῦ ἐγήθησεν . καὶ ὅτι πόνον ὸ ἔργον. καὶ ὅτι ἀντικειμένως ποδέδωκεν οὐδ' ἀκάχοιτο ρὸς τὸ σύνηθες ⁑ On Iliad 13.346: ἀνδράσιν ἡρώεσσι τετεύχετον: τι ἀντὶ τοῦ τετευχέτην , ή τεύχουσι ρόνος δὲ ἤλλακται ἔστιν γὰρ ἀντι τοῦ ἔτευχον ς ἐπι τοῦ ῆ κεμάδ' ἠὲ λαγωὸν ἐπείγετον ἀντὶ ἤπειγον On Iliad 13.350: ἀλλα Θέτιν ύδαινε. θετεῖται ὅτι οὐκ ἀναγκαῖος: προείρηται γὰρ κυδαίνων Ἀχιλῆα όδας ταχύν On Iliad 13.351-13.353: ‡ λάθρη ὑπεξαναδὺς. ὸ λάθρῃ , ἀμφοτέροις δύναται προσδίδοσθαι: τὸ δὲ ἑξῆς ἐστιν Ἀργείους δ' ὀρόθυνε Τρωσὶ αμναμένους: τὸ δὲ ἤχθετο γάρ ῥα ιὰ μέσου: εἰ μὲν γὰρ συνάπτομεν. ἤχθετο γάρ ῥα Τρωσὶ αμναμένους ολοικοφανὴς μὲν γίνεται ἡ φράσις ἀρχαῖον δέ μοι δοκεῖ τὸ σχῆμα εἶναι: καὶ ἀλλαχοῦ καί ποτέ τις εἴποι πατρὸς δ' ὅγε πολλὸν ἀμείνω ἐκ πολεμου ἀνιόντα ὴν γὰρ ἔλλειψιν τοῦ ὁρῶν ὐ παραδεχόμεθα ⁑ Interlinear scholia On Iliad 13.340@άμερδεν: ἡμαύρου Intermarginal scholia On Iliad 13.334: ταχὺ πνεόντων On Iliad 13.339: ορθώθη τῆς μάχης τὰ δόρατα ⁑ On Iliad 13.343: ὅτι ήλλακται το ῥῆμα: εἴη ἀντὶ τοῦ ἤν On Iliad 13.346: ἐν ἄλλῳ ἡρώεσσιν ἐτεύχετον On Iliad 13.347: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ Ζεὺς μὲν αρα ⁑ On Iliad 13.348: Ἀριστοφάνης οὐδ' όγε πάμπαν : Interior scholia On Iliad 13.351: Ζηνόδοτος καὶ Ἀριστοφάνης ώτρυνε ⁑ Exterior scholia On Iliad 13.351: Ποσειδάων Venetus A (Marciana 454 = 822), folio 171, recto Iliad 10.357-10.381 10.357 ἂλλ' ὅτε δή ῥ' ἄπεσαν δουρηνεκὲς. ἢ καὶ ἔλασσον. 10.358 γνῶ ῥ' ἄνδρας δηΐους. λαιψηρὰ δὲ γούνατ' ἐνώμα 10.359 φευγέμεναι. τοὶ δ' αῖψα διώκειν ὡρμήθησαν: 10.360 ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης: 10.361 ἢ κεμάδ': ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ 10.362 χῶρον ἀν ὑλήενθ'. ὁ δέ τε προθέῃσι μεμηκώς: 10.363 ὡς τὸν Τυδείδης . ἠδ`' ὁ πτολίπορθος Ὀδυσσεὺς 10.364 λᾱοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί: 10.365 ἂλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλάκεσσι 10.366 φεύγων ἐς νῆας. τότε δὴ μένος ἔμβαλ' Ἀθήνη 10.367 Τυδείδῃ . ἵ̈να μή τις Ἀχαιῶν χαλκοχιτώνων 10.368 φθαίῃ ἐπευξάμενος βαλέειν. ὁ δὲ δεύτερος ἔλθῃ: 10.369 δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης : 10.370 ἠὲ μέν'. ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σε φημὶ 10.371 δηρὸν ἐμῆς ἀπο χειρὸς ἀλύξειν αἰπὺν όλεθρον: 10.372 ῆ ῥα: καὶ ἔγχος ἀφῆκεν. ἑκὼν δ' ἡμάρτανε φωτός: 10.373 δεξιτερὸν δ' ὑπὲρ ὦμον. ἐΰξου δουρὸς ἀκωκὴ 10.374 ἐν γαίῃ ἐπάγη: ὁ δ' ὰρ ἔστη. τάρβησέν τε 10.375 βαμβαίνων. ἄραβος δὲ διὰ στόμα γίγνετ' ὀδόντων: 10.376 χλωρὸς ὑπαὶ δείους. τὼ δ' ἀσθμαίνοντε κιχήτην: 10.377 χειρῶν δ' ἁψάσθην: ὁ δὲ δακρύσας ἔπος ηύδα : 10.378 ζωγρεῖτ', αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι. ἔστι γὰρ ἔνδον 10.379 χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος: 10.380 τῶν κ' ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα: 10.381 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν : Scholia to Iliad 10.357-10.381 Main scholia On Iliad 13.358: ‡ τοίδ' ἔριδος κρατερῆς. ὁ λόγος οἱ δε τὸ πέρας τοῦ πολέμου καὶ τῆς έριδος συνάψαντες ἐπέτειναν ἀμφοτέροις, οἶον ἀμφοτέρωθεν μετενήνεκται μὲν οὖν ἀπο τῶν δεσμῶν τῷ δὲ ἐπαλλάξε ἐπι τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων τινὲς, πλεονάζει δὲ Ἀριστόξενος μασικὸς ἐπιλλαγμένα λέγων τὰ συνημμένα: οὕτως ὁ Κοτιαεύς On Iliad 13.358: τοὶ δ' έριδος κρατερῆς: ὁ δε Ζεὺς αὶ ὁ Ποσειδών ὰ πέρατα τῆς μαχης καὶ τοῦ πολέμου τείναντες καταμφοτέρων τῶν στρατῶν ἔδησαν ἰσχυρῷ δεσμῷ ὃς δεσμὸς πολλοῖς αἴτιος ἀποωλείας ἐγένετο: τέλος γὰρ υπτίθεταιὑποτίθεται ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένως: μίαν μὲν Τρώων ίαν δὲ Ἑλλήνων αὶ Ποσειδῶνος κατὰ Διὸς νώμην: καὶ τῶν ἐγκατπεγλεγμένων κτεινομένων ἀπο τῶν ἐξοχῶν καὶ μη δυναμένων μή τε ραγῆναι μή τε λυθῆναι: ταυτὰ ὖν ἀλληγορεῖ ἐις τὸ ϊσόρροπον υτῶν τὴν ἰσχὺν συστῆναι δια τὰς τῶν θεῶν βοηθείας ⁑ On Iliad 13.360: πεῖραρ' ἐπαλλάξαντες διχῶς Ἀρίσταρχος αὶ ἐπ' ἀλλήλοισιν ν δὲ δι ἀμφοτέρων τὸ λεγόμενον ὅτι ὁ Ποσειδῶν αὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν τὸ πέρας τῆς ἔρῖδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες. καὶ ἐπαλλάξαντες π ἀμφοτέροις ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ τόδε: οὕτως Ἀρίσταρχος , ἡ διπλῆ ὅτι παραλληγορεῖ δύο πέρατα ὑποτιθέμενος: ἕτερον μὲν ἔριδος ἕτερον δὲ πολέμου ἐξαπτόμενα κάτ ἀμφοτέρων τῶν στρατευμάτων ⁑ On Iliad 13.363: πέφνε γὰρ ὁθρυονῆα Καβησόθεν, ἐν τῇ Ἀργολικῇ Ἑκάβης όθον αὶ τάχα ἂν εἴει ἁμάρτημα κατ' άγνοιαν τῆς Καβήσου ⁑ On Iliad 13.365: ἥ: τε δὲ Πριάμοιο υγατρῶν εἶδος ἀρίστην ὅτι νῦν μὲν τὴν Κασσάνδραν ἶδος ἀριστην ἐν ἄλλοις δὲ τὴν Λαοδίκην , καὶ οὐ μάχεται. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς χωρίζοντας: λύεται γὰρ τοῖς τοιούτοις. ⁑ On Iliad 13.366: Κασσάνδραν νάεδνον: ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευόμενοι διὸ οὕτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας νάεδνον αἰτεῖ. τὴν Κασσάνδραν ⁑ On Iliad 13.371: καὶ βάλεν ὕψι βιβάντα: Ἀρίσταρχος αιβάντα ὡς δαμέντα ἀπ ευθειας τῆς μακρὰ βιβάς καὶ οὕτως ἔχει ἡ ὑγιὴς ἀνάγνωσις ⁑ On Iliad 13.372: χάλκεος ὃν φορέεσκε, ὅτι χαλκοὶ οἱ θώρακες πρὸς τὸ ὀλίγος μὲν έην λινοθώρηξ On Iliad 13.374: ὀθρυονεῦ, περιδή σε βροτὼν αἰνίζομ πάντων: φέρεται καὶ δια τοῦ ξ αἰνίξομαι ντι τοῦ ἐπαινέσομαι: οἱ δέ διήγημά σε ποιήσομαι παρα τὸν αἶνον Ζηνόδοτος αἰνίσσομαι On Iliad 13.377: καὶ κέ τοι ἡμεῖς ταῦτά γ', τὸ ταυτά γ' περισπαστέον κατὰ ὴν προ τέλους συλλαβὴν ἵνα ᾖ ἡ φράσις δεικτική: τινὲς μὲν ἐβάρυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ συναλιφῇ ὅπερ οὐ πιθανόν ⁑ On Iliad 13.381: ἀλλ' έπευ, ὄφρ' ἐπινηυσὶ συνώμεθα . οὕτως συνώμεθα , ἀντι τοῦ συμβόλαια αὶ συνθήκας ποιησόμεθα . τοῦτο δὲ Ἀρίσταρχος ασύνει ὑγιῶς: ταυτὸν γὰρ τῷ συνθώμεθα: ἐσχημάτισται οὖν ἀπο τοῦ ἵημι, δηλοῖ οὖν τὸ κατα τὸ αὐτὸ ἀφῶμεν τᾶ τῆς διανοίας, εἰσὶ μέντοι οἳ ἐψίλωσαν οὐκ εὐ ⁑ Intermarginal scholia On Iliad 13.362: ἐν αλλῳ Τρώεσσί ἐπάλμενος ⁑ On Iliad 13.364: Ἀριστοφάνης κατὰ κλέος ⁑ On Iliad 13.367: Ἀρίσταρχος ανωσέμεν ⁑ Interior scholia On Iliad 13.358: οὑτῶσ Ἀριστοφάνης ἄλλοι δὲ οἵ δ' έριδος: On Iliad 13.XXXXX: μεσαιπολιος Ϊδομενευς ⁑ On Iliad 13.XXX: ωμογέρων ὀδυσσεύς ⁑ On Iliad 13.361: γέρων Νέστωρ ⁑ On Iliad 13.366: βραχὺ διασταλτέον ἐπι τὸ ἔργον: ἐμφαίνει: Venetus A (Marciana 454 = 822), folio 171, verso Iliad 10.382-10.406 10.382 τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς : 10.383 θάρσει: μηδέ τι τοι θάνατος καταθύμιος ἔστω: 10.384 ἂλλ' άγε μοι τόδε εἰπὲ. καὶ ἀτρεκέως κατάλεξον: 10.385 πῇ δ' οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος 10.386 νύκτα δι' ὀρφναίην: ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι 10.387 ἤ τινα συλήσων νεκύων κατατεθνηώτων: 10.388 ἤ σ' Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα 10.389 νῆας ἔπι γλαφυρὰς. ἤ σ' αὐτὸν θυμὸς ἀνῆκε: 10.390 τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων . ὑπο δ' έτρεμε γυῖα: 10.391 πολλῇσίν μ' ἄτῃσι παρεκ νόον ἤγαγεν Ἕκτωρ : 10.392 ὅς μοι Πηλείωνος ἀγαυοῦ μώνυχας ἵ̈ππους 10.393 δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ: 10.394 ἠνώγει δέ μ' ϊόντα θοὴν δια νύκτα μέλαιναν 10.395 ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν. έκ τε πυθέσθαι. 10.396 ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ 10.397 ἢ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες 10.398 φύξιν βουλεύοιτε μετὰ σφίσιν: οὐδ' ἐθέλοιτε 10.399 νύκτα φυλασσέμεναι. καμάτῳ ἁδηκότες αἰνῷ: 10.400 τὸν δ' ἒπιμειδήσᾱς προσέφη πολύμητις Ὀδυσσεύς . 10.401 ῆ ρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς 10.402 ἵ̈ππων Αἰακί´δαο δαί̈φρονος: οἱ δ`' ἀλεγεινοὶ 10.403 ἀνδράσι γε θνητοῖσι δαμήμεναι: ἠδ' ὀχέεσθαι 10.404 ἄλλω γ'. ἢ Ἀχιλῆϊ . τὸν ἀθανάτη τέκε μήτηρ: 10.405 ἂλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον: 10.406 ποῦ νῦν, δεῦρο κιὼν. λίπες Ἕκτορα ποιμένα λαῶν: Scholia to Iliad 10.382-10.406 Main scholia On Iliad 13.382: αμφιγάμω ἐπεὶ οὔ τοι ὄτι έδνα ἐδιδουσαν ὁι μνηστῆρες: ἑεδνωταὶ δὲ κηδεσταί πενθεροί: οὕτοι ὰρ τὰ ἕδνα παρα τῶν μνηστευομένων ἐν ἐδέχοντο ⁑ On Iliad 13.382: ἐπεὶ οὔτοι ἑεδνωταὶ κακοι ειμεν ὄτι ὡς χρυσωταὶ καὶ ποιηταὶ οὕτως πάντες. /Τυραννίων δὲ προπερισπᾷ οὐχ ὑγιῶς. προείρηται δὲ ἡμῖν τὰ τῆς προσῳδίας ὡς τα εἰς της ῥηματικὰ ὑπερ δύο συλλαβάς ύσει μακρᾷ παραληγόμενα ὀξύνεσθαι θέλει αὐλητής πειρατής χηρωστής βραβευτής . οὕτως οὖν καὶ τὸ ἑεδνωτής , σχηματισθεν παρὰ τὸ ἑεδνώσαιτο θύγατρα περὶ ὲ τοῦ ἀήτης καὶ κυβερνήτης αρυνομένων λόγον δίδομεν: On Iliad 13.390: βλωθρή: τινὲς ἁπαλὴν κατὰ Ἀρκδας : οἱ δὲ ὑψιλήν κατὰ Βοιωτους , ἢτοι φλοιοβαρῆ ατὰ Μάγνητας τραχεῖαν ατὰ Δρύοπας : ἠ ηὐξημένην ατὰ Τυρρηνοὺς , ἢ σκληρὰν κατὰ Καρυστίους κρως δὲ διὰ τῶν ἐπιτεθετων ὰ ἰδιώματα αρίστησι δρυσὶν ὑψικόμοισιν : ἰτέαι ὠλεσίκαρποι : αἰγείρων ὑδατοτρεφέων τανύφλοιόν τε κράνειαν On Iliad 13.390: τήν τ' οὔρεσι τέκτονες ἄνδρες, δύο δεῖ ποιεῖν οὔρεσιν εἶτα τέκτονες οὐχ υφ ὲν ὥς τινες: τί γὰρ πλέον σημαίνεται ἐκ τῆς συνθέσεως ⁑ On Iliad 13.389: ἡ ἀχερωϊς: ἡ λευκη παρα τὸ ἐκ τοῦ ἀέροντος ποτομοῦ τοῦ κατα χθονῖ κομιθῆν αἰαντὴν ὑπο ηρακλεους τεψαμενου αὐτὴν ἑπι τῆ κερβέρου τῇ νίκη⁑ On Iliad 13.391: νεήκεσι, ὡς εὐμήκεσιν ἀνεγνώσθη: οὕτως δὲ καὶ Ἀλεξίων δὲ Ἀσκαλωνίτης ς εὐγενέσι περ καὶ ἐχρῆν παρα γὰρ τὴν ἀκὴν ἡ σύνθεσις τὰ δὲ παρα τὰ εἰς η ήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης ερατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει ὅταν ἔχῃ οὐδετερου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς οῡς περατουμένην εὐτυχοῦς εὐτυχὲς εὐτυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές ὐρυπυλεῖς οὕτως οὖν ἐχρὴν καὶ τὸ προκείμενον ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ υνεκδρομὴν τοῦ ευμηκης μεγακήτης ⁑ On Iliad 13.393: βρυχώς: βρυχώμενος σπώμενος καὶ συντρίβων τοὺς ὀδόντας ἠδάκνων. μεμίμηται δὲ τὸ γινόμενον πάθος περι τοὺς βιο θανάτοῦντας ἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν Intermarginal scholia On Iliad 13.383: οὕτως Ἀρίσταρχος έλκε ⁑ On Iliad 13.384: Ἀρίσταρχος ῆλθ' ἐπαμύντωρ ⁑ On Iliad 13.399: Ἀρίσταρχος χωρὶς τοῦ γ αὐτὰρ ὁ ασθμαίνων ⁑ On Iliad 13.403: ὅτι παρεῖται ἡ πρόθεσις περὶ Ασίου ⁑ Interior scholia On Iliad 13.383: γράφεται κατα κρατερὴν Exterior scholia On Iliad 13.383: κατα κρατερὴν Venetus A (Marciana 454 = 822), folio 172, recto Iliad 10.407-10.432 10.407 ποῦ δέ οί ἔντεα κεῖται ἀρήϊα. ποῦ δέ οἱ ἵ̈πποι. 10.408 πῶς δαὶ, τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναὶ. 10.409 ἄσσά τε μητιόωσι μετὰ σφίσιν. ἢ μεμάᾱσιν 10.410 αὖθι μένειν παρὰ νηυσὶν. ἀπόπροθεν. ἠὲ πόλιν δὲ 10.411 ὰψ ἀναχωρήσουσιν. ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς : 10.412 Τὸν δ' αῦτε προσέειπε Δόλων Εὐμήδεος υἱός: 10.413 τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω: 10.414 Ἕκτωρ μὲν μετὰ τοῖσιν ὅσοι βουληφόροι εἰσὶν: 10.415 βουλὰς βουλεύει θείου παρὰ σήματι Ί̈λου 10.416 νόσφιν ἀπο φλοίσβου: φυλακὰς δ', ἃ`ς εἴρεαι ἥρως. 10.417 οὔ τις κεκριμένη ῥύεται στρατὸν. οὐδὲ φυλάσσει: 10.418 ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι: οἷσιν ἀνάγκη. 10.419 οἷ δ' ἐγρηγόρθασι: φυλασσέμεναί τε κέλονται 10.420 ἀλλήλοις: ἀτὰρ αὖτε πολύκλητοί τ' ἐπίκουροι 10.421 εὕδουσιν. Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν. 10.423 Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς : 10.424 πῶς γὰρ δὴ Τρώεσσι μεμιγμένοι ἵ̈πποδάμοισιν 10.425 εὕδουσ', ἦ ἀπάνευθε. δίειπέ μοι. ὄφρα δαείω: 10.426 Τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων Εὐμήδεος υἱός: 10.427 τοι γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω: 10.428 πρὸς μὲν ἁλὸς. Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι. 10.429 καὶ Λέλεγες . καὶ Καύκωνες . δῖοί τε Πελασγοί : 10.430 πρὸς Θύμβρης δ' ἔλαχον Λύκιοι : Μυσοί τ' ἀγέρωχοι. 10.431 καὶ Φρύγες ἱ̈ππόδαμοι: καὶ Μῄονες ἱ̈πποκορυσταί: 10.432 ἀλλὰ τί η ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα. Scholia to Iliad 10.407-10.432 Main scholia On Iliad 13.408: ‡τῆι ὑπο πᾶς ἑάλλη ὅτι τὸ πᾶς ἀντι τοῦ όλος : ἡ δὲ ἀναφορὰ προς τὸ πᾶσαι δ' ὠΐγνυντο πύλαι ἀντι τοῦ όλαι On Iliad 13.415: εἰς ἀΐδος περ ἰόντα πυλάρταο: ὅτι τοῦ ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος ὅ ἐστιν ἀρμόζοντος, ἀμφότερα γὰρ πρὸς ἓν ληπτέον ⁑ On Iliad 13.420: ἀλλὰ θέων περίβη: προς τὴν ἐξήγησιν τοῦ ὃς Χρύσην ἀμφιβέβηκας ἀντι τοῦ ὑπερμαχεῖς κατα μεταφορὰν τῶν τετραπόδων ⁑ On Iliad 13.423: νῆας ἐπι γλαφυρὰς φερέτην ὅτι Ζηνόδοτος γράφει στενάχοντα νικῶς: On Iliad 13.426: ἢ αὐτὸς δουπῆσαι, ὅτι ἐκ παρεπομένου τὸ ἀπολέσθαι: οἱ γὰρ ἐν πολέμω πίπτοντες ψόφον ἀποτελοῦσι τοῖς ὅπλοις, ἡ δε ἀναφορᾶ προς τοὺς Γλωσσογράφους οὔτοι γὰρ ἀνθενὸς ἐδέξαντο δεδουπότος ντι τοῦ τεθνηκότος ⁑ On Iliad 13.427-13.434: ἔνθ' Αἰσυήταο ιοτρεφέος φίλον υἱόν τὸ ἑξῆς ἔνθ' Αἰσυήταο ἱὸν ἥρωα Ἀλκάθοον π Ἰδομενῆϊ Ποσειδάων δάμασσε: τὰ δὲ λοιπὰ δια μέσου ἐπεὶ δὲ πολὺ διέστη τὸ εξῆς. εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν αὐταῖς φωναῖς τὸ μὲν γὰρ τότε ἀντὶ τοῦ ἄνω κειμένου ἔνθα παρείληπται: ἡ δὲ τὸν ἀντωνυμία κατ' ἐπιφορὰν ἐπι τοῦ Ἀλκάθου εῖται οὕτως οὖν διορθωτέον ὡς δια μέσου⁑ Interlinear scholia On Iliad 13.416@πομπόν: συνοδοιπόρον Intermarginal scholia On Iliad 13.407: εκ πλήρους αἱ Ἀρίσταρχου κανόνεσσι ⁑ Interior scholia On Iliad 12.415: ὁ ϊόντα δια τοῦ ϊ αἱ Αρισταρχου On Iliad 13.423: οὑτ οὑτῶς δια τοῦ ε ἁι Αρισταρχος στενάχοντε : οὐ δια τοῦ α ἐπι τοῦ νεκροῦ γέλοιον γὰρ ἀλλ' επι τῶν βασταξοντων ⁑ Venetus A (Marciana 454 = 822), folio 172, verso Iliad 10.433-10.457 10.433 εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον. 10.434 Θρήϊκες οἷδ' ἀπάνευθε, νεήλυδες ἔσχατοι ἄλλων. 10.435 ἐν δέ σφιν Ῥῆσος βασιλεὺς. παῖς Ἠϊονῆος : 10.436 τοῦ δὴ καλλίστους ἵ̈ππους ἴ̈δον. ἠδὲ μεγίστους: 10.437 λευκότεροι χιόνος. θείειν δ' ἀνέμοισιν ὁμοῖοι: 10.438 ἅρμα δέ οἱ χρυσῷ τὲ καὶ ἀργύρῳ εὖ ἤσκηται: 10.439 τεύχεα δὲ. χρύσεια. πελώρια: θαῦμα ἰ̈δέσθαι 10.440 ἤλυθ' ἔχων. τὰ μὲν οὔ τι κατὰθνητοῖσιν ἔοικεν 10.441 ἄνδρεσσιν φορέειν. ἂλλ' ἀθανάτοισι θεοῖσιν: 10.442 ἂλλ' ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν: 10.443 ἠέ με δήσαντες λίπετ' αὐτόθι νηλέϊ δεσμῷ. 10.444 ὄφρά κεν ἔλθητον. καὶ πειρηθῆτον ἐμεῖο: 10.445 ἤ ῥα κατ' αῖσαν ἔειπον ἐν ὑμῖν. ἠὲ καὶ οὐκί: 10.446 τὸν δ' ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη: κρατερὸς Διομήδης : 10.447 μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ 10.448 ἐσθλά περ ἀγγείλας. ἐπεὶ ΐκεο χεῖρας ἐς ἁμάς 10.449 εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν. ἠὲ μεθῶμεν. 10.450 ἦ´ τε καὶ ὕστερον εῖσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν . 10.451 ἠὲ διοπτεύσων. ἢ ἐναντίβιον πολεμίξων: 10.452 εἰ δέ κ' ἐμῇ´ς ὑπο: χερσὶ δαμεὶς. ἀπο θυμὸν ὀλέσσῃς: 10.453 οὐκέτ' ἔπειτα σὺ πῆμά ποτ' ἔσσεαι Ἀργείοισιν : 10.454 ῆ: καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ 10.455 ἁψάμενος. λίσσεσθαι. ὁ δ' αὐχένα μέσσον ἔλασσε 10.456 φασγάνῳ ἀΐξας. ἀπο δ' άμφω κέρσε τένοντε: 10.457 φθεγγομένου δ' ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη: Scholia to Iliad 10.433-10.457 Main scholia On Iliad 13.441: ‡αὖον ἄϋσεν: τὸ αὗον ασυντέον σημαίνει δὲ τὸ ξηρὸν θέλει δὲ σημᾶναι τὸν ὥσπερ ήδη νεκρούμενον⁑ On Iliad 13.443: οὐρίαχον: τὸν σαυρωτῆρα τοῦ δώρατος τοῦ τ έστι τὸ ὄπισθεν μέρος ὃν καὶ γρόσφον. καὶ στρόφιγγα φασίν ⁑ On Iliad 13.443: πελέμιζεν: οὕτως δια τοῦ ζ Ἀρίσταρχος αὶ Ἀριστοφάνης . ἄλλοι δὲ πελέμιξεν ιὰ τοῦ ξ On Iliad 13.446-13.447: ῆ ἄρα δή τϊ ΐσκομεν ἄξιον εῖναι τρεῖς ενος ἀντι πεφᾶσθαι: ἄρα ἀξίως καὶ δεόντως δοκοῦμεν σοι αὔχειν τρεῖς ἀνθενὸς πεφονευκότες ⁑ On Iliad 13.450: Κρήτῃ ἐπίουρον: τοῦτο τριχῶς ἀνεγνώσθη Ζηνόδοτος ὰρ ὡς ἐπίκουρον κδεχόμενος βασιλέα καὶ φύλακα: καὶ Ἀρίσταρχος ὲ οὕτως ἐκδεχόμενος τὸν φύλακα: μέμνηται δὲ καὶ ὁ Δίδυμος ῆς ἀποδόσεως καὶ Τρύφων . ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων τι ὁ ἐπίουρος ὡς ἐπίσκοπος, οὐ πάντως ἔχει ἐγκείμενον τὸν οῦρον τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν: τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ ἶναι ἐπίορον αὶ ἐπίουρον ὸν ἐπιορῶντας ψιλῶσθαι δὲ δια τὴν ἐπένθεσιν τοῦ ῡ αὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. εἰσὶ δὲ οἳ ἀνεστρεψαν τὴν πρόθεσιν Κρίτῃ ἔπι ὁ δε Ἀσκαλωνίτης αρέλκειν ἡγεῖται τὴν ἐπί διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προθέσεως ὁμοίως τὸ βοῶν ἐπιβουκόλος ἀνήρ ⁑ On Iliad 13.452: Δευκαλίων δ' ἐμὲ τίκτε: ὀρθοτονητέον τὴν ἀντωνυμίαν ἔστι γὰρ ἀντιδιαστολή⁑ On Iliad 13.457: ἤ τινά που τρώων ἑταρίσσαιτο μεγαθύμων: ὅτι ἀντὶ τοῦ συνεργὸν λάβοι ρὸς τὸ ἵ+κμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον ⁑ Interlinear scholia On Iliad 13.442@δούπησεν: σχηζόμενος Intermarginal scholia On Iliad 13.439: ὅτι σαφῶς τὸν θώρακα χιτῶνα χαλκὸν: On Iliad 13.444: ἀντι τοῦ ώρμα ὁ σίδηρος πρόσω χωρῆσαι: On Iliad 13.446: οὕτως Ἀρίσταρχος δή τι εΐσκομεν χωρὶς τοῦ ς ⁑ On Iliad 13.448: γράφεται καὶ ἐναντίος On Iliad 13.449: Ἀρίσταρχος χωρὶς τοῦ ς ἴδη ⁑ On Iliad 13.456: Ἀρίσταρχος , ἤ τινα αλλοι δὲ εἴ τινα ⁑ Interior scholia On Iliad 13.447: οὑτ οὑτῶς δια τοῦ ο Αρισταρχος Ζηνοδοτος δια τοῦ α ⁑ Exterior scholia On Iliad 13.435: Ποσειδάων Venetus A (Marciana 454 = 822), folio 173, recto Iliad 10.458-10.482 10.458 τοῦ δ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο: 10.459 καὶ λυκέην: καὶ τόξα παλίντονα. καὶ δόρυ μακρόν: 10.460 καὶ τά γ' Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς 10.461 ὑψόσ' ἀνέσχεθε χειρὶ. καὶ εὐχόμενος. ἔπος ηύδᾱ: 10.462 χαῖρε θεὰ τοῖσδεσσι: σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ 10.463 πάντων ἀθανάτων ἐπιβωσόμεθ': ἀλλὰ καὶ αὖτις 10.464 πέ´μψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς: 10.465 ὡς ὰρ' ἐφώνησεν: καὶ ἀπο ἕθεν ὑψόσ' ἀείρας. 10.466 θῆκεν ἀνὰ μυρίκην. δέελον δ' ἐπι σήμα τ' ἔθηκε 10.467 συμμάρψας δόνακας: μυρίκης τ' ἐριθηλέας ὄζους. 10.468 μὴ λάθοι αὖτις ἰ̈όντε θοὴν διὰ νύκτα μέλαιναν: 10.469 τὼ δὲ βάτην προτέρω διά τ' έντεα καὶ μέλαν αἷμα: 10.470 αῖψα δ' ἐπι Θρῃκῶν ἀνδρῶν τέλος ΐξον ἰ̈όντες: 10.471 οἱ δ' εὗδον, καμάτῳ ἁδηκότες: έντεα δέ σφιν 10.472 καλὰ παρ' αὐτοῖσι χθονὶ κέκλιτο. εὖ κατὰ κόσμον. 10.473 τριστοιχεί: παρὰ δέ σφιν ἑκάστῳ: δίζυγες ἵπποι: 10.474 Ῥῆσος δ' ἐν μέσῳ εὗδε: πὰρ' αὐτῷ δ' ὠκέες ἵπποι: 10.475 ἐξ επιδιφριάδος πυμάτης ϊμᾶσι δέδεντο: 10.476 τὸν δ' Ὀδυσεὺς προπάροιθεν ἰ̈δὼν. Διομήδει δεῖξεν: 10.477 οὗτός τοι Διόμηδες ἀνήρ. οὗτοι δέ τοι ἵ̈πποι. 10.478 οὓς, νῶϊν. πίφραυσκε Δόλων : ὃν ἐπέφνομεν ἡμεῖς: 10.479 ἀλλ' άγε δὴ πρόφερε κρατερὸν μένος: οὐδέ τι σε χρὴ 10.480 ἑστάμεναι μέλεον σὺν τεύχεσιν: ἀλλὰ λύ' ἵ̈ππους: 10.481 ἠὲ σύ γ' ἄνδρας ἔναιρε. μελήσουσιν δ' εμοὶ ἵπποι: 10.482 ὡς φάτο : τῷ δ' ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη : Scholia to Iliad 10.458-10.482 Main scholia On Iliad 13.459: βῆναι: ἐπ Αἰνείαν : Τροίας λούσης, Αἰνείας Ἀγχίσην αραλαβὼν τὸν πατέρα φυγεν: ναυαγίω δὲ περιπεσὼν ερὶ τὸν Ἄθω νῄει σὺν τῷ πατρί: καὶ Ἀγχίσης ὲν πρὸς τῷ καλαύρῳ ὄρει πλησίον Ἀνθέμου οταμοῦ τελευτᾷ, θάψας δὲ αὐτὸν Αἰνείας , ὅπου καὶ νῦν τάφος ἐστίν Ἀγχίσου εγόμενος ἐν πυάνη κὰτα βούλησιν τῆς μητρὸς Ἀφροδίτης όλιν ἔκτισε τὴν ἁπ αὐτοῦ Αἰνειάδα ροσαγορευθεῖσαν: τελευτήσαντος δὲ τούτου ὁ εξ αυτῆς γενόμενος παῖς λάθρα ἐπὶ τὴν πατρώαν ἀρχὴν παραγενόμενος καὶ πόλιν ἀναστήσας παραλαβὼν δὲ τὸν στρατὸν μετῴκησεν εἰς Ἰ+ταλίαν αὶ κτίζει πόλιν Ῥώμην ⁑ On Iliad 13.461: οὕνεκ' ὰρ εσθλὸν, ἐόντα μετ ἀνδράσιν τὸ μετ ανδράσι ύναται ἑκατέρωσε συντάττεσθαι ἀδιάφορον γαρ⁑ On Iliad 13.470: : τηλύγετον ὡς, τηλύγετος. ὁ τηλοῦ τῆς ἡλικίας γεγονὼς τοῖς γονεῦσι μεθ ὃν οὐκ άν τις γένοιτο οἱ τοιοῦτοι δὲ ἄνανδροι ὡς ἐπίπαν γίνονται δια τὸ πλείονος τρυφῆς ἀξιοῦσθαι ὑπο τῶν γονέων. On Iliad 13.471: ἀλλ ἔμεν, ὅτι ἀντιδιέσταλται τῷ φόβῳ τὸ ἔμεναι ἐξ οῦ σαφὲς ὅτι ὁ φόβος τὴν φυγὴν σημαίνει⁑ On Iliad 13.473: οἰοπώλῳ, ἤτοι ἐν ᾧ ὄϊες ἀναστρέφεσθαι: ἠ ἑν ὧ, οῖος τὶς καὶ μόνος πωλεῖται ἐξ οῦ δηλοῖ τῷ ἐρήμῳ⁑ On Iliad 13.474: ὀφθαλμὼ ' ἀρα οἱ ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται ἀντὶ τοῦ ὑπο πυρὸς λάμπουσιν ⁑ On Iliad 13.476: ὡς μένεν Ἰδομενευς ουρικλυτός οὐδ' ὑπεχώρει⁑ δια μέσου τὸ οὐδ' ὑπεχώρει, ἡ πτῶσις ἤλλακται ἀντι τοῦ Αἰνείου πιόντος⁑ Interlinear scholia On Iliad 13.460@ἐπεμήνιε: ωργίζετο On Iliad 13.473@οἰοπόλῳ: ἐρήμω On Iliad 13.475@ἀλεξασθαι: διωξαι⁑ On Iliad 13.481@καί μ' οἱ: καί μοι Intermarginal scholia On Iliad 13.465: oὕτως σχεδὸν ἅπασαι: ἐπαμύνωμεν ⁑ Interior scholia On Iliad 13.460: Ἀρισταρχος τῳ ἐπὶ θυμῷ On Iliad 13.465: ὁτι αντι τοῦ ἐπαμύνωμεν : On Iliad 13.470: ὁτι σαφῶς φόβος αντι φυγῆ Exterior scholia On Iliad 13.477: βοῇ θοόν: Venetus A (Marciana 454 = 822), folio 173, verso Iliad 10.483-10.507 10.483 κτεῖνε δ' ἐπιστροφάδην: τῶν δὲ στόνος ὄρνυτ' ἀεικὴς 10.484 ἄορι θεινομένων. ἐρυθαίνετο δ' αἵματι γαῖα: 10.485 ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν, 10.486 αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ: 10.487 ὡς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς 10.488 ὄφρα δυώδεκ' ἔπεφνεν: ἀτὰρ πολύμητις Ὀδυσσεὺς 10.489 ὅν τινα Τυδείδης ἄορι πλήξειε παραστὰς. 10.490 τὸν δ' Ὀδυσεὺς μετόπισθε. λαβὼν ποδὸς. ἐξερύσασκε. 10.491 τὰ φρονέων κατὰ θυμὸν. ὅπως καλλίτριχες ἵ̈πποι 10.492 ῥεῖα διέλθοιεν: μὴδὲ τρομεοίατο θυμῷ 10.493 νεκροῖς ἀμβαίνοντες. ἀήθεσσον γὰρ ἔτ' αὐτῶν: 10.494 ἂλλ' ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱὸς: 10.495 τὸν τρισκαιδέκατον: μελιηδέα θυμὸν ἀπηύρα 10.496 ἀσθμαίνοντα. κακὸν γὰρ ὄναρ κεφαλῇφιν ἐπέστη 10.497 τὴν νύκτ' Οἰνείδᾱο πάϊς διὰ μῆτιν Ἀθήνης : 10.498 τόφρα δ' ὰρ ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵ̈ππους: 10.499 σὺν δ' ῄειρεν ϊμᾶσι: καὶ ἐξήλαυνεν ὁμίλου 10.500 τόξῳ ἐπιπλήσσων: ἐπεὶ οὐ μάστιγα φαεινὴν 10.501 ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι: 10.502 ῥοίζησεν δ' άρα, πιφραύσκων Διομήδεϊ δίῳ: 10.503 αὐτὰρ ὁ μερμήριξε μένων ὅ τι κύντατον έρδοι: 10.504 ἢ ὅ γε δίφρον ἑλὼν, ὅθι ποικίλα τεύχε' έκειτο: 10.505 ῥυμοῦ ἐξερύοι: ἦ ἐκφέροι ὑψόσ' ἀείρᾱς: 10.506 ἢ έτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο: 10.507 ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' Ἀθήνη Scholia to Iliad 10.483-10.507 Main scholia On Iliad 13.485: ‡τῷ δ' ἐπι θυμῷ οὕτως αἱ Ἀριστάρχου ιὰ τοῦ π ἐπι θυμῷ . καὶ πᾶσαι οὕτως εἶχον καὶ ἐν εἰ γὰρ ἐγὼν: οὕτω νέος εἴην τῷδ' ἐπὶ θυμῷ Ζηνοδοτος ὲ ὁμηλικίην ὺν τῷ ν γραφεν⁑ On Iliad 13.493: πιόμεν'. ἐκ βοτάνης: ὅτι ἐκ βοτανης στι μετὰ τὴν βόσκησιν ὡς λέγομεν ἐξ ἀρίστου παρέσομαι ἀντὶ τοῦ μετὰ τὸ ἄριστον⁑ On Iliad 13.496: οἱ δ' ἀμφ Αλκαθόω : πρὸς το αὐτοσχεδόν τι ὡς σχέδην καὶ συστάδην ἀγωνιούμενοι⁑ On Iliad 13.502: Αἰνείας ὲ πρῶτος: πρὸς τὸ σχῆμα ὅτι ἐλλείπει ἡ πρόθεσις καὶ πτῶσις ἤλλακται ἀντι τοῦ ὡς ἐπ Ιδομενῆα Ἀριστοφάνειος , πρόσθεν ἀκόντισε αὶ μήποτε βέλτιον πρότερος γὰρ ἂν εἶπεν⁑ On Iliad 13.507: ῥῆξε δὲ θώρηκος γύαλον: ὅτι οὐ κεχωρισμένος τοῦ θώρακος τόπος τὸ γύαλον ἀλλα καθόλου τὸ κύτος. καὶ γὰρ τὰ κεκοιλωμένα ἄντρα γῦια καλοῦσιν⁑ Intermarginal scholia On Iliad 13.485: Ἀρίσταρχος : τῷ δ' ἐπὶ θυμῶι On Iliad 13.499: οὕτως δια τοῦ ν ἔξοχον ἅπασαι ⁑ Interior scholia On Iliad 13.485: ἐπι τῇ παρούση μοι προθέσει : Exterior scholia On Iliad 13.485: θυμῶ Venetus A (Marciana 454 = 822), folio 174, recto Iliad 10.508-10.532 10.508 ἐγγύθεν ἱ̈σταμένη προσέφη Διομήδεα δῖον: 10.509 νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ 10.510 νῆας επι γλαφυρὰς, μὴ καὶ πεφοβημένος ἔλθῃς 10.511 μή που τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος: 10.512 ὡς φάθ', ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης: 10.513 καρπαλίμως δ' ἵππων ἐπεβήσετο: κόψε δ' Ὀδυσσεὺς . 10.514 τόξῳ. τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν . 10.515 οὐδ' ἀλαοσσκοπιὴν εἶχ' ἀργυρότοξος Ἀπόλλων 10.516 ὡς ἴ̈δ' Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν. 10.517 τῇ κοτέων, Τρώων κατεδύσετο πουλὺν ὅμιλον: 10.518 ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱ̈πποκόωντα : 10.519 Ῥήσου ἀνεψιὸν ἐσθλόν: ὁ δ' ἐξ ύπνου ἀνορούσας. 10.520 ὡς ἴ̈δε χῶρον ἐρῆμον. ὅθ' έστασαν ὠκέες ἵπποι. 10.521 ἄνδράς τ', ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν. 10.521 ἄνδράς τ', ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν. 10.523 Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς 10.524 θυνόντων ἄμυδις. θηεῦντο δὲ μέρμερα ἔργα: 10.525 ὅσσ' ἄνδρες ῥέξαντες, ἔβαν κοίλας ἐπὶ νῆας: 10.526 οἱ δ`' ὅτε δή ῥ' ΐκανον, ὅθι σκοπὸν Ἕκτορος ἔκταν. 10.527 ἔνθ'. Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος, ὠκέας ἵ̈ππους. 10.528 Τυδείδης δὲ χαμᾶζε θορὼν, ἔναρα βροτόεντα 10.529 ἐν χείρεσσ' Ὀδυσῆϊ τίθει: ἐπεβήσετο δ' ἵ̈ππων: 10.530 μάστιξεν δ' ἵ̈ππους, τὼ δ' οὐκ ἄκοντε πετέσθην: 10.532 Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε. φώνησέν τε: Scholia to Iliad 10.508-10.532 Main scholia On Iliad 13.510: ‡ ἐσπάσατ' οὐδά τ' ἔτ' ἀλλα δυνήσατο: οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα ἐν συναλιφῇ δὲ γενέσθαι: τἆλλα ς τὰ ἆθλα τἆθλα προείρηται δὲ περὶ τῆς τοιαύτης πᾶρ' αὐτῷ συναλιφῆς τε καὶ συντάξεως τῶν ἄρθρων. ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα ⁑ On Iliad 13.515: τρέσσαι δ' οὐκέτι ῥίμφα: ὅτι τρέσσαι φυγεῖν μετα δέους ἀλλ οὐ ψιλῶς φυγεῖν: τρεῖ μ' οὐκ έα Παλλὰς Ἀθήνη ⁑ On Iliad 13.521: οὐδ' ἄρα πώ τι πέπυστο: οὐδέποτε ἐμεμαθήκει ἐζήτηται δὲ πῶς θεὸς ὣν ὁ Ἄρης ὑκ ἤ δει περὶ τοῦ ὑιοῦ ητέον οὗν ὅτι παρατῷ ποιητῇ οἱ θεοὶ σωματικῶς λαμβανόμενοι: ἀνθρωποειδῶς ἐφίστανται ἀθανασία μόνη δι αφέροντες τῶν ανθρωπων οῖς δ' αὐτοῖς ἐρέχονται πάθεσιν⁑ On Iliad 13.521: βριήπυος: τὸ βριήπυος ὕτως ἐγένετο ῆπυς ς γῆρυς μελίγηρυς. ἔπειτα γενικῂ βριήπυος τις εἰς ευθέιαν μεμετέστη ὁ βριήπυος ὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας καὶ μάλιστα παρα τῷ ποιητῇ διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια ταῦτα, ὁ Ἡρωδιανὸς ἐν τῷ θ ῆς Καθόλου⁑ Interlinear scholia On Iliad 13.508@ἀγοστῷ: αγκῶνα On Iliad 13.514@ἀμύνετο: αντὶ ἡμυνετο On Iliad 13.521@βριήπυος: μεγαλοφώνως⁑ On Iliad 13.527@πήληκα: περι κεφαλαιαν Interior scholia On Iliad 13.513: αντι τῷ δόρατι Venetus A (Marciana 454 = 822), folio 174, verso Iliad 10.533-10.557 10.533 ὦ φίλοι: Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: 10.534 ψεύσομαι. ἢ έτυμόν ἐρέω, κέλεται δέ με θυμός: 10.535 ἵ̈ππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει: 10.536 αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης : 10.537 ὧδ' ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵ̈ππους: 10.538 ἂλλ' αἰνῶς δείδοικα κατα φρένα μή τι πάθωσιν 10.539 Ἀργείων οἱ ἄριστοι ὑπο Τρώων ὀρυμαγδοῦ: 10.540 οὔ πω πᾶν εἴρητο ἔπος. ὅτ' ἂρ ἤλυθον αὐτοί: 10.541 καί ῥ' οἱ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες 10.542 δεξιῇ ἠσπάζοντο: ἔπεσσί τε μειλιχίοισι: 10.543 πρῶτος δ' ἐξερέεινε Γερήνιος ἱ̈ππότα Νέστωρ : 10.544 εἰπ' άγε μ' ὦ πολύαιν' Ὀδυσεῦ . μέγα κῦδος Ἀχαιῶν . 10.545 ὅππως τοῦσδ' ἵ̈ππους λάβετον. καταδύντες ὅμιλον 10.546 Τρώων . ἤ τίς σφωε, πόρεν θεὸς ἀντιβολήσας: 10.547 αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο: 10.548 αἰεὶ μὲν Τρώεσσ' ἐπιμίσγομαι, οὐδε τί φημὶ 10.549 μιμνάζειν παρα νηυσὶ. γέρων περ ἐὼν πολεμιστὴς. 10.550 ἂλλ' οὔ πω τοίους ἵππους ἴ̈δον οὐδ' ἐνόησα: 10.551 ἀλλά τιν' ὔμμ' ὀίω δόμεναι θεὸν ἀντιάσαντα: 10.552 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ, νεφεληγερέτα Ζεὺς . 10.553 κούρη τ' αἰγιόχοιο Διὸς , γλαυκῶπις Ἀθήνη : 10.554 τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς : 10.555 ὦ Νέστορ , Νηληάδη μέγα κῦδος Ἀχαιῶν. 10.556 ῥεῖα θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε 10.557 ἵ̈ππους δωρήσαιτ'. ἐπεὶ ῆ πολὺ φέρτεροί εἰσιν: Scholia to Iliad 10.533-10.557 Main scholia On Iliad 13.542: ‡ ἐπι οἷ τετραμμένον τὴν οἷ ὀρθοτονητέον μεταλαμβάνεται γὰρ εἰς σύνθετον⁑ On Iliad 13.543: ἐπι δ' ἀσπὶς ἑαφθη, Ἀρίσταρχος δασύνει ἀπο τοῦ ἕπεσθαι: φησὶ γὰρ ὅτι ἐπικολούθησεν αὐτῷ καὶ δῆλονότιπαρα τὸ ἕπω ἥφθη εἵφθη φειλεν εἶναι ὁ αόριστος καὶ κατα διαίρεσιν ἐγίνετο ἑάφθη ς τὸ ἤγη ἑάγη ήλη ἑάλη . ήλω ἑάλω ῆς δασείας ἐπι τὴν ἀρχὴν χωρούσης ὡς ἔθος: ταῦτα ὁ Τρυφων ἀπεφαίνετοὑπερ τοῦ Ἀριστάρχου πιθανῶς πάνυ: ἡμεῖς δ' ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸςἐπιστῆσαι προς τὸ πρῶτον ἡ εῖ δίφθογγος ἐν τοῖς παρῳχημένοις ἄρχουσα εἰ διαιροῖτο εἰςδύο εε ιαιρεῖται ῆρτο ἔερτο : ἀτὰρ ἠλέκτροισιν ἔερτο εἴργνυ ἐέργνυ κατὰ συφεοῖσιν ἐέργνυ : οὐκ ἄρα ἐκ τοῦ εἵφθη γένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπο τοῦ η ρχεσθαι τὸ ἥφθη πεὶ ἀδιαφόρως τὰ ἀπο τοῦ ε ρχόμενα ῥήματα εἴωθε κλίνεσθαι καὶ δια τῆς ει ιφθόγγου κατ αρχὴν: καὶ δια τοῦ η πο γοῦν τοῦ ἑλκῶ περισπωμένου είλκεον ήσας τὸν παρατατικὸν δια τοῦ η ὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ Λητὼ γὰρ ἥλκησε Διὸς ἀλλού θέλει πάλιν ὸ η ὸ κατ αρχὴν τῶν παρῳχημένων εἰς ε αὶ ἄμφα διαλύεσθαι ὁπότε ὁ ἐνεστὼς άρχει ἀπο τοῦ ε , ἀπο μέντοι τοῦ α αὶ η , ἃ ὡς δῆλον εκ τῶν τοιούτων ήλη εάλη : άλω γὰρ τὸ θέωμα προδηλον κακ τῆς ἀλης μετοχῆς: ἐάγη , πῶς οὖν παρα τὸ ἔπω καὶ ἥφθη ὸ ἑάφθη ύναται διαιρεῖσθαι, διὸ ὁ Τυραννίων κδέχεται ἀπο τοῦ ἅπτω ῦ γίνεται ἀόριστος φησίν ἥφθη αὶ ποιητικῶς ἅφθη ροσόδῳ δὲ τοῦ ε ἑάφθη τι δὲ τὸ προσερχόμενον ε αῖς δασυνομέναις λέξεσι μεταληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κακ τοῦ ἔερσα ἕεδν ἑήνδανε ἑώρων . οὕτως οῦν καὶ τὸ ἑάφθη χει σημαίνει δὲ τὸ οιον εὶ υν ήφθη ὐτῷ ταῦτα μὲν ὁ Τυραννίων : εἰ δὲ ηβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνῆρ οὐδὲν ῆν τὸ κωλύον⁑ On Iliad 13.521: τὴν ἀπο πᾶσαν ἔκερσεν: ὄτι πάσαν ἀντι τοῦ όλην καὶ ὅτι επι τὴν πληγὴν πεπτωκεν δια τὸ παραλελυσθαι τὴν νοτίεα φλέβα καὶ μηκετί εῖναι τὸ ἀντέχον νεῦρον⁑ On Iliad 13.66: ἔπω αοριστος είφθη ἠήφθη εαφθη ὡς ήλω εαλω ⁑ On Iliad 13.66: ἄπτω ήφθη αοριστος άφθη συστολή εάφθη πλεονασμός τοῦ ε Intermarginal scholia On Iliad 13.540: οὕτως Άρίσταρχος χωρὶς τοῦ ϊ ένιοι δὲ Αἰνείας δ' Ἀφαρεῖα ⁑ On Iliad 13.546: Ζηνόδοτος δια δε φλέβα ⁑ On Iliad 13.551: Ζηνόδοτος καὶ Αριστοφάνης δια τοῦ α παρασταδόν ⁑ On Iliad 13.557: ὅτι πτῶσις ἤλλακται δοτικος αντι γενικης οὐδε αὐτοῦ τὸ έγχος ⁑ Interior scholia On Iliad 13.542: ἐκάμφθη ἢ επι κολουθησε On Iliad 13.546: ὁτι αντι πολιν Exterior scholia On Iliad 13.541: Αἰνειας On Iliad 13.551: Ποσειδάων Venetus A (Marciana 454 = 822), folio 175, recto Iliad 13.558-13.584 13.558 σειόμενον ἐλέλικτο. τιτύσκετο δὲ φρεσὶν, ᾗσιν: 13.559 ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι: 13.560 ἀλλ' οὐ λῆθ' Ἀδάμαντα τιτυσκόμενος καθ' ὅμιλον 13.561 Ἀσιάδην , ὅς, οἱ, οῦτα μέσον σάκος ὀξέϊ χαλκῷ 13.562 ἐγγύθεν ὁρμηθείς: ἀμενήνωσεν δέ οἱ αἰχμὴν 13.563 κυανοχαῖτα Ποσιδάων : βιότοιο μεγήρας: 13.564 καὶ τὸ μὲν αὐτοῦ μεῖν' ὥς τε σκῶλος πυρίκαυτος 13.565 ἐν σάκει Ἀντιλόχοιο , τὸ δ' ήμισυ κεῖτ' ἐπι γαίης: 13.566 ὰψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο, κῆρ' ἀλεείνων: 13.567 Μηριόνης δ' ἀπιόντα μετασπόμενος βάλε δουρὶ 13.568 αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ. ἔνθα μάλιστα 13.569 γίγνετ' Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν: 13.570 ἔνθά οἱ. ἔγχος ἔπηξεν: ὁ δ' ἑσπόμενος περὶ δουρὶ 13.571 ἤσπαιρ'. ὡς ὅτε βοῦς. τόν τ' ούρεσι βουκόλοι ἄνδρες. 13.572 ϊλλά̆σιν οὐκ εθέλοντα βίῃ δήσαντες ἄγουσιν: 13.573 ὡς ὃ, τυπεὶς. ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν. 13.574 ὄφρά οἱ, ἐκ χροὸς ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθὼν 13.575 ἥρως Μηριόνης . τὸν δὲ σκότος ὄσσε κάλυψε: 13.576 Δηΐπυρον δ' Ἕλενος ξίφεϊ σχεδὸν ήλασε κόρσην 13.577 Θρηϊκίῳ , μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν: 13.578 ἡ μὲν ἀποπλαγχθεῖσα: χαμαὶ πέσε. καί τις Ἀχαιῶν 13.579 μαρναμένων. μετα ποσσὶ κυλινδομένην ἐκόμισσε 13.580 τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. 13.581 Ἀτρείδην δ' ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον : 13.582 βῆ δ' ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι. 13.583 ὀξὺ δόρυ κραδάων. ὁ δὲ τόξου πῆχυν ἀνεῖλκε. 13.584 τὼ δ' ὰρ ὁμαρτήτην. ὁ μὲν ἔγχεϊ ὀξυόεντι Scholia to Iliad 13.558-13.584 Main scholia On Iliad 13.564: ὥστε σκῶλος πυρίκαυτος σκῶλον τὸν σκόλοπα: οἱ γὰρ ἀγροίκοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον ὅπως πηληθὲν εἴη στερεώτερον χρῶνται δὲ αὐτὸ ἀντι αἰχμῆς: ἐπεὶ οὖν καὶ τὸ δόρυ οὐ σφόδρα τὴν δύναμιν ἐνεργὸν εἶχε ἔμεινε φησὶν επι τοσοῦτον διελθὸν ὅσον καὶ σκῶλος περονῆσαι δύναται⁑ On Iliad 13.577: θρηϊκίω μεγάλωι μόνοις γὰρ ἐν βαρβάροις οἱ θρᾶικες μεγίστοις ξίφεσι χρῶνται. ἠ οὖν ἀπὸ τοῦ ἐπικουρικοῦ τῶν θραικῶν εἴχεν λαβὼν: ἢ μετεπέμψατο ὡς καλλιστεῦον: οἱ δε τῇ καλουμένη ῥομφαίαι⁑ On Iliad 13.583: τόξου πῆχυν οἱ μὲν κατὰ Δοριὲας τὴν νευράν, οἱ δὲ τὸ κέρας οἱ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν⁑ On Iliad 13.584: τὼ δ' άρ' ὁμαρτήτην ὅτι ἐπι τοῦ Ἐλένου ὕστερον εἰπῶν ἀπ αυτοῦ ἤρξατο εἰπὼν Πριαμίδης μὲν ἔπειτα, προς τὸ δεύτερον⁑ Interlinear scholia On Iliad 13.561@χαλκῷ: δουρι On Iliad 13.569@ἀλεγεινὸς: νὺν καίριοσ On Iliad 13.584@ὁμαρτήτην: ομου συνήλθον Intermarginal scholia On Iliad 13.563: ὅτι ἀντὶ τοῦ κυανοχαίτης ⁑ On Iliad 13.564: ὅτι ἅπαξ ὁ σκῶλος On Iliad 13.567: ἐν αλλῳ ὁ δὲ σχόμενος On Iliad 13.575: ὅτι πτῶσις ἤλλακται αντι τοῦ δε σκότος ὄσσε ⁑ On Iliad 13.584: Ἀρισταρχος ὁμαρτηδην ὡς τμήδην ⁑ Interior scholia On Iliad 13.564: ἀκάνθης εἰδος ἡ σκῶλος ἢ πυρωθεῖσα εὔτονος γίνεται⁑ On Iliad 13.569: ὁ πόλεμος κυρίως δι ὸν ἡ τρῶσις. Exterior scholia On Iliad 13.563: Ποσειδάων On Iliad 13.584: ὁμαρτητην Venetus A (Marciana 454 = 822), folio 175, verso Iliad 13.585-13.611 13.585 ΐετ' ἀκοντίσσαι. ὁ δ' ἀπο νευρῆφιν ὀϊστῷ: 13.586 Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ϊῷ 13.587 θώρηκος γύαλον: ἀπο δ' ἔπτατο πικρὸς ὀϊστός: 13.588 ὡς δ' ὅτ' ἀπο πλατέος πτυόφιν μεγάλην κατ' ἀλωιὴν 13.589 θρῴσκωσιν κύαμοι μελανόχροες. ἢ ἐρέβινθοι 13.590 πνοιῇ ὑπο λιγυρῇ. καὶ λικμητῆρος ἐρωῇ. 13.591 ὡς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο 13.592 πολλὸν ἀποπλαγχθεὶς. ἑκὰς, ἔπτατο πικρὸς ὀϊστός: 13.593 Ἀτρείδης δ' ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος 13.594 τὴν βάλεν. ᾗ ρ' ἔχε τόξον ἐΰξοον: ἐν δ' ἄρα τόξῳ 13.595 ἀντικρὺ δια χειρὸς ἐλήλατο χάλκεον ἔγχος: 13.596 ὰψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων. 13.597 χεῖρα παρακρεμάσας: τὸ δ' ἐφέλκετο μείλινον ἔγχος: 13.598 καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ . 13.599 αὐτὴν δὲ ξυνέδησεν, ἐϋστρόφῳ οἰὸς ἀώτῳ 13.600 σφενδόνῃ, ἣν, ἄρα, οἱ θεράπων ἔχε ποιμένι λαῶν. 13.601 Πείσανδρος δ' ϊθὺς Μενελάου κυδαλίμοιο. 13.602 ἤϊε. τὸν δ' ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ. 13.603 σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι: 13.604 οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες. 13.605 Ἀτρείδης μὲν άμαρτε. παραὶ δέ οἱ, ἐτράπετ' ἔγχος: 13.606 Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο 13.607 ούτασεν: οὐδὲ δια πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι. 13.608 ἔσχεθε γὰρ σάκος εὐρὺ, κατεκλάσθη δ' ἐνὶ καυλῷ 13.609 ἔγχος. ὁ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην: 13.610 Ἀτρείδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον. 13.611 ᾶλτ' ἐπὶ Πεισάνδρῳ : ὃ δ`' ὑπ' ἀσπίδος εἴλετο καλὴν Scholia to Iliad 13.585-13.611 Main scholia On Iliad 13.586: πριαμίδης μὲν ἔπειτα κατα στῆθος ὅτι τὸ ἔπειτα ἐστιν μετα ταῦτα πρὸς τὸ Φοίνιξ ὲν πρώτιστα αὐτὰρ ἔπειτ᾽ Αἴας ε μέγας. οὐκ έστιν νῦν ἀντι τοῦ μετα ταῦτα, ἀλλ᾽ἀντι τοῦ δή: ἅμαρ γὰρ ἔπεμψεν οἱ μεν τὸν ἰστὸν οἱ ὴ τὸ δόρυ⁑ On Iliad 13.588: πτυόφιν πτύου πτύον δέ εστιν ἐν ᾡ τὰ ἡλωμένα γενήματα ἀναβαλλουσι χωρίζοντες τοῦ ἀχύρου: ὁ δὲ τύπος παράγωος. τῇ φι αραγωγῆι ὁ ποιητης Ομηρος κατα τριῶν κέχρηται πτώσεων ἐπι γενικῆς δοτικης αἰτιαικης. ἡ επι δεξιοφιν ἐστι γαρ ἡ επὶ τα δεξιά ἠ επ ευθείας, ἡσίοδος ὁδὸς δ᾽ετέρηφι , παρελθεῖν ἔστι γὰρ ἑτέρα, ἐπι δὲ κλιτικης ἀλκμὰν μελοποιὸς οὕτως μῶσα διὸς θύγατερ ωρανίαφι λίγ᾽ἀείσομαι στι γὰρ ουρανια⁑ On Iliad 13.588: πτυοφιν τινὲς τα μὲν σίδηρα πτύα: τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα οἷς καὶ τὴν γῆν μεταβάλλουσι θρίνακας φασὶ. παρα δὲ ἀττικοῖς τέα⁑ On Iliad 13.589: κύαμοι περιφερεῖς γὰρ ὄντες ῥᾶον τῶν πυλλῶν ἀφάλλονται⁑ On Iliad 13.594: τὴν βάλεν ρ᾽ἔχε: οὕτως ᾗ ρ᾽ἔχε τόξον μετα τοῦ ϊ αἱ ἀριστάρχου ἔστι γὰρ καθ ὅμερος κατεῖχεν ὡς ἐπι τοῦ ᾔ ρ᾽ΐδε γυμνωθέντα τινὲς δὲ ἄνευ τοῦ ϊ γράφοντες εφ όλης τῆς χειρος δέχοντης τὸ λεγόμενον τὴν κατέχουσαν τὸ τόξον χείρα⁑ On Iliad 13.610: ‡ Ἀτρείδης δὲ ἐρυσσαμενος ὅτι Ζηνόδοτος γράφει χείρεσσι μάχαιραν ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παρα ξιφίδα μάχαιραν καλεῖ τὸ δὲ πολεμιστηριον ξίφος Interlinear scholia On Iliad 13.587@ἔπτατο: απεκρούετο Intermarginal scholia On Iliad 13.594: οὕτως Αριστάρχος ῄ ρ' ἔχε καθ' ὃ μέρος κατεῖχε ⁑ On Iliad 13.599: Αριστάρχος ἐϋστρεφεῖ ὡς ἀπὸ τῆς εὐσρεφές ⁑ On Iliad 13.608: γράφεται ⁑ Interior scholia On Iliad 13.600: ἔφερε τῷ αγήνορι ⁑ On Iliad 13.: Ζηνόδοτος μέγα δ' ἠλπε το νικην ⁑ Venetus A (Marciana 454 = 822), folio 176, recto Iliad 13.612-13.636 13.612 ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφι πελέκκῳ 13.613 μακρῷ. ἐϋξέστῳ. ἅμα δ' ἀλλήλων ἐφίκοντο: 13.614 ἤτοι ὀ μὲν κόρυθος φάλον ήλασεν ἱπποδασείης 13.615 ἄκρον. ὑπὸ λόφον αὐτὸν. ὀ δὲ προσιόντα: μέτωπον. 13.616 ῥῑνὸς ὑπερ πυμάτης: λάκε δ' ὀστέα. τὼ δέ οἱ ὄσσε. 13.617 παρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν: 13.618 ϊδνώθη δὲ πεσών, ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων. 13.619 τεύχεά τ' ἐξενάριξε. καὶ εὐχόμενος. ἔπος ηύδᾱ: 13.620 λέιψετέ θην, οὕτω γε, νέας Δαναῶν ταχυπώλων 13.621 Τρῶες ὑπερφίαλοι. δεινῆς ἀκόρητοι ἀῡτῆς: 13.622 ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς 13.623 ἣν, ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ. 13.624 Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδδείσατε μῆνιν. 13.625 ξεινίου. ὅς τέ ποτ' ὔμμι διαφθέρσει πόλιν αἰπήν: 13.626 οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ 13.627 μὰψ, οίχεσθ' ἀνάγοντες, ἐπεὶ φιλέεσθέ περ ' αὐτῇ: 13.628 νῦν αὖτ' ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι 13.629 πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ' ἥρωας Ἀχαιούς : 13.630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος : 13.631 Ζεῦ πάτερ, ῆ τέ σε φασὶ περὶ φρένας ἔμμεναι ἄλλων 13.632 ἀνδρῶν ἠδὲ θεῶν, σέο δ' ἐκ τάδε πάντα πέλονται: 13.633 οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι 13.634 Τρωσίν , τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται 13.635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο: 13.636 πάντων μὲν κόρος ἐστὶ. καὶ ὕπνου: καὶ φιλότητος. Scholia to Iliad 13.612-13.636 Main scholia On Iliad 13.617: χαμαὶ πέσον οὕτως πέσον αἱ Ἀριστάρχου ια τοῦ ο ς ἐκεῖ ὡς τῶν ἐκ χειρῶν βέλεα ῥεόν ⁑ On Iliad 13.622: ἄλλης μὲν λώβης τε τοῖς εἰς εμε ὑμῖν πεπραγμένοις ἄλλῳ μεν οὐδὲν ἐνδεῖ τῶν αἰσχρῶν ⁑ On Iliad 13.623: ἣν ἐμε λωβήσασθε ὅτι προς τὴν λώβην μόνην ἁπαντήσας ἐπήνεγκεν ἣν ἐμὲ λωβήσασθε ⁑ On Iliad 13.623: ἡ μὲν συνήθεια πάλιν συνάπτει ἕως τοῦ κῦνες . δύναται δὲ καθ εαυτὸ λέγεσθαι μόνον τὸ κὰκαὶ κυνες . καὶ μᾶλλον γε τὸν σχετλιασμον ἐμφαίνει On Iliad 13.624: ξεινίου ὅς τε ποτ' ὕμμι διαφθερσει πολιν αιπην: On Iliad 13.626: οι μευ κουριδίην ὅτι προς τὴν κουριδίαν ὡς ἐκ παρθενίας αὐτην εσχεν ὁ Μενέλαος καὶ οὐκ οἰδεν τὰ περι τῆς Θησεως ἀρπαγῆς⁑ On Iliad 13.627: μὰψ οἴχεσθ' ἀνάγοντες ἡ διπλῆ ὅτι Ζηνόδοτος ράφει μὰψ οἴχεσθον ἄγοντες αὶ τὸ δυϊκὸν συγκεῖται ἐπι πολλῶν τασσόμενον καὶ ἡγνώηκεν ὅτι ἀναγογην καλεῖ τὸν ἐκ Πελοποννήσου εις Τροίαν πλοῦν ⁑ On Iliad 13.627: φιλέεσθέ περ αὐτῇ διχῶς αἱ Ἀριστάρχου αὶ δια τοῦ ε ⁑ On Iliad 13.629: πῦρ ὀλοὸν βαλέειν κτεῖναι δ' ἥρωας Αχαιούς τι σαφῶς πάντας τοὺς Ἕλληνας ρωας καλεῖ πρὸς Ἴστρον εγόντα μόνους τὸυς βασιλεῖς ἥρωας λέγεσθαι ὑφ Ὁμήρου ⁑ Intermarginal scholia On Iliad 13.613: ουτωσ Αρισταρχος αλλοι δὲ αφικεσθον, Αριστοφανης δὲ αφικεσθην.⁑ On Iliad 13.623: λειπει ἐχούσης τὸ πληρες ευβ On Iliad 13.626: ἐν αλλῳ και κτήμαθ' ἄμ' αὐτῇ.⁑ Interior scholia On Iliad 13.617: οὕτως δια τοῦ σ ὁ πέσον ⁑ On Iliad 13.622: τοῦτο : ἀπ άλλης ἀρχῆς ἀναγνωστεον λειπει γὰρ τὸ εἴστέ ἢ τὸ εσμέν Venetus A (Marciana 454 = 822), folio 176, verso Iliad 13.637-13.661 13.637 μολπῆς τε γλυκερῆς. καὶ ἀμύμονος ὀρχηθμοῖο: 13.638 τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναι 13.639 ἢ πολέμου, Τρῶες δὲ μάχης ἀκόρητοι έασιν: 13.640 ὣς εἰπὼν. τὰ μὲν έντε' ἀπο χροὸς αἱματόεντα 13.641 συλήσᾱς. ἑτάροισι δίδου Μενέλαος ἀμύμων. 13.642 αὐτὸς δ' αὖτ' ἐξ αῦτις ἰ̈ὼν προμάχοισιν ἐμίχθη: 13.643 ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος 13.644 Ἁρπαλίων . ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίζων 13.645 ἐς τροίην. οὐδ' αὖτις ἀφίκετο πατρίδα γαῖαν: 13.646 ὅς. ῥα τότ' Ἀτρείδαο μέσον σάκος ούτασε δουρὶ 13.647 ἐγγύθεν. οὐδὲ δια πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι: 13.648 ὰψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο: κῆρ' ἀλεείνων. 13.649 πάντοσε παπταίνων. μή τις χρόα χαλκῷ ἐπαύρῃ: 13.650 Μηριόνης δ' ἀπιόντος 'ΐει χαλκήρε' ὀϊστὸν. 13.651 καί ρ' ἔβαλε γλουτὸν κατα δεξιόν: αὐτὰρ ὀϊστὸς 13.652 ἀντικρὺ διὰ κύστην ὑπ ὀστέον ἐξεπέρησεν: 13.653 ἑζόμενος δὲ κατ' αὖθι. φίλων ἐν χερσὶν ἑταίρων 13.654 θυμὸν ἀποπνείων. ὥς τε σκώληξ ἐπι γαίῃ: 13.655 κεῖτο ταθείς: ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν: 13.656 τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο: 13.657 ἐς δίφρον ἀνέσαντες, ἄγον προτὶ ΐλιον ϊρὴν 13.658 ἀχνύμενοι. μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων. 13.659 ποινὴ δ' οὔ τις παιδὸς ἐγίνετο τεθνῃῶτος : 13.660 τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη: 13.661 ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι : Scholia to Iliad 13.637-13.661 Main scholia On Iliad 13.638-13.639: τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναι ἢ πολέμου, Τρῶες ὲ μάχης ακόρητοι εασιν: ὁ νοῦς πᾶς τις φησὶ τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου, οἱ δε τρῶες οὐχ οὕτως⁑ On Iliad 13.657: ἐς δίφρον δ᾽ ἀνέσσαντες. Ἀπολλώνιος ὁ ῥόδιος ἐν τῷ προς Ζηνόδοτον ἐς δίφρον ἀναθέντες⁑ On Iliad 13.658-13.659: ἀχνύμενοι μετὰ δέ σφι ποινὴ δ᾽ οὔ τις παιδὸς ἀθετοῦνται ἀμφότεφοι ὃτι πλανηθείς τις ἐκ τοῦ ὃ σρα πατρι φίλῳ ἓπετο ἔταξεν αὐτοὺς ἳνα καὶ ὁ πατὴρ τὸν υἱὸν ὀδύρηται: οὐ λὲγει δὲ νῦν ἓπετο᾽. ἀλλ᾽ ὃτε τὸ πρῶτον ἐκ τῆς πατριδος παρεγίνετο διὸ καὶ πρὸσκειται τὸ ἑς τροίην οὐδ᾽ αὐτις ἀφίκετο εἰ δὲ μένοιεν οἱ στίχοι οῦτοι νοητέον ὁμωνθμίαν εἶναι⁑ On Iliad 13.658: ζητεὶται πῶς ἀνωτέρῳ ἀνῃρημένος ὑπο Μενελάου Πυλαιμενης άδ νῦν δύνανται ἀκολουθεῖν τῷ παιδὶ καὶ κλαίειν. ἔστι δὲ λέγειν ὅτι δύο Πυλαιμένεις Παφλαγόνων γεμόνασ συνίστησιν ὁ ποιητὴς ὡς Αἴαντας ύο κήρυκας τὸν μὲν Ἀγαμέμνονος ὸν δὲ Ὀδυσσέος νιοι δὲ πιθανῶς μεταγράφουσι μετα δ ού σφι πατῆρ κίε δάκρυα λείβων⁑ On Iliad 13.659: ποὶνη δ' οὔ τις παιδὸσ ἐγίνετο τεθνηιῶτος ἐπεὶ ὁ Ἀλέξανδρος αλεπήνας, ὑπερ τοῦ ἀνηρημενου Εὐχήνορα τὸν Κορίνθιου ναιρεῖ⁑ Interlinear scholia On Iliad 13.659@ποινὴ: τὰ ὑποφόνια⁑ Intermarginal scholia On Iliad 13.643: πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτησιν⁑ On Iliad 13.649: ὅτι πτῶσις ἤλλακται χρόα ἀντὶ τοῦ χρῶτὸς⁑ On Iliad 13.653: βραχὺ διασταλέον προς το σαφές⁑ Interior scholia On Iliad 13.657: ὅτι θηλυκῶς τὴν ΐλιον ⁑ Exterior scholia On Iliad 13.651: κατα κύστιν Venetus A (Marciana 454 = 822), folio 177, recto Iliad 13.662-13.686 13.662 τοῦ ὅ γε χωόμενος, προΐει χαλκήρε' ὀϊστόν: 13.663 ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς. 13.664 ἀφνειός τ' ἀγαθός τε, Κορινθόθι οἰκία ναίων: 13.665 ὅς ῥ' εὖ εἰδὼς κῆρ' ὀλοὴν ἐπὶ νηὸς ἔβαινε. 13.666 πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος . 13.667 ‘νούσῳ ὑπ' ἀργαλέῃ φθῖσθαι, οἷς ἐν μεγάροισιν. 13.668 ἢ μετ' Ἀχαιῶν νηυσὶν, ὑπὸ Τρώεσσι δαμῆναι: 13.669 τῷ ῥ' άμα τ' ἀργαλέην θωῂν ἀλέεινεν Ἀχαιῶν . 13.670 νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοὡι ἄλγεα θυμῷ. 13.671 τὸν, βάλ' ὑπο γναθμοῖο καὶ ούατος. ῶκα δὲ θυμὸς 13.672 ῴχετ' ἀπο μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν: 13.673 ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο: 13.674 Ἕκτωρ δ' οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ῄδη 13.675 ὅττί ῥά οἱ, νηῶν ἐπ' ἀριστερὰ δηϊόωντο 13.676 λαοὶ ὑπ' Ἀργείων . τάχα δ' ἂν καὶ κῦδος Ἀχαιῶν 13.677 ἔπλετο. τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος 13.678 ώτρυν' Ἀργείους . πρὸς δὲ σθένει αὐτὸς άμυνεν: 13.679 ἀλλ' ἔχεν, ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο. 13.680 ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων: 13.681 ἔνθ' ἔσαν Αἴαντός τε, νέες καὶ Πρωτεσιλάου 13.682 θῖν' ἔφ' ἁλὸς πολιῆς εἰρυμέναι, αὐτὰρ ὕπερθε 13.683 τεῖχος ἐδέδμητο χθαμαλώτατον. ἔνθα μάλιστα 13.684 ζαχρηεῖς γίνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι: 13.685 ἔνθα δὲ Βοιωτοὶ καὶ Ïάονες ἑλκεχίτωνες. 13.686 Λοκροὶ . καὶ Φθίοι . καὶ φαιδιμόεντες Ἐπειοὶ . Scholia to Iliad 13.662-13.686 Main scholia On Iliad 13.663: ἦν δέ τις Εὐχήνωρ ολυΐδου άντιος ὑιὸς. ὁτι δισσὰς εἰμαρμένας, ὑποτίθεται τοῦ ὐχήνορος αθάπερ καὶ ἐπ' Αχιλλεως διχθαδίας κῆρας φερέμεν ⁑ On Iliad 13.674: Ἕκτωρ δ' ὀυκ επέπυστο διῒφίλος. βραχὺ διασταλτὲον Διῒ ίλος. Δια μέσου γαρ ἐστι τὸ οὐδε τι ᾔδῃ⁑ On Iliad 13.681: ἔνθ' ἔίσαν. Αἴαντός ε νέες ὃτι τοῦ Λοκροῦ έγει Αἴαντος ὗτος γὰρ πλησίον ἐνεώλκει τοῦ Πρωτεσιλάου ρος τὰ περὶ τοῦ ναυστάθμου⁑ On Iliad 13.683: τεῖχος ἐδέδμητο χθαμαλώτατον τεῖχος χθαμαλώτατον ἀντι τοῦ χθαμαλὸν ὡς ἀκρότατον δ' ἂρ' ὀϊστός . Ἤτοι δὲ δια τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπο Σαρπηδόνος . ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυ' ανδρίου ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό. διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν: On Iliad 13.664: ζαχρηεῖς λίαν ἐπιβαροῦντες παρα τὸ χραύειν⁑ On Iliad 13.685: άονες οἱ ἐν Πελοποννήσω Φθιῶται ἱ ὑπὸ Ἀχιλλεὶ , Φθίοι ἱ ὑπο Πρωτεσιλάωι αὶ Φιλοκτήτηι ⁑ Interlinear scholia On Iliad 13.678@σθέμει: τῇ οικεία δυνάμει On Iliad 13.679@ᾗ: αντὶ τοῦ όπου On Iliad 13.685@ϊάονες: αθηναῖοι⁑ Interior scholia On Iliad 13.669: νῦν τὴν μέμψιν Exterior scholia On Iliad 13.667: φθεῖσαι Venetus A (Marciana 454 = 822), folio 177, verso Iliad 13.687-13.711 13.687 σπουδῇ ἐπαΐσσοντα, νεῶν ἔχον. οὐδε δύναντο 13.688 ῶσαι ἀπο σφείων φλογὶ είκελον Ἕκτορα δῖον: 13.689 οἱ μὲν Ἀθηναίων προλελεγμένοι, ἐν δ' άρα τοῖσιν 13.690 ἦρχ' υἱὸς Πετεῶο Μενεσθεύς : οἳ δ' ἅμ' ἕποντο 13.691 Φείδας τε, Στιχίος τε, Βίας τ' ἐΰς: ἀυτὰρ Ἐπειῶν 13.692 Φῡλείδης τε Μέγης : Ἀμφίων τε, Δρακίος τε, 13.693 πρὸ Φθίων δὲ. Μέδων τε: μενεπτόλεμός τε Ποδάρκης . 13.694 ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο 13.695 ἔσκε Μέδων . Αἴαντος ἀδελφεὸς. αὐτὰρ ἔναιεν 13.696 ἐν Φυλάκῃ . γαίης ἀπὸ πατρίδος ἄνδρα κατακτὰς 13.697 γνωτὸν μητρυιῆς Ἐριώπιδος , ἣν ἔχ' Ὀϊλεύς : 13.698 αὐτὰρ ὁ Ἴ̈φίκλοιο πάϊς τοῦ Φυλακίδαο : 13.699 οἱ μὲν προ Φθίων μεγαθύμων θωρηχθέντες. 13.700 ναῦφιν ἀμυνόμενοι. μετὰ Βοιωτῶν ἐμάχοντο: 13.701 Αἴας δ' οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς 13.702 ἵστατ' ἀπ' Αἴαντος Τελαμωνίου οὐδ' ἠβαιόν, 13.703 ἂλλ' ὥς τ' ἐν νηῷ βόε οἴνοπε πηκτὸν ἄροτρον. 13.704 ἶ̈σον θυμὸν ἔχοντες, τιταίνετον. ἀμφι δ' άρα σφι 13.705 πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς, 13.706 τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς εέργει 13.707 ἱ̈εμένω κατα ῶλκα. τέμει δέ τε τέλσον ἀρούρης. 13.708 ὣς τὼ παρβεβαῶτε μάλ' ἔστασαν ἀλλήλοιϊν: 13.709 ἂλλ' ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ 13.710 λαοὶ ἕπονθ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο 13.711 ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ' ἵ̈κοιτο. Scholia to Iliad 13.687-13.711 Main scholia On Iliad 13.687: σπουδῇ ἐπαΐσσοντα ὅτι τὸ σπουδῇ ἀντι τοῦ μόγις αὶ δυσεργῶς ἀπο τῶν νεῶν αὐτὸν ἀπείργων⁑ On Iliad 13.692: Φυλείδες ε Μέγης ὅτι ἐν ἄλλοις οὐ νοῶν Ζηνόδοτος τι Μέγης Φυλέως στὶ, γράφει Φυλείδην ε Μέγην ε⁑ On Iliad 13.693: προ Φθίων ὲ έδων ε Φθίων ς Χίων αρυτόνως καὶ γὰρ Φθὶοι ς Χῖοι . Λοκροὶ αὶ Φθίοι ⁑ On Iliad 13.694: Ἤτοι ὁ μεν νόθος υἱὸς ὁτί σαφῶς Ὀϊλεὺς σὺν τῷ ο πρόκειται γὰρ ἄρθρον ὁ μὲν νόθος ὑιὸς προς Ζηνόδοτον γράφοντα: ἀλλ' οὐκ Ϊλιάδην ⁑ On Iliad 13.707: ϊεμένω κατα ῶλκα ὅτι ἀντι τοῦ ϊεμένους τὸ γὰρ ϊεμένω, ὀρθὴν καὶ αιτιατικὴν σημαίνει. καὶ ὅτι τέμει ἀντι τοῦ τέμνη τέμει δέ τε τέλσον ἀρούρης. τέλσον ὡς χέρσον γεγόνε δὲ κατα μεταβολὴν παρα τὸ τελος πλεονάσαντος τοῦ σ ⁑ Interlinear scholia On Iliad 13.703@νηῷ: ηρωτριασμενη γη On Iliad 13.703@οἴνοπε: μέλαιναι Intermarginal scholia On Iliad 13.692: οὕτως Μέγης έξω τοῦ τε οὐ γαρ εστί Φυλείδης On Iliad 13.702: Ζηνόδοτος χόζετ' απ' Αίαντο On Iliad 13.705: χωρὶς τοῦ ν ἀνεκηκίει καὶ δια τοῦ ΐ.⁑ Interior scholia On Iliad 13.697: ὅτι σὺν τῷ ο ὀΐλεύς : Venetus A (Marciana 454 = 822), folio 178, recto Iliad 13.712-13.736 13.712 οὐδ' ὰρ' Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο 13.713 οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ, 13.714 οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας. ἱπποδάσειας: 13.715 οὐδ' ἔχον ἀσπίδας εὐκύκλους: καὶ μείλινα δοῦρα: 13.716 ἀλλ' ἄρα τόξοισιν καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ 13.717 Ἴ̈λιον εἰς ἅμ' ἕποντο πεποιθότες. οἷσιν ἔπειτα 13.718 ταρφέα βάλλοντες, Τρώων ῥήγνυντο φάλαγγας: 13.719 δή ῥα τόθ', οἱ μὲν πρόσθε συν έντεσι δαιδαλέοισι 13.720 μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ. 13.721 οἱ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον: οὐδέ τι χάρμης 13.722 Τρῶες μιμνῄσκοντο, συνεκλόνεον γὰρ ὀϊστοί: 13.723 ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων 13.724 Τρῶες ἐχώρησαν προτὶ ΅Ιλιον ἠνεμόεσσαν, 13.725 εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: 13.726 Ἕκτορ . ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι: 13.727 οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα, 13.728 τούνεκα καὶ βουλῇ ἐθέλεις περιΐδμεναι ἄλλων. 13.729 ἂλλ' οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι: 13.730 ἄλλω μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, 13.731 ἄλλω δ' ὀρχηστὺν. ἑτέρῳ κίθαριν καὶ ἀοιδήν: 13.732 ἄλλῳ δ' ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεὺς 13.733 ἐσθλὸν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι: 13.734 καί τε πολεῖς ἐσάωσε, μάλιστα δέ κ'αὐτὸς ἀνέγνω: 13.735 αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα: 13.736 πάντη γάρ σε περὶ στέφανος πολέμοιο δέδηε. Scholia to Iliad 13.712-13.736 Main scholia On Iliad 13.712: οὐδ ὰρ Ὀϊλιάδῃ μεγαλήτορι ὅτι Ζηνόδοτος γράφει ἀλλ' οὐκ 'Ιλιάδῃ , ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὁϊλιάδης On Iliad 13.727: ‡ οὔνεκα τοι περὶ δῶκε. τὸ περι ἀντι τοῦ περισσῶς τὸ δε δῶκε προπερισπαστὲον On Iliad 13.734: καί τε πολεῖς ἐσαώσε, περισπαστέον τὸ πολεῖς ς ταχεῖς ὁμοίως τὸ πολεῖς ὄλεσαντ' αἰζηούς : τοῦτο δέ φημι ἐπεὶ τινὲς βούλονται ἕνεκα ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν οἷς μάχεται καὶ ἡ ὀρθογραφία ἠ κατ' ΐονας . ἡ διπλῆ δὲ ὅτι κατὰ συναλοιφὴν ἐκληπτέον ἵνα διαιρεῆται μάλιστα δὲ καὶ αὐτὸς⁑ On Iliad 13.736: πάντη γὰρ σε περὶ στέφανος, ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον ὠνόμακοεν διὰ τῶν γενομένων ἀυτῶν : οὔτε γὰρ ὁι τῆς Πηνελόπης μνηστῆρες , οὐθ' οἱ Φαίακες , οὔθ' ὁι ἐπὶ τῶν θυσιῶν ἐστέφοντο ἀλλ' ἴσως ἀπο τῆς κατὰ τὴν ἐμπλοκὴν στεφάνης δια τὸ κυκλοτερὲς εἴρηται⁑ Interlinear scholia On Iliad 13.726@παραρρητοῖσι: συμβούλοις Intermarginal scholia On Iliad 13.713: οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ν σφι, Ἀριστοφάνης δὲ σὺν τῷ ν On Iliad 13.724: ὅτι θηλυκῶς τὴν Ϊλιὸν ⁑ On Iliad 13.772: κατὰ κράτος Interior scholia On Iliad 13.725: ὅτι ἐλλειπει ἡ πρὸς προς ἔκτορα ⁑ On Iliad 13.727: τοῦτο ἀφ ετέρας ἀρχῆς ἀναγωστέον λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν⁑ Venetus A (Marciana 454 = 822), folio 178, verso Iliad 13.737-13.763 13.737 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατα`τεῖχος ἔβησαν. 13.738 οἱ μὲν ἀφεστᾶσιν συν τεύχεσιν, οἱ δὲ μάχονται 13.739 παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας. 13.740 ἂλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους: 13.741 ἔνθεν δ' ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν, 13.742 ἤ κεν ἐνι νήεσσι πολυκλήϊσι πέσωμεν 13.743 αἴ κ' ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἤ κεν ἔπειτα 13.744 παρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε 13.745 diple δείδω, μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ 13.746 χρεῖος. ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆ̄τος πολέμοιο 13.747 μίμνει. ὃν οὐκετί πάγχυ μάχης σχήσεσθαι ὀΐω. 13.748 ὡς φάτο Πουλυδάμας . ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων: 13.750 καί μιν φωνήσας. ἔπεα πτερόεντα προσηύδα: 13.751 Πουλυδάμα . σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους. 13.752 αὐτὰρ ἐγὼ κεῖσ' εἶμι. καὶ ἀντιόω πολέμοιο. 13.753 αῖψα δ' ἐλεύσομαι αὖτις. ἐπὴν εὖ τοῖς ἐπιτείλω: 13.754 ῆ ρα καὶ ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς. 13.755 κεκληγὼν, δια δὲ Τρώων πέτετ' ἠδ' ἐπικούρων: 13.756 οἱ δ' ἐς Πανθοίδην ἀγαπήνορα Πουλυδάμαντα 13.757 πάντες ἐπεσσεύοντ' ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν: 13.758 αὐτὰρ ὃ Δηΐφοβόν τε. βίην θ' Ἑλένοιο ἄνακτος. 13.759 Ἀσιάδην τ' Ἀδάμαντα . καὶ Ἄσιον Ὑρτάκου υἱὸν 13.760 φοίτα ἀνὰ προμάχους διζήμενος. εἴ που ἐφεύροι: 13.761 τοὺς δ' εὗρ', οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους: 13.762 ἂλλ' οἱ μεν δὴ νηυσὶν ἐπι πρύμνῃσιν Ἀχαιῶν , 13.763 χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. Scholia to Iliad 13.737-13.763 Main scholia On Iliad 13.745: δείδω μη το χθιζὸν ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ σταθμῷ ἁποκαταστήσωσι τοῦτέστι μὴ ὁ ἡμεῖς ἑλὰβομεν χθὲς νικῶντες σήμὲρ εἰσπράξωσιν⁑ On Iliad 13.745: ἄλλως μή πως τὴν χθεσίνὴν ἤτγαν ἀποδώσουσιν ἡμῖν, οὶ Ἕλληνες ὥσπερ, σταθμῷ δεδανεικόντες, μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων, σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια⁑ On Iliad 13.754: ῆ ρα καὶ ὠρμήθη ὄρεϊ νιφόεντι ὅτι νιφόεντα τὰ όρη καὶ ὄλυμπος : τοιγαροῦν όρος νιφόεις γὰρ λέγεται⁑ On Iliad 13.759: καὶ ἄσιον ὑρτάκου υἱὸν ὑρτάκου ὡς θυλάκου τὰ γὰρ εἰς κὸς λήγοντα τρίσυλλαβα τὴν πρώτην συλλαβὴν εἰς αμετάβολον καταλήγουσαν ἔχοντα προπαροξύνεται. λάμψακος ῥύνδακος ῥύνδακον ἀμφὶ βαθύσχοινον : οὕτως οὖν καὶ ὕρτακος ⁑ On Iliad 13.761: τοὺς δ' εῦρ' οὐκέτι πάμπαν ὅτι συλλητικῶς ἐπι τῶν τετρωμένων καὶ τῶν ἀπολωλότων: οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι οὐκ ἀνόλεθροι δὲ οἱ τετελευτηκότες⁑ Intermarginal scholia On Iliad 13.773: νῦν σοι ζώσεται αἰπὺς όλεθρος Interior scholia On Iliad 13.752: εἰς τὸ κατὰ πονούμενον μέρος. Venetus A (Marciana 454 = 822), folio 179, recto Iliad 13.764-13.788 13.764 οἱ δ' ἐν τείχει έσαν βεβλημένοι οὐτάμενοί τε 13.765 τὸν δὲ τάχ' εὗρε μάχης ἐπ' ἀριστερὰ δακρυοέσσης 13.766 δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο: 13.767 θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι: 13.768 ἀγχοῦ δ'ἱ̈στάμενος προσέφη αἰσχροῖς ἐπέεσσι: 13.769 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτά: 13.770 ποῦ τοι Δηΐφοβός τε βίη θ' Ἑλένοιο ἄνακτος: 13.771 Ἀσιάδης τ' Ἀδάμας ἠδ' Ἄσιος Ὑρτάκου υἱός, 13.772 ποῦ δέ τοι Ὀθρυονεύς : νῦν ὤλετο πᾶσα κατ' ἄκρης 13.773 Ἴ̈λιος αἰπεινὴ.. νῦν τοι σῶς αἰπὺς ὄλεθρος: 13.774 τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής: 13.775 Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, 13.776 ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο 13.777 μέλλω. ἐπεὶ οὐδ έμε πάμπαν ἀνάλκιδα γείνατο μήτηρ: 13.778 ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων. 13.779 ἐκ τοῦ δ' ἐνθάδ' ἐόντες ὁμιλέομεν Δαναοῖσι 13.780 νωλεμέως. ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς 13.781 οἴω Δηΐφοβός τε βίη θ' Ἑλένοιο ἄνακτος 13.782 οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν: 13.783 ἀμφοτέρω κατὰ χεῖρα. φόνον δ' ἤμυνε Κρονίων : 13.784 νῦν δ' ἄρχ' ὅππῃ σε κραδίη θυμός τε κελεύει: 13.785 ἡμεῖς δ' ἐμμεμαῶτες ἅμ' ἑψόμεθ', οὐδέ τί φημὶ 13.786 ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι. 13.787 παρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον, πολεμίζειν: 13.788 ὣς εἰπὼν, παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως: Scholia to Iliad 13.764-13.788 Main scholia On Iliad 13.764: βεβλημένοι ουταμενοι τε ἀντι τοῦ οἱ μὲν ἀπο μήκους βεβλημένοι δόρατι ἢ ἰ+ῷ , οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει ἥ τινι τοιοῦτο⁑ On Iliad 13.772: κατάκρης ἕως τῆς ἀκροπόλεως: τινὲς δὲ κρῆς μονοσυλλάβως, ἐπεὶ καὶ κρῆθεν φησίν⁑ On Iliad 13.770: ποῦ τοι Δηΐφοβός ε, ἠθικῶς ὁποῦ ἐνταῦθα οὐ γὰρ πάρελκει, ἀλλ' ἐχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὄλον δι Ἀλέξανδρον πράττει ⁑ On Iliad 13.782: οἴχεσθον μακροῖσι τετυμμένῳ ὅτι συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκῶς ἐπ' αμφοτέρων τέταχεν, οὐ γὰρ ἀμφότεροι ἐπύτησαν. ἀλλ' ὁ μεν ἕλενος ἐβλήθη ὁ δε δηΐφοβος ἐτύπη ⁑ On Iliad 13.787: παρ δύδαμιν οὐκ έστι καὶ ἐσσύμενον πολεμίζειν: τὸ ἑξῆς οὐκ έστι πολεμίζειν τὸ δὲ ἐσσύμενος διὰ μέσου οὕτως οὖν διορθωτέον διαστολῇ ἑκατερωθεν ⁑ Interlinear scholia On Iliad 13.788@έπεισεν: έπεισε Intermarginal scholia On Iliad 13.785: οὕτως Ἀρισταρχος ἄλλοι δὲ μεμαῶτες⁑ On Iliad 13.797: οὕτως μετὰ τοῦ συνδέσμου θεσπεσίῳ δ' ὁμάδω⁑ On Iliad 13.810: Ἀριστάρχος αύτως ἄλλοις ούτως On Iliad 13.820: ὅτι ἐλλείπει ἡ δια δια πλοίου Interior scholia On Iliad 13.764: ὅτι πάλιν συλληπτικῶς οἱ μὲν γὰρ ἐβέβληντο οἰ δὲ οὐταμένοι ᾖσαν⁑ On Iliad 13.773: ὅτι θηλυκῶς ἡ Ἴ+λιος καὶ τὸ τοι παρέλκει οὐ γὰρ αὐτῷ μόνῳ ἢν ὀλεθρος ἀλλα καὶ τοῖς ἄλλοις⁑ On Iliad 13.777: ὅτι τὸ μέλλω ἀντὶ τοῦ έοικεν ⁑ On Iliad 13.786: αντὶ αλεξησεως καὶ βοηθείας⁑ Venetus A (Marciana 454 = 822), folio 179, verso Iliad 13.789-13.813 13.789 βὰν δ' ΐμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ῆεν. 13.790 ἀμφί τε Κεβριόνην . καὶ ἀμύμονα Πουλυδάμαντα . 13.791 Φάλκην . Ὀρθαῖόν τε. καὶ ἀντίθεον Πολυφήτην 13.792 Πάλμύν τ'. Ἀσκάνιόν τε, Μόρυν θ' υἷ' Ἱπποτίωνος : 13.793 οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ 13.794 ἠοῖ τῇ προτέρῃ: τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι: 13.795 οἱ δ' ΐσαν. ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ 13.796 ἥ ῥά θ' ὑπο βροντῆς πατρὸς Διὸς εῖσι πέδον δὲ, 13.797 θεσπεσίῳ δ' ὁμάδῳ ἁλὶ μίσγεται. ἐν δέ τε πολλὰ 13.798 κύματα παφλάζοντα. πολυφλοίσβοιο θαλάσσης. 13.799 κυρτὰ, φαληριόωντα. πρὸ μέν τε ἄλλ'. αὐτὰρ ἐπ' ἄλλα: 13.800 ὡς Τρῶες . πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ' ἄλλοι. 13.801 χαλκῷ μαρμαίροντες, ἅμ' ἡγεμόνεσσιν ἕποντο. 13.802 Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ 13.803 Πριαμίδης . προ ἕθεν δ' ἔχεν ἀσπίδα πάντοσε, ΐσην. 13.804 ῥινοῖσιν πυκινὴν. πολλὸς δ' ἐπελήλατο χαλκός: 13.805 ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ: 13.806 πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων 13.807 εἴ, πώς, οἱ, εἴξειαν ὑπ' ἀσπίδια προβιβῶντι 13.808 ἂλλ' οὐ σύγχει θυμὸν ἐνί στήθεσσιν Ἀχαιῶν : 13.809 Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων: 13.810 δαιμόνιε. σχεδὸν ἐλθέ. τί ὴ δειδίσσεαι αύτως 13.811 Ἀργείους , οὔ τοι τι μάχης ἀδαήμονές εἰμεν: 13.812 ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί : 13.813 ῆ, θήν, που τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν Scholia to Iliad 13.789-13.813 Main scholia On Iliad 13.791: Φάλκην ρθαῖόν ε Ὀρθαῖον ς Ἀλκαῖον πεὶ φησὶ, τὰ διὰ τοῦ αῖος ρισύλλαβα ἔξοντα τὴν πρώτην πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προπερισπᾶσθαι θέλει: χερσαῖος ὀρφναῖος ἐρσαῖος ἀρχαῖος Ἀρναῖος ρικκαῖος: Ἑρμαῖος ὅθεν τὸ Ἑρμαῖον κάρα παρα Σοφοκλῖ : τὸ δὲ ὅθι δ' Ἑρμαῖος λόφος ἐστιν. ὡς εἰσ ιδιότητα. καὶ τὸ ἐπι τοῦ κυρίου προς αντιδιαστολήν. διάφορον τόνον ἀνεδέξατο ὡς Ἀθήναιος αὶ θηναῖος γοραῖος καὶ ἀγόραιος, οὕτως οὖν καὶ Ὀρθαῖος ροπερισπωμένως ἀναγνῶστέον. οὐδεμία γὰρ ἀντιδιαστολή: ἐπι τοῦ ὀνόματος κεχώρηκεν ⁑: On Iliad 13.793: οἵ ρ' ἐξ ασκανίης ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τὸυς ἔμπροσθεν παραγενομένους ἐπικούρους ἤτοι οἱ εξαμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμαχῆσαι τοῖς τρωσὶν , ἀντι τὸν πρότερον συνεργούντων ὐτοῖς πολιτῶν, δια γὰρ τὸ επι δεκα έτη τὸν πόλεμον ἀνύεσθαι, οἱ πρώτοι κεκμηκότες κατα μαχην ἰσαρίθμων αυτῶν ἄλλων ἀποστελλομένων ἀπεπέμποντο ὡς εἰκὸς ἐξ αμοιβῆς ἀμύνοντες , ἣ οἱ αμοιβὴν ἀποδιδόντες τῷ πριάμῳ ια τὸ καὶ αὐτὸν συμμαχῆσαι φρυξὶν πιφέρει γὰρ ἡοῖ τῇ προτέρᾳ έγει γὰρ ἐν τῷ καταλόγω. φόρκυς ' αὖ φρύγας γε καὶ ἀσκάνιος οειδής ἷοι αμοιβοί. δια γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται τῶν πεζῶν ἔφοδος⁑ On Iliad 13.799: κυρτὰ φαληριόεντα διασταλτέον βραχὺ φαληριόωντα: καὶ ἀλλά, στικτέον δὲ αὐτὰρ ἐπ άλλα On Iliad 13.803: προ έθεν δ' έχεν ἀσπίδα ὁμοίως τῷ ἀπο έθεν ἀναγνωστέον κατ ορθην τάσιν προείρηται δὲ περὶ τῆς ἀντωνυμίας⁑ On Iliad 13.808: ‡ ἀλλ᾽ οὐ σύγχει θυμὸν ὅτι σύνοδος ὑποτάσσει λίην γάρ σφι πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ τοῦτο δὲ ἐπὶ τῶν προκειμενων δηλοῦται, καὶ ὁ Ἀρισταρχος περι του στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις ἐφέρετο: On Iliad 13.809: μακρὰ βιβάσθων τυραννίων περσπᾷ οὐχ ὑγιῶς ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπο τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος περιπλεονάσαντος τοῦ σ ὥς φησι Φιλόξενος. εἴτε ἁπο ὀνόματος τοῦ βίβασθος βιβάσθων ὡς ἄϊστος ἀΐσθων : γίνεται γάρ τινα ἀπο τῶν εἰς τὸς κατα μεταβολην τοῦ τέλους εἰς θω βαρύτονα ῥήματος. ἐγερτὸς ἐγέρθω ἐρεκτὸς ἐρέχθω ἄϊστος ἀΐσθων: οὕτως καὶ παρα τὸ μβιβαστὸς βιβάσθων: παραιτητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον. Interlinear scholia On Iliad 13.809@βιβάσθων: διαβαίνων: On Iliad 13.810@τί ὴ: τί δη Intermarginal scholia On Iliad 13.832: ἐν αλλῷ παρα νηυσίν⁑ Venetus A (Marciana 454 = 822), folio 180, recto Iliad 13.814-13.837 13.814 νῆας. ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν: 13.815 ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ 13.816 χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε: 13.817 σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι. ὁππότε φεύγων 13.818 ἀρήσῃ Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι 13.819 θάσσονας, ϊρήκων έμεναι καλλίτριχας ἵππους: 13.820 οἵ σε πόλιν δ' οἴσουσι κονί̄οντες πεδίοιο: 13.821 ὡς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις 13.822 αἰετὸς ὑψιπέτης. ἐπι δ' ἴ̈αχε λαὸς Ἀχαιῶν 13.823 θάρσυνος οἰωνῷ. ὁ δ' ἀμείβετο φαίδιμος Ἕκτωρ : 13.824 Αἶαν ἁμαρτοεπὲς, βουγάϊε. ποῖον ἔειπες: 13.825 αὶ, γὰρ, ἐγὼν, οὕτω γε Διὸς πάϊς αἰγιόχοιο 13.826 εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη . 13.827 τῑοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων . 13.828 ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισι 13.829 πᾶσι μάλ'. ὲν δὲ σὺ τοῖσι πεφήσεαι . αἴ κε ταλάσσῃς 13.830 μεῖναι ἐμὸν δόρυ μακρὸν. ὅ, τοι χρόα λειριόεντα 13.831 δάψει. ἀτὰρ Τρώων κορέεις κύνας ἠδ' οἰωνοὺς 13.832 δημῷ καὶ σάρκεσσι. πεσὼν ἐπι νηυσὶν Ἀχαιῶν : 13.833 ὡς ἄρα φωνήσας ἡγήσατο. τοὶ δ' ἅμ' ἕποντο 13.834 ἠχῇ θεσπεσίῃ: ἐπι δ' ἴ̈αχε λαὸς ὄπισθεν: 13.835 Ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον. οὐδ’ ἐλάθοντο 13.836 ἀλκῆς. ἂλλ' έμενον Τρώων ἐπιόντας ἀρίστους: 13.837 ἠχὴ δ' ἀμφοτέρων ΐκετ' αἰθέρα καὶ Διὸς αὐγάς: Scholia to Iliad 13.814-13.837 Main scholia On Iliad 13.824: αἶαν μαρτοεπες βουγάϊε, ζηνόδοτος βουγήϊε , δια τοῦ η δε ἀρίσταρχος δια τοῦ α τάχα ἐπεὶ γαιων ὡς ἐπι τὸ πλεῖστον ὁ ποιητὴς λέγει⁑ On Iliad 13.824: βουγάϊε τὴν γῆν ἐργαζόμεναι βοῦ δια τὸ δυσκίνητον καὶ μὴ δρομικὸν ὡς ἀχιλλεὺς καὶ μέγα τοῦ σώματος, ἡ ἐπῖ τῇ ἀσπίδι γαίων ὅ εστι γαυριῶν οἱ δὲ βουκάϊε εστι αγροῖκε βοῦ νίκανδρος δέ φησιν ὅτι δουλιχιῶται καὶ σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα μηδὲν δὲ ἰσχύοντας βουγαΐους καλοῦσιν⁑ Interlinear scholia On Iliad 13.815@ὑμὴ: ὑμετέρα On Iliad 13.817@ὁππότε φεύγων: τοῦτο φησιν όπερ ἐπάγει Intermarginal scholia On Iliad 13.830: σημειοῖ τὸν χρόα Venetus A (Marciana 454 = 822), folio 180, verso Iliad 14.1-14.25 14.1 Νέστοραδ' οὐκ ἔλαθεν ἰ̈αχὴ πίνοντά περ ἔμπης. 14.2 ἀλλ`' Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα: 14.3 φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα: 14.4 μείζων δὴ παρα νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. 14.5 ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον. 14.6 εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἐκαμήδη 14.7 θερμήνῃ: καὶ λούσῃ ἄπο βρότον αἱματόεντα, 14.8 αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν: 14.9 ὡς εἰπὼν, σάκος εἷλε τετυγμένον υἷος ἑοῖο. 14.10 κείμενον ἐν κλῑσίῃ: Θρασυμήδεος ἱ̈πποδάμοιο. 14.11 χαλκῷ παμφαῖνον, ὁ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο: 14.12 είλετο δ' ἄλκιμον ἔγχος. ἀκαχμένον ὀξέϊ χαλκῷ: 14.13 στῆ δ' ἐκτὸς κλισίης, τάχα δ' εἴσιδεν ἔργον ἀεικὲς. 14.14 τοὺς μὲν ὀρινομένους. τοὺς δὲ κλονέοντας ὄπισθε 14.15 Τρῶας ὑπερ θύμους. ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν : 14.16 ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ. 14.17 ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα. 14.18 αὔτως. οὐδ' ἄρα τε προκυλίνδεται οὐδ' ἑτέρωσε 14.19 πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οῦρον. 14.20 ὡς ὁ γέρων ὥρμαινε δαϊζόμενος κατα θυμὸν 14.21 διχθάδι': ἠ μεθ' όμιλον. ΐοι Δαναῶν ταχυπώλων. 14.22 ἠὲ μετ' Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν: 14.23 ὧδε δέ οἱ φρονέοντι. δοάσσατο κέρδιον εἶναι. 14.24 βῆναι ἐπ' Ἀτρείδην , οἱ δ' ἀλλήλους ἐνάριζον 14.25 μαρνάμενοι. λάκε δέ σφι περι χροῒ χαλκὸς ἀτειρὴς Scholia to Iliad 14.1-14.25 Main scholia On Iliad 14.1: ‡ Νέστορα δ' οὐκ έλαθεν ἰαχῆ: στικτέον κατα τὸ τέλος τοῦ στίχου: ὁ γὰρ λόγος, Νέστορα δὲ καίπερ πίνοντα όμως οὐκ ἔλαθεν η βοη πρὸς ἄλλοις γὰρ ἡ τοῦ πίνοντα ψυχῇ. ἀπρεπὲς δὲ τινὲς οἰηθέντες εἶναι καὶ οὐ κατὰ πρεσβύτην τὸ πίνειν ἐπι το ϊαχή στίξαντες τὰ εξῆς συνάπτουσιν πινοντά περ ἔμπης. ἀλλ Ασκληπιαδην : πρὸς δὲ τὸ μὴ εἰναι ὁμηρικὸν τὸ ὑπερβατὸν καὶ τὸ περὶ τοῦ Μαχάονος ἄτοπον, περὶ οῦ καὶ τὴν ἀρχὴν ἐζητεῖτο εἰ δεόντως τετρωμένος οἶνον προσεφέρετο. βέλτιον οὖν ἡ συνήθης ἀναγνωσις ⁑ On Iliad 14.1: Νέστορα δ' οὐκ ἐλαθεν: σφόδρα συνετῶς εἰσάγεται ὁ Νέστωρ μὴ νικώμενος ὑπὸ μεθης τῶν λογισμῶν, δηλοῖ δὲ ὡς οὐδε ἡ χρεῖα τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς πουδαίοις ἐμποδὼν πρὸς επίσκεψιν γίνεται: ἐζήτηται δέ πῶς ὁ Νέστωρ ἐπι τοσοῦτον πινεῖν ἀρξαμενος ἀπο τῶν εσχάτων τῆς Λ : καὶ ῥητεὸν ὁτι ου τοσοῦτον χρόνον ἔπινεν ἀλλ Ὅμηρος κατὰ παρέκβασιν ἐπαγγειλας τὰς πράξεισ βουληθεὶς δὲ ἐπι τὸν Νεστορα μεταβῆναι πάλιν ἀπο ταύτης τῆς πράξεως ἤρξατο ἀφ ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα ⁑ On Iliad 14.1: ἔλαθεν σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμψασθαι ὡς τὸ καὶ τότ' ἐγὼ Κίρκης λιθόμην ἐν On Iliad 14.5: πῖνε, ἀντι τοῦ πῖθι ὡς διεφαίνετο χωρος πιπτόντων , ἀλλ αντι τοῦ πεσόντων ⁑ On Iliad 14.3: ὅπως ἔσται τὸ ἔσται διαφέρει τοῦ γενήσεται : τὸ μὲν γὰρ ἐπι τοῦ ὑπάρχοντος ὡς ἔσται γέρων ῶδε , τὸ δὲ ἐπι μι ὄντος γενησεται παῖς ⁑ On Iliad 14.7: θερμήνῃ καὶ λούσῃ ὅτι οὐ πᾶν αῖμα βρότος, ἀλλα τὸ ἀπο βροτοῦ πεφονευμένου: τὴν δὲ πρόθεσιν ἀναστρεπτέον το γὰρ εξῆς ἐστιν ἀπολούσῃ ⁑ On Iliad 14.8: αὐτὰρ ἐγὼν ἐλθὼν ὅτι τὸ τάχα ἀντι τοῦ ταχέως καὶ ὅτι περιωπῆ τόπος εξ οὗ περιόψεταί τις πάντα καὶ τὸν Ἀγαμέμνονα νοητέον προεληλυθεναι ἐπί τινα τοιουτον τόπον ἵνα ἴ̈δη τὰ τῶν Τρώων πυρά ⁑ On Iliad 14.11: χαλκῶ παμφαί ⁑ πιθανῶς ὁ νεὸς εἰσῆκται κεχρημένος τῇ χρυσῇ ἀσπίδι προείρηκεν γὰρ περὶ αυτῆς ὁ ποιητὴς αλλ εφομαρτεῖτον καὶ σπεύδετον ὀφρα λάβοιμεν ἀσπίδα νεστορέην: τῆς νῦν κλεὸς οὐρανὸν ΐκει πᾶσαν χρυσείην έμεναι κακόνας τε καὶ αυτήν ⁑ On Iliad 14.13: στῆ δ᾽ εκτὸς κλισίης, ὁτι οὐ κατὰ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη ἀλλ επι τὴν περιωπὴν προῆλθεν ⁑ On Iliad 14.15: ἐρέριπτο: ἔστι ῥῆμα ἐρίπτω σηναῖνον τὸ πίπτω : ἤριπε δ' ὡς ὁτε τις δρῦς ἠ ἀχερωΐς . σημαίνει δὲ καὶ τὸ καταβάλλω ῥεῖα όχθας βαθείας ποσσὶν ἐρίπτων ἀντὶ τοῦ κατὰ ῥίπτων καὶ καταβάλλων οὐ γίνεται παθητικὸν ἐρίπτομαι ἀντι τοῦ καταβάλλομαι καὶ ἠριμμαι παρακείμενος καὶ ἠρίμμην ὐπερσυντέλικος ἤριψο ηριπτο καὶ ἀττικῶς διπλασιασμὸς ἐρηριπτο καὶ κατὰ συστολὴν ἐρέριπτο ⁑ On Iliad 14.16: ὡς δ᾽ ὅτε πορφύρῃ ὁτι πορφύρῃ μελανίζει: εἰωθεν δὲ ὅτ ἂν ἀρχὴν λαμβάνῃ κινήματος ἡ θάλασσα μελανίζειν δι ὃ μεταφέρει ἐπι τοὺς κατα ψυχὴν μεριμνῶντας καὶ ταρασσομένους καὶ ὁτι κωφῷ λέγει τῷ ἀφώνῷ καὶ μηδέπω καχλάζοντι καὶ ἀποτελοῦντι ήχν: μηδεπω γὰρ ἀνέμον εὐκρινοῦς ὀντος τὸ κῦμα ηρεμεῖ ⁑ On Iliad 14.20: δαϊζόμενος διχῆ μεριζόμενος τῷ σκέμματι τῶν λογισμῶν τουτέστιν ἐπι πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος ⁑ On Iliad 14.21: διχθάδει ῆ μεθ ὅμιλον τὸ πλῆρες ἐστι διχθαδια ὥσπερ καὶ Ἀρίσταρχος βούλεται διὃ τὴν χθὰ συλλαβὴν ὀξυτονητέον : παραιτητεον δὲ τοὺς βουλομένους εῖναι διχθαδίηα ἠ μεθ' ὅμιλον καὶ τὴν δὴ συλλαβὴν ὀξύνοντας ⁑ On Iliad 14.25: λάκε οἱ μὲν ἡλλάχθαι τὸν χρόνον. οἱ δὲ ἀντι τοῦ ἴληκε ἐνδείᾳ τοῦ ϊ ὡς ἄνωρον κραδίην ἔχεις καὶ ϊωνικῇ συστοων τοῦ η εἰς α λάκε ῶνοματοπεποίηται δὲ ὅθεν καὶ ἡ λακὶς ⁑ On Iliad 14.32: ‡ ἐπι πρύμνῃσιν ἔδειμαν: προπαροξυτονητέον τὸ πρύμνη̣σιν: Κράτης μέντοι προπερισπᾶ, ἀκούων ἐπι ταῖς ἐσχάταις πλανηθεὶς ἐκ τοῦ τὰς γὰρ πρώτας πεδίον δὲ εἴρυσαν ἀγνοεῖ δὲ ὁτι ὁ ποιητὴς ὡς ἐπι τὸ πολὺ τὸ πρύμνον οὐ τίθησιν ἐπι διεστῶτος σῶματος ἀλλ επὶ ἡνωμένου πρύμνον ὑπὲρ θέναρος τοῦ δ' ἀπο μὲν γλῶσσαν πρυμνὴν τάμε πρυμνὴν ἐκτάμνοντες Interlinear scholia On Iliad 14.13@ἀειὲς: απρεπες On Iliad 14.17@ὀσσόμενον: προσημαῖνον On Iliad 14.20@δαϊζόμενος: πολεμόν μενος ⁑ Intermarginal scholia On Iliad 14.16: ἐν τη Ζηνοδότου πορφυρει δια τῆς ει ⁑ On Iliad 14.18: οὑτως οὐδ' ἄρα τε δια τοῦ τε αἱ Ἀριστάρχου ⁑ On Iliad 14.25: ὁτι ἔναχρ σηαίνει βούλεται δὲ νῦν ἀντι τοῦ ἐλελήκει ⁑ Venetus A (Marciana 454 = 822), folio 181, recto Iliad 14.26-14.50 14.26 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι: 14.27 Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες 14.28 παρ νηῶν ἀνιόντες. ὅσοι βεβλήατο χαλκῷ: 14.29 Τυδείδης . Ὀδυσσεύς τε, καὶ Ἀτρείδης Ἀγαμέμνων : 14.30 πολλὸν γάρ ῥ' ἀπάνευθε μάχης εἰρύατο νῆες 14.31 θιν`' ἐφ ἁλὸς πολιῆς. τὰς γὰρ πρώτας πεδίον δὲ 14.32 είρυσαν: αὐτὰρ τεῖχος ἐπι πρύμνῃσιν ἔδειμαν. 14.33 οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν. ἐδυνήσατο πάσας 14.34 αἰγιαλὸς νῆας χαδέειν. στείνοντο δὲ λαοί: 14.35 τῶ ρα προκρόσσας ἔρυσαν: καὶ πλῆσαν ἁπάσης 14.36 ἠϊόνος στόμα μακρὸν: ὅσον συνεέργαθον ἄκραι: 14.37 τῷ ῥ' οἵ γ' ὀψείοντες ἀϋτῆς καὶ πτολέμοιο. 14.38 ἔγχει ἐρειδόμενοι κίον ἁθρόοι: ἄχνυτο δέ σφι 14.39 θυμὸς ἐνι στήθεσσιν. ὁ δὲ ξύμβλητο γεραιὸς 14.40 Νέστωρ . πτῆξε δὲ θυμὸν ἐνι στήθεσσιν Ἀχαιῶν . 14.41 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων : 14.42 ὦ Νέστορ Νηληϊάδη : μέγα κῦδος Ἀχαιῶν : 14.43 τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ϊκάνεις, 14.44 δείδω. μη δή μοι τελέσῃ ἔπος όβριμος Ἕκτωρ , 14.45 ὥς ποτ' ἐπειπήλησεν ἐνι Τρώεσσ' ἀγορεύων, 14.46 μὴ πρὶν παρ νηῶν προτι Ί̈λιον ἀπονέεσθαι. 14.47 πρὶν πυρὶ νῆας ἐνιπρῆσαι. κτεῖναι δὲ καὶ αὐτούς. 14.48 κεῖνος, τὼσ' ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται: 14.49 ὦ πόποι: ῆ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ 14.50 ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς : Scholia to Iliad 14.26-14.50 Main scholia On Iliad 14.35: τῶ ρα προκρόσσας ἔρυσαν: ὅτι προκρόσσας τὰς κλημακηδὸν νενεωλκημένας ἑτέρας πρὸς ἑτέρων ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεολκίων κρόσσαι γὰρ αἱ κλίμακες ⁑ On Iliad 14.36: όσσον συνεέργαθον ἄκραι ὅσον ἠν διάστημα ὅσον συνεκλειον καὶ συνδέσμουν αἰ τοῦ Ἐλλησπόντου ἄκραι τὸ Ῥύτιον καὶ τὸ Σίγιον ⁑ On Iliad 14.37: τῷ ρ᾽ ὕγ᾽ ὀψείοντες: ὅτι Ζηνόδοτος γράφει οψαΐοντες : εἴ ἐστιν δὲ μετὰ πολὺν χρόνον πορευόμενοι ἤθελον ἀκούειν εἴτας μετα πολὺν χρόνον ἀκούοντες ψευδος ευθεως γὰρ ἀκούσαντες ὥρμης καὶ τὸ οψὰ ἀνελλήνιστον οὕτω γὰρ εἴωθε λέγειν ὀψε δὲ δὴ μετέειπεν ἔστι δὲ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες ⁑ On Iliad 14.37: τω ρ᾽ ὕγ᾽ οψείοντες Ἀρίσταρχός φησὶ Ζηνόδοτον γράφειν οψαΐοντες ὁ δὲ Επιθέτις Πτολεμαῖος τῷ ρ' οἵ γ' οὐ ψαύοντες καὶ λόγον φησὶν ἔχειν τὴν γραφήν ⁑ On Iliad 14.37: τῷ ρ' οἵ γ' ὀψείοντες: τὸ ὀψείοντες ὁμοίως τῷ οἱ δὲ κακκείοντες ἡ δὲ παραγωγὴ αὔτη ἡ δια τοῦ εἴω γίνεται ἀπο ενεστώτων καὶ μελλόντων ὀκνῶ οκνείω ριγείω θαλπείω πολεμισείω βροσείω κλίνεται δὲ ἕως παρατατικοῦ ἀπο δὲ παρακειμένου οὐκετι ἔνθεν καὶ τοῦ Διὸς δ' ἐτελείετο βουλη τοὺς ἑξῆς χρόνους οὐκ οίδαμεν εχει δὲ δηλούμενον τὰ τοιαῦτα τῶν ρημάτων τοιοῦτον ὡς αὐτοῦ τοῦ πραγματος επιθυμητικῶς ἐχειν καὶ τὸ κακκείοντες κοιμητικῶς ἔχειν οὕτως οὖν καὶ τὸ ὀψείοντες οπτικῶς εχοντε ⁑ On Iliad 14.38: ἔγχει ἐρειδόμενοι ὅτι οὐχ ενὶ πάντες ἐρειδόμενοι καὶ ὅτι ἀθρόοι ἐπι τῶν τριῶν ἀρχὴ γάρ ἐστι πληθυντικοῦ ἀριθμοῦ τὰ τρια On Iliad 14.38: κίον αθρόοι: Ἀρίσταρχος δασύνει φάσκων ὅτι ἀρχῆ πλῆθους ὁ τρεῖς ἀριθμός εἰσὶ δὲ οἳ ἐψίλωσαν ἄμεινον δὲ πείθεσθαι τῷ Ἀριστάρχῳ ⁑ On Iliad 14.40: Νέστωρ πτῆξε δὲ, ἀθετεῖται ὅτι καὶ ἐκ τῶν προειρημένων νοοῦμεν ὅτι Νέστωρ ἐστὶν ὁ γεραιός καὶ τὸ πτῆξε ἄκυρον ἐπι γὰρ τῶν ἀπολελυμένων τῆς αγωνίας καὶ τοῦ τῆς ψυχῆς παλμοῦ ἁρμόζει ⁑ On Iliad 14.40: πτῆξε δὲ θυμὸν: οὕτως δια τοῦ τ αἱ Ἀριστάρχου πτῆξε εἰς πτοίαν ἤγαγεν οὕτως καὶ Ἀριστοφάνης . ὁ δὲ Σιδώνιος πῆξε ἐν οἴω τρόπῳ: καὶ ἐν τῷ βίῳ φαμὲν πεπηγέναι τινὰ τῷ φόβῳ παρα δε Ζηνοδότῳ ἐγέγραπτο ἑταίρων ἀντι τοῦ Ἀχαιῶν On Iliad 14.48: κεῖνος τὼς ἀγόρευε: ἄμεινον ὡς καὶ Ἀσκαλωνίτης φησὶ τὸ τὼς εῖναι ὁμοίως τῷ τὼς δέ σ' ἀπεχθήρω ⁑ On Iliad 14.45: ὥς ποτ᾽ ἐπηπείλησεν: ὅτι ταῦτα ἀναφέρεται ἐπ εκεῖνα ἔλπομαι εὐχόμενος Διὶ̈ καὶ μνημοσύνῃ τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω ὡς πυρὶ νῆας ἐξάκουστα δὲ ἐγίνετο παρα τοῖς πολεμίοις ὡς καὶ τὰ περὶ Ὀθρυονέα ⁑ Interlinear scholia On Iliad 14.40@πτῆξε: εἰς φόβον ήγαγεν: Intermarginal scholia On Iliad 14.28: ὁτι συλληπτικῶς εἴρηκεν βεβλήατο επι τῶν ουτασμενων ⁑ On Iliad 14.45: Αριστοφάνης ὅς ποτε δια τοῦ ο γράφει ⁑ Interior scholia On Iliad 14.36: διχῶς αἱ Ἀριστάρχου μακρόν καὶ πολλόν Ζενοδοτος καὶ Ἀριστοφάνης πολλόν ⁑ On Iliad 14.44: ἐν τη Ἀριστοφάνους δείδια : On Iliad 14.48: ἐν ἄλλως κεινός γε ⁑ Exterior scholia On Iliad 14.43: φθισήνορα δεῦρ' ἀφικάν' Venetus A (Marciana 454 = 822), folio 181, verso Iliad 14.51-14.76 14.51 οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρύμνῃσι, νέεσσι: 14.52 τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ : 14.53 ῆ δὴ, ταῦτά γ' ἑτοῖμα τετεύχαται. οὐδέ κεν ἄλλως 14.54 Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο: 14.55 τεῖχος μὲν γὰρ δὴ, κατερήριπεν, ᾧ ἐπέπιθμεν 14.56 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εῖλαρ ἔσεσθαι: 14.57 οἱ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι 14.58 νωλεμὲς, οὐδ' ὰν ἔτι γνοίης μάλα περ σκοπιάζων: 14.59 ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται: 14.60 ὡς ἐπιμὶξ κτείνονται: ἀϋτὴ δ' οὐρανὸν ΐκει: 14.61 ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα. 14.62 εἴ τι νόος ῥέξει. πόλεμον δ' οὐκ άμμε κελεύω 14.63 δύμεναι. οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι: 14.64 τὸνδ' αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 14.65 Νέστορ . ἐπει δὴ νηυσὶν ἐπι πρύμνησι μάχονται. 14.66 τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον: οὐδέ τι τάφρος 14.67 ᾗ ἔπι πολλ`' ἔπαθον Δαναοὶ , ἔλποντο δὲ θυμῷ 14.68 ἄρρηκτον νηῶν τὲ καὶ αὐτῶν εῖλαρ ἔσεσθαι, 14.69 οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι: 14.71 ῄδεα μὲν γὰρ, ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν. 14.72 οἶδα δὲ νῦν. ὅτι τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι 14.73 κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν: 14.74 ἀλλ' άγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 14.75 νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης, 14.76 ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν. Scholia to Iliad 14.51-14.76 Main scholia On Iliad 14.58: νωλεμὲς ὅτι Ὁμηρικὸν τὸ ἔθος ὥστε ἔξωθεν τὸ τίς προςλαμβανειν ἀντι τοῦ γνοίη τίς ἂν εἴωθε γὰρ καὶ μὴ ὑποκειμένου προσώπου προς ὃ γίνεται ὁ λόγος οὕτως χρῆσθαι, οὐδέ κε φαίης ἀντι τοῦ φαίη τίς ἂν⁑ On Iliad 14.60: ὡς ἐπιμὶξ Ἀρίσταρχος ὡς κουρὶξ καὶ εἴπομεν ὅτι τὰ εἰσ ιξ ἐπιρρήματα ὀξύνεται σημειωσαμενοι τὸ πέριξ βαρυνόμενον⁑ On Iliad 14.62: εἴ τι νόος ῥέξει τινὲς δὲ γράφουσι νόος δ' ἔρξει On Iliad 14.67: ἧ ἐπι πολλ' διήλλαττον αἱ Ἀρισταρχου οἷς ἐπι καὶ ᾗ ἔπι οἷς ἐπι τῇ τάφρῳ καὶ τῷ τείχει⁑ On Iliad 14.72: οἶδα δὲ νῦν οὕτως αἱ Ἀρισταρχου ὅτε δια τοῦ ε καὶ ἔστιν ἁκόλουθον τῲ ήδεα γὰρ ὅτε προφρων τὸ οῖδα δὲ νῦν ὅτε ⁑ On Iliad 14.73: κυδάνει βαρυτονητέον ὁμοιως τῷ οἰδάνει έν στήθεσι νόον ⁑ On Iliad 14.75-6: νῆες ὅσαι πρώται ἡ ὑποστιγμὴ ἀμφίβολος, ἤτοι γὰρ ἐπι τὸ εἰρύαται ἢ ἐπι τὸ θαλάσσης καὶ ἀμφότεραι λόγον ἔχουσιν μᾶλλον δὲ κατα τὸ τελος τοῦ στίχου: οὐ γὰρ εγγὺς τῆς θαλάσσης ἀλλ' εἰς αυτὴν τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει⁑ Interlinear scholia On Iliad 14.75: ειλκυσμένοι εἰσὶ Intermarginal scholia On Iliad 14.69: ὅτι αντὶ έοικεν Interior scholia On Iliad 14.54: ἡ παρα περιττή On Iliad 14.58: Ἀριστοφάνης χωρὶς τοῦ σ γνοίη ⁑ On Iliad 14.62: ἄλλοι: νόος γ' έρξει On Iliad 14.63: ὅτι πάλιν συλληπτικῶς οὐ γὰρ πάντες ἐβέβλητο: On Iliad 14.69: νωνύμνους απολεσθαι απ Άργεος ἔνθαδ' Αχαιοὺς Venetus A (Marciana 454 = 822), folio 182, recto Iliad 14.77-14.101 14.77 ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν, εἰσόκεν ἔλθῃ 14.78 νὺξ ἀβρότη: ἢν, καὶ τῇ ἀπόσχωνται πολέμοιο 14.79 Τρῶες . ἔπειτα δέ κεν, ἐρυσαίμεθα νῆας ἁπάσας: 14.80 οὐ γάρ τις νέμεσις φυγέειν κακόν οὐδ' ἀνα νύκτα: 14.81 βέλτερον, ὃς φεύγων προφύγῃ κακὸν, ἠὲ ἀλώῃ: 14.82 τὸνδ' ὰρ ὑπόδρα ἰ̈δὼν, προσέφη πολύμητις Ὀδυσσεύς : 14.83 Ἀτρείδη : ποῖόν σε ἔπος φύγεν έρκος ὀδόντων: 14.84 οὐλόμεν', αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου 14.85 σημαίνειν. μὴ δ' ἄμμιν ἀνασσέμεν. οἷσιν ἄρα Ζεὺς 14.86 ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν 14.87 ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος: 14.88 οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν 14.89 καλλείψειν: ἧς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά: 14.90 σίγα: μή τίς τ' ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ 14.91 μῦθον: ὃν οὔ κεν ἀνήρ γε δια στόμα πάμπαν ἄγοιτο 14.92 ὅς τις ἐπίσταιτο ᾗσι, φρεσὶν ἄρτια βάζειν: 14.93 σκηπτοῦχος τ' εἴη: καί οἱ, πειθοίατο λαοὶ. 14.94 τοσσοῖδ'. ὅσσοισιν σὺ μετ Aργείοισιν ἀνάσσεις: 14.95 νῦν δὲ σεῦ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες: 14.96 ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς. 14.97 νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν. ὄφρ' ἔτι μᾶλλον. 14.98 Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, 14.99 ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ: οὐ γὰρ Ἀχαιοὶ 14.100 σχήσουσιν πόλεμον. νηῶν ἅλα δ' ἑλκομενάων. 14.101 ἀλλ' ἀποπτανέουσιν. ἐρωήσουσι δὲ χάρμης: Scholia to Iliad 14.77-14.101 Main scholia On Iliad 14.78: νὺξ ἀβρότη ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ ἀμβρότη, οἷον ἀθάνατος, ἡ ἀβρότη, καθ' ἣν βροτοὶ οὐ φοιτῷσιν⁑ On Iliad 14.78: ἢν καὶ τῇ ἐὰν ὅλως καὶ δι' αυτῆς. ἐζήτηται δὲ πῶς ὁ Αγαμέμνων οὕτως ἀστρατηγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι λέγων νῆες ὅσαι πρώται ῥητέον οὖν ὅτι Ἀγαμέμνων γινώσκων ἀυτοὺς μὴ φευξομένους δια τὴν οἰκείαν ἀρετὴν καὶ οὔτε λαθεῖν ἠδύναντο τοὺς πολεμίους ἐπιτρέπει αὐτοὺς φεύγειν ἵνα μὴ δόξῃ παρα δύναμιν κατέχειν αὐτοὺς ἕνεκεν τοῦ καθ' εαυτοῦ χρησίμου αἰτίους γενέσθαι τοὺς πάντας ἀπολεσθαι, τοῦναντιον δὲ εὔ`νοιαν ἑαυτῳ πορίσηται δια τὸ πᾶν ὅτι οὖν αἰρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἔνεκεν τῆς εκείνων σωτηρίας⁑ On Iliad 14.84: οὐλόμεν' αίθ' ὤφελες ὅτι τινὲς ἀποδεδώκασιν, οὐλόμενε δεινὲ οὐ γὰρ ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε. οὐ δυσωπητέον μέντοι γε ἀλλ' εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον ἐπ' ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων δι' ὃ καὶ ἐπιφέρει ὧ Ὀδυσεῦ μάλα πώς με καθΐκεο θυμὸν ἐνιπῇ ἀργα λέῃ ⁑ On Iliad 14.95: ‡ νῦν δε σεῦ ὠνοσάμην ἀθετεῖται ὅτι εἰ μὲν ἀπεδεχέτο αὐτὸν κατά τι νῦν δὲ μόνον ἐμέμφετο ἐνεχωρει: καὶ τὸ ἐν ἄλλω τόπῳ δεόντως φέρεσθαι Ζηνόδοτος δὲ γράφει: νῦν δέ σε ὠνοσάμην πάγχυ φρένας καὶ Ἀριστοφάνης δὲ προηθέτει ⁑ On Iliad 14.95: νῦν δὲ σεῦ ὠνοσάμην παγχυ φρένας οἷον ἔειπες τὸ οἷον ἔειπες. ἤτοι καθ' αυτὸ νοητέον ἵν' ᾖ θαυμαστικὸς ὁ λόγος ἠ τοῖς ἄνω συναπτέον ἵν' ᾐ ὁ λόγος: νῦν δὲ παντελῶς ἐμέμφάμην σε οἶον εἴρηκας ⁑ Interlinear scholia On Iliad 14.86: κατεργάζεται: On Iliad 14.101: ανθέξουσι περιβλέψονται φυγεῖν ⁑ Intermarginal scholia On Iliad 14.81: ἐλλείπει τὸ ἠ μίνας ἀλώῃ , On Iliad 14.92: οὕτως ἐπίσταιτο: Interior scholia On Iliad 14.89: αἱ Ζηνοδότου ἐκπέρσειν οὐ καλλείψειν καὶ παρίστησιν ῆθος : On Iliad 14.91: ὃν οὐχ ἕτερος εἴποι: On Iliad 14.98: ἐπικρατοῦσι Exterior scholia On Iliad 14.95: δέ σευ Venetus A (Marciana 454 = 822), folio 182, verso Iliad 14.102-14.127 14.102 ἔνθά κε, σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν: 14.103 τὸνδ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 14.104 ὦ Ὀδυσεῦ . μάλα πῶς με καθΐκεο θυμὸν ἐνιπῇ 14.105 ἀργαλέῃ: ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα. 14.106 νῆας ἐϋσσέλμους ἅλα δ' ἑλκέμεν υἷας Ἀχαιῶν : 14.107 νῦν δ' εἴη. ὃς τῆσδέ γ' ἀμείνονα μῆτιν ἐνίσποι 14.108 ἢ νέος. ἠὲ παλαιὸς. ἐμοὶ δέ κεν, ἀσμένῳ εἴη: 14.109 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης : 14.110 ἐγγὺς ἀνὴρ. οὗ δηθὰ μαντεύσομεν: αί κ' εθέλητε 14.111 πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος 14.112 οὕνεκα δὴ γενεῆφι, νεώτατος εἰμὶ μεθ' ὑμῖν: 14.113 πατρὸς δ' ἐξ αγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι 14.114 Τυδέος . ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει: 14.115 Πορθεῖ : γὰρ, τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο: 14.116 ᾤκεον δ' ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι : 14.117 Ἄγριος , ἠ δε Μέλας. τρίτατος δ' ἦν ἱππότα Οἰνεὺς 14.118 πατρὸς ἐμοῖο πατήρ. ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν: 14.119 ἀλλ' ὁ μὲν αὐτόθι μεῖνε. πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη 14.120 πλαγχθεὶς, ὣς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι: 14.121 Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν: ναῖε δὲ δῶμα 14.122 ἀφνειὸν βιότοιο, άλις δέ οἱ ῆσαν άρουραι 14.123 πυροφόροι. πολλοὶ δὲ φυτῶν έσαν ὄρχατοι ἀμφίς: 14.124 πολλὰ δέ οἱ πρόβατ' έσκε, κέκαστο δὲ πάντας Ἀχαιοὺς 14.125 ἐγχείῃ. τὰ δὲ μέλλετ' ἀκουέμεν. ὡς ἐτεόν περ: 14.126 τῶ οὐκ άν με, γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες. 14.127 μῦθον ἀτιμήσαιτε πεφασμένον. ὅν κ' εὖ εἴπω: Scholia to Iliad 14.102-14.127 Main scholia On Iliad 14.110: ἐγγὺς ἀνὴρ ἐζήτηται, διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐ Nέστωρ . ῥητέον δὲ ὅτι τὸ μὲν γῆρας ἐν τοῖς ἐστὶν ἐπισχετικὸν ἡ δὲ νεότης θαρσαλεώτερα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρα συμβουλῇ θαυμασθεὶς. νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπακεν τῶν πρεσβυτέρων τοὺς λόγους ⁑ On Iliad 14.114: Τυδέος ὅτι χυτὴ γῆ ἡ ἐπι τοῖς νεκροῖς ἐπιχεομένη οὐ καθολικῶς ὡς μέλαινα καὶ φερέσβιος: Ζηνόδοτος δὲ ἠθέτει: παρὰ Ἀριστοφάνει δὲ οὐκ ἦν: τὸ δὲ κάλυψε ¨Ιωνικῶς: On Iliad 14.117: Ἄγριος ἢ δὲ Μέλας ὅτι ἐλέγχονται οἱ τὸν ἱππότην ἀποδιδόντες φυγάδα: ὁ γὰρ Οἰνεὺς κατέμεινεν ἐπι τῆς πατρίδος ⁑ On Iliad 14.119: ἀλλ' ὁ μὲν αὐτόθι μεῖνε ὅτι ὁ Οἰνεὺς κατέμεινεν ἐπι τῆς πατρίδος ὁ ἱππότης ἄρα οὐ φυγάς, ἀλλ' ἱππικός καὶ ὁ Ησίοδος δὲ οὕτως ἀκήκοεν ἰδὼν δ' ἱππηλάτα Κῆρυξ ἀντὶ τοῦ ἱππικός⁑ On Iliad 14.124: πολλὰ δέ οι πρόβατ' ἔσκε ὅτι πaντα τὰ τετράποδα: δια τὸ ἑτέραν βάσιν ἔχειν προ τῆς οπισθίας⁑ On Iliad 14.125: ἐγχείῃ τὰ δὲ μέλλετ' οὕτως αἱ Ἀριστάρχου εἰ ετεόν περ ἵν' ᾖ ταῦτα δὲ ὑμᾶς εἰκὸς εἰδέναι ἀκηκοότας εἰ ἀληθῆ λέγω: αἱ δὲ δημώδεις ὡς ἐτεόν περ⁑ On Iliad 14.120: καὶ θεοὶ ἄλλοι εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς φυγήν Tυδεὺς γὰρ ἀνελὼν Λυκωπέα καὶ Aλκάθουν ἑαυτοῦ παιδας ἔφυγεν ἡ αληθεστερα ἱστορία αύτη: Tυδεὺς ὁ Oἰνέως Aἰτωλὸς μὲν ἦν τὸ γένος: ἀνδρειότατος δὲ τῶν καθ' αυτὸν γενόμενος ἔτι νέος ὢν ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ἀπὸ τῶν Aγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον δι' ὅπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς καὶ συν αυτοῖς ἀκουσίως τὸν ἀνεψιὸν φυγὼν δὲ εἰς Aργος πρὸς Ἄδραστον βασιλέα τῆς χώρας καθαρσίων τε τυγχάνει πρὸς αυτοῦ καὶ λαμβάνει τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην ἡ ϊστορία παρα Φερεκύδει ⁑ Intermarginal scholia On Iliad 14.112: οὕτως νεώτατος ὑπερθετικῶς ὡμολογουν ἅπασαι: On Iliad 14.116: οὗτος ὁ στίχος μεταξὺ κεῖται: τὸ δὲ ἑξῆς Άγριος ἡ δὲ Μέλας On Iliad 14.118: οὕτως Αρίσταρχος Ζηνόδοτος δὲ εμεῖο οὐκ ὀρθῶς On Iliad 14.119: γράφεται καὶ αὐτοῦ ὡς αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται : On Iliad 14.125: Ἀρίσταρχος εἰ ετεόν περ Interior scholia On Iliad 14.111: νῦν φθόνω φθονήσετε On Iliad 14.114: γράφεται κάλυψε : On Iliad 14.119: ἐν αλλῳ μίμνε : On Iliad 14.125: ὅτι ἀντὶ τοῦ εοίκατε ἀκηκοέναι: Exterior scholia On Iliad 14.110: οὐ δηθὰ ματεύσομεν Venetus A (Marciana 454 = 822), folio 183, recto Iliad 14.128-14.152 14.128 δεῦτ' ΐομεν πόλεμον δὲ. καὶ οὐτάμενοί περ, ἀνάγκῃ: 14.129 ἔνθα δ' ἔπειτ'. αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος 14.130 ἐκ βελέων. μή που τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται. 14.131 ἄλλους δ' ὀτρύνοντες ἐν ἥσομεν, οἳ τὸ πάρος περ 14.132 θυμῷ ῆρα φέροντες ἀφεστᾶς' οὐδὲ μάχονται: 14.133 ὡς ἔφαθ' οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο: 14.134 βὰν δ' ἴ̈μεν. ἦρχε δ' ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 14.135 Οὐδ' ἀλαοσσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος. 14.136 ἀλλὰ μετ' αυτοὺς ἦλθε. παλαιῶ φωτὶ ἐοικώς. 14.137 δεξιτερὴν δ' έλε χεῖρ' Ἀγαμέμνονος Ἀτρείδᾱο . 14.138 καί μιν φωνήσας. ἔπεα πτερόεντα προσηύδᾱ: 14.139 Ἀτρείδη : νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ 14.140 γηθεῖ ἐνι στήθεσσι. φόνον καὶ φύζαν Ἀχαιῶν 14.141 δερκομένῳ: ἐπεὶ οὔ οἱ ἔνι. φρένες οὐδ' ἠβαιαί: 14.142 ἀλλ' ὁ μὲν ὡς ἀπόλοιτο. θεὸς δέ ἑ, σιφλώσειε: 14.143 σοὶ δ' οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν. 14.144 ἀλλ' ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες 14.145 εὐρὺ κονίσσουσιν πεδίον. σὺ δ' ἐπόψεαι αὐτὸς 14.146 φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων: 14.147 ὡς εἰπὼν μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο: 14.148 ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἠ δεκάχιλοι 14.149 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος : 14.150 τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων 14.151 ἧκεν. Ἀχαιοῖσιν δὲ μέγα, σθένος ἔμβαλ' ἑκάστῳ 14.152 καρδίῃ, ἄλληκτον πολεμίζειν. ἠδὲ μάχεσθαι: Scholia to Iliad 14.128-14.152 Main scholia On Iliad 14.128: δεῦτ' ΐομεν πόλεμον δέ, καλῶς οῦχ ὁ Νέστωρ ταῦτα φησὶν, ἀλλ' εις τῶν τετρωμένων. δεῖ δὲ προσβραχὺ στίζαι ἐις το περ , εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵν' ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπιφέρη, τὴν ἐνεστῶσαν ἀνάγκην. ἡ διπλῆ δὲ ὄτι συλληπικῶς καὶ ἐπι τῶν βεβλημνων οὐτάμενοι εἴρηκεν ⁑ On Iliad 14.130: ἐκ βελέων μή που τίς βέλτιον τοῖς ἄνω συνάπτειν τὸ ἐκ βελέων ἵν' ᾖ ἐκτὸς βελέων ὡς ἕκτορα δ' ἐκ βελέων ⁑ On Iliad 14.131: ἐνησομεν: τῷ πολέμῳ, οἱ δὲ ἀνήσομεν: πείσομεν ἀλλ ανεῖς ἐπεὶ οὕτως ἐγίναο παῖδ' ἀΐδηλον : τὴν δε ἀφοπμὴν τῆς συμβουλίας ἀπο τῶν Νέστορος λόγων εἴληφεν ⁑ On Iliad 14.136: ἀλλα μετ αυτὸυς ἦλθε. ὅτι Ζηνόδοτος ὑποτάσσει ἀντιθέῳ Φοίνικι ὀπάωνι Πηλείωνος : οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι λόγοι: βέλτὶον οὖν καθολικώτερον γέροντι ἀπεικάσθαι ⁑ On Iliad 14.142: σιφλώσειε τυφλώσειεν ἐπιψόγον ποιήσειε σίφλὸς γὰρ καλεῖται καὶ ὁ ψόγος ἡ λέξις νεωτέρων: καὶ οἱ μὲν κακώσειεν: οἱ δὲ μωμητὸν ποιήσειεν: οἱ δὲ γέλωτα ποιήσειεν: οἱ δὲ κωλύσειεν: φλῶ γάρ ἐστι τὸ ὀρμὴν ἔχω ὅθεν καὶ οἰνόφλυξ: οἱ δὲ σίπαλον. τὸν εἰδεχθῆ ⁑ On Iliad 14.143: σοὶ δ' ὄυπω μάλα πάγχυ: παρέλκει ἐνθάδε τὸ πῶ συντασσόμενον γὰρ τῇ ου ἀποφάσει καὶ τῇ μή ἀπαψορεύσει ὑπισχνεῖται τῷ μετα ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πράγμα, οἶον οὔπω ἔφαγον: οὔπω ἐδειπνησα: μέλλων γὰρ τίς δειπνεῖν τοῦτο ἀποφαίνεται: τὸ γὰρ οὐ δεῖπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν : τὸ δὲ ούπω δειπνῶ τὸ μελλον ὑπισχνεῖται: οὕτως Ἡρωδιανος ἐν τῇ καθόλου ⁑ On Iliad 14.145: κονίσσουσιν: κόνεως πληρώσουσιν: ἐκ δε τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται: οἱ γὰρ φεύγοντες κατα τὸν δρόμον ἐγείρουσι κόνιν ⁑ On Iliad 14.148: ὅσσον τ' ἐννεάχιλοι. ἤτοι ἀφ ἑτέρας ἀρχῆς τὴν παραβολὴν ἀναγνωστέον ἵνα ὑποζωμεν ἐπι τὸ Ἄρηος . ἠ τοῖς ἄνω προσδοτεόν. ἵνα στίζωμεν ἐπι τὸ Ἄρηος : On Iliad 14.147: πῶς φησὶν ὁ Ποσειδῶν , ὁμουωθεὶς πρεσβύτῃ ὑπερ τήν ἡλικίαν φθέγγεται: καὶ ῥητεόν: ὅτι: τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο: τῇ φωνῇ δὲ, τὴν τοῦ θυ δύναμιν ἐνεδείκνυτο ⁑ Intermarginal scholia On Iliad 14.145: ἐν ἄλλῳ συ δ' επόψεαι αυτους ⁑ On Iliad 14.147: ὅτι ἐλλείπει ἡ διὰ δια πεδίον Interior scholia On Iliad 14.129: ἐλλείπει ἡ ἀπὸ πρόθεσις ἀπεχώμεθα ⁑ On Iliad 14.135: ὅτι Ζηνοδοτος γράφει οὐδ' αλαὸν σκοπίήν ⁑ On Iliad 14.148: ἡ Αριστοφάνους δια τοῦ δε οσσὸν δ' εννεαχιλοι επίαχον ⁑ Exterior scholia On Iliad 14.135: ἀλαοσκοπιὴν Venetus A (Marciana 454 = 822), folio 183, verso Iliad 14.153-14.177 14.153 Ἥρη δ' εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι 14.154 στᾶς' ἐξ Οὐλύμποιο : ἀπὸ ῥίου: αὐτίκα δ' ἔγνω, 14.155 τὸν μὲν ποιπνύοντα μάχην ἀνα κυδιάνειραν 14.156 αὐτοκασίγνητον καὶ δᾱέρα: χαῖρε δὲ θυμῷ: 14.157 Ζῆνα δ' ἐπ' ἀκροτάτης κορυφῆς πολυπίδακος Ί̈δης 14.158 ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ: 14.159 μερμήριξε δ' ἔπειτα βοῶπις πότνια Ἥρη . 14.160 ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο: 14.161 ἧδε δέ οἱ κατα θυμὸν ἀρίστη φαίνετο βουλή: 14.162 ἐλθεῖν εἰς. Ἴδην εὖ, ἐντύνασαν ἑαυτήν: 14.163 εἴ πως ϊμείραιτο παραδραθέειν φιλότητι 14.164 ᾗ, χροιῇ. τῷ δ' ὕπνον ἀπήμονά τε. λιαρόν τε: 14.165 χεύῃ ἐπι βλεφάροισιν, ἰ̈δὲ φρεσὶ πευκαλίμῃσι: 14.166 βῆ δ' ἴ̈μεν ἐς θάλαμον. τόν, οἱ, φίλος υἱὸς ἔτευξεν 14.167 Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε 14.168 κληΐδι κρυπτῇ. τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν: 14.169 ἔνθ' ἧγ' εἰσελθοῦσα. θύρας ἐπέθηκε φαεινάς: 14.170 ἀμβροσίῃ μὲν πρῶτον ἀπο χροὸς ἱ̈μερόεντος 14.171 λύματα πάντα κάθῃρεν: ἀλείψατο δὲ λίπ' ἐλαίῳ 14.172 ἀμβροσίῳ. ἑδανῷ: τό, ῥά, οἱ, τεθυωμένον ῆεν: 14.173 τοῦ καὶ κῑνυμένοιο: Διὸς ποτὶ χαλκοβατὲς, δῶ. 14.174 ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ΐκετ' ἀϋτμή: 14.175 τῷ ῥ' ἥ γε χρόα καλὸν ἀλειψαμένη: ἰ̈δὲ, χαίτας 14.176 πεξαμένη: χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς, 14.177 κᾱλοὺς, ἀμβροσίους, ἐκ κρά̄ατος ἀθανάτοιο: Scholia to Iliad 14.153-14.177 Main scholia On Iliad 14.155: τὸν μὲν ποιπνύοντα: ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντα ἐστιν οὐχ ὡς οἱ γλωσσογράφοι ποιοῦσι τὸ ποιπνύειν, διακονεῖν ἐκ τοῦ ὡς εἶδον Ἥφαιστον δια δώματα ποιπνύοντα : γεγονεν δὲ παρὰ τὸ πονῶ πονύω πνύω ποιπνύῳ ἀναδίπλωσις ⁑ On Iliad 14.157: πολυπίδακος Ἴδῃς : οὕτως πολυπίδακος ἀπο τῆς πολυπίδαξ : καὶ κατα τὸ ἁπλοῦν πίδακος ἀμφ' ὁλίγης , τὸ δὲ δια τοῦ υ γράφειν τελέως ἄγροικον ⁑ On Iliad 14.162: ἐλθεῖν ἐς Ί̈δην : ὅτι Ζηνόδοτος γράφει ἑωυτὴν οὐχ αρμόζει δὲ αἰτιαικῇ πτώσει τὸ οὕτως συναλείφειν διαλύεται γὰρ εἰς τὸ ε καὶ αὐτήν: ἀγνοεῖν δὲ τὴν διαφορὰν ἀυτόν φησιν Ἀρίσταρχος ⁑ On Iliad 14.164: ἣ χροιῇ: τὸ ἣ δασυντέον καὶ περισπαστέον ἔστι γὰρ δοτικῇ πτῶσις. κτητικῆς ἀντωνυμίας ⁑ On Iliad 14.168: κληΐδι κρυπτῇ: ὅτι ὑγιῶς δια τοῦ α τὸ ἀνῷγεν: ἡ γὰρ πρόθεις οὐ μετακινεῖται εἰς τὸν παρῳχημενον: προπερισπαστέον δὲ: πρόσκειται δὲ τῷ ω τὸ ϊ ἀπο γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν ⁑ On Iliad 14.169: ἕνθ' ἥγ' εἰσελθοῦνσα: ὅτι Ζηνόδοτος γράφει θύρας ἐπιθεῖσα φαεινάς ἵνα συναφὴς ὁ λόγος γένηται: ὁ δὲ Ὅμηρος ἄλλας ἀρχὰς λαμβάνει: ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἥτοι ὑστεροπερίοδος ⁑ On Iliad 14.170: ἀμβροσίῃ μὲν πρῶτον ὄτι ἐκ τούτου τοῦ τόπου πλανηθεντες τινὲς διέλαβον τὴν ἀμβροσίαν εῖναι ὑγραν τροφήν ⁑ On Iliad 14.171: λύματα πάντα κάθηρεν: τρίτην ἀπο τέλους ἔχει τὴν ὀξεῖαν ἀπο θεματος τοῦ καθαίρω ὡς οὖν ἀπο τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικως μέγηρε γάρ οἱ τότ' Ἀπόλλων οὕτως ἐκάθηρε κάθηρε ⁑ On Iliad 14.172: ἀμβροσίῳ ἑδανῶ: δασύντεον τὸ ἑδανῶ . τὸ γὰρ ἠδὺ βούλεται σημᾶναι: γίνεται δέ τινα ἀπο ρημάτων δια τοῦ ἀνος παραγόμενα ὀξύτονα ἅπερ τὴν τρίτην ἀπο τέλους ἔχει βραχεῖαν ἡ αυτόθεν ἀπο τῶν ῥημάτων μετειληφότα ὡς ἀπο τοῦ ἄγω ἀγανός στέγω στεγανός , ἡ ἐκ τῆς μακρᾶς τῆς κατα τὰ ῥήματα ἐις βραχειαν μεθ' ἱστάμενα. ὡς παρα τὸ ἴ̈κω ϊκανός . καὶ παρὰ τὸ πείθω πιθανός τρώγω τραγανός . εἴδω ϊδανός τὰς ἱδανὰς χάριτας ὁ Καλλίμαχος : οὕτως οὖν καὶ παρα τὸ ἥδω τὸ ἑδανὸς γένοιτ' ὰν τοῦ η εἰς τὸ ε τραπέντος διὸ δασουντεόν τὴν λέξιν μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο ὁ γὰρ χαρακτὴρ ὡς ἔφαμεν τὴν βραχεῖαν ἀσπάζεται ⁑ On Iliad 14.173: τοῦ καὶ κινυμένοιο. διασταλτεον κατα τὸ τέλος τοῦ στίχου καὶ γραπτέον ὡς Ἀρίσταρχος κατα χαλκοβατὲς δῶ. ὁ γὰρ λόγος, οὖ κινουμένου κατὰ τὸν τοῦ Διὸς οἶκον, ὁμοίως ἐπί τε γῆν καὶ οὐρανὸν ἡ ἀποφορὰ διϊκνεῖται ⁑ On Iliad 14.172: ἀμβροσίῳ ἑδανω: ἡ διπλῆ, ὅτι μύρον μὲν οὐκ ονομάζει τεθυμιαμένον δὲ ἔλαιον τὸ μύρον λέγει ὥστε εἰδέναι μὲν τὴν χρῆσιν τὸ δὲ ὄνομα μή: λέγει δέ που: καὶ ροδόεντι δὲ χρίεν ἐλαίω καὶ κάλλεϊ μέν οἱ πρῶτα : μύρου τί γένος ὀνοματα ποιήσας ⁑ On Iliad 14.174: ἔμπης ἐσγαίαντε, ἡ διπλῆ πρὸς τὰ περι τοῦ Ὀλύμπου ὅτι οὐκ έστιν ὁ αὐτὸς τῷ οὐρανῷ οὐδὲ τόπος τοῦ οὐρανοῦ ἁπ αυτου γὰρ φησι τὴν ὀσμὴν τοῦ μύρου ὁμοίως καὶ εἰς ουρανὸν ἀφικηνεῖσθαι καὶ εἰς γῆν, τοῦτο δὲ ἐπι τῶν ἀνωτατω τοῦ όρους κορυφῶν συμφωνήσει ἶσον διάστημα ἐπι γῆν καὶ οὐρανὸν λαμβάνειν ⁑ On Iliad 14.175: τῷ ρ' ἥγε xρόα καλὸν ἀλειψαμένη. ἤτοι ἐπι τὸ ἀλειψαμένη διαταλτέον βραχὺ καὶ ἐπι τὸ πεξαμένη πρὸς τὸ σαφές ‡ Interlinear scholia On Iliad 14.154@ἀπο-ῥίου: απο του ακρωτηρίου On Iliad 14.156@δᾱέρα: ανδρος ἀδελφόν On Iliad 14.160@ἐξαπάφοιτο: εξαπατήσειε On Iliad 14.163@ϊμείραιτο: ἐρασθῆ On Iliad 14.163@παραδραθέειν: συγκοιμηθῆναι Intermarginal scholia On Iliad 14.153: παραγραπτεον ἐπάνω δια τὸ ετέρων πραγμάτων ἀρχὴν εῖναι ⁑ On Iliad 14.157: Αρισταρχος πολυπίδακος αλλοι δὲ πολύπίδακου : On Iliad 14.163: ἐν αλλῳ. ὅπως ϊμείραιτο ⁑ On Iliad 14.167: ὅτι πληθυντικῶς τήν θύραν θύρας On Iliad 14.173: Ἀρισταρχος κατα χαλκοβατεὶ On Iliad 14.177: Ζηνοδοτος καὶ Αριστοφανης καλοὺς καὶ μεγάλους ⁑ Interior scholia On Iliad 14.154: ὅτι όρος ὁ Όλυμπος καί ρια ἔχει καί απο τῶν ορῶν ἐπιθεωροῦσι ⁑ Venetus A (Marciana 454 = 822), folio 184, recto Iliad 14.178-14.202 14.178 ἀμφὶ δ' ὰρ ἀμβρόσιον ἑανὸν έσαθ', ὅν, οἱ, Ἀθήνη 14.179 ἔξυσ', ἀσκήσασα, τίθει δ' ἐνι δαίδαλα πολλά: 14.180 χρυσείῃς δε' ἐνἑτῇσι κατα στῆθος περονᾶτο: 14.181 ζώσατο δὲ ζώνην. ἑκατὸν θυσάνοις ἀραρῦιῃ . 14.182 ἒν δ' ἄρα ἕρματα ἧκεν, ἐϋτρήτοισι λοβοῖσι. 14.183 τρίγληνα: μορόεντα: χάρις δ' ἀπελάμπετο πολλή. 14.184 κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων 14.185 καλῷ νηγατέῳ: λευκὸν δ' ἦν ἠέλιος ὡς: 14.186 ποσσὶ δ' ὑπο λιπαροῖσιν ἐδήσατο καλὰ πέδὶλα: 14.187 αὐτὰρ ἐπειδὴ πάντα περι χροῒ θήκατο κόσμον. 14.188 βῆ ρ' ΐμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ' Ἀφροδίτην: 14.189 τῶν ἄλλων ἀπάνευθε θεῶν, προς μῦθον έειπεν: 14.190 ῆ ῥά νύ̆ μοί τι, πίθοιο φίλον τέκος. ὅττι κεν εἴπω. 14.191 ἠέ κεν ἀρνήσαιο, κοτεσσαμένη τό γε θυμῷ. 14.192 οὕνεκ' ἐγὼ Δαναοῖσι . σὺ δὲ Τρώεσσιν ἀρήγεις: 14.193 τὴνδ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη : 14.194 Ἥρη : πρέσβα θεὰ. θύγατερ μεγάλοιο Κρόνοιο , 14.195 αύδα ὅ τι φρονέεις, τελέσαι δέ με θυμὸς ἄνωγεν. 14.196 εἰ δύναμαι τελέσαι γε. καὶ εἰ τετελεσμένον ἐστίν, 14.197 τὴν δὲ δολοφρονέ´ουσα προσήυδα πότνια Ἥρη : 14.198 δὸς νῦν μοι φιλότητα καὶ ἵ̈μερον, ᾧ τε σὺ πάντας 14.199 δάμναι ἀθανάτους, ἠδὲ θνητοὺς ἀνθρωπους . 14.200 εἶμι γὰρ, ὀψομένη. πολυφόρβου πείρατα γαίης, 14.201 Ὠκεανόν τε, θεῶν γένεσιν. καὶ μητέρα Τηθύν . 14.202 οἵ με σφοῖσι δόμοισιν ἐΰτρεφον. ἠδ' ἀτίταλλον. Scholia to Iliad 14.178-14.202 Main scholia On Iliad 14.179: ἔξυσεν: ἐκέρκισεν ξύουσι γὰρ τὴν κρόκην προς τὸ πυκνωθῆναι. οἱ δὲ ἐλέανεν ἀπο μεταφορᾶς τῶν ξύλων: οἱ δὲ ἀντι τοῦ ἔγναψεν μετα τὸ ὑφανθῆναι: On Iliad 14.180: χρυσείης δ' ἐνετῇσι κατα στῆθος περονᾶτο: ὅτι κατα τὸ στῆθος ἐπερονῶντο οὐχ ὡς ἡμεῖς κατα τὴν κατακλεῖδα τοῦ ὤμου: On Iliad 14.183: τρίγληνα μορόεντα ἡ διπλῆ ὅτι τρίγληνα τρίκορα ὡς τριῶν ζωιδίων ἐφ εκάτερον δεδημιουργημένον μορόεντα δὲ πεπονημένα τῇ κατασκευῇ ἀπο τοῦ μορῆσαι ὅ ἐστι κακοπαθῆσαι ⁑ On Iliad 14.183: τρίγληνα: πολλῆς θέας ἄξια: τρίκοκκα ἠ τριπρόσωπα γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ: κόρη, τρίκορα ἔχοντα: τρεῖς κόρας τὰς Χάριτας . ἠ πολλῶν κοσμιων ἄξια γλήνεα γὰρ τὰ κόσμια ὡς καὶ ἀλλαχοῦ φησιν ὃς γλήνεα πολλὰ ἐκεχάνδει : τρίγληνα δὲ ὡς τρίπυλα ὂν γὰρ τρόπον παρα τὸ πύλη ἐγένετο τρίπυλον οὕτως καὶ παρα τὸ γλήνη τρίγληνον ⁑ On Iliad 14.183: μορόεντα: οὕτως Ἀρίσταρχος ἀπο τοῦ μ ποιεῖται τὴν διαστολὴν καὶ ὁ Ἀσκαλωνίτης : καὶ ὁ λόγος ἔχει τὰ γὰρ μετα πολλοῦ μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ παραιτητέον δὲ τοὺς ἀπο τοῦ α τὴν διαστολὴν ποιουμένους ἵνα τὸ α ἐπιτατικὸν ὑπάρχῃ μηδενὸς κατεπείγοντος ⁑ On Iliad 14.196: εἰ δύναμαι γε τελέσαι γε. ὅτι περιώρικε: τὸν γὰρ ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι δεῖ. ἡ αυτὸ τὸ πρᾶγμα δυνατὸν εἶναι προς τελείωσιν ⁑ On Iliad 14.201: θεῶν γένεσιν: θεῶν πατέρα ἐπεὶ πρῶτον στοιχεῖον τινὲς τῶν φυσικῶν εἶπον τὸ ὕδωρ καὶ ἐξ αυτοῦ τὰ λοιπὰ τρία: ὅθεν καὶ ὁ Πίνδαρος ἄριστον εἶπεν τὸ ὕδωρ. Τηθὺν δὲ τὴν γῆν φησὶν οἱονεὶ τιθηνὴν τινὰ οὖσαν καὶ τροφὸν πάντων ⁑ Interlinear scholia On Iliad 14.179@ἔξυσ': ὑφη On Iliad 14.182@ἕρματα: ενώτια On Iliad 14.183@τρίγληνα: τρίκκοκα On Iliad 14.183@μορόεντα: μετα κακοπαθείας εἰργασμένα ⁑ Intermarginal scholia On Iliad 14.185: ἐν αλλῳ λαμπρὸν δ' ἦν : On Iliad 14.195: ἐν αλλῳ ἀνώγει : On Iliad 14.198: ἐν αλλῳ δὸς νῦν μοι νῦν , Interior scholia On Iliad 14.178: ὅτι εανὸς ὁ αυτὸς τῷ πέπλῳ καὶ καθόλου πρὸς τὸν στολισμόν: On Iliad 14.181: Ἀρίσταρχος ζώνῃ ἀλλοι δὲ ζώνην και ἀραῥυῖαν ⁑ On Iliad 14.189: μᾶλλον τοῖς ἐπάνω τοῦτο προσδοτέον ⁑ On Iliad 14.202: οὕτως Ἀρίσταρχος αλλοι δὲ οἵ με σφοῖσι . Exterior scholia On Iliad 14.199: δαμναῖ On Iliad 14.202: ὅι μ' ἐν σφοῖσι Venetus A (Marciana 454 = 822), folio 184, verso Iliad 14.203-14.227 14.203 δεξάμενοι ῥείης, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς 14.204 γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης: 14.205 τοὺς εῖμ' ὀψομένη: καί σφ' ἄκριτα νείκεα λύσω: 14.206 ήδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται 14.207 εὐνῆς καὶ φιλότητος. ἐπεὶ χόλος ἔμπεσε θυμῷ: 14.208 εἰ κείνω γ', ἐπέεσσι παραὶ πεπίθουσα φίλον κῆρ, 14.209 εἰς εὐνὴν ἀν ἕσαιμι ὁμωθῆναι φιλότητι. 14.210 αἰεί κέ σφι, φίλη τε καὶ αἰδοίη καλεοίμην: 14.211 τὴν δ' αὖτε προσέειπε φιλομμειδὴς Ἀφροδίτη : 14.212 οὐκ έστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι. 14.213 Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ϊαύεις: 14.214 ῆ. καὶ ἀπο στήθεσφιν ἐλύσατο κεστὸν ϊμάντα: 14.215 ποικίλον. ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο: 14.216 ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ΐμερος, ἐν δ' ὀαριστὺς 14.217 πάρφασις. ἥ τ' ἔκλεψε, νόον πύκα περ φρονεόντων: 14.218 τόν ῥά οἱ ἔμβαλε χερσὶν, ἔπος τ' ἔφατ', ἐκ τ' ὀνόμαζε: 14.219 τῆ νῦν τοῦτον ϊμάντα τεῷ ἐγκάτθεο κόλπῳ 14.220 ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται: οὐδέ σε φημὶ 14.221 ἄπρηκτόν γε, νέεσθαι, ὅτι φρεσὶ, σῇσι μενοινᾷς: 14.222 ὡς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη : 14.223 μειδήσασα δ' ἔπειτα μέσῳ ἐγκάτθετο κόλπῳ: 14.224 ἡ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη : 14.225 Ἥρη δ' ἀΐξασα, λίπεν ῥίον Οὐλύμποιο : 14.226 Πῑερίην δ' ἐπιβᾶσα, καὶ Ημαθίην ἐρατεινὴν, 14.227 σεύατ' ἐφ' ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα: Scholia to Iliad 14.203-14.227 Main scholia On Iliad 14.205-207: ‡ τοὺς εἰμ' ὀψομένη ὅτι νῦν καλῶς λέγονται ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία οὐκέτι ⁑ On Iliad 14.208: ἐκείνω γ' ἐπέεσσι: κείνων σὺν τῷ ν Ἀριστοφάνης καὶ Ζηνόδοτος : Ἀρίσταρχος δὲ ὁμηρικώτερον φησὶν εἶναι. εἰ κείνους παραπείσασα τὴν ψυχὴν ἐγχωρεῖν δὲ καὶ μετα τοῦ v , εἰ κείνων τὸ κῆρ πείσασα. οῦ δεῖ δὲ ξενίζεσθαι ἐπι ταῖς τῶν πτώσεων ἐναλλαγαῖς ⁑ On Iliad 14.209: εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι: ὅτι τὸ ὁμωθῆναι οὐκ έστιν ομοιωθῆναι. ἀλλ' ὁμόσε ἐλθεῖν φιλότητι. δασυντέον δὲ τὸ ο ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον On Iliad 14.213: Ζηνὸς γὰρ τοῦ ἀρίστου: ἀθετεῖται ὅτι ἐκλύει τὴν χάριν εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αυτῆς προηθέτει δὲ καὶ Ἀριστοφάνης ⁑ On Iliad 14.214: ῆ καὶ ἀπο στήθεσφιν. ὅτι κεστὸς ἐκ παρεπομένου ὁ ποικίλος ἀπο τοῦ δια τὰς ῥαφὰς κεκεντῆσθαι ἐμπεπυκιλμένης τῆς φιλότητος καὶ ἱ̈μέρου καὶ ὁ ἀριστύος. καὶ οὐκ έστι κύριον ὄνομα ὡς ἔνιοι τῶν ἀρχαιων δι ὃ καὶ ἐπάλλου λέγει ἄγχε δέ μιν πολυκεστος ϊμάς ⁑ On Iliad 14.216-14.217: ἐν δ' ὀαριστὺς πάρφασις συναπτέον ἀμφότερα τὰ ὀνόματα τὴν παραλογιστικην ὁμιλίαν δι αμφοτερων δηλοῖ ⁑ On Iliad 14.219: τῇ νῦν τοῦτον ϊμαντα: ὅτι τὸ κατα τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εῖπεν καὶ ὅτι τὸ τη λάβε ἐστιν ⁑ On Iliad 14.221: ἄπρηκτον γε νέεσθαι: τοῦτέστι πορέυεσθαι οὕτως Ἀρίσταρχος : Δημήτριος δὲ γενεσθαι ἀντι τοῦ γενήσεσθαι βιαίως πάνυ. οὐδε γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται. οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι ἵνα καὶ τὸ γενεσθαι γενέεσθαι γενήται ⁑ On Iliad 14.223: μειδήσασα δ' ἔπειτα. ὅτι ἐπι τῇ φήμῃ οἰωνισαμένη ἐμειδησε προείρηκε γὰρ οὐκ έση ἄπρακτος. καὶ ἐν Ὀδυσσειᾳ τὸ ὅμοιον: Ζεύς τοι δοίη ξεῖνε ὅττι μάλιστ' ἐθέλεις , ὡς ἂρ ἔφη χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύς ⁑ On Iliad 14.226: Πιερίην δ' ἐπιβᾶσα ὅτι Μακεδονικὸς Ὄλυμπος , θεῶν. οἰκητήριον . ἡ γὰρ Πιερία τούτου ἀκρώρεια, καὶ Ἡμαθία τὸ πρότερον ἡ Μακεδονία ἐκαλεῖτο, παράκειται δὲ καὶ ἡ Θράκη . καὶ ἐν Ὀδυσσείᾳ ἐπι τοῦ Ἑρμοῦ Πιερίην δ' ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ ⁑ On Iliad 14.226: Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας κατασχὼν τὴν χώραν οὖσαν τῆς θρᾴκης ἀφ ἑαυτοῦ προσηγόρευσεν γήμας δὲ μίαν τῶν ἐγχωρίων, τεκνοῦται δύο παῖδας Πίερον καὶ Ἄμαθον . ἀφ' ὧν δύο πολεις Πιερίαι καὶ Αμαθίαι ἐν Μακεδονία . ἡ ϊστορία παρὰ Μαρσύια . νῦν δὲ Ἡμαθιην καταχρηστικῶς ὅλην Μακεδονίαν φασ῀ίν Πιερίαν δὲ ὅρος Μακεδονίας ἱερὸν Μουσῶν ⁑ Interlinear scholia On Iliad 14.203: τῆς ρέας Intermarginal scholia On Iliad 14.203: δια τοῦ α ῥείας ἁι Ἀριστάρχου οὕτως καὶ Ἀριστοφάνης ⁑ On Iliad 14.216: ἔν τισι τῶν ὑπομνημάτων ἡδ' ὁ ἀριστύς : On Iliad 14.218: ὅτι πτῶσις ἐνηλλακται ἀντὶ ἀυτῆς ταῖς χερσιν ⁑ On Iliad 14.223: Ἀρίσταρχος μέσῳ ἄλλοι δὲ, ἑῷ` On Iliad 14.227: ἐν αλλῳ ἐσσυτ' ἐφ ἱπποπόλων ⁑ Interior scholia On Iliad 14.206: ὅτι παραλλήλως δηρὸν καὶ χρόνον ⁑ On Iliad 14.225: ὅτι όρος ὁ Ὄλυμπος τὸ γὰρ ρίον ἰδίως ἐπόρους τάσσεται ⁑ Exterior scholia On Iliad 14.223: ἑῷ Venetus A (Marciana 454 = 822), folio 185, recto Iliad 14.228-14.252 14.228 ἀκροτάτας κορυφὰς. οὐδὲ χθόνα μάρπτε ποδοῖϊν: 14.229 ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα: 14.230 Λῆμνον δ' εἰσἀφίκανε, πόλιν θείοιο Θόαντος : 14.231 ἔνθ' Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο. 14.232 ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζεν: 14.233 Ὕπνε , ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων . 14.234 ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες, ἠδ' έτι καὶ νῦν 14.235 πείθευ, ἐγὼ δέ κε τοι ϊδέω χάριν ἤμαντα πάντα: 14.236 κοίμησόν μοι Ζηνὸς ὑπ' οφρύσιν, ὄσσε φαεινὼ 14.237 αὐτίκ' ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι: 14.238 δῶρα δέ τοι δώσω, καλὸν θρόνον. ἄφθιτον αἰεὶ: 14.239 χρύσεον: Ἥφαιστος δέ κ' ἐμὸς πάϊς ἀμφιγυήεις 14.240 τεύξει ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει 14.241 τῷ κεν ἐπίζσχοιες λιπαροὺς πόδας εἰλαπινάζων 14.242 τὴνδ' ἀπαμειβόμενος προσεφώνεε, νήδυμος Ὕπνος : 14.243 Ἥρη . πρέσβα θεὰ, θύγατερ μεγάλοιο Κρόνοιο . 14.244 ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων 14.245 ῥεῖα κατευνήσαιμι: καὶ ἂν ποταμοῖο ῥέεθρα 14.246 Ὠκεανοῦ . ὅς περ γένεσις πάντεσσι τέτυκται: 14.247 Ζηνὸς δ' οὐκ ἂν ἔγωγε Κρονίονος άσσον ἰ̈κοίμην, 14.248 οὐδὲ κατευνήσαιμ' ὅτε μὴ αὐτός γε κελεύοι: 14.249 ἤδη γάρ με καὶ ἄλλο, τεὴ ἐπίνυσσεν ἐφετμὴ. 14.250 ἤματι, τῷ: ὅτε, κεῖνος ὑπέρθυμος Διὸς υἱὸς 14.251 ἔπλεεν, Ἰλιόθεν . Τρώων πόλιν ἐξαλαπάξας. 14.252 ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο Scholia to Iliad 14.228-14.252 Main scholia On Iliad 14.229: ἐξ Αθόῳ Ἄθώς ὄρος ἐν Θράκῃ μέγα τὲ καὶ ὑψηλὸν ἐξ έχον εἰς θάλασσαν τὸν ἰθμον ἔχε Χερόννησον σταδίων δώδεκα: τουτον Ξέρξης ἀγανακτήσας ὁ Περσῶν βασιλεὺς ὅτι προς αυτὸ νῆες αὐτοῦ διεφθάρησαν: διακόψας θάλασσαν ἐποίησεν, ἡ ἱστορία παρα Ἡροδότω ⁑ On Iliad 14.230: Λῆμνον δ' εἰς ἀφίκανε: δια ποίαν αιτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ ὑπνος διατρίβει: ῥητέον οῦν. ὅτι Λήμνου μὲν ἢν δεσπότης Ἥφαιστος : γυνὴ δὲ τουτου Χάρις . πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ δίετριβεν: ταύτην οὖν ἀυτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν ἥρα δύναται δὲ καὶ φυσικώτερον λυθῆναι: ὅτι οἰνοφόρος ἡ Λὴμνος καθῶς λέγει νῆες ἐκ Λήμνοιο παρέστασαν οἶνον φέρουσαι : τοῖς δε πολυποτοῦσι μάλιστα ὕπνος παρέπεται ⁑ On Iliad 14.235: πείθευ ἐγὼ δέ κε τοι ὅτι ἰδιως ἐγὼ δ αὔ σοι ἰδεω χάριν ἔδει δὲ ἤ τοι ἰδειην, ἵν' ᾗ τὸ ῥῆμα ἠλλαγμενον ἠ ἐκ περισσοῦ νοουμένου τοῦ καί ἐγὼ δέσοι εἴσομαι χάριν ⁑ On Iliad 14.236: κοίμησόν μοι Ζηνὸς ὑπ' ὀφρύσιν οὑτως ὑπο φρύσιν ἡ Ἀριστάρχου καὶ Ἀριστοφάνους ἵνα ᾗ τὰ ὑπο ταῖς ὀφρύσι: Ζηνόδοτος ἐπ οφρύσι συναπτεόν δὲ τοὺς δύο στίχους ἄνευ πάσης διαστολῆς ⁑ On Iliad 14.239: χρύσεον Ἥφαιστος δέ κ' ὅτι οὐκ εκληπτέον κατα συναλιφην τὸν και δίφθογγον ἀλλὰ τὸν κε ἔστι γὰρ Ἥφαιστος δὲ ἐμος παῖς τεύξει ὥστε περισσον νοεῖσθαι τὸν κε ὁμηρικως ⁑ On Iliad 14.241: τῷ κεν ἐπίσχοιες οὕτως τὴν γραφὴν παρατίθεται ὁ Ἡρῳδιανος ἐν τῷ ιζ τῆς καθόλου καί λέγοι ἀπο τοῦ ἐπέχοι πλεονασμον εῖναι τοῦ ς ἠ συστολην τοῦ ἐπισχοίης : On Iliad 14.241: ἐπίσχοιες: τῷ ἐπίσχοιμι ἀκόλουθον ἐστι τὸ ἐπίσχοις . τῷ δὲ ἔπισχοίης , τὸ επισχοίην καὶ ἴσως έδει ὅυτως ἔχειν: παρεφθάρη δὲ ὑπὸ τῶν μετα χαρατηρις αύτων. τῷ δὲ χαρακτῆρι γενώμενον ὅμοιον τῷ ϊοίην καὶ ἀγαγοίην παρὰ Σαπφοϊ , καὶ τὸ πεπαγοίην, παρευπόλιδι: εἰκότως ἐβαρυτονήθη τὸ ἐπισχοιης . γενόμενον ἐπισχοιες ὡς Αιολικόν. οὕτω καὶ Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ϊ τῶν παντοδαπῶν: On Iliad 14.249: καὶ ἄλλοτεὴ. Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατὰ καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν ἐυθειας πτώσεως καὶ κατ' άλλο. ἡ σὴ ἐσοφρονισεν ἐντολὴ ὥστε εῖναι ἡ τεή: Παρμενίσκος δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλο τε καὶ δασύνει τὸ η καὶ περισπᾶ. ἐπι δοτικῆς πτώσεως ἵνα ὁ Ζεὺς ὑπάρχει. ὁ Ζεὺς τῇ ῇ με ἐσωφρόνισεν ἐντολῇ Ἀλεξίων δὲ προκρίνει τὴν Ἀριστάρχου : φησὶ γὰρ ἀπο τοῦ τ ἀρκτέον: καὶ ἡμεῖν δὲ δοκεῖ προς γὰρ τὴν Ήραν . ἡ ἀπότασις ἐστιν. ἀυτὸς γοῦν ἐπεξηγεῖται ἀυτὸ νῦν ἀν τοῦτό μ' ἄνῳγας ἀμήχανον ἄλλο τελέσσαι τοιοῦτον γὰρ λέγει. ἤδη γάρ με καὶ ἄλλοτε ἡ σῆ ἐσωφρόνισεν ἐντολή. ὅδε ἐπιθέτης Πτολεμαῖος καὶ Ζηνόδοτος σὺν τῷ ϊ γράφουσιν οἷον τῇ σῇ ἐντολῇ ἐσωφρονισέν με ⁑ On Iliad 14.246: Ὠκεανοῦ . ὅσπερ γένεσις πάντεσσι τέτυκται: ἐπεὶ ἐξ υδάτων αἱ αὐξήσεις ὑπάρχουσιν: πῶς Ἡσιόδου πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ Χάος . Ὅμηρος φησὶν Ὠκεανὸν : ῥητέον οὖν ὅτι ἕκαστος μὲν εἴρηκεν ὡς ἐβούλετο: Ὅμηρος δὲ φιλοσοφώτερον: τὸ γὰρ ὕδωρ πάντων ἡ ζωὴ καὶ προέχει τῶν τεσσάρων στοιχείων ὅ λα᾿ον , ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτὸ φησίν ⁑ Interlinear scholia On Iliad 14.235@ἰ̈δέω: ὁμολογῶ Intermarginal scholia On Iliad 14.240: ἐμβαλεῖ Interior scholia On Iliad 14.229: Ζηνόδοτος καὶ Ἀριστοφάνης ες πόντον εβήσετο καὶ μήποτε ἄμεινον: On Iliad 14.235: Ἀρίσταρχος χάριν εἰδέω αἱ δε δημώδεις εἰδέω χαριν : On Iliad 14.241: οὕτως Ἡρωδιανος ἐπίσχυες : On Iliad 14.242: νήδυμος σὺν τῷ ν ⁑ On Iliad 14.249: οὕτως κατ ευθείαν ἄλλο τεὴ : καὶ Ἀρίσταρχος καὶ Ἡρωδιανος ⁑ Venetus A (Marciana 454 = 822), folio 185, verso Iliad 14.253-14.278 14.253 νήδυμος ἀμφιχυθείς: σὺ δέ οἱ, κακὰ μήσαο θυμῷ. 14.254 ὄρσασ' ἀργαλέων ἀνέμων ἐπι πόντον ἀήτας, 14.255 καί μιν ἔπειτα Κόων δ' εὖ ναιομένην ἀπένεικας 14.256 νόσφι, φίλων πάντων. ὁ δ' ἐπεγρόμενος, χαλέπαινε 14.257 ῥιπτάζων κατα δῶμα θεοὺς: ἐμὲ δ' ἔξοχα πάντων 14.258 ζήτει: καί κέ μ' ἄϊστον ἀπ' αἰθέρος ἔμβαλε πόντῳ. 14.259 εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν: 14.260 τὴν ϊκόμην φεύγων. ὁ δ' ἐπαύσατο χωόμενός περ, 14.261 ἅζετο γὰρ, μὴ Νυκτὶ θοῇ ἀποθύμια ἔρδοι: 14.262 νῦν αὖ, τοῦτό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. 14.263 τὸνδ' αὖτε προσέειπε βοῶπις πότνια Ἥρη : 14.264 Ὕπνε . τί ὴ δὲ σὺ ταῦτα μετα φρεσὶ σῇσι μενοινᾶς: 14.265 ῆ φῂς. ὡς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα ζῆ 14.266 ν' ὡς Ἡρακλῆος περιχώσατο παιδὸς ἑοῖο 14.267 ἂλλ' ἴ̈θ', ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων 14.268 δώσω ὀπυιέμεναι, καὶ σὴν κεκλῆσθαι ἄκοιτιν: 14.270 ὡς φάτο, χῄρατο δ' Ὕπνος , ἀμειβόμενος δὲ προσηύδα: 14.271 ἄγρει νῦν μοι όμοσσον ἀ̆ά̄ᾰτον Στυγὸς ὕδωρ, 14.272 χειρὶ δὲ, τῇ ἑτέρῃ μὲν, ἕλε χθόνα πουλυβότειραν. 14.273 τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες 14.274 μάρτυροι ὦσ', οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς εόντες: 14.275 ἠ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων 14.276 Πασιθέην . ἧς τ' αὐτὸς εέλδομαι ἤματα πάντα: 14.277 ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη . 14.278 ώμνυε δ' ὡς ἐκέλευε, θεοὺς δ' ὀνόμηνεν ἅπαντας Scholia to Iliad 14.253-14.278 Main scholia On Iliad 14.255: καί μιν ἔπειτα Κόων : ἔνιοι δια τῶν δύο οο γράφουσι Κόον , καὶ καλλίστρατος ἐν τοῖς διορθωτικοῖς : On Iliad 14.255: Κόων : εἰς τὴν Κῶν νῆσον: γράφεται δὲ σὺν τῶι ν κατ' ἀιτιατικην:⁑ On Iliad 14.266: Ἡρακλης ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν γενόμενος τε κατὰ τὸ Αἴγειον πέλαγος βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη χειμῶνι. κατασυρεὶς δὲ εις Κῶ τὴν Μερόπιδα , ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπο Εὐρυπύλου τοῦ Ποσειδῶνοσ βασιλεύοντος αὐτῆς . βιασάμενος δὲ ὡς ληστὴς ἐπιβὰς ἀνεῖλε τὸν Εὐρύπυλον καὶ τοὺς παιδας αὐτοῦ: μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκίοπη Θεσσαλὸν ἐγέννησεν ἡ ϊστορία παρὰ Φερεκύδει ⁑ On Iliad 14.257: ῥιπτάζων κατὰ δῶμα θεοὺς ἀντιστροφη ἐστιν ἀντι τοῦ χαλεπαίνων ἐρρίπταζεν : συναπτέον οὖν καὶ μή τις ἀφ ετέρας ἀρχῆς ἀναγινώσκοιτο ριπτάζων⁑ On Iliad 14.258: καὶ κέ μ' ἄϊστον ἀπ' αιθέρος ἐμβαλεπόν τῳ: καὶ ἀν ιδών με ἀνιστόρητον καὶ ἀφανῆ εποίηεν : λαβὼν ἀπο τοῦ οὐρανοῦ εἰς τὴν θάλασσαν ⁑ On Iliad 14.265: ῆφὴς ὁ Ἀσκαλωνίτης βαρύνει τὸν η ἄμεινον δὲ περισπᾶν καὶ γὰρ εἰ διαπορεῖ οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτὸν οὐ γὰρ ἕτερος αὐτοῷ ἐπριφέρεται περισπώμενος ὡς ἐπι τοῦ η δολιχὴ νῆσος ἡ Ἀρτεμις ἰοχέαιρα ⁑ On Iliad 14.267: ἀλλ' ϊθ' ἐγὼ δέκε τοι: ὅτι δύο γενέσεις Χαρίτων ὑποτίθεται πρεσβυτέρας κὰι νεωτέρας διὸ συγκριτικῶς λέγει ὁπλοτεράων⁑ On Iliad 14.272: χειρὶ δὲ τῇ ἑτέρῃ ὅτι ἑπι δύο τῷ ἑτέρῳ χρῆται κατα δια στολὴν ἑλληνικῶς: τὰ βαρύτατα δὲ τῶν στοιχείων ὅμνυσι καθαπερ ἐν τῇ συνηθείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν⁑ On Iliad 14.274: μάρτυροι ὅτι Ζηνόδοτος μάρτυρες γράφει ἀγνοῶν ὅτι μάρτυρος λέγειν δεῖ ἀκολούθως τῷ μάρτυρι ⁑ On Iliad 14.274: θεοὶ Κρόνον ἀμφὶς εόντες : οἱ περι τὸν Κρόνον θεοὶ. λέγει δὲ τοὺς Τιτᾶνας οὖτοι δε εἰσιν οἱ οὐρανοῦ παῖδες, Κρόνος , Κρεῖος , Ὑπερίων , Ἰαπετὸς , Κύων ⁑ Interlinear scholia On Iliad 14.255@θυμῷ: τῷ Ἡρακλεῖ On Iliad 14.258@ἐπεγρόμενος: ἐπεγειράμενος Intermarginal scholia On Iliad 14.259: οὕτως ἐν πάσαις δμητειρα Ἀριστοφάνης καὶ Ζηνόδοτος μήτειρα On Iliad 14.276: Ζηνόδοτος καὶ Ἀριστοφάνης έξω τοῦ τε ἧς αὐτὸς ἐέλδομαι ⁑ Interior scholia On Iliad 14.271: το ἑξῆς ἐστίν όμοσον ἠ μὲν εμοὶ τά δε αλλα δια μέσον: Venetus A (Marciana 454 = 822), folio 186, recto Iliad 14.279-14.303 14.279 τοὺς ὑποταρταρίους. οἳ Τῑτῆνες καλέονται: 14.280 αὐτὰρ. ἐπεί ῥ' ὄμοσέν τε, τελεύτησέν τε τὸν ὅρκον. 14.281 τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε: 14.282 ηέρα εσσαμένω. ῥίμφα πρήσσοντε κέλευθον. 14.283 Ί̈δην δ' ϊκέσθην πολυπίδακα μητέρα θηρῶν. 14.284 Λεκτόν : ὅθι πρῶτον λιπέτην ἅλα; τὼ δ' ἐπὶ χέρσου 14.285 βήτην, ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο ὕλη. 14.286 ἔνθ' Ὕπνος μὲν ἔμινε πάρος Διὸς , ὄσσε. ϊδέσθαι: 14.287 εἰς ελάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν Ίδῃ 14.288 μακροτάτη πεφυυῖα. δι' ηέρος αἰθέρ' ΐκανεν, 14.289 ἔνθ' ἧστ'. ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν. 14.290 ὄρνιθι λιγυρῇ ἐναλίγκιος. ἥν τ' ἐν ὄρεσσι 14.291 χαλκίδα κικλήσκουσι θεοὶ: ἄνδρες δὲ κύμινδιν: 14.292 Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον: 14.293 Ἴδης ὑψηλῆς. ἴδε, δὲ νεφεληγερέτα Ζεύς : 14.294 ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν. 14.295 οἷον, ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι: 14.296 εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας: 14.297 στῆ δ' αὐτῆς προπάροιθεν ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζεν: 14.298 Ἥρη : πῇ μεμαυῖα, κατ' Οὐλύμπου τόδ' ϊκάνεις: 14.299 ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα, τῶν κ' ἐπιβαίης: 14.300 Τὸν δὲ δολοφρονέουσα προσήυδα πότνια Ἥρη : 14.301 ἔρχομαι ὀψομένη, πολυφόρβου πείρατα γαίης. 14.302 Ὠκεανόν τε, θεῶν γένεσιν. καὶ μητέρα Τηθὺν . 14.303 οἵ με σφοῖσι δόμοισιν ἐΰ τρεφον ἠδ' ἀτίταλλον: Scholia to Iliad 14.279-14.303 Main scholia On Iliad 14.279: τοὺς ὑποταρταρίους οἱ Τιτῆνες καλέονται: ὅτι τοὺς περι Κρόνον θεοὺς ὑποταρταρίους προσαγορεύει προς τὸ ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ὅτι οὐ τοὺς περι Κρόνον λέγει Ὀλυμπίους ⁑ On Iliad 14.284: λεκτὸν όθι πρῶτον οὕτως λεκτὸν ὀξυτόνως ὡς φυτὸν οὗτος γὰρ ὁ τόπος καλεῖται. ἡ διπλῆ δὲ ὅτι ἰδίως εἴρηκεν ἀντι τοῦ Ἴδης εἰς Λεκτὸν καὶ Ἵδην δ' ί̈κανε πολυπίδακα Γάργαρον . καὶ ἐν Ὀδυσσείᾳ τὸ ὅμοιον ἡ δ' ἄρα Κύπρον ἵ̈κανε φιλομμειδὴς Ἀφροδίτη ἐς Πάφον , ἡ γὰρ Κύπρος εἰς Πάφον ⁑ On Iliad 14.284: λεκτον: ἀκρωτηριον τῆς Ἴδης κεκλημναὶ ἀπο τοῦ ἐν αυτῷ κατακλιθῆναι Δία καὶ Ἥραν τρία δὲ τὰ πάvτα ἀκρωτήρια τῆς Ἴδης λεκτὸν Γάργαρον φαλάκρη. ἀφορᾷ δὲ τὸ λεκτὸν ἐπι τὸ αἰγεῖον πέλαγος ⁑ On Iliad 14.288: μακροτάτη πεφυυῖα, δι' ηέρος ὅτι καθ Ὅμηρον ἀὴρ ὁ ἀπο γῆς μέχρι νεφῶν τόπος. ὁ δὲ ὑπερ τὰ νέφη τόπος αἰθήρ καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανῷ διὸ τὰ νέφη λέγει πύλας οὐρανοῦ ⁑ On Iliad 14.289: ἐναλίγκιος κατὰ τὴν καθέδραν ὁ γὰρ ὄρνις οὐ καθέζεται ⁑ On Iliad 14.291: χαλκίδα κικλήσκουσι θεοὶ ἄνδρες δὲ κύμινδιν: ὁ κύμινδις οἰκεῖ μὲν ὄρη ἐστι δὲ μέλας χαλκίζων τὴν χροί καὶ μέγεθος ὅσον ἱέραξ φασσόφωνος ὥς φησιν Ἀριστοτέλης . παρα δέ τῃσι θηλυκῶς λέγεται ἡ κύμινδις εὐεπίφορον εἰς ὕπνον τὸ ὄρνεον. κύμινδις δὲ λέγεται δια τὸ ἀεὶ τὴν κεφαλὴν ὑπο τοὺς κλάδους κρύπτειν ⁑ On Iliad 14.295: οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην: Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν εἷς τῶν Γιγάντων Εὑρυμέδων βιασάμενος ἔγκυον ἐποίησεν: ἡ δε Προμηθέα , ἐγέννησεν Ζεὺς δὲ ὕστερον γήμας τὴν ἀδελφὴν καὶ γνοὺς τὰ γενόμενα τὸν μὲν Εὐρυμέδοντα κατεταρτάρωσεν: τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς δεσμοῖς ἀνῄρτησεν. ἡ ἱστορίᾳ παρα Εὐφορίωνι ⁑ On Iliad 14.299: ἵπποι δ' οὐ παρέασι καὶ ἄρματα: δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι οὐ μὴν ὑποστικτέον δια πευστικὴν ὑπόκρισιν ⁑ Interlinear scholia On Iliad 14.283@λιπέτην: κατέλιπον On Iliad 14.285@ἔμεινε: ϊμνε Intermarginal scholia On Iliad 14.285: Ἀρίσταρχος ὑπο εῖτα σείετο ϊακῶς οὕτως καὶ Ζηνόδοτος καὶ Ἀρίστοφανης : On Iliad 14.295: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ πρώτιστον: Interior scholia On Iliad 14.295: γράφεται καὶ οῖος On Iliad 14.299: Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω τοῦ κέ συνδέσμου τῶν ἐπιβαίης: On Iliad 14.303: γράφεται οἵ μ' ἐν σφοῖσι , Exterior scholia On Iliad 14.303: οἵ μ' εν σφοῖσι Venetus A (Marciana 454 = 822), folio 186, verso Iliad 14.304-14.328 14.304 τοὺς εῖμ' ὀψομένη: καί σφ' ἄκριτα νείκεα λύσω: 14.305 ήδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται 14.306 εὐνῆς καὶ φιλότητος. ἐπεὶ χόλος ἔμπεσε θυμῷ. 14.307 ἵπποι δ' ἐν πρυμνωρείῃ πολυπιδάκου Ί̈δης 14.308 ἑστᾶσ' οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν: 14.309 νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ' Οὐλύμπου τόδ' ϊκάνω. 14.310 μή πως μοι μετ' ἔπειτα χολώσεαι: αἴ κε σιωπῇ 14.311 οἴχωμαι προς δῶμα βαθυρρόου Ὠκεανοῖο : 14.312 τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς : 14.313 Ἥρη . κεῖσε μέν ἐστι καὶ ὕστερον ὁρμηθῆναι, 14.314 νῶϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε: 14.315 οὐ γάρ πώ ποτέ μ' ῶδε θεᾶς, ἔρως, οὐδε γυναικὸς 14.316 θυμὸν ἐνι στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν; 14.317 οὐδ' ὁπότ' ηρασάμην Ϊξιονίης ἀλόχοιο, 14.318 ἣ τέκε Πειρίθοον , θεόφιν μήστωρ' ἀτάλαντον: 14.319 οὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης , 14.320 ἣ τέκε Περσῆα . πάντων ἀριδείκετον ἀνδρῶν: 14.321 οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο. 14.322 ἣ τέκε μοι Μί̄νω τε καὶ ἀντίθεον Ῥαδάμανθυν : 14.323 οὐδ' ὅτε περ Σεμέλης . οὐδ' Ἀλκμήνης ἐνι Θήβῃ . 14.324 ἥ ρ' Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα. 14.325 ἡ δὲ Διώνυσον Σεμέλη τέκε. χάρμα βροτοῖσιν: 14.326 οὐδ' ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης 14.327 οὐδ' ὁπότε Λητοῦς ἐρικυδέος. οὐδὲ σεῦ αὐτῆς: 14.328 ὡς σέο νῦν ἔραμαι. καί με γλυκὺς ἵμερος αιρεῖ: Scholia to Iliad 14.304-14.328 Main scholia On Iliad 14.304-14.306: τοὺς εἶμ' ὀψομένη: ἀθετοῦνται στίχοι γ καὶ ἀστερίσκοι παράκεινται: ὅτι πρὸς μὲν Αφροδίτην δεόντως λέγονται προς δὲ τὸν Δία οὐκ ἔτι οὐ γὰρ προσεδεῖτο προεράσεως ἔχουσα τὸν κεστὸν ἰ̈μάντα: καὶ τάχα ἂν συνεφώρμησεν αὐτῇ οὐ δεῖ οὖν παρακινδυνεύειν ⁑ On Iliad 14.307: ἵπποι δ’ ἐν πρυμνωρείη : ἕν ἐστι τὸ πρυμνωρείῃ ὡσπερεῖ εν ἀκροπόλει ⁑ On Iliad 14.309: νῦν δὲ σεῦ εἵνεκα: τὸν σεῦ περισπαστεον ἔστι γὰρ ἀντιδιαστολή: On Iliad 14.323: οὐδ’ Ἀλκμήνης ἐν Θήβης Ἀλκμήνης τῆς Ἠλεκτρυόνος καὶ ἀναξοῦς τῆς ἀγκαίου, ἠρασθη Ἀμφιτρύων ὃς ἀνελῶν Ἠλεκτρυόνα βοῶν ἀμφισβητήσεως χάριν ἐξ Άργους ἔφυγεν εἰς Θήβας συν αυτῷ δὲ καὶ Ἀλκμήνη . ὑποδεχθέντων δὲ ἀσμένως ὑπο τῶν βασιλευόντων τῆς ποπόλεως κρέοντος καὶ ἡνιόχης. τιμῆς ἐτύγχανον μεγίστης . οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθὴν αἰει μὴ οἱ φονεῖς τῶν αδελφῶν αὐτῆς ἀναιρεθῶσι τηλεβόαι. δι ὃ κατηγονίσατο αὐται Ἀμφιτρύων προσλαβόμενος συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς ἔτι δὲ Φοκεῖς ἑνιαυτὸν προσεδρεύσας. ὡς δε επιστρέψας ἀπο τῆς στρατείας ἤγε τοὺς γάμους ἑαυτοῦ τὲ καὶ Ἀλκμήνης τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αυτῆς ὁ Ζεύς καὶ εἰκασθεὶς Ἀμφιτρύονι ἐμίγη καὶ υἱὸν ἐποίησεν: ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῆ αὐτῇ νυκτὶ μηνιαῖον χρόνον τῆς μίξεως ἐχουσης γεννᾶται: Ἡρακλῆς μὲν ἐκ Διὸς Ἴφικλος δὲ ἐξ Αμφιτρύωνος ⁑ On Iliad 14.315: οὐ γαρ πώ ποτέ μ’ ὦδε ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν: τὸ δὲ ἐξ ονόματος ἐπιφέρειν ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν ⁑ On Iliad 14.317: οὐδ’ οπότ’ ἠρασάμην: κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάντων τὸ οὐδέποτε οὕτως ἠράσθην διὸ καὶ ἕκαστον τῶν λεγομένων αὐτὸ καθεαυτὸ κόμμα ἐστι: διόπερ αἱ στιγμαὶ ἐν αἰτήματι τίθενται: ἀπο τούτου δὲ ἕως τοῦ οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος ἀθετοῦνται στίχοι ια ὅτι ἄκαιρος ἡ ἀπαρίθμησις τῶν ὀνομάτων. μᾶλλον γὰρ ἀλλοτριοι τὴν Ἥραν ἢ προσάγεται καὶ ὁ ἐπιγόμενος συγκοιμηθῆναι δια τὴν τοῦ κεστοῦ δύναμιν πολυλογεῖ καὶ Ἀριστοφάνης προηθέτει ⁑ On Iliad 14.317: Ἰξιονίης ἀλόχοιο τῆς Ἰξίονίης γυναικὸς Δίας ἢν δὲ αὕτη θυγάτηρ Ἰηονεως : μετα δὲ τὸ φθαρῆναι αὐτὸν ὑπο Διὸς , ὕστερον Ἰξίονι ἐζεύχθη ⁑ On Iliad 14.322: Ραδάμανθυν . ἐπεὶ ἐμάνη περι τὰ ῥόδα τὰ ὑπο τοῦ ταύρου προϊέμενα ἡ Ευρώπη : Ῥαδάμανθυν ἐκαλεσε τὸν παῖδα ⁑ On Iliad 14.324: ἥ ρ' Ἡρακλῆα καρτερόφρονα φασὶ Δια συγκοιμώμενον Ἀλκμήνη πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖται ἐπι γ ἡμέρας. ὅθεν ἐπι γ νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον Ἡρακλέα ἐποίησεν: On Iliad 14.328: ὡς σέο νῦν ἔραμαι: ὀρθοτονητεον ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα ⁑ On Iliad 14.319: οὐδ' ὅτε περ Δανάης . Δανάη Ἀκρασίου θυγάτηρ. ἣ Διῒ συγκοιμηθεῖσα Περσέα ἐγέννησεν: χρωμένῳ γάρ φησι τῷ ἀκρισίῳ περι γενέσεως ἀρρένων παίδων ὅ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς καὶ αὐτὸν κτείνει, δείσας δὲ ὁ Ἀκρίσιος τούτῳ κατ κατὰ γῆν θαλαμον χαλκοῦν κατασκευάσας τὴν Δαναην ἐφρούρει: αὕτη δὲ ὥς φησι Πίνδαρος καὶ ἄλλοι τινὲς ἐφθάρη ὑπο τοῦ πατραδέλφου αὐτῆς Προίτου : ὅθεν αὐτοὺς καὶ στάσις ἐκινήθη ὡς δε ἔνιοι φασὶν ὅτι Ζεὺς μεταμορφωθεὶς εἰσχρυσὸν καὶ δια τῆς οροφῆς εἰς τὸ Δανάης ῥυεὶς κόλπον συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αυτῆς γεγεννήμενον Περσέα μὴ πισθευσας ὑπο Διὸς ἐφθάρθαι τὴν θυγατέρα μετα τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν: διασωθέντων δὲ τούτων εἰς ἔριφον τὴν νησον συνέβη μία τῶν Κυκλάδων ἀναστραφῆναι τὸν παῖδα παρα Πολυδέκτη ἢ ὡς ἔνιοι φασιν ὑπο Δικτυος τοῦ ἀδελφοῦ Πολυδέκτου φυγόντος δὲ ὕστερον Ἀκρισίου . τὴν Αργείων βασιλείαν παρέλαβε Περσεύς ⁑ On Iliad 14.323: οὐδ' ὅτε περ Σεμέλης : Σεμέλης τῆς Καδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς Ἡρας κρύφα συνηυνάζετο. ἡ δὲ ἐξαπατηθεῖσα ὑπο Ηρας ἐπινεύσοντος αὐτῆ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι. αιτεῖται τοιοῦτον αὐτὸν ελθεῖν οἶος ἦλθον μνηστευόμενος Ἥραν : Ζεὺς δὲ μη δυνάμενος ἀνανεῦσαι παρὰ γίνεται εἰς τὸν θάλαμον αὐτῆς ἑφ άρματος. ἀστραπὰς καὶ βροντὰς ὁμοῦ καὶ κεραυνὸν ἀφιείς: Σεμελης δὲ δια τὸν φόβον ἐκλειπούσης. ἐξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας ἐν ἐνέρραψε τῷ μηρῷ ἡ ϊστορια παρ Εὐριπίδῃ ἐν ⁑ Interlinear scholia On Iliad 14.307@ἑστᾶσ': ι Intermarginal scholia On Iliad 14.307: ἡθετοῦντο παρα Ζηνοδότω On Iliad 14.310: Ζηνόδοτος καὶ Ἀριστοφάνης μετόπισθε ⁑ On Iliad 14.322: Ἀρίσταρχος Μίνων συν τῷ ν Ζηνόδοτος χωρὶς τοῦ ν ‡ Interior scholia On Iliad 14.324: ὅτι ἔχει τι Ὁμηρικὸν πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκεν ⁑ Venetus A (Marciana 454 = 822), folio 187, recto Iliad 14.329-14.353 14.329 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη : 14.330 αἰνότατε Κρονίδη : ποῖον τὸν μῦθον ἔειπες 14.331 εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι 14.332 ΄Ϊδης ἐν κορυφῇσι. τάδε προπέφανται ἅπαντα: 14.333 πῶς κ' έοι: εἴ τις νῶϊ θεῶν αἰειγενετάων 14.334 εὕδοντ' ἀθρήσειε. θεοῖσι δὲ πᾶσι μετελθὼν 14.335 πεφράδοι: οὐκ ὰν ἔγωγε τεὸν προς δῶμα νεοίμην 14.336 ἐξ εὐνῆς ἀνστᾶσα: νεμεσσητὸν δέ κεν εἴη: 14.337 ἀλλ' εἰ δή ῥ' ἐθέλεις: καί τοι φίλον ἔπλετο θυμῷ: 14.338 ἔστιν τοι θάλαμος. τόν τοι φίλος υἱὸς ἔτευξεν 14.339 Ἥφαιστος . πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν: 14.340 ἔνθ' ἴ̈ομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή: 14.341 τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς : 14.342 Ἥρη : μήτε θεὸν τό γε δείδιθι μήτέ τιν' ἀνδρῶν 14.343 ὄψεσθαι: τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω 14.344 χρύσεον, οὐδ' ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, 14.345 οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι: 14.346 ῆ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς, ἣν παράκοιτιν: 14.347 τοῖσι δ' ὑπο χθὼν δῖα φύεν νεοθηλέα ποίην: 14.348 λωτόν θ' ἐρσήεντα, ἰδὲ κρόκον. ἠδ' ϋάκινθον 14.349 πυκνὸν καὶ μαλακὸν, ὃς, ἀπο χθονὸς ὑψός' ἔεργε: 14.350 τῷ ἔνι δεξάσθην: ἐπὶ δὲ νεφέλην έσσαντο 14.351 καλὴν, χρυσείην. στιλπναὶ δ' ἀπέπιπτον ἕερσαι: 14.352 ὡς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ. ἀνα Γαργάρῳ ἄκρῳ. 14.353 ὕπνῳ καὶ φιλότητι δαμεὶς. ἔχε δ' ἀγκὰς ἄκοιτιν: Scholia to Iliad 14.329-14.353 Main scholia On Iliad 14.338: ἔστιν τοι θάλαμος ὅτι ἐκ Διὸς καὶ Ἥρας καθ Ὅμηρoν ὁ Ἥφαιστος καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εῖναι ἐν Ὀδυσσείᾳ δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος . ὁ δὲ Ἡσίοδος ἐκ μόνης Ἥρας ⁑ On Iliad 14.340: εὔαδεν εὐνή : τὸ εὔαδεν ὁ Ασκαλωνίτης ψιλοῖ λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῆ ἐπενθέσει τοῦ υ ψιλοῦται ὡς ὅλος οὖλος οὕτως οὖν καὶ τὸ έαδεν εὔαδεν γένοιτο ψιλούμενον ἐγὼ δὲ πρὸς τὴν συνήθη ἀναγνωσιν δασύνουσαν τὸ α ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν: ὡς εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατα μέσον δασύνεσθαι. οίδαμεν δὲ καὶ τὸ άδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εῦ ἐπίρρημα προσῆλθε καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ δασεῖα ὡς ἐν λέξει συνθέτω. τὸ μέντοι ἔαδὲ διαίρεσίς ἐστι τοῦ ῆδε ⁑ On Iliad 14.348: λωτόν. εἰδος χόρτου ἐλείου δι ὃ καὶ ἑρσήεντα ὅ ἐστι δροσώδη ⁑ On Iliad 14.349: πυκνὸν καὶ μαλακὸν ὃς ἀποχθονὸς ὑψόσ' ἔεργε οὕτως Ἀρίσταρχος ἔεργε τὸν Δία καὶ τὴν Ἥραν ἐν δέ τισιν ὑψόσ' ἄειρε καὶ ὑψόσ' ἔερπε δια τοῦ π : ἐν δὲ τῇ Χίᾳ . ὑψόσ' ΐκανε Ζηνόδοτος πυκνὸν καὶ μαλακὸν ἵν' ἀποχθονὸς ἀγκαζέσθην : On Iliad 14.351: στιλπναὶ δ' ἀπέπιπτον ὁμοίως τῷ ἰσχναὶ: τὰ γὰρ εἰς νος δισύλλαβα μετ επιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει: πρυμνός . ἰσχνός : πυκνὸς ἐναντιοῦται τὸ λίχνος : τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεῶς ⁑ On Iliad 14.351: ἕερσαι: ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ έερσαι ὁμοίως τὸ εὐτέρπαι : καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί μή μ' ἄμυδις στίβη τε κακη καὶ θήλει εέρσῃ : τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικὰ Ἑλένη Ἑλέναι : οὕτως εἰ εέρση . καὶ εέρσαι ἠλιθίως πάνυ οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν δια τὴν μετάληψιν τοῦ α εἰς η προ τέλους ἔσχε τὸν τόπον ὁμοίως τῷ ἄελλα ἀέλλη οὕτως έερσα καὶ εέρσῃ εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ ἔερσα προπαροξυνομένου τὸν τόνον ⁑ On Iliad 14.330-14.335: αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες: τελεία στιγμὴ μετὰ τὸ Κρονίδη προσαγορευτικη γάρ ἐστιν ἡ περίοδος. ἡ δε ἑξῆς ἀνάγνωσις ἀμφίβολος, ἤ τοι γὰρ καθαυτὸ ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες: εὶ τα ἀφετέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι ἥ μ' ὑποστίζωμεν κορυφῇσι καὶ ἅπαντα : στίζομεν δὲ μετὰ τὸ πῶς κ έοι εῖτα ἀπάλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν αῖειγενετάων καὶ ὑποστίζωμεν ἀθρήσειε πεφράδοι ἤν ἢ ἀνάγνωσις οὐκ ὰν ἔγωγε τεὸν προς δῶμα οὑτως δ' ἔσονται ἀνταποδοτι καὶ περίοδοι, ἀμφότεραι ορθαὶ τοιαύται: εἰ νῦν ἐπι τῆς Ἴδης κοιμηθῆναι βούλει πῶς ἂν εἴη οἶον πῶς ἂν ἐνδέχοιτο: ἡ δὲ ἑτέρα εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι οὐκ ὰν ἔλθοιμι εἰς τὸν σὸν οῖκον, ἡ ἀνεστραμμένας αὐτὰς ποιητέον συνάπτοντα οὕτως ποῖον τὸν μῦθον ἔειπες εἰ νῦν ἐν φιλότητι λίλαιε : ἔσται δὲ στιγμῇ ἐν κορυφῇσι καὶ ἅπαντα εἰτα καθε ἀυτὸ ἀπορούσης τῆς θεοῦ: πῶς κ έοι: πῶς ἂν τοῦτο ἐνδέχοιτο εἰ καὶ τουτο αὐτὸ τοῖς ἑξῆς συναπτέον πῶς κ έοι εἴ τις νῶϊ θεῶν ἕως τοῦ πεφράδοι εῖτα ἀφετέρας ἀρχῆς, οὐκ ἂν ἔγωγε τεὸν προς δῶμα νεοίμην ⁑ Interlinear scholia On Iliad 14.345@εἰσοράασθαι: βλέπειν Intermarginal scholia On Iliad 14.340: Ζηνόδοτος καὶ Ἀριστοφανης επεὶ νύ τοι εὔαδεν εὐνήν ⁑ On Iliad 14.351: Ζηνόδοτος ἐπέπιπτον ⁑ Interior scholia On Iliad 14.349: οὕτως Ἀρίσταρχος έεργε ⁑ Exterior scholia On Iliad 14.348: λεξάσθην ἕἐρσα Venetus A (Marciana 454 = 822), folio 187, verso Iliad 14.354-14.378 14.354 βῆ δὲ θέειν ἐπι νῆας Ἀχαιῶν νήδυμος Ὕπνος : 14.355 ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ: 14.356 ἀγχοῦ δ' ἱ̈στάμενος, ἔπεα πτερόεντα προσηύδα: 14.357 πρόφρων νῦν Δαναοῖσι ποσίδαον ἐπάμυνε. 14.358 καί σφιν, κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ' ἔτι εὕδει 14.359 Ζεὺς . ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περι κῶμα κάλυψα: 14.360 Ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι: 14.361 ὡς εἰπὼν, ὁ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων , 14.362 τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν 14.363 αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορῶν ἐκέλευσεν: 14.364 Ἀργεῖοι : καὶ δ' αῦτε μεθείεμεν Ἕκτορι νίκην 14.365 Πριαμίδῃ : ἵνα νῆας ἕλῃ, καὶ κῦδος ἄρηται: 14.366 ἂλλ' ὁ μὲν οὕτω φησὶ καὶ εὔχεται, οὕνεκ' Ἀχιλλεὺς . 14.367 νηυσὶν ἐπι γλαφυρῇσι μένει κεχολωμένος ῆτορ: 14.368 κείνου δ' οὔ τι λίην, ποθὴ ἔσσεται: εἴ κέν, οἱ ἄλλοι 14.369 ἡμεῖς ὀτρυνώμεθ' ἀμυνέμεν ἀλλήλοισιν: 14.370 ἂλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες: 14.371 ἀσπίδες, ὅσσαι ἄρισται ἐνι στρατῷ ἠδὲ μέγισται. 14.372 ἐσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι 14.373 κρύψαντες: χερσὶν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες, 14.374 ἴ̈ομεν: αὐτὰρ ἐγὼν, ἡγήσομαι. οὐδ' έτι φημὶ 14.375 Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα: 14.376 ὃς δέ κ' ἀνὴρ μενέχαρμος. ἔχῃ δ' ὀλίγον σάκος ὤμῳ. 14.377 χείρονι φωτὶ δότω. ὁ δ' ἐν ἀσπίδι μείζονι δύτω: 14.378 ‘Ως ἔφαθ'. οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο: Scholia to Iliad 14.354-14.378 Main scholia On Iliad 14.364: Ἀργεῖοι καὶ δ' αῦτε μεθείεμεν Εκτορι νίκην: ταυτα καὶ τὰ ἑξῆς κατ επερώτησιν ἀναγνωστέον ⁑ On Iliad 14.366: ἀλλ ὁ μὲν οὕτω φησι ὅτι Ζηνόδοτος γράφει καὶ ἕλπεται ἁρμόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται καυχᾶται ⁑ On Iliad 14.372: παναίθησιν: τὸ παναίθησιν οἱ πλείους προπερισπῶσιν Εὐφράνωρ δὲ βαρύνει φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα ὀξυνόμενα συντιθέμενα καὶ μὴ γινόμενα κύρια: τότε μὲν φυλάσσειν τὸν τόνον ὅτε μετα προθεσεως συντίθεται τότε δὲ ἀναβιβάζειν ὅτε οὐ μετα προθέσεως ἐπι τὸ μή ἀνοχή : συνοχή : ἱστοδόκη δὲ καὶ καπνοδόκη λατύπη οἰνοχόη . εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετα προθεσεως ἐστι βαρυτονηθήσεται τάχα δὲ καὶ παρώνυμον ἐστι καὶ πάλιν ὀφείλει βαρύνεσθαι ὡς γὰρ παρὰ τὸ καλὸς ἐγένετο πάγκαλος καὶ παγκάλη . οὕτως καὶ παρα τὸ αῖθος πάναιθος ὦ ἀκόλουθον τῷ παναίθη ⁑ On Iliad 14.376: ὃς δέ κ' ἀνὴρ μενέχαρμος: οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται ὅτι γελοῖον μὴ τὰ ἁρμόζοντα ἀναλαμβάνειν ἀλλα μείζονα εἰς ἐμποδισμὸν τῆς χρήσεως. Ζηνόδοτος δὲ προηθέτει ⁑ On Iliad 14.376: ὀλίγον σάκος: μικρὰν ἀσπίδα: ἔστι δὲ ποσότης ἀντι πηλικότητος ⁑ Interlinear scholia On Iliad 14.363: παρώρμησεν: Intermarginal scholia On Iliad 14.354: ὅτι συν τῷ ν νήδυμος On Iliad 14.359: ἐν αλλῷ κωμ' ἐκαλυψα : On Iliad 14.371: ὑποστικτεον κατὰ τὸ τέλος τοῦ στίχου λείπει γαρ τὸ εισί ⁑ On Iliad 14.376: Ἀρίσταρχος δια τῆς ει διφθόγγου ἔχει ⁑ Interior scholia On Iliad 14.376: λείπει τὸ ῄ ὃς ἔαν ᾖ διὸ ὑποστιγμὴ καὶ επι τῷ μρμος ⁑ Exterior scholia On Iliad 14.357: Ποσείδαον On Iliad 14.364: μεθίεμεν Venetus A (Marciana 454 = 822), folio 188, recto Iliad 14.379-14.403 14.379 τοὺς δ' αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ: 14.380 Τυδείδης . Ὀδυσεύς τε. καὶ Ἀτρείδης Ἀγαμέμνων : 14.381 οἰχόμενοι δ' ἐπὶ πάντας. ἀρήϊ ατεύχε' ἄμειβον: 14.382 ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε. χέρεια δὲ χείρονι δόσκεν: 14.383 αὐτὰρ ἐπεί ρ' ἐσσαντο περι χροῒ νώροπα χαλκὸν: 14.384 βάν ῥ ἴ̈μεν. ἦρχε δ' άρ σφι Ποσιδάων ἐνοσίχθων: 14.385 δεινὸν, ἄορ, τανύηκες ἔχων ἐν χειρὶ παχείῃ. 14.386 εἴκελον ἀστεροπῇ. τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι 14.387 ἐν δαῒ λευγαλέῃ. ἀλλὰ δέος ἰ̈σχάνει ἄνδρας: 14.388 Τρῶας δ' αὖθ' ἑτέρωθεν ἐκόσμει φάιδιμος Ἕκτωρ : 14.389 δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν. 14.390 κυανοχαῖτα Ποσιδάων καὶ φαίδιμος Ἕκτωρ . 14.391 ἤτοι ὁ μὲν Τρώεσσιν . ὁ δ' Ἀργείοισιν ἀρήγων: 14.392 ἐκλύσθη δὲ θάλασσα ποτι κλισίας τε, νέας τε 14.393 Ἀργείων , οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ: 14.394 οὔτε θαλάσσης κῦμα τόσον βοάᾱͅ ποτὶ χέρσον. 14.395 ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ. 14.396 οὔτε πυρὸς τόσσος γε ποτι βρόμος αἰθομένοιο 14.397 οὔρεος ἐν βήσσῃς’. ὅτε τ' ώρετο καιέμεν ὕλην: 14.398 οὔτ' ἄνεμος τόσσον γε περι δρυσὶν, ὑψικόμοισιν 14.399 ηπύει. ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων. 14.400 ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ: 14.401 δεινὸν ἀϋσάντων ὅτ' ἐπ' ἀλλήλοισιν όρουσαν: 14.402 Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ 14.403 ἔγχει. ἐπεὶ τέτραπτο πρὸς ἰ̈θύ, οἱ,: οὐδ' ἀφάμαρτε Scholia to Iliad 14.379-14.403 Main scholia On Iliad 14.382: ἐσθλὰ μὲν ἐσθλὸς ὅτι οὗτος ὁ στίχος τοὺς προκειμένους ἀναίρει: βελτίονα μὲν γὰρ τῇ κατασκευῇ: ἐν δέχεται ἀναλαμβάνειν μείζονα δὲ οὔ: ἔνια δὲ τῶν ὑπομημάτων δῶκεν ἀντι τοῦ δόσκεν καὶ ἐστιν εὐφραδέστερον ⁑ On Iliad 14.387: ἐν δαῒ λευγαλέῃ: ὁ Ασκαλωνίτης βαρύνει ὡς Θέτι οἱ δὲ πλείους ὡς φλεαί ὀξύνοντες: οἷς συγκατατίθεμαι: εἰ μεν γαρ ἦν ἡ εὐθεῖα ὡς οἴεται ὁ Ἀσκαλωνίτης δάϊς ὡς Θέτις βαρυνομένη καὶ ὡς πάντα Θέτι καλλιπλοκάμῳ οὕτως δάϊ πρῶτον ἐκτείνεσθαι δεήσει τὸ ϊ δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον: τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκὰ τῷ α παραληγόμενα: οὐ φιλεῖ βαρύνεσθαι τουναντίον δὲ ὀξύνεσθαι: ὁ δὲ λόγος ἐπι τῶν Ἑλληνικῶν , ἵνα μή τις το Ξόϊς ἠ Σάϊς ἀντιθῇ κείμενα παρ' Ἡροδότω : οἶον Θηβαΐς Δαναΐς Λαΐς Θαΐς οὕτως ἄρα δαΐς: χωρὶς εἰ μὴ λέγοι τὶς τοῦτο βεβαρυτονῆσθαι προς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τὸ ἀκρίς: ἄμεινόν ἐστιν εκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπο τῆς δάϊς βαρυνομένης: εἴτε ὀξυνομένης ἡ προκειμένη ἐστι δοτικὴ ὀφείλει ὀξύνεσθαι τὸ τὰς εἰς ϊ συνεσταλμένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπ ὀνομάτων ἀρσενικὰς τὲ καὶ θηλυκὰς ὀξύνεσθαι: μηνί χηνί ταύτη καὶ λιτή οὕτως καὶ ἡ δαΐ εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται ὀξυτονηθήσεται ⁑ On Iliad 14.387: ὁτι βαρύνεται ἡ εὐθεῖα δαϊς . διδασκόμεθα ἐκ τῆς παρὰ Καλλιμάχῳ αἰτιατικῆς ἐς δάϊν ὁπλισμὸν ἴππειον : ἡ γὰρ τοιαύτη αἰτιατικὴ βαρυνομένην αἰτεῖ εὐθεῖαν καὶ τὸ δηϊς συνομολογεῖ τῷ τόνῳ: τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ϊ πλεονάσαντος ἐγένετο ⁑ On Iliad 14.394: οὔτε θαλάσσης κῦμα τόσον ὅτι Ζηνοδοτος τούτων τῶν ὁμοιώσεων τὴν πρώτην τρίτην τέταχεν: ὁ δὲ Όμηρος τὰ ἐπιτατικώτερα λέγει πάντων δὲ ἐπιτατικώτερον ἀνεμου φορά ἥτις καὶ τὰ ἄλλα κινεῖ θάλασσαν καὶ πῦρ ⁑ On Iliad 14.396: οὕτε πυρὸς τόσσος γε: Ἀρίσταρχος φυλάσσει τὴν ὀξεῖαν ἐπι τῆς τος συλλαβῆς: ὁ δὲ Τυραννίων . τοσσός γε ἀνέγνω τὴν σος συλλαβὴν ὀξύνων οὐκ εῦ, ὁ γὰρ γε οὐκ αλλάσσει τὸν τόνον τῶν προ εαυτοῦ λέξεων: εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι μὴ σύνδεσμον, ἵστω ὅτι τὸ ἐναντιον χωρήσει: ἡ γὰρ δια τοῦ γε ἐπέκτασις τρίτην ἀπο τέλους ἐποίει τὴν ὀξεῖαν, ἔγωγε ἔμοιγε ⁑ On Iliad 14.396: βρόμος. κυρίως ὁ τοῦ πυρὸς ἦχος ὅθεν καὶ τὸν Διόνυσον ὄντα ἔφορον τοῦ πυρὸς καὶ αὐτὸν Βρόμειον καλοῦσιν ἀντι τοῦ τὸν ἐπι τοῦ πυρὸς ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν ὅτι ἐκ Διὸς καὶ Σεμέλης ὢν, ἐβλήθη τῷ κεραυνῷ καὶ ὅτι πυρογενής ἐστιν ⁑ On Iliad 14.400: ὅσση ἄρα Τρώων : ἀφ ετέρας ἀρχῆς ταῦτα: Ἀρίσταρχος δὲ χωρὶς τοῦ τ γράφων ὅσση ἄρα Τρώων , πάντως τοῖς ἄνω συνάπτει ἵν' ᾖ ὁ λόγος ἀνταποδοτικὸς ἀνεστραμμένος ⁑ Interlinear scholia On Iliad 14.383@ρ': α Intermarginal scholia On Iliad 14.379: ὅτι συλληπτικῶς εἴρηκεν οὐτασμένων τινῶν καὶ βεβλημένων ⁑ On Iliad 14.398: οὕτως δια τοῦ ν τοσσον γε ⁑ Interior scholia On Iliad 14.382: οὕτως Ἀρίστραρχος δοσκον On Iliad 14.389: οὕτως δια τοῦ α γραπτέον τάνυσσαν ⁑ On Iliad 14.391: ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντησεν ⁑ On Iliad 14.397: ἔν τισι τῶν ὑπομνημάτων ώρορε καὶ ἔστιν ὅμοιον τῷ ώρορ' ἐπαΐξας ⁑ On Iliad 14.402: ὅτι ἡ πρόθεσις παρεῖται καὶ πτῶσις ἤλλακται, ἀντὶ ἐπ Αἴαντα ⁑ Exterior scholia On Iliad 14.384: Ποσειδ On Iliad 14.390: Ποσειδα Venetus A (Marciana 454 = 822), folio 188, verso Iliad 14.404-14.429 14.404 τῇ ῥα δύω τελαμῶνε περι στήθεσσι τετάσθην. 14.405 ἤτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου: 14.406 τώ οἱ, ῥυσάσθην τέρενα χρόα. χώσατο δ' Ἕκτωρ . 14.407 ὅττι ῥά οἱ βέλος ὠκὺ. ἐτώσιον ἔκφυγε χειρός: 14.408 ὰψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο. κῆρ' ἀλεείνων: 14.409 τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας Τελαμώνιος Αἴας . 14.410 χερμαδίῳ. τά, ῥα, πολλὰ θοάων ἔχματα νηῶν 14.411 παρ ποσὶ μαρναμένων ἐκυλίνδετο. τῶν ἕν' ἀείρας. 14.412 στῆθος βεβλήκει. ὑπερ ἄντυγος. ἀγχόθι δειρῆς: 14.413 στρόμβον δ' ὡς, ἔσσευε βαλὼν. περὶ δ' ἔδραμε πάντῃ: 14.414 ὡς δ' ὅθ' ὑπο πληγῆς πατρὸς Διὸς , ἐξερίπῃ δρῦς 14.415 πρόρριζος. δεινὴ δὲ θεείου γί̄νεται ὀ δμὴ 14.416 ἐξ αὐτῆς. τὸν δ' οὔ περ ἔχει θράσος ὅς κεν ΐδηται 14.417 ἐγγὺς ἐὼν. χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνὸς. 14.418 ὡς ἔπες' Ἕκτορος ὦκα χαμαὶ, μένος ἐν κονίῃσι: 14.419 χειρὸς δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπὶς ἑά̆φθη 14.421 οἱ δὲ μέγα ἰ̈άχοντες ἐπέδραμον υἷες Ἀχαιῶν 14.422 ἐλπόμενοι ἐρύεσθαι. ἀκόντιζον δὲ θαμειὰς 14.423 αἰχμάς. ἀλλ' οὔ τις ἐδυνήσατο ποιμένα λαῶν 14.424 ὀυτάσαι. οὐ δὲ βαλεῖν. πρὶν γὰρ περίβησαν ἄριστοι. 14.425 Πουλυδάμας τε καὶ Αἰνείας . καὶ δῖος Ἀγήνωρ . 14.426 Σαρπηδών τ' ἀρχὸς Λυκίων . καὶ Γλαῦκος ἀμύμων: 14.427 τῶν δ' ἄλλων οὔ τίς, εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν 14.428 ἀσπίδας εὐκύκλους. σχέθον αὐτοῦ, τὸν δ' ὰρ. ἑταῖροι 14.429 χερσὶν ἀείραντες φέρον ἐκ πόνου. ὄφρ' ΐκεθ' ἵ̈ππους Scholia to Iliad 14.404-14.429 Main scholia On Iliad 14.405: ‡ ἤτοι ὁ μὲν σάκεος: ὅτι καὶ τὰ ξίφει καὶ τὰς ἀσπίδας ἐκ τελαμώνων ἀνῆπτον διὸ δύο ⁑ On Iliad 14.406: τώ οἱ ῥυσάσθην, ὅτι χώσατο νῦν συνεχύθη καὶ ὅτι οὐκ άτρωτος ὁ Αἴας καθ Ὅμηρον : εἰ γὰρ μὴ οἱ τελαμῶνες ἐσκέπαζον ἐτρώθη ἄν ⁑ On Iliad 14.412: στῆθος βεβλήκει: οὕτως ἔξω τοῦ ν βεβλήκειν καὶ ἄνευ τοῦ ε : Ζηνόδοτος καὶ Ἀριστοφάνης σὺν τῷ ν βεβλήκειν ⁑ On Iliad 14.413: στρόμβον ὡς ῥόμβον περιφερῆ λέγει δὲ τὸν καλούμενον βέμβηκα: δίκην οὖν στρόμβου ἐποίησεν αὐτὸν στρέφεσθαι σφοδρῶς πλήξας ⁑ On Iliad 14.416: ἐξ αυτῆς τὸν δ' οὔπερ ἔχει: ὅτι τὸ ἀντικείμενον δεῖ ὑπακούειν. ἀλλα δέος : Ἀριστοφανης δὲ. τὸν δ' οὔτιν ἔχει θράσος ὅστις ἴδηται ⁑ On Iliad 14.418: ὡς ἔπεσ' Ἕκτορος ῶκα: ὅτι ὠκὺ γραπτέον εἴτε ἐπιθετικῶς εἴτε κατὰ μεσότητα ἀντι τοῦ ὠκέως ὡς ὀξὺ δὲ κωκύσασα : ἡ δε Μασσαλιωτικὴ καὶ ἡ: Χία ὦκα ⁑ On Iliad 14.421: οἱ δὲ μέγα ἰ̈άχοντες. ὅτι τὸ ϊάχοντες ὡς ὀρεγοντες ὅθεν βαρυτονεῖν δεῖ ἰ̈άχων ὡς ὁρέγων ⁑ On Iliad 14.419: ἀσπὶς ἑάφθη ἐπικατήφθη δὲ αὐτῷ ἡ ἀσπὶς ὅ ἐστιν ἐπικατηνέχθη αὐτῷ: τὸ δὲ ἑάφθη ἀπο τοῦ ἔπω , εἵφθη ἥφθη ἐάφθη ⁑ On Iliad 14.424: οὐτάσαι οὐδὲ βαλεῖν. ἡ διπλῆ, ὅτι διαστέλλει τὸ οὐτάσαι καὶ βαλεῖν ⁑ On Iliad 14.427: τῶν δ' ἄλλων: Ζηνόδοτος διὰ τοῦ τ τῶν τ άλλων διήλλαττον δὲ αἱ Ἀριστάρχου ἀκήδεσεν . καὶ ἀκηδέσατο , ἀκηδέστως ἔσχον: Interlinear scholia On Iliad 14.404@τῇ: ὅπου δή On Iliad 14.413@πάντῃ: ὁ Ἕκτωρ Intermarginal scholia On Iliad 14.400: ἔξω τοῦ τ αἱ Ἀριστάρχου οὕτως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης ⁑ On Iliad 14.414: γράφεται ὑπὸ ριπῆς On Iliad 14.424: ἐν ἄλλω περίβησαν ἅπαντες ⁑ Venetus A (Marciana 454 = 822), folio 189, recto Iliad 14.430-14.454 14.430 ὠκέας. οἵ, οἱ, ὄπισθε μάχης ἠδὲ πτολέμοιο 14.431 έστασαν. ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες: 14.432 οἳ, τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα: 14.433 ἂλλ' ὅτε δὴ πόρον ΐξον ἐϋρρεῖος ποταμοῖο 14.434 Ξάνθου δῑνήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς : 14.435 ἔνθά μιν ἐξ ἵ̈ππων πέλασαν χθονὶ. καδ δέ οἱ, ὕδωρ 14.436 χεῦαν: ὁ δ' ἀμπνύνθη. καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν: 14.437 ἑζόμενος δ' ἐπὶ γοῦνα, κελαινεφὲς αἷμ' ἀπέμασσεν 14.438 αὖτις δ' ἐξ ὀ πίσω πλῆτο χθονί. τὼ δέ οἱ, ὄσσε 14.439 νυ̏ξ ἐκάλυψε μέλαινα: βέλος δ' ἔτι θυμὸν ἐδάμνα: 14.440 Ἀργεῖοι δ' ὡς οὖν ἴ̈δον Ἕκτορα νόσφιν ἐόντα. 14.441 μᾶλλον ἐπὶ Τρώεσσι θόρον. μνήσαντο δὲ χάρμης: 14.442 ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας 14.443 Σάτνιον ούτασε δουρὶ μετάλμενος ὀξυόεντι 14.444 Ηνοπίδην, ὃν, ἄρα νύμφη τέκε, νηῒς ἀμύμων 14.445 Ήνοπι βουκολέοντι παρ' ὄχθας Σατνιόεντος : 14.446 τὸν μὲν Ὀϊλιάδης δουρὶ, κλυτὸς ἐγγύθεν ἐλθὼν 14.447 ούτατε καλλα πάρην. ὁ δ' ἀνετράπετ'; ἀμφι δ' ὰρ, αὐτῷ 14.448 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην: 14.449 τῷ δ' ἐπὶ Πουλυδάμας ἐγχεσπάλος ἦλθεν ἀμύντωρ 14.450 Πανθίοδης . βάλε δὲ Προθοήνορα . δεξιὸν ὦμον. 14.451 υἱὸν Ἀρηϊλύκοιο: δι' ὤμου δ' όβριμον ἔγχος 14.452 ἔσχεν. ὁ δ' ἐν κονίῃσι πεσὼν. ἕλε, γαῖαν ἀγοστῷ: 14.453 Πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο. μακρὰ βιβάσθων: 14.454 οὐ μὰν αὖτ' οἴω μεγαθύμου Πανθόιδαο Scholia to Iliad 14.430-14.454 Venetus A (Marciana 454 = 822), folio 189, verso Iliad 14.455-14.479 14.455 χειρὸς ἀπὸ στιβαρῆς, ἅλιον: πηδῆσαι ἄκοντα: 14.456 ἀλλά τις Ἀργείων κόμισε χροῒ. καί μιν ὀΐω 14.457 αὐτῷ σκηπτόμενον. κατίμεν δόμον Ἄϊδος εἴσω: 14.458 ὡς έφατ', Ἀργείοισι δ' άχος γένετ' εὐξαμένοιο 14.459 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε 14.460 τῷ Τελαμωνιάδῃ . τοῦ γὰρ πέσεν ἄγχι μάλιστα: 14.461 καρπαλίμως δ' ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ: 14.462 Πουλυδάμας δ' αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν 14.463 λικριφὶς, ἀΐξας. κόμισεν δ' Ἀντήνορος υἱὸς 14.464 Ἀρχέλοχος , τῷ γάρ ῥα θεοὶ. βούλευσαν. ὄλεθρον. 14.465 τόν ῥ' ἔβαλεν κεφαλῆς τὲ καὶ αὐχένος ἐν συνεοχμῷ 14.466 νείατον ἀστράγαλον. ἀπο δ' ἄμφω κέρσε τένοντε: 14.467 τοῦ δὲ πολὺ προτέρη κεφαλὴ; στόμα τε ῥῖνές τε 14.468 οὔδεϊ πλῆντ'. ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος: 14.469 Αἴας δ' αὖτ', ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι : 14.470 φράζεο Πουλυδάμα : καί μοι νημερτὲς ἐνίσπες. 14.471 ῆ ῥ' οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντι πεφᾶσθαι: 14.472 ἄξιος. οὐ μέν μοι κακὸς εἴδεται, οὐδὲ κακῶν ἔξ. 14.473 ἀλλα κασίγνητος Ἀντήνορος ἱπποδάμοιο 14.474 ἠ παῖς: αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει: 14.475 ῆ ῥ' εὖ γινώσκων, Τρῶας δ' ἄχος ἔλλαβε θυμόν, 14.476 ἔνθ' Ἀκάμας Πρόμαχον Βοιώτιον ούτασε δουρὶ 14.477 ἀμφὶ κασιγνήτῳ βεβαὼς, ὁ δ' ὑφέλκε ποδοῖϊν 14.478 τῷ δ' Ἀκάμας ἔκπαγλον ἐπεύξατο. μακρὸν ἀΰσας: 14.479 Ἀργεῖοι ἰ̈όμωροι. ἀπειλάων ἀκόρητοι Scholia to Iliad 14.455-14.479 Main scholia On Iliad 14.463: λὶκριφὶς ἀΐξας⋅ ὅτι δὶς κέχρηται τῇ λέξει. νῦν καὶ ἐν Ὀδυσσείᾳ σημαίνει δὲ πλάγιος ὁρμήσας. ἀπο τοῦ λεχρίου κατα κοινωνίαν τῶν συμφώνων ⁑ On Iliad 14.463: λικριφίς Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς , καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις ⁑ On Iliad 14.465: ἐν συνεοχμῷ. ἐν τῇ συναφῇ τοῦ ἡνίου ἐν τῷ συνδέσμω ἀστράγαλον δέ φησι τὸν σπόνδυλον τὸν ἐν τῷ ἡνίῳ. εἰρηται δὲ ἀστράγαλος κατ αντίφρασιν: πολύστρεπτος γὰρ ὑπάρχει ⁑ Interlinear scholia On Iliad 14.474: ἐν ἄλλω έοικεν On Iliad 14.476: ονομα κύριον ὑιὸς Ἀλεγήνορος Intermarginal scholia On Iliad 14.456: οὕτως κόμισε χωρὶς του ν ⁑ On Iliad 14.467-14.468: η κεφαλη προέλαβε τὰ κάτω πίπτοντα ⁑ On Iliad 14.469: Ζηνόδοτος ἀμύμονα Πουλυδάμαντα On Iliad 14.472: ΐσως λείπει δε τὸ δοκεῖ σοι⋅ On Iliad 14.474: Αριστοφάνης αὐτῷ γάρ ρα φυὴν ἄγχιστα ἔοικεν ⁑ On Iliad 14.477: πρὸς τὸ ὃς Χρύσην ἀμφιβέβηκας ὅτι ἐστὶν ὑπερμαχεῖς Venetus A (Marciana 454 = 822), folio 190, recto Iliad 14.480-14.504 14.480 οὔ θην, οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς 14.481 ἡμῖν. ἀλλά ποθ' ὧδε κατακτανέεσθαι καὶ ὔμμες: 14.482 φράζεσθ'. ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει 14.483 ἔγχει ἐμῷ: ἵνα μή τι κασιγνήτοιό γε ποινὴ 14.484 δηρὸν ἄτιτος ἔῃ. τῶ καί τέ τις εὔχεται ἀνὴρ 14.485 γνωτὸν ἐνι μεγάροις ἄρεως ἀλκτῆρα λιπέσθαι: 14.486 ὡς ἔφατ'. Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο: 14.487 Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρῑνεν. 14.488 ὡρμήθη δ' Ἀκάμαντος . ὁ δ`' οὐχ ὑπέμεινεν ἐρωὴν 14.489 Πηνελέοιο ἄνακτος. ὁ δ' ούτασεν Ϊλιονῆα: 14.490 υἱὸν Φόρβαντος πολυμήλου. τόν ῥα μάλιστα 14.491 Ἑρμείας Τρώων ἐφίλει. καὶ κτῆσιν ὄπασσε: 14.492 τῷ δ' ὰρ ὑπο μήτηρ μοῦνον τέκεν Ἰ̈λιονῆα: 14.493 τὸν τόθ' ὑπ' ὀφρύος οῦτα. κατ' ὀφθαλμοῖο θέμεθλα: 14.494 ἐκ δ' ῶσε γλήνην. δόρυ δ' ὀφθαλμοῖο διαπρὸ 14.495 καὶ διὰ, ϊνίου ἦλθεν. ὁ δ' ἕζετο χεῖρε πετάσσας 14.496 ἄμφω: Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ. 14.497 αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε 14.498 αὐτῇ σὺν πήληκι κάρη: ἔτι δ' όβριμον ἔγχος 14.499 ῆεν ἐν ὀφθαλμῷ: ὁ δὲ φῆ κώδειαν ἀνασχὼν, 14.500 πέφραδέ τε Τρώεσσι . καὶ εὐχόμενος. ἔπος ηύδᾱ : 14.501 εἰπέμεναί μοι Τρῶες . ἀγαυοῦ Ἰ̈λιονῆος 14.502 πατρὶ φίλῳ καὶ μητρὶ . γοήμεναι ἐν μεγάροισιν: 14.503 οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο. 14.504 ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται. ὁππότε κεν δὴ Scholia to Iliad 14.480-14.504 Main scholia On Iliad 14.485: γνωτὸν ἐνι μεγάροις. ὅτι ἀντιπέφρακε τὸν γνωτὸν τῷ κασιγνήτῳ σαφῶς ἔστι γὰρ ἀδελφός, Ζηνόδοτος δὲ ἐνι μεγάροισιν ἄρης. ὡς ἐκεῖ ἐμεῖο δὲ δῆσεν ἄρης ⁑ On Iliad 14.500: ὁ δὲ φῆ κώδειαν: ὁ μὲν Ζηνόδοτος καὶ τον δὲ καὶ τὸν φῆ ἐγκλίνει, ἵνα τὸ φῆ, ταυτὸν ὑπάρχει. τῷ ὡς καὶ τὸ μεταλαμβανόμενον τοιοῦτον ᾖ, ὁ δὲ ὡς κώδειαν. ἀνασχὼν πέφραδέ τε Τρώεσσιν ⋅ ὁ δε Ἀρίσταρχος ἐκδεξάμενος τὸ ἔφη ῥῆμα ὁμοίως τῷ ἔβη, δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον ὅπερ οὐκ αναγκαῖον ποιητικὸν γὰρ ἔθος τῷ πολλάκις τὸ αὐτὸ ἐπαναλαμβάνεσθαι⋅ προς δὲ τὸν Ζηνόδοτον ὑγιῶς ἀποφαίνεται ἐκεῖνο ὅτι ὁ ποιητης οὐδέποτε οἶδε τὸ φῆ ἀντι τοῦ ως οἱ δὲ μεταυτὸν ὥσπερ Ἀντίμαχος καὶ οἱ περι Καλλίμαχον . On Iliad 14.499-14.500: κώδεια ἐστὶν ἡ κεφαλὴ τῆς μεικωνος⋅ φαντάζει δὲ ἡ ἐπ άκρου τοῦ δόρατος ἐμπεπαρμένη κεφαλὴ τὴν επι καυλῶ κώδειαν: στικτέον δὲ ἐπὶ τὸ ἀνασχών: ἐὰν γὰρ συνάπτωμεν ἐπὶ τὴν ἀπεκδοχὴν ἐνεχθησόμεθα καθ ἣν τὸ φ ἀντι τοῦ ως κεῖται ⁑ On Iliad 14.499: ὁ δὲ φῆ κώδειαν Ἀρίσταρχος τὸ φῆ ῥῆμα ἐκδέχεται: καὶ ἀθετεῖ τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι ὡς τὸ τοῖσι δὲ καὶ μέτειπε γέρων ἥρως ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ ἔπος τ' έφατ' ἔκ τ' ὀνόμαζεν ἠ τὸ πέφραδὲ διεσήμαινεν ⁑ On Iliad 14.500: πέφραδέ τε Τρώεσσι , ὅτι αναγνώντες τινὲς φη κώδειαν ὑφ ἓν ἵν' ᾗ ὡς κώδειαν, προσεπέταξαν τὸν ἠθετημένον οὐδέποτε δὲ Ὅμηρος τὸ φῆ ἀντι τοῦ ως τέταχεν ἴσως δὲ καὶ Ἀντίμαχος ἐντεῦθεν ἐπλανήθη φῆ γέρων οἷσιν εἰπών. δεῖ δὲ ἔξωθεν προσλαμβάνειν τὸ ως , καὶ ἀθετεῖν τὸν στίχον ταυτολογίαν γὰρ περιέχει ⁑ Interlinear scholia On Iliad 14.483: εκ δικία On Iliad 14.491: περιουσίαν On Iliad 14.501: ἀντὶ τοῦ εἴπατε: Intermarginal scholia On Iliad 14.483: ἐν αλλῳ ἔγχει εμῶ μί τοι τι ⁑ Interior scholia On Iliad 14.499: ὅτι έξωθεν ἀκουστέον τὸ ὡς ῑν' ἡ ὡς κώδειαν ⁑ Venetus A (Marciana 454 = 822), folio 190, verso Iliad 14.505-14.522 14.505 ἐκ Τροίης συν νηυσὶ, νεώμεθα κοῦροι Ἀχαιῶν : 14.506 ὡς φάτο τοὺς δ' ἄρα πάντας ὑπο τρόμος ἔλλαβε γυῖα. 14.507 πάπτηνεν δὲ ἕκαστος. ὅπῃ φύγοι αἰπὺν ὄλεθρον: 14.508 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι. 14.509 ὅς τις δὴ πρῶτος, βροτόεντ' ἀνδράγρι'. Ἀχαιῶν 14.510 ῄρατ'. ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος: 14.511 Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οῦτα 14.512 Γυρτιάδην, Μυσῶν ἡγήτορα καρτεροθύμων: 14.513 Φάλκην δ' Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε: 14.514 Μηριόνης δὲ Μόρυν τε καὶ Ἱ̈πποτίωνα κατέκτα: 14.515 Τεῦκρος δὲ Προθόωνά τ' ἐνῄρατο καὶ Περιφήτην: 14.516 Ἀτρείδης δ' ὰρ ἔπειθ' Ὑπερήνορα ποιμένα λαῶν 14.517 οὔτασε καλλα πάρην: δια δ' έντερα χαλκὸς ἄφυσσε 14.518 δῃώσας. ψυχὴ δὲ κατ' ουταμένην ὠτειλὴν 14.519 ἔσσυτ' ἐπειγομένη: τὸν δὲ σκότος. ὄσσ' ἐκάλυψε: 14.520 πλείστους δ' Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός: 14.521 οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ῆεν 14.522 ἀνδρῶν τρεσσάντων. ὅτε τε Ζεὺς ἐν φόβον όρσε : ⁑ Scholia to Iliad 14.505-14.522 Main scholia On Iliad 14.509: ὅς τις δὴ πρῶτον. ὅτι νῦν καὶ ἐν Οδυσσείᾳ : ἅπαξ εἴρηκεν ἀνδάγρια : τινὲς δὲ ἀθετοῦσι δια τὸ ξένον τῆς λέξεως καὶ μη κείμενον ἀλλαχοῦ: ἤτοι δὲ τὰ σκύλα τὰ ὑπο ανδρῶν ἀγρευόμενα, ἠ ἀντὶ ανδρῶν ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλ οὖν τὸν ἀναιρεθέντα σκυλεύουσιν: On Iliad 14.509: ἀνδάγρια: ὡς ἀντάξια καὶ γὰρ σύνηθες αὐτῷ τὸ τοιοῦτον εῖδος: καὶ γὰρ ζωάγρια εἶπεν καὶ βοάγρια , καὶ μοιχάγρια ⁑ On Iliad 14.516: Ἀτρείδης δ ὰρ ἔπειθ' Ὑπερήνορα: ὅτι οὗτος ἴσως ἐστὶν Ὑπερήνωρ . οὗ μέμνηται κατα τὴν προς Εύφορβον συστασιν Μενέλαος : οὐδε μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπονηθ' ὅτε μ'. ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται κατ επιδρομὴν ἔκ φέρων τοὺς ἀνῃρῃμένους ⁑ On Iliad 14.521: ‡ οὐ γάρ οἱ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ῆεν: τὸ μὲν ὁμοίως, ὡς ἀλλοῖος ἀναγνωστέον, τὸ γὰρ προπαροξύνειν μεταγενεστέρων ἐστιν Ἀττικῶν: τὸ δε ἐπισπέσθαι παροξυτονητέον ὁμοίως τῷ ἀποθέσθαι ἔστι γὰρ τὸ ἁπλοῦν σπέσθαι: προεἴρηται δὲ ἐπι τῶν τοιουτων ἀπαρεμφάτων ⁑ On Iliad 14.522: ἀνδρῶν τρεσσάντων: ὅτι οὐ λέγει τρεσσάντων δεισάντων ἀλλα φυγόντων τρέσσαι δ' οὐκέτι ῥίμφα πόδες φέρον ⁑ Interlinear scholia On Iliad 15.505: Ζηνοδοτος καὶ Ἀριστοφάνης ἐν νυσί Intermarginal scholia On Iliad 14.506: γράφεται τοὺς ἄρα πάντας ὑπὸ χλωρὸν ἀέος εῖλεν ⁑ On Iliad 14.517: γράφεται οὔτα κατὰ λαπάρην ⁑ On Iliad 14.518: ὅτι παρετυμολογεῖ τὴν ὠτειλὴν ἀπo τοῦ οὔτασε⁑ Venetus A (Marciana 454 = 822), folio 191, recto Iliad 15.1-15.25 15.1 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν 15.2 φεύγοντες. πολλοὶ δὲ δάμεν Δαναῶν ὑπο χερσὶν. 15.3 οἱ μὲν δὴ παρ' όχεσφιν ἐρητύοντο μένοντες 15.4 χλωροὶ ὑπαὶ δείους. πεφοβημένοι: ἔγρετο δὲ Ζεὺς 15.5 Ἴ̈δης ἐν κορυφῇσι. παρα χρυσοθρόνου Ἥρης : 15.6 στῆ δ' ὰρ ἀναΐξας: ἴ̈δε δὲ Τρῶας καὶ Ἀχαιοὺς . 15.7 τοὺς μὲν ὀρινομένους. τοὺς δὲ κλονέοντας ὄπισθεν: 15.8 Ἀργείους . μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα: 15.9 Ἕκτορα δ' ἐν πεδίῳ ἴ̈δε κείμενον ἀμφὶ δ' ἑταῖροι 15.10 εἵαθ'. ὁ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι. κῆρ, ἀπινύσσων: 15.11 αἷμ' εμέων. ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ' Ἀχαιῶν : 15.12 τὸν δὲ ἰ̈δὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε: 15.13 δεινὰ δ' ὑπόδρα ἰ̈δὼν Ἥρην πρὸς μῦθον ἔειπεν: 15.14 ῆ μάλα δὴ κακότεχνος ἀμήχανε, σὸς δόλος. Ἥρη 15.15 Ἕκτορα δῖον ἔπαυσε μάχης. ἐφόβησε δὲ λαούς: 15.16 οὐ μὰν οῖδ': εἰ, αὖτε κακορραφίης ἀλεγεινῆς 15.17 πρώτη ἐπαύρηαι. καί σε πληγῇσιν ϊμάσσω: 15.18 ἠ οὐ μέμνῃ. ὅτε τ' ἐκρέμω ὑψόθεν. ἐκ δὲ ποδοῖϊν 15.19 ἄκμονας ῆκα δύω: περι χερσὶ δὲ δεσμὸν ΐηλα 15.20 χρύσεον. ἄρρηκτον, σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν 15.21 ἐκρέμω. ἠλάστεον δὲ θεοὶ κατα μακρὸν Ὄλυμπον : 15.22 λῦσαι δ' οὐκ ἐδύναντο παρασταδὸν. ὃν δὲ λάβοιμι 15.23 ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ. ὄφρ' ἂν ΐκηται 15.24 γῆν ὀλιγηπελέων: ἐμὲ δ' οὐδ' ὡς θυμὸν ἀν ἵει 15.25 ἀζηχὴς. ὀδύνη Ἡρακλῆος θείοιο: Scholia to Iliad 15.1-15.25 Main scholia On Iliad 15.1: ‡ αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν, ἡ ἀναφορὰ πρὸς τὸ πάπτηνεν δὲ ἕκαστος ὅπη φύγῃ αἰπῦν ὄλεθρον ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως, πολλοὶ δὲ. τοῦ το δια μέσου ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφευγον ⁑ On Iliad 15.1: διά τε σκολοπας. ἀντὶ τοῦ δια σκολόπων καὶ τάφρου, ὡς διά τ' ἔντεα καὶ μέλαν αἷμα : τὸ ἑξῆς διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον ὑπερβατὸς γὰρ ὁ τρόπος ⁑ On Iliad 15.1: ἔβησαν, ἡ διακοπῆ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφαίνει τῶν πολεμιων ⁑ On Iliad 15.2: πολλοὶ δὲ δάμεν⁚ ὁμοίως τὸ πολλοὶ δ' Ἀργείων , οἱ μὲν δάμεν, οἱ δ' ἐλίποντο: καὶ τὸ φάνεν δέ οἱ εὑρέες ὤμοι ἀνεγνώσθη κατὰ ἀφαίρεσιν τοῦ άρχοντος χρόνου: ἔφαμεν δὲ τὰ τοιαῦτα ἁδιαφόρως εὑρεθῆναι παρα τῷ ποιητῇ, On Iliad 15.2: φεύγοντες ὑποστικτέον φεύγοντες καὶ χερσὶ , ἡ γὰρ ἀνταπόδοσις ἐστιν αὐτῷ. οἱ μὲν δὴ παρ όχεσφιν ⁑ On Iliad 15.: χλωροὶ ὑπαι δείους. ἡ ὑπο πρόθεσις ὑπαὶ ἐγένετο ὁμοίως τῇ ὑπαι πόδα νείατον Ἴδης καὶ ἐστι τὸ ἑξῆς ὑπο δέους οὕτως καὶ Ἀρίσταρχος δι ὃ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαι καὶ ἡγούμενον ἀπο τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς ἕως δὲ τοῦ ὑπαι δείους ὀφείλομεν ἀναπαύεσθαι: οὐ γὰρ πιθανὸν ἕως τοῦ χλωροὶ εἶτα πεφοβημένοι τοῦτέστι φεύγοντες : ἔστι μέντοι καὶ ἑτέρα ἀνάπαυσις οὐκ αδόκιμος⁚ On Iliad 15.4: ὑπαι δείους: εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν τοί ου μιν θάρσεος πλησεν . ἐξ Ερέβευς αὔξοντα ἡμετέρου δ' οὐκ έστι γενευς . ἦ ἐντελῶς, βέλεος δε σε τείρει ἀκωκῆ ἄστεος αἱὲν ὑπερ κατ αμαξητόν ἀλλα νῦν ἡ κακοφωνίᾳ τῆς φωνῆς κρᾶσιν ἐποίησεν αὐτὸν χρήσασθαι καὶ ἐν τῷ ἡ ρα κατὰ σπείους ⁑ On Iliad 15.8: ἀργείους μετα δέ σφι ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντησεν: ἑνεκα δὲ σαφηνείας ἐπανέλαβε τοὺς ἀργείους On Iliad 15.10: εἴαθ' ὁ δ' ἀργαλέω ὅτι κατα τὸ πληρες ἐκληπτέον κῆρ εῖτα ἀπινύσσων τὸ κέαρ ἀπινύτων . ἔνιοι δὲ τὸ εἴαθ' ψιλῶς: ἔνθ' ἄρα οἱ μῦλαι εἴατο ἀντι τοῦ ῆσαν: καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ εἴατο . ὁμοίως καὶ ἐπι τοῦ εὗρε δ' ἐνι σπῆϊ γλαφυρῇ Θέτιν . ἀμφι δέ τ' ἄλλαι εἴαθ' ὁμηγερέες ἐκδέχεταί τὲ κλῆσιν τὴν ἀπο τοῦ εἰμί εἰς παθητικοῦ ὑπερσυντελικοῦ χρόνον καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον: ἔχει δὲ ἐπί τασιν, εἰ τοῦ ειμι τὰ παθητικὰ δύναται συστῆναι κατα σημαινόμενον, ἢ χρῆσιν Ἑλληνικήν : δι ὃ ἄμεινον δασύνειν. καὶ ἐκδέχεσθαι ἐνδιέτριβον. καὶ ἐκάθηντο: καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑτέρους συγκάμνοντας αὐτὸς τὲ ὁ ποιητής ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς: πῆ μὲν κοινῶς εἰπὼν τοῖοι δ' ἄρα Τρώων ἡγήτορες ῆν τῶν ἐπι πύργων πῆ δὲ Ϊωνικῶς οἱ δ' έατ' εἰν ἀγορῇ , πῇ δὲ ἐπενθέσει τοῦ ϊ πάλιν χρησαμενος Ϊωνικῶς εἴατο καὶ προύχοντες ὡς καὶ τὸ προκείμενον⁑ On Iliad 15.10: κήρ ἀπινύσσων Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην ἵνα τοιοῦτόν τι σημαίνῃ τὸ κῆρ ἀσύνετος ὦν διδασκόμενος: καὶ ἐξ ἐκείνου τοῦ δοκέεις δέ μοι οὐκ ἀπινύσσειν : τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων καὶ σχεδὸν πάντες καὶ ἡμεῖς. εἰσὶ μέντοι, οἳ ἄλλους διέστειλαν οὓς ἐλέγχει ὁ Ηρωδιανός Ἀριστοφάνης κῆρ απινύσκων : διὰ τοῦ κ ὁ δὲ Ἀρίσταρχος καὶ ἐν Ὀδυσσείᾳ διὰ των δύο σσ . δοκέεις δέ μοι οὐκ ἀπινύσσειν ⁑ On Iliad 15.11: αἵμ' ἐμέων ἐπεὶ ού μιν: ὅτι τὸ ἐναντίον ὑπακουστέον ἀλλ' ἰσχυρότατος οὐ γὰρ ἐκ πλήρουσ' ἀποδέδωκεν ὡς επι τοῦ δὸς φίλος οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν έμεναι ἀλλ' ὤριστος ⁑ On Iliad 15.14: ῆ μάλα δὴ κακότεχνος ὅτι δύο σημαίνει ἡ λέξις, ἤτοι μη δυναμένη μηχανὴν ευρεῖν. ἣ προς ἣν οὐκ έστι μηχανήσασθαι ὅπερ καὶ θέλει εἰπεῖν ⁑ On Iliad 15.15: Ἕκτορα δῖον ὅτι ἀφ εαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα . οὐχ ὑποπτεῦον οὖν τὰ ἐν Ὀδυσσείᾳ . πῶς ἂν ἔπειτ' Ὀδυσῆος εγὼ θείοιο λαθοίμην ⁑ On Iliad 15.17: ἐπαύρηαι: προπαροξυτονητέον ομοίως τῷ εἰς ό κε τοὺς ἀφικηαι ἔστι γὰρ μέσος β ἀόριστος. ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ οῦ δε κεν κακὸν οἶτον ὄλῃαι καὶ γὰρ τούτο μέσου δευτέρου ἀορίστου⁚ On Iliad 15.18: ἢ οὐ μέμνῃ ὅτε τ' ἐκρέμνω τοὺς τῆς Ἥρας δεσμοὺς νοητέον φυσικὴν τοῦ Ἄρεος πρὸς τὸν αιθερα συμπλοκήν. δια το ὅτι οὖν φὴσι χρύσεον ἄρρηκτον ἵν' ᾖ δυσδιαχείριστον ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγες καὶ δυσδιάλυτον. ἄκμονας δὲ δύο τὰ βαρύτατα τῶν στοιχείων γῆν καὶ θάλασσαν. ἐζήτηται δὲ δια ποίον αἰτίαν οὕτως ἀσχήμως ὑβρίζει τὴν Ἡραν ὁ Ζεὺς δια θνητὸν Ἡρακλέα . φὴσι γὰρ ἢ οὐ μέμνη ὅτε τ' εκρεμω : ῥητέον δὲ ὅτι νῦν φιλοσοφεῖ Ὅμηρος μυθικῶς γὰρ Ζεὺς ἐνταυθα ὁ αἰθήρ οὐρανοῦ τοῦ περὶ τὸν ἀερα δεσμος ἐστὶ ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αυτοῦ δεσμεύων τὰ παντα: μετ αυτὸν δε ἐστὶν. ἀὴρ μέσος γῆς καὶ ἀερος. ὅ δεῖ νοεῖν ἡμᾶς τὴν Ἡρὰν ὑπάρχεῖν τοῦ δ ἀέρος ἐκκρέμαται ὕδωρ τὲ καὶ γῆ οὗς δῆ νῦν ἄκμονας λέγει παρα τὸ ἀκοπίατα εῖναι τὰ στοιχεῖα: καλῶς οὖν οὐ δύναται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι: ἰσχὺς γὰρ τῶν όλων τὸ συνδεδέσθαι. ἡ διπλῆ δὲ ὅτι ἐκ δυεῖν τόπων τούτου τὲ καὶ τοῦ κατα τὴν ῥαψῳδίαν ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πληροῦται μῦθος ⁑ On Iliad 15.22: παρασταδον: τοῦτο τοῖς ἄρω συναπτέον ἵν ᾗ ὁ λόγος λῦσαι δ' οὐκ εδύναντο παραστάντες: ὃν δὲ λάβοιμι δηλονότι παριστάμενον ἦ λύοντα ⁑ Interlinear scholia On Iliad 15.10@απινύσσων: εξεστηκὼς τὴν ψυχὴν On Iliad 15.14@ἀμήχανε: κακομήχανε On Iliad 15.16@κακορραφίης: ο δολος σου δηλονότι Intermarginal scholia On Iliad 15.24: Ἀρίσταρχος θυμον αλλοι δὲ θυμός ἔστι δὲ ὁ τῆς Ἀρισταρχείας φράσεως χαρακτηρ: οἱ σ ωτειλήν αἷμ' ἀπολιχμήσονται: Interior scholia On Iliad 15.11: πρὸς τὸ αἷμ' ἀπέμασσεν τοῦτ' ἄν τις σημειώσαιτο ⁑ On Iliad 15.17: οὕτως δια τοῦ η ἐπαύρηαι On Iliad 15.18: δια τοῦ η , μέμνῃ εῖχον πᾶσαι⁚ On Iliad 15.21: ὅτι ὁ μακρὸς ὁ Ὄλυμπος ὡς όρος⁚ On Iliad 15.23: ὅτι καὶ ταῖς αὐταῖς λέξεσι κέχρηται κατ ἀμφοτέρους τοὺς τόπους ⁑ On Iliad 15.24: εμε δ' ουδ' ὡς θυμὸν, συναπτέον ἕως τοῦ θείοιο ἐν σχήματι γὰρ εἴρηται ⁑ Exterior scholia On Iliad 15.8: Ποσειδάωνα Venetus A (Marciana 454 = 822), folio 191, verso Iliad 15.26-15.50 15.26 τὸν σὺ, ξὺν Βορέῃ ἀνέμῳ. πεπιθοῦσα θυέλλας: 15.27 πέμψας ἐπ' ἀτρύγετον πόντον κακὰ μητιόωσα: 15.28 καί μιν ἔπειτα Κόων δ' εὖ ναιομένην ἀπένεικας: 15.29 τὸν μὲν ἐγὼν. ἔνθεν ῥυσάμην. καὶ ἀνήγαγον αῦτις 15.30 Ἄργος ἐς ἱ̈ππόβοτον. καὶ πολλά περ ἀθλήσαντα: 15.31 τῶν σ' αῦτις μνήσω. ἵ̈ν' ἀπολλήξῃς ἀπατά̄ων: 15.32 ὄφρα ἴ̈δῃς, ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνὴ 15.33 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο. καί μ' ἀπάτησας: 15.34 ὡς φάτο: ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη : 15.35 καί μιν φωνήσασ'. ἔπεα πτερόεντα προσηύδα: 15.36 ἴ̈στω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρυς ὕπερθε. 15.37 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. ὅς τε μέγιστος 15.38 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι: 15.39 σή θ' ϊερὴ κεφαλὴ: καὶ νωΐτερον λέχος αὐτῶν 15.40 κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ, ὀμόσαιμι. 15.41 μὴ δι' εμὴν ἰ̈ότητα Ποσειδάων ἐνοσίχθων 15.42 πημαίνει Τρῶάς τε καὶ Ἕκτορα , τοῖσι δ' ἀρήγει; 15.43 ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει: 15.44 τειρομένους δ' ἐπὶ νηυσὶν ἰ̈δὼν ἐλέησεν Ἀχαιούς . 15.45 αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην 15.46 τῇ ἴ̈μεν. ᾗ κεν, δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς: 15.47 ὣς φάτο: μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε. 15.48 καί μιν ἀμειβόμενος. ἔπεα πτερόεντα προσηύδᾱ: 15.49 εἰ μὲν δὴ σύ γ' ἔπειτα βοῶπι πότνια Ἥρη 15.50 ἶ̈σον ἐμοὶ φρονέουσα. μετ' ἀθανάτοισι καθίζοις. Scholia to Iliad 15.26-15.50 Main scholia On Iliad 15.26: ‡ πεπιθοῦσα θυέλλας⁚ ὡς δραμοῦσα. ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος. ὥσπερ ἥδη. καὶ ἐπι τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν: ῥηϊδίως πεπιθεῖν ⁑ On Iliad 15.27: ἀτρύγετον ἄβυσσον τρύγα μη έχοντα: ἠ ἄκαρπον παρὰ τὴν τρύγην ὡς Εὐριπίδης ἀκάρπιστα πεδία . λέγων τὴν θάλασσαν. καὶ οἱ μὲν τὸν Μυρτῷον οἱ δὲ τὸ Αἰγαῖον . οἱ δὲ ὑπερ τὴν εὔκρατον θάλασσαν τινὲς δὲ φασὶν ἐπὶ Πελλήνην κατα Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι ⁑ On Iliad 15.37: καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. ἐπεὶ ἡ Στὺξ καὶ κατα τὸν Ἡσίοδον ἐστιν ἱερὰ πηγὴ θυγάτηρ Ὠκεανοῦ . ἡ ὡς τινὲς φασὶν, ὅτι ὁμώνυμος ταύτη ἐστιν ἡ πηγὴ ἣν ἐν Ἄδου ὅρκον φρικτὸν ἀυτῶν οἱ θεοὶ πεποίηται βουλήσει Διός ⁑ On Iliad 15.36: ἴ̈στω νῦν τόδε Γαῖα πᾶσαι διαστολαὶ εἰσὶ μέχρι τοῦ ὀμόσαιμι ἐνταῦθα γὰρ στικτέον ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου ⁑ On Iliad 15.41: μὴ δι εμὴν ἰ̈ότητα⁚ ὅτι παρακέκρουσται τὸν ὄρκον : οὐ γὰρ δια τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ: αὕτη μέντοι συνεργεῖ καὶ κοιμήσασα τὸν Δία , καὶ ὅτι ἡ ἀπαγόρευσιν ἀπαγόρευσις ἡ μη ἀντι ἀρνήσεως τῆς ου ⁑ On Iliad 15.41: μὴ δι εμὴν ἰ̈ότητα: ἀντι τοῦ οὐ δι' ἐμὴν γνώμην Ποσειδὼν Ἕλλησι βοηθεῖ : ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὄρκοι : οὐ δι' ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ . πληρέστατος δ ἂν ᾖ ὁ λόγος εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι η ῶς : καὶ συνήπτετο ἂν τοῖς ἐπάνω ἵν' ᾖ τοιαύτη ἡ φράσις ἴστω Γῆ καὶ Οὐρανὸς . ὅτι μὴ δι' ἐμὴν γνώμην ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων ὡς κακεῖ. ἴστω νῦν Ζεὺς πρῶτα: ἡ μέν τοι τάδε πάντα τελείεται : τάχα οὖν, καὶ δια τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὄρκων ἡ ἔλλειψις ⁑ On Iliad 15.44: τειρομένους δ' ἐπι νηυσὶ . ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ . οὕτως ἐφέρετο. κτεινομένους δ' ἐπὶ νηυσὶν ἰδών . καὶ ἔστιν ἐμφατικώτερον τοῦ τειρομένους . ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγεται τὸν Δία . καὶ ὑπερ Ποσειδῶνος λεληθότως ἀπολογεῖται: οὕτως Ἡρακλέων ⁑ Intermarginal scholia On Iliad 15.27: Ζηνόδοτος οὐδε όλως τὴν κόλασιν τῆς Ήρας γράφει⁚ On Iliad 15.31: δια τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου . On Iliad 15.33: οὔτε παρα Ζηνόδοτον οὔτε παρ Ἀριστοφάνην ἢν και μήποτε περιττος ἐστι ⁑ On Iliad 15.45: καὶ κείνω ἐκ πλήρους Ἀρισταρχος τὸ καὶ σύνδεσμον On Iliad 15.49: Ἀριστοφάνης μετὰ τοῦ σ βοῶπις : καὶ ἔστιν εὐφραδέστερον⁚ On Iliad 15.50: ἐν τοῖς εἰκαιοτέροις ἀθανάτοισι θεοῖσι . Interior scholia On Iliad 15.49: περιττεύει τὸ ἔπειτα ⁚ Exterior scholia On Iliad 15.41: Ποσειδῶνα On Iliad 15.45: κεῖντο On Iliad 15.49: βοῶπις Venetus A (Marciana 454 = 822), folio 192, recto Iliad 15.51-15.75 15.51 τῶ κε Ποσειδάων γε: καὶ εἰ μάλα βούλεται ἄλλῃ. 15.52 αῖψα μεταστρέψειε. νόον μετα σὸν καὶ ἐμὸν κῆρ: 15.53 ἂλλ' εἰ δή ρ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις. 15.54 ἔρχεο νῦν μετα φῦλα θεῶν. καὶ δεῦρο κάλεσσον 15.55 Ϊ̂ρίν τ' ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον: 15.56 ὄφρ' ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων 15.57 ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι. 15.58 παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ' ἱ̈κέσθαι: 15.59 Ἕκτορα δ' ὀτρύνῃσι μάχην ἒς Φοῖβος Ἀπόλλων : 15.60 αῦτις δ' ἐμπνεύσῃσι μένος λελάθῃ δ' ὀδυνάων. 15.61 αἳ νῦν μιν τείρουσι κατὰ φρένας. αὐτὰρ Ἀχαιοὺς 15.62 αῦτις ἀποστρέψῃσιν. ἀνάλκιδα φύζαν ἐνόρσας: 15.63 φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι 15.64 Πηλείδεω Ἀχιλῆος : ὁ δ`' ἀνστήσει. ὃν, ἑταῖρον 15.65 Πάτροκλον . τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ 15.66 Ἰ̈λίου προπάροιθε: πολεῖς ὀλέσαντ' αἰζηοὺς 15.67 τοὺς ἄλλους. μετὰ δ' υἱὸν ἐμὸν Σαρπηδόνα δῖον: 15.68 τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς : 15.69 ἐκ τοῦ δ' άν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν 15.70 αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς. εἰσόκ' Ἀχαιοὶ 15.71 Ί̈λιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς: 15.72 τὸ πρὶν δ' οὔτ' ὰρ, ἐγὼ παύω χόλον οὔτέ τιν' ἄλλον 15.73 ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω. 15.74 πρίν γε τὸ Πηλείδαο τελευτηθῆναι ἐέλδωρ 15.75 ὥς οἱ ὑπέστην πρῶτον. ἐμῷ δ' ἐπένευσα κάρητι. Scholia to Iliad 15.51-15.75 Main scholia On Iliad 15.52: αῖψα μεταστέψειε νόον: τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδιδοσθαι ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ δύναται δὲ καὶ τοῖς ἑξῆς ⁑ On Iliad 15.56: ὄφρ' ἡ μεν μετα λαὸν Ἀχαιῶν ⁚ ἀπο τούτου ἕως τοῦ λισσομένη τιμῆσαι ἀθετοῦνται στίχοι κβ , ὅτι οὐκ ἀναγκαίως παλλιλλογεῖται περι τῶν ἑξῆς ἐπεισαχθησομένων καὶ κατα τὴν σύνθεσιν εἰσὶν εὐτελεῖς καὶ ὅτι ὡς ἐπίπαν προς τὸ δεύτερον πρότερον ἀπαντᾷ: νῦν δὲ προς τὸ πρότερον ἀπήντηκεν ὄφρ' ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν : ψεῦδος δὲ καὶ τὸ φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλείδεω Ἀχιλῆος . οὔτε γὰρ παραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν, οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπι τὸν πόλεμον ὁ Ἀχιλλεύς . καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν. μᾶλλον γὰρ ἐκείνοις τὸ ἐμπεσεῖν ἐπι τοῦ ἐνσεῖσαι τίθησιν ἔφαντο γὰρ οὐκέτ' Ἀχαιούς σχήσεσθ'. ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι . ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρ' αὐτῷ ἡ φυγή, ἀλλ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι σαφῶς γὰρ ἐν ἄλλοις φησίν: εἰ δέ χ' ὑποστρέψω καὶ παλίωξις δὲ γένηται : ἀσύνηθες δὲ καὶ οὐδετερως τὸ Ἴλιον νῦν ῥηθὲν Ἴλιον αἰπὺ ἕλοιεν : πάντοτε γὰρ θηλυκῶς, λέγει. ἔν τε τῷ λισσομένη τιμῆσαι φησὶν ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν, ἀλλα ποδάρκη καὶ ποδώκη ⁑ On Iliad 15.64: ὃ δ' ἂνστήσει ὂν ἑταῖρον⁚ οὕτως ἀνστήσει ὃν αἱ Ἀριστάρχου : τινὲς δὲ ἀνστήσειεν ἑταῖρον διὰ τοῦ ε . Ζηνόδοτος δὲ ἀπο τοῦ Πηλείδεω Ἀχιλῆος ἕως τοῦ λισσομένη τιμῆσαι οὐδ' ὅλως ἔγραφεν. Intermarginal scholia On Iliad 15.54: εν αλλῳ κέλευσον On Iliad 15.69: ὅτι οὐχ Ὁμηρικῶς ἡ παλίωξις ⁑ On Iliad 15.71: Ἀρίσταρχος Ί̈λιον ἐκπέρσωσιν On Iliad 15.72: οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ παύω Interior scholia On Iliad 15.53: οὕτως δια τοῦ γε ἐτεόν γε καὶ Ἀριστοφάνης ⁑ On Iliad 15.56-15.77: και παρὰ Ἀριστοφάνει ἠθετοῦντο ⁑ On Iliad 15.63-15.64: ὅτι ψεῦδος On Iliad 15.71: ὅτι νῦν μόνως οὐδετέρως εἴρηται Ἴλιον ⁑ Exterior scholia On Iliad 15.51: Ποσειδάων On Iliad 15.57: Ποσειδάων On Iliad 15.66: ὀλέσαντ' On Iliad 15.71: το Ϊλιον οὐδετέρως Venetus A (Marciana 454 = 822), folio 192, verso Iliad 15.76-15.100 15.76 ἤματι τῷ. ὅτ' ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων. 15.77 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον: 15.78 ὣς ἔφατ'. οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη . 15.79 βῆ δὲ κατ' Ϊδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον : 15.80 ὡς δ' ὅτ' ἂν ἀΐξῃ νόος ἀνέρος. ὅς τ' ἐπὶ πολλὴν 15.81 γαῖαν ἐληλουθὼς. φρεσὶ πευκαλίμῃσι, νοήσῃ. 15.82 ἔνθ' εἴην. ἢ, ἔνθα: μενοινήσειέ τε πολλά: 15.83 ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη : 15.84 ΐκετο δ' αἰπὺν Ὄλυμπον . ὁμηγερέεσσι δ' ἐπῆλθεν 15.85 ἀθανάτοισι θεοῖσι: Διὸς δόμῳ: οἱ δὲ ἰδόντες. 15.86 πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν: 15.87 ἣ δ' ἄλλους μὲν ἔασε. Θέμιστι δὲ καλλιπαρήῳ 15.88 δέκτο δέπας. πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα: 15.89 καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδᾱ: 15.90 Ἥρη . τίπτε βέβηκας. ἀτυζομένῃ δὲ ἔοικας: 15.91 ῆ μάλα δή σε φόβησε Κρόνου παῖς. ὅς τοι ἀκοίτης: 15.92 τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ λευκώλενος Ἥρη : 15.93 μή με θεὰ Θέμι ταῦτα διείρεο. οἶσθα καὶ αὐτὴ 15.94 οἷος εκείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής: 15.95 ἀλλὰ σύ γ' ἄρχε θεοῖσι: δόμοις ἔνι δαιτὸς ἐΐσης: 15.96 ταῦτα δὲ καὶ μετα πᾶσιν ἀκούσεαι ἀθανάτοισιν. 15.97 οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται: οὐδέ τί φημὶ 15.98 πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν. οὔτε βροτοῖσιν. 15.99 οὔτε θεοῖς. εἴ πέρ τις ἔτι νῦν δαίνυται ἔϋφρων . 15.100 ἡ μὲν ἂρ ὡς εἰποῦσα καθέζετο πότνια Ἥρη : Scholia to Iliad 15.76-15.100 Main scholia On Iliad 15.80: ὡς δ' ὅτ ἂν ἀΐξῃ νόος ἀνέρος⁚ ὅτι τὸ κατα διάνοιαν θεῖον ταχος τῆς ἐπιπτήσεως τῶν τόπων τὸ κατα κίνησιν ἀντιπαρέθηκεν ὑπερβολικῶς, καὶ ὅτι τὸ παροιμιακὸν τὸ διέπτατο δ' ὥστε νόημα ἐκ τούτων καὶ τῶν κατα τὴν Ὀδύσσειαν σύγκειται τῶν νέες ὠκειαι ὡσεὶ πτερὸν ἠε νόημα οὐκ ὂν παρ ουδενὶ ποιητῆ ⁑ On Iliad 15.80: ὡς δ' ὅτ ἂν ἀΐξῃ ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθότος γῆν καὶ πολλὰ ἱστορηκότος ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορημένα καὶ ταχέως ἄλλο τε ἐπ ἄλλο μεταβαίνει, οὕτως καὶ ἡ ἡμέρα τό τε ἐκ τῆς ἴδης ὀξέως παρεγένετο εἰς τὸν Ὄλυμπον ⁑ On Iliad 15.86: πάντες ἀνήϊξαν⁚ Ἀρίσταρχος σημειοῦται ὅτι οὕτως μόνως γραπτέον δεπάσσι : φησὶ γοῦν ἐν τοῖς ἑξῆς Θέμιστι δὲ καλλιπαρήω δεκτο δέπας , ἐν ενίοις δὲ κάλεον τέ μιν εἰς ἓ ἕκαστος οὐκέτι: ἰδίαν γὰρ ἔχει καθεδραν πῶς οὖν προς εαυτὸν ἕκαστος καλεῖ. ἐπι μὲν τῆς Ἴριδος ἁρμόζει τῆς προς τοὺς ἀνέμους παραγεγονυίας ἀλλα μὴν οὐδ' ἐπέεσσι γραπτέον ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον ὁ δε Θρᾶξ Διονύσιος παρακεῖσθαι φασὶ τὸ σημεῖον ὅτι δια παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν ἔχοντας προς τὸ ἐν οὐ γαρ ἔγωγε τι φημὶ τέλος χαριέστερον εἶναι. ἢ ὅτ ἂν εὐφροσύνη μὲν ἔχῃ ⁑ On Iliad 15.94: οἷος ἐκείνου θυμὸς ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπι ψόγου ὁ ὑπέρσπονδος βέλτιον δὲ ὁ ὑπέρμετρος: ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμιου οὐκ αγαπᾶς ὁ ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμῖν ἀντι τοῦ ἀγαθοῖς ⁑ On Iliad 15.97: οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται, δύναται καὶ καθ εαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι ⁑ On Iliad 15.97: ἵν ῇ θαυμαστικὸς ὁ λόγος. βέλτιον δε τὸ σύνηθες ὡς καὶ ἐπάνω οἶσθα καὶ αὐτὴ οἷος ἐκείνου θυμός ⁑ On Iliad 15.99: οὔτε θεοῖς εἴπερ τις έτι νῦν δαίνυται εὔφρων ὁ νοῦς. οὐκέτι οἶμαι τὸν Δία : οὐδενὶ τῶν πάντων θεῶν ἠ ἀνθρώπων ϊλαρὸν ἔσεσθαι εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἰλαρότητι ⁑ Interlinear scholia On Iliad 15.86@δεικανόωντο: εδεξιοῦντο On Iliad 15.90@ἀτυζομένῃ: τεταραγμένη On Iliad 15.98@κεχαρησέμεν: καρὸν σχήσειν On Iliad 15.99@ἔϋφρων: ἰλαρος Intermarginal scholia On Iliad 15.82: οὕτως Ἀρίσταρχος ἔνθ' εἴην μετα τοῦ η καὶ δια τῶν β η μενοινηῃσί τε ⁑ On Iliad 15.87: ὅτι πτῶσις ήλλακται καὶ πρόθεσις παρεῖται ἀντὶ τοῦ παρα Θεμιδος ⁑ On Iliad 15.92: ἐν άλλω βοῶπις πότνια Ήρῃ ⁑ On Iliad 15.94: Ἀρίσταρχος κείνου Ϊακῶς ⁑ Interior scholia On Iliad 15.77: ὅτι οὐδαμοῦ τὸν Αχιλλέα πτολίπορθον⁚ On Iliad 15.86: ταὐτὰ ὁ Δίδυμος τῷ Ἀριστονικῳ λέγει περὶ τῆς γραφῆς τῆς δέπασσι ⁑ Exterior scholia On Iliad 15.82: ἔνθ' εἴη Venetus A (Marciana 454 = 822), folio 193, recto Iliad 15.101-15.125 15.101 ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς . θεοὶ: ἡ δ γέλασσε 15.102 χείλεσιν. οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέῃσιν 15.103 ἰ̈άνθη: πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα: 15.104 νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἀφραδέοντες : 15.105 ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν άσσον ϊόντες 15.106 ἢ ἔπει. ἠὲ βίῃ. ὁ δ`' ἀφήμενος οὐκ ἀλεγίζει. 15.107 οὐδ' ὄθεται. φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι. 15.108 κάρτεΐ τε, σθένεΐ τε διακριδὸν εἶναι ἄριστος: 15.109 τῶ, ἔχεθ', ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ: 15.110 ἤδη γὰρ νῦν ἔλπομ' Ἄρηΐ γε πῆμα τετύχθαι: 15.111 υἱὸς γάρ οἱ, όλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν 15.112 Ἀσκάλαφος , τόν φησὶν, ὃν, ἔμμεναι όβριμος Ἄρης : 15.113 ὡς ἔφατ', αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ 15.114 χερσὶ καταπρηνέεσσ' , ὀλοφυρόμενος δ' ἔπος ηύδα: 15.115 μὴ νῦν μοι νεμεσήσετ' Ὀλύμπια δώματ' ἔχοντες 15.116 τίσεσθαι φόνον υἷος ἰ̈όντ' ἐπὶ νῆας Ἀχαιῶν : 15.117 εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ 15.118 κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσιν: 15.119 ὡς φάτο. καί ῥ' ἵ̈ππους κέλετο. Δεῖμόν τε Φόβον τε 15.120 ζευγνύμεν: αὐτὸς δ' έντε' ἐδύσετο παμφανόωντα: 15.121 ἔνθά κ' τι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος 15.122 πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη. 15.123 εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν 15.124 ῶρτο δι' ἐκ προθύρου: λίπε δὲ θρόνον ἔνθα θάασσε: 15.125 τοῦ δ' ἀπὸ μὲν κεφαλῆς κόρυθ' εἵλετο: καὶ σάκος ὤμων. Scholia to Iliad 15.101-15.125 Main scholia On Iliad 15.101-15.103: ‡ ἡ δὲ γέλασσε χειλεσιν ⁚ οὗτος ὁ γελως Σαρδόνιος καλεῖται, ὅτ ἄν τις μὴ ἐκ διαθέσεως καὶ κρίσεως γελᾷ, οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως μετα δηχμοῦ πρὸς ὑπόκρισιν οὐ γὰρ γελᾷ. καὶ τὸν Ἄρη δὲ ὑπομνήσκει τοῦ υἱοῦ φοβοῦσα ἵν' αὐτὸν ἀποστήσῃ, τῆς τῶν Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς ⁑ On Iliad 15.105-15.106: ἠ ἔτι μιν μέμαμεν ἢ ἔπει . ἠὲ βίῃ: ἔφαμεν τὸν η κατ αρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι ὥσπερ καὶ ἐνθάδε τοὺς μέντοι ἑξῆς ἐγκλιτέον ἐν τῇ συντάξει. εἰσὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοὶ ὡς τὸ ἢ ἔπει ἢὲ βίῃ ⁑ On Iliad 15.116: μὴ νῦν μοι νεμεσήσετ' Ὀλύμπια , οὗτoς ἐστιν ὁ ἀλλοπροσάλλος , οἱ γὰρ ἀδικήσαντες αὐτὸν ἦσαν οἱ Τρῶες οἱ κατάρξαντες τοῦ ἀδικήματος ⁑ On Iliad 15.119: ὡς φάτο καί ρ' ἵππους κέλετο Δεῖμόν τε Φοβον τε ⁚ ὅτι ἀντι τοῦ Δήμω καὶ Φόβῳ . καὶ ὅτι ἐντεῦθεν ἡ πλάνη ἡ τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον ἵππων ὀνόματα εἰσὶ δὲ Ἄρεως υἱοί ἐν ἄλλοις γὰρ ῥητῶς φησὶ. τῷ δε Φόβος φίλος υἱός , τὸ δὲ γενος τῆς ἀμφιβολίας ἐστιν εὑρεῖν καὶ ἀλλαχῇ τὸν δέ τ' ἄνδρα ἑλεῖν καὶ εἰς ορμὴν ἔγχεος ἐλθεῖν : καὶ ἐν Ὀδυσσείᾳ . αἰδὼς δ αῦ νέον ἄνδρα γεραίτερον ἐξερεεθαι ὅπερ ἀγνοήσαντες τινὲς ἔγραψαν νέῳ ἀνδρί ⁑ Interlinear scholia On Iliad 15.103@ἰ̈άνθη: διεχύθη εὐφράνθη On Iliad 15.104@μενεαίνομεν: προθυμούμεθα On Iliad 15.104@ἀφρονέοντες: αδ On Iliad 15.114@καταπρηνέεσσ’: κατωφερέσι On Iliad 15.116@τίσασθαι: ε On Iliad 15.120@ἐδύσατο: ε Intermarginal scholia On Iliad 15.104: κατ ένια τῶν ὑπομνημάτων ἀφρονέοντα ⁑ On Iliad 15.114: οὕτως καὶ ἡ Ἀριστάρχου καὶ αἱ πᾶσαι επος ηύδα οὐ προσηύδα ⁑ On Iliad 15.123: δια τοῦ ετερου δ αἱ Αριστάρχου ⁑ Interior scholia On Iliad 15.122: ὅτι ἐν παραλλήλου ὡς ϊσοδυναμοῦντα τὸν, χόλον καὶ τὴν μηνιν ⁑ Venetus A (Marciana 454 = 822), folio 193, verso Iliad 15.126-15.150 15.126 ἔγχος δ' ἔστησε στιβαρῆς ἀπο χειρὸς ἑλοῦσα 15.127 χάλκεον. ἡ δ' ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα : 15.128 μαινόμενε φρένας ἠλὲ, διέφθορας, ῆ νύ̆ τοι αύτως 15.129 ούατ' ἀκουέμεν ἐστὶ, νόος δ' ἀπόλωλε καὶ αἰδώς: 15.130 οὐκ ἀΐεις. ἅ, τε, φησὶ θεὰ λευκώλενος Ἥρη : 15.131 ἣ. δὴ, νῦν παρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν: 15.132 ῆ ἐθέλεις, αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ 15.133 ὰψ, ΐμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ. 15.134 αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι: 15.135 αὐτίκα γὰρ. Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς 15.136 λείψει: ὃ δ' ἡμέας εἶσι κυδοιμήσων ἐς Όλυμπον : 15.137 μάρψει δ' εξείης ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί: 15.138 τῶ σ' αῦ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος: 15.139 ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων 15.140 ἢ πέφατ', ἢ καὶ ἔπειτα πεφήσεται. ἀργαλέον δὲ. 15.141 πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε: 15.142 ὣς εἰποῦσ': ΐδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα : 15.143 Ἥρη δ' Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς 15.144 Ϊ͂ρίν θ', ἥ τε θεοῖσι μετ' άγγελος ἀθανάτοισι: 15.145 καί σφεας φωνήσασ' ἔπεα πτερόεντα προσηύδα: 15.146 Ζεὺς , σφὼ, εἰς Ί̈δην κέλετ' ἐλθέμεν ὅττι τάχιστα: 15.147 αὐτὰρ ἐπὴν ἔλθητε: Διὸς τ' εἰς ῶπα ἴ̈δησθε. 15.148 ἔρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ: 15.149 ἡ μὲν ἂρ ὣς εἰποῦσα, πάλιν κίε πότνια Ἥρη . 15.150 ἕζετο δ' εἰνὶ θρόνῳ, τὼ δ' ἀΐξαντε πετέσθην. Scholia to Iliad 15.126-15.150 Main scholia On Iliad 15.127: ‡ χάλκεον ἡ δ' ἐπέεσσι ὅτι ἐξ αναλήψεως τὰ ἄρθρα λαμβάνει: ὅμοιον δέ ἐστι τοῦτο, τῷ αὐτὰρ Ἀθηναίη κούρι Διὸς , εἶτα ἡ δὲ χιτων ἐνδῦσα Διός . δασυντέον δὲ τὸ η ἄρθρον, δύναται μέντοι καὶ σύνδεσμος ἐξακούεσθαι, ἵνα γένηται καὶ ἐπέεσσι καθάπτετο , καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις βεβλήκει γλουτὸν κατα δεξιὸν ἡ δὲ διαπρό : ἡ δὲ χιτῶν ἐνδῦσα καὶ γὰρ ἐπι τούτων διχῶς ἀνέγνωσαν ὥσπερ καὶ ἐπι τοῦ ἐν τῇ αὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο, ἡ δε γαλήνη , ἄμεινον δὲ ἐπι πάντων ἄρθρον ἐκδέχεσθαι ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει ⁑ On Iliad 15.128: μαινόμεναι φρένας ἠλὲ μετὰ τὴν πρώτην λέξιν στικτέον: μετα δε τὸ ἠλὲ, ἀμφίβολος ἡ στιγμή . ήτοι γὰρ καὶ αὐτὸ προσαγορευτικόν ἐστιν ὧ φρένας ἠλέ . εῖτα καθ εαυτὸ διέφθορας: ἢ συναπτέον ὅλον , ἵν' ᾖ τὸ ἑξῆς φρένας διέφθορας. ἠ συναπτέον ὄλον ἵν’ ᾖ τὸ ἑξῆς φρένας διέφθορας: τὸ δὲ ἠλέ ὡς καλὲ ἐπιθετικῶς, εἴτε δὲ ἀπεκόπη, εἴτε συνεκόπη ἐκ τοῦ ἠλέε , ἔρρωται τὰ τοῦ τόνου ⁑ On Iliad 15.134: αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι, ἡ Ἀριστοφάνειος , κακὸν μέγα πᾶσι , Ζηνόδοτος δὲ, αὐτὰρ τοῖς ἄλλοισι θετῖς μέγα πῆμα φυτεῦσαι On Iliad 15.138: τῶ σ' αὐ νῦν κέλομαι: ὅτι Ζηνόδοτος γράφει. υἷος ἐοῖο , τοῦτο δὲ ἐν τω περί τινος λόγῳ τίθεται: νῦν δὲ προς πρόσωπον ἐστι καὶ δεῖ γράφειν ἑῆος , ἠγνόηκε δὲ τὴν λέξιν: ἐστι γὰρ εῆος ἀγαθοῦ καὶ δωτῆρες ἑάων . προπερισπαστέον δὲ τὴν υἷος γενικήν προείρηται δὲ πῶς γέγονεν ⁑ On Iliad 15.141: γενεήν τε τόκον τε: τοὺς γονεῖς καὶ τὸ γένος δισσολογεῖ δι αμφοτέρων τὴν γένεσιν. ὁ δε νοῦς ἀδύνατον ἐστι θεῷ ῥύσασθαι τὴν ἐξ ἑαυτοῦ ἀνθρωπίνην γένεσιν: τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ ἀδύνατον κεῖται καὶ τοῦ θανάτου ῥύεσθαι ⁑ On Iliad 15.142: θρόνῳ ἕνι . ἀναστρεπτέον τὴν πρόθεσιν τὸ γὰρ ἑξῆς ἐστι ἐν θρόνῳ ὁμοίως τῷ υἱὸς γάρ οἱ ὀλώλῃ μάχῃ ἕνι ⁑ On Iliad 15.146: Ζεὺς σφὼ καὶ τὸ Ζεὺς καὶ τὸ σφὼ ἐγκλιτέον τοῦτέστι βαρυτονητέον ἐπεὶ δευτέρου προσώπου ἐστι καὶ μεταλαμβάνεται εἰς τὸ ὑμᾶς ⁑ On Iliad 15.147-15.148: αὐτὰρ ἐπὴν ἔλθητε ἀθετοῦνται ἀμφότεροι ὅτι ἀνηθοποίητοί εισὶ. καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα , ὤφειλον ὑπακούειν τῷ Διῒ καὶ λόγον ἂν εἶχεν ἡ ἐντολή εἰ κεχαρισμένον τί αὐτῇ ἐπετέλουν καὶ μὴ ἐναντίον: ὥστε ἔδει μᾶλλον παρακαλεῖν εἰς τὸ παριδεῖν τί τῶν ὑπο Διὸς προστασσομένων ⁑ Interlinear scholia On Iliad 15.126@ἀπο: εκ Intermarginal scholia On Iliad 15.134: ἐν ἄλλῳ πῆμα φυτεῦσαι ⁚ On Iliad 15.139: Ζηνόδοτος καὶ Ἀριστοφάνης τοῦ δε Interior scholia On Iliad 15.147-15.148: καὶ Ἀριστοφάνης προηθέτει ⁑ Venetus A (Marciana 454 = 822), folio 194, recto Iliad 15.151-15.175 15.151 Ἴδην δ' ΐκανον πολυπίδακα μητέρα θηρῶν. 15.152 εὗρον δ' εὐρύοπα Κρονίδην ἀνα Γαργάρῳ ἄκρῳ 15.153 ἥμενον⁚ ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο: 15.154 τὼ δὲ πάροιθ' ἐλθόντε Διὸς νεφεληγερέταο. 15.155 στήτην. οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ. 15.156 ὅττί̄ οἱ ὦκ' ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην: 15.157 Ι̂̈ριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδᾱ⁚ 15.158 βάσκ' ἴ̈θι Ι̂̈ρι ταχεῖα. Ποσειδά̄ωνι ἄνακτι 15.159 πάντα τάδ' ἀγγεῖλαι: μη δὲ ψευδάγγελος εἶναι: 15.160 παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο. 15.161 ἔρχεσθαι μετὰ φῦλα θεῶν. ἢ εἰς ἅλα δῖαν: 15.162 εἰ δέ μοι οὐκ ἐπέεσσ' ἐπιπείσεται. ἂλλ' ἀλογήσει. 15.163 φραζέσθω δ' ήπειτα κατὰ φρένα καὶ κατα θυμὸν: 15.164 μή μ' οὐδὲ καρτερός περ ἐὼν ἐπιόντα ταλάσσῃ 15.165 μεῖναι. ἐπεί , εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι: 15.166 καὶ γενεῇ πρότερος. τοῦ δ' οὐκ ὄθεται φίλον ῆτορ 15.167 ἶ̈σον ἐμοὶ φᾶσθαι. τόν τε, στυγέουσι καὶ ἄλλοι: 15.168 ὣς ἔφατ'. οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ι̂̈ρις . 15.169 βῆ δὲ κατ' Ἰ̈δαίων ὀρέων εἰς Ἴ̈λιον ϊρήν: 15.170 ὡς δ' ὅτ' ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα 15.171 ψυχρὴ. ὑπαὶ ριπῆς αἰθρηγενέος Βορέαο . 15.172 ὡς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ι̂̈ρις : 15.173 ἀγχοῦ δ' ἱ̈σταμένη προσέφη κλυτὸν ἐννοσίγαιον: 15.174 ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα 15.175 ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο: Scholia to Iliad 15.151-15.175 Main scholia On Iliad 15.153: ‡ ήμενον ἀμφι δέ μιν θυόεν νέφος, ὅτι τοῦτό ἐστι τὸ νέφος , ὑπερ οὗ ἔμπροσθε φησὶ τοιόν τοι ἐγὼ νέφος ἀμφικαλύψω : θυόεν δὲ εὐῶδες ἀπο τῶν θυμιαμάτων ⁑ On Iliad 15.155: οὐδε σφῶϊν ἰδὼν. ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία τρίτου γάρ ἐστι προσώπου: διὸ τὸν δὲ σύνδεσμον ὀξυτονητέον, ὁμοίως οὖν ἀναγνωστέον τὸ καί σφωϊν δὸς ἄγειν ⁑ On Iliad 15.X: βάσκ' ἴθι Ι̂̈ρι ταχεῖα⁚ εἴρηται ἐν τῇ ὅτι ἀμφίβολoς ἐστιν ἡ μεταξὺ τούτων διάστασις: ἡ μεν γὰρ συνήθεια συνάπτει ὁ δε λόγος χωρίζει ⁑ On Iliad 15.159: πάντα δ' ἀπαγγεῖλαι: πρόπερισπέον τὸ ἀγγεῖλαι , ἔστι γὰρ ἁπαρέμφατον ἀντι προστακτικοῦ κείμενον, δια τὸ ἐπιφερόμενον μηδε ψευδάγγελος εἶναι οὓκ ἀναγκαῖον γὰρ δια τὸ ἄνωχθι προστακτικῶς ἀναγινώσκειν καὶ ἔστιν ὅμοιον τῷ τῆ δε τόδε κρήδεμνον ὑπο στέρνοισι τανύσσαι καὶ ἐνθάδε γὰρ ἀπαρέμφατον ἐστὶν ⁑ On Iliad 15.162: εἰ δέ μοι οὐκ επέεσσ' τὸν δὲ ὀξυτονητέον ἔστι γὰρ νῦν ἡ μο̄ι ἐγκλιτικὴ καὶ ἀπόλυτος ⁑ On Iliad 15.165: ἐπεί εὑ φημὶ. καὶ ἐπι τούτου ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία καὶ ἀπόλυτος. δι ὃ τὸν ἐπεὶ σύνδεσμον ὀξυτονητέον ὁμοφώνως τῷ καὶ εὑ κράτος ἐστὶ μέγιστον ⁑ On Iliad 15.166: καὶ γενεῆς πρότερος: ἀθετοῦνται ἀμφότεροι: καὶ ἀστερίσκοι παράκεινται ὅτι τοὺς ὕστερον λεγομένους ὑπο τῆς Ἴριδος δι' επιείκειαν ἐνθάδε τίς μετενήνοχεν : ἀναρμόστως γὰρ ὁ Ζεὺς ὥσπερ δεδοικὼς καὶ συλλυθῆναι βουλόμενος εἴξατό σοι φησὶ καθ ὅσον εἰ μιν προγενέστερος : τὰ γὰρ τοιαῦτα τῶν δεομένων καί μοι ὑποστήτω, ὅσον βασιλεύτερός εἰμῐ, ἠδ' ὄσον γενεῇ προγενέστερος . ⁑ On Iliad 15.171: ψυχρὴ ὑπαὶ ριπῆς. τὸ ψυχρὴ ἑκατέρῳ δύναται προσδίδοσθαι. ἤτοι γὰρ ψυχρὴ ὑπὸ βορέου, ἠ πτῆται ὑπο βορέου ⁑ Interlinear scholia On Iliad 15.162: ι Intermarginal scholia On Iliad 15.152: βέλτιον τῷ ήμενον τούτῳ προσδίδοσθαι ⁑ On Iliad 15.154: βραχὺ διασταλτέον προς τὸ σαφεστερον ⁑ On Iliad 15.161: γράφεται καὶ ἔρχεσθ' ἠ μετα φύλα ⁑ On Iliad 15.170: ὅτι διεσταλκε νιφάδα καὶ χάλαζαν ⁑ Interior scholia On Iliad 15.155: ὅτι τὸ ἐναντίον ὑπακοῦσαι δεῖ ἀλλ απεδέξατο ⁑ On Iliad 15.158: ὅτι οὐκ έστιν ἐπίθετον τὸ ταχεῖα , ἀλλ' ἀντι τοῦ ταχέως ⁑ On Iliad 15.161: ὅτι αφ εαυτοῦ ὁ Ζεὺς τὴν θαλασσαν δῖαν εἴρηκεν ⁑ On Iliad 15.169: ὅτι Ζηνόδοτος γράφει ἐξ Ιδεων ἁρμόζει δὲ μᾶλλον κατ Ιδέων . κατάβασιν γὰρ δηλοῖ ⁑ Exterior scholia On Iliad 15.158: Ποσειδά Venetus A (Marciana 454 = 822), folio 194, verso Iliad 15.176-15.200 15.176 παυσάμενόν σε κέλεται μάχης ἠδὲ πτολέμοιο. 15.177 ἔρχεσθαι μετὰ φῦλα θεῶν. ἢ εἰς ἅλα δῖαν: 15.178 εἰ δέ οἱ οὐκ ἐπέεσσ' ἐπι ἐπιπείσεαι. ἂλλ' ἀλογήσεις. 15.179 ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων 15.180 ἐνθάδ' ἐλεύσσεσθαι , σὲ δ' ὑπεξαλέασθαι ἀνώγει 15.181 χεῖρας. ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι. 15.182 καὶ γενεῇ πρότερος; σὸν δ' οὐκ όθεται φίλον ῆτορ 15.183 ῗσόν οἱ φάσθαι. τόν τε στυγέουσι καὶ ἄλλοι: 15.184 τὴν δὲ μέγ' ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος: 15.185 ὦ πόποι: ῆ ρ' ἀγαθός περ ἐὼν. ὑπέροπλον ἔειπεν 15.186 εἴ μ' ὁμότιμον ἐόντα. βίῃ ἀἕκοντα καθέξει: 15.187 τρεῖς γάρ τ' ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα : 15.188 Ζεὺς , καὶ ἐγὼ. τρίτατος δ' Ἀΐδης : ἐνέροισιν ἀνάσσων: 15.189 τριχθὰ δὲ πάντα δέδασται. ἕκαστος δ' ἔμμορε τιμῆς: 15.190 ἤτοι ἐγὼν. ἔλαχον πολιὴν. ἅλα. ναιέμεν αἰεὶ. 15.191 παλλομένων: Ἀΐδης δ' ἔλαχε, ζόφον ἠερόεντα: 15.192 Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι: 15.193 γαῖα δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος : 15.194 τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν: ἀλλὰ, ἕκηλος 15.195 καὶ κρατερός περ ἐὼν, μενέτω τριτάτῃ ἐνι μοίρῃ: 15.196 χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὡς δειδισσέσθω: 15.197 θυγατέρεσσιν γάρ τε καὶ υἱάσι κέρδιον εἴη 15.198 ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν. οὓς τέκεν αὐτός : 15.199 οἵ ἑθεν, ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ. 15.200 τὸν δ' ἠμείβετ' ἔπειτα ποδήνεμος ὠκέα Ι̂̈ρις : Scholia to Iliad 15.176-15.200 Main scholia On Iliad 15.183: ‡ ῗσόν οἱ φᾶσθαι⁚ ὅτι τὸ στυγέουσιν ἀπο μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται, νῦν μὲν δεδίασιν ὅτ ἂν δὲ εἴπῃ σμερδαλέ' εὑρόεντα τά τε στυγέουσι θεοί περ . ἀντι τοῦ μισοῦσιν : κατα δ' έστυγε μῦθον ἀκούσας , κατεστύγνασεν , ἀπο τῆς κατὰ τὸ πρόσωπον στυγνότητος ⁑ On Iliad 15.187: τρεῖς γάρ τ' ἐκ Κρόνου δια τῶν δύο κκ γράφοντος Ἀριστάρχου ἐκ Κρόνου . οὐ κατεπείγει διαστέλλειν ὥς τινες ἀξιοῦσιν ἐπι τὸ εἰμέν : μὴ κειμένης γὰρ τῆς προθέσεως, ὁμολογοῦμεν ὡς ἀμφίβολος ἢν ἡ προφορὰ συναπτομένη, νῦν δὲ οὐ κατεπείγει ⁑ On Iliad 15.187: Κρόνος χρησμὸν λαβὼν⁚ ὅτι ὀ ΐδιος αὐτὸν τῆς βασιλείας μεταστήσει υἱὸς , τὰ γεννώμενα κατέπινεν Ῥέα δὲ τεκοῦσα Δία , Κρόνῳ μὲν αὐτοῦ λίθον σπαργανώσασα ἔδωκε καταπιεῖν : τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα, ἔδωκε τρέφειν Θέμοδι καὶ Ἀμαλθίᾳ ἡ ἢν αἴξ , ταύτην οἱ Τιτᾶνες ὁποτ ἂν ἐθεάσαντο ἐφοβοῦντο: αὕτη δὲ τοὺς αὑτῆς μαζοὺς ὑπέχουσα ἔτρεφε τὸ παιδίον. αὐξηθεὶς δὲ ὁ Ζεὺς μετέστησε τῆς βασιλείας τὸν πατέρα . πολεμούντων δὲ αὐτὸν τῶν Τιτάνων, Θέμις συνεβούλευσε, τῷ τῆς Ἀμαλθίας δέρματι σκεπαστηρίῳ χρήσασθαι εἶναι γὰρ αὐτὴν ἀεί φόβητρον, πεισθεὶς δὲ ὁ Ζεῦς ἐποίησεν καὶ τοὺς Τιτᾶνας ἐνίκησεν: ἐντεῦθεν αὐτὸν φησὶν αἰγήοχον προσαγορευθῆναι ⁑ On Iliad 15.187: Ῥέα ⁚ οἱ μὲν ἐκτείνουσι τὸ α , ἐπι δὲ τοῦ ἐπιρρήματος συστέλλουσιν οἱ δὲ φασὶ δεῖ συστέλλειν ἵνα δάκτυλος γένηται ὡς τὸ πὺξ ἀγαθὸν Πολυδεύκεα ἀνδρόμεα κρέα εἴσατο τεύχεα ⁑ On Iliad 15.189: τριχθὰ δὲ πάντα δέδασται: φυσικὴ φαίνεται διάταξις γεγενημένη: ὁ μὲν γὰρ τὸ ζῆν παρεχόμενος Ζεὺς ὠνόμασται: ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπο τῆς πόσεως Ποσειδῶν , Ἀΐδης δὲ ὁ θάνατος παρα τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας ⁑ On Iliad 15.189: πῶς δὲ φησὶ γαῖα δ έτι ξυνὴ καὶ μακρὸς Ὄλυμπος , Κράτης ἐν δευτέρῳ Ὁμηρικῶν καὶ Στησίμβροτος πάντα οὕτως δέδασται : ⁑ On Iliad 15.193: γαῖα δ' έτι ξυνὴ. κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ καθ ὅτι ἐν αυτῆ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα: τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται: καὶ πυρὸς ἀναδόσεις περι αυτὴν γίγνονται ὥσπερ κατα τὴν Αίτνην ἐν Σικελια καὶ περὶ τοὺς Ἡφαίστου κρητηρας: ὁμοίως δὲ καὶ περι Κέραγον Λυκιας καὶ ὅσα τοιαῦτα: ὁμοίως δὲ καὶ ὁ αήρ περι αυτήν ἐστι: καλῶς δε καὶ τὸν Όλυμπον κοινὸν φησὶν ἐπεὶ καὶ ὁ οὐρανος τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων. ἡ διπλῆ δὲ ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ἂν όρος, τὸ δὲ όμοιον πεποίηκε καὶ ἐν . ναῖετ' ἀνα δ' Ἰ̈θάκην εὐδείελον ἐν δ' όρος αὐτῆ κεχώρηκε γὰρ τὸ ὄρος τῆς Ἰθακης οὐχ ὡς μη ὂν ἐπ αυτῆς καθάπερ καὶ τὸν Όλυμπον ἐπίγειον ὄντα τῆς γῆς: εἰ γὰρ ὁ αὐτὸς τῷ οὐρανῷ ἠ μέρος ἐπουράνιον , οὐκ ἂν κοινός ἀλλ' ἴδιος τοῦ Διός ⁑ On Iliad 15.194: τῶ ρα καὶ οὔ τι Διὸς βέομαι φρεσὶν δι ὃ οὐκ ἂν κατα τὴν αὐτοῦ γνώμην βιώσομαι ἀλλα κατα τὴν ἑαυτοῦ. Δημήτριος δὲ ἀποβήσομαι εἴξω: οὕτως ἔχειν. καὶ τὸ οὐ γάρ μοι δηρὸν βέῃ , οὐ προβήσῃ κατὰ τὸ ζην πολὺν χρόνον On Iliad 15.196: χερσὶ δὲ μή τι με πάγχυ κακὸν ὡς δειδισσέσθω ⁑ ὁ νοῦς, μηδὲ ὡς χερσὶ κακὸν. ὄντα εἰς δεος ἀγέτω. ἠ ὠς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον, ἣ ὡς χερσὶν ὑπερέχων ⁑ On Iliad 15.197: κέρδιον εἴη⁚ Ἀρίσταρχος βέλτερον : οἱ δε εἰκαιότεροι γράφουσι κέρδιον εἴη: Ἀριστοφάνης κάλλιον εἴη ⁑ On Iliad 15.199: οἵ ἐθεν : ἡ θέν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλη̈τικῇ δια τὸ οι ἄρθρον ὀξυτονοῦμεν ⁑ On Iliad 15.189: τριχθὰ δὲ πάντα δέδασται: καὶ ἔμπροσθεν περι τούτου εἴρηται ϊκανῶς ὅτε ἐλέγομεν περὶ τοῦ ἠ οὐ μέμνη ὅτε τ' ἐκρεμω ἀκριβέστερον δὲ καὶ νῦν: δια γὰρ τούτων ὁ ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φυσιν. δια μεν τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον ἀέρα Ήραν δὲ τὸν δευτερον καὶ ταύτην φησὶν ὑπ' Ὠκεανοῦ τεθράφθαι ἐπει δὴ ἐκ τῆς ὑγρῶν ἀναθυμιάσεως γινεται ὁ αηρ, ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγε: χρυσοῦν δὲ δεσμὸν. τὸ αἰθέριον πῦρ ὅτι ἐν τῷ ἀνωτάτῳ μέρει συνῆπται αὐτῷ ὁ ἀήρ, καὶ ῥιπτόμενον τὸν Ἤφαιστον εἰς θάλασσαν παρ' ὄσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα. πῦρ μὲν εἰς ἀέρα: ἀὴρ δὲ εἰς ὕδωρ, χαλκεύοντα δὲ ἐν Ὠκεανῷ ὅτι τὰ στερεᾶ τῆς δι ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει: καὶ Ἡσίοδος μὲν, Οὐρανὸν λέγει τὴν ἐκ πύρωσιν: Κρόνον δὲ. τὸν ἄνωθεν κρουνηδὸν ἐπιφερόμενον ὄμβρον: Ῥέαν δὲ, τὴν ἐπιρρεομένην ὕδασιν: ἐκτομὴν δὲ Οὐρανοῦ , τὴν τοῦ πυρώδους ἐξ υγρῶν σβέσιν λίθον δὲ καταπινόμενον ὑπο Κρόνου : ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰ στερρότητα πήγνυται: κρύπτεσθαι δὲ τὸν Δία . διὰ τὸ τὸ ζῆν ἐπικρατεῖν τὸ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων ὑγρῶν ⁑ Interlinear scholia On Iliad 15.179@πτολεμίξων: Ζηνόδοτος δια τοῦ ζ ⁚ Intermarginal scholia On Iliad 15.176: γράφεται κέλευε On Iliad 15.179: καὶ κεῖνος, ἐκ πληρους τὸν σύνδεσμον Ἀρίσταρχος ⁚ On Iliad 15.182-183: οἱ ἀστερίσκοι ὅτι ἐντεῦθεν μετάκεινται ἄνω οὐχ ὑγιῶς ⁑ On Iliad 15.187: οὕτως Ἀρίσταρχος δια τῶν β κ ⁑ On Iliad 15.190: ἐπι τὸ αἰεὶ βραχὺ διασταλτέον. ⁑ On Iliad 15.192: ὅτι Ζηνόδοτος αιπῦν τοῦτο δὲ όρος ἐπίθετον ⁚ On Iliad 15.197: Ἀρίσταρχος βέλτερον εἴη ⁑ Interior scholia On Iliad 15.178: ὅτι πτῶσις ἤλλακται ει δε αὐτῷ ἀντι τοῦ ει δε αὐτοῦ τοῖς έπεσι τῷ γράφεται οἱ αυτω ἐστι On Iliad 15.189: ὅτι τὸ πάντα κατα παρολκήν ὡς οἱ δ' εννεα πάντες ἀνεσταν ⁑ Venetus A (Marciana 454 = 822), folio 195, recto Iliad 15.201-15.225 15.201 οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα. 15.202 τόνδε φέρω Διῒ μῦθον ἀπηνέα τε κρατερόν τε: 15.203 ἦ τι μεταστρέψεις. στρεπταὶ μέν τε φρένες ἐσθλῶν: 15.204 οἶσθ' ὡς πρεσβυτέροισιν Ἐρῑνύες αἰὲν ἕπονται: 15.205 τὴν δ' αὖτε προσέειπε Ποσιδάων ἐνοσίχθων: 15.206 ῖ̈ρι θεὰ. μάλα τοῦτο ἔπος κατα μοῖραν ἔειπες: 15.207 ἐσθλὸν καὶ τὸ τέτυκται: ὅτ' ἄγγελος αἴσιμα εἰδῇ: 15.208 ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱ̈κάνει: 15.209 ὁππότ' ἂν ἰ̈σόμορον: καὶ ὁμῇ πεπρωμένον αἴσῃ. 15.210 νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν: 15.211 ἂλλ' ἤτοι νῦν μέν κε, νεμεσσηθεὶς ὑποείξω: 15.212 ἄλλο δέ τοι ἐρέω καὶ ἀπειλήσω τό γε θυμῷ: 15.213 αἴ κεν ἄνευ ἐμέθεν. καὶ Ἀθηναίης ἀγελείης. 15.214 Ἥρης Ἑρμείω τε. καὶ Ἡφαίστοιο ἄνακτος. 15.215 Ἰ̈λίου αἰπεινῆς πεφιδήσεται. οὐδ' ἐθελήσει 15.216 ἐκπέρσαι. δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν : 15.217 ἴ̈στω τοῦθ'. ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται: 15.218 ὣς εἰπὼν. λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος. 15.219 δῦνε δὲ πόντον ἰ̈ὼν. πόθεσαν δ' ἥρωες Ἀχαιοί : 15.220 καὶ τότ' Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς : 15.221 ἔρχεο νῦν φίλε Φοῖβε μεθ' Ἕκτορα χαλκοκορυστήν: 15.222 ἤδη μὲν γὰρ τοι γαιήοχος ἐννοσίγαιος 15.223 οἴχεται εἰς ἅλα δῖαν: ἀλευάμενος χόλον αἰπὺν 15.224 ἡμέτερον, μάλα γάρ τε μάχης ἐπύθοντο καὶ ἄλλοι 15.225 οἵ περ, ἐνέρτεροί εἰσὶ. θεοὶ Κρόνον ἀμφὶς ἐόντες: Scholia to Iliad 15.201-15.225 Main scholia On Iliad 15.204: ‡ οἶσθ' ὡς πρεσβυτέροισιν: ὅτι τοῦτο παρ' ἑαυτῆς προσέθηκεν ἡ Ι̂ρις καὶ τὰ ἐν τοῖς ἐπάνω οὖν οὐχ ὑπo Διὸς εἴρηται καὶ γενεὴ πρότερος ⁑ On Iliad 15.209: καὶ ὁμῇ πεπρωμένον. περισπαστστ περισπαστὲον περισπαστέον κατὰ δοτικὴν πτῶσιν ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ καὶ γὰρ ὁμὸς αὐτοῦ τὸ ἀρσενικὸν, ὁμοίως κατ οξεῖαν τάσιν: οὐ γὰρ πάντων ῆεν ὁμὸς θρόος , καὶ τὸ οὐδέτερον ῆ μὰν ἀμφοτέροισιν ὁμὸν γένος . παράκειται τὲ τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς ὁμῶς δέ τοι ήπια οῖδεν ⁑ On Iliad 15.212: ἄλλο δέ τοι ἐρέω: ἀπὸ τούτου ἑως τοῦ ἴστω τοῦθ' ὅτι νῶϊν , ἀθετοῦνται στίχοι ἑξω: ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν καὶ τὰ κατα τὴν διάνοιαν: προειπὼν γὰρ νεμεσσηθεὶς ὑποείξω οἱον εἰ μεταμεληθεὶς. ἐπιφέρει ἀπειλήσω ὅ τε Ποσειδὸν ἐπίσταται ὅτι οὐκ εἰς τελος φείσεται τῆς πόλεως ἀλλ' ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα ἐπαμύνει τοῖς Τρωσὶ τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπο τῆς θεομαχίας συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβάροις θεοῖς οὐκέτι ἐπιστήσας, ὡς οὔτε τῷ Ἑρμεῖ οὔτε τῷ Ἡφαίστῳ ἔμελλεν ἴδιᾳ τὰ τῆς πορθήσεως, ἀλλ' ἕνεκα τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς ⁑ On Iliad 15.214: Ἥρης Ἑρμείω τε τινὲς Ἥρης Ἡφαίστου τὲ καὶ Ἑρμείαο ⁑ On Iliad 15.215: πεφιδήσεται, ἀπὸ τοῦ φείδω ὡς πείθω πίθω , τεύχω τυχῶ , τύχησε γὰρ ἐρχομένη νῆυς . ⁑ On Iliad 15.225: οἵπερ νέρτεροί εἰσιν: ὅτι Ζηνόδοτος γράφει ὕπερ νέρτατοι . προς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται: τοῦ γὰρ κατωτέρου κατώτατος οὐδείς ἐστιν. ἐνερτέρους δὲ καὶ καλεῖ καὶ Οὐρανίωνας καὶ ὑποταρταρίους καὶ Τιτᾶνας τοὺς περὶ Κρόνον θεούς ⁑ Intermarginal scholia On Iliad 15.207: Ζηνόδοτος δια τοῦ π εἴπῃ ⁑ On Iliad 15.211: Ἀρίσταρχος νῦν μέν γε αλλοι δὲ νυν μέν κε Interior scholia On Iliad 15.214: Ιωνικὴ γενικὴ παθοῦσα εἰ γὰρ ὑγιὴς ἔσται Ἐρμεὶέω ὡς Ἀτρείδεω: On Iliad 15.223: ὅτι ἀφ εαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν καλεῖ ⁑ Exterior scholia On Iliad 15.205: Ποσειδάων On Iliad 15.225: ενερτεροι Venetus A (Marciana 454 = 822), folio 195, verso Iliad 15.226-15.250 15.226 ἀλλὰ τόδ' ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ, οἷ, αὐτῷ 15.227 ἔπλετο. ὅττι πάροιθε, νεμεσσηθεὶς ὑπόειξε 15.228 χεῖρας ἐμὰς, ἐπεὶ οὔ κεν ἀνιδρωτί̄ γ' ἐτελέσθη. 15.229 ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσσανόεσσαν 15.230 τῇ μάλ' ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς . 15.231 σοὶ δ' αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ . 15.232 τόφρα γὰρ, οὖν, οἱ. ἔγειρε μένος μέγα, ὄφρ' ἂν, Ἀχαιοὶ 15.233 φεύγοντες. νῆάς τε καὶ Ἑλλήσποντον ΐκωνται: 15.234 κεῖθεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργόν τε. ἔπος τε, 15.235 ὥς τε , καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο: 15.236 ὡς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων : 15.237 βῆ δὲ κατ' Ἰ̈δαίων ὀρέων, ΐρηκι ἐοικὼς 15.238 ὠκέϊ, φασσοφόνῳ: ὅς τ' ὤκιστος πετεηνῶν: 15.239 εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον 15.240 ἥμενον, οὐδ' έτι κεῖτο:, νέον δ' ἐσαγείρετο θυμὸν. 15.241 ἀμφὶ ἓ, γιγνώσκων ἑτάρους. ἀτὰρ, ἄσθμα καὶ ἱ̈δρὼς 15.242 παύετ'. ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο: 15.243 ἀγχοῦ δ' ἱ̈στάμενος προσέφη ἑκάεργος Ἀπόλλων : 15.244 Ἕκτορ . υἱὲ Πριάμοιο : τίὴ δὲ σὺ, νόσφιν ἀπ' ἄλλων 15.245 ἧσ' ὀλίγηπελέων. ῆ πού τι σε κῆδος ϊκάνει: 15.246 τὸν δ' ὀλιγοδρανέων, προσέφη κορυθαίολος Ἕκτωρ 15.247 τίς δὲ σύ ἐσσι φέριστε θεῶν. ὅς μ' εἴρεαι άντην: 15.248 οὐκ ἀΐεις, ὅ με, νηυσὶν ἐπὶ πρύμνῃσιν Ἀχαιῶν . 15.249 οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας 15.250 χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς: Scholia to Iliad 15.226-15.250 Main scholia On Iliad 15.226: ἡδέ οι αὐτῷ ὁ Ἀσκαλωνίτης ἀξιοῖ ἐγκλιτικῶς ἀναγινώσκειν ἐπεὶ ἀπο προσώπου ἐπι πρόσωπον ἡ ἀναφορᾶ καὶ εἰς ἁπλῆν ἡ μετάληψις ἀντι γὰρ τῆς αὐτῷ δισυλλάβου: ἄμεινον δὲ πείθεσθαι, τοῖς περισπῶσι δια τὸ ἤδη διαστολὴν γεγενῆσθαι, δια τῆς ἐμοί, τὸ γὰρ ἑξῆς τοιοῦτον ἐστιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο ὥστε ἀπο κοινοῦ λαμβάνεσθαι τὸ ἔπλετο ῥῆμα, ὁμοίως δὲ καὶ ἐπ εκείνου κατ ορθὸν τόνον ἀνέγνωμεν τὴν οι Μέντορ μή σ' ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσῆος μνηστήρεσσι μάχεσθαι. ἀμυνέμεναι δέ οι αὐτῷ καὶ τὸ ἑξῆς ἐστι τοιοῦτον, μὴ πεισάτω σε Ὀδυσσευς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν καὶ καθόλου ἡ οι ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν ὀρθοτονεῖσθαι θέλει εἴτε εἰς ἁπλὴν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον διὸ μεμπτπτον μεμπτὲον μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν, ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ ἐχρῆν γὰρ δια τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατ ορθὸν τόνον ἀναγινώσκεσθαι ⁑ On Iliad 15.230: τῇ μάλ' ἐπισσείων: φοβέειν ἥρωας καλεῖ καὶ οὐ μόνον τοὺς βασιλέας ὡς Ἵστρος ⁑ On Iliad 15.231: σοὶ δ' αὐτῷ μελέτῳ: ἀπο τούτου ἕως τοῦ ὥς κε καὶ αὖ τις Ἀχαιοὶ ἀθετοῦνται στίχοι πέντε ὅτι ἄκαιροι οἱ λόγοι ἐπι τοσοῦτον εγεῖραι τὸν Ἕκτορα ἕως ἐπι τὰς ναῦς φύγωσι. μετὰ δε ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας ἀναπλεῦσαι. καὶ ἄκαιρος ἡ πρόρρησις καὶ οὐ κεχαρισμένη τῷ Ἀπόλλωνι ⁑ On Iliad 15.241: ἀμφι ἓ γινώσκων: ὀρθοτονητέον τὴν ε μεταλαμβάνεται γὰρ εἰς σύνθετον τὴν ἑαυτόν ἡ διπλῆ δέ ὅτι τὸ γινώσκων ἶσον ἐστι τὸ ἀναλεγόμενος καὶ ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως οὐκ εκ προχείρου γινώσκων ἀλλ' οῖον ἀναγνωρίζων, καὶ κατ' ὀρθὸν τόνον ἀναγνωστέον ἀμφι ἓ γινώσκων ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν ⁑ On Iliad 15.245: ἧσ' ὀλίγηπελέων. δασυντέον τὸ ἧσαι προείρηται δὲ περὶ τούτου τὸ δὲ ὀλίγηπελέων ἕν ἐστιν ὅμοιον τῷ ὀλιγοδρανέων , τὸ δὲ ῆ πού τί σε, ὁ ῆ διαπορητικός ἐστι διὸ περισπαστέον ⁑ Intermarginal scholia On Iliad 15.231: καὶ παρα Ἀριστοφάνει ἡθετοῦνται On Iliad 15.232: Ἀρίσταρχος τόφρ' ὰν Ἀχαιοὶ μετὰ τοῦ τ ⁑ On Iliad 15.240: οὕτως Ἀρίσταρχος δια τοῦ ε εἰ ἀγείρετο παρατατικῶς. ἄλλοι δὲ ἐσ ἀγείρατο δια τοῦ α ⁑ Interior scholia On Iliad 15.229: ὅτι τοῦ Διὸς ἡ αιγὶς ὁπλον Ἀπόλλωνι γοῦν δίδωσι On Iliad 15.232: δια τοῦ τ τόφρ' ἄν Ἀχαιοὶ αἱ Ἀριστάρχου ⁑ Venetus A (Marciana 454 = 822), folio 196, recto Iliad 15.251-15.275 15.251 καὶ δὴ ἔγωγ' ἐφάμην νέκυας καὶ δῶμ' Ἀΐδαο 15.252 ἤματι τῷδ' ὄψεσθαι. ἐπεὶ φίλον ἄϊον ῆτορ: 15.253 τὸν δ' αῦτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων . 15.254 θάρσει νῦν, τοῖόν τοι ἀο̆σσητῆρα Κρονίων 15.255 ἐξ ί̈δης προέηκε. παρεστάμεναι καὶ ἀμύνειν. 15.256 Φοῖβον Ἀπόλλωνα χρυσάορον. ὅς σε πάρος γε 15.257 ῥύομ'. ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον: 15.258 ἂλλ' άγε νῦν ἱ̈ππεῦσιν ἐπότρυνον πολέεσσι. 15.259 νηυσὶν ἐπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵ̈ππους: 15.260 αὐτὰρ ἐγὼ προπάροιθε κιὼν, ἵ̈πποισι κέλευθον 15.261 πᾶσαν λειανέω. τρέψω δ' ἥρωας Ἀχαιούς : 15.262 ὣς εἰπὼν. ἔμπνευσε μένος μέγα ποιμένι λαῶν: 15.263 ὡς δ' ὅτε τις στατὸς ἵ̈ππος ἀκοστήσας ἐπι φάτνῃ: 15.264 δεσμὸν ἀπορρήξας. θείη πεδίοιο κροαίνων. 15.265 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο, 15.266 κυδιόων. ὑψοῦ δὲ κάρη ἔχει. ἀμφι δὲ χαῖται 15.267 ὤμοισ' ἀΐσσονται. ὁ δ̀' ἀγλαΐηφι πεποιθὼς. 15.268 ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵ̈ππων: 15.269 ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα 15.270 ὀτρύνων ἱππῆας. ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν: 15.271 οἱ δ' ὥς τ'. ἢ, ἔλαφον κεραὸν. ἢ ἄγριον αἶγα 15.272 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται. 15.273 τὸν μέν τ' ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη 15.274 εἰρύσατ', οὐδ' ἄρα τέ σφι κιχήμεναι αἴσιμον ῆεν: 15.275 τῶν δέ θ' ὑπὸ ἰ̈αχῆς ἐφάνη λὶς ἠϋγένειος Scholia to Iliad 15.251-15.275 Main scholia On Iliad 15.252: ἥματι τῷ δ' όψεσθαι: ὅτι ἄϊον ἀντι τοῦ ἐπησθόμην τοῦτο δέ ἐστι τῆς ψυχῆς μου ήψατο. καὶ ἐν ἄλλοις τοὶ δὲ πληγῆς ἀΐοντες ἐπαισθόμενοι τῆς πληγῆς τῷ εἴδει τὸ γένος ⁑ On Iliad 15.256: χρυσάορον, ἤτοι χρυσοφάσγανον ἠ χρυσοῦν τὸν ἀορτῆρα τῆς φαρέτρας ἔχοντα ἢ τῆς κιθάρας οὐκέτι δὲ τοῦ ξίφους. ἁγνὸς γὰρ ὁ θεός καὶ Πίνδαρος χρυσάορα Ὀρφέα φασὶ τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα: Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν. καὶ τοὺς Ἀπόλλωνος βόας κλέψας εὑρεθη ὑπο τοῦ θεοῦ δια τῆς μαντικῆς, ἀπειλουμένου δὲ τοῦ Ἀπόλλωνος ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπι τῶν ὤμων τόξα: μειδιάσας δὲ ὁ θεός , ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον ἀφ ῆς καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη. ἔλαβεν δὲ παρ αυτοῦ τὴν λύραν ὅθεν καὶ χρυσαόρ ὠνομάσθη ἀπο τοῦ τῆς κιθάρας ἀορτῆρος ⁑ On Iliad 15.263-15.264: ακοστήσας ἐπι φάτνη: τὸ επι φάτνη δύναται καὶ τοῖς ἠγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι ἵν' ᾖ τὸν ἐπι φάτνῃ σύνδεσμον ⁑ On Iliad 15.265: εἰωθὼς λούεσθαι: ἀπο τούτου ἕως τοῦ ῥίμφα ἑ γοῦνα φέρει . ἀθετοῦνται στίχοι δ καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἱκειότερον ἐπ Αλεξάνδρου καὶ τὸ τῆς καλλονῆς καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου προς τὸν ἐν θαλάμῳ διατετριφότα ἀντιπαράκειται ἥ τε κατα τὴν αἰφνίδιον εξόρμησιν ὁμοιότης. καὶ τὸ κυδιόων ὑψοῦ δὲ κάρη ἔχει ἐφ' Ἕκτορος τοῦ ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας, οὐχ ἁρμόζει, τοὺς μέντοι προκειμένους τῶν ἡθετημένων δύο στίχους δεῖ μένειν προς οὓς καὶ ἡ ανταπόδοσις γίνεται ⁑ On Iliad 15.271: κεραόν: κεραὸν τινὲς τὸν ἄρσενα οὗτος γὰρ κερασφορεῖ: τί οὖν ἔστι τὸ χρυσόκερων ἔλαφον θήλειαν παρα Πινδάρω λεγόμενον ⁑ On Iliad 15.273: ἢλίβατος ἧς ἁμαρτάνομεν τῆς βάσεως, οἱ δὲ ἣν ὑφ' ἡλίου μόνου βαινομέν, ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει, ἵν' ᾖ τὸν μέν θ' ἡλίβατος πέτρη ⁑ On Iliad 15.273: δάσκιος, ἡ λίαν σκιώδης ἡ δασύσκιος τὸν ἔλαφον δὲ ἡ ὕλη τρέφει ὡς καὶ ἀλλαχοῦ ἐκ νομοῦ ὕλης πιόμενος ⁑ On Iliad 15.275: λίς παρὰ τὸ λιαρόν, ἠ τὸ ἑλεῖν, ἠ τὸ λεῖον λεῖος γὰρ ὅλος πλὴν τῆς χαίτης ἢ παρα τὸ λίαν φθείρειν ⁑ Interlinear scholia On Iliad 15.252@ἄϊον: απ έπνεον Intermarginal scholia On Iliad 15.252: Ἀρισταρχος ϊξεσθαι καὶ οὐκ άχαρις ἡ γραφη Interior scholia On Iliad 15.272: Ἀρίσταρχος ἐσσεύαντο δια τοῦ α καὶ ἅπασαι ⁑ Venetus A (Marciana 454 = 822), folio 196, verso Iliad 15.276-15.300 15.276 εἰς ὁδόν. αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας. 15.277 ὡς Δαναοὶ , είως μὲν ὁμιλαδὸν αἰὲν ἕποντο 15.278 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν: 15.279 αὐτὰρ ἐπεὶ ἴ̈δον Ἕκτορ' ἐποιχόμενον στίχας ἀνδρῶν. 15.280 τάρβησαν. πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός: 15.281 τοῖσι δ' ἔπειτ' ἀγόρευε Θόας Ἀνδραίμονος υἱὸς 15.282 Αἰτωλῶν όχ' ἄριστος. ἐπιστάμενος μὲν ἄκοντι: 15.283 ἐσθλὸς δ' ἐν σταδίῃ. ἀγορῇ δέ ἑ, παῦροι Ἀχαιῶν 15.284 νίκων. ὁππότε κοῦροι ἐρίσσειαν περι μύθων: 15.285 ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 15.286 ὦ πόποι. ῆ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι: 15.287 οἷον δ' αὒτ' ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας 15.288 Ἕκτωρ , ῆ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου 15.289 χερσὶν ὑπ' Αἴαντος θανέειν Τελαμωνιάδαο : 15.290 ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν 15.291 Ἕκτορ' . ὃ δὴ πολλῶν Δαναῶν ὑπο γούνατ' ἔλυσεν: 15.292 ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι: οὐ γὰρ ἄτερ γε 15.293 Ζηνὸς ἐριγδούπου πρόμος ἵ̈σταται. ὧδε μενοινῶν: 15.294 ἂλλ' άγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 15.295 πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι: 15.296 αὐτοὶ δ'. ὅσσοι ἄριστοι ἐνι στρατῷ εὐχόμεθ' εἶναι 15.297 στείομεν, ὥς κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες: 15.298 δούρατ' ἀνασχόμενοι: τὸν δ' οἴω καὶ μεμαῶτα 15.299 θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον: 15.300 ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο: Scholia to Iliad 15.276-15.300 Main scholia On Iliad 15.277-15.278: ‡ ὡς Δαναοὶ εἵως, πάλιν τὸ εἵως ἀντι τοῦ τέως κεῖται: οὐκ ἄρα ὑποστιγμήν, ἀλλα στιγμὴν θετέον ἐπι τὸ ἀμφιγύοισιν ⁑ On Iliad 15.280: παραὶ ποσὶ κάππεσε θυμὸς τὰς ψυχὰς ἐταπεινώθησαν ἅπαντες λιποψυχήσαντες τὴν σωτηρίαν παρα τοῖς ποσὶν εἶχον ⁑ On Iliad 15.288: ῆ θήν μιν, διαβεβαιωτικός ἐστι διὸ περισπαστέον αὐτόν ⁑ On Iliad 15.297-15.298: ‡ δούρατ' ἀνασχόμενοι, ἤτοι συναπτέον τῷ ἀντιάσαντες , ἠ διασταλτέον ἀπ αυτῶν ἵν' ᾖ τὸ ἑξῆς στείομεν δούρατ' ἀνασχόμενοι ⁑ Interlinear scholia On Iliad 15.291@Ἕκτορ': α Intermarginal scholia On Iliad 15.288: ὅτι τὸ θὴν ἀντὶ τοῦ ποῦ ⁑ On Iliad 15.293: οτ ὅτι πρόμος σαφῶς ὁ πρόμαχος ⁑ On Iliad 15.297: γράφεται καὶ εί κεν : On Iliad 15.300: τῶ θυμῶ ἑκατέροις δύναται προς δίδοσθαι ⁑ Exterior scholia On Iliad 15.297: εἴ κεν Venetus A (Marciana 454 = 822), folio 197, recto Iliad 15.301-15.325 15.301 οἱ μὲν ἂρ ἀμφ' Αἴαντε : καὶ Ἰ̈δομενῆα ἄνακτα: 15.302 Τεῦκρον : Μηριόνην τε. Μέγην τ' ἀτάλαντον Ἄρηϊ 15.303 ὑσμίνην ἤρτυνον, ἀριστῆας καλέσαντες. 15.304 Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον: αὐτὰρ ὀπίσσω 15.305 ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο: 15.306 Τρῶες δὲ προύτυψαν ἀολλέες, ἦρχε δ' ὰρ Ἕκτωρ 15.307 μακρὰ βιβὰς. πρόσθεν δ' έκι' αὐτοῦ Φοῖβος Ἀπόλλων 15.308 ειμένος ὤμοιιν νεφέλην. ἔχε δ' αἰγίδα θοῦριν. 15.309 δεινὴν. ἀμφιδάσειαν, ἀριπρεπέ' ἣν, ἄρα χαλκεὺς 15.310 Ἥφαιστος Διὶ̈ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν: 15.311 τὴν ἂρ ὅ γ' ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν: 15.312 Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες. ῶρτο δ' ἀϋτὴ 15.313 ὀξεῖ' ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ' ὀϊστοὶ 15.314 θρῷσκον. πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν: 15.315 ἄλλα μὲν, ἐν χροῒ πήγνυτ' ἀρηϊθόων αἰζηῶν. 15.316 πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν 15.317 ἐν γαίῃ ἵ̈σταντο: λιλαιόμενα χροὸς ᾶσαι: 15.318 ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ' ἀτρέμα Φοῖβος Ἀπόλλων : 15.319 τόφρα μάλ' ἀμφοτέρων βέλε' ήπτετο: πῖπτε δὲ λαός : 15.320 αὐτὰρ ἐπεὶ κατένῶπα ἰ̈δὼν Δαναῶν ταχυπώλων: 15.321 σεῖσ'. ἐπι δ' αὐτὸς ἄϋσε μάλα μέγα. τοῖσι δὲ θυμὸν 15.322 ἐν στήθεσσιν, ἔθελξε. λάθοντο δὲ θούριδος ἀλκῆς: 15.323 οἳ δ̀' ὥς τ' ἠὲ βοῶν ἀγέλην. ἢ πῶϋ μέγ' οἰῶν 15.324 θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ: 15.325 ἐλθόντ' ἐξαπίνης, σημάντορος οὐ παρεόντος. Scholia to Iliad 15.301-15.325 Main scholia On Iliad 15.302: ‡ Μέγην τ' ἀτάλαντον. Ἀρίσταρχος βαρύνει ὡς Μέσθλην τὲ Γλαυκόν τε , καὶ ἐπείσθη ἡ παράδοσις: ὁ δὲ Ἀσκαλωνίτης καὶ ἀλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν , τὰ γὰρ εἰς ησ λήγοντα φασὶν βαρύτονα δισύλλαβα ἀπο βραχείας ἀρχόμενα περισσοσυλλάβως κλίνεται, λέβητα Λάχητα . εἰ δ' οὐχ οὕτως ἐκλήθη δῆλον ότι περισπασθήσεται. ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ, ὡς ἀπο βαρυτόνου Φυλλείδην τε Μέγητα . ὅτε μὴ οὔτως ἔχη περισπασθήσεται ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα , ἔστιν δὲ ὑπερ τοῦ Ἀριστάρχου προς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν ὅτι οὐχ ἁπλῶς τὰ εἰς ῆσ . ἀλλα τὰ εἰς τῆς λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν ἔπεὶτὰ πολλά ἐστι διχῶς κεκλιμένα τὸ γοῦν Μύνης ὁ μεν ποιητὴς περιττοσυλλάβως ἔκλινεν πέρσεν δὲ πόλιν θείοίο Μύνητος : ὁ δε Σοφοκλῆς ϊσοσυλλάβως Μύνου τ' Ἐπιστρόφου γε μύκητά τε καὶ μύκην εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις, καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι δῆλος ἐστι Ἑκαταῖος οὕτος κλίνας. φησὶ γάρ καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος τὸν μύκην εὗρεν ἀποπεπτωκότα . ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν, ἠ λύχνοιο μύκητες ἀγείρονται περι μοίραν καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ , καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον: οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης ⁑ On Iliad 15.307: μακρὰ βιβᾶς βιβῶν πᾶσαι εἶχον, Ζηνόδοτος , βοῶν , ἐπεὶ καὶ ἑξῆς φησὶν ἐπι δ' αὐτὸς ἄϋσε μάλα μέγα ⁑ On Iliad 15.309: ἀμφιδάσειαν: πανταχόθεν τετριμμένην οἱ μὲν ἀμφίμαλλον. οἱ δὲ κυκλο δάσειαν δια τους θυσάνους ὑφ ἓν δὲ τὸ ὄνομα ⁑ On Iliad 15.309: ἀμφιδάσεια, τρίτη ἀπο τέλους ἡ ὀξεῖα ὁμοίως τὸ χαλκοβάρεια , ὅτι δὲ οὐχ ὡς οίεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων σύνθετόν ἐστιν, ἀλλα παρασύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περι τοῦ ἠριγένεια ⁑ On Iliad 15.310: Ἥφαιστος Διῒ δῶκε ὅτι σαφῶς Διῒ ἐσκεύασται, ἡ αἰγὶς καὶ οὐκ έστιν Ἀθηνᾶς καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν ⁑ On Iliad 15.316-15.317: λιλαιόμενα χρυσὸς ᾶσαι, ἐφιέμενα ἐπιθυμοῦντα τὸν ἐφ οὓς ἐβάλλετο ἐν τῇ δια μέσου γῆ ἐπήγνυτο ἐστι δὲ λῶ λαίω ὡς κερῶ κεραίω . εἶτα λιλαίω ⁑ On Iliad 15.320-15.321: αὐτὰρ ἐπεὶ κατ ενῶπα: Ἀρίσταρχος ὡς κατα δῶμα ἀπ ευθείας τῆς ὢψ ἥτις αἰτιατικὴν ἔχει τὴν ῶπα. ὁ δε Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα οἷς καὶ βέλτιον πείθεσθαι ἵνα ᾖ ἀπο τοῦ κατενώπια κατα συγκοπὴν κατένωπα ὡς μηρία μῆρα , σιτία σῖτα. ἔν ἐστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως ὡς ἔστιν εὑρώπη ἡ πρόσοψις ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῆ , παρ' ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ϊωκὴν ϊῶκα εἶπεν μεταπλάσας οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. ὑποστιγμὴ δὲ κατα τὸ τελος τοῦ στίχου καὶ σεῖσαι τὸν δε περιττεύοντος τοῖσι δὲ θυμόν ⁑ Interlinear scholia On Iliad 15.301@Αἴαντα: ε On Iliad 15.309@ἀριπρεπέ': α On Iliad 15.325@ἐλθόντ': ε Intermarginal scholia On Iliad 15.305: προς το σχημα ὅτι πληθυντικῶς ἀπήντηκεν ⁑ On Iliad 15.307: Ἀρίσταρχος βιβῶν On Iliad 15.316: ὅτι ἀντὶ χροὸς ἐπαυρεῖν ἐπιτυχεῖν : Interior scholia On Iliad 15.301: Ζηνόδοτος καὶ Ἀριστοφάνης Αἴαντε δυϊκῶς ⁑ On Iliad 15.308-15.309: διασταλτέον καθ ὲν ἔμφασις γὰρ μαλλον. On Iliad 15.320: Ἀρίσταρχος προπερισπᾷ κατενῶπα ⁑ Venetus A (Marciana 454 = 822), folio 197, verso Iliad 15.326-15.350 15.326 ὡς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες, ἐν γὰρ Ἀπόλλων 15.327 ῆκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν: 15.328 ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης: 15.329 Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε: 15.330 τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων: 15.331 τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον: 15.332 Αἰνείας δὲ Μέδοντα καὶ Ἴ̈̄ασον ἐξενάριξεν: 15.333 ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο 15.334 ἔσκε Μέδων : Αἴαντος ἀδελφεὸς. αὐτὰρ ἔναιεν 15.335 ἐν Φυλάκῃ . γαίης ἀπο πατρίδος, ἄνδρα κατακτὰς 15.336 γνωτὸν μητρυϊῆς Ἐριώπιδος , ἣν ἔχ' Ὀϊλεύς : 15.337 Ἴ̈ασος αὖτ', ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο: 15.338 υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο : 15.339 Μηκιστῆ δ' ἕλε Πουλυδάμας , Ἐχίον δὲ Πολίτης 15.340 πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ' ἕλε δῖος Ἀγήνωρ : 15.341 Δηΐοχον δὲ Πάρις βάλε, νείατον. ὦμον ὄπισθε, 15.342 φεύγόντ' ἐν προμάχοισι: δια πρὸ δὲ χαλκὸν ἔλασσεν: 15.343 ὄφρ' οἳ, τοὺς, ἐνάριζον ἀπ' έντεα. τόφρα δ' Ἀχαιοὶ 15.344 τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ: 15.345 ἔνθα καὶ ἔνθα φέβοντο: δύοντο δὲ τεῖχος ἀνάγκῃ: 15.346 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας 15.347 νηυσὶν ἐπισσεύεσθαι: ἐᾶν δ' ἔναρα βροτόεντα: 15.348 ὃν δ' ἂν, ἐγὼν ἀπάνευθε, νεῶν ἑτέρωθι νοήσω, 15.349 αὐτοῦ οἱ θάνατον μητί̄σομαι. οὐδέ νῠ τόν γε 15.350 γνωτοί τε γνωταί τε. πυρὸς λελάχωσι θανόντα: Scholia to Iliad 15.326-15.350 Main scholia On Iliad 15.330: ‡ τὸν μὲν Βοιωτῶν ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντηκεν ὁ γὰρ Ἀρκεσίλαος ἐστι Βοιωτός ⁑ On Iliad 15.333: ἤτοι ὁ μεν νόθος ὅτι το Ὀϊλεὺς σὺν τῷ ο , καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρα τὸ ἔθος καὶ ἐξ ονόματος ἐπανέλαβεν ⁑ On Iliad 15.335: ἐν Φυλάκη , αὕτη πόλις Θεσσαλίας , βαρυτόνως δὲ ἀναγνωστέον ὡς Ἱ̈θάκη ὡς πρὸς αντιδιαστολὴν τοῦ δεσμωτηρίου ⁑ On Iliad 15.338: ὑιὸς δὲ Σφήλοιο , ὡς φίλοιο ἐστι δὲ καὶ κανὼν ὡς τὰ εἰς λος δισύλλαβα τῷ η παραληγόμενα κύρια ὄντα βαρύνεσθαι θέλει Τῆλος Μῆλος βῆλος οὕτως οὖν καὶ Σφῆλος : τὰ μέντοι προσηγορικὰ ὀξυτονεῖται: πηλός χηλος καὶ βαρύνεται ὡς δῆλος τὸ ἐπιθετικὸν καὶ ῆλος καὶ ζῆλος , περι ὦν εἰρήσεται ἡμῖν ἐν τοῖς περὶ καθολικῆς προσῳδίας ⁑ On Iliad 15.339: Μϊκιστῇ δ' ἕλε ὁμοίως τῷ ἐνθ' αῦτ' ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί , καὶ ἥτοι ἀπεκόπη ἡ Μηκιστῇα αἰτιατικὴ ἡ Δορικῶς κέκλιται ὅπερ μοι δοκεῖ ⁑ On Iliad 15.343: ὄφρ' οἱ τοὺς ἐνάριζον ἀπ έντεα: ἕως οὗ αὐτοὶ τούτους ἐσκύλευον ἀφαιρούμενοι αὐτῶν τὰ ἡμαγμένα ὅπλα ⁑ On Iliad 15.346-15.348: Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο: ἡ συνήθεια συνάπτει. καὶ τὸ νηυσὶν ἐπισσεύεσθαι ἵνα ἡ μετάβασις ἡ ἀπο τοῦ διηγηματικοῦ ἐπι τὸ μιμητικὸν ἦ: ὃν δ ἂν ἐγὼν ἀπάνευθε : On Iliad 15.347: νηυσὶν ἐπισσεύεσθαι: ὅτι Ζηνόδοτος γράφει ἐπισσεύεσθον συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον ⁑ Intermarginal scholia On Iliad 15.336: ὅτι γνωτὸς ὁ αδελφὸς καὶ Ἐριῶπις ὄνομα κύριον : On Iliad 15.350: ἀντι τοῦ λαχεῖν ποιήσουσιν ⁑ Interior scholia On Iliad 15.330: γράφεται καρτεροθυμων ⁑ On Iliad 15.344: ἐμπελάσαντες ⁑ Venetus A (Marciana 454 = 822), folio 198, recto Iliad 15.351-15.375 15.351 ἀλλὰ καὶ ες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο: 15.352 ὡς εἰπὼν. μάστιγι κατωμαδὸν ήλασεν ἵ̈ππους: 15.353 κεκλόμενος Τρώεσσιν ἐπι στίχας. οἱ δὲ συν αυτῷ 15.354 πάντες ὁμοκλήσαντες έχον ἐρυσάρματας ἵ̈ππους 15.355 ἠχῇ θεσπεσίῃ: προπάροιθε δὲ Φοῖβος Ἀπόλλων 15.356 ῥεῖ' ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρίπων 15.357 ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον 15.358 μακρὴν ἠ δ̀' εὐρεῖαν. ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ 15.359 γίνεται. ὁππότ' ἀνὴρ σθένεος πειρώμενος ᾗσι: 15.360 τῇ ῥ' οἵ γε προχέοντο φαλαγγηδὸν. πρὸ δ' Ἀπόλλων 15.361 αἰγίδ' ἔχων ἐρίτιμον: ἔρειπε δὲ τεῖχος Ἀχαιῶν 15.362 ῥεῖα μάλ'. ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης: 15.363 ὅς τ' ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν. 15.364 ὰψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. 15.365 ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν 15.366 σύγχεας Ἀργείων . αὐτοῖσι δὲ φῦζαν φύζαν ἐνῶρσας: 15.367 ὡς οἱ μὲν, παρὰ νηυσὶν ἐρητύοντο μένοντες: 15.368 ἀλλήλοισί τε κεκλόμενοι, καὶ πᾶσι θεοῖσι 15.369 χεῖρας ἀνίσχοντες, μεγάλ' εὐχετόωντο ἕκαστος: 15.370 Νέστωρ αὖτε μάλιστα Γερήνιος . οὖρος Ἀχαιῶν 15.371 εὔχετο χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα: 15.372 Ζεῦ πάτερ. εἴ ποτέ τις τοι ἐν Ἄργεΐ περ πολυπύρῳ 15.373 ἠ βοὸς ἢ ὄϊος καταπίονα μηρία καίων 15.374 εὔχετο νοστῆσαι. σὺ δ' ὑπέσχεο καὶ κατένευσας. 15.375 τῶν μνῆσαι. καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ: Scholia to Iliad 15.351-15.375 Main scholia On Iliad 15.351: ‡ ἀλλα κύνες ἐρύουσι, ἡ διπλῆ ὅτι ἐνεστῶτι ἀντι μέλλοντος κέχρηται ἐρύουσιν ἀντι τοῦ ἐρύσουσι , τρίτη δὲ ἀπο τέλους ἡ ὀξεῖα ἐπι τὸ ἐρύουσιν εἴρηται δὲ περι τῆς προσῳδίας ἐν τῇ ⁑ On Iliad 15.356: ῥεῖ όχθας καπέτοιο βαθείης ποσσὶν ἐρίπων: ὅτι Ζηνόδοτος γράφει χερσίν εὐλογώτερον δὲ μὴ κατακύπτειν τὸν θεόν , ἀλλα τοῖς ποσὶ συγχεῖν ⁑ On Iliad 15.359: πειρώμενος ᾗσι, ἐπεκτεταται τὸ ᾗσι ἀντι γὰρ τοῦ ῇ ἐστιν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφ ᾗ διὸ καὶ μετα τοῦ ϊ γράφεται καὶ δασύνεται ἀπο γὰρ τοῦ ἴημι δασυνομένου κέκληται ⁑ On Iliad 15.360: τῇ ρ' οἵ γε προχέοντο φαλαγγηδόν, τῶν τετηῥημένων ἐστι καὶ αὕτη ἡ στιγμη ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου ὀλίγαι δέ εἰσὶ παρ Ὁμήρῳ τοιαῦται On Iliad 15.365: ὥς ῥα σὺ ἤϊε, Ἀρίσταρχος δασύνει ἀπο τῆς έσεως τῶν βελῶν οἱ δὲ περι τὸν Κράτητα ψιλῶς ἀπο τῆς ϊάσεως καὶ οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ προς διάφορον ἐτυμολογίαν διαφόρως ἀναγινώσκειν: ἀγνοοῦσι δὲ, ὅτι ὁ χαρακτηρ μάχεται ἀεὶ γὰρ τὸ η προ φωνήεντος ψιλοῦται, ἠώς ἤϊα ταύτη καὶ τὸ ἥϊε ξείνον θέμις ἐστὶ δασύνεται: τὸ δὲ ἠὼς ψιλοῦται, καὶ τὸ ἕως δασύνεται. τὸ δὲ ἠὼς ψιλοῦται, καὶ τὸ ἥλιος δασύνεται το δὲ ἠέλιος ἐψιλώθη. ὥστε εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου μόνως ψιλωτέον ⁑ Interior scholia On Iliad 15.361: στικτεον ἐπι τὸ ἐριτιμον λείπει δὲ τὸ ἦν ⁑ On Iliad 15.363: βέλτιον μετα τὸ ἡπιέησιν ὑποστικτέον ⁑ Venetus A (Marciana 454 = 822), folio 198, verso Iliad 15.376-15.400 15.376 μὴ δ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς : 15.377 ὡς ἔφατ' εὐχόμενος. μ́έγα δ' ἔκτυπε μητίετα Ζεὺς 15.378 ἀ̄ρά̄ων ἀΐων Νηληϊάδαο γέροντος: 15.379 Τρῶες δ' ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο: 15.380 μᾶλλον ἐπ' Ἀργείοισι θόρον. μνήσαντο δὲ χάρμης: 15.381 οἱ δ' ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο. 15.382 νηὸς ὑπὲρ τοίχων καταβήσεται. ὁππότ' ἐπείγῃ 15.383 ἲ̈ς, ἀνέμου. ἣ γάρ τε μάλιστά γε κύματ' οφέλλει: 15.384 ὡς Τρῶες μεγάλῃ ἰ̈αχῇ κατὰ τεῖχος ἔβησαν 15.385 ἵ̈ππους δ' εἰσελάσαντες. ἐπὶ πρύμνησι μάχοντο 15.386 ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδὸν, οἱ μὲν ἀφ ἵππων. 15.387 οἱ δ' ἀπο νηῶν ὕψι μελαινάων ἐπιβάντες 15.388 μακροῖσι ξυστοῖσι. τά, ῥά, σφ' ἐπι νηυσὶν ἔκειτο 15.389 ναύμαχα κολλήεντα. κατὰ στόμα, ειμένα χαλκῷ: 15.390 Πάτροκλος δ' είως μὲν Ἀχαιοί τε Τρῶές τε 15.391 τείχεος ἀμφ' ἐμάχοντο θοάων ἔκτοθι νηῶν. 15.392 τόφρ' ὅ γ' ἐνι κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο 15.393 ἧστό τε. καὶ τὸν, ἔτερπε λόγοις. ἐπὶ δ' ἔλκεϊ λυγρῷ 15.394 φάρμακ' ἀκήματ' έπασσε μελαινάων ὀδυνάων. 15.395 αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησε 15.396 Τρῶας . ἀτὰρ Δαναῶν γένετο ἰ̈αχή τε φόβος τε. 15.397 ᾤμωξεν τ' ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ 15.398 χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηύδαν: 15.399 Εὐρύπυλ' , οὐκέτι τοι δύναμαι χατέοντί περ ἔμπης 15.400 ἐνθάδε παρμενέμεν: δὴ γὰρ μέγα νεῖκος όρωρεν: Scholia to Iliad 15.376-15.400 Main scholia On Iliad 15.377: ‡ ὡς ἔφατ' εὐχόμενος μέγα δ' ἔκτυπε: ὅτι Ζηνοδοτος γράφει μέγα δ' έκλυε , ουχ ὑπήκουσε δὲ αὐτοῖς ὥστε πεισθῆναι, ἀλλα κατ αυτῶν ἐγένετο ⁑ On Iliad 15.382: νηὸς ὑπερ τοίχων: οὐκ αναγκαῖον ἐστιν ἀναστρέφειν τὴν πρόθεσιν ἀλλα συντάσσειν τῇ τοίχων γενικῇ ⁑ On Iliad 15.385: ἵππους δ' εἰσελάσαντες, προς τὴν ἰδιότητα τῆς μάχης ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύμναις τῶν νεῶν οἱ δὲ ἀποστρέψαντες τὰ ἅρματα ἐπι τῶν δίφρων, ἵν' ᾖ ἀπ' ἴσου. βραχὺ δὲ διασταλτέον ἐπι το εἰσελάσαντες προς τὸ σαφέστερον ⁑ On Iliad 15.389: ναύμαχα κολλήεντα, οὕτως ὡς θαύματα ἐξαιρέτως δὲ τὰ παρα ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ εἰς ον περατούμενα προπαροξύνεται, χαρτότομον χειρόγραφον. ἀκρατόφορον. οὕτως ναύμαχον ἐν παλάμῃσιν . ἵνα εῖδος δόρατος νοηθῇ ἐν διαφόρω μεγέθει ⁑ On Iliad 15.394: φαρμακ' ἀκήματ, τὸ πλῆρες φάρμακα εἶτα ἀκήματα , παρα γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται: εἴρηται δὲ ἡμῖν ἐν ἑτέροις. δι ὅτι καὶ ἡ ἄκεσις καὶ τὸ ἀκεσταί τοι φρένες ἐσθλῶν . τὸ ε ἔχει κατα τὴν παραλήγουσαν ⁑ Interlinear scholia On Iliad 15.384@ἔβαινον: ησαν Intermarginal scholia On Iliad 15.376: ὅτι πτῶσις ηλλακται καὶ πρόθεσις παρεῖται ἀντὶ ὑπὸ Τρώων ⁑ On Iliad 15.394: ἔν τισιν ἀκέσματα τ' οὕτως δὲ καὶ Ἀρίσταρχος διχῶς οὖν ⁑ On Iliad 15.398: οὕτως Ἀρίσταρχος ἔπος ηὔδα ⁑ Interior scholia On Iliad 15.393: ἅπαξ ἐνταῦθα εν τῷ τὸ λόγοις ⁑ On Iliad 15.395: ὅτι ἐλλείπει ἡ ἐπὶ τεῖχος ⁑ Venetus A (Marciana 454 = 822), folio 199, recto Iliad 15.401-15.425 15.401 ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω: αὐτὰρ ἔγωγε 15.402 σπεύσομαι εἰς Ἀχιλῆα : ἵ̈ν' ὀτρύνω πολεμίζειν: 15.403 τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω 15.404 παρειπών. ἀγαθὴ δὲ παραίφασίς. ἐστιν ἑταίρου: 15.405 τὸν μὲν ἂρ ὣς εἰπόντα πόδες φέρον. αὐτὰρ Ἀχαιοὶ 15.406 Τρῶας ἐπερχομένους μένον ἔμπεδον. οὐδ' ἐδύναντο 15.407 παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν: 15.408 οὐδέ ποτε Τρῶες : Δαναῶν ἐδύναντο φάλαγγας 15.409 ῥηξάμενοι. κλισίῃσι μιγήμεναι οὐδὲ νέεσσιν: 15.410 ἂλλ' ὥς τε στάθμη δόρυ νήϊον ἐξῑθύνει 15.411 τέκτονος ἐν παλάμῃσι δαί̈μονος. ὁς ῥά τε πάσης 15.412 εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης : 15.413 ὡς μὲν τῶν ἐπὶ ῖ̈σα μάχη τέτατο πτόλεμός τε: 15.414 ἄλλοι δ' ἀμφ' ἄλλησι μάχην ἐμάχοντο νέεσσιν: 15.415 Ἕκτωρ δ' ἄντ' Αἴαντος εείσατο κυδαλίμοιο: 15.416 τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον: οὐδὲ δύναντο: 15.417 οὔθ' ὃ, τὸν. ἐξελάσαι: καὶ ἐνιπρῆσαι πυρὶ νῆας. 15.418 οὔθ' ὃ, τὸν, ὰψ, ὤσασθαι. ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων: 15.419 ἔνθ' υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας 15.420 πῦρ ἐς νῆα φέροντα. κατὰ στῆθος βάλε δουρί: 15.421 δούπησεν δὲ πεσὼν. δαλὸς δέ οἱ ἔκπεσε χειρός: 15.422 Ἕκτωρ δ' ὡς ἐνόησεν ἀνεψῐὸν ὀφθαλμοῖσιν. 15.423 ἐν κονίῃσι πεσόντα. νεὸς προπάροιθε μελαίνης: 15.424 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο, μακρὸν ἀΰσᾱς: 15.425 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ. Scholia to Iliad 15.401-15.425 Main scholia On Iliad 15.403: τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ορίνω: ὅτι οὕτως εἴρηκεν αὐτῷ τὸν θυμὸν ὀρίνω . ἀντι τοῦ εἰ αὐτοῦ τὸν θυμὸν ορίναιμι ⁑ On Iliad 15.405: τὸ μὲν ὰρ ὡς εἰπόντα πόδες φέρον: ὅτι οἱ πόδες αὐτὸν ἔφερον. οὐκ αὐτὸς τοὺς πόδας. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον γράφοντα ῥίμφ' έα γοῦνα φέρει ⁑ On Iliad 15.407: παυροτέρους περ εόντας: ὅτι σαφῶς οἱ Τρῶες ἐλάττονες συνίστανται τῶν Ἑλλήνων , καὶ τῶν επικούρων ἐξεληλυθότων ⁑ On Iliad 15.410: στάθμη. εργαλεῖον τεκτονικὸν ἡ και κατευθυντηρία λεγομένη ἐξιθύνει δὲ ἶσον ποιεῖ ἐξορθοῖ τούτῳ δὲ κανονίζεται τὰ ξύλα, ἔστι δὲ σχοινίον λεπτὸν ἐρυθρῶ ἡ μέλανι χρώματι βεβαμμένῳ ⁑ On Iliad 15.412: εὖ εἰδῇ σοφίης ἔμπειρος τεκτονικῆς τὸ γὰρ παλαιὸν πᾶς τεχνίτης σοφὸς ὠνομάζετο συγκεχυμένω ὀνόματι ὕστερον δὲ Πυθαγόρας τοῦτο μεμψάμενος σοφὸν μὲν μόνον τὸ θεῖον εῖπεν ὀνομάζεσθαι ⁑ On Iliad 15.412: καὶ φιλοσοφίαν μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον ⁑ On Iliad 15.414: ἄλλοι δ' ἀμφ' ἄλλησι μάχην: ὅτι ἐκ τούτου διεσκεύασται ὁ τῆς τειχομαχίας στίχος ἄλλοι δ' ἀμφ' άλλησι μάχην ἐμάχοντο πύλῃσι ⁑ On Iliad 15.417: οὐθ' ὃ τὸν ἐξελάσαι: Ἀρίσταρχος χωρὶς τοῦ σ γράφει νῆα προεῖπε γὰρ τὼ δὲ περι μιᾶς νηὸς ἔχον πόνον ’ ⁑ On Iliad 15.419: ἔνθ' υἷα Κλυτίοιο . ὅτι οῦτος ὁ Κλυτίος ἐστιν ἀδελφὸς Πριάμου : Λαομέδων δ' ἄρα Τιθωνὸν τέκετο Πρίαμοιο Λάμπον τε Κλυτίον τε ⁑ On Iliad 15.419: Καλήτορα : Καλήτωρ ἀνεψιὸς Ἕκτορος . ἔστι δὲ καὶ ἕτερος Κλυτιος ὁμώνυμος. καὶ Δόλοπα Κλυτίδην ⁑ Interlinear scholia On Iliad 15.X@εείσατο: ἐπῆλθεν Intermarginal scholia On Iliad 15.428: ὅτι αγῶνι τῷ ἀθροίσματι τῶν νεῶν εστι τῷ ναυσταθμῳ ⁑ Interior scholia On Iliad 15.412: ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὼνομασεν τὴν τεκτονικὴν τέχνην ⁑ On Iliad 15.417: Ἀρίσταρχος νῆα : ἀλλοι δὲ νῆας ⁚ Venetus A (Marciana 454 = 822), folio 199, verso Iliad 15.426-15.450 15.426 μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, 15.427 ἂλλ' υἷα Κλυτίοιο σαώσατε: μή μιν Ἀχαιοὶ 15.428 τεύχεα συλήσωσι. νεῶν ἐν ἀγῶνι πεσόντα: 15.429 ὡς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ: 15.430 τοῦ μὲν ἅμαρθ'. ὁ δ' ἔπειτα Λυκόφρονα : Μάστορος υἱὸν, 15.431 Αἴαντος θεράποντα: Κυθήριον : ὅς ῥα παρ' αὐτῷ 15.432 ναῖ' ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι: 15.433 τόν ῥ' ἔβαλεν κεφαλὴν. ὑπὲρ ούατος: ὀξέϊ χαλκῷ 15.434 ἑσταότ' ἄγχ' Αἴαντος . ὁ δ' ὕπτιος ἐν κονίῃσι 15.435 νηὸς ἀπο πρυμνῆς χαμάδις πέσε. λύντο δὲ γυῖα: 15.436 Αἴας δ' ἐρρίγησε. κασίγνητον δὲ προσηύδα: 15.437 Τεῦκρε πέπον: δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος 15.438 Μαστορίδης : ὃν νῶϊ Κυθηρόθεν ἔνδον, ἐόντα: 15.439 ἶ̈σα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι: 15.440 τὸν δ' Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ̆ τοι ἰ̈οὶ 15.441 ὠκύμοροι: καὶ τόξον. ὅ τοι πόρε Φοῖβος Ἀπόλλων : 15.442 ὡς φάθ'. ὁ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη 15.443 τόξον ἔχων ἐν χειρὶ παλίντονον. ἠδὲ φαρέτρην 15.444 ἰ̈οδόκον. μάλα δ' ῶκα βέλεα Τρώεσσιν ἐφίει: 15.445 καί ῥ' ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν: 15.446 Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοίδαο . 15.447 ἡνία χερσὶν ἔχοντα: ὁ μὲν πεπόνητο καθ' ἵππους. 15.448 τῇ γὰρ έχ': ῇ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες: 15.449 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος: τάχα δ' αὐτῷ 15.450 ἦλθε κακόν. τό οἱ οὔ τις ἐρύκακεν, ϊεμένων περ. Scholia to Iliad 15.426-15.450 Main scholia On Iliad 15.431-15.433: Αἴαντος θεραποντα Κυθήριον : άπο Κυθήρων Κυθηρα δὲ νησί διον τῆς λακονικῆς Ἀφροδιτην ἱερὸν ἔνθεν καὶ Κυθέρειαν ὀνομάζουσι τὴν θεον: τὸ ἑξῆς. Λυκόφρονα ἔβαλε κεφαλὴν ὑπὲρ ούατος, τὰ δὲ ἄλλα ὡς δια μέσου διορθωτέον ⁑ On Iliad 15.432: ναῖ᾽ ἐπεὶ ἄνδρα: ὅτι ἐλλείπει ἡ εν . ἔστιν γὰρ ἐν Κυθήροις . καὶ ὅτι ἀπόδειξις τοῦ συνεσταλμενως ἐκφέρειν τὸ κατέκτα καὶ ἐν Ὀδυσσείᾳ ἐκτα συν οὐλομένη ἀλόχῳ ⁑ On Iliad 15.437: Τεῦκρε πέπον ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετα τὸ πέπον στίξασαν καὶ μὴ μετὰ τὸν δὴ σύνδεσμον ⁑ On Iliad 15.439: ἰσα φίλοισι τοκεῦσιν ὅτι Ζηνοδοτος γράφει ἶσα φίλοισι τέκεσσι : οὐχ αρμόζει δὲ τοὺς περι τὸν Αἴαντα νέους ὄντας λέγειν τέκεσσιν πρὶν γὰρ παιδοποιήσουσιν ἐστρατεύσαντο ⁑ On Iliad 15.441: ὠκύμοροι, καὶ τόξον ὅτι τόξον λέγει οὐ τὸ σκεῦος τὸ πολεμικόν ἀλλα τὴν τοξικὴν τέχνην ⁑ On Iliad 15.444: ἰοδόκον, πιθανώτερον Ἀλεξίων παροξύνει ὡς ἐπεὶ αὑτὴ ἡ φαρετρα δεχεται καὶ ἔστιν ἐνεργητικόν ⁑ On Iliad 15.444: ἰόδὸκον προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰ̈ούς, ξεινοδόκον δὲ τὸν ξενίχοντα παροξυτόνως. ἠ τὸν ξένους δοκεύοντα. καὶ Ἀτταλος δὲ παροξύνει ⁑ On Iliad 15.445: καί ρ' ἔβαλλε Κλειτὸν , Κλειτὸς ὄνομα κύριον ὀξυντέον δὲ ὁμοιως τῷ επιθετῳ επειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον ⁑ On Iliad 15.449-15.451: Ἕκτορι καὶ Τρώεσσι : ἀθετοῦνται στίχοι Γ καὶ ἀστερίσκοι παράκεινται ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῆ Ϊ Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος ἐπὶ δὲ τούτου καθάπερ νῦν οὐχ ἁρμόζει οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλ' ἑαυτῷ καὶ πατρί καὶ τὰ τῆς πληγῆς ἀνακόλουθα: πῶς γὰρ ὁ ἀντίον ηνιοχῶν ἐπὶ τὰ ὄπισθε κατα τὸν αὐχένα τύπτεται ὕστερον δὲ ἐν τοῖς Περὶ τοῦ ναυσταθμου ἀπολογεῖται τὸν γὰρ ἡνίοχον φασὶν ἀπεστράφθαι προς τὸ παιδίον καὶ τοὺς ἵππους. τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπι τοῦ δίφρου ἵνα ἀπο τοῦ ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι ἀντι τοῦ αὐχένος ὄπισθεν ⁑ Interlinear scholia On Iliad 15.432@κατέκτα: ολυκόφρων Intermarginal scholia On Iliad 15.437-15.438: ὅτι παραλληλως καὶ διδασκαλικῶς η διαφορὰ τοῦ νωϊν καὶ νῶϊ ⁑ On Iliad 15.450: διχῶς Ἀρίσταρχος καὶ ϊεμένῳ . καὶ ϊεμένων ⁑ Venetus A (Marciana 454 = 822), folio 200, recto Iliad 15.451-15.475 15.451 αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰ̈ός: 15.452 ήριπε δ' ἐξ οχέων, ὑπερώησαν δέ οἱ, ἵ̈πποι 15.453 κεὶν' ὄχεα κροτέοντες. ἄναξ δ' ἐνόησε τάχιστα 15.454 Πουλυδάμας . καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων: 15.455 τοὺς μὲν ὅ γ' Ἀστυνόῳ . Προτιάονος υἱέϊ δῶκε. 15.456 πολλὰ δ' ἐπότρυνε σχεδὸν ἴ̈σχειν εἰσορόωντα: 15.457 ἵππους. αὐτὸς δ' αὖτις ἰ̈ὼν, προμάχοισιν ἐμίχθη: 15.458 Τεῦκρος δ' ἄλλον ὀϊστὸν ἐφ' Ἕκτορι χαλκοκορυστῇ 15.459 αἴνυτο. καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν . 15.460 εἴ μιν ἀριστεύοντα βαλὼν, ἐξείλετο θυμόν: 15.461 ἀλλ' οὐ λῆθε Διὸς πυκινὸν νόον: ὅς ῥ' ἐφύλασσεν 15.462 Ἕκτορ ': ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα: 15.463 ὅς, οἱ, ἐϋστρεφέᾰ νευρὴν ἐν ἀμύμονι τόξῳ 15.464 ῥῆξ' ἐπὶ τῷ ἐρύοντι. παρεπλάγχθη δέ οἱ ἄλλῃ 15.465 ἰ̈ὸς χαλκοβαρὴς. τόξον δέ οἱ ἔκπεσε χειρός: 15.466 Τεῦκρος δ' ἐρρίγησε. κασίγνητον δὲ προσηύδα: 15.467 ὢ πόποι: ῆ, δὴ πάγχυ μάχης ἐπι μήδεα κείρει 15.468 δαίμων ἡμετέρης. ὅ τέ μοι βιὸν ἔκβαλε χειρὸς. 15.469 νευρὴν δ' ἐξέρρηξε, νεόστροφον. ἣν ἐνέδησα 15.470 πρώϊον. ὄφρ' ἀνέχοιτο, θαμὰ θρῴσκοντας ὀϊστούς: 15.471 τὸν δ' ἠμείβετ'. ἔπειτα μέγας Τελαμώνιος Αἴας : 15.472 ὦ πέπον. ἀλλὰ βιὸν μὲν, ἔα καὶ ταρφέας ἰ̈οὺς 15.473 κεῖσθαι. ἐπεὶ συνέχευε θεὸς. Δαναοῖσι μεγήρας: 15.474 αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ. καὶ σάκος ὤμῳ: 15.475 μάρναό τε Τρώεσσι . καὶ ἄλλους ὄρνυθι λαούς. Scholia to Iliad 15.451-15.475 Main scholia On Iliad 15.463: ὅς οἱ ἐϋστρεφέα νευρὴν, οὐκ αναγκαῖον ἐκτείνειν τὸ α ἀπήρτησε γὰρ εἰς μέρος λόγου ὁμοίως τῷ ἀμφιρεφέα τε φαρέτρην ⁑ On Iliad 15.464: ῥῆξ ἐπὶ τῷ ἐρύοντι, ὅτι πτώσεως γέγονεν ἐναλλαγὴ δοτικὴν ἀντι γενικῆς ἐρύοντι ἀντι τοῦ ἐρύοντος τὴν νευρὰν ἐπι τούτῳ ⁑ On Iliad 15.469-15.470: νευρὴν δ' ἐξέρρηξε νεόστροφον ἣν ἐνέδησα πρώϊον: ἀμφότερα γράφεσθαι φησὶν ὁ Ἀρίσταρχος πρῴην καὶ πρώϊον . ταυτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι: εὕρομεν δὲ καὶ ἐΰστροφον γεγραμμένον καὶ ἔχει τινὰ ἐπίστασιν ⁑ On Iliad 15.470: πρώϊον, ὄφρ' ἀνέχοιτο: ὅτι Ζηνόδοτος γράφει πρώην : ἔμφασις δὲ γίνεται πλείονος χρόνου: τὸ δὲ πρώϊον ἐστι πρωΐας καὶ γὰρ γέγονεν οὑτως, τῇ προ ταύτης ἡμέρᾳ ῥῆξε δέ οἱ νευρὴν νάρκησε δὲ , ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωΐας ἐνῆφθαι ⁑ Interlinear scholia On Iliad 15.470@πρώϊον: προσφατον⁚ Intermarginal scholia On Iliad 15.459: Ζηνόδοτος μάχης ἄλλοι δὲ μάχην καὶ Ἀριστοφάνης δὲ μάχην ⁑ On Iliad 15.467: ἐν αλλῳ ὦ πέπον Interior scholia On Iliad 15.462: ὅτι ἐνήλλακται ἡ πτῶσις Τοῦκρον ἀντὶ Τεύκρου ⁑ Exterior scholia On Iliad 15.469: ἐνέδη Venetus A (Marciana 454 = 822), folio 200, verso Iliad 15.476-15.501 15.476 μη μὰν, ἀσπουδί γε. δαμασσάμενοί περ ἕλοιεν 15.477 νῆας ἐϋσσέλμους. ἀλλὰ μνησώμεθα χάρμης: 15.478 ὣς φάθ'. ὃ δὲ τόξον μὲν ἐνι κλισίῃσιν ἔθηκεν: 15.479 αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον: 15.480 κρᾱτὶ δ' ἐπ' ἰ̈φθίμῳ κυνέην εὔτυκτον ἔθηκεν. 15.482 εἵλετο δ' ἄλκιμον ἔγχος. ἀκαχμένον ὀξέϊ χαλκῷ: 15.483 βῆ δ' ϊέναι. μάλα δ' ῶκα θέων Αἴαντι παρέστη: 15.484 Ἕκτορ δ' ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα. 15.485 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας: 15.486 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ. 15.487 ἀνέρες ἔστε φίλοι. μνήσασθε δὲ θούριδος ἀλκῆς 15.488 νῆας ἀνα γλαφυράς . δὴ γὰρ ἴ̈δον ὀφθαλμοῖσιν. 15.489 ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα: 15.490 ῥεῖα δ' ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκὴ. 15.491 ἠμὲν, ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ. 15.492 ἠδ' ὅτινας μινύθῃ τε καὶ οὐκ εθέλῃσιν ἀμύνειν: 15.493 ὡς νῦν Ἀργείων μινύθει μένος. ἄμμι δ' ἀρήγει: 15.494 ἀλλὰ μάχεσθ' ἐπὶ νηυσὶν ἀολλέες: ὃς δέ κεν ὕμέων: 15.495 βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ. 15.496 τεθνάτω: οὔ οι ἀεικὲς ἀμυνομένῳ περι πάτρης 15.497 τεθνάμεν: ἂλλ' ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω. 15.498 καὶ οἶκος καὶ κλῆρος ἀκήρατος εἴ κεν Ἀχαιοὶ 15.499 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν: 15.500 ὣς εἰπὼν. ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου: 15.501 Αἴας δ' αῦθ' ἑτέρωθεν ἐκέκλετο, οἷς ἑτάροισιν: Scholia to Iliad 15.476-15.501 Main scholia On Iliad 15.480: κρατὶ δ' ἐπ' ἰφθήμῳ, ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν εἶτα τὴν περικεφαλαίαν: ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ τῆς Ἀλεξάνδρου μονομαχίας ⁑ On Iliad 15.480: ὅτι οὐκ εἰχεν κόρυθας οἱ τοξόται: καὶ ἐπὶ τῶν Λοκρῶν οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ⁑ On Iliad 15.488: νῆας ἀνὰ γλαφυρὰς, βελτιον τοῦτο τοῖς ἄνω συνάπτειν προτρέπει γὰρ αὐτοὺς ἐπι τὰς ναῦς ὁρμᾶν ⁑ On Iliad 15.491: ἢμεν ὁτεοισιν. τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει συλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ήμελλε τρίτη ἀπο τέλους πίπτειν ἡ οξεια διὸ ἐπι τὴν δευτέραν ἀπο τῆς ἀρχούσης μετεστη On Iliad 15.494: ὃς δέ κεν ὕμεων. ἡ ὕμεων ἀντωνυμία, ἀπόλυτός ἐστι. καὶ οὐκ έχουσα ἀντιδιαστολήν : \\διὸ\\ τρίτην ἀπο τέλους ἔχει τὴν ὀξείαν ⁑ On Iliad 15.498: κλῆρος: χωρικὴ περίκτησις καὶ οὐσία ἐπεὶ οἱ πρῶτοι καταλαβόντες χώραν. κλήρῳ αὐτὴν διενέμοντο ⁑ Intermarginal scholia On Iliad 15.476: ὅτι ασπουδι χωρὶς κακοπαθείας ⁑ On Iliad 15.495: ὅτι διαστελλει τὸ βαλεῖν καὶ τύψαι ⁑ On Iliad 15.498: καὶ ἡ ουσία καὶ ὁ βίος ⁑ Exterior scholia On Iliad 15.494: ύμεων Venetus A (Marciana 454 = 822), folio 201, recto Iliad 15.502-15.526 15.502 αἰδὼς Ἀργεῖοι : νῦν ἄρκιον ἠ ἀπολέσθαι 15.503 ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν: 15.504 ῆ ἔλπεσθ'. ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ . 15.505 ἐμβαδὸν ί̈ξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος: 15.506 ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα 15.507 Ἕκτορος , ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει: 15.508 οὐ μὰν ἔς γε, χορὸν κέλετ' ἐλθέμεν. ἀλλὰ μάχεσθαι: 15.509 ἡμῖν δ' οὔ τις τοῦδε νόος. καὶ μῆτις ἀμείνων. 15.510 ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε: 15.511 βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι. 15.512 ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι 15.513 ὧδ' αύτως παρὰ νηυσὶν, ὑπ' ἀνδράσι χειροτέροισιν: 15.514 ὡς εἰπὼν. ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου: 15.515 ἔνθ' Ἕκτωρ μὲν ἕλε. Σχεδίον Περιμήδεος υἱὸν. 15.516 ἀρχὸν Φωκήων . Αἴας δ' ἕλε Λαοδάμαντα 15.517 ἡγεμόνα πρυλέων. Ἀντήνορος ἀγλαὸν υἱόν: 15.518 Πουλυδάμας δ' Ω̂τον Κυλλήνιον ἐξενάριξε 15.519 Φῡλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν : 15.520 τῷ δὲ Μέγης ἐπόρουσεν ἰ̈δών. ὁ δ' ὕπαιθα λιάσθη 15.521 Πουλυδάμας , καὶ τοῦ μὲν ἀπήμβροτεν, οὐ γὰρ Ἀπόλλων 15.522 εἴᾱ Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι: 15.523 αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον ούτασε δουρί: 15.524 δούπησεν δὲ πεσὼν, ὃ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα. 15.525 τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδὼς. 15.526 Λαμπετίδης . ὃν, Λάμπος ἐγείνατο φέρτατον υἱὸν Scholia to Iliad 15.502-15.526 Main scholia On Iliad 15.505: ‡ ἐμβαδὸν ΐξεσθαι: ὅτι ἤτοι ἠθικῶς λέγει ἐλπίζεται ἐμβήσεσθαι ὲπι τὰς καησομένας ναῦς, ἠ καὶ ἑλπίζετε ἐμβάντες ἐπι τὴν θάλασσαν ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας ὅ ἐστι βάδην ἐπι τῆς θαλάσσης πορευόμενοι ⁑ On Iliad 15.505: ἐμβαδόν πεζῆ, ὅθεν ἡ μὴ πεζευόμενη ἄβατος. οἱ δὲ τὸν ἐμβατήριον ῥυθμόν ἡ πρὸς ὃν Λακεδαιμόνιοι νικῶντες εἰσβάλλουσι εἰς τὴν πατρίδα ⁑ On Iliad 15.511: βέλτερον ὴ ἀπολεσθαι, ὅτι οὐκ εκληπτέον τρεῖς διαστολὰς, ἀλλ' εκ τοῦ ἢ αὐτοσχεδίη βέλτερον ἠ ἀπολέσθαι καθ' ἕνα χρόνον περὶ εν μέρος, πρότερον δὲ τὸ ἢὲ βιῶναι : ὁ γὰρ λόγος, βέλτιον καθ' ἕνα χρόνον συντόμως ἀπολέσθαι , ἠ πολὺν χρόνον φθείρεσθαι: τὸ γὰρ στρεύγεσθαι ἐστὶ στραγγίζεσθαι κατ ὀλίγον ἐκλείποντα ⁑ On Iliad 15.11-15.12: διαστολὴ δὲ ἐπι τὸ βιῶναι , μέχρι δὲ αὐτοῦ συναπτέον. ὁ γὰρ λόγος, ἢ ἀποθανεῖν ἠ ζῆσαι συντόμως βέλτιον ἐστιν. ἡ μετα παρολκῆς καταπονεῖσθαι ⁑ On Iliad 15.515: ἔνθ' Ἕκτωρ μὲν ἕλε Σχεδίον : ὅτι οὗτος ἐστι Σχεδίος ὁμώνυμος τῷ ἐν καὶ ἀμφότεροι ὑφ' Ἕκτορος ἀνῄρηνται. ἀλλ' ἐκεινος μεν Ἰφίτου πατρός οὗτος δὲ Περιμήδους . ἡ δὲ ἀναφορὰ προς τὰ περι Πυλαιμενοῦς ⁑ On Iliad 15.518: Πουλυδάμας δ' Ὧτον Κυλληνιον . ὅτι οὐκ ἀπο Κυλλήνης τοῦ ἐν Ἀρκαδίᾳ ὄρους. ἀλλ ἐπίνειόν ἐστιν Ἠλείων Κυλλήνη : ἀρχὸς γὰρ Ἐπειῶν οὗτοι δέ εἰσιν Ἠλεiοι ⁑ On Iliad 15.525: τόφρα δὲ τῷ ἐπόρουσε Δύλοψ , ὅτι οὕτος Τρωϊκὸς Δόλοψ Λάμπου υἱὸς τοῦ αδελφοῦ Πριαμου ὁμώνυμος τῷ ἐν τῇ Δόλοπι καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ⁑ Interlinear scholia On Iliad 15.502@ἄρκιον: αρμόζον ευμφέρον Intermarginal scholia On Iliad 15.513: ὅτι το ὦδε ἀντὶ τοῦ οὕτως ⁑ Interior scholia On Iliad 15.513: οὕτω γραπτέον ὦδ' αύτως, Venetus A (Marciana 454 = 822), folio 201, verso Iliad 15.527-15.551 15.527 Λαομεδοντιάδης . εὖ, εἰδότα θούριδος ἀλκῆς: 15.528 ὁς τότε Φυλείδᾱο μέσον σάκος ούτασε δουρὶ 15.529 ἐγγύθεν ὁρμηθείς. πυκινὸς δέ οι ήρκεσε θώρηξ. 15.530 τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα. τόν ποτε Φυλεὺς 15.531 ἤγαγεν ἐξ Εφύρης . ποταμοῦ ἄπο Σελλήεντος : 15.532 ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης 15.533 ἐς πόλεμον φορέειν: δηΐων ἀνδρῶν ἀλεωρήν: 15.534 ὅς οἱ καὶ τότε παιδὸς ἀπο χροὸς ήρκεσ' ὄλεθρον: 15.535 τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης: 15.536 κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ ὀξυόεντι: 15.537 ῥῆξε δ' ἀφ' ί̈ππειον λόφον αὐτοῦ. πᾶς δὲ χαμᾶζε 15.538 κάππεσεν ἐν κονίῃσι, νέον φοίνῑκι φαεινός: 15.539 ἕως, ὃ, τῷ, πολέμιζε μένων. ἔτι δ' έλπετο νίκην. 15.540 τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ. 15.541 στῆ δ' εὐρὰξ συν δουρὶ λαθὼν. βάλε δ' ῶμον ὄπισθεν: 15.542 αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα: 15.543 πρόσσω ϊεμένη: ὁ δ' ἄρα πρηνὴς ἐλιάσθη: 15.544 τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε' ἀπ' ὤμων 15.545 συλήσειν, Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε 15.546 πᾶσι μάλα. πρῶτον δ' Ϊκεταονίδην ἐνένῑπεν 15.547 ἴ̈φθῑμον Μελάνιππον . ὅ δ' ὄφρα μεν εἰλίποδας βοῦς 15.548 βόσκ' ἐν Περκώτῃ . δηΐων ἀπο νόσφιν ἐόντων: 15.549 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι. 15.550 ὰψ, εἰς Ἴ̈λιον ἦλθε. μετέπρεπε δὲ Τρώεσσιν . 15.551 ναῖε δὲ παρ Πριάμῳ . ὁ δέ μιν τίεν ῖ̈σα τέκεσσι: Scholia to Iliad 15.527-15.551 Main scholia On Iliad 15.530: τόν ρ' εφόρει γυάλοισιν ὅτι τὰ κύτη καὶ τὰ κοιλώματα τοῦ θώρακος γύαλα οὐχ' ὡρισμένος τόπος ⁑ On Iliad 15.531: ἤγαγεν ἐξ Εφύρης: ὅτι τῆς Θεσπρωτιακῆς Ἐφύρας λέγει, οὐκ εκ τῆς Κορίνθ//Κορίνθου δῆλον δὲ ἐκ τοῦ Σελλήεντος ἀφ' οὗ καὶ Σελλοὶ οἱ περίοικοι. καὶ ὅτι ἐπ' Ασίῳ ἕτερός ἐστι Σελλήεις ποταμός ⁑ On Iliad 15.536: κύμβαχον⁚ τὸ διάκενον, τὸ ὑπερ τῆς κορυφῆς ὅθεν καὶ κυβισταν', ἐπεξηγεῖται δὲ δια τῆς ἑξῆς λέξεως τὸ ὄνομα διὰ τοῦ ἀκρότατον ⁑ On Iliad 15.538: κάππεσεν ἐν κονίῃσι⁚ ὅτι τὸ σημαινόμενον ἐστι νεωστὶ πεφοινιγμένος ἄνθει νεωστὶ κεχρωσμένος εἰς λαμπρότητα On Iliad 15.544: τὼ μὲν ἐεισάσθην, ὅτι ἀμφιβολόν ἐστι πότερον ἐφώρμησαν ἀπο τοῦ ϊέναι ἠ εεισάσθην ἔδοξαν: φαντασιαν ἔλαβον τὸ συλῆσαι τὸν νεκρόν ⁑ On Iliad 15.545: συλήσειν Ἕκτωρ δὲ κασιγνήτοισι, ὅτι κασίγνητοι κοινότερον οἱ συγγενεῖς σημειοῦνται γαρ τινὲς ὅτι τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλουν ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἧν Ἕκτορος . ἀνεψιοι δέ εἰσὶν οἱ τῶν ἀδελφῶν παῖδες ὥσπερ Αἴας καὶ Ἀχιλλεὺς ὁ μὲν Τελαμῶνος ὁ δὲ Πηλέως ⁑ On Iliad 15.548: βόσκ' ἐν Περκώτῃ , δηΐων ἀπο νόσφιν ἑόντων ὁμοίως τῷ ἐν Οἰνώνῃ τὴν δὲ ἀπο πρόθεσιν, οὐκ αναστρεπτέον προς γὰρ τὴν εόντων μετοχὴν συντέτακται ⁑ Interlinear scholia On Iliad 15.539@ὃ: ὁ Μέγης On Iliad 15.544@ἐεισάσθην: ἐπῆλθον On Iliad 15.547@ὄφρα: τὸ όφρα αντὶ τοῦ τέως On Iliad 15.529@θώρηξ: τοῦ Μέγητος Intermarginal scholia On Iliad 15.531: ἐν αλλῳ ηγάγετ' ἐξ Εφύρης ⁑ On Iliad 15.540: γράφεται ἐν ἄλλῳ ἠλθ' ἐπαμύντωρ On Iliad 15.541: το λαθὼν τάχα ἂν δύναιτο καὶ τοῖς ἑξῆς συντάτεττεσθαι Venetus A (Marciana 454 = 822), folio 202, recto Iliad 15.552-15.576 15.552 τόν ῥ' Ἕκτωρ ἐνένιπεν. ἔπος τ' ἔφατ'. ἔκ τ' ὀνόμαζε 15.553 οὕτω δὴ Μελάνιππε μεθήσομεν. οὐδέ νυ σοί περ 15.554 ἐντρέπεται φίλον ῆτορ ἀνεψιοῦ κταμένοιο: 15.555 οὐχ ὁράᾳς οῖον Δόλοπος περὶ τεύχε' έπουσιν: 15.556 ἂλλ' ἕπευ, οὐ γὰρ ἔτ' ἐστιν ἀποσταδὸν Ἀργείοισι 15.557 μάρνασθαι. πρίν γ' ἠὲ κατακτάμεν. ἠὲ κατ' ἄκρης 15.558 Ἴ̈λιον αἰπεινὴν ἑλέειν κτάσθαί τε πολίτας: 15.559 ὡς εἰπὼν. ὁ μὲν ἦρχ'. ὁ δ' ἅμ' ἕσπετο ἰ̈σόθεος φώς : 15.560 Ἀργείους δ' ὤτρυνε μέγας Τελαμώνιος Αἴας : 15.561 ὦ φίλοι ἀνέρες έστε: καὶ αἰδῶ θέσθ' ἐνι θυμῷ: 15.562 ἀλλήλους τ' αἰδεῖσθε κατα κρατερὰς ὑσμίνας: 15.563 αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται: 15.564 φευγόντων δ' οὔτ' ὰρ κλέος ὄρνυται. οὔτέ τις ἀλκή: 15.565 ὡς ἔφαθ', οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον: 15.566 ἐν θυμῷ δ' ἐβάλοντο ἔπος. φράξαντο δὲ νῆας 15.567 ἔγκεϊ χαλκείῳ: ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν: 15.568 Ἀντίλοχον δ' ὤτρυνε βοὴν ἀγαθὸς Μενέλαος : 15.569 Ἀντίλοχ' . οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν . 15.570 οὔτε ποσὶν θάσσων οὔτ' ἄλκιμος ὡς σὺ μάχεσθαι: 15.571 εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα: 15.572 ὡς εἰπὼν, ὁ μὲν αῦτις ἀπέσσυτο. τὸν δ' ὀρόθυνεν: 15.573 ἐκ δ' ἔθορε προμάχων: καὶ ἀκόντισε δουρὶ φαεινῷ 15.574 ἀμφὶ ἓ. παπτήνας: ὑπο δὲ Τρῶες κεκάδοντο 15.575 ἀνδρὸς ἀκοντίσσαντος. ὁ δ' οὐχ ἅλιον βέλος ἧκεν: 15.576 ἂλλ' Ἰ̈κετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον Scholia to Iliad 15.552-15.576 Main scholia On Iliad 15.555: οὐχ ὁράας οῖον Δόλοπος περι τεῦχε, ὁ Ἀσκαλωνίτης οὐκ ἀναστρέφει τὴν περι εἶναι γὰρ τὸ ἑξῆς περιέπουσι : καγὼ δὲ αὐτῷ συγκατατίθεμαι ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρα τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπι τὸ πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην ⁑ On Iliad 15.563: αἱδομένων δ' ἀνδρῶν: χωρὶς τοῦ συνδέσμου ἔγραφεν Ἀρίσταρχος . πάντως ἵνα ἀσύνδετος γενόμενος ὁ λόγος. πλέον τὲ διαστῇ καὶ μᾶλλον ἐμφήνῃ ⁑ Interlinear scholia On Iliad 15.558@κτάσθαί: ἀναιρεῖσθαι Intermarginal scholia On Iliad 15.554: τὴν ψι συλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον ⁑ On Iliad 15.563: Ἀρίσταρχος χωρὶς τοῦ δε αλλοι δε μετὰ τοῦ δε αἰδομένων δ' ἀνδρῶν ⁑ On Iliad 15.571: ὅτι το βαλεῖν προέμενον ἔστιν επιτυχεῖν ⁑ Interior scholia On Iliad 15.558: ὅτι θηλυκῶς τὴν Ἴλιον On Iliad 15.571: ὁ σύνδεσμος ἀντὶ τοῦ εἴθε διοπερ οὐδὲ ὑποστιγμήν ⁑ Exterior scholia On Iliad 15.567: έρκεϊ χαλ κ : έρκει χαλκειῳ Venetus A (Marciana 454 = 822), folio 202, verso Iliad 15.577-15.601 15.577 νῑσόμενον πόλεμον δὲ. βάλε στῆθος παρὰ μαζόν: 15.578 δούπησεν δὲ πεσὼν. τὸν δὲ σκότος ὄσσε κάλυψεν: 15.579 Ἀντίλοχος δ' ἐπόρουσε. κύων ὥς: ὅς τ' ἐπι νεβρῷ 15.580 βλημένῳ ἀΐξῃ, τόν τ' ἐξ εὐνῆφι θορόντα 15.581 θηρητὴρ ἐτύχησε βαλὼν. ὑπέλυσε δὲ γυῖα: 15.582 ὡς ἐπι σοὶ Μελάνιππε . θόρ' Ἀντίλοχος μενεχάρμης 15.583 τεύχεα συλήσων: ἂλλ' οὐ λάθεν Ἕκτορα δῖον. 15.584 ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα: 15.585 Ἀντίλοχος δ' οὐ μεῖνε. θοὸς περ ἐὼν πολεμιστής: 15.586 ἀλλ' ὃ γ' ἄρ' ἔτρεσε, θηρὶ κακὸν ῥέξαντι ἐοικὼς. 15.587 ὅς τε κύνας κτείνας ἡ βουκόλον ἀμφι βόεσσι: 15.588 φεύγει, πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν: 15.589 ὡς τρέσε, Νεστορίδης : ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ 15.590 ηχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο: 15.591 στῆ δὲ μεταστρεφθεὶς. ἐπεὶ ί̈κετο ἔθνος ἑταίρων: 15.592 Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι. 15.593 νηυσὶν ἐπεσσεύοντο. Διὸς δ' ἐτέλειον ἐφετμὰς. 15.594 ὅ, σφισιν αἰὲν ἔγειρε μένος μέγα. θέλγε δὲ θυμὸν 15.595 Ἀργείων , καὶ κῦδος ἀπαίνυτο, τοὺς δ' ορόθυνεν: 15.596 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι 15.597 Πριαμίδῃ : ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ 15.598 ἐμβάλῃ ἀκάματον, Θέτιδος δ' ἐξαίσιον ἀρὴν 15.599 πᾶσαν ἐπικρήνειε, τὸ γὰρ μένε μητίετα Ζεὺς . 15.600 νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰ̈δέσθαι. 15.601 ἐκ γὰρ δὴ τοῦ ἔμελλε παλίωξιν παρὰ νηῶν Scholia to Iliad 15.577-15.601 Main scholia On Iliad 15.587: ὅς τε κύνα κτείνας ἠ βουκόλον ἀμφι βόεσσι⁚ ὅτι Ζηνόδοτος γράφει ἀμφί οι αὐτῷ γίνεται δὲ τὸ ὑπερβατὸν οὐ καθ Ὅμηρον ὥστε κύνα κτείνας ἢ βουκόλον φεύγει πρίν περ ὅμηρον ἀολλισθήμεναι ἀνδρῶν ἀμφι δὲ αὐτῷ ⁑ On Iliad 15.601: παλίωξιν παρα νηῶν⁚ ὅτι ὑγιῶς παλίωξιν πάλιν δίωξιν ὅτ ἂν ἐξ υποστροφῆς διώκωσιν οἱ διωκώμενοι: καὶ προς τὸ ἔμελλεν ὅτι ἀντι τοῦ ἐῴκει ⁑ Intermarginal scholia On Iliad 15.582: προς τὴν ἀποστροφήν ⁑ On Iliad 15.601: Αριστοφανης τοῦ μέλλας Ϊακῶς ⁑ Interior scholia On Iliad 15.598: ϊκετειαν : On Iliad 15.599: βραχὺ διασταλτέον κατὰ τὸ τέλος πρὸς τὸ σαφέστερον ⁑ Venetus A (Marciana 454 = 822), folio 203, recto Iliad 15.602-15.626 15.602 θησέμεναι Τρώων . Δαναοῖσι δὲ κῦδος ὀρέξεαι: 15.603 τὰ, φρονέων. νήεσσιν ἐπι γλαφυρῇσιν ἔγειρεν 15.604 Ἕκτορα Πριαμίδην . μάλα περ μεμαῶτα καὶ αὐτόν: 15.605 μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἠ ὀλοὸν πῦρ 15.606 ούρεσι μαίνηται, βαθέης ἐν τάρφεσιν ὕλης: 15.607 ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ, ὄσσε 15.608 λαμπέσθην βλοσυρῇσιν ὑπ' ὀφρυσιν, ἀμφὶ δὲ πήληξ 15.609 σμερδαλέον κροτάφοισι τινάσσετο. μαρναμένοιο 15.610 Ἕκτορος , αὐτὸς γάρ οἱ, ἀπ' αἰθέρος ῆεν ἀμύντωρ 15.611 Ζεὺς . ὅς μιν πλεόνεσσι μετ' ἀνδράσι μοῦνον ἐόντα 15.612 τίμα καὶ κύδαινε, μινυνθάδιος γὰρ ἔμελλεν: 15.613 ἔσσεσθ', ήδη γάρ οἱ ἐπώρνυε μόρσιμον ἦμαρ 15.614 Παλλὰς Ἀθηναίη ὑπο Πηλείδαο βίηφι 15.615 καί ῥ' ἔθελε ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων. 15.616 ᾗ δὴ, πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε' ἄριστα. 15.617 ἂλλ' οὐδ' ὡς δύνατο ῥῆξαι μάλα περ μενεαίνων: 15.618 ἴσχον γὰρ πυργηδὸν ἀρηρότες ἠΰτε πέτρη 15.619 ἠλίβατος μεγάλη. πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα: 15.620 ἥ τε, μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα: 15.621 κύματά τε τροφέοντα τά τε προσερεύγεται αὐτὴν: 15.622 ὡς Δαναοὶ Τρῶας μένον ἔμπεδον. οὐδεφέβοντο: 15.623 αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ' ὁμίλῳ: 15.624 ἐν δ' έπεσ', ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι 15.625 λάβρον. ὑπαὶ νεφέων ἀνεμοτρεφὲς, ἣ δέ τε πᾶσα 15.626 ἄχνῃ ὑπεκρύφθη: ἀνέμοιο δὲ δεινὸς ἀήτη Scholia to Iliad 15.602-15.626 Main scholia On Iliad 15.606: τάρφεσιν⁚ ὡς βέλεσιν οἱ πλείους. καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα οὐ γάρ ἐστιν ἐπιθετικόν ὡς ἀξιοῖ Τυραννίων : ὁ μέντοι Ἀριστοφανης εκεῖνο φησιν: ὅτι ἐὰν μὲν τοῖς δάσεσιν ὡς βέλεσι τάρφεσιν : ἐαν δὲ τὸ ἐπιθετικόν ταρφέσιν ὡς ὀξέσιν ⁑ On Iliad 15.607: ἀφλοισμός: ὀξυτόνως ἀναγνωστέον: τα γὰρ εἰς μὸς λήγοντα ὑπερ δύο συλλαβὰς ἔχοντα προ τοῦ μ τὸ σ ὀξύνεσθαι θέλει: μερισμός, ὀπλισμός. ενιοι δὲ αὐτὸ οἱ μὲν παρα τὸ αφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο . οἱ δὲ παρὰ τὸ φλέω , καὶ φλύω φλοισμός καὶ ἀφλοισμός : ἐν πλεονασμῷ τοῦ α : διὸ οὐδε ὄντως ὁ Τυραννίων προπαροξύνει ⁑ On Iliad 15.610-15.614: Ἕκτορος αὐτὸς γάρ οἱ: ἀθετοῦνται στίχοι ε ἐπιστάμεθα γὰρ ὅτι περι Έκτορός ἐστιν ὁ λόγος τὴν ἔνθουν ορμὴν τοῦ Εκτορος ταῦτα παρεριειρμένα ἐκλύει συναπτόμενα γοὖν τὰ γνήσια τὴν δεινότητα σώζει: καὶ Κυκλικῶς ταυτολογεῖται προ εἴρηται γὰρ τὰ φρονέων νήεσσιν ἐπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην : πρός τι οὖν παλιλλογεῖται Ἕκτορος αὐτος γάρ οἱ ἀπ' αἰθέρος ῆεν ἀμύντωρ ⁑ On Iliad 15.619: ἠλίβατος μεγάλη ⁑ ψιλῶς ἀπο γὰρ τοῦ ἀλιτεῖν ἐσχημάτισται: καὶ ὤφειλεν όμοιον εῖναι τῷ ἡλιτόμηνος συγκοπὴν δὲ ἔπαθεν διδάσκει δὲ καὶ τὸ τῆς συναλιφῆς ὅτι ψιλοῦται τὸν μέτ' ἠλίβατος πέτρη , οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρα τὸν ἥλιον τὴν ηλιω βατὴν ουσαν μόνῳ: οὐκ επείσθη δὲ ἡ παραδόσις ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλιφῆς ⁑ On Iliad 15.622: ὡς Δαναοὶ Τρῶας μόνον⁚ ὅτι ἔν τισι γράφεται. ἑξ αλός ὡς Δαναοὶ , αίρεται δὲ τὸ κινοῦν τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως: μένον γὰρ ἔμπεδον φησίν ὡς πέτρα: ἐν ερη ῥυία τῷ πεδίῳ ⁑ On Iliad 15.625: ἀνεμοστρεφὲς, ὑπο ἀνέμου ηὐξημένον ὑψηλόν: ὅταν δὲ τὸ Αγαμεμνονος ἀνεμοτρεφὲς φησιν ὥσπερ ἐν τῇ Λ ἀντι τοῦ ἰσχυρον : τὰ γὰρ ὑπευδια καὶ κατασκιαζόμενα τῶν δένδρων εὐγενῆμεν καὶ λεῖον τὸν ὄρπηκα ποιεῖ ἀσθενεῖ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν: οἷς δὲ προς πίπτει τραχὺς ἀήρ καὶ ἀνεμώδης ταῦτα ταῖς τῶν πνευμάτων τριβόμενα πληγαῖς. εὔτονον, καὶ δύσθραυστον ἔχει τὴν στερρότητα ὡς φησὶ Πλούταρχος ἐν Μελέταις Ὁμηρικαῖς ⁑ On Iliad 15.625-15.626: ἡ δέ τε πᾶσα ἄχνη ὑπεκρύφθη⁚ ἡ ναῦς δήλονότι ὑπο τῆς ἀχνης ἐσκεπάσθη ἄχνη δὲ τὸ ἀφρωδες ⁑ On Iliad 15.626: ἄχνη ὑπεκρύφθη ἀνέμοιο δὲ δεινὸς ἀήτη ⁚ ὅτι ἀρσενικῶς δεινὸς ἀήτη, ἀλλ' ου δεινή, ὡς κλυτὸς Ἱπποδάμεια : ἕνιοι δὲ ἀγνοοῦντες ποιοῦσι δεινὸς ἀήτης ἀλλ' ου δεῖ γράφειν οὕτως ⁑ Interlinear scholia On Iliad 15.602@ὀρέξεαι: ειν Interior scholia On Iliad 15.621: οὕτως αὐτήν μετα τοῦ η Ἀρίσταρχος τὴν πέτραν ⁑ On Iliad 15.626: Ζηνοδότος χωρὶς τοῦ ϊ άχνη ⁑ Venetus A (Marciana 454 = 822), folio 203, verso Iliad 15.627-15.651 15.627 ἱστίῳ ἐμβρέμεται: τρομέουσι δέ τε φρένα, ναῦται 15.628 δειδιότες, τυτθὸν γὰρ ὑπεκ θανάτοιο φέρονται: 15.629 ὡς ἐδαΐζετο θυμὸς ἐνι στήθεσσιν Ἀχαιῶν : 15.630 αὐτὰρ ὅ γ' ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθὼν : 15.631 αἵ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται 15.632 μυρίαι: ἐν δέ τε τῇσι, νομεὺς. οὔ πω σάφα εἰδὼς 15.633 θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφι φονῇσιν: 15.634 ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν 15.635 αἰὲν ομοστιχάει: ὃ δέ τ' ἐν μέσσῃσιν ὀρούσας 15.636 βοῦν έδει: αἱ δέ τε πᾶσαι ὑπέτρεσαν. ὡς τότ' Ἀχαιοὶ 15.637 θεσπεσίως ἐφόβηθεν ὑφ' Ἕκτορι . καὶ Διὶ̈ πατρὶ 15.638 πάντες: ὁ δ' οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην : 15.639 Κοπρῆος φίλον υἱὸν, ὃς Εὐρυσθῆος ἄνακτος 15.640 ἀγγελίης οίχνεσκε βίῃ Ἡρακληείῃ : 15.641 τοῦ γένετ' ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων 15.642 παντοίας ἀρετὰς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι. 15.643 καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο: 15.644 ὅς ρα τόθ' Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε: 15.645 στρεφθεὶς γὰρ. μετ' όπισθεν. ἐν ἀσπίδος ἄντυγι πάλτο : 15.646 τὴν αὐτὸς φορέεσκε ποδηνεκὲς ἔρκος ἀκόντων: 15.647 τῇ ὅ γ' ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος. ἀμφὶ δὲ πήληξ 15.648 σμερδαλέον κονάβησε περι κροτάφοισι πεσόντος: 15.649 Ἕκτωρ δ' ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη: 15.650 στήθεϊ δ' ἐν δόρυ πῆξε. φίλων δέ μιν ἐγγὺς ἑταίρων 15.651 κτεῖν'. οἱ δ̀' οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου Scholia to Iliad 15.627-15.651 Main scholia On Iliad 15.628: τυτθὸν γὰρ ὑπεκ θανάτοιο φέρονται⁚ βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα ὅ εστι παρ ολίγον θνήσκουσιν: τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου: πρῶτος δὲ εἶπεν τὸ Ἀναχάρσιδος τοῦ Σκύθου ὡς ἐρόμενός τινὰ τῶν ναυτῶν πόσον ἀπεχομεν τοῦ ὕδατος καὶ μαθῶν ὡς τέσσαρας δακτύλους τοσοῦτον φησὶ καὶ τοῦ θανάτου ⁑ On Iliad 15.633: ἕλικος βοὸς ἀμφι φονῃσι: περι ἀνηρημένης βοός ἠ ἀπο τοῦ μη άναιρεθῆναι ἕλικος δὲ ἤτοι μελαίνης ἠελικοειδῆ τὰ κέρατα ἐχούσης. ἠ τῆς ἐν ἔλει τεθραμμένης⁚ On Iliad 15.634: ἥτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι, ἐν πρώταις καὶ ὑστάταις , ὁ δὲ καὶ σύνδεσμος, ἀντι τοῦ ἠ κεῖται διαζευκτικοῦ ὅπερ ἄμεινον ἵν' ᾖ ταῖς πρώταις καὶ ὑστάταις ⁑ On Iliad 15.639: Κοπρῆος φίλον υἱὸν: οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ Eὐρθσθέως τοῦ τῶν Ἀργείων βασιλέως ὃς τὰς παρὰ Εὐρυσθεώς ἐντολὰς, ἔλεγε τῷ Ἡρακλεῖ τῶν ἄθλῶν ἕνεκα ἔξωθε τῆς πόλεως μένοντι. δεδοικὼς γὰρ ἀυτὸν οὐκ εἰα ἔνδον εἰσελθεῖν ⁑ On Iliad 15.640: αγγελίης οἴχνεσκε ὅτι Ζηνόδοτος γράφει ἀγγελίην γίνεται δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελιης , ἀντι τοῦ ἄγγελος⁑ On Iliad 15.645: στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπιδος ἄντυγι πάλτο: κατ ἐνια τῶν ἀντιγράφων: χωρὶς τοῦ π ἆλτο διχῶς δὲ τὸ στρεφθεὶς δια τοῦ α καὶ δια τοῦ ε ⁑ On Iliad 15.651: κτεῖν', οἱ δ' οὐκ εδύναντο⁚ ὅτι ἐλλείπει ἡ περί περι ἑταίρου Ἑλλανικος δὲ Αἰολικῶς νομίζει τὴν περι περ εἰρῆσθαι⁑ Intermarginal scholia On Iliad 15.631: δασυντέον ἀπο τῆς ἕσεως τῶν ὑδατων ⁑ On Iliad 15.645: τὸ μετόπισθε βέλτιον τοῖς ἑξῆς συνάπτειν ⁑ Interior scholia On Iliad 15.634: ὁ και ἀντὶ η , On Iliad 15.639: Εὐρυσθὴος αέθλων ⁑ On Iliad 15.646: ὅτι ἀνδρομήκεις αἱ ασπίδες ⁑ Exterior scholia On Iliad 15.639: ἀέθλων Venetus A (Marciana 454 = 822), folio 204, recto Iliad 15.652-15.676 15.652 χραισμεῖν: αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον: 15.653 εἰσωποὶ δ' ἐγένοντο, νεῶν. περὶ δ' έσχεθον ἄκραι 15.654 νῆες ὅσαι πρῶται εἰρύατο: τοὶ δ' ἐπέχυντο: 15.655 Ἀργεῖοι δὲ, νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ 15.656 τῶν πρωτέων. αὐτοὶ δὲ παρὰ κλισίῃσιν ἔμειναν 15.657 αθρόοι: οὐδὲ κέδασθεν ἀναστρατὸν: ἴ̈σχε γὰρ αἰδὼς 15.658 καὶ δέος: ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι: 15.659 Νέστωρ αὖτε μάλιστα Γερήνιος οῦρος Ἀχαιῶν 15.660 λίσσεθ' ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον: 15.661 ὦ φίλοι. ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ' ἐνι θυμῷ 15.662 ἄλλων ἀνθρώπων. ἐπὶ δὲ μνήσασθε ἕκαστος 15.663 παίδων, ἠδ' ἀλόχων. καὶ κτήσιος. ἠδὲ τοκήων: 15.664 ἠμὲν ὅτεῳ ζώουσι. καὶ ᾧ κατατεθνήκασι: 15.665 τῶν ὕπερ ἐνθάδ' ἐγὼ γουνάζομαι οὐ παρεόντων 15.666 ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δὲ: 15.667 ὡς εἰπὼν, ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου: 15.668 τοῖσι δ' ἀπ' ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη 15.669 θεσπέσιον. μάλα δέ σφι φόως γένετ' ἀμφοτέρωθεν: 15.670 ἠμὲν προς νηῶν. καὶ ὁμοιΐου πτολέμοιο: 15.671 Ἕκτορα δὲ ἐφράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους 15.672 ἠμὲν ὅσοι μετ' όπισθεν ἀφέστασαν οὐδ' ἐμάχοντο: 15.673 ἠδ' ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν: 15.674 οὐδ ἂρ ἔτ' Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ 15.675 ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν : 15.676 ἂλλ' ὅ γε νηῶν ΐκρι' ἐπῴχετο, μακρὰ βιβάσθων: Scholia to Iliad 15.652-15.676 Main scholia On Iliad 15.653: εἰσωποὶ δ' ἐγένοντο νεῶν ⁚ ἐν όψει τὰς ναῦς ἔπλεπον ὅ ἐστιν εἰσῆλθον εἰσ αὐτὰς καὶ ὑπο τὴν στέγην αὐτῶν ἐγένοντο ⁑ On Iliad 15.660: λίσσεθ' ὑπερ τοκέων ⁚ τὸ ὑπερ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι: ἄλλως δὲ ἀμφίβολον τὸ λεγόμενον, ἤτοι γὰρ ὡς λέγομεν προς Διὸς , ἠ ὄπ ερ ἂν παρόντες ἐποίουν οἱ γονεῖς ὅπερ μᾶλλον εἰκός ἐπιφέρει γὰρ τὸ ὕπερ ἐνθάδ' εγὼ γουνοζόμαι ⁑ On Iliad 15.666: ἐστάμεναι κρατερῶς, προς τὸ ἀκατάλληλον τῆς φράσεως ἔδει γὰρ μη τρωπᾶσθε δὲ : καὶ ὅτι φόβον δὲ εἰς φυγήν ⁚ τοῦτο καὶ καθ εαυτὸ δύναται ἀντι προστακτικοῦ καὶ γὰρ τὸ ἑξῆς τοιοῦτο ⁑ On Iliad 15.668: τοῖσι δ' ἀπ' oφθαλμῶν⁚ ἀπo τούτου ἕως τοῦ ἡδ' ὅσσοι παρα νηυσὶν , ἀθετοῦνται στίχοι ϝ , ὅτι οὐ προσυνδίσταται ἀχλύς ἀλλὰ συνεχῶς μάχονται νῦν δὲ φησὶν Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους πρότερον δὲ οὐ καθεώρων ὅτε ἔλεγεν τῶ δε μιῆς περι νηὸς ἔχον πόνον : καὶ ὅτε παρεκάλει αὐτούς ἀλλα μάχεσθ' ἐπι νηυσὶν ἀολλέες : πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος, ἥ τε Ἀθηνᾶ οὐ πάρεστι δια τὴν τοῦ Διὸς ἀπειλήν ⁑ On Iliad 15.669: θεσπέσιον, τοῦτο, ἐὰν μὲν τοῖς ἄνω νέμη τις. ἔσται θεσπέσιον νέφος , ἐὰν δὲ τοῖς εξῆς θεσπέσιον φῶς ⁑ On Iliad 15.676: ΐκρια: ὡς δέμνια ἔστι γὰρ ῥηματικὸν ὡς ἐν ετέροις εἴρηται: ΐκρια : οἱ μὲν τὰ καταστρώματα: οἱ δὲ τὰ κατα πρῶραν, καὶ πρύμναν ὡς σανιδώματα. ἡ τὰ ἐξέχοντα ἄκρα ἠ τὰς καταγωγάς ⁑ On Iliad 15.676: μακρὰ βιβάσθων⁚ βαρυτονητέον: γέγονε δὲ ἤτοι ὡς φησὶ Φιλόξενος κατα πλεονασμὸν τοῦ σ . ἠ ὅπερ καὶ βέλτιον παρὰ τὸ βιβαστὸς βιβάσθω ὡς καὶ ἀϊστὸς κατ οξεῖαν τάσιν ἀΐσθων ὅ δ' ἔβραχε θυμὸν ἀΐσθων ⁑ Intermarginal scholia On Iliad 15.673: ὅτι όμοιον τῷ δαιτην δαινυμένους ⁑ Interior scholia On Iliad 15.656: γράφεται πρώτων καὶ προτέρων καὶ πρωτέων , On Iliad 15.665: αναστρεπτεον τὴν προθεσιν ⁑ Venetus A (Marciana 454 = 822), folio 204, verso Iliad 15.677-15.701 15.677 νώμα δὲ ξυστὸν μέγα, ναύμαχον ἐν παλάμῃσι 15.678 κολλητὸν βλήτροισι. δύω καὶ εἰκοσίπηχυ: 15.679 ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδὼς. 15.680 ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους. 15.681 σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται 15.682 λαοφόρον καθ' ὁδόν. πολέες τέ. ἑ. θηήσαντο 15.683 ἀνέρες ἠδὲ γυναῖκες. ὁ δ' ἔμπεδον ἀσφαλὲς αἰεὶ 15.684 θρῴσκων ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται, οἱ δὲ πέτονται. 15.685 ὡς Αἴας ἐπὶ πολλὰ θοάων ΐκρια νηῶν 15.686 φοίτᾱ μακρὰ βιβάς. φωνὴ δέ οἱ αἰθέρ' ΐκανεν: 15.687 αἰεὶ δὲ σμερδνὸν βοόων, Δαναοῖσι κέλευε 15.688 νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν: οὐδέ μεν Ἕκτωρ 15.689 μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων: 15.690 ἂλλ' ὥς τ' ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων 15.691 ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων: 15.692 χηνῶν. ἢ γεράνων. ἢ κύκνων δουλιχοδείρων: 15.693 ὡς Ἕκτωρ ΐθυσε; νεὸς κυανοπρῴροιο 15.694 ἀντίος ἀΐσσων, τὸν δὲ Ζεὺς ὦρσεν ὄπισθε 15.695 χειρὶ μάλα μεγάλῃ. ὄτρυνε δὲ λαὸν ἅμ' αὐτῷ: 15.696 αὖτις δὲ δριμεῖᾰ μάχη παρὰ νηυσὶν ἐτύχθη: 15.697 φαίης κ' ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν 15.698 ἄντεσθ' ἐν πολέμῳ: ὡς ἐσσυμένως ἐμάχοντο: 15.699 τοῖσι δὲ μαρναμένοισιν ὅδ' ἦν, νόος: ἤτοι Ἀχαιοὶ 15.700 οὐκ ἔφασαν φεύξεσθαι ὑπεκ κακοῦ: ἂλλ' ὀλέεσθαι. 15.701 Τρωσὶν δ' ήλπετο θυμὸς ἐνι στήθεσσιν ἑκάστου. Scholia to Iliad 15.677-15.701 Main scholia On Iliad 15.678: κολλητὸν βλήτροισι δύω καὶ εἰκοσί πηχυ ⁚ τὸ μὲν βλῆτρον βαρυτονητέον: ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται σεσημειωμένου τοῦ λουτρον τὸ δε δύο καὶ εἰκοσί πηχυ ὑφ ἕν ἀναγνωστέον, τοὺς γὰρ ἀριθμοὺς οὕτω προφέρει. δια δε τοῦ ἰ ὼς εἰκοσινήριτα ⁚ τινὲς δὲ καὶ κατα παράθεσιν ὡς τὸ „ τρις και δέκατος “ καὶ τὸ θηλυκὸν τρις και δεκάτη ⁑ On Iliad 15.679: ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι, ὅτι κέλητα αὐτὸς μὲν οἷδε χρωμένους δὲ τοὺς ἥρωας οὐ συνίστησι, το δε κελητίζειν κέλητι ἱππεύειν καὶ ἐν ἀμφ' ἑνὶ δούρατι βαῖνε κέληθ' ὡς ἵππον ἐλαύνων : παράγωγον δέ ἔστι τὸ ῥῆμα παρα τὴν κέλητος γενικὴν ἀντι γὰρ τοῦ ἱππεύειν κακῶς οὖν ὅσοι διαστέλλουσι καὶ γαρ ἐλέγχονται ἐκ τῆς τοῦ τ μόνης ἐνότητος On Iliad 15.691: βοσκομενάων, εἰ αρσενικῶς ἔλεγοντο οἱ κύκνοι, πάντως ἂν ἐπεκράτησε: καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας ⁑ On Iliad 15.698: ἄντεσθ' ἐν πολέμῳ, Tυραννίων παροξύνει ὡς λαβέσθαι πυθέσθαι ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον οὐχ ὑγιῶς σημαίνει γὰρ παρατατικὸν καὶ ἔστιν τὸ ῥῆμα παρ' αὐτῷ καὶ βαρυνόμενον, τὸ γὰρ ἤντησ' οὐδὲ ἴδον καὶ ἀντήσω γὰρ ἐγὼ τοῦδ' ἀνέρος ἀπο περισπωμένου κέκλιται τὸ δὲ ὡς ὰν τίς σε συναντόμενος , ὡς ἁπτόμενος καὶ ἤντετο γάρ τοι Φοῖβος ὡς ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν τάσιν οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι: στικτέον δὲ ἐπι τῷ πολέμῳ καὶ τὸ ἑξῆς καθ αυτὸ μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον ⁑ Interlinear scholia On Iliad 15.679@ἵπποισι: ἱππεύειν On Iliad 15.684@ἀμείβεται: μεταβαίνει Intermarginal scholia On Iliad 15.681: γράφεται διώκῃ On Iliad 15.686: γράφεται βιβῶν On Iliad 15.694: γράφεται ἀΐξας On Iliad 15.697: ὅτι ὡς προς τινα διαλέγεται οὐκ έστι δὲ ἀλλ' ἔστι φαίη τίς ἄν ⁚ Interior scholia On Iliad 15.681: ἱππεύηται On Iliad 15.694: Ἀρίσταρχος ὡσέν ὄπισθε χωρὶς τοῦ ρ καὶ ἀντιος διὰ τοῦ ς Exterior scholia On Iliad 15.694: αϊξας On Iliad 15.694: ῶσεν ὄπισθε Venetus A (Marciana 454 = 822), folio 205, recto Iliad 15.702-15.726 15.702 νῆας ἐνιπρήσειν. κτενέειν δ' ἥρωας Ἀχαιούς : 15.703 οἱ μὲν, τὰ, φρονέοντες ἐφέστασαν ἀλλήλοισιν: 15.704 Ἕκτωρ δὲ πρύμνης νεὸς ἥψατο ποντοπόροιο 15.705 καλῆς. ὠκυάλου. ἣ Πρωτεσίλαον ἔνεικεν 15.706 ἐς Τροίην . οὐδ' αῦτις ἀπήγαγε πατρίδα γαῖαν: 15.707 τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε 15.708 δῄουν ἀλλήλους αὐτοσχεδὸν. οὐδ' άρα τοί γε 15.709 τόξων ἀϊκὰς ἀμφὶς, μένον. οὐδ έτ' ἀκόντων. 15.710 ἂλλ' οἵ γ' ἐγγύθεν ἱ̈στάμενοι. ἕνα θυμὸν ἔχοντες: 15.711 ὀξέσι δὴ πελέκεσσι καὶ ἀξί̄νῃσι μάχοντο. 15.712 καὶ ξίφεσιν μεγάλοισι. καὶ ἔγχεσιν ἀμφιγύοισι: 15.713 πολλὰ δὲ φάσγανα καλὰ. μελάνδετα: κωπήεντα: 15.714 ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον: ἄλλα δ' ἀπ' ὤμων 15.715 ἀνδρῶν μαρναμένων. ῥέε δ' αἵματι γαῖα μέλαινα: 15.716 Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν. οὐχι μεθΐει: 15.717 ἄφλαστον μετα χερσὶν ἔχων. Τρωσὶν δὲ κέλευεν: 15.718 οἴσετε πῦρ. ἅμα δ' αὐτοὶ ἀολλέες ώρνυτ' ἀϋτήν: 15.719 νῦν ἥμιν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε 15.720 νῆας ἑλεῖν. αἳ δεῦρο θεῶν ἀἕκητι μολοῦσαι. 15.721 ἡμῖν πήματα πολλὰ θέσαν κακότητι γερόντων: 15.722 οἵ μ' ἐθέλοντα μάχεσθαι ἐπὶ πρύμνῃσι. νέεσσιν. 15.723 αὐτόν τ' ἰ̈σχανάασκον. ἐρητύοντό τε λαόν: 15.724 ἂλλ' εἰ δή ῥα, τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς 15.725 ἡμετέρας. νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει: 15.726 ὡς ἔφαθ'. οἱ δ' ἄρα μᾶλλον ἐπ' Ἀργείοισιν ὄρουσαν: Scholia to Iliad 15.702-15.726 Main scholia On Iliad 15.705: ‡ καλῆς ὠκυάλου⁚ ἐψίλωσαν τὸ α παραγωγὴν εδεξαμενοι καὶ οὐ σύνθεσιν καὶ οὕτως ἡ παράδοσις ἐπείσθη, καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ωκὺ ἐκ τῆς λέξεως σημαίνεται: ἡ δὲ ἁλός γενικὴ ἐν τῆ συνθέσει ἐπι μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα Εὐρύαλος Ἀμφίαλος Ἀστυαλος ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα : πολλαὶ ἐν αμφιάλῳ Ἰ̈θάκῃ , „ ἀγχίαλον τ' Ἀντρῶνα “ ὑφ' ἁλος, ὥστε καὶ κατα τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον ⁑ On Iliad 15.705: σχόλιον : επιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν, ἀλλα τοῦτο εἰ σύνθετον ἦν ἐγένετο ἄν νῦν δέ ὡς ἐν τοῖς ἄνω εἶπεν παραγωγὴν ἔλαβεν τῆς ἁλὸς κατα παρολκὴν κειμένης. Διονύσιος δὲ ὁ Αλικαρνασσεύς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων οὕτως ἔφη: Φίλιππος μὲν τῆς μέσης δασυνομένης τὸ προσηγορικόν οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους , ἀναγινωσκομεν Ἤλιε φιλίπποις Θριξὶ πρέσβιστον σέλας : Φίλιππος δὲ ψιλῶς ὁ Μακεδών : καὶ ὠκύ ἁλος μὲν δασέως ἡ ναῦς: ψιλῶς δὲ ὁ ἀνήρ : ὧρτο μὲν Ἄκρονεως τὲ καὶ Ὠκύαλος ἐναντίως δὲ ὁ Ἡρῳδιανος ⁑ On Iliad 15.712-15.714: καὶ ξίφεσιν μεγάλοισι, ἀθετεῖται ὅτι εὐτελὴς ὁ στίχος καὶ ἰδιώτης τῆς μάχης οὐ σώζεται: ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι καὶ ἀξίναις ὁ δὲ Διονύσιος . πῶς οὖν ἐπιφέρει πολλὰ δὲ φάσγανα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον εἰ μὴ εἶχον ξίφη ⁑ On Iliad 15.709: τόξων ἀϊκας, ὡς παλλακάς καὶ ἐγένετο παρα τὸ ἀΐσσω ἀϊκή ὡς φυλάσσω φυλακή ὑλάσσω ὑλακή . ἔστι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἄϊξ ἥτις ἐν συνθέσει ἐστὶ καὶ παρ αυτῷ πολυάϊξ γυῖα δ' ἔθηκ' εν καὶ πολυάϊκος πολέμοιο καὶ „ κορυθάϊκι πολεμιστῇ . καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ εὐθείαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν ὀφείλομεν κατα συστολὴν ἀναγινώσκειν ὅπερ οὐχ οὕτως ἔχει δῆλον γὰρ ἐκ τοῦ μέτρου: χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι ὡς τὰ εἰς κῆληγοντα ὑπερ δύο συλλαβὰς τῷ ϊ παραληγόμενα φιλεῖ βαρύνεσθαι ὡς ἔχει τὸ ἑλίκη ἐρίκη . μυρίκη Φοινίκη τὸ μέντοι ἀϊκή ὀξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε τῶν ἄλλων οὐχ οὕτως ἐχόντων ⁑ On Iliad 15.713: πολλὰ δὲ φάσγανα καλὰ⁚ ὅτι οὐ χρομένων τοῖς ξίφεσι προς μάχην χαμάδις ἔπιπτον ἀλλα τῶν ώμων κοπτομένων τοῖς πελέκεσι: καὶ τῶν καρπῶν σὺν τοῖς ξίφεσιν ⁑ On Iliad 15.717: ἄφλαστον⁚ τὸ λεγόμενον ἀκροστόλιον τῆς νεὼς πρύμνης εἴρηται δὲ κατ αντίφρασιν εὔθλαστον γὰρ ὑπάρχει ⁑ On Iliad 15.718: οἴσετε πῦρ⁚ ὅτι οἴσετε ἀντι τοῦ φέρετε οὐ γὰρ τὸν μέλλοντα δηλοῖ τὸ οἴσετε . ἀλλ ἀπο τοῦ οἶσε ο ἐστιν ἀνάλογον τὸ φέρε ⁑ On Iliad 15.719-15.720: νῦν ἥμιν πάντων: νῦν ἀντι τοῦ πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς προς τὸ ἑλεῖν τὰς ναῦς ⁑ On Iliad 15.725: νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει, βαρυτόνως ἀναγνωστέον καὶ ὡς ἀπο περισπωμένου δείκνυται τινὰ ἔχων κινήματα. ὥσπερ ἐπὶ τοῦ καὶ δε τόδ' ἠνώγεον εἰπεῖν ἔπος , οὐκ αναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν κλίνεται γὰρ καὶ ὡς βαρύτονον ὥσπερ ἐπι τοῦ ὅς ποτ' ἐνι Τρώων ἀγορὴν Μενέλαον ἄνωγεν : πρόδηλον κακ τῶν προστακτικῶν ἀνώγετον . ἀνωγέτω : ἄνωχθι δέ μεϊ γαμέεσθαι δι ὃ καὶ βαρυτόνως ἀναγνωστέον ⁑ Intermarginal scholia On Iliad 15.716: ὅτι Ζηνόδοτος γράφει οὐκ εμεθίει ⁑ Interior scholia On Iliad 15.705: σημασία On Iliad 15.714: οὕτως δια τοῦ ο πέσον ⁑ On Iliad 15.722: ὅτι δεῖ κατὰ τὸ τέλειον προφέρεσθαι ἐθέλοντα ⁑ Exterior scholia On Iliad 15.705: τοιοῦτον καλουτο ταλαυρινον ⁑ Venetus A (Marciana 454 = 822), folio 205, verso Iliad 15.727-15.746 15.727 Αἴας δ' οὐκέτ' ἔμιμνε: βιάζετο γὰρ βελέεσσιν: 15.728 ἂλλ' ἀνεχάζετο τυτθὸν, ὀϊόμενος θανέεσθαι. 15.729 θρῆνυν ἐφ' ἑπταπόδην: λί̆πε δ' ΐκρια νηὸς ἐΐσης. 15.730 ἔνθ' ὰρ' ὅ γ' ἑστήκει δεδοκημένος. ἔγχεϊ δ' αἰεὶ 15.731 Τρῶας ἄμυνε, νεῶν. ὅς τις φέροι ἀκάματον πῦρ: 15.732 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευεν: 15.733 ὦ φίλοι. ἥρωες. Δαναοὶ θεράποντες Ἄρηος . 15.734 ἀνέρες ἔστε φίλοι. μνήσασθε δὲ θούριδος ἀλκῆς: 15.735 ἠέ τινας φαμὲν εἶναι ἀοσσητῆρας ὀπίσσω. 15.736 ἠέτι. τεῖχος ἄρειον. ὅ κ' ἀνδράσι λοιγὸν ἀμῦναι. 15.737 οὐ μέν τις. σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα. 15.738 ᾗ κ' ἑπαμυναίμεσθ' , ἑτεραλκέα δῆμον ἔχοντες: 15.739 ἂλλ' ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων 15.740 πόντῳ κεκλιμένοι. ἑκὰς, ήμεθα πατρίδος αἴης: 15.741 τῶ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. 15.742 ῇ καὶ μαιμώων ἔφεπ' ἔγχεϊ ὀξυόεντι: 15.743 ὅς τις δὲ Τρώων , κοίλῃς ἐπὶ νηυσὶ φέροιτο 15.744 σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος ὀτρύναντος. 15.745 τὸν δ' Αἴας ούτασκε δεδεγμένος ἔγχεϊ μακρῷ: 15.746 δώδεκα δὲ προπάροιθε, νεῶν αὐτοσχεδὸν οῦτα ⁑ Scholia to Iliad 15.727-15.746 Main scholia On Iliad 15.729: ‡ θρῆνυν⁚ ὑποπόδιον. θρῆνυν δὲ βέλτιον καλεῖσθαι ὑπο Ὁμήρου τὰς καθέδρας τῶν ἐρετῶν: ἀναχωρῶν γὰρ ἀπο τῆς νεῶς κατα τῶν στρωμάτων ἐπι ταύτας ἀφικνεῖται: τινὲς δὲ τόπον τῆς νεὼς βάσιν ἔχοντα ἐφ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι ὃ καὶ ἐδωλιον φασίν ἄλλοι δὲ τὴν ὑποδεχομενην τὸν ἱστὸν τράπεζαν εἶπον: οἱ δὲ διαβάθραν ἀπο νεὸς εἰς νῆα ⁑ On Iliad 15.730: ἔνθ ὰρ ὅ γ' ἐστήκει, ὅτι παθητικῶς δεδοκημένως ἀντὶ τοῦ δοκεύων ἐπιτηρῶν ὡς ῥάβδῳ πεπληγυῖα ⁑ On Iliad 15.735: ἦέ τινας φαμέν εἶναι⁚ τὸ φαμὲν ἐντελές ἐστι καὶ ἐνεστῶτα χρόνον σημαίνει διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον: εἰ μέντοι παρατατικὸς γίνοιτο. δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατ ἀρχὴν πάσχει καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται: ὅμοιον ὡς τὸ ἔφαμεν εντελεῖ ὥσπερ ἐπ εκείνου φαμὲν δέ οἱ οὐ τελέεσθαι ὅπερ οὐκ επιζητεῖ νῦν ἡ διάνοια ⁑ On Iliad 15.741: τῶ ἐν χερσὶ φόως: Ἀρίσταρχος κατα δοτικὴν ἔγραφεν συνάπτων δηλονότι ὅλον τὸν στίχον ἔσται δὲ οὕτως τὸ ἑξῆς τῶ ἐν χερσίν οὐ μειλιχίχιῃ τελος πολέμοιο οἶον ἐν τῷ δόρατι οὐκ εν προσηνεία οὐδ' ἐν ἀργίᾳ κεῖται ἡ τοῦ πολέμου σωτηρία: Διονύσιος δὲ ὁ Θρᾷξ κατ ευθεῖαν πτῶσιν ᾧ ἀκόλουθόν ἐστι στίζειν ἐπι τὸ φόως τελείᾳ στιγμὴ καὶ ἔσται καθε αὑτὸ ἑκάτερον ἡμιστίχιον: ὁ δε λόγος. διόπερ ἐν χερσὶν ἡ σωτηρία , προσήνειᾳ δὲ οὐκ έστι πολέμου ⁑ On Iliad 15.741: οὐ μειλιχίῃ, σὺν τῷ ϊ τὸ μειλιχίῃ τὸ γὰρ λεγόμενον τοιοῦτο, διὸ τὸ τοῦ πολέμου φῶς ἡμῖν ἐν ταῖς χερσὶν οὐκ εν τῇ μειλιχίᾳ ἁπαντήσει ⁑ Interlinear scholia On Iliad 15.738@ἑτεραλκέα: ἀντὶ τοῦ ἑτέραν αλκήν : Intermarginal scholia On Iliad 15.737: ου μέν τι χωρὶς τοῦ σ Ἀρίσταρχος ⁑ On Iliad 15.739: ἐν ἄλλῳ Τρώων ὁμάδω ⁑ On Iliad 15.741: οὕτως Ἀρίσταρχος σὺν τῷ ϊ μειλιχίῃ ⁑ On Iliad 15.744: το κήλειν θέλγειν εστὶ καὶ τέρπειν ⁑ Interior scholia On Iliad 15.728-15.729: τὸ ἑξῆς ἀνεχατίζετο τυτθόν θρῆνυν ἐφεπταπόδην , οὕτως οὖν διορθοτέον ⁑ Venetus A (Marciana 454 = 822), folio 206, recto Iliad 16.1-16.25 16.1 ὡς οἱ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο: 16.2 Πάτροκλος δ' Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν 16.3 δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος. 16.4 ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. 16.5 τὸν δὲ ἰ+δὼν ὠίκτιρε ποδάρκης δῖος ἀχιλλεύς . 16.6 καί μιν φωνήσας. ἔπεα πτερόεντα προσηύδα. 16.7 τίπτε δεδάκρυσαι πατρόκλεις , ἠΰτε κούρη 16.8 νηπίη. ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει 16.9 ἑιανοῦ ἁπτομένη, καί τ' ἐσσυμένην κατερύκει 16.10 δακρυόεσσα δέ μιν ποτιδέρκεται ὄφρ' ἀνέληται: 16.11 τῆι ΐκελος Πάτροκλε τέρεν κατα δάκρυον εἴβεις. 16.12 ἠέ τι μυρμιδόνεσσι πιφαύσκεαι ἢ ἐμοὶ αὐτῶι 16.13 ῆέ τιν' ἀγγελίην Φθίης ἒξέέλευς οἶος. 16.14 ζώειν μὰν ἔτι φασὶ Μενοίτιον . ἄκτορος υἱόν. 16.15 ζώει δ' αἰακίδης πηλεὺς μετὰ μυρμιδόνεσσι: 16.16 τῶν κε μάλ' ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. 16.17 ἦε σύ γ' ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται 16.18 νηυσὶν ἐπι γλαφυρῆισιν. ὑπερβασίης ἕνεκα σφῆς. 16.19 ἐξαύδα, μὴ κεῦθε νόωι. να εἴδομεν ἄμφω: 16.20 τὸν δὲ βαρὺ. στενάχων προσέφης πατρόκλεες ἱππεῦ. 16.21 ὦ ἀχιλεῦ , πηλῆος υἱὲ μέγα φέρτατ' ἀχαιῶν 16.22 μὴ νεμέσα. τοῖον γὰρ ἄχος βεβίηκεν ἀχαιούς : 16.23 οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι. 16.24 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. 16.25 βέβληται, μὲν ὁ τυδείδης κρατερὸς Διομήδης . Scholia to Iliad 16.1-16.25 Main scholia On Iliad 16.1: ὥς οι μὲν περι νηὸς ἐϋσσέλμοιο σέλμα ἐστι τὸ μεταξὺ τῶν σανιδωμάτων ὃ σελὶς καλεῖται καὶ καθέδρα τοῦ ἐρεστού ἐστι: σέλμα εὔσελμος ὡσσῶμα εὔσωμος γέγονεν δὲ παρα τὸ σέλλω ὅ σημαίνει τὸ ἁρμῶ. καὶ σελμὸς ὁ μεθ ορμῆς ῥιπτούμενος λίθος ⁑ On Iliad 16.3: μελάνυδρος βαθεῖα σκοτεινή. τοῦ γὰρ μελαίμεσθαι αἴτιον τὸ βάθος. τὰ δὲ ἐχ επιπολλῆς ὕδατα λευκα καθ ὅτι πλέον ταῖς τοῦ ηλίου ἀκτῗσι καταυγάζεται ⁑ On Iliad 16.4: ἀιγίλιπος ὑψηλῆς. ἧς καὶ αῖγες ἀπολιμπάνονται δια τὸ ὔψος ἐλοφρὰ δὲ ἔχουσι καὶ νευρόδη τὰ σκέλη αἶγες. ὁι δὲ τῆς μηδὲν φυοίσης κατ ἀργείους . ὃ γὰρ ἀποτρώγει αἲξ: ἀσπορον ἀυτὸ ποιεῖ οὶ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας ⁑ On Iliad 16.13: ῆέ τινα' γγελίην τὴν πρόθεσιν χωριστέον ἀπο τοῦ ἔκλυες . βραχὺ μέντοι παντελῶς τὸ διάστημα ὡσ κακεῖ ὑπερώ, ϊον εἰσ ἀναβᾶσα μαχης εξ απονέεσθαι⁑ On Iliad 16.14: ζώειν μὰν ἔτι φασὶ Αἰακος διὸς καὶ Ἀγήνης γείμας Ἐνδηΐδα τὴν Χείρονος θυγατέρα ἔσχε δύο παίδας Πηλέα καὶ Τελαμῶνα : μιγεὶς δὲ καὶ Ψαμάθῃ τῇ Νηρηΐδι. γεννᾶ Φῷκον . τοῦτον Πηλεὺς ἀποκτεινας ἔφυγεν εἰς Μαγνησίαν τῆς Θεσσαλίας προς Χείρονα : Τελαμὼν καὶ ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως, καὶ ἀυτὸς ἔνα τῶν κυνηγούντων ἔφυγεν εἰς Σαλαμῖνα καὶ γήμας Ἡερίβοιαν τὴν Ἀλκάθου , ἐγέννησεν Αἴαντα : Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα Πάτροκλον , ἐτέκνωσεν ὁ δε ἀποκτείνας καὶ αὐτὸς αὐκουσίως Ἀμφιδάμαντος παῖδα Κλεισώνυμον ἔπεμπε προς Πηλέα τὸν Χείρονος θεῖον ὃς αὐτὸν μετα Ἀχιλλέως ἐθρεψεν, ἡ ἱστορία παρα Φιλοστεφάνῳ ⁑ On Iliad 16.24: ἐν νηυσὶ κέαται προς τὴν σύλληψιν, οἱ μὲν γὰρ βεβλημένοι ῆσαν, οἱ δὲ οὐτασμένοι ⁑ On Iliad 16.25: βέβληται μὲν ὁ Τυδείδης, ἀντι τοῦ ἐκ βολῆς τέτρωται: ἐζήτηται δὲ πῶς Πάτροκλος περι Μαχάονος μηδὲν εἰπὼν. καταλόγον ποιεῖται τῶν τετρωμένων: καὶ ῥητέον: ὡς βεβαιοὶ τὴν Ἀχιλλέως πρόληψιν ἵνα ἐλεῶν κινήσει παραλιπεῖν ὡς ἐλάττονα: λεγει δὲ περι ῶν μᾶλλον, ἠγωνία ⁑ Interlinear scholia On Iliad 16.12@πιφαύσκεαι: ἀντὶ σημαίνεις Intermarginal scholia On Iliad 16.10: Ζηνόδοτος δακρυόσσα δέ μιν προσδέρκεται . On Iliad 16.17: ὅτι ἐλλείπει ἡ περί περὶ Ἀργείων ⁑ Interior scholia On Iliad 16.9: ὅτι ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα ⁑ On Iliad 16.12-16.13: πάντες περιεσπάσθησαν οἱ σύνδεσμοι κατὰ λόγον τῶν ερωτηματικῶν ⁑ On Iliad 16.16: δια τοῦ η τεθνῃώτων αἱ Ἀριστάρχου On Iliad 16.20: πρὸς τὴν τοῦ λόγου αποστροφήν ⁑ On Iliad 16.24: ὡς ἱ+στάμενοι προ προείρηται δὲ: On Iliad 16.25: Ἀριστοφάνης έξω τοῦ άρθρου βέβληται μὲν Τυδείδης ⁑ Venetus A (Marciana 454 = 822), folio 206, verso Iliad 16.26-16.50 16.26 οὔτασται δ' ὀδυσεὺς δουρὶκλυτὸς ἠδ' ἀγαμέμνων : 16.27 βέβληται δὲ καὶ εὐρύπυλος κατὰ μηρὸν ὀϊστῶι: 16.28 τοὺς μέν τ' ἰ+ητροὶ πολυφάρμακοι ἀμφιπένονται 16.29 ἕλκε' ἀκειάμενοι , σὺ δ' ἀμήχανος ἔπλευ ἀχιλλεῦ . 16.30 μὴ ἐμέ γ' οὖν οῦτός γε λάβοι χόλος ὃν σὺ φυλάσσεις. 16.31 αἰναρέτη. τί, σευ, ἄλλος ὀνήσεται ὀψίγονός περ, 16.32 αἴ κε μὴ ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνηις: 16.33 νηλεές. οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα πηλεὺς 16.34 οὐδὲ θέτις μήτηρ. γλαυκὴ δέ σ' ἔτικτε θάλασσα: 16.35 πέτραι τ' ἠλίβατοι: ὅτι τοι νόος ἐστιν ἀπηνής: 16.36 εἰ δέ τινα φρεσὶ. σῆισι θεοπροπίην ἀλεείνεις, 16.37 καί τινά τοι παρ ζηνὸς ἐπέφραδε πότνια μήτηρ . 16.38 ἂλλ' ἐμέ περ πρόες ὦχ'. ἃμα δ' ἄλλον λαὸν όπασσον 16.39 μυρμιδόνων. ἤν πού τι φόως δαναοῖσι γένωμαι. 16.40 δὸς δέ μοι ὤμοιϊν τὰ σὰ τεύχεα θωρηχθῆναι 16.41 αἴ κ έμε σοὶ ἴ+σκοντες ἀπόσχωνται πολέμοιο 16.42 τρῶες . ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες ἀχαιῶν 16.43 τειρόμενοι. ὀλίγη δέ τ' ἀνάπνευσις πολεμοιο: 16.44 ῥεῖα δέ κ' ἀκμῆτες, κεκμηότας ἄνδρας. ἀϋτῆι 16.45 ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων: 16.46 ὡς φάτο λισσόμενος, μέγα νήπιος. ῆ γὰρ ἔμελλεν: 16.47 οἷ αὐτῶι θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι: 16.48 τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς : 16.49 ὤ μοι διογενὲς πατρόκλεις οἷον ἔειπες: 16.50 οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα: Scholia to Iliad 16.26-16.50 Main scholia On Iliad 16.28: τοὺς μέν τ' ϊητροὶ ὅτι οὐ μόνοι ὁι περι μαχάονα καὶ ποδαλείροιν συνεπεπλέκεισαν ἱ+ατροὶ, ἀλλὰ καὶ ἄλλοι πλείονες ⁑ On Iliad 16.29: ἔλκε ακειάμενοι σὺ δ' ἀμήχανος ὅτι νῦν ἀμήχανος προς ὃν οὐκ έστι μηχανήσασθαι, οὐκ αυτὸς μη δυνάμος μηχανήσασθαι ⁑ On Iliad 16.30: μὴ ἐμέ γ' οὖν οὐτοί γε χόλος ὅτι ὁ χόλος ἀντιμετείληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι ⁑ On Iliad 16.31: αἰναρέτη τίς σευ ἄλλος ὅτι γράφουσιν αἴν' ἀρετῆς καὶ ἐκφέρουσι κατα τὸ περισπώμενον. ἵν' ᾖ πρότερον αἰνέ. εἶτα προσ τὰ κάτω ἀρετῆς τί σευ ἀλλός ονήσεται, πιθανώτερον δὲ συνθετώς αἰναρέτη ἐπι κακῶ τὴν ἀρετὴν ἔχων ⁑ On Iliad 16.47: καὶ κῆρα λιτέσθαι: ὁ ἀσκαλωνίτης ἀξιοῖ ομοίως τῷ λίστεσθαι ἐπὶ ἐνεστῶτος χρόνου ἀπο οριστικοῦ τοῦ λίτομαι ἐισὶ δὲ οἱ παροξύνοισιν ὁμοίως τῷ λαβέσθαι. ἐγὼ δ' ἐπαινῶ τὸν ἀσκαλωνίτην προπαροξύνοντα ἐπι ἔνεστῶτος, τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον, ἔμελλε γὰρ αὐτῷ θάνατον λίσσεσθαι δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ απιθάνως ὅνπερ γαρ τρόπον ἐν ετέροις διαλαμβάνων περι τοῦ μεταλλῆσαι καὶ ἐρέσθαι ἀξιούντων πάντων τῷ έρεσθαι. ὁμοίως τῷ πυθέσθαι ἐπειδήπερ μέσος δεύτερος ἀόριστος ἐστιν ἀπεφηνάμην ὡς ἡ παράδοσις τρίτην ἀπο τέλους ἐποίησε τὴν οξείαν οὐ τῷ σημαινομένω πεισθεῖσα, ἀλλα τῷ χαρακτῆρι τῆς φωνῆς ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο ὄντα ἐνεστῶτος, οἶον φέρεσθαι δέρεσθαι: καὶ εῖχε τὴν ρε συλλαβὴν προ τέλους τῆς ἀρχούσης συλλαβῆς εἰσ τὸ ε ληγούσης. ούτως καὶ τὸ ἔρεσθαι ἀναδεξάμενον τὰυτα χαρακτηρα προπαρωξύνετο οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δε ὁμοιότητι τῆς φωνῆς τὸν αὐτὸν τρόπον καὶ ἐπι τοῦ προκειμένου ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι τοῦτο γὰρ αιτεῖ καὶ τὸ νοητὸν καὶ σχηματισμός παρα τὸ λίτομαι ἀλλ' επεὶ τὰ εἰσ σθαι ἀπα ρέμφατα τῷ ε παραληγόμενα οὐκ οὔντα ἀπο τῶν εἰς μι ἔχοντα ἐν τῇ τρίτη ἀπο τέλους συλλαβῆν τὸ ἴ συνεσταλμένον μὴ ἐπιφερομενῶν αὐτῷ μήτε δύο συμφώνων μήτε διπλου παρωξύνετο ὥσπερ ἔχει τὸ λιπέσθαι πιθέσθαι ἰδέσθαι ἰκέσθαι οὕτως καὶ τὸ λιτέσθαι παρώξυνεν ἡ παράδοσις οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα τῷ δε τοῦ χαρακτῆρος, παρεκτέταται τὸ κεφάλαιον τῷ ἡρῳδιανῷ ⁑ On Iliad 16.34: οὐδε θέτις μήτηρ γλαυκὴ δὲ ὅτι νῦν ἅπαξ τὴν θάλασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν τοῦτο δε φησι δια το τῆς θαλάσσης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρὸν : ὁ δὲ ἡσίοδος καὶ χωρίς τοῦ θάλασσα φησι καί τοις οι γλαυκὴν δυσπέμφελον ⁑ On Iliad 16.37: εἰ δέ τινα φρεσὶ σῇσι, θετίς καταναγκασθεῖσα ὑπο διὸς πηλεῖ γαμηθῆναι, τὰ γεννὼμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν: τὸ δὲ αθάνατα διαφυλάξειν οὕτως ἓξ παῖδας διέφθειρεν. ἕβδομον δὲ γενόμενον ἀχιλλέα , ὁμοίως εἰ τὸ πῦρ ἔβαλλεν. θεασάμενος δὲ πηλεὺς ἀφήρπασε τὸν παίδα καὶ ενεγκὼν εἰ τὸ πήλιον όρος τρέφειν παρέδωκε χείρονι: ὁ δὲ λεόντων καὶ ἄρκων μυελοῖς τρέφων ἐκάλεσεν ἀχιλλέα , διδαξας δὲ τὴν ϊατρικὴν τεχνῶν καὶ λυρικὴν καὶ μουσικὴν, ἀπέδωκε τῷ πατρὶ. ἀγανακτήσασα δὲ θέτις καὶ καταλιποῦσα τὸν πηλέα ἐχωρίσθη εἰς θάλασσαν. στρατευομένῳ δὲ ἐπι ἴλιον τῷ αχιλλεῖ προεῖπεν ὅτι πολεμῶν μὲν τρωσι ζωὴν ολιγοχρόνιον κτήσεται. πλείστην δὲ τὴν δόξαν: ἀπεχόμενος δὲ τῆς μαχῆς ἄδοξον μὲν βίον πολυχρόνιον δὲ διάξει, ἃ μαθὼν ὁ ἀχιλλεὺς δόξαν αἰόνιον ζωῆς προσαίρου προκρίνας ἐπεστράτευσεν. ἡ ϊστορία παρα λυκόφρονι ⁑ On Iliad 16.41: αἴ κ έμε σοὶ ἵ+σκοντες ὅτι τὸ ΐσκοντες, ἀνάλογόν ἐστι τῷ κατα διαίρεσιν ἐΐσκοντες ὁμοιοῦντες ἔϊκτο δὲ θέσκελον αὐτῷ ἡ δὲ ἀναφορὰ πρός τοὺς ἀπεκδεξαμένους τὸ ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν τὸ γὰρ ΐσκεν ὑπολαμβάνουσι κεῖσθαι ἀντι τοῦ ἔλεγεν οὐκ ορθῶς ⁑ On Iliad 16.41: ἴσκοντες ἀπόσχωνται: ἀσκαλωνίτῆς , κατα ἀφαίρεσιν φησὶν εῖναι τοῦ ε τὸ ΐσκοντες, Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει παρὰ τῷ ἐΐσκω ἐκδεξάμενος: ἄμεινον δὲ ἡ τοῦ πτολεμαίου ἀναγνωσις, πρὸ γὰρ τῆς δια τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι ὅτι μη τὴν αῦ , ταύτη οὖν μοι δοκεῖ ἀπο τοῦ ἴδω. εῖναι ὁ μέλλων εἴσω: καὶ ἅμα τῆ ἐπενθέσει τοῦ κ ἐΐσκω γεγενῆσθαι κατα τὴν διαίρεσιν. ἵνα μὴ δίφθογγος γένηται οὕτος οὖν καὶ τὸ ΐσκοντες ὀφείλομεν κατα ἀποβολήν τοῦ ε ἀναγινώσκειν οὖ γὰρ μέτρον κωλύει ⁑ On Iliad 16.44: ἀκμῆτες: ὡς ἀδμῆτες καὶ καθόλου ὅσα παρακείμενον συντέθειται ὀνόματα εἰς ης λήγοντα ὧν τὸ τέλος μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος μετα δύο συμφώνων ὀξύνεται οἶον ἰθυτρης μία συλλαβὴ ἐπι τέλους ἀπο παρακειμένου καὶ δυο σύμφωνα προ τοῦ η λεμοτμής, ἀβλαβής, προβλής οὔτως ἀκμής ⁑ On Iliad 16.46: ὠς φάτο λισσόμενος, ἡ διπλῆ ὅτι καὶ νῦν τὸ ἔμελλεν σαφῶς οὐκ επι χρόνου οὐ γὰρ ἔμελλε λιτανεύσειν ἀλλ' ἐλιτάνευσσεν ὅτι ἡ ἀντι τοῦ ἐώκει. καὶ ὅτι διαμέσου ἀναπεφώνηται τὸ ῆ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι ὡς καὶ ἐν : οὐδ' ἔνθα πεφυγμένος ῆεν ἀέθλων καὶ μετα οῖσι φίλοισιν : ⁑ On Iliad 16.46: ἡ μεν συνήθεια: ἀνεπιτηδεύτως συνάπτει ἄχει τοῦ μεγά νήπιος: τάχα δ' ἀν μείζων γένοιτο ἡ ἔμφασις εἰ καθ εαυτὸ λέγοιτο τὸ μεγά νήπιος ⁑ Interlinear scholia On Iliad 16.47@λιτέσθαι: ϊκετένειν Intermarginal scholia On Iliad 16.31: τοῦτο καθ εαυτὸ προενεκτέον μᾶλλον γαρ ἐμφαίνει τὸν σχεταιαζοντα On Iliad 16.44-16.45: οἱ αστερίσκοι ὅτι ὑπό νέστορος οὐκ ορθῶς λέγονται On Iliad 16.50: ἀρισταρχος εἴ τίνα οἰδα δια τοῦ εῖ Venetus A (Marciana 454 = 822), folio 207, recto Iliad 16.51-16.75 16.51 οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδὲ πότνια μήτηρ . 16.52 ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει. 16.53 ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι. 16.54 καὶ γέρας ὰψ, ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ: 16.55 αἰνὸν ἄχος τό μοι ἐστιν ἐπεὶ πάθον ἄλγεα θυμῷ: 16.56 κούρην: ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν : 16.57 δουρὶ δ' ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας. 16.58 τὴν ὰψ, ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων 16.59 Ἀτρείδης , ὡς εἴ τιν' ἀτίμητον μετανάστην: 16.60 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν. οὐδ' άρα πως ἦν 16.61 ἀσπερχὲς κεχολῶσθαι ἐνι φρεσίν: ἤτοι ἔφην γε 16.62 οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν: ἀλλ' ὁπότ ἀν δὴ 16.63 νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε: 16.64 τύνη δ' ὤμοιϊν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι: 16.65 ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι. 16.66 εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε 16.67 νηυσὶν ἐπικρατέως, οἱ δὲ ῥηγμῖνι θαλάσσης 16.68 κεκλίαται: χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες 16.69 Ἀργεῖοι . Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε 16.70 θάρσυνος. οὐ γὰρ ἐμῆς κόρυθος λεύσουσι μέτωπον 16.71 ἐγγύθι λαμπομένης: τάχα κεν φεύγοντες ἐναύλους 16.72 πλήσειαν νεκύων: εἴ μοι κρείων Ἀγαμέμνων 16.73 ήπια εἰδείη: νῦν δὲ στρατὸν ἀμφιμάχονται: 16.74 οὐ γὰρ Τυδείεω Διομήδεος ἐν παλάμῃσι 16.75 μαίνεται ἐγχείη. Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι: Scholia to Iliad 16.51-16.75 Main scholia On Iliad 16.53-16.54: ‡ ὁππότε δὴ τὸν ὁμοῖον : τὸ δίστιχον τοῦτο ἢ τοῖς ἄνω προσδοτέον ἵνα τὸ προβεβήκει στίζωμεν, ἠ τοῖς ἐξῆς. ἵνα τὸ μὲν ἱ+κάνει στίζωμεν τὸ δε προβεβήκει ὑποστίζωμεν ⁑ On Iliad 16.56-16.57: κούρην ἣν ἄρα μοι γέρας, ταῦτα ἀπ' άλλης ἀρχῆς παραδιηγεῖται γὰρ τὰ γεγονότα , ὑποστικτέον δὲ ἐπι τὸ Ἀχαιῶν καὶ πέρσας ⁑ On Iliad 16.57: δουρὶ δ' εμῶ κτεάτισσα: ἡ διπλῆ ὅτι ἰδίως καὶ παρα τὴν ἡμετέραν συνήθειαν κτεάτισσα κατα τὸ ἐνεργητικὸν ἀντι τοῦ ἐκτησάμην , καὶ ἐν πολλὰ κτεατίσσας , ἀντι τοῦ κτησάμενος ⁑ On Iliad 16.57: ἡ τετριμμένη ἀνάγνωσις προπαροξύνει τὸ εὐτείχεα τοῦ λόγου ἀξιοῦντος παροξύνειν εἴ γε τὸ εὐτειχής ὀφείλει ὀξύνεσθαι: τὰ γὰρ παρ ουδέτερα δισύλλαβα εἰς ος λήγοντα μὴ τῷ η παραληγόμενα, συντιθέμενα εἰς ης λήγοντα ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐεοδής βάθος ἀγχιβαθὴς δὲ θάλασσα , τὸ η παρῃτησάμην δια τὸ μὴ εὐμήκης, τὴν δισυλλαβίαν, δια τὸ εὐμεγέθης , τῶν παρα τὸ ἔτος ὑπεξαιρουμένων ὅτριχας γὰρ οἱ ἐτέας ἀνέγνωμεν μόνως οὖν εὐτειχής καὶ εὐτειχέα . δευτέρω λόγω ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παράκειται ἐπιθετικα ὀξυνόμενα, Διογένης αὐτὰρ ὁ διογενής , Πολυνίκης ἀλλα πολυνικὴς δι Ελενα Παγκράτης ἄ δε παγκρατὴς ἀλήθεια , Εὐρυσθένης : ὁ πλοῦτος εὐρυσθενής . εἰ δεῖ ἐστιν Εὐτείχης ὄνομα κύριον , παρὰ Ἀλκμᾶνι , ὀξύνεται τὸ ἐπιθετικόν: πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις δώσωμεν ἀφορμήν: On Iliad 16.57: τὰ εἰς ος λήγοντα οὐδετέρα συντιθέμενα ἀπ ευθείας συντίθεται: ξίφος ἄξιφος μόνον τὸ τεῖχος , καὶ ἀπο γενικῆς τείχεος εὐτείχεος , ἀφ οὗ τὸ δώσει πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι , μεταπλασμὸς εὐτείχεα , ὡς πυργοκέρατον πυργοκέρατα πάθος παρέλαβενος ἵνα βοηθήσω τῇ τετριμμένη τάσει⁑ On Iliad 16.65-16.70: ἄρχε δὲ Μυρμιδόνεσσι, ἀναγκαῖαι αἱ διαστολαί μάχεσθαι ἐπικρατέως Ἀργεῖοι , στικτέον δὲ ἐπι τὸ θάρσυνος ⁑ On Iliad 16.66-16.67: εἰ δὴ κυάνεον: Τρώων νέφος ἀμφιβέβηκε: εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχει τὸν ναυσταθμον: νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆθος ⁑ Intermarginal scholia On Iliad 16.59: ὅτι ἀντὶ τοῦ ατιμητου μετανάστου ὡς τὸ επειμ' ἀφελεσθέ γε δόντες αντι τοῦ ἐμου ⁑ On Iliad 16.62: πρὸς τὸ μηνιθμὼν παραλλήλως τέταχε τῷ χόλῳ ⁑ On Iliad 16.70: ὅτι ἀντὶ τεθαρσηκυῖα On Iliad 16.71: οὕτως ἐναύλους διὰ τοῦ ν On Iliad 16.75: τὸ εξῆς ἐστιν ἀπαμῦναι διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν ⁑ Interior scholia On Iliad 16.60: ὅτι τὸ εάσομεν ἀντὶ τοῦ ἐάσωμεν On Iliad 16.61: ὅτι τὸ ἔφην γε ἀντὶ τοῦ διενοήθην On Iliad 16.61: βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσὶ συντάττειν: On Iliad 16.68: βραχὺ διασταλτέον μετα τὸ κεκλίαται πρὸς τὸ σαφέστερον ⁑ On Iliad 16.74: ὅτι έοικεν ἀκηκοότι τὰ εἰρημένα ὑπὸ Διομήδους μετα τὴν πρεσβείαν ⁑ Venetus A (Marciana 454 = 822), folio 207, verso Iliad 16.76-16.100 16.76 οὐδέ πω Ἀτρείδεω ὀπὸς ἔκλυον αὐδήσαντος: 16.77 ἐχθρῆς ἐκ κεφαλῆς: ἂλλ' Ἔκτορος ἀνδροφόνοιο 16.78 τρωσὶ κελεύοντος περιάγνυται. οἱ δ' ἀλαλητῷ 16.79 πᾶν πεδίον κατέχουσι: μάχῃ νικῶντες Ἀχαιούς : 16.80 ἀλλὰ καὶ ὡς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων 16.81 ἔμπεσ' ἐπικρατέως. μη δὴ πυρὸς αἰθομένοιο 16.82 νῆας ἐνιπρήσωσι. φίλον δ' ἀπο νόστον ἕλωνται. 16.83 πείθεο δ' ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω: 16.84 ὡς ἄ^ν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι 16.85 πρὸς πάντων Δαναῶν , ἀτὰρ οἳ, περικαλλέα κούρην 16.86 ὰψ, ἀπονάσσωσιν. ποτὶ ἀγλαὰ δῶρα πόρωσιν: 16.87 ἐκ νηῶν ελάσας. ϊέναι πάλιν: εἰ δέ κεν αὖ τοι 16.88 δῴη κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἤρης : 16.89 μὴ σύ γ' ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν 16.90 Τρωσὶ φιλοπτολέμοισιν ἀτιμότερον δέ με θήσεις: 16.91 μη δ' ἐπ' ἀγαλλόμενος πολέμω καὶ δηϊοτῆτι. 16.92 Τρῶας ἐναιρόμενος προτὶ Ί+λιον ἡγεμονεύειν: 16.93 μή τις ἀπ' Οὐλύμποιο θεῶν αἰεὶ γενετάων. 16.94 ἐμβήῃ: μάλα τοῦς γε φιλεῖ ἑκάεργος Ἀπόλλων : 16.95 ἀλλὰ πάλιν. τροπάασθαι ἐπὴν φάος ἐν νήεσσι 16.96 θήῃς. τοὺς δ έτ' ἐᾶν πεδίον κάτα δηριάασθαι: 16.97 αἲ γὰρ Ζεῦ τε πάτερ. καὶ Ἀθηναίη . καὶ Ἄπολλον . 16.98 μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι. 16.99 μήτέ τις Ἀργείων . νῶϊν δ' ἐκδύμεν' ὄλεθρον. 16.100 ὄφρ' οἶοι Τροίης ἱ+ερὰ κρήδεμνα λύωμεν: Scholia to Iliad 16.76-16.100 Main scholia On Iliad 16.81: ἔμπεσ' ἐπικρατέως ὅτι παθητικὸν ἀντι ενεργητικοῦ αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος . καὶ ὅτι ἥ ὑπὸ πρόθεσις ἐλλείπει ὑπὸ πυρός βραχὺ δὲ διασταλτέον ἐπικρατέως , τάχα δ' ἂν εἰ στίζοιμεν τελείᾳ ἐμφατικώτερα ἔσται τὰ ἑξῆς καθ εαυτὰ λεγόμενα ⁑ On Iliad 16.84: ὡς ἅν μοι τιμὴν : ἕως ὰψ ἀπονάσσωσι τοὺς τρεῖς στίχους, ἠ τοῖς ἄνω προσδότεον ἵνα στίζωμεν ἐπι τὸ πόρωσιν , ἢ τοῖς ἑξῆς, ἵνα ἀπ άλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς άν μοι τιμὴν μεγάλην καὶ ὑποστίζωμεν ἐπι τὸ πόρωσιν ὃ καὶ βέλτιον καλῶς γὰρ ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι πείσθητι ὡς ἐγώ σοι λέγω ἔπειτα αυτὸ τὸ πράγμα προφέρεσθαι ἵνα δόξαν τὲ καὶ τιμὴν παρ' Έλλησι ποιήσειας ἀπελάσας τοὺς Τρώας ὑπόστρεφε ⁑ On Iliad 16.86: ἀψ απο νάσσωσιν εἰς τουπίσω ἀποκαταστήσυσιν ἀποδώσουσεν. δια τὶ ὁ Ἀχιλλεὺς ἐπι καθαρέσει Διομήδους μέμνηται καὶ Αγαμέμνονοσ καὶ οὐδεμος ἄλλου λεγών οὐ γὰρ Τυδείδεω Διομήδεοσ οὐδέπω Ἀτρείδεω ῥητεὸν δὲ, ὅτι Ἀγαμέμνων μὲν εἰκότος ἠν ἔχθρος αὐτου καὶ Διομήδης δὲ δια λόγους ὑβριστικοὺς οὓς εἰς αυτὸν ἀπερρίφει μετα τὴν πρεσβείαν λέγει γὰρ μὴ ὄφελες λισσεσθαι ἀμύμονα πηλείωνα ⁑ On Iliad 16.89: μὴ σύ γ' ἀνευθεν ἐμεῖο, ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἦρκεν. πεποίηκε δὲ οὔτως, μὴ σύ γ' ἀγαλλόμενος πολέμῳ καὶ δηϊοτήτι ἵν' ἑπιβάλλῃ ἡ συνέπεια ἀναγκαῖοι δέ εἰσὶν, σκοπὸς γὰρ τῷ Ἀχιλλεῖ μη ἀτιμωθῆναι τούτου κατευημερήσαντος ⁑ On Iliad 16.90: ατιμότερον δέ με θήσεις: ὁ Ἀσκαλωνιτης ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τῆν με ἀντωνυμίαν. δι ὁ καὶ ἐγκλιτικῶς ἀνέγνω: οὐ γὰρ προς έτορον πρόσωπον ἐστιν αὐτῷ ἡ διαστολην καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις κεῖται γὰρ καὶ ὁ δὲ ἀντι τοῦ γὰρ ⁑ On Iliad 16.93: μή τις απ Οὐλύμποιο : ὅτι Ζηνόδοτος κατα τὸ ἑξῆς τέσσαρας ἀπο τούτου ῆρκε γράφει δὲ ἀντὶ αὐτῶν τοῦτο. μή σ' ἀπογυμνωθέντα λάβη κορυθαίολος Έκτωρ : ἔστι δὲ εὐτελὴς καὶ τῇ συνθέσει καὶ τῇ διανοία ⁑ On Iliad 16.95: ἀλλα πάλιν τροπάασθαι: Νικίας ὑφ' ἓν ἀνέγνω παλιντροπάασθαι : Ἀπολλόδωρος δὲ κατα διάλυσιν: ἔφαμεν δὲ περὶ περὶ τῆς τοῦ πάλιν συνθέσεως ὁπότε καὶ περὶ τοῦ παλιμπλαχθέντας διελαμβάνομεν: ὡς ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖς ῥήμασι κατα διάλυσιν προσγίνεσθαι ⁑ On Iliad 16.97-16.100: αἰ γὰρ Ζεύ τε πάτερ . ἀθετοῦνται στίχοι τέσσαρες δι' ότι κατὰ διασκευὴν ἐμφαίνουσι γεγράφθαι ὑπό τινος τῶν νομιζόντων ἐρᾶν τὸν Ἀχιλλέα τοῦ Πατρόκλου . τοιοῦτοι γὰρ οἱ λόγοι πάντες ἀπόλοιντο πλὴν ἡμῶν : καὶ ὁ Ἀχιλλεὺς ὁ τοιοῦτος συμπαθὴς δέ ⁑ On Iliad 16.99: ἐκδύμεν ὄλεθρον: παροξυτονητέον: τὸ γὰρ πλῆρες ἐστὶν ἐκδύμεναι : ὁμοίως τὸ θοῶς ζευγνύμεν ἄνωγεν καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο ⁑ On Iliad 16.100: κρήδεμνα: νῦν τὰ τάχει μεταφορικῶς: ἰδίως γὰρ κρήδεμνον τὸ τῆς κεφαλῆς κάλυμμα ⁑ Interlinear scholia On Iliad 16.85@περικαλλέα: οὕτως Intermarginal scholia On Iliad 16.76: ἔν τισι τῶν υπομνημάτων ἔπος ἔκλυον : On Iliad 16.79: βραχὺ διασταλτέον κατέχουσι ⁑ On Iliad 16.85: τὸ οι αρθρον ἐστὶ ἐγκλιτικὸν δὶο ἐν τῆ συντάξει ἐγκλιτεόν ⁑ On Iliad 16.88: παροξυτονητέον ἐστὶ γράφεται μεσος β ἀόριστος Interior scholia On Iliad 16.87: τὸ αυ περισπαστέον δύο γάρ ἐστιν αῦ καὶ τοὶ : On Iliad 16.92: ὅτι Ζηνόδοτος προς τὸ Ί+λιον αιπὺ δίεσθαι On Iliad 16.99: ἡμεῖς δὲ ἐκφύγωμεν ⁑ Exterior scholia On Iliad 16.95: τρωπᾶσθαι On Iliad 16.96: τοῦσ δε δ' ἐᾶν On Iliad 16.100: λύοιμεν Venetus A (Marciana 454 = 822), folio 208, recto Iliad 16.101-16.125 16.101 ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 16.102 Αἴας δ' οὐκ έτ' ἔμιμνε. βιάζετο γὰρ βελέεσσι: 16.103 δάμνα μιν Ζηνός τε νόος. καὶ Τρῶες ἀγαυοὶ 16.104 βάλλοντες. δεινὴ δὲ περι κροτάφοισι φαεινὴ 16.105 πήληξ βαλλομένη καναχὴν ἔχε. βάλλετο δ' αἰεὶ 16.106 κὰπ φάλαρ' εὐποίηθ', ὁ δ'` ἀριστερὸν ῶμον ἔκαμνε. 16.107 ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον. οὐδε δύναντο 16.108 ἀμφ' αὐτῷ πελεμίξαι. ἐρείδοντες βελέεσσιν. 16.109 αἰεὶ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι. καδ δέ οἱ ἱ+δρὼς 16.110 πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν. οὐδέ πῃ εἶχεν 16.111 ἀμπνεῦσαι: πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο: 16.112 έσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι. 16.113 ὅππως δὴ πρῶτον πῦρ, ἔμπεσε, νηυσὶν Ἀχαιῶν: 16.114 Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς 16.115 πλῆξ' ἄορι μεγάλῳ. αἰχμῆς παρὰ καυλὸν ὄπισθεν: 16.116 ἀντικρὺ δ' ἀπάραξε: τὸ μὲν Τελαμώνιος Αἴας 16.117 πῆλ' αύτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ' ἀπ' αὐτοῦ 16.118 αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα: 16.119 γνῶ δ' Αἴας κατὰ θυμὸν ἀμύμονα: ῥίγησέν τε. 16.120 ἔργα θεῶν. ὅ, ῥα, πάγχυ μάχης ἐπι μήδεα κεῖρε 16.121 Ζεὺς ὑψιβρεμέτης. Τρώεσσι δὲ βούλετο νίκην. 16.122 χάζετο δ' ἐκ βελέων. τοὶ δ' ἔμβαλον ἀκάματον πῦρ 16.123 νηῒ θοῇ: τῆς δ' αῖψα κατ' ασβέστη κέχυτο φλόξ: 16.124 ὡς τὴν μὲν πρυμνὴν πῦρ. ἄμφεπεν: αὐτὰρ Ἀχιλλεὺς 16.125 μηρὼ πληξάμενος. Πατροκλῆα προσέειπεν: Scholia to Iliad 16.101-16.125 Main scholia On Iliad 16.105: ‡ πήληξ βαλλομένη: ὅτι τινὲς γράφουσι τύπτετο δ' αἰεὶ προείρηκε δὲ βαλλομένην καὶ βάλλοντες . τὸ δὲ βαλεῖν ἐστιν ἐκ χειρὸς τύψαι ⁑ On Iliad 16.105-16.106: βάλλετο δ' αἰεὶ καπ φάλαρ' γράφεσθαι φησὶν ὁ Ἀρίσταρχος καὶ τύπτετο δ' αἰεὶ καπφάλαρ' εὐ ποίητα δια τοῦ π οὐκ εῦ. βούλεται γὰρ λεγειν καὶ τὰ φάλαρα καναχὴν εἶχεν ⁑ On Iliad 16.105-16.106: καπφάλαρ' εὐ ποίηθ': ἡ διπλῆ ὅτι ἔν τισι γράφεται καπφάλαρα ὑπερβατὸν δέ ἐστὶν δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε καὶ τά φάλαρα ἐβάλετο συνεχῶς: φάλαρα δὲ τὰ κατα τὸ μέσον τῆσ περικεφαλαίας μικρὰ ἀσπιδίσκια. ἅ τινα κόσμου χάριν ἐντίθεται ⁑ On Iliad 16.116-16.118: ἀντικρὺ δ' ἀπάραξε: ἡ διπλῆ ὁτὶ δοκεῖ μάχεσθαι: εἰ γὰρ ἀπήραξε κατὰ συμπέρασμα ὅ ἐστιν ἀπέθραυσεν. πῶς ἐπιφέρει τῆλε δ' ἀπ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις ὡς πρότερον μὴ ἀποκεκομμείνου: ἀλλ' ὅ τε διέσεισεν ὁ Αἴας ἀποπεπτωκότος: ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρσμα λέγει προειρῆσθαι εἶτα κατα μέρος επηκρινῶσθαι ὡς εἴ τις λέγοι ὁ δε τίς τόν δε εἰς τὰ σπλάγχνα δόρατι παίσας ἀπεκτεινεν. ἐκσπασθείντος δὲ τοῦ δόρατος ἀπέθανεν : ὡς ἐγένετο ὕστὲρον ἐπι διηγυμενος: οὕτως ἀπάραξε. καὶ κόλον δόρυ λέγει κατα συμπέρασμα: ὡς δὲ ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδαθέντος τοῦ δόρατος ἐπεξηγεῖται φαίνεται γὰρ ὁ Αἴας μικροῦ τινος ἔτι διακρατοῦντος τὴν ἐπιδορατίδα πειράζων κραδᾶναι, ἀποπεσούσης δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὁτὶ ἡχρείωται τὸ δόρυ δι ὃ καὶ τὸ αὕτως πρόσκειται ὁτὶ κατα καινον ἐκράδαινεν οὐ δυνάμενος ἀυτὸ χρησθαι: τινὲς δὲ καὶ τὸν γὰρ ἀντι τοῦ δεν λαμβάνουσι: τῆλε γὰρ ἀπ αυτοῦ ⁑ On Iliad 16.117: κόλον δόρυ: ἕως νῦν παρ' Ί+ωσιν οἱ κολοβοκέρατοι κριοὶ κόλοι λεγονται ⁑ On Iliad 16.120: ἐπι μήδεια κείρει οὑτῶς Ἀρίσταρχος κεῖρε χωρὶς τοῦ ϊ Ϊακῶς ἔστι γὰρ ἔκειρε εἰς ἄπορον καθ ἵστη τὰ τῆς μάχης ὡς μηδὲν ἔχειν μήσασθαι ⁑ On Iliad 16.123: νηῒ θοῇ, ἡ διπλῆ, ὅτι ἔστι μὲν ἐκ πλήρους λαβεῖν κατα εἶτα σβεστή τὸ συμβαῖνον ἐπιθετικῶς. ἔστι δὲ καὶ κατα συναλιφὴν ἀσβέστη οἷον ἀκατάσβεστος ὅ ἐστι δυσκόλως σβεστή ὃ καὶ μᾶλλον οὕτως γὰρ εἴωθε λέγειν ἄσβεστος δ αρ' ἐνῶρτο γέλως : τὸ δὲ σβέστη σβεστή ἀνέμφατον. καὶ τὸ σχῆμα Ὁμηρικόν: ἀσβεστη καθάπερ ῥεῖα δ' ἀριγνώτη πέλεται ἀντὶ τοῦ ἀρίγνωτος ⁑ On Iliad 16.123: ἀσβέστη κέχυτο φλόξ: Ἀρίσταρχος κατα βαρεῖαν τάσιν ἀσβέστη παρώνυμον ἐκδεχόμενος τοῦ ἄσβεστος δ ὰρ ἐνῶρτο γέλως , ὑγιῶς πάνυ: οὐ γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρικός ⁑ On Iliad 16.124: ὡς τὴν μεν ⁑ Intermarginal scholia On Iliad 16.117: οὕτως ὡς λόγον ὁ Ασκαλωνίτης καγὼ δὲ συγκατατίθεμαι ⁑ On Iliad 16.119: Ἀρίσταρχος κεῖρε χωρὶς τοῦ ϊ αλλοι δὲ κείρει : Interior scholia On Iliad 16.105: Ἀρίσταρχοσ Δια τοῦ καὶ συνδέσμου καὶ φάλαπα Γραφῶ παντῶσ βραχὺ Διεστελλεν ἐπι τὸ αιεὶ ⁑ On Iliad 16.119: συν απτεον μέχρι τοῦ θεῶν δύναται δὲ στίζεσθαι καὶ ἐπι τὰ αμύμονα ⁑ On Iliad 16.124: πρὸσ τὴν φράσιν ὅτι οὕτωσ εἴρηκε τὴν μὲν πρύμνην ἀντὶ τῆσ μὲν πρύνης Exterior scholia On Iliad 16.120: κεῖρει Venetus A (Marciana 454 = 822), folio 208, verso Iliad 16.126-16.150 16.126 ὄρσεο διογενὲς Πατρόκλεεἶς ἱπποκέλευθε, 16.127 λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰ¨ωήν. 16.128 μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυλακτὰ πέλωνται: 16.129 δύσεο τεύχεα θᾶσσον. ἐγὼ δέ κε λαὸν ἀγείρω: 16.130 Ὡς φάτο. Πάτροκλος δὲ κορύσσετο. νώροπι χαλκῷ. 16.131 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 16.132 καλὰς. ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: 16.133 δεύτερον αὖ θώρηκα περι στήθεσσιν ἔδυνε 16.134 ποικίλον. ἀστερόεντα. ποδώκεος Αἰακίδαο : 16.135 ἀμφι δ’ αρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 16.136 χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε: 16.137 κρατὶ δ’ ἒπ’ ἰ¨φθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 16.138 ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν: 16.139 εἵλετο δ’ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει: 16.140 ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο 16.141 βριθὺ μέγα. στιβαρόν. τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν 16.142 πάλλειν. ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς 16.143 Πηλιάδα μελίην τὴν πατρὶ φίλω πόρε Χείρων 16.144 Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν. 16.145 ἵππους δ’ Αὐτομέδοντα θοῶς ζευγνύμεν ἄνωγε. 16.146 τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα: 16.147 πιστότατος δέ οἱ έσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν: 16.148 τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους 16.149 Ξάνθον . καὶ Βαλίαν . τὼ, ἅμα πνοιῇσι πετέσθην: 16.150 τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμω Ἅρπυια Ποδάργη Scholia to Iliad 16.126-16.150 Main scholia On Iliad 16.128: μὴ δὴ νῆας έλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται ἡ διπλὴ ὅτι οὕτως εἴρεκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται ὁμοίως τῶι σπαρτα λελυνται On Iliad 16.130: λαὸν ἀγείρω ὁμοίως τῶι ἀγείρωι ἐνεστῶς γάρ ἐστι σημαίνων μέλλοντα ὥσπερ καὶ ἐπ' άλλων παρεθέμεθα. ἐγὼ δέ κ' άγω βρισηΐδα . ἡ μέγα πένθος ἀχαιΐδα γαῖαν ϊκάνει οὕτως καὶ τὸ ἐρύουσιν ἔχει: οὕτως δὲ καὶ ἀρίσταρχος ⁑ On Iliad 16.128: μη δὴ νῆας ἔλωσι ταῦτα ὁμολογουμένος καθ εαυτὰ λέγεται ὑπερ εὐλαβούμενος γὰρ λέγει. δύναιτο δ ἄν' καὶ τὸ ἑξῆς εἶναι ὀρσεο μὴ δἠ νῆας ἕλωσιν : ἀλλα βἐλτιον τὸ πρότερον. παρατηρητέον δὲ προσ τὰ ἀσύνδετα τὴν προσωποιΐαν ὅτι ἐμφαντικωτάτη⁑ On Iliad 16.140: ἔγχος δ' οὑχ ἑλετ' οἶον προκατεσκεύακε μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι δια τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστὸν : κατα γὰρ τὸν Πηλέως καὶ Θέτιδος γάμον θεοὶ συναχθέντες εἰς τὸ πήλιον ἐπευωχία, ἐκόμιζον Πηλεὶ δῶρα: Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχεν: φασὶ μὲν Ἀθηναν ξέσαι αὐτὸ, Ἥφαιτον δὲ κατασκευάσαι. τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευασεν. καὶ μετὰ ταῦτα Ἀχιλλεύς . ἡ ἱστορία παρα τῷ τὰ Κύπρια ποιήσαντι⁑ On Iliad 16.140: δια τί οὖν μόνον τὸ Πηλιωτικον αύτὸ ἀναρμοστεῖ δόρυ τῶν ἄλλων ἀρμοσάν τῶν ὅπλων: Μεγακλείδης ἐν δευτέρῳ Ὁμήρου προ οἰκονομεῖσται φησὶν Ὅμηρον τὴν ὁπλοιΐαν. καὶ ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας ἐξ ὧν ὁ Ἥφαιστος ἐδη μιούργει τὰ ὅπλα τὸν χρὺσον καὶ τὸν ἄργυρον οὐκ απίθανον εἶναι καὶ ἐν οὐρανῳ δένδρον δὲ οὐρανιὸν λέγειν καραγελαστότατον ἦν, δια τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φεροντα ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας: μόνον δὲ τὸ δόρυ ἑασαντα ἵνα σωθῆ καταλειπόμενον τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἡφαιστος κατεσκεύασε πιθανῶς δία τὸ τὴν ὕλην αὐτοῦ μὴ οὑράνι ἀλλ ἔγγειον καὶ Πηλειῶτιν εἶναι ⁑ On Iliad 16.142: πάλλειν ἀλλά μιν οἷος ἐπλιστατο πῆλαι ἡ διπλῆ ὅτι ἀντι ἀντι τοῦ ἐδύνατο . μόνος ἐδύνατο χρήσθαι τῶι δόρατι. τὸ γὰρ πῆλαι ἐκ παρεπομένου χρῆσιν σημαίνει⁑ On Iliad 16.149: Ξάνθον καὶ Βαλίον παροξυτονητεόν τὸ Βαλίον καὶ εἴρηται περι τῶν τοιούτων⁑ On Iliad 16.150: ἅρπυια ἤτοι ἀν έμου εἶδος παρα τὸ ἀρπαζειν. ἠ δαίμονες ἁρπακτικαὶ ὧν τὰ ὀνόματα. Ἀελλω , Ὠκυπέτη . Ποδαργη : τινὲς δὲ φασὶν ἄρπυια Ποδάργη ⁑ On Iliad 16.150: ἵν' ἦ ὄνομα Φοράδος λευκοὺς πόδας ἐχούσης ⁑ On Iliad 16.150: Ποδάργη εἴτε σύνθετεόν ἐστιν εἴτε παρα σύνθετον παροξυτονητεόν εἰσ ϊδιότητα ⁑ On Iliad 16.150: τοὺς ἔτεκε Ζεφύρῳ ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ἅρπυια πόδαργος ὡς ἐπιθετικον ἵν ᾗ ποδώκης. ἔστι δὲ τὸ κύριον ὄνομα Ποδάργη : σαφὲς δὲ καὶ ἐκ τούτων Ξανθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης ⁑ Intermarginal scholia On Iliad 16.140: Ζηνοδοτος τουτον ἀθετησας τοὺς ἑξῆς τέσσαρας οὐκ έγραφεν ⁑ On Iliad 16.143: τὴν ἐκ μελίης On Iliad 16.144: Ἀρισταρχος ν κορυφῇς δια τοῦ ν Interior scholia On Iliad 16.127: ἐν τῇ Μασσαλιωτικῃ ἐρωήν . On Iliad 16.129: ὅτι ἀντι τοῦ ἀγειραιμι . On Iliad 16.141: καθ εκαστον βραχὺ διασταλτέον ⁑ On Iliad 16.143: διχῶς καὶ τάμε καὶ πόρε ⁑ On Iliad 16.146: ὅτι Πάτροκλος μὲν Αχιλλέως ἠνιοχος Πατροκλου δὲ Αὐτομεδων ⁑ Exterior scholia On Iliad 16.127: ἐρωήν Venetus A (Marciana 454 = 822), folio 209, recto Iliad 16.151-16.175 16.151 βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο : 16.152 ἐν δε παρηορίῃσιν ἀμύμονα Πήδασον ἵ̈ει. 16.153 τόν ῥά ποτ’ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ’ Ἀχιλλεύς : 16.154 ὃς καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι: 16.155 Μυρμιδόνας δ’ ἂρ, ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς 16.156 πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν, οἱ δὲ λύκοι ὡς 16.157 ὠμοφάγοι. τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή: 16.158 οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες 16.159 δάπτουσιν. πᾶσιν δὲ παρήϊον αἵματι φοινὸν. 16.160 καί τ’ ἀγεληδὸν ϊάσιν. ἀπο κρήνης μελανύδρου 16.161 λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ 16.162 ἄκρον. ἐρευγόμενοι φόνον αἵματος: ἐν δέ τε θυμὸς 16.163 στήθεσιν ἄτρομός ἐστι, περὶστένεται δέ τε γαστὴρ. 16.164 τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες 16.165 ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο 16.166 ῥώοντ’: ἐν δ’ άρα τοῖσιν ἀρήϊος ἵ¨στατ’ Ἀχιλλεὺς . 16.167 ὀτρύνων ἵ¨ππους τε καὶ ἀνέρας ἀσπιδιώτᾱς: 16.168 πεντήκοντ’ ῆσαν νῆες θοαὶ. ᾗσιν Ἀχιλλεὺς 16.169 ἐς Τροίην ἡγεῖτο Διῒ φίλος. ἒν δ'ὰρ ἑκάστῃ 16.170 πεντήκοντ’ έσαν ἄνδρες ἐπι κληῗσιν ἑταῖροι. 16.171 πέντε δ’ ὰρ ἡγεμόνας ποιήσατο, τοῖς ἐπεποίθει. 16.172 σημαίνειν: αὐτὸς δὲ μέγα κρατέων ἤνασσε: 16.173 τῆς μὲν ἰ¨ῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ. 16.174 υἱὸς Σπερχειοῖο διϊπετέος ποταμοῖο: 16.175 ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη . Scholia to Iliad 16.151-16.175 Main scholia On Iliad 16.161: λαμψοντες γλώσσησιν ὅτι Ζήνοδοτος γράφει λάψαντες δια τοῦ α : ἔσονται δὲ ἤδη πεπωκότες καὶ ἐκλέλυται ἡ ἕμφασις. οἱ μὲν γὰρ αἵματος πεφορημένοι καὶ δια δίψαν ὁρμῶντες ἐπι τὴν κρήνην σώζουσι τὸ παράστημα. ἐπλάνησε δὲ τὸν Ζήνοδοτος τὸ ἑξῆς δεξάμενον, ἀπο κρήν ἴ+ασιν: οὐκ έδει δὲ ἀλλ' εις κρήνην πιόμενοι πορεύονται: ὀνοματοποιεῖται δὲ ἡ λέξις ἀπο τοῦ γινομένου ἤχους ἐν τῆ πόσει τῶν κυνῶν καὶ τῶν λύκων ⁑ On Iliad 16.161: μέλαν ὕδωρ Ἀναξαγόρας ἐπεὶ φύσει μέλαν καὶ γοῦν ὁ καπνος μέλας ἔστιν ἐκ τοῦ ὑδατος τῶν ξύλων ἀνιέμενος: οἱ δὲ δὶα τὴν σκιὰν τῶν φυτῶν ⁑ On Iliad 16.163: στήθεσιν ἄτρομός ἐστι ὅτι ἐστι μὴν ἐκδέξεσθαι καὶ τὸ στενοχωρειται : στονόμενος νεκύεσσιν ὥστε καταστρέφειν εἰς τὸ βαρύνεται : βελτιον δὲ παρεμπεπτωκέναι τὸ σ ὡς ἐπι τῆς φερεσβίου ὥσται εῖναι καὶ τὸ περιστένεται . ἀντι τοῦ περιτείνεται δια τὸ ἐμπλησθῆναι τοῦ αἵματος ⁑ Unindexed scholion: ἄκρον ἐρευγόμενοι τὴν πρωτήν λέξιν τοῖς ἄνω προσδιδόναι βέλτιον τὸ γὰρ συμβαῖνον ἀυτῷ ἀπαγγέλει οἱ πίνοντες ἄκρον προσφέρονται τὸ ὕδωρ ⁑ On Iliad 16.173: τῆς μὲν ϊῆς στιχὸς στιχὸς ὡς τριχός ἀπ ευθείας τῆς στίξ: τὸ δὲ ἰ+ῆς περισπωσιν καὶ τὸ ϊῇ δ' ἐν νυκτὶ γένοντο οὐκ ακολούθως εὐθείᾳ τῇ ΐαι βαρυνομενῃ: οὐ γὰρ πάντων ῆεν ὁμὸς θρόος οὐδ' ἴ+α γῆρυς εἴπομεν δὲ ἤδη περι αυτοῦ ⁑ On Iliad 16.174: σπερχειοῖο διϊπετέος ἤτοι ὑπο Διὸς πεπτωκότος δια τὸ ἀπο τῶν ὀμβρρίων ὑδάτων πληροῦσθαι τοὺς χειμάρρους ἠ διαφόνους ⁑ On Iliad 16.175: ὅν τέκε Πηλῆος θυγάτηρ ὅτι Φερεκύδης τὴν Πολυδώραν φησιν ἀδελφὴν Ἀχιλλέως οὐκ έστι δὲ καθ Ὅμηρον διαβεβαιώσασθαι πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι ὥσπερ καὶ ἐπ άλλων ἐπεὶ προσέθηκεν ἂν τεκμήριον τῆς προς Ἀχιλλεά συγγενειας ⁑ On Iliad 16.175: ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσσχεν ὡς μὲν Σταμφυλος φησὶν ἐν τῆ Θεσσαλικῶν ἐξ Ἔυρυδικης τῆς Ἄκτορος θυγατρός Φερεκύδης δὲ ἐξ Αντιγόνης τῆς Εὐρυτίωνος : ἄλλοι γ' ἐκ Λαοδαμείης τῆς Ἀλκμαίωνος ⁑ Interior scholia Unindexed scholion: Ζηνόδοτος πάντη ἀνα κλησιας Unindexed scholion: βραχύ διασταλτέον ἐπι τὸ ϊᾶσι πρὸς τὸ σαφεστερον Unindexed scholion: ὡραίων πιθηκῶν Unindexed scholion: χωρίς του τ ὃν τεκε Ἀρισταρχος οὑτῶς καὶ Αριστοφανης Exterior scholia On Iliad 16.160: ΐασιν Venetus A (Marciana 454 = 822), folio 209, verso Iliad 16.176-16.200 16.176 Σπερχειῷ ἀκάμαντι: γυνὴ θεῷ εὐνηθεῖσα. 16.177 αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷϊ, 16.178 ὅς ῥ’ ἀναφανδὸν όπυιε πορὼν ἀπερείσια ἕδνα: 16.179 τῆς δ’ ἑτέρης Ἔυδωρος ἀρήϊος ἡγεμόνευε. 16.180 παρθένιος. τὸν. ἔτικτε, χορῷ καλὴ Πολυμήλη . 16.181 Φύλαντος θυγάτηρ. τῆς δὲ κρατὺς Ἀργειφόντης 16.182 ἠράσατ’, ὀφθαλμοῖσιν ἰ̈ δὼν μετὰ μελπομένῃσιν 16.183 ἐν χορῷ Ἀρτέμιδος , χρυσηλακάτου, κελαδεινῆς. 16.184 αὐτίκα δ’ εἰς ὑπερῷ’ ἀναβὰς, παρελέξατο λάθρῃ 16.185 Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ, ἀγλαὸν υἱὸν 16.186 Ἔυδωρον . περὶ μὲν θείειν ταχὺν. ἠδὲ μαχητήν: 16.187 αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια 16.188 ἐξάγαγεν φώως δὲ καὶ ἠελίου ΐδεν αὐγὰς. 16.189 τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο 16.190 ἠγάγετο πρὸς δώματ’ ἐπεὶ πόρε μυρία ἕδνα. 16.191 τὸν δ’ ὁ γέρων Φύλας , εὖ, ἔτρεφεν. ἠδ’ ἀτίταλλεν. 16.192 ἀμφαγαπαζόμενος ὡς εἴ θ’ ἑὸν υἱὸν ἐόντα: 16.193 τῆς δὲ τρίτης, Πείσανδρος ἀρήϊος ἡγεμόνευε 16.194 Μαιμαλίδης , ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν 16.195 ἔγχεϊ μάρνασθαι μετὰ Πηλείωνος ἑταῖρον: 16.196 τῆς δὲ τετάρτης ἦρχε γέρων ἱ¨ππηλάτα Φοῖνιξ 16.197 πέμπτης δ’ Ἀλκιμέδων . Λαέρκεος υἱὸς ἀμύμων. 16.198 αὐτὰρ ἐπει δὴ πάντας ἅμ’ ἡγεμόνεσσιν Ἀχιλλεὺς 16.199 στῆσεν ἔϋ κρίνας κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε. 16.200 Μυρμιδόνες. μή τίς μοι ἀπειλάων λελαθέσθω. Scholia to Iliad 16.176-16.200 Main scholia On Iliad 16.177: Περιήρεος ὗϊ δια τοῦ ϊ μόνου γράφεται ἡ τελευταία συλλαβὴ, δι ὃ προπερισπαστέον ὁμοίως τῷ Νηληΐῳ υἷϊ εοικώς : εἰ μέντοι δια τῆς ει διφθόγγου ἐγράφετο ἡ τελευταία περιεσπᾶτο ἀπευθιας οῦσα τῆς ὑές ὁμοίως τῳ υἱεῖ εμ' ωκυμόρω ⁑ Intermarginal scholia On Iliad 16.182: διασταλτεον βραχυ μετα τὸ ἡράσατο. On Iliad 16.185: Ἀρισταρχος προπαροξύνει: οἱ δὲ ἄλλοι ἀναλογίαι πειθόμεναι προπερισπωσί ἐπεισθη δὲ ἡ παραδοσις Interior scholia On Iliad 16.178: ὁτι εδνα τα ὑπο τῶν γαμούντων διδομενα ταις γαμουμεναις On Iliad 16.188: οὕτως καὶ Ἀριστοφάνης φώως δὲ Ζηνόδοτος προ φώως δὲ Exterior scholia On Iliad 16.188: προ φόως δὲ Venetus A (Marciana 454 = 822), folio 210, recto Iliad 16.201-16.225 16.201 ἃς ἐπι νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι 16.202 πάνθ’ ὑπὸ μηνιθμὸν. καί μ’ ᾐτιάασθε ἕκαστος. 16.203 σχέτλιε Πηλέος υἱὲ. χόλῳ ἄρα σ’ ἔτρεφε μήτηρ , 16.204 νηλεὲς, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους: 16.205 οἴκαδέ περ σὺν νηυσὶ, νεώμεθα ποντοπόροισιν 16.206 αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ: 16.207 ταῦτά μ’ ἀγειρόμενοι θὰμ’ ἐβάζετε. νῦν δὲ πέφανται 16.208 φυλόπιδος μέγα ἔργον. ἕης τὸ πρίν γ’ ἐράασθε. 16.209 ἔνθά τις ἄλκιμον ῆτορ ἔχων. Τρώεσσι μαχέσθω. 16.210 ὡς εἰπὼν, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου: 16.211 μᾶλλον δὲ στίχες ἄρθεν. ἐπεὶ βασιλῆος ἄκουσαν. 16.212 ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι 16.213 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων. 16.214 ὡς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι: 16.215 ἀσπὶς ἄρ ἀσπίδ’ ἔρειδε. κόρυς κόρυν. ἀνέρα δ’ ἀνήρ: 16.216 ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι 16.217 νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι: 16.218 πάντων δὲ προπάροιθε δύ’ ἀνέρες θωρήσσεσθον: 16.219 Πάτροκλός τε καὶ Αὐτομέδων , ἕνα θυμὸν ἔχοντες: 16.220 πρόσθεν Μυρμιδόνων πολεμιζέμεν: αὐτὰρ Ἀχιλλεὺς 16.221 βῆ ρ’ ΐμεν ἐς κλισίην. χηλοῦ δ’ ἀπο πῶμ’ ἀνέῳγε 16.222 καλῆς. δαιδαλέης. τήν οἱ Θέτις ἀργυρόπεζα 16.223 θῆκ’ ἐπι νηὸς ἄγεσθαι, ἔϋ πλήσασα χιτώνων. 16.224 χλαινάων τ’ ἀνεμοσκεπέων, ούλων τε ταπήτων: 16.225 ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον: οὐδέ τις ἄλλος Scholia to Iliad 16.201-16.225 Main scholia On Iliad 16.202: πανθ' ὑπομηνιθμὸν: ἡ διπλῆ ὅτι Ζηνόδοτος ἕν ποιῶν γράφει χωρὶς τοῦ ϊ μητιάασθαι λαμβάνων ἀπο τῆς μήτιδος οἷον ἐβουλεύεσθε γίνεται δὲ ἀδιανόητον διὸ δεῖ σὺν τῷ ϊ γράφειν ῇτιάασθε . καὶ ὅτι πάνθ' ὑπομηνιθμὸν ἤτοι μετα πάσης μήνιδος καὶ χόλου, ἠ κατὰ πάντα τὸν τῆς μήνιδος χρόνον ⁑ On Iliad 16.203: σχέτλιε Πηλεος ὑιὲ ἀπέστροφε τὸν λόγον ἀπο τοῦ διηγηματος ἐπι τὸ μϊμητικὸν καὶ ἐλλείπει τὸ τάδε λέγων ἕκαστος ἐμὲ ᾐτιάασθε : καὶ ὅτι χόλω ἀρσενικῶς ἀντι τοῦ χολῇ ὑπερβολικῶς οὐ γάλακτι ἀλλὰ σχολῇ ⁑ On Iliad 16.207: ταῦτά μ' ἀγειρόμενοι: ἐπι τὴν τα συλλαβὴν ὀξεῖα ἐγκλιτικὴ γάρ ἐστιν ἡ με ταῦτά με ἀγειρόμενοι . οὕτως καὶ Ἀρίσταρχος . ὁ μέντοι Κρατήτιος Ἑρμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ δώσει καὶ δια τοῦ θ τὴν γραφὴν οὐκ έχουσαν οὔτως ⁑ On Iliad 16.211: μᾶλλον δὲ στίχες ἄρθεν: Ἀρισταρχος δασύνει. δεῖ δὲ ψιλοῦν ὡς ἐπεδείξαμεν ἐν τῆι ῥαψωιδίαι δια λαμβάνονεντες περι τοῦ ἄρσαντες κατα θύμον ⁑ On Iliad 16.222: ‡καλῆς δαιδαλέης: ὅτι οὐ δωδεκαταῖον ἀπέλειπε τὸν Ἀχιλλέα γεννήσασα ἡ Θετίς καθάπερ οἱ νεώτεροι ποιηταὶ ἀλλὰ συνεβίου Πηλεῖ . ἐκπέμπει γ'οὖν ἐπι τὸν πόλεμον Ἀχιλλέα καὶ φησὶν. τὸνδ' οὐχ ὑποδεξομαι αὖτις, οἴκαδὲ νοστήσαντα δωμοιο Πηλήϊον ὡς ἂν ἐπι τοῦ οἴκου μένουσα ⁑ On Iliad 16.224: οὔλων τε ταπήτων: ούλων ὡς δούλων : προείρηται δὲ ἡμῖν τὰ τῆς ἀναλογίας Interlinear scholia On Iliad 16.201@μηνιθμὸν: υπο παντης την της οργης χρόνην Intermarginal scholia On Iliad 16.207: Ἀρισταρχος ϊακῶς θαμὰ βαζετε ⁑ On Iliad 16.218: γράφεται θωρήσσοντο On Iliad 16.223: Ζηνοδοτος καὶ Ἀριστοφανης θῆκ' ἐπι νηὸς ἰόντι ⁑ Interior scholia On Iliad 16.205: ταῦτα ἀφ ετέρας ἀρχῆς διασταλτέον δε ἐπι τὸ νηλεες ⁑ On Iliad 16.217: στικτέον μᾶλλον γὰρ ἐμφαίνει ⁑ Exterior scholia On Iliad 16.201: αποστροφη λόγου ἀπο τοῦ διηγηματικοῦ επι το μιμητικόν ⁑ Venetus A (Marciana 454 = 822), folio 210, verso Iliad 16.226-16.250 16.226 οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ αἴθοπα οἶνον. 16.227 οὔτέ τεῳ σπένδεσκε θεῶν. ὅτι μὴ Διῒ πατρί 16.228 τό ῥα τότ’ ἐκ χηλοῖο λαβὼν, ἐκάθῃρε θεείῳ 16.229 πρῶτον. ἔπειτα δ’ ένιψ’ ὕδατος καλῇσι ῥοῇσι: 16.230 νίψατο δ’ αὐτὸς χεῖρας. ἀφύσσατο δ’ αίθοπα οἶνον: 16.231 εὔχετ’ ἔπειτα στὰς μέσῳ έρκεϊ: λεῖβε δὲ οἶνον, 16.232 οὐρανὸν εἰσἀνιδών. Δία δ’ οὐ λάθε τερπικέραυνον. 16.233 Ζεῦ άνα: Δωδωναῖε , Πελασγικὲ , τηλόθι ναίων, 16.234 Δωδώνης μεδέων δυσχειμέρου. ἀμφὶ δὲ, Σελλοὶ 16.235 σοὶ ναίουσ’ ὑποφῆται. ἀνιπτόποδες. χαμαιεῦναι. 16.236 ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο: 16.237 τίμησας μὲν ἐμὲ, μέγα δ’ ΐψαο λαὸν Ἀχαιῶν : 16.238 ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ. 16.239 αὐτὸς μὲν γὰρ ἐγὼ μενέω, νηῶν ἐν ἀγῶνι. 16.240 ἂλλ’ ἕταρον πέμπω πολέσιν μετα Μυρμιδόνεσσι 16.241 μάρνασθαι. τῷ κῦδος ἅμα πρόἑς εὐρύοπα Ζεῦ . 16.242 θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσὶν. ὄφρα καὶ Ἕκτωρ 16.243 εἴσεται. ἦρα καὶ οἶος ἐπίστηται πολεμίζειν 16.244 ἡμέτερος θεράπων. ἤ οἱ τότε χεῖρες ἄαπτοι: 16.245 μαίνονθ’, ὁππότ’ ἐγώ περ, ΐω μετὰ μῶλον Ἄρηος : 16.246 αὐτὰρ ἐπεί κ’ ἀπο ναῦφι μάχην ἐνοπήν τε δίηται. 16.247 ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵ̈κοιτο 16.248 τεύχεσί τε ξὺν, πᾶσι. καὶ ἀγχεμάχοις ἑτάροισιν: 16.249 ὡς έφατ’ εὐχόμενος. τοῦ δ’ ἔκλυε μητίετα Ζεύς : 16.250 τῷ δ’ ἕτερον μὲν ἔδωκε πατὴρ, ἕτερον δ’ ἀνένευσε: Scholia to Iliad 16.226-16.250 Main scholia On Iliad 16.233: ‡ Ζεῦ ἄνα Δωδωναῖε : ἐν χωρίωι τῶι Ὑπερβὸρωι τῆι Δωδώνηι τιμώμεναι . Δωδώναι δὲ δύο ἡ μὲν θαλασσίας: ἡ δὲ Μολοσσίας . τινὲς δὲ Δωδώνην τὴν γῆν παρ' ὅσον πάντα δίδωσιν. δυσχείμερον δὲ ὅτι πάγοις καὶ κρυμοῖς ὑπο τοῦ ουράνου συνέχεται: τίς δὲ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος καὶ τῶν τόπων ἐξ ὧν αὐτὸς ἐπικαλεῖται οὕτως: Δευκαλίων μετα τὸν επ αυτοῦ γενόμενον κατα κλυσμὸν παραγενόμενος εἰς τὴν ἤπειρον ἐμαντεύετο ἔπι τῆι δρυΐ πελειάδος δὲ χρησμὸν αὐτῶι δούσης κατοικίζει τὸν τόπον συνθροίσας τοὺς περλειφθέντας ἀπο τοῦ κατακλυσμοῦ καὶ ἀπο τοῦ Διὸς καὶ Δωδώνης μιᾶς τῶν Ὠκεανιδῶν ΔωΔώνην τὴν χώραν προσηγόρευσεν ἡ ϊστορία παρὰ Θρασυβουλῳ καὶ Ἀκεστοδώρῳ ⁑ On Iliad 16.233: Πελασγικε: Πελασγία πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο ἐξ οῦ θαυμαστὸς καὶ ὑπο Πελασγῶν τιμώμενος. ἐπεὶ Πελασγοὶ κατῳκουν τὴν Δωδώνην ἐκβληθέντες ἀπο Βοιωτίας ὑπὸ Αἰολέων ⁑ On Iliad 16.234: Δωδώνης μεδέων προσ τὸ τῆς γραφῆς ἀμφίβολον: οἱ μὲν γὰρ Σελλούς οἱ δὲ Ἐλλούς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἐστιν ἐκ πλήρους Σελλοί : καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις ἀφ οὗ εἰκὸς τοὺς παροίκους Σελλους καλεῖσθαι ⁑ On Iliad 16.234: ἀμφι δε Σελλοὶ. ὁ μὲν Πίνδαρος Ἐλλοὺς αὐτοὺς οἵεται δεῖ δὲ ἀπο τοῦ σ ἄρχεσθαι τὴν λέξιν ἀπο Σελλήεντος ποταμοῦ, ὀξύνεται δὲ τὸ ὄνομα. τὰ γὰρ εὶς λος ἑτέρῳ λ παραληγόμενα οὗ τὸ α μὴ προηγεῖται ὀξύνεται κιλλός εἶδος χρώματος ἐν Στεφανοπολίσιν Εὐβούλου εὐχρών τι κιλλὼν μανθάνεις θεριστριον πολλός , κυλλός , ἐλλός ἠ σελλός ἀμφι δὲ σελλοί . σκελλός , φελλός τὸ προσηγορικόν. τὸ δὲ Γάλλος καὶ ἄλλος τὸ α ἔχει προ τοῦ λ ἔτι δὲ τὸ ἄλλος καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται ⁑ On Iliad 16.234: Σελλοί: Πίνδαρος Ἐλλοί χωρὶς τοῦ σ ἀπο Ελλοῦ του δρυτόμου ᾧ φασὶ τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ μαντεῖον ⁑ On Iliad 16.235: ὑποφῆται: ὑπομάντεις ἱερεῖς ὅ ἐστι χρησμῶιδοί θεολόγοι προφῆται προφητας γὰρ λέγουσι τοὺς περι τὰ χρηστήρια ἀσχολουμένους καὶ τὰς μαντείας γινομένας ὐπὸ τοῦ ϊερέων ἐκφεροντας ⁑ On Iliad 16.235: ἀνιπτόποδες: ἤτοι βάρβαροι σκληρῶς τε καὶ νομαδικῶς ζῶντες ταύτην ἔχοντες δίαιταν ὡς μηδε ἀπονίζεσθαι τοὺς πόδας δια τὸ μὴ παραδέξασθαι τὴν ἐκ τοῦ πρώτου υἱου μεταβολήν. ἠ τοῦτο ἔκ τινος ἔθους ἐπι τιμῇ τοῦ θεοῦ ποιοῦντες. ἐνιοι γὰρ καὶ λουτρῶν ἀπέχονται καὶ τῆς τοιαύτης ἐπιμελειας: τινὲς δὲ αὐτοὺς δια τουτο λεγουσι ἀνιπτόποδας ὅτι οὐκ ἐξιᾶσιν ἔξω τοῦ ἱεροῦ διὸ οὔτε ἀπολούεσθαι ἀνάγκην ἔχουσιν: ἀνδρῶν δὲ ἐν ἱστορίαις φησὶν οὕτως κληθῆναι. ἐπεὶ φιλοπτόλεμοι ὄντες οὕτως ἑαυτοὺς ἐσκληραγώγουν: Ἀλέξανδρος δέ φησιν ὁ πλευρώνιος ἔθνος εἶναι τὸν ελλὸν ἀπόγονον τυρρηνῶν καὶ δια πατρῶιον ἔθος οὕτως τὸν Δια θρησκεύειν ⁑ On Iliad 16.236: ἠ μὲν δή ποτ' ἐμὸν: ἡ διπλῆ, ὅτι οὐ προσυνέσταται περι τῆς τῶν Ἀχαιῶν κακῶσεως εὐχόμενος, οὐδε κατ ευχὴν τετίμηνται ἀλλα δια τὰς τῆς Θέτιδος λιτάς. διὸ ἀθετητέον τὸν ἑξῆς τίμησας μὲν ἐμὲ καθολικῶς γὰρ λέγει καὶ οὐκ αφωρισμένον ἀναφέρει καιρὸν τὸν τῆς μήνιδος ⁑ On Iliad 16.237: τιμήσας μὲν ἐμε: ὁ μὲν ὀβελὸς, προς τὴν προειρημένην ἀθέτησιν. ὁ δε ἀστερίσκος ὅτι εκ τῆς τοῦ Χρυσου εὐχῆς μετενήνεκται ⁑ On Iliad 16.243: εἴσεται ῆ ρα καὶ οἷος: ἡ διπλῆ ὅτι Ζηνόδοτος γράφει ἐπιστέαται : ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικά ἐστι καὶ νῦν ἀναλογον ἕξει τὸ ἐπιστέαται τῷ ἐπίστανται ὅπερ οὐ συμφωνεῖ. ὅτι οὖν ἀντὶ τοῦ ἐπίσταται καὶ μετείληπται τὸ α εἰς τὸ η ⁑ On Iliad 16.248: τευχεσί τε συμ πᾶσι κατα παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν συν πρόθεσιν δια τὴν διαστολὴν τὴν προς τοὺς ἑτέρους. διὸ προπερισπᾶται τὸ πᾶσι συν τεύχεσι πᾶσι καὶ τοῖς ἑτέροις ἔστι μέντοι καὶ σύνθετον ποτὲ καὶ τρίτη ἀπο τέλους ἔσται ἡ οξεῖα ἀπευθείας τῆς σύμπαντες καὶ αιτιατικῆς τῆς σύμπαντας τοῖσδ' οὔτι δυνήσεαι ἀχνύμενος . καὶ οὕτως ἀνεγνώσθη τὸ σύμπασι Πυλίοισι : καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ. δια τοῦ μ ἐστιν ἐπεὶ καὶ σύνθεσιν. ἐν δὲ τῷ τεύχεσί τε ξὺν πᾶσι , φυλάξει τὸ ν ἑαυτῆς ἡ πρόθεσις δια τὴν παράθεσιν ⁑ Interlinear scholia On Iliad 16.233@Πελασγικὲ: οἱ Θεεσαλοι Πελασγικοι λέγονται Intermarginal scholia On Iliad 16.227: ουτως Ἀρισταρχος ὅτι μὴ Διϊ αλλοι δὲ δια τοῦ ε ὅτε ⁑ On Iliad 16.228: ουτως Ἀρισταρχος τό ρα δια τοῦ ἑνὸς ρ ⁑ On Iliad 16.245: βαρέως το ΐω ῥῆμα δισύλλαβον ὁ γὰρ πὲρ συνδεσμος ⁑ Exterior scholia On Iliad 16.227: ὅτε μὴ Διΐ Venetus A (Marciana 454 = 822), folio 211, recto Iliad 16.251-16.275 16.251 νηῶν μὲν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε 16.252 δῶκε: σόον δ’ ἀνένευσε μάχης ἐξαπονέεσθαι: 16.253 ἤτοι ὁ μὲν σπείσας τε καὶ εὐξάμενος Διῒ πατρὶ 16.254 ὰψ κλισίην εἰσῆλθε. δέπας δ’ ἀπέθηκ’ ἐνι χηλῷ. 16.255 στῆ δὲ πάροιθ’ ἐλθὼν κλισίης. ἔτι δ’ ἤθελε θυμῷ 16.256 εἰσϊδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν: 16.257 Οἱ δ’ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες 16.258 ἔστιχον. ὄφρ’ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν: 16.259 αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο 16.260 εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες. 16.261 αἰεὶ κερτομέοντες. ὁδῷ ἔπι οἰκί’ ἔχοντας. 16.262 νηπίαχοι. ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι: 16.263 τοὺς δ’ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης 16.264 κινήσῃ ἀἕκων. οἱ δ’ ἄλκιμον ῆτορ ἔχοντες. 16.265 πρόσσω πᾶς πέτεται, καὶ ἀμύνει οῖσι τέκεσσι: 16.266 τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες. 16.267 ἐκ νηῶν ἐχέοντο. βοὴ δ’ ἄσβεστος ὀρώρει: 16.268 Πάτροκλος δ’ ἑτάροισιν ἐκέκλετο, μακρὸν ἀΰσας. 16.269 Μυρμιδόνες, ἕταροι Πηληϊάδεω Ἀχιλῆος . 16.270 ἀνέρες ἔστε φίλοι. μνήσασθε δὲ θούριδος ἀλκῆς. 16.271 ὡς ἂν Πηλειδην τιμήσομεν, ὃς μέγ’ ἄριστος 16.272 Ἀργείων παρὰ νηυσὶ. καὶ ἀγχέμαχοι θεράποντες. 16.273 γνῷ δὲ καὶ Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων 16.274 ἣν άτην, ὅ τ’ ἄριστον Ἀχαιῶν . οὐδὲν ἔτισεν: 16.275 ώς εἰπὼν, ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Scholia to Iliad 16.251-16.275 Main scholia On Iliad 16.260: εἰνοδίοις οὓς παῖδες ὅτι τὴν αὐτὴν διάνοιαν ἐχει τὸ ἑξῆς καὶ ὑγιεστερον εἴρηται ⁑ On Iliad 16.261: αἰεὶ κερτομέοντες ἀθετεῖται τὸ κερτομεῖν οὐ τίθησιν ἐπὶ τοῦ δι έργων ἐρεθίζειν ἄλλα δια λόγων καὶ ὅτι δια του προειρημένου στίχου ταυτὸν εἴρηται τὸ γὰρ εἰνόδιον ταυτόν ἐστι τὸ ὁδῷ ἐπι οικί ἔχοντας : καὶ τὸ ἐριδμαίνωσι τῷ κερτομέοντας . καὶ τὸ αἰεὶ τὸ ἔθοντες ἐξ έθους συνεχῶς ἐπι φοιτῶντες ⁑ On Iliad 16.265: πρόσσω πᾶς πέτεται ὅτι πληθυντικῶς εἰπῶν οἱ δ' ἄλκιμον ῆτορ ἔχοντες ἑνικὸν ἐπιφέρει πᾶς πετεται δια τὸ τὴν ἔννοιαν τοῦ πᾶς πληθυντικὴν εῖναι μόνον γὰρ τὸ σχῆμα ἑνικὸν ὅμοιον τὸ ἀγρόμενοι πᾶς δῆμος ⁑ On Iliad 16.274: ἣν ἄτην: ὅτι τὸ δεν παρέλκεται ἔστι γὰρ ὅτι τὸν ἀόριστὸν τῶν Ἀχαιῶν οὐκ ἔτισεν⁑ Interlinear scholia On Iliad 16.272@ἀγχεμάχοι: ἄριστοι εἰσὶ δῆλον: Intermarginal scholia On Iliad 16.252: διχῶς γράφεται καὶ σόον καὶ σάον On Iliad 16.254: ουτως ἀπέθηκε δια τοῦ α On Iliad 16.261: Ἀρισταρχος έχοντες δια του ᾶς ἅπας ⁑ On Iliad 16.262: προπερισπᾶται προείρηται δέ ⁑ Interior scholia On Iliad 16.261: ἠθετηκε καὶ Ἀριστοφάνης Exterior scholia On Iliad 16.260: ἔθοντες Venetus A (Marciana 454 = 822), folio 211, verso Venetus A (Marciana 454 = 822), folio 212, recto Iliad 16.301-16.325 16.301 ὡς Δαναοὶ . νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ. 16.302 τυτθὸν ἀνέπνευσαν. πολέμου δ’ οὐ γίνετ’ ἐρωή: 16.303 οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν 16.304 προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν. 16.305 ἂλλ’ ἔτ’ ἂρ, ἀνθίσταντο, νεῶν δ’ ὑποεῖκον ἀνάγκῃ: 16.306 Ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. 16.307 ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς 16.308 αὐτίκ’ άρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν 16.309 ἔγχεϊ ὀξυόεντι. δια πρὸ δὲ χαλκὸν ἔλασσε: 16.310 ῥῆξεν δ’ ὀστέον ἔγχος, ὁ δὲ πρηνὴς ἐπὶ γαίηϛ 16.311 κάππεσ’: ἀτὰρ Μενέλαος ἀρήϊος οῦτα Θόαντα 16.312 στέρνον γυμνωθέντα παρ’, ἀσπίδα: λῦσε δὲ γυῖα: 16.313 Φυλείδης δ’ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας 16.314 έφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος 16.315 μυιὼν ἀνθρώπου πέλεται: περὶ δ’ ἔγχεος αἰχμῇ 16.316 νεῦρα διεσχίσθη. τὸν δὲ σκότος ὄσσε κάλυψε. 16.317 Νεστορίδαι δ’, ὁ μὲν ούτασ’ Ἀτύμνιον ὀξέϊ δουρὶ 16.318 Ἀντίλοχος , λαπάρης δὲ διήλασε χάλκεον ἔγχος. 16.319 ήριπε δὲ προπάροιθε, Μάρις δ’ αὐτοσχεδὰ δουρὶ 16.320 Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς. 16.321 στὰς πρόσθεν νέκυος, τοῦ δ’ ἀντίθεος Θρασυμήδης 16.322 ἔφθη ὀρεξάμενος πρὶν ουτάσαι, οὐδ’ ἀφάμαρτεν. 16.323 ὦμον ἄφαρ: πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ 16.324 δρύψ’ ἀπὸ μυιώνων. ἀπο δ’ ὀστέον ἄχρις ἄραξε: 16.325 δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν. Scholia to Iliad 16.301-16.325 Main scholia On Iliad 16.305: ἀνθ ἵσταντο: ἕν εστι τὸ ἀνθίσταντο οὐχι ἄντα ἐπίρρημα καὶ ἵσταντο ὥς τινες⁑ On Iliad 16.308: αὐτίκ' ἄρα στρεφθέντος, τοῦτο καὶ απ άλλης ἀρχῆς δύναται λέγεσθαι ἵνα στίζωμεν ἐπὶ τὸ υἱὸς κοινὸν δὲ νοηθήσεται κατ εκείνης τῆς διανοίας τὸ ἕλεν ⁑ On Iliad 16.317: Νεστορίδαι δ', ὁ μὲν οὔτασ' προς τὸ σχήμα: ὅτι ἀντι τοῦ Νεστοριδῶν : ὁ μὲν Ἀντίλοχος οὔτασεν Ἀτυμνιον : ὁ δε Θρασυμήδης Μάριν ⁑ On Iliad 16.324: ἄχρις ἄραξε: Ἀρίσταρχος ὡς μεχρις ἀνεγίνωσκε παρ' ὃ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν ὡς τὰ εἰς ις ἐπίρρηματα δισύλλαβα βαρύνεται ὡς ἐχει τὸ ἄνις : ἅλις : μόγις : ἄχρις : αὖθις . ὀξύνεται δὲ τὸ χωρὶς καὶ ἀμφὶς . δι' ὅτι μακρὰν ἔσχεν ἤτοι φύσει ἠ θέσει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἠ τὴν κοινὴν καλουμένην ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι δι ὃ ἐμάχετο τὸ αὖθι βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατα τὸ τέλος. αὖθις αὖθι αὖθιν : τὸ δε τοιοῦτον ἑωράτο καὶ ἐπι τοῦ πέρυσι βαρυνομένου⁑ Intermarginal scholia On Iliad 16.311: προς τὴν ὁμωνυμίαν ὅτι Τρωϊκος ὁ Θόας ουτος ⁑ Interior scholia On Iliad 16.305: ζητῶ περι τοῦ τόνου τοῦ ὑποεῖκον πῶς δεῖ ἀναγινώσκειν ⁑ On Iliad 16.307: τὸ ἡγεμόνων βέλτιον ἡ συνηθεια τῆς ἄνω προσνέμει ⁑ On Iliad 16.315: μῦιες καλοῦνται αἱ συνεστραμμέναι σάρκαι ⁑⁑ On Iliad 16.317: μετὰ τὸν δε συνδεσμον διασταλτεόν ⁑ Exterior scholia On Iliad 16.305: ὑποεἴκον Venetus A (Marciana 454 = 822), folio 212, verso Iliad 16.326-16.350 16.326 ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε 16.327 βήτην εἰς Ἔρεβος , Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι. 16.328 υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν 16.329 θρέψεν ἀμαιμακέτην. πολέσιν κακὸν ἀνθρώποισιν: 16.330 Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσᾱς 16.331 ζωὸν ἕλε. βλαφθέντα κατὰ κλόνον: ἀλλά οἱ αὖθι 16.332 λῦσε μένος, πλήξας ξίφει αὐχένα κωπήεντι. 16.333 πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι. τὸν δὲ κατ’ ὄσσε 16.334 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. 16.335 Πηνέλεως δὲ Λύκων τε συνέδραμον: ἔγχεσι μὲν γὰρ 16.336 ἤμβροτον ἀλλήλων, μέλεον δ’ ἠκόντισαν ἄμφω: 16.337 τὼ δ’ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν 16.338 ἱ¨πποκόμου κόρυθος φάλον ήλασεν, ἀμφὶ δὲ καλὸν 16.339 φάσγανον ἐρραίσθη: ὁ δ’ ὑπ’ οὔατος αὐχένα θεῖνε 16.340 Πηνέλεως , πᾶν δ’ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ’ οῖον 16.341 δέρμα: παρηέρθη δὲ κάρη. ὑπέλυντο δὲ γυῖα: 16.342 Μηριόνης δ’ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι: 16.343 νύξ’. ἵππων ἐπιβησόμενον, κατα δεξιὸν ὦμον. 16.344 ήριπε δ’ ἐξ ὀχέων. κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς: 16.345 ᾿Ϊδομενεὺς δ’ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ, 16.346 νύξε. τὸ δ’ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε 16.347 νέρθεν ὑπ’ ἐγκεφάλοιο. κέασσε δ’ ὰρ’ ὀστέα λευκά. 16.348 ἐκ δ’ ἐτίναχθεν ὀδόντες. ἐνέπλησθεν δέ οἱ ἄμφω 16.349 αἵματος ὀφθαλμοὶ. τὸ δ’ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας 16.350 πρῆσε χανὼν. θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. Scholia to Iliad 16.326-16.350 Main scholia On Iliad 16.326: ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι ἡ διπλῆ ὅτι πτῶσις ἤλλακται δοτικῆ ἀντι γενικῆς. καὶ ἡ ὑπό πρόθεσις παρεῖται ἔστι γὰρ ἀντι τοῦ ὡς τὼ μὲν ὑπὸ δοιῶν κασιγνήτων δαμέντε⁑ On Iliad 16.336: ἤνβροτον ἀλλήλων μέλεον δ ἠκοντισαν ὅτι μέλεον ἀντι τοῦ μελέως ματαίως. καὶ δια παντὸς οὕτως Ὅμηρος χρῆται: οἱδε τραγικοὶ ἐπι τοῦ οἴκτρου καὶ τάλανος καὶ ἡ συνήθεια πρὸς οὕς καὶ ἡ σημείωσις⁑ On Iliad 16.339: θεῖνε ἀντι παρῳχημένου τοῦ ἐπάταξε ποικίλλει δὲ συνήθως τὰς πληγάς⁑ On Iliad 16.342: κιχείς απὸ τοῦ κίχημι , ἠ τῆς κιχὼν παθητικὸν ὡς τῆς λιπὼν ἡ λιπείς . τῆς ἐριπῶν ἡ εριπείς ⁑ On Iliad 16.349: αἵματος ὀφθαλμοὶ βραχὺ διασταλτέον ἐπι τὸ ὀφθαλμοὶ ἔσται δὲ ὁ λόγος. ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος ὃ δὴ διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν χανὼν ἀπεφύσησεν⁑ Interlinear scholia On Iliad 16.336@μέλεον: μάταιον Venetus A (Marciana 454 = 822), folio 213, recto Iliad 16.351-16.375 16.351 Οὗτοι ἂρ’ ἡγεμόνες Δαναῶν , ἕλον ἄνδρα ἕκαστος: 16.352 ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἠ ἐρίφοισι 16.353 σίνται. ὑπεκ μήλων αιρεύμενοι. αἵ τ’ ἐν όρεσσι 16.354 ποιμένος ἀφραδίῃσι διέτμαγεν. οἱ δὲ ϊ᾿δόντες 16.355 αῖψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας. 16.356 ὡς Δαναοὶ Τρώεσσιν ἐπέχραον: οἱ δὲ φόβοιο 16.357 δυσκελάδου μνήσαντο: λάθοντο δὲ θούριδος ἀλκῆς: 16.358 Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ 16.359 ΐετ’ ἀκοντίσσαι: ὁ δὲ ϊδρείῃ πολέμοιο. 16.360 ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους: 16.361 σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων: 16.362 ῆ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην: 16.363 ἀλλὰ καὶ ὡς ἀνέμιμνε, σάω δ’ ἐρίηρας ἑταίρους. 16.364 Ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω, 16.365 αἰθέρος ἐκ δῑ´ης. ὅτε τε Ζεὺς λαίλαπα τείνῃ. 16.366 ὡς τῶν ἐκ νηῶν γένετο ἰ¨αχή τε φόβος τε: 16.367 οὐδὲ κατὰ μοῖραν πέραον πάλιν: Ἕκτορα δ’ ἵ¨πποι 16.368 ἔκφερον ὠκύποδες σὺν τεύχεσι: λεῖπε δὲ λαὸν 16.369 Τρωϊκὸν . οὓς ἀἕκοντας ὀρυκτὴ τάφρος ἔρυκε: 16.370 πολλοὶ δ’ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι. 16.371 άξαντ’ ἐν πρώτῳ ῥυμῷ. λίπον ἅρματ’ ἀνάκτων: 16.372 Πάτροκλος δ’ ἕπετο, σφεδανὸν Δαναοῖσι κελεύων: 16.373 Τρωσὶ κακὰ φρονέων: οἱ δὲ ἰ¨αχῇ τε φόβῳ τε 16.374 πάσᾱς πλῆσαν ὁδοὺς ἐπεὶ ὰρ τμάγεν: ὕψι δ’ ἀέλλη 16.375 σκίδναθ’ ὑπαὶ νεφέων. τανύοντο δὲ μώνυχες ἵ¨πποι Scholia to Iliad 16.351-16.375 Main scholia On Iliad 16.352: ὡς δε λύκοι ἄρνεσιν ἐπεχραον ὅτ ἄν ἐνὸς ἔφοδον δηλῶσαι θέληι , λἐοντα εἰς τὴν εἰκὸνα παραλαμβάνει, ἤτοι ὁ μὲν πρώτεσσι βόεσσι νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι βουληθεὶς , τὰ ἀγεληδὸν ἐφορμῶντα ζὼα. παρέλαβε τοὺς λύκους⁑ On Iliad 16.353: ὑπεκ μήλων μήλων προβάτων καὶ αἰγῶν ἐν ἄλλοις μῆλ' ὕεστε καὶ αῖγες . πρόβατα πάντα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοι καὶ εὔπολις προβατικὸν χορὸν φησὶ τὸν ἐξ αιγῶν⁑ On Iliad 16.354: ποιμένος ἀφραδίηισι διέτμαγεν ἡ διπλῆ, ὅτι οὕτως δεῖ γράφειν διετμαγεν ὡς κόσμηθεν ἵν' ηἶ διετμάγησαν παθητικῶς. τὸ γὰρ διἐτμαγον ἐνεργητικόν ἐστιν⁑ On Iliad 16.358: αἴας δ' ὁ μέγας ἡ διπλῆ, ὅτι συγκριτικῶς λέγεται πρὸσ τὸν ἕτερον αἴαντα ὁ μέγας ὁ τελαμώνιος ἐπεὶ εκεῖνος μείων⁑ On Iliad 16.361: σκἐπετ' ὀϊστῶν ὅτι τὸ σκέπτετο ἴσον τῶι οῖον ἀπεσκόπευε , καὶ παρετήρει εἰσ τὸ μὴ μὴ πληγῆναι ⁑ On Iliad 16.364: ὡς δ' ὅτ' ἀπ' οὐλύμπου ὅτι σαφῶς οὐκ έστιν ὄλυμπος καὶ οὐρανὸς ὁ αὐτός. ὡς γὰρ ἀφ ετέρου ἐφ έτερον φησὶ τὸ νέφος ἔρχεσθαι, οὐδἐ μιν τὀπος ἐπούρανιος ὁ γὰρ ὅμηρος ἀπο τῶν γινωσκομένων πᾶσι ποιεῖται τὰς ὁμοιώσεις. καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι καὶ γὰρ ἀπο τῶν ορῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν. ὡς δ' ὁτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσηι πυκινὸν νένος: τοι γαρ οὖν καὶ ὅταν λέγει ὡς δ' ὅτ' ἀπ' οὐλυμποιο νἐφος ἔρχεται ἀπο οὐρους σημαίνει⁑ On Iliad 16.365: αἰθέροι ἐκ δίης τοῦτο ἑκατέροις δύναται προςδίδοσθαι τὸ μέντοι ζήτημα ὁμοίως μἐνει ἀέρος γὰρ πάθη ταῦτα: τάχα οὖν κεῖται ὁ αἰθὴρ αντι τοῦ ἀερός⁑ On Iliad 16.365: αἰθέρος ἐκ δίης πῶς αἰθέρος τὰ γὰρ πάθη ταῦτα περι τὸν αέρα συμβέβηκε τάχα οὖν συγχεῖται ὁ ἀήρ πρὸς τὸν αἰθέρα ὡς καὶ ἐν τῆι αἵματι μυδαλέας ἐξ αιθέρος καὶ ζεὺς δ' ἔλαχεν οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέεσσιν οὐ γὰρ αἱ νεφέλαι ἐν τῶι αἰθέρι⁑ On Iliad 16.371: ἄξαντ' ἐν πρώτωι ῥυμῶι ὅτι ἀντὶ τού ἄκρωι καὶ οὐχ ὡς δευτέρου ὄντος ῥυμοῦ εἷς γὰρ ἐστι: πρώτηισιν δὲ πύληισιν ἀντι τοῦ ἄκραις ⁑ Interlinear scholia On Iliad 16.374@τμάγεν: καὶ τουτο δια τοῦ ε On Iliad 16.377@ὑπαὶ: υπο τὰ νέφη: ἠ ὑπο τῶν ἀνέμων ⁑ Intermarginal scholia On Iliad 16.351: ἐν αλλωι ἄνδρας ἀριστους On Iliad 16.353: ουτως αἵ θηλυκῶς αἱ ὀϊες On Iliad 16.354: ουτω διὰ τοῦ ε διετμαγεν On Iliad 16.374: ὁ κονιορτός Interior scholia On Iliad 16.351: βραχὺ διασταλτἐον Δαναοὶ διὰ τὸ ἀπεμφαινον ⁑ On Iliad 16.372: οὕτως ὡς σφοδρὸν προεἰρηται ⁑ Exterior scholia On Iliad 16.358: Αἴας Venetus A (Marciana 454 = 822), folio 213, verso Iliad 16.376-16.400 16.376 ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 16.377 Πάτροκλος δ’ ᾗ πλεῖστον ὀρινόμενον ἴ¨δε λαὸν. 16.378 τῇ ῥ’ ἔχ’ ὁμοκλήσας. ὑπὸ δ’ άξοσι φῶτες ἔπιπτον 16.379 πρηνέες ἐξ ὀχέων. δίφροι δ’ ἀνακυμβαλίαζον: 16.380 ἀντικρὺ δ’ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵ¨πποι 16.382 πρόσσω ἱ¨έμενοι. ἐπι δ’ Ἕκτορι κέκλετο θυμὸς: 16.383 ΐετο γὰρ βαλέειν. τὸν δ’ ἔκφερον ὠκέες ἵπποι: 16.384 ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν 16.385 ήματ’ ὀπωρινῷ. ὅτε λαβρότατον χέει ὑδωρ 16.386 Ζεὺς , ὅτε δὴ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ. 16.387 οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας: 16.388 ἐκ δὲ δίκην ἐλάσωσι. θεῶν όπιν οὐκ λέγοντες. 16.389 τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες: 16.390 πολλὰς δὲ κλιτῦ`ς τότ’ ἀποτμήγουσι χαράδραι. 16.391 ἐς δ’ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι. 16.392 ἐξ ορέων ἐπικάρ. μινύθει δέ τε ἔργ’ ἀνω¯ν: 16.393 ὡς ἵ¨πποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι: 16.394 Πάτροκλος δ’ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, 16.395 ὰψ ἐπὶ νῆας έεργε παλιμπετὲς: οὐδὲ πόληος 16.396 εἴᾱ ἱ¨εμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ 16.397 νηῶν. καὶ ποταμοῦ. καὶ τείχεος ὑψηλοῖο. 16.398 κτεῖνε μεταΐσσων. πολέων δ’ ἀπετίνυτο ποινήν: 16.399 ἔνθ’ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ 16.400 στέρνον γυμνωθέντα παρ’ ἀσπίδα. λῦσε δὲ γυῖα: Scholia to Iliad 16.376-16.400 Main scholia On Iliad 16.379: πρηνέες ἐξ οχέων: οὕτως Ἀρίσταρχος ἀνακυμβαλίαζον δια τοῦ α οὐ γὰρ ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρα τοῖς Ἴωσιν ⁑ On Iliad 16.390: πολλὰς δὲ κλιτὺς: ἐχρῆν μὲν δια τὸ κλιτύας οὐρῆας περισπᾶσθαι τὸ κλιτὺς ἀνεγνώσθη δὲ κατ οξεῖαν τάσιν ἐν εγκλίσει ὁμοίως τῷ κνημίδας ῥαπτὰς δέδετο γραπτῦς ἀλέεινων : σχόλιον ἐν μέντοι τῇ φανερῶς τὸ γραπτῦς περισπᾷ καὶ φησὶν, ὅτι εἰη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς δεῖ περισπᾶσθαι ἀμφίβολος οὖν ἐφεκατέρων ὁ τόνος. εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν ἐκεῖνο ἀνθέλκει. εἰ δὲ ἐκείνοις τοῦτο πάλιν ἀντίκειται ⁑ On Iliad 16.390: χαράδραι. προ τέλους ἡ ὀξεῖα ὡς φαρέτραι προεἴρηται δὲ τὰ τῆς ἀναλογίας, οὕτως δὲ καὶ Ἀρισταρχος ⁑ On Iliad 16.392: ἐξ ορέων ἐπικαρ: ὅτι ἐπικαρα ἐστι κατ' ἀποκοπήν. σημαίνει δὲ τὴν ἄνωθεν καταφορὰν τοῦ ὕδατος: οὐ λέγει δὲ ὁ ποιητής ποτὲ κάρα . ἀλλα κάρη . αὐτὸ δὲ τὸ κάρη τοῦ καρὴνος ἐστιν ἀποκοπή τα γαρ εἰς η οὐδέτερα ἠ δυϊκα ἐστιν ἢ πληθυντικά. Interlinear scholia On Iliad 16.392@κάρ: ἐπι κεφαλήν ⁑ Intermarginal scholia On Iliad 16.376: ἐν αλλῳ ἄψορρον προτι άστυ ελιχθέντων ὑπ Ἀχαιῶν ⁑ On Iliad 16.379: ουτως Ἀρισταρχος ἄλλοι δὲ ἀνεκυμβαλίαζον On Iliad 16.390: αἱ αποκλίσεις τῶν ὀρῶν ⁑ On Iliad 16.399: ἐν αλλῷ βάλε ποιμενα λαῶν On Iliad 16.401: ότι ὡς περι αλλον επήνεγκεν ὁ δε Θέστορα τοῦ λόγου ὄντος περι τοῦ αὐτοῦ ⁑ Interior scholia On Iliad 16.387: ὅτι ἀντὶ τοῦ δίκας ⁑ On Iliad 16.401: ὅτι ὡς περι ἄλλου ἑπήνεγκε ὁ δὲ Θέστορα τοῦ λόγου οντος περὶ τοῦ αυτοῦ ⁑ Exterior scholia On Iliad 16.379: ἀνεκυμβαλιάζον On Iliad 16.387: περὶ αδικίας κριτῶν Venetus A (Marciana 454 = 822), folio 214, recto Iliad 16.402-16.426 16.402 δεύτερον ὁρμηθείς. ὁ μὲν ἐϋ ξέστῳ ἐνί δίφρῳ 16.403 ἧστο ἀλεὶς, ἐκ γὰρ πλήγη φρένας, ἐκ δ’ ἄρα χειρῶν 16.404 ηνία ἠΐχθησαν. ὁ δ'ἔγχεϊ νύξε παραστὰς 16.405 γναθμὸν δεξιτερόν, δια δ’ αὐτοῦ πεῖρεν ὀδόντων: 16.406 ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις. φὼς 16.407 πέτρῃ ἐπὶ προβλῆτι καθήμενος ϊ῾ερὸν ϊ᾿χθύ`ν 16.408 ἐκ πόντοιο θύραζε λίνῳ καὶ ήνοπι χαλκῷ: 16.409 ώς ἕλκ’ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ: 16.410 κάδ δ’ ὰρ’ ἐπι στόμ’ ἔωσε: πεσόντα δέ μιν λίπε θυμός: 16.411 αὐτὰρ ἔπειτ’ Εὐρυαλον ἐπεσσύμενον βάλε πέτρῳ 16.412 μέσσην κακ κεφαλήν: ἡ δ’ ἄνδιχα πᾶσα κεάσθη 16.413 ἐν κόρυθι βριαρῇ: ὁ δ’ ἄρα πρηνὴς ἐπι γαίῃ 16.414 κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής: 16.415 αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφοτερὸν . καὶ Ἐπάλτην . 16.416 Τληπόλεμόν τε Δαμαστορίδην . Ἐχίον τε. Πύριν τε. 16.417 Ϊ᾿φέα τ’. Εὔιππόν Ϊ᾿φέα τε. καὶ Ἀργεάδην Πολύμηλον . 16.418 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ: 16.419 Σαρπηδὼν δ’ ὡς οὖν ΐ᾿δ’ ἀμιτροχίτωνας ἑταίρους 16.420 χὲρσ’ ὑπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας 16.421 κέκλετ’ ὰρ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν : 16.422 αἰδὼς ὦ Λύκιοι . πόσε φεύγετε. νῦν θοοὶ ἔστε. 16.423 ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος. ὄφρα δαείω 16.424 ὅς τις ὅδε κρατέει. καὶ δὴ κακὰ πολλὰ ἔοργε 16.425 Τρῶας . ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν. 16.426 Ἦ ῥα. καὶ ἐξ οχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. Scholia to Iliad 16.402-16.426 Main scholia On Iliad 16.402: δεύτερον ορμηθείς. οὐ στικτέον μετα τὸ ορμηθεὶς . ἀλλα διἀσταλτέον ἐπαναλαμβάνει γάρ γίνεται οὖν τὸ ἑξῆς οὕτως ὁδὲ Θέστορα ήνοπος ὑὸν δεύτερον ορμηθεὶς ἔγχεϊ νύξε παραστάς ⁑ On Iliad 16.403: ἧστο ἁλεὶς ἐκ γὰρ πλήγη, ὅτι τὸ ἐκ γὰρ πλήγη , ἀντι τοῦ ἐξεπλάγη γὰρ κατα μετάληψιν τοῦ η εἰς τὸ α ⁑ On Iliad 16.407: ἱερὸν ϊχθὺν, ἤτοι μέγαν, ἠ Ποσειδῶνος , ἠ τὸν ἄνετον δια τὸ μὴ πεπτωκέναι ὑπο χρήσιν τὴν ἀπο τῶν ἰχθύων τροφὴν ἐπι τῶν ἡρώων μή τι γε κατα τὸ σπάνιον δι ανάγκην λιμοῦ ⁑ On Iliad 16.407: πετρη ἐπι προβλητι: ὅτι οὐκ ἐπί τι εῖδος ἰχθύος φερόμενος εἴρηκεν ἵερὸν ἰχθῦν καθάπερ τινὲς ἀποδεδώκασι τὸν πομπιλον. οἱ δὲ τὸν κάλλιχθυν. ἀλλα κοινότερον τὸν ἄνετον καὶ εὐτραφῆ ὡς ἱερὸν βοῦν λέγομεν τὀν ἀνιμένον ⁑ On Iliad 16.408: ἐκ πόντοιο θύραζε λίνῳ: αἱ γὰρ ορμίαι λιναι περι ἃς ῆπτον συρίγγια κεράτινα ἵνα μὴ ἀπο τρόγωσιν οἱ ἰχθύες τὸ λίνον ⁑ On Iliad 16.415: ἀμφοτερὸν εἰς διαστολήν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς δεξιτερον καὶ ἐπείσθησαν οἱ γραμματικοί. περι δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ετέροις ἡμῖν εἴρηται ⁑ Intermarginal scholia On Iliad 16.406: ἕλκε χωρὶς τοῦ ϊ Ἀρισταρχος καὶ ἑξῆς ὡς ἑλκ' ἐκ δίφροιο ⁑ On Iliad 16.419: τοὺς χιτωνας μὲν ἔχοντας, τὰς δε μίτρας μὴ εζωσμένας ⁑ Interior scholia On Iliad 16.403: συστραφείς Venetus A (Marciana 454 = 822), folio 214, verso Iliad 16.427-16.451 16.427 Πάτροκλος δ’ ἑτέρωθεν ἐπεὶ ΐδεν. ἔκθορε δίφρου: 16.428 οἱ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες. ἀγκυλοχεῖλαι. 16.429 πέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται. 16.430 ὡς οἳ κεκλήγοντες. ἐπ’ ἀλλήλοισιν ὄρουσαν: 16.431 τοὺς δὲ ἰ¨δὼν ἐλέησε Κρόνου πάῖς ἀγκυλομήτεω: 16.432 Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε. 16.433 ῴ μοι ἐγὼν. ὅ τε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν 16.434 μοῖρ’ ὑπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι: 16.435 διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι. 16.436 ἤ μιν ζωὸν ἐόντα, μάχης ἄπο δακρυοέσσης 16.437 θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ. 16.438 ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω: 16.439 Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη : 16.440 αἰνότατε Κρονίδη : ποῖον τὸν μῦθον ἔειπες: 16.441 ἄνδρα θνητὸν ἐόντα. πάλαι πεπρωμένον αἴσῃ. 16.442 ὰψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι: 16.443 ἔρδ’: ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι: 16.444 ἄλλο δέ τοι ἐρέω. σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο, σῇσιν: 16.445 αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δὲ. 16.446 φράζεο. μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος 16.447 πέμπειν ὃν φίλον υἱὸν ἄπὸ κρατερῆς ὑσμίνης: 16.448 πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται 16.449 υἱέες ἀθανάτων. τοῖσιν κότον αἰνὸν ἐνήσεις: 16.450 ἂλλ’ ἤτοι φίλον ἐστὶ. τεὸν δ’ ὀλοφύρεται ῆτορ. Scholia to Iliad 16.427-16.451 Main scholia On Iliad 16.428: οἱ δ'ὥστ' αἰγυπιοὶ γαμψώνυχεσ ἄκρωσ τὸ ὀμοίωμα παρετήρησεν, οὐ γὰρ ἀφανῶς συμβάλλει τὰ ζῷα ταῦτα ἐς μάχην φησὶ γοὖν καὶ ἀλεξανδρος ὁ μύνδιος μετα βοῆς ἐπι πετρῶν ταύτα μάχεσθαι ⁑ On Iliad 16.430: ὡς ει κεκληγόντες ὡς λέγοντές ἀπο ευθεἰας ἐνικῆς τῆς εἰς ν κεκλήγων. ἔθος δὲ τῳ ποιητῃ οὕτως σχηματίζειν ⁑ On Iliad 16.432: ἤρην δἐ προσέειπεν ὁτι ζηνόδοτος καθόλου περιγράφει ομιλίαν τοῦ Διὸς καὶ τῆς Ἥρας οὐκ αιστόμενος ὁτι πολλὰ κατα συμπέρασμα λέγει ὁ ποιητης σιωπωμένος γεγονότα καὶ οὐ δεόν ἐπιζητεῖν πῶς εἰ μικρον ἔμπροσθεν ἐπι τὸν Όλυμπον παρακεχωρηκυῖα, νῦν ἐπι τῆς Ἴδης εστιν On Iliad 16.436: ἤ μιν ζωὸν ἐόντα τὸ μὲν πρῶτον η ὀξυτονητέον: τὸν δὲ δεύτερον περισπαστέον ἡ ἠδη χείρεσσιν ⁑ On Iliad 16.445: αἴ κε ζῶν οὕτως ζὼν αἱ Ἀρισταρχου ἀπ ἐυθείας τῆς ζὼς τὸν ζὼν ἐφίηκε ζὼς ἀμεμηνὸς ἔα ⁑ On Iliad 16.445: ὃν δὲ δόμον δὲ τὸ ὄν δε εἴτε ἔχει παρέλκοντα τὸν δὲ σύνδεσμον, εἴτε ὅμοιο ἐστι τὸ οἶκονδὲ ἀντι τοῦ εἰς οἰκον, πάλιν ἐν τῇ συντάξει βαρυτονηθήσεται ὡς ἐν τῷ αγρὸνδὲ προΐαλλε ὥστε περισσὴ ἡ ὀξεία ἐν τῇ ὄν αἱτιατικῇ κατα τὴν σύνταξιν ⁑ Intermarginal scholia On Iliad 16.430: ἐν τη ἕτερη τῶν αρισταρχου κεκληγῶτες ⁑ On Iliad 16.445: οὑτῶς ἀρισταρχος μονοσυλλάβως ζῶν ἄλλοι δέ ζωὸν ⁑ On Iliad 16.450: αρίσταρχος φιλοσ εστι αλλοι δὲ φίλον εστι ⁑ Interior scholia On Iliad 16.432: αἱμομικτου διὸς ἀνασκαφῇ τὰ ἕτη ⁑ Exterior scholia On Iliad 16.445: αἰ κε ζωὸν On Iliad 16.450: ἀλλ' εἴτοι φιλος εστι Venetus A (Marciana 454 = 822), folio 215, recto Iliad 16.452-16.476 16.452 χὲρσ’ ὑπο Πατρόκλοιο Μενοιτιάδᾱο δαμῆναι: 16.453 αὐτὰρ ἐπει δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών. 16.454 πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον 16.455 εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ΐκωνται, 16.456 ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε έται τε 16.457 τύμβῳ τε στήλῃ τε. τὸ γὰρ γέρας ἐστὶ θανόντων: 16.458 Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε: 16.459 αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε. 16.460 παῖδα φίλον τιμῶν. τόν οἱ Πάτροκλος ἔμελλε 16.461 φθίσειν ἐν Τροίῃ ἐριβώλακι. τηλόθι πάτρης: 16.462 Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ΐόντες. 16.463 ἔνθ’ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον . 16.464 ὅς ῥ’ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, 16.465 τὸν βάλε. νείαιραν κατὰ γαστέρα. λῦσε δὲ γυῖα: 16.466 Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ 16.467 δεύτερος ὁρμηθεὶς, ὁ δὲ Πήδασον ούτασεν ἵππον 16.468 ἔγχεϊ. δεξιὸν ὦμον. ὃ δ’ ἔβραχε θυμὸν ἀΐσθων: 16.469 καδ δ’ έπεσ’ ἐν κονίῃσι μακὼν. ἀπο δ’ ἔπτατο θυμός. 16.470 τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγὸν. ἡνία δέ σφι 16.471 σύγχυτ’. ἐπειδὴ κεῖτο παρήορος ἐν κονίῃσι: 16.472 τοῖο μὲν Αὐτομέδων δουρὶκλυτὸς εύρετο τέκμωρ. 16.473 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ. 16.474 ἀΐξας ἀπέκοψε παρήορον, οὐδ’ εμάτησε: 16.475 τὼ δ’ ΐθυνθήτην. ἐν δὲ ῥυτῆρσι τάνυσθεν: 16.476 τὼ δ’ αῦτις συνίτην ἔριδος πέρι θυμοβόροιο Scholia to Iliad 16.452-16.476 Main scholia On Iliad 16.454: ‡πέμπειν μιν θάνατόν τε: ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν καὶ ἐπι τῶν ἀμφιβόλων ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον, καὶ ὅτι τῷ ἀπαρεμφάτῳ κέχρηται, ἀντι προστακτικοῦ τοῦ πέμπε ⁑ On Iliad 16.463: ἔνθ' ἥτοι Πάτροκλος : πάλιν δια μέσου ὁ ἑξῆς στίχος καὶ κατ επανάληψιν εἶπε τὸν βάλε νείαιραν . ὥστε εἶναι τὸ ἕξῆς ἀγαθὸν Θρασύδημον βάλε νείαιραν ⁑ On Iliad 16.466-16.467: Σαρπηδῶν δ'αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῶ : δεύτερον ορμηθεὶς ὀ δὲ Πήδασσον ⁑ δοκεῖ δια τούτων συγχεῖσθαι ἡ διαφορᾶ τοῦ βαλεῖν . καὶ οῦτασαι βέβληται γὰρ ὁ Πήδασος καὶ μή ποτε γραφή τις ἐφέερτο δι' ῆς τὸ τῆς λέξεως σύνηθες ἐφύλασσεν Ὅμηρος . οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος ἀφῆκεν ἐν τοίνυν τῇ Φιλήμνοσος οὕτως ἐφέρετο ὁ δὲ Πήδασον ἤλαασεν ἵππον ἔστιν γὰρ ὅτε ἐπι τῆς πληγῆς τὸ ἤλασεν κεῖται ὡς ἐπι τοῦ Ἀρήτου καὶ καὶ βάλεν Ἀρήτοιο εἶτα νειαίρῃ δ'ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν δια μέντοι τοῦ ν γραπτέον τὸ δεύτερον ὁρμηθείς ⁑ On Iliad 16.467: δεύτερον ὁρμηθεὶς . ὅτι ἐπαναλήξεως τὸ ἄρθρον εἴληφε κατα τοῦ αυτοῦ προσώπου, καὶ οὐ περι ἑτέρου λέγει, ἀντι τοῦ Πήδασον δὲ οὔτασε . καὶ ὅτι δοκεῖ συφκεχύσθαι τὸ ούτασε βεβλήκει γὰρ τὸ δόρυ ⁑ Interlinear scholia On Iliad 16.456@χύσουσι: θάψουσι On Iliad 16.459@ψιάδας: δρόσους On Iliad 16.468@ἀϊσθων: αλγῶν ἐκπνέων On Iliad 16.469@μακὼν: μυκησάμενοι On Iliad 16.470@κρίκε: ήχησεν: On Iliad 16.471@παρήορος: ὁ ἐξω τοῦ ζυγοῦ ἵππος On Iliad 16.476@συνήτην: Πάτροκλος καὶ Σαρπηδών Intermarginal scholia On Iliad 16.453: ἐν αλλῳ: ἐπὴν δὴ τότε On Iliad 16.455: ἐν άλλῳ ΐκοιτο ⁑ Interior scholia On Iliad 16.463: ἐν αλλῳ Θρασύδημον ⁑ On Iliad 16.468: βαρυστονητέον ὡς ἔσθων καὶ εἴρηται ὅτι ὁμοιως ἐγενετο τῷ βιβάσθων ⁑ Venetus A (Marciana 454 = 822), folio 215, verso Iliad 16.477-16.501 16.477 Ἔνθ’ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ: 16.478 Πατρόκλου δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ 16.479 ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν, ὁ δ’ ὕστερος ὤρνυτο χαλκῷ 16.480 Πάτροκλος . τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρὸς. 16.481 ἀλλ’ ἔβαλ’ ἔνθ’ άρα τε φρένες έρχαται ἀμφ’ αδινὸν κῆρ: 16.482 ήριπε δ’ ὡς ὅτε τις δρῦς ήριπεν ὴ ἀχερωῒς 16.483 ἠὲ πίτυς βλωθρὴ. τήν τ’ οὔρεσι τέκτονες ἄνδρες 16.484 ἐξέταμον πελέκεσσι, νεήκεσι, νήϊον εἶναι: 16.485 ὡς ὃ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς. 16.486 βεβρυχὼς, κόνιος δεδραγμένος αἱματοέσσης: 16.487 ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν 16.488 αἴθωνα: μεγάθυμον, ἐπ εἰλιπόδεσσι βόεσσι: 16.489 ὤλετό τε στενάχων ὑπο γαμφηλῇσι λέοντος. 16.490 ὡς ὑπο Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων 16.491 κτεινόμενος μενέαινε, φίλον δ’ ὀνόμηνεν ἑταῖρον 16.492 Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι, νῦν σε μάλα χρὴ 16.493 αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν: 16.494 νῦν τοι εελδέσθω πόλεμος κακός. εἰ θοός ἐσσι: 16.495 πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας 16.496 πάντῃ ἐποιχόμενος. Σαρπηδόνος ἀμφὶμάχεσθαι: 16.497 αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρὶ μάρναο χαλκῷ: 16.498 σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος 16.499 ἔσσομαι ἤματα πάντα διαμπερὲς, εἴ κέ μ’ Ἀχαιοὶ 16.500 τεύχεα συλήσωσι, νεῶν ἐν αγῶνι πεσόντα. 16.501 ἀλλ’ ἔχεο κρατερῶς, ότρυνε δὲ λαὸν ἅπαντα. Scholia to Iliad 16.477-16.501 Main scholia On Iliad 16.482: αχερωΐς δένδρον ὃ καλεῖται λεύκη ἔνιοι δε φηγοῦ εῖδος εῖπον αὐτήν⁑ On Iliad 16.481: αλλ' έβαλ' ὅτι σαφῶς δὶα τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν εἰς εκεῖνον τὸν τόπον ὅπου αἱ φρένες εγκαθειργμεναι εἰσὶ περι τὴν τυχην⁑ On Iliad 16.483: τήν τ' ούρεσιν τεκτονες. Ἀρίσταρχος κατ ιδιαν τὸ οὔρεσι καὶ τὸ τέκτονες, Νικιας δὲ συνθώτως ἀν ἐγνω οὐκ αναγκαιον δὲ⁑ On Iliad 16.491: κτεινόμενος μενέαινε: ὅτι τὸ μενέαινεν ἔνθα δε μὲν ἐλιποθύμει . ἐν ἄλλοις δὲ προεθυμεῖτο ὡς τὸ μενέαινε κῦδος ἀρέσθαι ἠ εθυμοῦτο ⁑ On Iliad 16.492: Γλαυκε πέπον πολεμιστα μετ' ανδρασιν. τὸ μετ ανδράσι , ἑκατέρῳ δύναται προσδίδοσθαι: εἰ μὲν οὖν τοῖς ἀνω ἐσται πολεμιστὴν αὐτον ἐν τοῖς ἀνδρειοτάτοις λέγων: εἰ δὲ τοῖς ἑξῆς, καὶ αὐτὸ χρῄζει τινὰ λόγον. βέλτιον δε τοῖς ἄνω: μάλλον γὰρ εὔφωνον τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως ἄρξασθαι: νῦν σε μαλα χρην. καὶ νῦν σοι ἐελπέσθω⁑ On Iliad 16.496: πάντηι ἐποιχόμενος ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον ὡς περι ετέρου λέγω Σαρπηδόνος ἀντι εμοῦ. ἠ ἐλείπει τὸ τάδε λέγῶν. και τὸ ἀπαρέμφατον ἀντι προστακτικου κεῖται ἱν' ᾖ ὄτρυνον Λυκιων ἡγήτορας ἄνδρας τάδε λέγων Σαρπηδόνος ἀμφιμάχεσθαι⁑ On Iliad 16.497: ἐμεῦ περι μάρναο δύναται ἀναστρέφεσθαι ἥ περι ἵνα τοιοῦτο τι ᾖ περι εμοῦ μάχου. δύναται δὲ καὶ ὡς ὁ Ἀσκαλωνίτης ἀξιοῖ φυλασσειν τὸν τόνον ἀντι τοῦ ὑπὲρ κειμένη ἀντι τοῦ ὑπερμάχει: εἴρηται δὲ περι τῶν ἐναλλασοντῶν πρό θέσεων ὡς φυλασουσι τοὺς αὐτοὺς τόνους⁑ On Iliad 16.500: τεύχεα συλήσωσι νεῶν ἐν αγῶνι: ὅτι νέον ἀγῶνα τὸ ἄθροισμα τὸ ναυσταθμον . καὶ ἐν ἄλλοις εῖπε δύσονται αγῶνα τὴν συναγωγην τῶν θεῶν⁑ Interlinear scholia On Iliad 16.491@μενέαινε: ελιποψύχησε ⁑ Intermarginal scholia On Iliad 16.488: δια τοῦ ν ἐν ειλιπόδεσσι αἱ Αρισταρχου ⁑ On Iliad 16.499: ἐν αλλῳ κεν Ἀχαιοὶ Venetus A (Marciana 454 = 822), folio 216, recto Iliad 16.502-16.526 16.502 Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν 16.503 ὀφθαλμοὺς ῥῖνάς θ’: ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων 16.504 ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο: 16.505 τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ’ αἰχμήν. 16.506 Μυρμιδόνες δ’ αὐτοῦ σχέθον ἵππους φυσιόωντας 16.507 ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ’ ἀνάκτων. 16.508 Γλαύκῳ δ’ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι: 16.509 ὠρίνθη δέ οἱ ἦτορ ὅ τ’ οὐ δύνατο προσαμῦναι. 16.510 χειρὶ δ’ ἑλὼν ἐπίεζε βραχίονα: τεῖρε γὰρ αὐτὸν 16.511 ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ 16.512 τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων. 16.513 εὐχόμενος δ’ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι : 16.514 κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ 16.515 εἲς ἢ ἐνὶ Τροίῃ : δύνασαι δὲ σὺ πάντοσ’ ἀκούειν 16.516 ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. 16.517 ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ 16.518 ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα 16.519 τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ: 16.520 ἔγχος δ’ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι (520) 16.521 ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ’ ὤριστος ὄλωλε 16.522 Σαρπηδὼν Διὸς υἱός: ὃ δ’ οὐ οὗ παιδὸς ἀμύνει. 16.523 ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, 16.524 κοίμησον δ’ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ’ ἑτάροισι 16.525 κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, 16.526 αὐτός τ’ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι. Scholia to Iliad 16.502-16.526 Main scholia On Iliad 16.502: ‡ τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥινασθ': ὁ δὲ θάνατος ἀυτοὺς ἔλαβεν τούς τε ὀφθαλμοὺς καὶ τὰς ῥῖνας ἐπεὶ οἱ τελευτῶντες οὔτε βλέπουσιν οὔτε ἀναπνέουσιν οὔτε δὲ φρένας ἔχουσιν ⁑ On Iliad 16.504: ἕλκε δόρυ οὑτῶς ἀρίσταρχος ἔλκε χωρις του ϊ καὶ ἔχοντο οὕτως δια τοῦ χ ⁑ On Iliad 16.507: ἱεμένους φοβέεσθαι ὅτι Ζηνοδότος γράφει ἐπεὶ λίπεν ἀγνοῶν, ὅτι τὸ λίπεν νῦν οὐκ ἐστιν ἑνικον ἀλλα ἀναλογον τὸ ἐλείφθησαν τὰ ἄρματα . ὥσπερ κόσμηθεν . καὶ ποιμένος ἀφραδιηισι δίετμαγεν . ἀντι του διετμάγησαν : εἴωθε γὰρ τοῖς οὐδετέροις πληθυντικοῖς πληθυντικὰ ῥήματα συντάσσειν ὡς σπάρτα λελύνται ⁑ On Iliad 16.515: εἰς ἢ ἐνι Τροίῃ : ἡ διπλῆ ὅτι οὕτως εἴωθε λέγειν πάντοσε ἀκούειν εἰς παντα τόπον ἀκούειν ἀπό τ' ἐκ τόπου εἰς τόπον ἀφικμουμένων πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος εἰς Κύπρον ἠκουετο. διὃ καὶ νῦν κατα συναλιφὴν ἀκουστέον ἵν' ἦ τὸ πλῆρες πάντοσε ἀκούειν ⁑ On Iliad 16.515: πάντος ἀκούειν, Ἀρισταρχος τὸ πλῆρες ἀκούει πάντοσε : Ζηνόδοτος πάντες ἀκούειν δια τοῦ ε . πάντοσε ὡς πάντοθεν τὰ γάρ εἰς ε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, ἄλλοθεν ἄλλοσε ὁμόθεν ὁμόσε . οὕτως οὖν εἰ πάντοθεν ἐκ κευθμῶν , καὶ πάντοσε δαιδάλλων ⁑ On Iliad 16.522: Σαρπηδὼν Διὸς υἵος ἡ διπλὴ ὅτι ἐλλείπει ἡ περὶ ἔστι γὰρ οὐδε περι τοῦ οὐ παιδὸς ἀμύνει οἱ δὲ αγνοήσαντες γράφουσιν ὁδ' οὐδ' οὐδ' ᾧ παιδὶ ἀμύνει ⁑ Intermarginal scholia On Iliad 16.507: δια τοῦ ε λιπεν ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων ἐλειφθεν ἐλειφθησαν ἡρημώθησαν: Ζηνόδοτος δε δια τοῦ ο λίπον : On Iliad 16.522: Ἀρισταρχος ὁ δ' οῦ παιδός ⁑ Interior scholia On Iliad 16.508: ὡς λεγοντι ουτως καὶ Ἀρίσταρχος On Iliad 16.526: ουτως διὰ τοῦ η αἱ Ἀριστάρχου κατα τεθνηωτι ⁑ Exterior scholia On Iliad 16.524: Αἰολικὸν κοίμησον απο του κοίμισον ⁑ Venetus A (Marciana 454 = 822), folio 216, verso Iliad 16.527-16.551 16.527 ὡς ἔφατ’ εὐχόμενος. τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων . 16.528 αὐτίκα παῦσ’ ὀδύνας. ἀπο δ’ ἕλκεος ἀργαλέοιο 16.529 αἷμα μέλαν τέρσηνε. μένος δέ οἱ ἔμβαλε θυμῷ: 16.530 Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ. γήθησέν τε. 16.531 ὅττί οἱ ὦκ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο: 16.532 πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας 16.533 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι: 16.534 αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων. 16.535 Πουλυδάμαντ’ ἐπι Πανθοίδην καὶ Ἀγήνορα δῖον. 16.536 βῆ δὲ μέτ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήνέ. 16.537 ἀγχοῦ δ’ ἱ¨στάμενος ἔπεα πτερόεντα προσηύδα: 16.538 Ἕκτορ , νῦν δὴ πάγχυ λελασμένος εἲς, ἐπικούρων, 16.539 οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης 16.540 θυμὸν ἀποφθινύθουσι. σὺ δ’ οὐκ ἐθέλεις ἐπαμύνειν. 16.541 κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων. 16.542 ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ: 16.543 τὸν δ’ ὑπὸ Πατρόκλῳ δάμασ’ ἔγχεϊ χάλκεος Ἄρης : 16.544 ἀλλὰ φίλοι πάρστητε. νεμεσσήθητε δὲ θυμῷ. 16.545 μὴ ἀπὸ τεύχε’ ἕλωνται. ἀεικίσσωσι δὲ νεκρὸν 16.546 Μυρμιδόνες. Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, 16.547 τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν: 16.548 ὡς ἔφατο. Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος 16.549 ἄσχετον. οὐκ ἐπιεικτόν. ἐπεί σφισιν ἕρμα πόληος 16.550 ἔσκε. καὶ ἀλλοδαπός περ ἐών: πολέες γὰρ ἅμ’ αὐτῷ 16.551 λαοὶ ἕποντ’. ἐν δ’ αὐτὸς ἀριστεύεσκε μάχεσθαι: Scholia to Iliad 16.527-16.551 Main scholia On Iliad 16.530: Γλαυκος δ' ἔγνω ἧσιν ἐνι φρεσὶ, ἤτοι στικτέον ἐπι τὸ φρεσὶ , ἢ διασταλτέον ἵνα κοινωνῇ ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ' ἤκουσε ⁑ On Iliad 16.542: εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπο τέλους τὴν ὀξεῖα ποιεῖ ὑγιῶς πάνυ: ὁ δὲ Τυραννίων προπερισπᾷ ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλειφθαι: δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπο τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνοιτο ήνυτο θοῶς δέ οἱ ἤνυτο ἔργον ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπι τοῦ είλυτο καὶ εἴρυτο ⁑ On Iliad 16.548: Τρῶας δὲ κατα κρῆθεν: Ἀρισταρχος δισύλλαβον ἐκδέχεται τὴν λέξιν. καὶ προπερισπᾷ ὑγιῶς πάνυ. καὶ οὐκ επίσταται ὁ ποιητής τὸ κάρη ὀξυνόμενον θηλυκόν. ἄλλ' οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν: καὶ γὰρ ἄλλους παραλόγους φωνὰς ἐπίσταται ἀγνοῶν τὰς πρωτοθέτους αὐτῶν λέξεις. τί οὖν θαυμαστὸν εἰ παρα τὸ καρή ὀξυτόνον καρῆθεν ἐστι καὶ κρῆθεν ἐνσυγκοπῆ. τοῦτο δέ φημι ἐπεὶ καὶ Ἡσιοδος οὕτως ἐξεδέξατο εἰπῶν τὸ καὶ ἀπο κρηθεν βλεφάρων ⁑ On Iliad 16.549: ἕρμα: τὸ σήκωμα τῆς νεὼς προς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πεσεῖν: νῦν οὖν τούτου ἀποθανόντος ἀνατραπῆναι τὴν Ἴλιον : οἱ δὲ τὸ ὑπο στήριγμα. ὅθεν καὶ Πίνδαρος ἔρεισμα Ἀκράγαντος εἶπε τὸν Θήρωνα : ῥητορικῶς οὖν ἄξει τὸ οἶκτρον ἐπι μαρτυρῶν τῷ ἀπο θανόντι ⁑ Intermarginal scholia On Iliad 16.546: ὅτι ελλειπει ἡ περι πρόθεσις περι Δαναῶν ⁑ On Iliad 16.549: βραχὺ διασταλτέον μετα τὸ ἄσχετον , δια τὴν ἐμφασιν ⁑ Interior scholia On Iliad 16.544: μεμπτὸν ἡγήσασθε Venetus A (Marciana 454 = 822), folio 217, recto Iliad 16.552-16.576 16.552 βὰν δ’ ϊθὺς Δαναῶν λελιημένοι: ἦρχε δ’ ἄρά σφιν 16.553 Ἕκτωρ χωόμενος Σαρπηδόνος . αὐτὰρ Ἀχαιοὺς 16.554 ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ: 16.555 Αἴαντε πρώτω προσέφη, μεμαῶτε καὶ αὐτώ: 16.556 Αἴαντε : νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, 16.557 οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσιν. ἢ καὶ ἀρείους. 16.558 κεῖται ἀνὴρ. ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν . 16.559 Σαρπηδὼν : ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες, 16.560 τεύχεά τ’ ὤμοιϊν ἀφελοίμεθα. καί τιν’ ἑταίρων 16.561 αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ. 16.562 Ὡς ἔφαθ’. οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον: 16.563 οἱ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας 16.564 Τρῶες . καὶ Λύκιοι . καὶ Μυρμιδόνες. καὶ Ἀχαιοί . 16.565 σύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεσθαι 16.566 δεινὸν ἀΰσαντες: μέγα δ’ ἔβραχε τεύχεα φωτῶν: 16.567 Ζεὺς δ’ ἐπὶ νύκτ’ ὀλοὴν τάνυσεν κρατερῇ ὑσμίνῃ. 16.568 ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴῃ. 16.569 Ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς . 16.570 βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετα Μυρμιδόνεσσιν. 16.571 υἱὸς Ἀγακλῆος μεγαθύμου. δῖος Ἐπηγεὺς : 16.572 ὅς ῥ’ ἐν Βουδείῳ εὖ. ναιομένῳ ἤνασσε 16.573 τὸ πρίν. ἀτὰρ τότε γ’ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας. 16.574 ἐς Πηλῆ’ ϊκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν: 16.575 οἱ δ’ ἅμ’ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι 16.576 Ἴλιον εἰς εὔπωλον. ἵνα Τρώεσσι μάχοιτο. Scholia to Iliad 16.552-16.576 Main scholia On Iliad 16.557: οἷοί περ πάρος ῆτε μετ' ἀνδράσι. δύναται μὲν στίζεσθαι ἐπι τὸ ἀνδράσι . δύναται δὲ εἰπεῖν τὸ ἐστὲ ἢ γίνεσθαι . δύναται δὲ καὶ ἄ σχημα εἶναι ἀπο δοτικῆς εἰς αιτιατικὴν ὡς κακεῖ αἰει τοι φίλον ἐστὶν ἐμεῦ ἀπο νόσφιν εόντα κρυπταδια φρονέοντα . παρατηρητέον δὲ τὸν στίχον προς τὸ ἐπάνω ὑποκείμενον Γλαῦκε πέπον πολέσι μετ ανδράσι ⁑ On Iliad 16.558: ὁς πρῶτος ἐσἥλατο Ἀρισταρχος καὶ οἱ ἀπ' αὐτοῦ δασύνουσι Λυσανίας δε ψιλοῖ προσνέμων τὸ ε τῶι η σαλάσθαι γάρ φησι σημαίνειν τὸ ἀποσπᾶν καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ τεῖχος Σαρπηδῶν ἐστιν: ὁ δε εἰσπηδήσας Ἕκτωρ . φησὶ γοῦν Σαρπηδὼν δ'ἔπαλξιν ἑλῶν χερσὶ στιβαρῆισιν ἕλχ' ἠ δ'ἕσπετο πᾶσα ἐπι δε τοῦ Ἑκτορος ῥῆξε δ' ἀμφοτέρους θαιρὸυς . εἶτα ἐπιφέρει ὁ δ' ἐσέθορε φαίδιμος Ἕκτωρ . ἄμεινον δὲ πείθεσθαι Ἀρισταρχῳ δασύνοντι ἐκδέχεσθαι καὶ ἥμας οὗτος τὸ ἐσήλατο ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπεπήδησε τῷ τείχει. ὅρα γοῦν ὡς οὐκ εῖπε πρῶτος διῆλθεν. ὁ μὲν γὰρ Ἕκτωρ πρῶτος διῆλθεν: ὁ δὲ Σαρπηδὼν πρῶτος ώρμησεν ἐπὶ τὸ τεῖχος. ὥς ρα τότ' ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπαϊξαι . ὥστε τὸ ἤλατο, ταυτὸν εἶναι τῷ οἱρμῆσαι ⁑ On Iliad 16.559: Σαρπηδών ἀλλ' εἴ μιν ὅτι ἔξωθεν προσὑπακούστέον τὸ καλῶς ἄν ἔχοι εἰ αὐτὸν ἀνελόντες ἀεικισαίμεθα καλῶς ἄν ἔχοι. καὶ ἐν Ὀδύσσειᾳ ἀτὰρ πελέκεα αἰεὶ κείωνμεν ἅπαντας ⁑ On Iliad 16.561: αὐτοῦ ἀμυνομένων ὅτι ἀμφίβολον εἰ λείπει ἡ περῖ ἵν ᾖ περι αυτοῦ . ἤ τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ ἐν τῷδε τῳ τόπῳ⁑ On Iliad 16.574: ἐς Πηλῆ' ϊκέτευσεν ⁑ ὅτι οὐκ απολελοίπει ἡ Θετίς τὸν Πηλέως οἶκον, ὡς οἱ νεώτεροι, ἀλλα συνοίκει αὐτῳ ⁑ Interlinear scholia On Iliad 16.557@ἀρείους: βελτίονος On Iliad 16.567@ὑσμίνῃ: ἀορασίαν On Iliad 16.572@Βουδείῳ: πόλις Βοιοτίας Intermarginal scholia On Iliad 16.556: τὸ ἀμύνεσθαι ἐν αλλῶ μενος ἔστω On Iliad 16.559: λειπει φασὶν αἱ Αρισταρχου τό ευ αν έχοι ⁑ Interior scholia On Iliad 16.553: οτι ἐλλείπει ἡ περι καὶ οτι τὸ χωόμενος ἀντι τοῦ συγχεόμενος ⁑ On Iliad 16.559: ἐν τῇ Ριανοῦ ἀλλὰ μιν αεὶκισσάμεθ' ἑλόντες ⁑ Venetus A (Marciana 454 = 822), folio 217, verso Iliad 16.577-16.601 16.577 τόν ῥα τόθ’ ἁπτόμενον νέκυος. βάλε φαίδιμος Ἕκτωρ 16.578 χερμαδίῳ κεφαλὴν. ἡ δ’ άνδιχα πᾶσα κεάσθη 16.579 ἐν κόρυθι βριαρῇ. ὁ δ’ ἄρα πρηνὴς ἐπὶ νεκρῷ 16.580 κάππεσεν. ἀμφι δέ μιν θάνατος χύτο θυμοραϊστής: 16.581 Πατρόκλῳ δ’ ἄρ ἄχος γένετο φθιμένου ἑτάροιο: 16.582 ἴ¨θυσεν δὲ διὰ προμάχων. ΐρηκι ἐοικὼς 16.583 ὠκέϊ, ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆράς τε: 16.584 ὡς ἰ¨θὺς Λυκίων Πατρόκλεις ἱπποκέλευθε 16.585 ἔσσυο καὶ Τρώων . κεχόλωσο δὲ κῆρ ἑτάροιο: 16.586 καί ῥ’ ἔβαλε. Σθενέλᾱον Ἰ¨θαιμένεος φίλον υἱὸν. 16.587 αὐχένα χερμαδίῳ. ῥῆξεν δ’ ἀπὸ τοῖο τένοντε : 16.588 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ : 16.589 ὅσση δ’ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται. 16.590 ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ πειρώμενος. ἠ ἐν ἀέθλῳ 16.591 ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὑπὸ θυμοραϊστέων. 16.592 τόσσον ἐχώρησαν Τρῶες , ὤσαντο δ’ Ἀχαιοί . 16.593 Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων 16.594 ἐτράπετ’, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον. 16.595 Χάλκωνος φίλον υἱὸν, ὃς Ἑλλάδι , οἰκίαι ναίων. 16.596 ὄλβῳ τὲ πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι: 16.597 τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον ούτασε δουρὶ 16.598 στρεφθεὶς ἐξαπίνης. ὅτε μιν κατέμαρπτε διώκων: 16.599 δούπησεν δὲ πεσὼν. πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιοὺς 16.600 ὡς ἔπεσ’ ἐσθλὸς ἀνὴρ: μέγα δὲ Τρῶες κεχάροντο: 16.601 στὰν δ’ ἀμφ’ αὐτὸν ἰ¨όντες ἀολλέες. οὐδ’ ἂρ Ἀχαιοὶ Scholia to Iliad 16.577-16.601 Main scholia On Iliad 16.586: καί ρ' ἔβαλε Σθενέλαον : ὅτι μεταβεβηκεν ἐκ τοῦ προς τὸν Πάτροκλὸν λόγου, καὶ εἴς τὸν περι αυτοῦ εἴρηκε γὰρ ἔβαλε . καὶ οὐχὶ ἔβαλ' ὦ Πάτροκλε ⁑ On Iliad 16.589: ὅσση δ' αἰγανέης: προς τὸ σχῆμα ὅτι τανάοιο εἴρηκεν ἀρσενικῶς ἀντι τοῦ ταναῆς ⁑ On Iliad 16.595: Χάλκωνος φίλον ὑιὸν ὃς Ἑλλάδι Ἑλλὰς πολις Θεσσαλίας ἧς οἱ πολῖται πρῶτοι εἶχον τὸ ὄνομα τοῦτο τὸ καλεῖσθαι Ἕλληνες . ἀπο γὰρ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ Πύρρας πάντες Ἕλληνες οἱ τῆς Εὐρωπης ἐκληθησαν ὀνόματι κοινῷ ὥς φησι καὶ Θουκυδίδης ἐν τῇ α : προ δε αὐτοῦ μόνοι οὗτοι Ἕλληνες ἐκαλούντο. οἱ δε ἄλλοι κατα ἔθνη ἕκαστος. ὥς που καὶ ὁ ποιητης ἐν τῷ καταλόγῳ λέγει Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί ⁑ Intermarginal scholia On Iliad 16.584: ὅτι ἀπεστροφε τὸν λόγον εκ τῶν περι τοῦ προς αυτόν ⁑ On Iliad 16.595: ὅτι ἐν πόλις Φθίᾳ ἡ Ἑλλάς ⁑ On Iliad 16.600: συναπτέον ἕως τοῦ ἀνηρ . τὸ γὰρ ως αἴτιον ⁑⁑ Interior scholia On Iliad 16.591: ἡ υπο περιττή ⁑ Venetus A (Marciana 454 = 822), folio 218, recto Iliad 16.602-16.626 16.602 ἀλκῆς ἐξελάθοντο. μένος δ’ ἰ¨θὺς φέρον αὐτῶν: 16.603 ἔνθ’ αὖ Μηριόνης . Τρώων ἕλεν ἄνδρα κορυστὴν. 16.604 Λαόγονον . θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ῑ¨ρεὺς 16.605 Ἰ¨δαίου ἐτέτυκτο, θεὸς δ’ ὡς τίετο δήμῳ. 16.606 τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος. ὦκα δὲ θυμὸς 16.607 ᾤχετ’ ἀπὸ μελέων. στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν: 16.608 Αἰνείας δ’ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν. 16.609 ἔλπετο γὰρ τεύξεσθαι, ὑπ' ἀσπίδια προβιβῶντος 16.610 ἂλλ’ ὁ μὲν ἄντα ἰ¨δὼν. ἠλεύατο χάλκεον ἔγχος: 16.611 πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν 16.612 ούδει ἐνισκίμφθη. ἐπὶ δ’ οὐρίαχος πελεμίχθη 16.613 ἔγχεος. ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης . 16.616 Αἰνείας δ’ ἄρα θυμὸν ἐχώσατο. φώνησεν τε: 16.617 Μηριόνη . τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα 16.618 ἔγχος ἐμὸν κατέπαυσε, διαμπερὲς. εἴ σ’ ἔβαλόν περ. 16.619 Τὸν δ’ αὖ Μηριόνης δουρὶ κλυτὸς ἀντίον ηύδᾱ: 16.620 Αἰνεία : χαλεπόν σε. καὶ ἴφθιμόν περ ἐόντα. 16.621 πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς, κέ, σευ, ἄντα 16.622 ἔλθῃ ἀμυνόμενος. θνητὸς δέ νυ καὶ σὺ τέτυξαι: 16.623 εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ. 16.624 αῖψά κε καὶ κρατερός περ ἐὼν. καὶ χερσὶ πεποιθὼς. 16.625 εὖχος ἐμοὶ δοίης. ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ. 16.626 ὡς φάτο, τὸν δ’ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός : Scholia to Iliad 16.602-16.626 Main scholia On Iliad 16.613: ἔγχεος ἔνθ'αδ' ἔπειτ': ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου , οὔκ εφέρετο καθάπαξ: ἐν δὲ τῇ δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο ⁑ On Iliad 16.617: ὀρχηστ/ην περ εόντα: εὐκίνητον κατα τὸν πόλεμον ὅ ἔστι συγκεκροτημενον τὰ πολεμικὰ καλῶς ἐπυρρίχιζον γὰρ τοῖς όπλοις οἱ Κρῆτες προς ἄσκησιν τῶν πολεμικῶν ὅ ἐστιν συν τοῖς ὅπλοις τὴν πυρριχήν καὶ ἔνοπλον όρχησιν ησκοῦντο. τρία γὰρ εἰδη ὀρχήσεως πυρρίχη. σίκιννις ἥτις ἐστι ἱερατικὴ καὶ ὁ κορδακισμὸνς αἰρσχός τις ὂν καὶ μᾶλλον κωμικοῖς ἁρμοδιος ⁑ On Iliad 16.618: ἔγχος ἐμόν: τινὲς διαμπερὲς εἰ σε ἔβαλόν περ , ἵν' ᾖ εἴ σε ἔβαλον διεπερόνησα ἄν , ἀλλ' οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν: τὸ γὰρ ἔβαλον ἀντι τοῦ ἔτρωσαι : τὸ δε κατέπαυσαν διαμπερες οἷον εἰς ἀει ⁑ Interlinear scholia On Iliad 16.613@ἀφίει: ἀπέπεμψε Intermarginal scholia On Iliad 16.625: ἐν αλλῳ δώιης ⁑ Interior scholia On Iliad 16.604: τρίτη ἀπο τελους ἡ οξεῖα κύριον γάρ ⁑ Venetus A (Marciana 454 = 822), folio 218, verso Iliad 16.629-16.653 16.629 νεκροῦ χωρήσουσι. πάρος τινὰ γαῖα καθέξει. 16.630 ἐν γὰρ χερσὶ τέλος πολέμου. ἐπέων δ’ ἐνὶ βουλῇ: 16.631 τῶ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι: 16.632 Ὡς εἰπὼν. ὁ μὲν ἦρχ’. ὁ δ’ ἅμ’ ἕσπετο ϊσόθεος φώς. 16.633 τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει 16.634 οὔρεος ἐν βήσσῃς. ἕκαθεν δέ τε γίνετ’ ἀκουὴ. 16.635 ὡς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυὁδείης 16.636 χαλκοῦ τε. ῥινοῦ τε βοῶν τ’ εὐποιητάων 16.637 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν: 16.638 οὐδ’ ἂν ἔτι φράδμων περ ἀνὴρ, Σαρπηδόνα δῖον 16.639 ἔγνω. ἐπεὶ βελέεσσι καὶ αἵματι. καὶ κονίῃσιν. 16.640 ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους: 16.641 οἱ δ’ αἰεὶ, περι νεκρὸν ὁμίλεον. ὡς ὅτε μυῖαι 16.642 σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατα πέλλας 16.643 ὥρῃ ἐν εἰαρινῇ , ὅτε τε γλάγος ἄγγεα δεύει: 16.644 ὡς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον: οὐδέ ποτε Ζεὺς 16.645 τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ. 16.646 ἀλλὰ κατ’ αὐτοὺς αἰὲν όρα. καὶ φράζετο θυμῷ. 16.647 πολλὰ μάλ’ ἀμφι φόνῳ Πατρόκλου μερμηρίζων: 16.648 ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ. 16.649 αὐτοῦ ἐπ’ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ 16.650 χαλκῷ δῃώσῃ, ἀπό τ’ ὤμων τεύχε’ ἕληται, 16.651 ἠ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν: 16.652 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι: 16.653 ὄφρ’ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος . Scholia to Iliad 16.629-16.653 Main scholia On Iliad 16.633: τῶν δ' ὥστε δρυτόμων ἀνδρῶν ἡ διπλῆ ὅτι ἀμφιβόλος κεῖται τὸ ὀρώρει πότερον ἐπι τῶν μαχομένων λέγεται τούτων ὀρώρει ὀρυμαγδὸς ὡς δρυτόμων, ἡ ἐπι τῶν δρυτόμων: ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς οὕτως καὶ τῶν μαχομένων ὅπερ καὶ βούλεται, ὥστε τὸ όρωρε τὸν ἐνεστῶτα χρόνον σημαίνει⁑ On Iliad 16.633-16.634: ἐὰν γραφωμεν ορώρει πάντα στιζομεν βήσσης καὶ ακουὴ καὶ δὶς ἔσται ἡ ανταπόδοσις λεγομένη, κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων: βέλτιον δὲ γράφεσθαι μὲν ὄρωρεν , ὑποστίζεσθαι δὲ βήσσῃς καὶ ακουὴ , τὸ δὲ τῶν ἐπανηλεῖφθε τῶν δ' ὥστε ⁑ On Iliad 16.635: ὡς τῶν ὄρνυτο δοῦπος ἀπο χθονὸς εὐρυοδείης: παράγωγον ἡγοῦνται τὴν λέξιν τοῦτ έστιν παρολκὴν τὴν ἐπι τέλους λεξεως διὸ εψίλωσαν βραχὺ δὲ διασταλτέον εὐρυοδείης . διχοθεν γάρ φησι τὸν ῆχον φέρεσθαι ἀπό τε τῆς γῆς καὶ τῶν όπλων⁑ On Iliad 16.636: χαλκοῦ τε ρινοῦ τε, ὅτι προειπὼν ῥινοῦ τε ὡς ἕτερον τι διάφορον συμπλέκει βοῶν τε : καὶ ἤτοι ἐξ επαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτὸ ὡς πυκνοὶ καὶ θαμέες πολέμον τε μάχην τε : ἢ τὸν τε σύνδεσμον περιττὸν νομιστέον ἵν' ᾖ ῥινοῦ βοῶν τοῦτέστι τῶν ἀσπίδων⁑ On Iliad 16.636: βοῶν τ' εὐποιητάων, τὸ εὖ οὐ θέλουσι κατ ιδίαν προφέρεσθαι ἀλλ' ἓν ποιεῖν εὐποιητάων ἐπεὶ καὶ ἐν ετέροις φησὶ τὴν δοτικὴν εὐποιητῇσι πύλῃσι παρωνυμως καγὼ δὲ συγκατατίθεμαι : ἐν δέ τισιν εὕρομεν ῥινῶν τε βοων τε κατα τὸ πληθυντικὸν⁑ On Iliad 16.638: οὐδ ἀν έτι φράδμων: αἱ μὲν κοιναὶ κατ αιτιατικὴν Σαρπηδόνα αἷς ἀκόλουθον ἐστι τὸ συνάπτειν, Σαρπηδόνα δῖον ἔγνω ἵν' ὁ φράδμων τῶν συνετῶν καὶ λελογισμένον δηλοῖ. ἐὰν δὲ ὡς Ἀρίσταρχος γράφη Σαρπηδόνι δίῳ κατα δοτικὴν βραχὺ διασταλτέον ἐπι τὸ δίω, τὸ γὰρ λεγόμενον οὐ δὲ ὁ πάνου γνώριμος φησὶ καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν δια τὸ αἵματι καὶ κόνει πεφύρθαι ⁑ Intermarginal scholia On Iliad 16.633: ουτως ορωρει Ἀρισταρχος On Iliad 16.636: ἀμεινον εῖχε φησὶ ὁ Αρισταρχος εἰ εγέγραπτο βοῶν εὐ ποιητάων έξω τοῦ τε συνδέσμου ⁑ On Iliad 16.648: ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀρισταρχου ⁑ Interior scholia On Iliad 16.633: ἔν τισιν ορωρεν On Iliad 16.634: Ἀριστοφάνης αϋτμη ⁑ On Iliad 16.638: Ἀρισταρχος κατα δοτικὴν Σαρπηδόνι Δίω Venetus A (Marciana 454 = 822), folio 219, recto Iliad 16.654-16.678 16.654 ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν 16.655 ὤσαιτο προτὶ ἄστυ. πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο: 16.656 Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν: 16.657 ἐς δίφρον δ’ ἀναβὰς. φύγαδ’ ἔτραπε: κέκλετο δ’ ἄλλους 16.658 Τρῶας φευγέμεναι: γνῶ γὰρ Διὸς ϊρὰ τάλαντα: 16.659 ἔνθ’ οὐδ’ ἴ¨φθιμοι Λύκιοι μένον. ἂλλ' ἐφόβηθεν 16.660 πάντες. ἐπεὶ βασιλῆα ἴ¨δον βεβλαμμένον ἦτορ. 16.661 κείμενον ἐν νεκύων ἀγύρει: πολέες γὰρ. ἐπ’ αυτῷ 16.662 κάππεσον. εῦτ’ έριδα κρατερὴν ἐτάνυσσε Κρονίων : 16.663 οἱ δ’ ἂρ’ ἀπ’ ὤμοιϊν Σαρπηδόνος ἔντε’ ἕλοντο 16.664 χάλκαια μαρμαίροντα: τὰ μὲν κοίλας ἐπὶ νῆας: 16.665 δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός : 16.666 καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς : 16.667 εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε . κελαινεφὲς αἷμα κάθηρον 16.668 ἐλθὼν ἐκ βελέων Σαρπηδόνα : καί μιν ἔπειτα 16.669 πολλὸν ἀπὸ πρὸ φέρων. λοῦσον ποταμοῖο ῥοῇσι. 16.670 χρῖσον δ' ἀμβροσίῃ. περὶ δ’ ἄμβροτα εἵματα ἕσσον: 16.671 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι 16.672 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν. οἵ ῥά μιν ὦκα 16.673 θήσουσ’ ἐν Λυκίης εὐρείης πίονι δήμῳ, 16.674 ἔνθά ἑ ταρχύσουσ ι κασίγνητοί τε έται τε 16.675 τύμβῳ τε. στήλῃ τε. τὸ γὰρ γέρας ἐστὶ θανόντων: 16.676 Ὣς ἔφατ’. οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων . 16.677 βῆ δὲ κατ’ Ϊδαίων ὀρέων ἐς φύλοπιν αἰνήν: 16.678 αὐτίκα δ’ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας: Scholia to Iliad 16.654-16.678 Main scholia On Iliad 16.666: καὶ τότ' Ἀπόλλωνα ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων, καὶ τότ' ἂρ ἐξ Ίδης προσέφη Ζεὺς ὅν φίλον υἱὸν ἵν' ἐκ τῆς Ί+δης προσφωνεῖ τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα . γελοῖον δὲ τὸ κραυγάζειν ἀπό τῆς Ἴδης τὸν Δία . οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώμενον ἐνεργούμενα δεῖ παραδέχεσθαι καθάπερ καὶ ἐν τοῖς ἐπάνω περι τῆς Ἥρας ⁑ On Iliad 16.668: ἐλθὼν ἐκ βελέων Σαρπηδόνα : οὕτως Ἀρίσταρχος Σαρπεδόνι κατα δοτικήν Σαρπεδόνι καθ Ὅμηρον τὸ αῖμα. μήποτε δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτικε τούτους παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι⁑ On Iliad 16.669: πολλὸν ἀπο προφέρων: τινες τὴν ἀπο ἀναστρέφουσιν ἵνα σημαίνῃ τὸ ἄπωθεν ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης : εἰσὶ μέντοι οἵ παρολκὴν ἐδέξαντο τῆς πρό καὶ ἐφύλαξαν τῆς ἀπο τὴν προσῳδίαν ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων . οὔτως δὲ καὶ Φιλόξενος ἠξίου ἐπεὶ πολλὴ ἐστι παρέλκουσα: ἡ προ νότου ἀποπροταμῶν : ἡ δὲ διαπρο Πηλιὰς ἤϊεξε περιπρὸ γὰρ ἔγχεϊ θῦιεν . οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι⁑ On Iliad 16.672: ὔπνωι καὶ θανάτω: διδυμάοσι: τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχὴ, καθευδόντων δὲ συστελλέται ἡ δύναμις της ψυχῆς. ⁑ On Iliad 16.674: κασίγνητοί τε ἔται τε. κασίγνητοι ἁπλοϊκῶς νῦν οἰ συγγενεῖς. οὐδεὶς γὰρ ἱστορηκεν αὐτοῦ ἀδελφούς ⁑ On Iliad 16.677: βῆ δὲ κατ' Ἰδαίων : ὅτι Ζηνόδος καὶ τοῦτον περιήρηκε τηρῶν τὸ σύμφωνον ἑαυτῷ ⁑ Intermarginal scholia On Iliad 16.660: γραφέται δεδαϊγμένον ῆτορ⁑ Interior scholia On Iliad 16.660: βασιλῆα ἴ+δον βεβλαμμένον τὸ ῆτορ νέκρον⁑ On Iliad 16.668: Ἀρισταρχος Σαρπηδόνι κατὰ δοτικήν ⁑ On Iliad 16.673: γραφεται θήσουσι Λυκίης ⁑ Venetus A (Marciana 454 = 822), folio 219, verso Iliad 16.679-16.703 16.679 πολλὸν ἀπὸ πρὸ φέρων. λοῦσεν ποταμοῖο ῥοῇσι. 16.680 χρῖσεν δ' ἀμβροσίῃ. περὶ δ’ ἄμβροτα εἵματα ἕσσε: 16.681 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, 16.682 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν: οἵ ῥά μιν ὦκα 16.683 κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ: 16.684 Πάτροκλος δ’ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας. 16.685 Τρῶας καὶ Λυκίους μετεκίαθε. καὶ μέγ’ ἀάσθη. 16.686 νήπιος: εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν. 16.687 ῆ τ’ ὰν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο: 16.688 ἂλλ’ αἰε ί τε Διὸς κρείσσων νόος ἠ έ περ ἀνδρός: 16.691 ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν: 16.692 Ἔνθα τίνα πρῶτον. τίνα δ’ ὕστατον ἐξενάριξας 16.693 Πατρόκλεις . ὅτε δή σε θεοὶ θάνατον δ' ἐκάλεσσαν: 16.694 Ἄδρηστον μὲν πρῶτα: καὶ Αὐτόνοον . καὶ Ἔχεκλον . 16.695 καὶ Πέριμον . καὶ Ἐπίστορα . καὶ Μελάνιππον : 16.696 αὐτὰρ ἔπειτ’ Έλασον . καὶ Μούλιον . ἠδὲ Πυλάρτην : 16.697 τοὺς ἕλεν: οἱ δ’ ἄλλοι φύγαδε μνώοντο ἕκαστος: 16.698 Ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν 16.699 Πατρόκλου ὑπὸ χερσί. περὶ πρὸ γὰρ ἔγχεϊ θῦιεν. 16.700 εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου 16.701 ἔστη. τῷ ὀλοὰ φρονέων. Τρώεσσι δ’ ἀρήγων: 16.702 τρὶς μὲν ἐπ’ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο 16.703 Πάτροκλος . τρὶς δ’ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων Scholia to Iliad 16.679-16.703 Main scholia On Iliad 16.686: νήπιος εἰδὲ ἔπος τὸ νήπιος καθεαυτὸ οὑτῶς γὰρ μᾶλλον ἐμφαίνει τον ἐπισχετλιάζοντα ἁμαρτάνουσι δὲ οἱ συνάπτοντες ⁑ On Iliad 16.688: ἀλλ᾽αἰεί τε Διὸς ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι κρείσσω, τὰδε τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορθῆς σύν τῷ ν λέγεται καὶ τὸ κρεῖσσον ἐπι τοῦ κατα δύναμιν τίθησιν ὁ ποιητης ⁑ On Iliad 16.697: τοὺς ἕλεν οἱ δ᾽ἄλλοι ὅτι ζηνόδοτος γράφει τοὺς έλες . ἀγνοεῖ δὲ ὅτι ἀπεστρεφε τὸν λόγον ἐκ τοῦ προς αὐτὸν ἐπι τὸν περι αυτοῦ καὶ πολλάκις ἀποστροφὰς ποιεῖται ⁑ On Iliad 16.697: οἱ δ᾽ἄλλοι φύγαδὲ μνώοντο, τοῦτο οὐκ εἰσοδυναμεῖ τὸ εἰς φυγὴν ὡς τὸ ῆ ὁ μὲν φύγαδ᾽αὖθις ὑποστρέψας , ἀντι γὰρ αἱτιατικῆς, οὐ μετα τῆς εἶς . διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐστιν ἢτοι κατα μεταπλασμὸν γενομένης τῆς αιτιατικῆς ποιητικῶς ὡς σκέπην σκέπα φυγήν φύγα ἢ ὡς οἵεται ὁ Ἀσκαλονίτης ἀπευθείας τῆς φύξ ὡ Στύξ Στῦγας τοῦ δὲ ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημα εστι ταυτὸ σημαῖνον τῇ αιτιατικῇ ὡς καὶ ἄλλα παραγωγα ἐπίρρηματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις: ἴδηθεν μεδέων δόρυ δ᾽ἔκβαλεν ἔκτοσε χειρός . ἀλλ᾽οῦν γε ὡς ἂν ἔχῃ, οὐκ εναντιοῦται τὸ τοῦ τόνου, ἤτοι γὰρ δύο τόνοι ἔσονται, φύγαδὲ ὡς οὔλυμπονδὲ ή ει ὡς άγρε δὲ τὸ γοῦν ἄλαδ᾽ἐλκομενάων δύναται καὶ δύο μερή λόγου εἶναι ὡς οἰκονδὲ ἐντελοῦς οὔσης τῆς αιτιατικης ὴ πάλιν κατα παραγωγὴν ὡς ἀγραδὲ ἄλαδὲ ταῦτα ὁ Ηρωιδιανὸς ἐν τῷ ΙΘ τῆς καθόλου ⁑ Interlinear scholia On Iliad 16.685@ἀάσθη: ἐβλάβη Intermarginal scholia On Iliad 16.688: γραφεται ἀνδρῶν On Iliad 16.702: ὅτι ἀγκῶνος τῆς γωνίας λεγει On Iliad 16.704: βέλτιον τοῖς ἑξῆς τοῦτο συνάπτειν ⁑ Venetus A (Marciana 454 = 822), folio 220, recto Iliad 16.706-16.730 16.706 δεινὰ δ' ὁμοκλήσας. ἔπεα πτερόεντα προσηύδα. 16.707 χάζεο διογενὲς Πατρόκλεις οὔ νύ τοι αἶσα 16.708 σῶ ὑπο δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων. 16.709 οὐδ' ὑπ' Ἀχιλλῆος . ὅςπερ σέο πολλὸν ἀμείνων: 16.710 ὣς φάτο. Πάτροκλος δ' ἀνεχάζετο πολλὸν ὀπίσσω. 16.711 μῆνιν ἀλευόμενος ἑκατηβόλου Ἀπόλλωνος : 16.712 Ἕκτωρ δ' ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους: 16.713 δίζε γὰρ, ἠὲ μάχοιτο κατα κλόνον αὖτις ἐλάσσας. 16.714 ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν αλῆναι: 16.715 ταῦτ' άρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων 16.716 ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε 16.717 Ἀσίῳ . ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο. 16.718 αὐτοκασίγνητος Ἑκάβης . υἱὸς δὲ Δύμαντος , 16.719 ὃς Φρυγίῃ ναίεσκε, ῥοῇς ἔπι Σαγγαρίοιο : 16.720 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων : 16.721 Ἕκτορ . τίπτε μάχης ἀποπαύεαι. οὐδέ τι σε χρή: 16.722 αἴθ' ὅσον ἥσσων εἰμὶ. τόσον σέο φέρτερος εἴην: 16.723 τῶ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας: 16.724 ἂλλ' ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους: 16.725 αἴ κέν πως μιν ἕλῃς. δώῃ δέ τοι εὖχος Ἀπόλλων : 16.726 ὡς εἰπὼν. ὃ μὲν αὖτις ἔβη θεὸς ἀμ πόνον ἀνδρῶν: 16.727 Κεβριόνῃ δ' ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ 16.728 ἵ+ππους ἐς πόλεμον πεπληγέμεν: αὐτὰρ Ἀπόλλων 16.729 δύσεθ' ὅμιλον ἰών. ἐν δὲ κλόνον Ἀργείοισιν 16.730 ἧκε κακὸν. Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν: Scholia to Iliad 16.706-16.730 Main scholia On Iliad 16.710: ‡ ὡς φᾶτο , Πάτροκλος δ' ἀνεχάζετο πολλὸν οπίσσω: ὅτι Ζηνόδοτος γράφει τυτθὸν. ὁδε αὐτὸς στίχος καὶ ἐπι τοῦ Διομήδους κεῖτᾱι καὶ εὐλόγως ἐκεῖ μὲν γράφεται τυτθόν συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν ἐνθάδε δὲ πολλὸν. προεντέταλται γὰρ ὁ Ἀχιλλεύς μάλα τοῦ γε φιλεῖ ἑκάεργος Ἀπόλλων ⁑ On Iliad 16.719: αὐτοκασίγνητος Ἑκάβης : ὅτι Ὅμηρος τὴν Ἑκάβην Δύμαντος . ὁ δε Εὑριπίδης Κισσέως On Iliad 16.725: αἴ κεν πῶς μιν ἕλης: διαστολη μεν ἐστι βραχεῖα, ἐπι τὸ ἕλης κοινὸς γὰρ ὁ αἴ κεν σύνδεσμος. καὶ ἐπι τοῦ ἑξῆς, ἐάν πως αὐτὸν ἕλης καί σοὶ δῷ τὴν νίκην ὁ Ἀπόλλων . δύναται δεὶ στίζεσθαι ἐπὶ τὸ ἕλῃς καὶ ἔχει ἦθος⁑ Interlinear scholia On Iliad 16.747@δίζε: ἀμφέβαλλεν ἐδίσταζεν ⁑ Intermarginal scholia On Iliad 16.706: γραφεται προσέφη εκάεργος Ἀπολλων On Iliad 16.707: Ἀρίσταρχοσ ου νύπω αῖσα On Iliad 16.716: οὕτως εἰσάμενος ἐπιφέρει γοῦν τῷ μιν ἐεισέμενος Interior scholia On Iliad 16.719: ὅτι Ὅμηρος ἑτέραν τὴν Φρυγίαν τῆς Τροίας οῖδεν⁑ Venetus A (Marciana 454 = 822), folio 220, verso Iliad 16.731-16.755 16.731 Ἕκτωρ δ' ἄλλους μὲν Δαναοὺς ἔα, οὐδ' ἐνάριζεν: 16.732 αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵ+ππους: 16.733 Πατροκλος δ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε 16.734 σκαιῇ ἔγχος ἔχων: ἑτέρηφι δὲ λάζετο πέτρον 16.735 μάρμαρον. ὀκριόεντα. τόν οἱ περὶ χεὶρ. ἐκάλυψεν. 16.736 ἧκε δ' ἐρεισάμενος. οὐδὲ δὴν. ἄζετο φωτὸς. 16.737 οὐδ' ἁλίωσε βέλος. βάλε δ' Ἕκτορος ἡνιοχῆα 16.738 Κεβριονην . νόθον υἱὸν ἀγακλῆος Πριάμοιο . 16.739 ἵππων ἡνί' ἔχοντα. μετώπιον ὀξέϊ λᾶϊ. 16.740 ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος. οὐδέ οἱ ἔσχεν 16.741 ὀστεόν. ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν 16.742 αὐτοῦ πρόσθε ποδῶν: ὁ δ' ἂρ' ἀρνευτῆρι ἐοικὼς 16.743 κάππεσ' ἀπ' εὐεργέος δίφρου. λίπε δ' ὀστέα θυμός: 16.744 τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεες ἱ+ππεῦ: 16.745 ὦ πόποι: ἦ μάλ' ἐλαφρὸς ἀνὴρ. ὡς ῥεῖα κυβιστᾷ: 16.746 εἰ δή που καὶ πόντῳ: ἐν ϊχθυόεντι γένοιτο. 16.747 πολλοὺς ἂν κορέσειεν, ἀνὴρ ὁδε. τήθεα διφῶν. 16.748 νηὸς ἀποθρῴσκων. εἰ καὶ δυσπέμφελος εἴη: 16.749 ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ: 16.750 ῆ ρα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν: 16.751 ὡς εἰπὼν: ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει 16.752 οἷμα λέοντος ἔχων. ὅς τε σταθμοὺς κεραΐζων 16.753 ἔβλητο πρὸς στῆθος . ἑή τέ μιν ὤλεσεν ἀλκή. 16.754 ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεις ἆλσο μεμαώς: 16.755 Ἕκτωρ δ' αῦθ' ἑτέρωθεν ἀφ' ἵππων ᾶλτο χαμᾶζε: Scholia to Iliad 16.731-16.755 Main scholia On Iliad 16.747: ‡πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅτι ἅπαξ εἴρηκε τήθεα: ἔστι δὲ εἶδος τῶν θαλασσίων ὁστρέων προς τοὺς Χωρίζοντας φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν. ὁ δὲ τῆς Ὀδυσσείας : φανερὸν δὲ ὅτι εἰ και μὴ παράγει χρωμένους, ἴσασιν. ἐκ τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν δια τὸ μικροπρεπὲς παρῃτῆσθαι καὶ μὴν, οὐδὲ λαχάνοις παρεισάγει χρωμένους: ἀλλ' ὅμως φησὶ δμῶες Ὀδυσσῆος τε μένος μέγα κοπρήσοντες ⁑ On Iliad 16.748: νηὸς ἀποθρώισκων εἰ καὶ δυσπέμφελος ὅτι Ζηνόδοτος γράφει εἰ καὶ δυσπέμφελοι εἶεν . ὥστε ἐπι τῶν ἀνδρῶν εἶναι οἷον εἰ και δυσάρεστοι εἶεν οἱ συνεσθίοντες βέλτιον δὲ ἐπι τῆς θαλάσσης εἰ καὶ δυσχείμερος εἴη καὶ τραχεῖα τὴν γὰρ τοῦ κολυμβητοῦ ἐντρέχειαν, ἀντιπαρατίθησι τὸ ἀπο τοῦ δίφρου κεκυβιστηκότι: καὶ Ἡσίοδος δὲ ἐπι τῆς θαλάσσης τέταχε καὶ τοις οι γλαυκον δυσπέμφελον ἐργάζονται ⁑ Interlinear scholia On Iliad 16.747@τήθεα: όστρεα On Iliad 16.754@ἆλσο: ὡς ᾶλτο Intermarginal scholia On Iliad 16.732: ἐν ἄλλω ἔπεχε Interior scholia On Iliad 16.737: ηὐλαβηθη αντί τοῦ οῦδε ὁλως ηυλαβηθη αυτόν⁑ Venetus A (Marciana 454 = 822), folio 221, recto Iliad 16.756-16.780 16.756 τὼ περὶ Κεβριόναο λέονθ' ὡς δηρινθήτην: 16.757 ὥ τ' ὄρεος κορυφῇσι. περι κταμένης ἐλάφοιο: 16.758 ἄμφω πεινάοντε. μέγα φρονέοντε μάχεσθον: 16.759 ὡς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς. 16.760 Πάτροκλός τε Μενοιτιάδης. καὶ φαίδιμος Ἕκτορ 16.761 ἵ+εντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. 16.762 Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν. οὐχὶ μεθίει: 16.763 Πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδὸς. οἱ δὲ δὴ ἄλλοι 16.764 Τρῶες καὶ Δαναοὶ, σύναγον κρατερὴν ὑσμίνην: 16.765 ὡς δ' Εὖρός τε Νότος τ' ἐριδαίνετον ἀλλήλοιϊν 16.766 οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην: 16.767 φηγόν τε, μελίην τε. τανύφλοιόν τε κράνειαν, 16.768 αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους 16.769 ἠχῇ θεσπεσίῃ. πάταγος δέ τε ἀγνυμενάων: 16.770 ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες 16.771 δῄουν. οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο: 16.772 πολλὰ δὲ Κεβριόνην ἀμφ' ὀξέα δοῦρ ἐπεπήγει . 16.773 ἰ+οί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες. 16.774 πολλὰ δὲ χερμάδια μεγάλ'. ἀσπίδας ἐστυφέλιξεν 16.775 μαρναμένων ἀμφ' αὐτόν: ὃ δε στροφάλιγγι κονίης 16.776 κεῖτο μέγας μεγαλωστὶ. λελασμένος ἱπποσυνάων: 16.777 ὄφρα μὲν Ἠέλιος μέσον οὐρανόν ἀμφιβεβήκει. 16.778 τόφρα μὲν ἀμφοτέρων βέλε' ἥπτετο. πίπτε δὲ λαός : 16.779 ἦμος δ' Ἠέλιος μετενίσετο: βουλυτὸν δὲ. 16.780 καὶ τότε δή θ' ὑπὲρ αῖσαν Ἀχαιοὶ φέρτεροι ἦσαν: Scholia to Iliad 16.756-16.780 Main scholia On Iliad 16.765: ὡς δ' Εὑρός τε Νότος τ'. ἡ παραγωγὴ προς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις, ἐστιν οὖν ἰδίαν δια τῶν ἑπῶν δύο ἀνέμων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου: ὅμοιον δέ εστι τὸ Βορέης καὶ Ζέφυρος ⁑ On Iliad 16.768: αἵ τε προς ἀλλήλας. ὅτι οὐκ εντέτακται ἡ ἀκὴ, καθάπερ ἐπι τοῦ ξίφους τανύηκες ἄορ , ἀλλα κατα παραγωγὴν τανυήκεας ὄζους, οἷον τανούς, ὡς κελενεφὲς αἷμα : τὸ δὲ τανυήκεας ὡς εὐμήκεας οὕτως ἀνεγνώσθη εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν⁑ On Iliad 16.775: ‡κεῖτο μέγας μεγαλωστὶ ὁ ἀστερίσκος ὅτι εἰς τὴν δευτέραν Νεκυΐαν μετάκειται οὐχ ὑγιῶς: καὶ ὅτι Ϊακῶς λελασμένος ἀντὶ τοῦ λελησμένος πρὸς τὸ ἐν καρὸς αἴσῃ ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοίρᾳ On Iliad 16.779: βουλυτὸν δὲ. ἐπι τὴν ἑσπέραν, καθ ὃν καιρὸν οἱ βόες ἀπολύονται⁑ Intermarginal scholia On Iliad 16.769: λείπει γίνεται On Iliad 16.774: Ἀρίσταρχος δια τοῦ α εστυφελιξαν ⁑ On Iliad 16.775: Ἀρίσταρχος ὁ δ' ἐν στροφάλιγγι σὺν τῷ ν ⁑ On Iliad 16.779: καθ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων⁑ Interior scholia On Iliad 16.774: βραχὺ διασταλτέον ἐπι τὸ μεγάλ'⁑ On Iliad 16.776: επι το μεγαλωστι βραχὺ διασταλτέον ⁑ Venetus A (Marciana 454 = 822), folio 221, verso Iliad 16.781-16.805 16.781 ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν 16.782 Τρώων ἐξ ἐνοπῆς. καὶ ἀπ' ὤμων τεύχε' ἕλοντο: 16.783 Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε: 16.784 τρὶς μὲν ἔπειτ' ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ . 16.785 σμερδαλέα ἰ+άχων. τρὶς δ' ἐννέα φῶτας ἔπεφνεν: 16.786 ἂλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος: 16.787 ἔνθ' ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή: 16.788 ἤντετο γάρ τοι Φοῖβος ἐνι κρατερῇ ὑσμίνῃ 16.789 δεινὸς. ὁ μὲν τὸν ἰ+όντα κατὰ κλόνον οὐκ ἐνόησεν: 16.790 ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε: 16.791 στῆ δ' ὄπιθεν. πλῆξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω 16.792 χειρὶ καταπρηνεῖ. στρεφεδίνηθεν δέ οἱ ὄσσε: 16.793 τοῦ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων : 16.794 ἡ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων 16.795 αὐλῶπις τρυφάλεια: μιάνθησαν δὲ έθειραι 16.796 αἵματι καὶ κονίῃσι. πάρος γε μὲν οὐ θέμις ἦεν 16.797 ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν: 16.798 ἂλλ' ἀνδρὸς θείοιο κάρη. χαρίεν τε μέτωπον 16.799 ῥύετ' Ἀχιλλῆος . τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν 16.800 ῇ, κεφαλῇ φορέειν: σχεδόθεν δέ οἱ ῆεν ὄλεθρος: 16.801 πᾶν δέ οἱ ἐν χείρεσσιν, άγη δολιχόσκιον ἔγχος 16.802 βριθὺ. μέγα: στιβαρὸν. κεκορυθμένον: αὐτὰρ ἀπ' ώμων 16.803 ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα: 16.804 λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων . 16.805 τὸν δ' ἄτη φρένας εἷλε. λύθεν δ' ὑπὸ φαίδιμα γυῖα. Scholia to Iliad 16.781-16.805 Main scholia On Iliad 16.789: δεινὸς ὁ μεν τὸν: ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρός αυτὸν εἰς τὸν περι αὐτοῦ⁑ On Iliad 16.797: ἱπποκομον πήληκα: τρίτη ἀπο τέλους ἡ ὀξεῖα ἐνθάδε ὅτὰν δὲ ἐπι τοῦ κομοῦντος τὸν ἵππον. τότε προ τέλους ἡ ὀξεῖα προ εἴρηται δὲ περι τῶν τοιούτων. καὶ ὡς ἐν τῷ κυπαρισσόκομος καὶ οὐλόκομος προπαροξυνομένοις ἡ κόμη ἔγκειται⁑ Intermarginal scholia On Iliad 16.793: ἐντευθέν ἐστιν ὁρᾶν τὴν προσπάθειαν τοῦ ποιητοῦ ὅτι τὴν αριστείαν τοῦ Ἕκτορος τῷ Ἀπόλλωνι περιτίθησι⁑ On Iliad 16.801: ὅτι τὸ πᾶν ἀντὶ τοῦ όλον ⁑ Interior scholia On Iliad 16.801: οὕτως παν δέ οι ἐν δέ τισι τῷ δέ οι ⁑ Exterior scholia On Iliad 16.798: χαρίεν Venetus A (Marciana 454 = 822), folio 222, recto Iliad 16.806-16.830 16.806 στῆ δὲ ταφών: ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ 16.807 ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ 16.808 Πανθοίδης Εὔφορβος . ὃς ἡλικίην ἐκέκαστο 16.809 ἔγχεΐ θ': ἱπποσύνῃ τε: πόδεσσί τε καρπαλίμοισι. 16.810 καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφ' ἵππων 16.811 πρῶτ' ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέμοιο: 16.812 ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεις ἱππεῦ 16.813 οὐδ ἑδάμασσ': ὁ μὲν αὖτις ἀνέδραμε. μίκτο δ' ὁμίλῳ: 16.814 ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον: οὐδ' ὑπέμεινε 16.815 Πάτροκλον γυμνόν περ ἐόντ' ἐν δηϊοτῆτι: 16.816 Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς. 16.817 ὰψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων: 16.818 Ἕκτωρ δ' ὡς εἶδεν Πατροκλῆα μεγάθυμον 16.819 ὰψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ. 16.820 ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας. οῦ ταδὲ δουρὶ 16.821 νείατον ἐς κενεῶνα. δια πρὸ δὲ χαλκὸν ἔλασσε: 16.822 δούπησεν δὲ πεσὼν. μέγα δ' ἤκαχε λαὸν Ἀχαιῶν: 16.823 ὡς δ' ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ. 16.824 ὥ τ' ὄρεος κορυφῇσι μέγα φρονεόντε μάχεσθον 16.825 πίδακος ἀμφ' ὀλίγης. ἐθέλουσι δὲ πιέμεν ἄμφω: 16.826 πολλὰ δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν. 16.827 ὡς πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱὸν 16.828 Ἕκτωρ Πριαμίδης. σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα: 16.829 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα: 16.830 Πάτροκλ' . ῆ που ἔφησθα πόλιν κεραϊζέμεν ἁ_μήν. Scholia to Iliad 16.806-16.830 Main scholia On Iliad 16.807: ὤμων μεσσηγυς: ὅτι Ζηνοδοτος γραφει σχεδὸν οὔτασε Δάρδανος ἀνήρ : ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται ὡς δια τῶν ἑξῆς δεῖκνυται ὥς τοι πρῶτος εφῆκε βέλος ⁑ On Iliad 16.810: καὶ γὰρ δή ποτε φωτας: ὅτι σύνηθες ἢν τοῖς ἀρχαιοῖς ἁρματομαχεῖν ἐσφαιρωμένοις δόρασι χρώμενους καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων, ὁ δε Διονύσιος οὐκ επι μελέτης ἀλλ' ὅτι ἀνεῖλεν πρῶτ' αγώνων καὶ πρῶτως εἰς πόλεμον παραγενόμενος⁑ On Iliad 16.810: καὶ γαρ δή ποτε φῶτας. δια τοῦ τ αἱ Ἀριστάρχου . καὶ γὰρ δὴ τότε. ὡς τῶν τότε μελετώντων τὴν τοαιαύτην ἄσκησιν ὥστε τὸν ἀντελάυνοντα: ἀναστρέψαι ἀπο τοῦ ὀχήματος⁑ On Iliad 16.812: ὅς τοι πρῶτος ἐφῆκε βέλος, ὅτι βέβληται καὶ οὐκ οὔτασται, ὡς Ζηνόδοτος : βέλος γοῦν κέκληκεν δια τὸ βεβλῆσθαι καὶ προς τὴν ἀποστροφήν⁑ On Iliad 16.822: δούπησεν δὲ πεσὼν ὅτι ἐκ τῶν τοιούτων ἀπεκδέξαντο οἱ Γλωσσογράφοι τὸ δουπῆσαι ἓν ἀνθ' ενὸς ἀντι τοῦ ἀποθανεῖν ἀγνοοῦσι δὲ ὅτι οὐκ επι παντὸς θανάτου τάσσει τὴν λέξιν. ἀλλ' επι τῶν ἐν πολέμῳ πυκτευόντων δια τὸν παρακολουθοῦντα φόβον ἐκ τῶν όπλων⁑ On Iliad 16.827: ὡς πολέας πέφνοντα: ὡς τέμνοντα οὕτως καὶ Ἀρίσταρχος , ὁ δὲ Τυραννίων παροξύνει ὡς λαβόντα , δεύτερον ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει. κῆρ' άχεος μεθέηκα, χερείονά περ καταπεφνών Ἀριστάρχου τοῦ βαρύνοντος καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι, εἰ γὰρ πέφνω πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικὸς δὲ πέφνω , πέφνῃς πέφνῃ καὶ πέφνε γὰρ Ὀθρυονῆα , καὶ ἐστι δεύτερος ἀόριστος ὡς ἔλαβε λάβω λάβῃς λάβῃ δῆλονότι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίσταρχος . καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη, καὶ οὕτως ἐβάρυνεν: ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαὶ, ἔχουσαι προ τοῦ ν σύμφωνον κατ επιπλοκὴν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο. οὐδέποτε δὲ ὠξύνοντο ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων . ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν οὐχι οξύνειν: εἰ δέ τις λέγοι διὰ τί γὰρ οὐ περισπᾷ διδαχθήσεται ἐκ τῆς κλήσεως. οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα οὕτως δὲ καὶ ἡ ϊ μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ στοιχείου οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν⁑ Interlinear scholia On Iliad 16.8184@πίδακοσ: περι μικρᾶς πηγῆς Intermarginal scholia On Iliad 16.819: ὅτι ὁμολογον τῷ βεβλῆσθαι αυτόν⁑ Interior scholia On Iliad 16.812: τὸ σὺν όχεσφιν ἑκατέροις δύναται προσδιδοσθαι⁑ On Iliad 16.828: ὅτι οὔτως μὲν οὔτασεν, ὁδε Εὔφορβος βέβληκε⁑ Venetus A (Marciana 454 = 822), folio 222, verso Iliad 16.831-16.855 16.831 Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας. 16.832 ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν: 16.833 νήπιε: τάων δὲ πρόσθ' Ἕκτορος ὠκέες ἵπποι 16.834 ποσσὶν ὀρωρέχαται πολεμίζειν. ἔγχεϊ δ' αὐτὸς 16.835 Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω. ὅ σφιν ἀμύνω 16.836 ἦμαρ ἀναγκαῖον: σὲ δέ τ' ἐνθάδε γῦπες ἔδονται: 16.837 ἆ δείλ'. οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς . 16.838 ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ' ϊόντι. 16.839 μή μοι πρὶν ϊέναι Πατρόκλεις ἱπποκέλευθε 16.840 νῆας ἐπι γλαφυρὰς. πρὶν Ἕκτορος ἀνδροφόνοιο 16.841 αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι: 16.842 ὥς που σε προσέφη: σοὶ δὲ φρένας ἄφρονι πεῖθε: 16.843 τὸν δ' ὀλιγοδρανέων προσέφης Πατρόκλεις ἱππεῦ. 16.844 ήδη νῦν Ἕκτορ μεγάλ' εὔχεο. σοὶ γὰρ ἔδωκε 16.845 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων . οἵ μ' ἐδάμασσαν 16.846 ῥηϊδίως. αὐτοὶ γὰρ ἀπ' ὤμων τεύχε' ἕλοντο: 16.847 τοιοῦτοι δ' εἴ πέρ μοι εείκοσιν ἀντεβόλησαν. 16.848 πάντές κ' αὐτόθ' όλοντο. ἐμῷ ὑπὸ δουρὶ δαμέντες: 16.849 ἀλλά με μοῖρ' ὀλοὴ. καὶ Λητοῦς ἔκτανεν υἱός. 16.850 ἀνδρῶν δ' Εὔφορβος . σὺ δέ με τρίτος ἐξεναρίζεις: 16.851 ἄλλο δέ τοι ἐρέω. σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν: 16.852 οὔ θην οὐδ' αὐτὸς δηρὸν βέῃ. ἀλλά τοι ἤδη 16.853 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ 16.854 χερσὶ δαμέντ' Ἀχιλῆος ἀμύμονος Αἰακίδᾱο: 16.855 ὡς ἄρα μιν εἰπόντα. τέλος θανάτοιο κάλυψε: Scholia to Iliad 16.831-16.855 Main scholia On Iliad 16.850: ἀνδρῶν δ' Εὔφορβος : ἡ διπλὴ προς τὸ ζητούμενον. τέσσαρας γὰρ προειπὼν ἐπιφέρει, σὺ δέ με τρίτος . τὴν δὲ κοινὴν πᾶσι παρεπομένην μοῖραν οὐκ αριθμεῖ αὐτοὺς δὲ τοὺς ἐπενεγκόντας αὐτῷ χεῖρας⁑ On Iliad 16.849-16.850: πῶς τέσσαρας καταριθμήσας μοίραν Ἀπόλλωνα . Εὔφορβον . Ἕκτορα . ἐπιφέρει σὺ δέ με τρίτος ἐξεναρίζεις . ἔτι δὲ λέγειν ὅτι τὴν μοιραν οὐκ ἀτηρίθμησεν. ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπικείμενειν. ἔνιοι δὲ τὸ ἑξῆς οὕτως ἀποδιδόασιν. ἀλλα με μοῖρα ὀλοὴ καὶ Λητοὺς ἔκτανεν ὑιὸς ἀνδρῶν δ' Εὔφορβος τρίτος. σὺ δέ με ἐξεναρίζεις : ἠ σὺ δέ με τρίτατος ἐξεναρίζεις ἵν' ᾖ πολλοστός ⁑ On Iliad 16.854: χερσὶ δαμέντ' Ἀχιλῆος. πόθεν ὁ Πάτροκλος οῖδεν ὅτι Ἀχιλλεὺς κτείνει τὸν Ἕκτορα . ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρα Θέτιδος . ὅτι κατ Αρτέμωνα τὸν Μιλήσιον ἐν τῷ Περὶ ὀνείρων ὅταν ἀθροισθῇ ψυχὴ ἐξ ὅλου τοῦ σώματος προς τὸ ἐκκριθῆναι μαντικωτάτη γίνεται, καὶ Πλάτων ἐν καὶ γὰρ εἰμὶ ἐνταῦθα ἐν ᾣ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν ὅταν μέλλωσιν ἀποθανεῖσθαι ⁑ Intermarginal scholia On Iliad 16.842: οὕτως δια τοῦ ε σε προσέφη ⁑ On Iliad 16.854: ἐκ πλήρους τὸ δαμέντι Αρίσταρχος Venetus A (Marciana 454 = 822), folio 223, recto Iliad 16.856-16.867 16.856 ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει. 16.857 ὃν πότμον γοόωσα. λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην: 16.858 τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ : 16.859 Πατρόκλεις . τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον. 16.860 τίς δ' οἶδ'. εἴ κ' Ἀχιλεὺς Θέτιδος παῖς ἠϋκόμοιο 16.861 φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς. ἀπο θυμὸν ὀλέσσαι: 16.862 ὡσ ἄρα φωνήσας. δόρυ χάλκεον ἐξ ὠτειλῆς 16.863 εἴρυσε λὰξ προσβὰς. τὸν δ' ὕπτιον ὦσ' ἀπὸ δουρός: 16.864 αὐτίκα δὲ ξυν δουρὶ μετ' Αὐτομέδοντα βεβήκει 16.865 ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο: 16.866 ΐετο γὰρ βαλέειν: τὸν δ' ἔκφερον ὠκέες ἵ+πποι 16.867 ἄμβροτοι. οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. ‡ Scholia to Iliad 16.856-16.867 Main scholia On Iliad 16.856: ψυχὴ δ' ἐκ ρεθέων: ὅτι πάντα τὰ μέλη ῥέθη Ὅμηρος προσαγορεύει. οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον. Interior scholia On Iliad 16.858: δια τοῦ η τὸ τεθνηωτα Ἀρίσταρχος ⁑ Venetus A (Marciana 454 = 822), folio 223, verso Iliad 17.1-17.25 17.1 οὐδ' ἔλαθ' Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον 17.2 Πάτροκλος . Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι: 17.3 βῆ δὲ δια προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ: 17.4 ἀμφι δ' ὰρ αὐτῷ βαῖν', ὥς τις περὶ πόρτακι μήτηρ 17.5 πρωτοτόκος κινυρὴ ,οὐ πρὶν εἰδυῖα τόκοιο: 17.6 ὡς περι Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος : 17.7 πρόσθε δέ οἱ δόρυ τ' έσχε καὶ ἀσπίδα πάντοσε, ΐσην: 17.8 τὸν κτάμεναι μεμαὼς, ὅς τις τοῦ γ' ἀντίος ἔλθοι: 17.9 οὐδ' ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε 17.10 Πατρόκλοιο πεσόντος ἀμύμονος, ἄγχι δ' ὰρ αὐτοῦ 17.11 έστη. καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον : 17.12 Ἀτρείδη Μενέλαε , διοτρεφὲς. ὄρχαμε λαῶν. 17.13 χάζεο: λεῖπε δὲ νεκρόν: ἔᾱ δ' ἔναρα βροτόεντα: 17.14 οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ' ἐπικούρων 17.15 Πάτροκλον βάλε δουρὶ κατα κρατερὴν ὑσμίνην: 17.16 τῶ με, ἔα κλέος ἐσθλὸν ἐνι Τρώεσσιν ἀρέσθαι: 17.17 μή σε βάλω: ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι: 17.18 τὸν δὲ μέγ' ὀχθήσας προσέφη: ξανθὸς Μενέλαος : 17.19 Ζεῦ πάτερ,οὐ μὲν καλὸν. ὑπέρβιον εὐχετάασθαι. 17.20 οὔτ' οὖν πορδάλιος τόσσον μένος. οὔτε λέοντος. 17.21 οὔτε συὸς κάπρου ὀλοόφρονος. οὗ τε μέγιστος 17.22 θυμὸς ἐνι στήθεσσι περι σθένεϊ βλεμεαίνει: 17.23 ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φορέουσιν: 17.24 οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱ̈πποδάμοιο 17.25 ἧς ἥβης ἀπόνηθ', ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε Scholia to Iliad 17.1-17.25 Main scholia On Iliad 17.1: οὐδ' ἔλαθ' Ἀτρέος υἱὸν: Πατρόκλου πεσόντος πρὼτος αἰσθεται Μενέλαος φησὶ γὰρ ὃς κεῖται ἐμῆς ἔνεκ' ἐνθάδε τιμῆς . καὶ ὅτι ὁμότροποι ἄμφω γὰρ ἥπιοι οἱδε Μενέλαος , οὐ μόνον προς τοὺς ἀπχόμενους ήπιος ἦν, ἀλλ’ ήδη καὶ προς τὸυς πολεμίους ὥστε Ἄδραστον ζωγρήσας σὼζειν ἐβούλετο ἢ ὅτι καὶ περ περι παντ παντα σπουδαῖος ὁρᾶται. δεόντος τον Μενέλαον εντῳ νῦν παρεισήγαγε καιρῷ, βοηθοῦντα καὶ ἀγωνιζόμενον. μάλιστα μεν δ α τὸ τετρῶσθαι τοὺς αριστεῖς. ἔπει ταδὲ καὶ δί καιον ἡγεῖτο τὸυς δι αυτων τελευτήσαντας μὴ κατ κατα λιπεῖν, ἀλλα βοηθεῖν παντὶ σθένει ⁑ On Iliad 17.2: Τρώεσσι δαμεῖς. ἀμφίβολον πότερον Τρώεσσι συνήθως κατ' ἐναλλαγὴν πτώσεως παρείληπται. ἀντι τοῦ Τρώων ὡς Αἴαντι δὲ μάλιστα ἀντι τοῦ Αἴαντος : καὶ ἔστιν δαμεῖς ἐν Τρώων δηϊοτῆ́τι ἐν τῇ τῶν Τρώων μάχῃ ὡς το ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθεὶς , οὕτως Τρώεσσι δαμασθεὶς ἀντι τοῦ ὑπὸ Τρώων . δαμείς δὲ δαμασθείς : η αυτὸ δὲ τοῦτο διχῶς ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμεὶς ἢ ὑφ' Εκτορος ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι καὶ Τρῶας κατα τὸ πληθυντικὸν ἔφη τόν τε Ἔκτορα καὶ τὸν Εὔφορβον ὑφ οῦ μὲν γὰρ ἐβλήθη. ὑφ οῦ δὲ οὐτάσθη ⁑ On Iliad 17.2: ἀμφι δ' ὰρ' αὐτῶ βαῖν’, τὸ σημεῖον προς τὸ ὃς Χρύσην ἀμφιβέβηκας . πόρταξ δὲ καὶ πόρτις τὰ νέα τῶν βοῶν ἔκγονα δια τὸ σκιρτιτικὰ εἶναι: τὸ δὲ αὐτὸ πόρτις καὶ πόρις ὅρα δὲ καὶ τὰς ἔξωθεν αὐξήσεις: οὐ γὰρ ἔφη ὅστις περὶ πόρτακι βοῦς : ἕστηκεν, ἀλλὰ μήτηρ τὸφιλοστοργότατον ὄνομα ⁑ On Iliad 17.4: πρωτοτόκος κινυρὴ: ἡ οἰστρόφωνος κινύρασθαι γὰρ. τὸ θρηνεῖν: ὑφ ἓν δὴ προενεκτέον πρωτοτόκος κινυρὴ ἡ περι , τὸν τόκον κινυρά: τὸ δε πρωτοτόκος προ τέλους ἡ ὀξεῖα ἐστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον τοῖς τρόποις τοῖς προπαροξύνουσιν: τὸ δε προπαροξυνόμενον δηλοῖ τὴν πρῶτος τεχθεῖσαν ⁑ On Iliad 17.5: οὐδ' ἄρα Πάνθου υἱὸς ὡς γὰρ ἐν κυνὴγεσίοις πρωτόλια τῷ πρώτῳ βαλόντι δίδοται οὕτω καὶ οὗτος τῶν ὅπλων ἀντιποιεῖται, εἰ γὰρ καὶ γεγύμνηται εἰκὸς αὐτῷ παρακεῖσθαι τὰ ὁπλα ⁑ On Iliad 17.23: ἐϋμμελία: καὶ ἐπι τούτου προ τέλους ἡ ὀξεια ὁμοτονεῖ γὰρ τοῖς ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπι τῶν εἰς ας καὶ εἰς ης ἰσοσυλλάβως κλινομείνων καὶ βραχεῖα παραληγομένων ⁑ On Iliad 17.9: Πάτροκλον βάλε δουρὶ ὅτι βέβληται ὁ Πάτροκλος ὑπο τοῦ Εὐφόρβου καὶ οὐκ ούτασται, καθάπερ Ζηνόδοτος γράφει: σχεδὸν οὔτασε Δάρδανος ἀνήρ ⁑ On Iliad 17.15: μη σε βάλω On Iliad 17.21: οὔτε συος κάπρου κατ επίτασιν ἀλκιμώτερος γὰρ ὁ κάπρος: δι ὃ ἐπὶ πᾶσι τέτακται οὐ κ’ἄλλα διὰ τὸ θυμικώτερον εἶναι τὸν κάπρον τῶν ἄλλων ζώων ἐπενήνοχε προς αὔξησιν καὶ ἔστιν σῦς μὲν τὸ γενικὸν, κάπρος δὲ τὸ εἰδικον, ἀπο τοῦ κάπτειν ⁑ On Iliad 17.21: οὐδε μὲν οὐδε βίη τὸ σημεῖον Διονύσιος δια τὸν Ὑπερήνορα φησὶ. προ εἴρηται γὰρ Ἀτρείδης δ ἂρ' ἔπειθ' Ὑπερήνορα ποιμείνα λαὼν ούτασε καὶ ἴ̈σως κατα τὸ σιωπώμενον ἐκεῖ αὐτὸν ὠνείδισυεν ⁑ Interlinear scholia On Iliad 17.1@οὐδ': καθ ὑπερβατὸν ουκ ἔλαθ' δὲ On Iliad 17.4@πόρτακι: δαμάλει On Iliad 17.5@κινυρὴ: οἰκτρά ὀδυρτικη On Iliad 17.9@ἐϋμμελίης: ὁ Εὐφορβος : On Iliad 17.17@μελιηδέα: προσηνῆ On Iliad 17.22@βλεμεαίνει: ἐπιρρώνυνται δεινὸν βλέπει πέποιθεν On Iliad 17.23@ἐϋμμελίαι: πολεμικοί On Iliad 17.24@Ὑπερήνορος: ἀδελφὸς Εὐφόρβου On Iliad 17.25@ὅτε-ὤνατο: ότε με ὕβρισεν: Intermarginal scholia On Iliad 17.7: ὅτι ἀντὶ ου ὅ ἐστιν αὐτοῦ Ζηνόδοτος πρόσθε δε ου κακῶς: On Iliad 17.14: έδει πρῶτος ειπεῖν οὐ γάρ έστι προς ένα ἡ σύγκρισις προσ ὑπακουστέον δὲ τὸ εμοῦ ⁑ On Iliad 17.20: δια τοῦ α αἱ Ἀριστάρχου παρδάλιος Interior scholia On Iliad 17.2: ἀντὶ τοῦ ὑπὸ Τρώων δαμασθείς ⁑ On Iliad 17.8: τοῦ Μενελάου ἡ τοῦ Πατρόκλου ὃ καὶ πιθανώτερον. ⁑ On Iliad 17.19: ὑπερβίως αὐχεῖν ο ἐστιν ὑπὲρ τὴν δύναμιν: Venetus A (Marciana 454 = 822), folio 224, recto Iliad 17.26-17.50 17.26 καί μ' ἔφατ' ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν 17.27 ἔμμεναι: οὐδέ ἑ, φημὶ πόδεσσί γε οἷσι κιόντα. 17.28 εὐφρῆναι ἄλοχόν τε φίλην. κεδνούς τε τοκῆας: 17.29 ὥς, θην καὶ σὸν ἐγὼ λύσω μένος. εἴ κέ μευ ἄντα 17.30 στήῃς. ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω 17.31 ἐς πληθὺν ϊέναι. μὴδ' ἀντίος ΐστασ' ἐμεῖο: 17.32 πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω: 17.33 ὣς φάτο. τὸν δ' οὐ πεῖθεν: ἀμειβόμενος δὲ προσηύδα 17.34 νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς; ῆ μάλα τίσεις 17.35 γνωτὸν ἐμὸν. τὸν ἔπεφνες. ἐπευχόμενος δ' ἀγορεύεις: 17.36 χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο: 17.37 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας: 17.38 ῆ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην. 17.39 εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας 17.40 Πάνθῳ ἐν χείρεσσι βάλω. καὶ Φρόντιδι δίῃ: 17.41 ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται: 17.42 οὐδ έτ' ἀδήριτος. ἥτ' ἀλκῆς ἤτε φόβοιο: 17.43 ὣς εἰπὼν. ούτησε κατ' ἀσπίδα πάντοσε, ί̈σην: 17.44 οὐδ' ἔρρηξεν χαλκός: ἀνεγνάμφθη δέ οἱ αἰχμὴ 17.45 ἀσπίδ' ἐνὶ κρατερῇ. ὃ δὲ δεύτερος ´ώρνυτο χαλκῷ 17.46 Ἀτρείδης Μενέλαος . ἐπευξάμενος Διῒ πατρί: 17.47 ὰψ δ' ἀναχαζομένοιο, κατα στομάχοιο θέμεθλα 17.48 νὺξ' ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας: 17.49 ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή: 17.50 δούπησεν δὲ πεσών : ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. Scholia to Iliad 17.26-17.50 Main scholia On Iliad 17.26: ‡ ὥς θην καὶ σὸν ἐγω: ὅτι ἄμεινον τὰ ἔπη ταῦτα λέγεται ὑπο Μενελάου ἐπι δὲ τῆς Ἀχιλλέως πρὸς Αἰνείαν συστάσεως οὐκέτι ἐπεξεληλυθὼς γὰρ μονον ουχὶ συναρπάσαι τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέσεως ⁑ On Iliad 17.30: ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ϊέναι: δια μέσου ἐστι τὸ μηδ αντίος ἵστασ' εμεῖο: τὸ δὲ ἑξῆς ἀλλά σ' εγωγε ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ϊέναι πρίν τι κακὸν παθέειν δια μέσου δὲ τὰ λοιπά ⁑ On Iliad 17.32: πρίν τι κακὸν παθέειν. ῥεχθεν δέ τέ νήπίος ἔγνω: φιλόσοφος ἡ γνώμη ὁ ἄφρων μετα τὸ περιπεσεῖν ἁμαρτήματι γινώσκει ὅτι κακῶς ἔπραξεν: ὁ δε φρόνιμος προπερισκέπτεται καὶ προπερινοεῖ τὰ ἐσόμενα διὸ ἐκλέγεται τὸ συμφέρον ἵνα μὴ ἁμαρτῃ μηδὲ μετανοῇ γενόμενος ἐν κακῷ: δια τοῦτο ὁ μεν Προμηθεὺς φρόνιμος δαίμων: ὁ δὲ Ἐπιμηθεὺς φαῦλος μετανοεῖ γὰρ ὅτ' οὐδὲν ὄφελος ὅτι δὲ εἰς παροιμίαν παραδέδοται λέγει καὶ Πλάτων οὕτως δὴ καὶ σὺ λέγω ὦ Ἀγάθων μὴ ἐξαπατᾶσθε ὑπο τούτου ἀλλ απο τῶν ἡμετέρων παθημάτων γνόντα εὔλαβηθῆναι καὶ μη κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι ⁑ On Iliad 17.35: γνωτὸν ἐμόν ὅτι ἰδίως ἐξενήνοχεν ἔστι γὰρ μαλα τίσεις περι τοῦ εμοῦ γνωτοῦ δίκας περι οῦ ἔπεφνες ἀδελφοῦ τίσεις μου τὸν ἀδελφον ⁑ On Iliad 17.37: ἀρητὸν δὲ τοκεῦσι ἥτοι βλαπτικὸν παρὰ τὴν ἀρὰν τὴν βλαβην ἠ κατάρατον ἢ ἀπευκτων ἠ ἀεί ρητόν ἀεὶ δια μνήμης ἐσόμενον ⁑ On Iliad 17.37: ἄλλως ἑτέρως διαστεῖλαι ἐστὶν ἀρητὸν ἐν εὐχῆς μέρει καθεστῶτα σὺ πένθος ἔθηκας ἵν' ᾖ κατ ἀρσενικὴν αἰτιατικὴν ἐπι τοῦ Ὑπεῥήνορος τὸν ἀρητόν ἢ οὕτως εἰς τοῦτο αὐτὸν κατέστησας ὥστε εὐχὴν ἡγεῖσθαι τὸ θρηνεῖν τῶν ἑαυτῶν παὶδα καὶ ἔχειν ἐξουσίαν σχολάζειν γόοις καὶ θρήνοις ⁑ On Iliad 17.38-17.40: ἡ καὶ σφιν δειλοῖσι γόου καὶ τὰ ἑξῆς καταπαύσαιμι δ ὰν τοῦ θρήνου τοὺς ἀθλιους γονέας τοῦ Υπερήνορος εἰ ανέλω σε καὶ καρατομήσας δώσω τὴν κεφαλήν σου καὶ τὰ όπλα αὐτοῖς On Iliad 17.40: καὶ Φρόντιδι δίῃ: καὶ Φρόντιδι δίῃ: ὡς Ἥλιδι : οὕτως Τυραννίων καὶ ἐπείσθη ἡ παράδοσις: ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντις : τὰ γὰρ εἰς τῆ̈ς λήγοντα θηλυκὰ δισύλλαβα μη όντα ἐπιθετικὰ παραληγόμενα δὲ τῷ ο ἤτοι μόνω ἢ συν ετέρῳ φωνήεντι ὀξύνεσθαι θέλει: κοιτίς προιτίς φροντίς οὐτίς τὸ ζῷον παρ' Αλκμᾶνι , οὕτως οὖν καὶ φροντίς , εἰ μὴ ἄρα ἐπεὶ κύριον τοῦτο καὶ βαρυτονηθήσεται: οὐ μάχεται τὸ πόρτις καὶ γὰρ χωρὶς τοῦ τ πόριες περι βοῦς ἀγελαίας : μὴ ὄντα ἐπιθετικὰ πρόσκειται δια τὸ πότις ᾦ παράκειται τῳ πότης On Iliad 17.41: ἀλλ' οὐ μὰν έτι δηρὸν τὸ ἔργον οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον ὥστε ἡ ἀλκὴν ε̈πιδείξασθαι ἠ φυγήν: κατ ένια δὲ τῶν ὑπομνημάτων δια τοῦ \\ π ἐπι δηρὸν ὁμοίως τῷ ἐπι δηρὸν δέ μοι αἰών ⁑ On Iliad 17.41-17.42: ἀλλ' οὐ μαν ἔτι δηρὸν: δια μέσου τὸ οὐδ έτ’ ἀδήριτος: τὸ δὲ ἑξῆς ἀπείρητος πόνος ἔσται ἤτ ἀλκῆς ήτε φόβοιο οἷον πειρασόμεθα ἤτοι ἀνδρείας ἢ φυγῆς, οὕτως Νικάνωρ ⁑ On Iliad 17.47-17.49: ὰψ δ’ ἀναχαζόμενοιο στομάχου θέμεθλα: οὐ λέγει τὸ στόμα τῆς κοιλίας καθάπερ ἡμεῖς, ἀλλα τὸν βρόγχον οἷον τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ ἐπιφέρει γ οὖν ἀντικρὺ δ' ἁπαλοῖο δι αὐχένος . θέμεθλα δὲ ἡ θέσις ⁑ On Iliad 17.48: νὺξ ἐπι δ' αὐτὸς πρὸς τὸ αὐτὸ οὐ γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος ὅμοιον τῷ ὁ δ' ἐρεύγετο οἱνοβαρείων ἕτερος τις οὔκ ἀλλ' αὐτὸς ὁ Κύκλωψ ⁑ On Iliad 17.: βαρείη χειρὶ πιθησας: τοῦ πράγματός ἐστι τὸ ἐπίθετον: βαρεῖαν γὰρ χεῖρα τὴν μετὰ βίας ἐρείδουσαν, τὸ δόρυ φησὶ συνεπιβαρύνας τὴν χεῖρα τῷ δόρατι ⁑ On Iliad 17.49: ἀντικρὺ δ' ἀπαλοῖο: τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον λέγειν τὸν βρόγχον: εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει οὐκ ἂν ἄντικρῦς δια τοῦ αὐχένος τὸ δόρυ ἐφέρετο. ⁑ Intermarginal scholia On Iliad 17.27: δια τοῦ τε οὐδέ τε Ἀρισταρχος ⁑ On Iliad 17.38: περισπαστέον τὸν η βεβαιωτικὸς On Iliad 17.40: ἡ μήτηρ ἐστὶν αυτοῦ Φρόντις ὡς Θέτις ⁑ On Iliad 17.42: Ἀρίσταρχος αμφότερα δια τοῦ δ ἠδ' αλκῆς ἠδὲ φόβοιο ⁑ On Iliad 17.50: παραμυθία μεγίστην εἰσφέρει τοῖς λυπουμένοις ὑπερ τοῦ Πατρόκλου ⁑ Interior scholia On Iliad 17.32: πιστὸν τὸ παίδευμα καὶ πολλῆς ὠφελείας περιεκτικον ⁑ On Iliad 17.36: όμοιον τὸ ,, καὶ δόμος ἡμιτελης : On Iliad 17.37: ἀρητόν τὰ εἰς τὸς ῥηματικὰ παραληγόμενα τὸ η ὑπὲρ β συλλαβάς ὀξύνεσθαι θέλει ⁑ On Iliad 17.38: ὅτι δειλοισιν ειπεν αντὶ τοῦ δειλαίοις On Iliad 17.44: ουτως Ἀρισταρχος χαλκός αλλοι δὲ χαλκόι : Exterior scholia On Iliad 17.44: χαλκὸν Venetus A (Marciana 454 = 822), folio 224, verso Iliad 17.51-17.75 17.51 αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι: 17.52 πλοχμοί θ'. οἳ χρυσῷ τὲ καὶ ἀργύρῳ ἐσφήκωντο: 17.53 οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης 17.54 χώρῳ ἐν οἰοπόλῳ. ὅθ' άλις ἀναβέβροχεν ὕδωρ, 17.55 καλὸν. τηλεθάον. τὸ δέ τε πνοιαὶ δονέουσι 17.56 παντοίων ἀνέμων. καί τε βρύει ἄνθεϊ λευκῷ: 17.57 ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ. 17.58 βόθρου τ' ἐξέστρεψε. καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ: 17.59 τοῖον Πάνθου υἱὸν, ἐϋμμελίην Εὔφορβον 17.60 Ἀτρείδης Μενέλαος ἐπεὶ κτάνε τεύχε' ἐσύλα: 17.61 ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς, 17.62 βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη. 17.63 τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 17.64 πρῶτον. ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει 17.65 δῃῶν: ἀμφὶ δὲ τόν γε κύνες ἄνδρές τε νομῆες 17.66 πολλὰ μάλ’ ϊύζουσιν ἀπόπροθεν οὐδ' ἐθέλουσιν 17.67 ἀντίον ἐλθέμεναι μάλα γὰρ χλωρὸν δέος αιρεῖ. 17.68 ὣς τῶν οὔ τινι θυμὸς ἐνι στήθεσσιν ἐτόλμα 17.69 ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο: 17.70 ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοίδαο 17.71 Ἀτρείδης , εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων : 17.72 ὅς ῥά οἱ Ἕκτορ' ἐπῶρσε θοῶ ἀτάλαντον Ἄρηϊ : 17.73 ἀνέρι εἰσάμενος, Κικόνων ἡγήτορι Μέντῃ. 17.74 καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα: 17.75 Ἕκτορ . νῦν σὺ μὲν ὧδε θέεις. ἀκίχητα διώκων Scholia to Iliad 17.51-17.75 Main scholia On Iliad 17.51: ‡ αἵματί οι δεύοντο: ὅτι Ζηνόδοτος γράφει Χαρίτεσσι μέλαιναι ἀδιανόητον ποιῶν οὐκ εἰκῆ ἐπεξεργασία τῆς κώμης ἀλλ' επεὶ περι τῶν Πατρόκλου τριχῶν εἶπεν μιάνθησαν δὲ ἔθειραι εἰς ἐκδικίας καὶ παραμυθίαν ὡς εἴποι τίς παρέβαλε καὶ τὴν εὐμορφον κόμην On Iliad 17.51: πλοχμοίθ’, οἱ ὑπο χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ῆσαν: τινὲς δὲ θέλουσι λείπειν τὸ ὠς, ἀλλα λανθάνουσιν οἱ βαρβάρου οὐκ ἐπι καλλωπισμῶν φέροντες τὸν χρυσὸν. ἀλλα λάφυρα τοῖς πολεμίοις On Iliad 17.51: Χαρίτεσσιν ὁμοιαι: ἀντι τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἴσοι, ἀπίθανον δέ εστιν ἀμόρφωτος γῆ κώμη ἐι μὴ’ οὕτως Μακέδονες δὲ καὶ Κύπριοι χάριτας λέγουσι τὰσ συνευτραμμένας καὶ οὐλὰς μυρσίνας ἃς φαμὲν στεφανίτιδος ⁑ On Iliad 17.53: οἶον δὲ τρέφει ἔρνος ἀνηρ: Ποσειδῶν καὶ Ἀθηνᾶ περι τῆς Ἀττικῆς ἐφιλονείκουν: καὶ Ποσειδὼν μὲν ἐπι τῆς Αττικῆς τῆς ακροπόλεως κρούσας τῇ τριαίνη κῦμα θαλάσσης ἐποιησεν Αθηνᾶ δὲ ἐλαίαν κριτὴς δὲ αὐτῶν γενόμενος Κέκροψ οἱ τῶν τόπων τῆς Αττικῆς βασιλεὺς τῇ θεῷ προσένειμε τὴν χωραν εἰπῶν: ὅτι θάλασσα μέν ἐστι πανταχοῦ τὸ δε φυτὸν τῆς ἐλαίας ἴ̈διον Ἀθηνᾶς ⁑ On Iliad 17.54: ἀναβέβευχεν ὕδωρ: Ζηνόδοτος δια τοῦ ο ἀναβεβροχεν ὡς ἐκεῖ ἀλλ ὅτ' ἀναβρίζειο θαλάσσης ⁑ On Iliad 17.65: δηῶν, περισπαστέον ἐπεὶ καὶ ἐν ετέροις λέγει κατα διαίρεσιν σὺν τῷ ο ἔγχεϊ δηϊόων γέγονε δὲ παρὰ τὸ δήϊος : διὸ καὶ σὺν τῷ ῖ γράφεται τὸ δῃῶν ⁑ On Iliad 17.65-17.66: ἰ̈ύζουσιν: οἱ νομῆες , οἱ δε κύνες ὑλακτοῦσιν ⁑ On Iliad 17.70: ἐνθά κε ῥεῖα φέροι: ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ ῥήματα ἔδει γὰρ φᾶναι τότε δ ἂν ῥαδίως ἔφερεν ⁑ On Iliad 17.73: ἀνέρι εἰσάμενος: ὅτι τοῦτον τὸν Μέντὴν ἐν τῷ Τρωϊκῷ διακόσμῳ οὐ παραδέδωκεν ἀλλα Εὔφημον μόνον Εὔφημος δ' ἄρχε Κικόνων ἢν αἰχμητάων ὡς ἂν πλειόσιν ἡγεμόσι χρωμένων ⁑ On Iliad 17.73: ἴσως δὲ ἄμοιβος ἢν νεωστὶ ἥκων: καὶ γὰρ προς τὸν ἐν τῇ , ὁμώνυμον Μέντην ἔτερος γὰρ Ταφίων βασιλεὺς Μέντης δὲ ὁ μενετικὸς ἐν τοῖς πολέμοις ⁑ On Iliad 17.75: Ἕκτορ , νῦν σῦ μὲν ὦδε, μετα τὸ ὄνομα στικτέον προσαγορευτικὴ γάρ ἐστι τὸ δὲ ἀκάχητα φασὶ Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς προσνέμειν. καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι ⁑ Interlinear scholia On Iliad 17.54@ἀναβέβροχεν: ἀνεφύσησεν On Iliad 17.55@πνοιαὶ-δονέουσι: τοῦτο ἢν το ἀνεμοστρεφες On Iliad 17.65@δῃῶν: διασπῶν διακόπτων On Iliad 17.66@ϊύζουσιν: τῶν κάτα μίμησιν καὶ τοῦτο Intermarginal scholia On Iliad 17.54: εν ῶ μόνος τίς πολεῖται : On Iliad 17.65: καὶ δήϊοι οἱ πολέμιοι On Iliad 17.71: τὸ ἀγάσσατο νῦν ἀντὶ τοῦ ἐφθόνησεν καὶ ἀντὶ τοῦ εθαύμασεν ⁑ Interior scholia On Iliad 17.64: λάπτει τῶν δὲ κατὰ μίμησιν ἡ λέξις ⁑ Venetus A (Marciana 454 = 822), folio 225, recto Iliad 17.76-17.100 17.76 ἵππους Αἰακίδαο δαί̈φρονος: οἳ δ̀' ἀλεγεινοὶ 17.77 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι 17.78 ἄλλῳ γ'. ἢ Ἀχιλῆϊ . τὸν ἀθανάτη τέκε μήτηρ: 17.79 τόφρα δέ τοι Μενέλαος ἀρήϊος. Ἀτρέος υἱὸς. 17.80 Πατρόκλῳ περιβὰς. Τρώων τὸν ἄριστον ἔπεφνε. 17.81 Πανθοίδην Εὔφορβον . ἔπαυσε δὲ θούριδος ἀλκῆς: 17.82 ὡς εἰπὼν, ὁ μὲν αὖτις ἔβη θεὸς ἀμ πόνον ἀνδρῶν: 17.83 Ἕκτορα δ' αἰνὸν άχος πύκασε φρένας ἀμφιμελαίνας: 17.84 πάπτηνεν δ' ὰρ ἔπειτα καταστίχας, αὐτίκα δ' ἔγνω 17.85 τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ' ἐπι γαίῃ 17.86 κείμενον. ἔρρει δ' αἷμα κατ' ουταμένην ὠτειλήν: 17.87 βῆ δὲ δια προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. 17.88 ὀξέα κεκληγὼς φλογὶ είκελος Ἡφαίστοιο 17.89 ἀσβέστῳ. οὐδ' υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας: 17.90 ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 17.91 ώιμοι ἐγὼν. εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ. 17.92 Πάτροκλόν θ', ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς. 17.93 μή τις μοι Δαναῶν νεμεσήσεται, ὅς κεν ί̈δηται: 17.94 εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι. 17.95 αἰδεσθεὶς μή πως με περιστείωσ' ἕνα69 πολλοί: 17.96 Τρῶας δ' ἐνθάδε πάντας ἄγει κορυθαιόλος Ἕκτωρ : 17.97 ἀλλὰ τίή μοι ταῦτα φίλος διελέξατο θυμός: 17.98 ὁππότ' ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι 17.99 ὅν κε θεὸς τιμᾷ. ταχά οἱ, μέγα πῆμα κυλίσθη: 17.100 τώ μ' οὔ τις Δαναῶν νεμεσήσεται, ὅς κεν ί̈δηται Scholia to Iliad 17.76-17.100 Main scholia On Iliad 17.80: ‡ Πατρόκλῳ περιβὰς, πρoς τὴν περίβασιν Τρῶς ’ ἄρα ὁ Εὔφορβος , ἀλλα καὶ Δάρδανος οἳ ἄρα Δάρδανοι Τρῶες , καὶ ὅτι ἀντι τοῦ τὸν ἐν τοῖς Τρωσὶν ἄριστον οὐ γάρ ἐστιν ὡς Μυρμϊδόνων τὸν ἄριστον ⁑ On Iliad 17.92: ‡ Πάτροκλον δ’ ὃς κεῖται ὅτι ἡ τιμὴ ἀντι τῆς τιμωρίας , καὶ νῦν τέτακται: ἕνεκα ἐμοῦ κεῖται τιμωρούμενος τοὺς Τρωας ⁑ On Iliad 17.93-17.95: ‡ εἰ δέ κεν Ἕτορι μοῦνος, ὑποστικτέον ἐπι τὸ αἰδεσθεις , στικτέον δὲ, ἐπι τὸ πολὺ , ὁ γὰρ λόγος ἐλλιπής ἐστι λείποντος τοῦ εὐλαβοῦμαι ἠ τινὸς τοιούτου ὡς καὶ ἐν τοῖς προκειμένοις μή τις μοι Δαναῶν ἔστι γὰρ τὸ πλῆρες εὐλαβοῦμαι μή με τῶν Ἑλλήνων μέμψηταί τις τὸν αὐτὸν τρόπον καὶ ἐνθαδε, ἐὰν δὲ μόνος ὦν Ἔκτορι καὶ Τρωσὶ μάχωμαι αἰδεσθεὶς. εὐλαβοῦμοι μή πως με περιστήωσ' ἕνα πολλοὶ ὄντες ⁑ On Iliad 17.96: Τρῶας ἐνθάδε πάντας: εἰς τὸ πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν προκατασκευάζει ⁑ On Iliad 17.98-17.99: ‡ ὁππότ' ἀνὴρ ἐθέλῃ προς δαίμονα φωτὶ μάχεσθαι ‡ ὅτε ἀνηρ βούλεται ἀνδρὶ μάχεσθαι ὃν θεὸς τιμᾷ, πρὸς θεὸν μάχεται On Iliad 17.98-17.99: οππότ' ανηρ: πῶς ἅμα πρὸς δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι, ἀλλα τὸ προς δαίμονα τοιοῦτόν ἐστιν ὡς λέγογεν πρὸς κῦμα ἐναντιούμενος δαίμονι : ὁ γὰρ φωτὶ μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ θεῷ μάχεται τῷ εκείνων στέργοντι: ὁ Πίνδαρος . ἴσον μὲν θεὸν , ἅνδρα τε φίλον ὑποτρέσαι ἐκέλευσεν ἐπ ἴσης τῶν τε θεῶν καὶ τῶν φίλων θεῷ ἄνδρα θεοφιλῇ μη θαύμαζε γάρ φησιν ὁ Πλάτων ἠ ϊέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεοὺς ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι: On Iliad 17.98-17.99: ἄλλως, οὐκ ἄρα τῷ πολέμῳ οὐδε τοῖς Τρωσὶν ὑποχωρεῖ αλλα τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ βούλεται: τὸ δε τῆς διανοίας οὕτως: τῷ φωτὶ ὅν κε θεὸς τιμᾷ πρὸς δαίμονά ἐστι μάχεσθαι⁑ On Iliad 17.98-17.99: ὅν καὶ θεὸς τιμᾷ ἡ ὑποστιγμὴ μετα τὸ τιμᾷ ὸ δὲ λόγος. ὁπότ ἄν τις βούληται παρα θεοῦ γνώμην ἀνδρὶ μάχεσθαι, ὁφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι: τὸ γὰρ προς δαίμονα ἀντι τοῦ παρὰ του θεοῦ γνώμην ὡς καὶ πρὸς δαίμονά εἴ πως ἐρυσαίμεθα Intermarginal scholia On Iliad 17.95: Ἀρίσταρχος δια τοῦ η περιστήῳσι Interior scholia On Iliad 17.86: ὅτι παρητυμολόγησεν τὸ ὄνομα On Iliad 17.88: μετα τὸ κεκλιγώς βραχὺ διασταλτέον μαλλον γὰρ ἐμφαίνει ⁑ On Iliad 17.91: τὸ εξῆς ἐστι καταλίπω διὸ ἀναστρεπτέον τὴν πρόθεσιν ⁑ On Iliad 17.93: αντὶ τοῦ νεμεσήσηται μέμψηται On Iliad 17.94: προσληπτέον τὸ εὐλαβοῦμαι ⁑ Venetus A (Marciana 454 = 822), folio 225, verso Iliad 17.101-17.125 17.101 Ἕκτορι χωρήσαντ'. ἐπεὶ ἐκ θεόφιν πολεμίζει: 17.102 εἰ δέ που Αἴαντός γε, βοὴν ἀγαθοῖο πυθοίμην. 17.103 ἄμφω κ' αῦτις ϊόντες ἐπιμνησαίμεθα χάρμης: 17.104 καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν. 17.105 Πηλείδῃ Ἀχιλῆϊ . κακῶν δέ κε φέρτατον εἴη: 17.106 ἕως ὃ ταῦθ' ὥρμαινε κατα φρένα καὶ κατα θυμὸν. 17.107 τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον: ἦρχε δ' ὰρ' Ἕκτωρ : 17.108 αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο: λεῖπε δὲ νεκρὸν, 17.109 ἐντροπαλιζόμενος. ὥς τε λὶς ἠϋγένειος: 17.110 ὅν ρα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται 17.111 ἔγχεσι καὶ φωνῇ, τοῦ δ' ἐν φρεσὶν ἄλκιμον ῆτορ 17.112 παχνοῦται. ἀἕκων δέ τ' έβη ἀπο μεσσαύλοιο: 17.113 ὡς ἀπο Πατρόκλοιο κίε ξανθὸς Μενέλαος . 17.114 στῆ δὲ μετὰ στρεφθεὶς ἐπεὶ ἵ̈κετο ἔθνος ἑταίρων: 17.115 παπταίνων Αἴαντα μέγαν. Τελαμώνιον υἱόν: 17.116 τὸν δὲ μάλ' αῖψ' ἐνόησε μάχης ἐπ αριστερὰ πάσης 17.117 θαρσύνονθ' ἑτάρους, καὶ ἐποτρύνοντα μάχεσθαι. 17.118 θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων : 17.119 βῆ δὲ θέειν, εῖθαρ δὲ παριστάμενος ἔπος ηύδᾱ: 17.120 Αἶαν : δεῦρο πέπον περὶ Πατρόκλοιο θανόντος 17.121 σπεύσομεν: αἴ κε, νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν 17.122 γυμνὸν: ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ : 17.123 ὣς ἔφατ'. Αἴαντι δὲ δαί̈φρονι θυμὸν ὄρινε: 17.124 βῆ δὲ δια προμάχων: ἅμα δὲ ξανθὸς Μενέλαος : 17.125 Ἕκτωρ μὲν Πάτροκλον , ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα. Scholia to Iliad 17.101-17.125 Main scholia On Iliad 17.105: ‡ κακῶν δέ κε φέρτατον εἴη: ὡς ἐν κακοῖς τοῦτ ἂν εἴη φέρτατον τὸ ῥύσασθαι τὸν νεκρὸν τῷ Ἀχιλλεῖ ο ⁑ On Iliad 17.105: ἄλλως: εὰν πρὸς τῇ ἀναιρέσει καὶ τὴν τοῦ σώματος αἰκείαν ὑπομείνη ὁ Πάτροκλος On Iliad 17.105: ἄλλως τῶν δε παρόντων κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον ἢ ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τὸ ἄμεινον γένοιτο ⁑ On Iliad 17.109: ἐντροπαλιζόμενος ὥς τε λις: οὐκ ασθενεῖ ζώῳ παρέβαλεν οὐδὲ τῷ εἰωθότι φεύγειν ἀλλα τῷ ἀλκιμωτάτῳ ὃν φησὶν οὐκ ἀδικεῖσθαι τί προς τῶν ἀμυνομένων δρᾶσαι δὲ κωλύεσθαι ⁑ On Iliad 17.110: ἀπο σταθμοῦ δίωνται: δίωνται ὡς λέγωνται ἔστι δὲ καὶ απο τοῦ δίημι ἡ κλισις παρ αυτῷ ⁑ On Iliad 17.112: παχνοῦται αέκων δέ τε: ὅτι τὴν κατα αγρὸν ἔπαυλιν μέσσαυλον οἱ δὲ Ἀττικοὶ τὴν μέσην θύραν τῆς αὐλῆς τὴν διορίζουσαν τήν τε γυναικωνίτιν καὶ τὸν ἀνδρῶνα, τὸ δὲ παχνοῦται πήγνυται φρίσσει ἀπο τῆς μάχης δια τὴν αυλήν ⁑ On Iliad 17.115: παπταίνων Αἴαντα μέγαν: ὅτι πάλιν μέγαν εἶπεν τὸν Τελαμῶνος Αἴαντα : κατα σύγκρισιν τοῦ Ὀϊλιάδου εκεῖνος γὰρ μικρότερος μείων οὒ τί τόσος γε ὅσος Τελαμώνιος ⁑ On Iliad 17.121: σπεύσομεν προσεθηκεν Ἀχιλλεῖ εἰς μείζονα προτροπὴν καὶ γα̏ρ αἰσχρὸν ἦν τῷ Αἴαντι μάλλιστα ὑπο Αχιλλέως καταγνωσθῆναι μεθ' ἢν αυτὸς ἄριστος ⁑ On Iliad 17.125: Ἕκτωρ μὲν Πάτροκλον ὅτι ἕοικεν παρεπιτιμῶντι ὁ Ἀρίσταρχος τῷ Ὁμήρῳ οὐ γὰρ αὐτὸς ἦν ὁ Έκτωρ ὁ σκυλεύσας τὸν Πάτροκλον : ἀλλ απ αυτοῦ περιόντος ἀφείλετο τὰ ὅπλα: οὑτός Ἀπόλλων : ὁ δε αὐτὸν γυμνὸν ἔτρωσεν: λῦσε δέ οι θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων : ὁ δὲ Διονύσιος τὸ σημεῖόν φησὶν ὅτι ήλλακται πτῶσις, Πάτροκλον ἐπεὶ κλυτὰ: τευχε' ἀπηύρα ἀντὶ τοῦ Πατρόκλου ⁑ Intermarginal scholia On Iliad 17.101: ἀντὶ παραχωρήσαντα ὑποχωρήσαντα : On Iliad 17.103: Ζηνόδοτος ιόντε δυϊκῶς ⁑ Interior scholia On Iliad 17.110: οὕτως διενται ὡς τίθενται μέμνηται ὁ Ηρωδιανος εν τ μ : Exterior scholia On Iliad 17.105: φερτερον Venetus A (Marciana 454 = 822), folio 226, recto Iliad 17.126-17.150 17.126 ἕλχ' ἵ̈ν' ἀπ' ὤμοιϊν κεφαλὴν τάμοι, ὀξέϊ χαλκῷ. 17.127 τὸν δὲ νέκυν Τρωῇσιν ἐρυσσάμενος κυσὶ δοίη. 17.128 Αἴας δ' ἐγγύθεν ἦλθε, φέρων σάκος ἠύ̈τε πύργον: 17.129 Ἕκτωρ δ' ὰψ ἐς ὅμιλον ἰ̈ὼν ἀνεχάζεθ' ἑταίρων. 17.130 ἐς δίφρον δ' ἀνόρουσε: δίδου δ' ὅ γε τεύχεα καλὰ 17.131 Τρωσὶ φέρειν προτὶ ἄστυ μέγα κλέος ἔμμεναι αὐτῷ: 17.132 Αἴας δ' ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας 17.133 ἑστήκει, ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν: 17.134 ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσωνται ἐν ὕλῃ 17.135 ἄνδρες ἐπακτῆρες. ὁ δέ τε, σθένεϊ βλεμεαίνει: 17.136 πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται. ὄσσε καλύπτων: 17.137 ὡς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει: 17.138 Ἀτρείδης δ' ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος 17.139 ἑστήκει. μέγα πένθος ἐνι στήθεσσιν ἀέξων: 17.140 Γλαῦκος δ' Ἱ̈ππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν: 17.141 Ἕκτορ' ὑπόδρα ἰ̈δὼν χαλεπῷ ἠνίπαπε μύθῳ: 17.142 Ἕκτορ . εἶδος ἄριστε. μάχης ἄρα πολλὸν ἐδεύεο: 17.143 ῆ, σ' αύτως κλέος ἐσθλὸν ἔχει. φύξηλιν ἐόντα: 17.144 φράζεο νῦν. ὅππως κε πόλιν καὶ ἄστυ σαώσεις 17.145 οἶος σὺν λαοῖσι τοὶ Ἰ̈λίῳ ἐγγεγάασιν: 17.146 οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν 17.147 εῖσι περὶ πτόλιος. ἐπεὶ οὐκ ἄρα τις χάρις ῆεν 17.148 μάρνασθαι δηΐοισιν μετ' ἀνδράσι, νωλεμὲς αἰεί: 17.149 πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ' όμιλον. 17.150 σχέτλι'. ἐπεὶ Σαρπηδόν' . ἅμα ξεῖνον καὶ ἑταῖρον Scholia to Iliad 17.126-17.150 Main scholia On Iliad 17.126: ἕλχ' ΐν’ ἀπ ώμοιϊν: ‡ ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν ἵνα ἀφέληται τὴν κεφαλὴν : τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψει οὐδέπω γὰρ ὁ Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων ὅτι τὸ Σαρπηδόνος σῶμα ὑπὸ τοῖς Ἀχαιοῖς ἀφῆκεν γενέσθαι δεῖν οὖν πολεμήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιᾶσαι μέχρι ἂν αποδώσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Σαρπηδόνος καὶ τὰ τεύχη ἀντικομίζόμεν οι τὸν Πάτροκλον δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπο τῶν Ἀχαιῶν ῆρθαι καὶ κεῖσθαι ἐπι τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπο Ἀπόλλωνος εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται: ὁ δὲ Ὅμηρος ἵν' ἐπιφανῆ τὸν αγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου ταῦτα ὑπέθετο οἵ δε γὰρ Τρῶες ὡς ὑπο Σαρπηδόνος κινδυνεύειν κρίνουσιν οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ έχονε̈ς μάχονται ὑπερ τῆς αἰκειας τοῦ Πατρόκλου χαλεπὴ ἡ αίκεία καὶ σύγγνωστος ὁ Ἀχιλλεὺς αἰκιζόμενος τὸν Ἕκτορα ὑπ ἐκδικία τοῦ φίλου χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος ⁑ On Iliad 17.132: Αἴας ἀμφι Μενοιτιάδῃ : οὗτος ὥσπερ τεῖχος εις σκεπην τῷ σώματι τοῦ Πατρόκλου τὸ σάκος προβέβληται ⁑ On Iliad 17.134-17.136: ἑστήκει ὡς τίς τε λέων παρα Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ’ ἦσαν οἱ Γ στίχοι ἴσως φασὶν ἕνιοι ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν ἀλλὰ θήλειαι μόναι. κατa δὲ τὸ ἀρσενικὸν καὶ ἐπι τῆς θηλείας τέτακται ὁ λέων καὶ ἔστιν ἐπίκοινον: ἔστι γάρ τινα ὀνόματα ἀρσενικὰ ἃ καὶ επι θηλυκῶν τάσσεται καὶ θηλυκὰ ἃ καὶ επ αρσενικῶν οἷον ἱέραξ μὲν καὶ ἐπ άρσενος και θηλείας τάσσεται: πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπ ἀρσενικος τίθεται: οὐκ οὖν κατα μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην λέαινα δὲ ἡ θήλεια: κατὰ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται ἀλλα τὸ ἀρσενικὸν μόνον διὸ εἲπιν ἀρσενικῷ ἄρθρῳ χρώμενον: ᾧ ῥά τε νήπι' ἄγοντι οὐχὶ ᾔ ρα τε νήπι' ἀγούσῃ ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς, ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν: τὸ μέγεθος δὲ Αἴαντος ὑποφαινει ἡ παραβοων ⁑ On Iliad 17.134: ᾧ ρά τε νήπι' άγοντι: ᾧ ἐπι μὲν τῆς Μενελάου εἰκόνος τὴν φιλοστοργίαν τῆς βοὸς παρέλαβεν: ἐπι δὲ τῆς τοῦ Αἴαντος τὸν ἄλκιμον ⁑ On Iliad 17.136: ἐπισκύνιον: τὸ ἐπάνω τῶν οφθαλμῶν μέρος ἤ τοι τὸ τοῦ δέρματος συν οφρύωμα τοῦ μετώπου ὅθεν καὶ σκύζεσθαι τὸ οργίζεσθαι δια τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μερος τοῖς οργιζομένοις ⁑ On Iliad 17.136: πᾶν δέ τ' ἐπισκύνιον: ἱστόρηται τοῦτο ἐπι τῆς ἀληθείας, φασὶ γὰρ ὅτ ἂν ἐμπέσῃ λέων ἔχων σκύμνους. μαχόμενον αὐτὸν προς τοὺς κυνηγοὺς κατανεύειν καὶ καλύπτειν τὰ φάη ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη δειλιάσας καταλίπει τὸ τέκνον On Iliad 17.136: ἕλκεται ὄσσε καλύπψων: ἕλκεται ἔφη ἀντι τοῦ έλκει : καλύπτων δέ ὁ λέων διὸ καὶ δια τοῦ ν γράφεσθαι συνεφώνουν ἅπασαι ⁑ On Iliad 17.142: Ἕκτορ εἶδος ἄριστε: μάλιστα τὸν Ἕκτορα ἔμελλε κινεῖν καὶ τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι ⁑ On Iliad 17.143: ἡς’ αὐτὸς κλέος ἐσθλὸν: παράγωγον φύγάδα ὄντα καὶ δειλὸν καὶ τὸ φεύγειν καὶ τὸ ἀλέασθαι ἔγκειται ἐν τῇ λέξει: περισπαστέον δὲ τὸν η εἴ τε θαυμαστικῶς εἴ τε βεβαιωτικῶς κεῖται ⁑ On Iliad 17.149: πῶς κε σ.ὺ χείρονα φῶτα σαώσηας μεθ' ὅμιλον: δια τοῦ ν μεθ ὅμιλον : παρὰ δε Ζηνοδότῳ μεθ' ομίλου καὶ λόγον ἔχει ἀντι τοῦ ἔξω ὁμίλου ⁑ Interlinear scholia On Iliad 17.128@ἐγγύθεν: ἀντὶ ἐγγύς On Iliad 17.136@ἐπισκύνιον: τὸ ὑπὸ τὰς ὀφρῦς δέρμα: Intermarginal scholia On Iliad 17.133: οὕτω χωρὶς τοῦ ϊ ἑστήκει On Iliad 17.144: οὕτως Ἀρίσταρχος αλλοι δὲ σαώσῃς διὰ τ τοῦ η ⁑ On Iliad 17.150-17.151: σχέτλι' αγνοοῦσι τὰ ᾠκονομημένα περὶ τοῦ Σαρπηδόνος Ἀπόλλωνι ⁑ Interior scholia On Iliad 17.135: κυνηγοί: ἀπο τοῦ ἐπα̋γειν τοὺς κύνας ⁑ On Iliad 17.139: ἑξω τοῦ ϊ Venetus A (Marciana 454 = 822), folio 226, verso Iliad 17.151-17.175 17.151 κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κῦρμα γενέσθαι, 17.152 ὅς τοι πολλ`' ὄφελος γένετο πτόλεί̈ τε καὶ αὐτῷ 17.153 ζωὸς ἐών: νῦν δ' οὔ, οἱ, ἀλαλκέμεναι κύνας ἔτλης: 17.154 τῶ νῦν. εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν 17.155 οἴκαδ' ΐμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς όλεθρος: 17.156 εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη. 17.157 ἄτρομον. οἷόν τ' ἄνδρας ἐσἔρχεται. οἳ περι πάτρης 17.158 ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο. 17.159 αῖψά κε Πάτροκλον ἐρυσαίμεθα. ΄ Ϊλιον εἴσω: 17.160 εἰ δ' οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος 17.161 ἔλθοι τεθνηὼς. καί μιν ἐρυσαίμεθα χάρμης. 17.162 αῖψά κεν Ἀργεῖοι , Σαρπηδόνος ἔντεα καλὰ 17.163 λύσειαν: καί κ' αὐτὸν ἀγοίμεθα Ἴ̈λιον εἴσω: 17.164 τοίου γὰρ θεράπων πέφατ' ἀνέρος, ὃς μέγ' ἄριστος 17.165 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες: 17.166 ἀλλὰ σύ γ' Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας 17.167 στήμεναι ἄντα. κατ' ὄσσε ἰ̈̈δὼν δηί̈ων ἐν ἀϋτῇ. 17.168 οὐδ'ἰ̈θὺς μαχέσασθαι. ἐπεὶ σέο φέρτερός ἐστι: 17.169 τὸν δ' ὰρ' ὑπόδρα ἰ̈δὼν προσέφη κορυθαιόλος Ἕκτωρ : 17.170 Γλαῦκε . τίη δε σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες. 17.171 ὢ πόποι ῆ τ' ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων 17.172 τῶν: ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι. 17.173 νῦν δέ σευ, ὠνοσάμην πάγχυ φρένας. οἷον ἔειπες. 17.174 ὅς τέ με, φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι: 17.175 οὔ τοι ἐγὼν, ἔρρῑγα μάχην. οὐδὲ κτύπον ἵππων Scholia to Iliad 17.151-17.175 Main scholia On Iliad 17.151: ‡ κάλλιπες, ἡ διπλῆ ὅτι τὰ ἐλώρια οὐκ εστι βρώματα ὡς οἱ γλωσσογράφοι ἀλλ' ἐλκύσματα ⁑ On Iliad 17.153: ζῳὸς ἐὼν ὅτι ὑπόνοια τοῖς Τρωσὶν ἐγένετο ὡς κυνοβρώτου τοῦ σώματος ἐσομένου εἰ μη τὸν Πάτροκλον ἀνθελκύσαιεν καὶ ὑφ αυτοὺς ἔχοιεν εἰς αντ ἀπόδοσιν τὴν περι Σαρπηδόνος ἄριστος γὰρ οὗτος ὥστε μὴ ἀμεληθῆναι: τὴν ἀνακομιδὴν τοῦ σώματος αὐτοῦ ἐξ οῦ συνέβαινεν ἀνταποδιδοσθαι τὸν Σαρπηδόνα διὸ ἐπιφέρει τοίου γὰρ θεράπων πέφατ' ἀνδρὸς ὃς μέγ' ἄριστος Ἀργείων παραυ νηυσί ⁑ On Iliad 17.154-17.155: τῶ νῦν εἴ τις ἐμοὶ Λυκίων : ἤτοι ὑποστικτέον ἀνδρῶν ἵνα στίζωμεν ΐμεν . ὁ δὲ λόγος εἴη διόπερ εἴ τίς μοι πεισθείη τῶν Λυκίων οἵκαδὲ πορευσόμεθα: ἢ ὑποστικτέον ἐπι τὸ ΐμεν ἵν' ᾖ ἀπαρέμφατον: ὁ δὲ δὲ σύνδεσμος περισσεύει: Τροιη δὲ τοῦ λόγου τοιούτου γινομένου δι ὅπερ νῦν εἴ τις μοι πεισθείη τῶν Λυκίων οἴκαδὲ ὑποστρέφειν: ἀπόλοιτο ἂν ἡ Τροία On Iliad 17.155: οἴκαδ' ἴ̈μεν, Τροίῃ δὲ πεφήσεται τὸ πεφήσεται οὐκ έστιν ὅμοιον τὸ πέφαται δ' ώριστος Ἀχαιῶν : ἀλλα πεφήσεται ὄλεθρος φανήσεται ⁑ On Iliad 17.163: ‡ λύσειαν καί κ' αὐτὸν: ὅτι οὐκ ἴσασιν οἱ περι τὸν Γλαῦκον εἰ ἀποκεκόμισται ὁ Σαρπηδὼν εἰς Λυκίαν ὑπο τοῦ Ὕπνου καὶ τοῦ Θανάτου διο φησιν ἀντιρυσιᾶσαι τὸν Πάτροκλον ἔως ἂν κομίσαι τὸν Πάτροκλον ⁑ On Iliad 17.163-17.164: καί κ' αὐτὸν ἀγοίμεθα. οὐ τὸν Πάτροκλον ταχέως ἂν ἀπολυτρωθείη τὸ σῶμα τοῦ Σαρπηδόνος , πῶς. διδάξει δια τῶν ἐπιφερομένων: τοίου γὰρ θεράπων πέφατ' ἀνέρος οὐκ ὰν έναδιαφοροῖεν ἐν τῇ αἰκείά, τοῦ Πατρόκλου . δια τὸ εἶναι αὐτὸν ὑπερέχοντος ἀνδρὸς θεράποντα, ἀλλα ταχέως ἂν ἀπολυτρώσαιεν τὸν Σαρπηδόνα ἵνα καὶ αὐτοὶ κομίσωνται τὸν Πάτροκλον ⁑ On Iliad 17.166: οὐκ εταλασσας, οὐχ ὑπέμεινας ἀπο τούτου καὶ τλήμων ὁ ὑπομενητικός ⁑ On Iliad 17.170: γλαῦκε τίη δὲ συ: προς τὰ ῥηθέντα οὐδὲν ἀποκρίνεται ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ ⁑ On Iliad 17.172: τῶν ὅσσοι Λυκίην : μεμείωκε τὴν ἔμφασιν καὶ τὰ τοιαῦτα εἴωθεν ἀθετεῖν ὁ Ἀρίσταρχος . ⁑ On Iliad 17.173: νῦν δε σεῦ ὡνοσάμην: παρα Ζηνοδότῳ , νῦν δέ σε ἔξω τοῦ υ , ὅτι νῦν μὲν ορθῶς ἔχει: ἐν δε τῇ Ξ κακῶς ἐντευθεν μετενήνεκται ⁑ On Iliad 17.174: ὅς τε με φῂς: ἀξιοῖ ὁ Ἀσκαλωνίτης ἀναγινώσκειν δισυλλάβως ἐπι αορίστου χρόνου. ὁ μέντοι Ἀλεξίων μονοσυλλάβως, ἐπι ενεστῶτος χρόνου δι’ ὸ καὶ σὺν τῷ γράφεσθαι: τοῦτο δὲ ἀπαιτεῖ, καὶ ἡ διάνοια καγὼ δὲ συγκατατίθεμαι, διὸ ἐν τῇ συντάξει ἐγκλιτέον: ὀξύνεται γὰρ ἐπι ἐνεστῶτος χρόνου ⁑ Interlinear scholia On Iliad 17.141@ὑπόδραϊδὼν: παραστρόφοις τοῖς ὀφθαλμοῖς ⁑ On Iliad 17.155@πεφήσεται: φανερος γενήσεται: On Iliad 17.161@ἔλθοι-τεθνῃὼς: ἀντὶ τοῦ κομισθείη Intermarginal scholia On Iliad 17.152: πολλαχῶς ὠφέλημα On Iliad 17.161: οὕτως δια τοῦ η τεθνῃὼς : On Iliad 17.163: ὅτι ἐπι αψύχων τὸ ἀγοίμεθα ⁑ On Iliad 17.171: παρα Ζηνοδότῳ ὦ πέπον , ου κακῶς: On Iliad 17.174: οὕτως ἐπι ενεστῶτος ἂν λέγεις καὶ τὸ ϊ ⁑ Interior scholia On Iliad 17.153: ὅτι Ζηνόδοτος γράφει κύεν ἔτλης ἄλογον δέ ⁑ On Iliad 17.161: καὶ δια μαχης αὐτὸν ἐξελκύσομεν ⁑ On Iliad 17.170: τίη Αττικῶς δια τί , Venetus A (Marciana 454 = 822), folio 227, recto Iliad 17.176-17.200 17.176 ἂλλ' αἰεί τε Διὸς κρείσσων νόος. αἰγιόχοιο 17.177 ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ. καὶ ἀφείλετο νίκην 17.178 ῥηϊδίως: ὁτὲ δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι: 17.179 ἂλλ' άγε δεῦρο πέπον παρ' ὲμ' ΐστασο. καὶ ἴ̈δε ἔργον. 17.180 ἠὲ πανημέριος κακὸς ἔσσομαι ὡς ἀγορεύεις: 17.181 ἤ τινα καὶ Δαναῶν . ἀλκῆς. μάλα περ μεμαῶτα 17.182 σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος: 17.183 ὡς εἰπὼν, Τρώεσσιν ἐκέκλετο. μακρὸν ἀύ̈σας: 17.184 Τρῶες καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταί: 17.185 ἀνέρες ἔστε φίλοι. μνήσασθε δὲ θούριδος ἀλκῆς. 17.186 ὄφρ' ὰν, ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω 17.187 καλὰ. τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς: 17.188 ὡς ἄρα φωνήσας ἀπέβη κορυθαιόλος Ἕκτωρ 17.189 δηί̈ου ἐκ πολέμοιο. θέων δ' ἐκίχανεν ἑταίρους 17.190 ὦκα μάλ'. οὔ πω τῆλε. ποσὶ κραιπνοῖσι μετασπών: 17.191 οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλείδᾱο . 17.192 στὰς δ' ἀπάνευθε μάχης πολυδακρύου. ἔντε' ἄμειβεν: 17.193 ἤτοι ὁ μὲν τὰ ἃ, δῶκε φέρειν προτὶ Ί̈λιον ἱ̈ρὴν 17.194 Τρωσὶ φιλοπτολέμοισιν. ὁ δ' ἄμβροτα τεύχεα δῦνε 17.195 Πηλείδεω Ἀχιλῆος . ἅ, οἱ, θεοὶ Οὐρανίωνες 17.196 πατρὶ φίλῳ ἔπορον. ὃ δ' ἄρα ᾧ παιδὶ όπασσε 17.197 γηράς. ἂλλ' οὐχ υἱὸς ἐν ε̋ντεσι πατρὸς ἐγήρα: 17.198 τὸν δ' ὡς οὖν ἀπάνευθεν ΐδεν νεφεληγερέτα Ζεὺς 17.199 τεύχεσι Πηλείδαο κορυσσόμενον θείοιο. 17.200 κινήσᾱς ῥα κάρη. προτὶ ὃν μυθήσατο θυμόν: Scholia to Iliad 17.176-17.200 Main scholia On Iliad 17.178: ‡ ῥηϊδίως ὁτε δ' αὐτὸς, ὅτι ἀκαταλλήλως καὶ ἰ̈δίως ἐπενήνοχε τὸ ὁτὲ δ' αὐτὸς , ἔδει γὰρ, ἢ οὗτως εἰπεῖν τότε δ' αὐτὸς ἐποτρύνει ἡ προσληπτέον ἔξωθεν τὸ ἐστι , ὥστε γίνεσθαι τὸ πλῆρες ἔστι δὲ ὅτε καὶ αὐτὸς ἐποτρύνει μάχεσθαι ⁑ On Iliad 17.186: καλὰ τὰ Πατρόκλοιο βίην: προσεδόκησεν ἄν τις δυσωπηθέντα τοὺς λόγους καὶ κινηθέντα ἐπι τῷ πράγματι οἷς αὐτὸς ἐπηγγείλατο μένειν. ὁ δὲ ἐπιλέλησται μὲν ὦν εἶπεν. ἠμέληκε δὲ τῶν ὀνειδων: περὶ δὲ κοσμεῖσθαι γίνεται ⁑ On Iliad 17.186: καλὰ τὰ Πατρόκλοιο : οὗτος ἀλαξονεύεται μηδὲν ἀξιόλογον δεδρακῶς διὸ ἐπιμελῶς χαρακτηρίζει τοὺς βαρβάρους τοιοῦτους παραδιδους: ἐνταῦθα μὲν οὖν ορθῶς ἔχει τὰ λεγόμενα ἀνωτέρω δὲ, οὐκέτι αὐτὸς γὰρ ἦν Ὅμηρος ἱστορῶν Ἕκτωρ μὲν Πατρόκλον ἐπεὶ κλυτα τευχε' ἀπηύρα, ἕλχ' ἵν' ἀπ ὤμοιϊν ⁑ On Iliad 17.189-17.190: δηΐου ἐκ πολέμοιο θέων δ' εκίχανεν ἑταίρους: τὸ ἑξῆς ἐστι θέων ἐκίχανεν εταίρους ῶκα μάλα κραιπνοῖσι ποσὶ μετασπών : τουτέστι μετελθὼν αὐτοὺς ἀπο τοῦ σπέσθαι καὶ ἔπεσθαι μετ αυτοὺς ακολουθησας ⁑ On Iliad 17.190: οὔπω τῆλε: αὕτη αἰτία ἀποδέδοται τοῦ ῶκα αὐτοὺς κατειλῆφθαι οὔπω γὰρ ῆσαν τῆλε αὐτοῦ καὶ μακρὰν κεχωρισμενοι ⁑ On Iliad 17.190: ποσὶ κραιπνοῖσι μετασπών ὡς καταλαβών : ἔστι γὰρ δεύτερος ἀόριστος. οὐδεμία δὲ μετοχὴ ἐν τῆ συνθέσει ἀναβιβάζει τὸν τόνον ὅτι μὴ μόνη ἡ ἀέκων περι ῆς ζητοῦμεν ⁑ On Iliad 17.191: οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα: θάλωκεν οὗτος τῷ ἐξαιρέτῳ τῶν ὅπλων κάλλει καὶ νυνὶ μετα πάσης σπουδῆς ἐπείγεται καταλαβεῖν τοὺς φέροντας μη φθάσωσιν. εἰς τὴν πόλιν πορευθέντες: μετενόησε δὲ κρατούμενος ὑπὸ τῆς ἐπιθυμίας ⁑ On Iliad 17.197: γηρὰς ἀλλ' οὔχ ὑιὸς: ὅτι οὕτως εἰώθασι σχηματίζειν ἀντι τοῦ γηράσας, περιπαθὲς δὲ τὸ ευτυχέστερον εὑρίσκεσθαι τοῦ πατρὸς τὸν υίον ⁑ Intermarginal scholia On Iliad 17.176: γράφεται ἠέ περ ἀνδρός On Iliad 17.191: ἐν άλλῳ Πηλείωνος Interior scholia On Iliad 17.178: παρα Ἀριστοφάνει τότε δ' αὔτὸς : On Iliad 17.190: βραχὺ αλτέον ἐπι τὸ μάλα τῆλε On Iliad 17.193: ὅτι θηλυκῶς εἶπε τὴν Ἴλιον Exterior scholia On Iliad 17.105: αφείλετο Venetus A (Marciana 454 = 822), folio 227, verso Iliad 17.201-17.226 17.201 ᾶ δείλ': οὐδέ τι τοι θάνατος καταθύμιός ἐστιν. 17.202 ὃς δή τοι σχεδόν ἔστι. σὺ δ' ἄμβροτα τεύχεα δύνεις 17.203 ἀνδρὸς ἀριστῆος τόν τε τρομέουσι καὶ ἄλλοι: 17.204 τοῦ δὴ ἑταῖρον ἔπεφνες. ἐνηέα τε κρατερόν τε: 17.205 τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων 17.206 εἵλευ. ἀτάρ τοι νῦν γε μέγα κρατος ἐγγυαλίξω 17.207 τῶν ποινὴν. ὅ τοι οὔ τι μάχης ἒκ νοστήσαντι 17.208 δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλείωνος . 17.209 ή. καὶ κυανέῃσιν ἒπ' ὀφρύσι νεῦσε Κρονίων : 17.210 Ἕκτορι δ' ήρμοσε τεύχε' ἐπὶ χροῒ: δῦ δέ μιν Ἄρης 17.211 δεινὸς ἐνυάλιος. πλῆσθεν δ' ἄρα οἱ μέλε' ἐντὸς 17.212 ἀλκῆς καὶ σθένεος. μετὰ δὲ κλειτοὺς ἐπικούρους 17.213 βῆ ῥα μέγα ϊάχων, ἰ̈νδάλλετο δέ σφισι πᾶσι 17.214 τεύχεσι λαμπόμενος μεγαθύμῳ Πηλείωνι : 17.215 ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι: 17.216 Μέσθλην τε, Γλαῦκόν τε, Μέδοντά τε. Θερσίλοχόν τε. 17.217 Ἀστεροπαῖόν τε. Δισήνορά θ', Ἱ̈ππόθοόν τε. 17.218 Φόρκύ̆ν τε. Χρομίον τε. καὶ Ἔννομον οἰωνιστήν: 17.219 τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα: 17.220 κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων: 17.221 οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδε χατίζων. 17.222 ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον. 17.223 ἂλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα 17.224 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ' Ἀχαιῶν : 17.225 τὰ φρονέων. δώροισι κατατρύχω καὶ ἐδωδῇ 17.226 λαούς. ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω: Scholia to Iliad 17.201-17.226 Main scholia On Iliad 17.201: ‡ ἀ δειλ’: ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὄντα, ὁπότε οὖν παρεισηκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζονείαν διδάσκει Ὅμηρος καθ' αυτὸν ἕκαστον φρονεῖν καὶ μη τα μείζονα τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι ⁑ On Iliad 17.201: ἀ δείλ' οὐδέ τι τοι: ζητεῖ ὁ Ηρωδιανὸς ἐν τῷ α ὑπομνήματι τοῦ περὶ παθῶν Διδυμου περι τοῦ ἀ δείλ' πῶς δεῖ τονίζειν αὐτὸ καὶ φησί̀ν: πολὺ δὲ πρώτερον παρὰ τῷ ποιητῇ ἐστι τὸ τῆς ἀναγνώσεως ᾶ δεῖλ' οὐδε τί τοι θάνατος , ῆ α δεῖλ' οὐδε τί τοι θανατος τὸ γὰρ πλῆρες ἐστιν ᾶ δειλέ , οὐ γὰρ ὡς οἱ εξηγησάμενοι τοῦ δειλαιε αποκοπῆ ἐν ετέροις γὰρ αυτὸς λέγει ᾶ δειλοί τιν. οι δάκρυα κατείβεται: περιγέγραπται οὖν ἡ ὀξεῖα εῖτα καὶ ἀνάπαυσις γέγονεν ἄρα γαε οὖν φυλαχθήσεται ἡ ὀξεῖα, ἠ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ἀξείας περιγεγράπται καὶ ὁ τόνος τὸ κρινόμενον εκεῖνο, ἵνα ἐπιστάμενοι ἀναγνῶμεν. ἕν ἐστιν εἰπεῖν εἴ άπαξ περιγέγραπται τὸ φωνῇεν τὸ ἔχον τὴν ὀξεῖαν ὁ τόνος γενέσθω τῆς προτερας συλλαβῆς οὐχὶ τῆς ἐπι τελους⁑ On Iliad 17.201.: ἀ δεῖλ’ οὐδέ τι τοι: ἡ διπλῆ ὅτι οὕτως εἴρηκεν καταθύμιος ἀντι τοῦ κατα ψυχὴν ἐστιν οὐ περιμνᾷς περι τοῦ θανάτου: ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ λέγομεν καταθύμιον τὸ ἀρεστόν ⁑ On Iliad 17.202: ὃς δή τοι σχεδὸν ἔστι οὐχ οὕτως παρείληπται ὡς ἡμεῖς ἐν τῇ συνηθεία τάσσομεν διστακτικῶς, τὸ σχεδὸν , ἂλλ ἀντι τοῦ ἐγγύς . αἱ δὲ Ἀριστάρχου ὃς δή τοι σχεδὸν εἰσιν ⁑ On Iliad 17.202: τοῦ δὴ ἕταιρον ἔπεφνες ἐνηέα τε τὸν προσηνῆ, τῶν ἐναντίων τῷ επηνεῖ, ὁ δε Ζωΐλος τὸ ἐν τῇ : χαίρων οὕν ἐχ' ἑταῖρον ἐνηέα λεύσσ' ἐν αγῶνι ὡς ὄνομα ὑπέλαβεν ⁑ On Iliad 17.205: τεύχεα δ' οὐ κατα κόσμον: ἰδοὺ καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὄπλα ἄνω δὲ ἐπιτιμαῦ ὁ Ἀρίσταρχος : ἄλλως τεύχεα δ' οὐ ἐπεὶ μὴ ανελὼν τὸν Πάτροκλον τὰ όπλα φορεῖ ⁑ On Iliad 17.207-17.208: τῶν ποινὴν ό τοι: εἰ καὶ ἔμελλε τίς τῶν ἀκουόντων ὀργισθήσεσθαι καὶ ἀγανακτήσειν ἐπι τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς όπλοις μαθῶν δὲ ὅτι καὶ οὐκ ἐπι πολὺ φορέσει κἂν ἠλέησε τὸν Ἕκτορα ⁑ On Iliad 17.207-17.208: δέξεται Ἀνδρομάχη : καὶ τοῦτο ἠθικον ὅτι οὐ φθάσει προς τοὺς οἰκείους καλλωπίζεσθαι τοῖς ὅπλοις. οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ ⁑ On Iliad 17.211: δεινὸς Ἐνυαλιος : ὅτι ἐπιθετικῶς ἀπο τῆς Ἐνυοῦς πολεμικῆς ούσης ὁ Άρης Ἐνυάλιος , ὡς καὶ Ἀρήϊος τις ἀπο τοῦ Ἄρεως οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν: οὐδε Ἀττικοὶ ὡς διαφέροντα τοῦ Ἄρεως θεὸν τινά ⁑ On Iliad 17.213-17.214: ϊνδ’ άλλετο δέ σφισι πᾶσι τεύχεα: αἱ κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος καὶ ἀκόλουθόν ἐστι συνάπτειν ὅλον τὸν τιχον ἡ δε Ἀριστάρχειος διόρθωσις κατα δοτικὴν ἔχει μεγαθύμῳ Πηλείωνι . ἢ ἀκόλουθόν ἐστι βραχὺ διαστέλλειν ἐπι τὸ λαμπόμενος ⁑ On Iliad 17.215: ὤτρυνεν δὲ ἕκαστον: ἀκόλουθον ἤν ὡπλισμένον πολεμεῖν καὶ τοῦτο δὴ ἀκόλουθον τῇ τοῦ Ἕκτορος ἀλαζονείᾳ πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ ⁑ On Iliad 17.218: φόρκυν τε Χρομίον τε: ὅτι τὸν ἐν Χρόμιον εἰρημένον Μυσῶν δὲ Χρόμις ἦρχε , νῦν Χρομιον εἴρηκε δια τὸ μέτρον ὁ δὲ Διονύσιος εἴ τις ζητοίη φησί πότερον παραπεποίηται : εἴποιμεν ἂν τὸν Χρομίον εὔλογον γὰρ ἔκεῖ τὸ ὄνομα πρῶτον ⁑ On Iliad 17.218: Φόρκυν : ὡς βότρυν ἀπ ευθείας τῆς εἰς ς ληγούσης: ἡ μέντοι Φόρκυνα αἰτιατικὴ ἀπ ευθείας τῆς εἰς ν τὸ δε τοιοῦτον ἴδιον ποιητικῆς: οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ ἐπεὶ εὐρέθη φησὶ καὶ ἡ εὐθεῖα ἐκτεινομένη ἡ Φόρκυς αὖ Φρύγας ἦγε ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν ἐνθάδε δὲ οὐδὲν κατεπείγει ⁑ On Iliad 17.220: οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος: ὅτι ἀπο τοῦ γὰρ ἤρξατο ὥς καὶ ἐπ εκείνου, ὦ φίλοι οὐ γάρ τ' ἴ̈μεν ὅπη ζόφος ⁑ On Iliad 17.223-17.224: προφρονέoς ῥύοισθε φιλοπτολέμων ὑπ Αχαιῶν : ἥτοι ὑποστικτέον Ἀχαιῶν , ἢ στικτέον τοῦ διστιχίου ἠ τοῖς ἑξῆς ἐπάνω προσδιδομένου ⁑ On Iliad 17.225-17.226: τὰ φρονέων δώροισι κατατρύχω: καταπονῶ ὑμῖν δηλονότι δωρεὰς καὶ τὰ ἐπιτήδεια παρέχειν ἀναγκάζω: ἄλλως: ὅρα τὸ αἰσχρόν: κατατρύχεσθαι φησὶ τοὺς Τρώας εἰς τὴν τῶν συμμάχων διας τροφὴν ⁑ Interlinear scholia On Iliad 17.171@ἐφάμην: ἔδοξα: ενόμισα: On Iliad 17.202@ἔστι: εἰσι On Iliad 17.207@ποινὴν: ἀμοιβήν: On Iliad 17.210@Ἄρης: πολεμικὴ προθυμία: On Iliad 17.213@ἰ̈νδάλλετο-πᾶσι: εφαίνετο κατὰ τὸ εῖδος ὅμοιος τῶ Αχιλλεῖ ὁ Έκτωρ Intermarginal scholia On Iliad 17.202: Ἀρίσταρχος εῖσιν ⁑ On Iliad 17.214: οὕτως Ἀρίσταρχος κατὰ δοτικήν ἄλλοι δὲ μεγαθύμου Πειλείωνος ⁑ Interior scholia On Iliad 17.213-17.214: τεύχεσι δὲ λαμπόμενος Πηλείωνος ἰνδάλλετο πᾶσιν αἰτῷ On Iliad 17.218: καὶ ἕτερον παραδίδωσιν Ἔννομον ὐπὸ Ὀδυσσέως ἀνῃρημένον ⁑ Venetus A (Marciana 454 = 822), folio 228, recto Iliad 17.227-17.251 17.227 τώ τις νῦν ἰ̈θὺς τετραμμένος. ἠ ἀπολέσθω. 17.228 ἠὲ σαωθήτω. ἣ γὰρ πολέμου ὀαριστύς: 17.229 ὃς δέ κε Πάτροκλον καὶ τεθνειῶτά περ ἔμπης 17.230 Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ. είξῃ δέ οἱ Αἴας. 17.231 ἥμισυ τῶν ἐνάρων ἀποδάσσομαι: ἥμισυ δ' αὐτὸς 17.232 ἕξω ἐγὼ. τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ: 17.233 ὣς ἔφαθ', οἳ δ' ἰ̈θὺς Δαναῶν βρίσαντες ἔβησαν. 17.234 δούρατ' ἀνασχόμενοι: μάλα δέ σφισιν ἔλπετο θυμὸς 17.235 νεκρὸν ὑπ' Αἴαντος , ἐρύειν Τελαμωνιάδαο: 17.236 νήπιοι. ῆ τε πολέσσιν ἐπ αὐτῷ θυμὸν ἀπηύρᾱ. 17.237 καὶ τότ' ὰρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον : 17.238 ὦ πέπον. ὦ Μενέλαε διοτρεφὲς, οὐκέτι νῶϊ 17.239 ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. 17.240 οὔ τι τόσον νέκυος πέρι, δείδια Πατρόκλοιο . 17.241 ὅς κε τάχα Τρώων κορέσει κύνας ἠδ' οἰωνοὺς. 17.242 ὅσσον ἐμῇ κεφαλῇ περὶ δείδια. μή τι πάθῃσι. 17.243 καὶ σῇ. ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει. 17.244 Ἕκτωρ . ἡμῖν δ': αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος: 17.245 ἂλλ' άγ' ἀριστῆας Δαναῶν κάλει. ἠ' ν́ τις ἀκούσῃ: 17.246 ὡς ἔφατ' οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος : 17.247 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς. 17.248 ὦ φίλοι. Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες: 17.249 οἵ τε παρ' Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ . 17.250 δήμια πίνουσιν. καὶ σημαίνουσιν ἕκαστος 17.251 λαοῖς. ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ: Scholia to Iliad 17.227-17.251 Main scholia On Iliad 17.227: ‡ τῶ τις νῦν ἰθὺς κατ ευθὺ τῶν πολεμίων. ἄλλως σκοπεῖ τὴν ἄνοιαν ἀξιοῖ, ἀντι τῶν τροφῶν ὧν παρέσχεν ἀυτοῖς ἀντι δοῦναι τὰς ψυχάς ⁑ On Iliad 17.228: ἣ γὰρ πολέμου ὁαριστύς: ὁ ἀρίζειν κυρίως ἐστὶ τὸ ὁμιλεῖν, νῦν δὲ μεταφορικῶς τίς ἡ πολε̋μου ὁμιλία ἢ όλεθρος ἢ σωτηρία : ὁ δὲ λόγος αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ομιλία: ὅ εστιν οὕτως δεῖ ἀναστρεφεσθαι ἐν πολέμῳ καὶ ἀριστεύειν αὕτη γὰρ καὶ ἀρετῆ πολεμούντων ⁑ On Iliad 17.231: ἥμισυ τῶν ἐνάρων: οὕτως τῷ Ἀρίσταρχω , κατα δοτικὴν τῷ ἐρυσσαμένῳ ἐνάρων δὲ λέγει ὦν περιέκειτο ⁑ On Iliad 17.233: οἱδ' ἰθὺς Δαναῶν βρίσαντες: ἑαυτοὺς καταβαρύναντες στίφος ποιήσαντες καὶ στερεώσαντες ⁑ On Iliad 17.237: καὶ τότ' ἂρ Αἴας : ὅτι ἡ πρός ἐλλείπει ἵν' ᾖ προσεῖπεν τὸν Μενέλαον : καὶ ἐν ῆστο κάτω ὁρόων ποτιδέγμενος εἴ τι μιν εἴποι προσείποι ⁑ On Iliad 17.240: οὔτε τόσον νέκυος: ὅτι ἄδηλον πότερον περι νέκυος Πατρόκλου . ἠ περι Πατρόκλου τοῦ νέκυος γεγονότος: ἀναστρεπτέον δὲ τὴν πρόθεσιν ὅπως τὸ ἑξῆς γένηται περι νέκυος ⁑ On Iliad 17.242: ὅσσον ἐμῇ κεφαλῇ, ἐνθάδε οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν ἐπεὶ δοκεῖ ἀντι τῆς ὑπέρ κεῖσθαι καὶ ἐνηλλάχθαι πτῶσις ἀντι γὰρ τοῦ ὑπερ εμῆς κεφαλῆς : δι ὃ καὶ σημεῖον παράκειται ⁑ On Iliad 17.245: ἀλλ’ άγ' ἀριστῆας δαναῶν κάλει ἥ τις ἀκούση: δύναται μὲν λέγειν ἐάν τις ἀκούσῃ δια τὸν κτύπον καὶ τὸν θόρυβον. δύναται δὲ καὶ οὕτως, ἐὰν ἄρα τις ὑπακούσῃ καὶ μη καταπτήξῃ ⁑ On Iliad 17.248: οἵ τε παρ Ἀτρειδης Ἀγαμέμνονι , κανταῦθα τὸ Ἑλληνικὸν δείκνυται οὐ γὰρ κατ' ἄνδρα κληθέντες οὐδὲ̀ κατα πρόσωπον διαιρεθέντες συνέρχονται ἀλλ ὁμοῦ πάντες ἕκαστος γὰρ αὐτῶν τὸ τοῦ ἀριστέως ὄνομα κυριώτερον ἡγεῖτο τῆς φυσικῆς ὀνομασίας ⁑ On Iliad 17.249: δήμια πίνουσιν: προς τὴν ἀποστροφὴν οὐ γὰρ εἶπεν πίνεται : δήμια δὲ τὰ παρα τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσι ⁑ Interlinear scholia On Iliad 17.215@ὤτρυνεν: Ζηνόδοτος ότρυνεν : On Iliad 17.224@κατατρύχω: καταδαπανῶ Intermarginal scholia On Iliad 17.229: δια τοῦ η Ἀρίσταρχος On Iliad 17.231: Ἀρίσταρχος κατὰ δοτικὴν ήμισυ τῷ ἐνάρων ⁑ On Iliad 17.234: οὕτως Ἀριστοφάνης δια τοῦ ε γράφεται και δια τοῦ η ⁑ On Iliad 17.238-17.245: Ελληνικῶς καὶ ἐπιεικῶς οὐδὲν μεγαληγορει ὡς οἱ βάρβαροι ⁑ On Iliad 17.250: ἔν τισι δια τοῦ α ἑκαστα On Iliad 17.251: παρα τὸ ἐκ δὲ Διὸς βασιλῆες ⁑ Interior scholia On Iliad 17.242: οὐ δεῖ ἀναστρέφειν ἐνταῦθα τὴν πρόθεσιν: Venetus A (Marciana 454 = 822), folio 228, verso Iliad 17.252-17.276 17.252 ἀργαλέον δέ μοι ἐστὶ διασκοπιᾶσθαι ἕκαστον 17.253 ἡγεμόνων. τόσση γὰρ ἔρις πολέμοιο δέδηεν: 17.254 ἀλλά τις αὐτὸς ΐτω, νεμεσιζέσθω δ' ἐνι θυμῷ. 17.255 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι: 17.256 ὡς ἔφατ'. ὀξὺ δ' ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας . 17.257 πρῶτος δ' ἀντίος ἦλθε θέων ἀνα δηϊοτῆτα: 17.258 τὸν δὲ μέτ' Ἰ̈δομενεὺς καὶ ὀπάων Ἰ̈δομενῆος 17.259 Μηριόνης . ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. 17.260 τῶν δ' ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ' εἴποι. 17.261 ὅσσοι δὴ. μετ' όπισθε μάχην ἤγειραν. Ἀχαιῶν . 17.262 Τρῶες δὲ προὔτυψαν ἀολλέες. ἦρχε δ' ὰρ Ἕκτωρ . 17.263 ὡς δ' ὅτ' ἐπὶ προχοῇσι: διϊπετέος ποταμοῖο 17.264 βέβρυχεν μέγα κῦμα ποτι ῥόον. ἀμφὶ δέ τ' ἄκραι 17.265 ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω. 17.266 τόσσῃ ἄρα Τρῶες ἰ̈αχῇ ΐσαν: αὐτὰρ Ἀχαιοὶ 17.267 έστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες. 17.268 φραχθέντες σάκεσιν χαλκήρεσιν. ἀμφὶ δ' άρα σφι 17.269 λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν 17.270 χεῦ'. ἐπεὶ οὐδε Μενοιτιάδην ἤχθαιρε πάρος γε 17.271 ὄφρα ζωὸς ἐὼν. θεράπων ἦν Αἰακίδαο : 17.272 μίσησεν δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι 17.273 Τρωῇσιν . τῶ καί οἱ ἀμυνέμεν. ῶρσεν ἑταίρους: 17.274 ὦσαν δὲ πρότεροι Τρῶες ἐλίκωπας Ἀχαιούς . 17.275 νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν. οὐδε τίν' αὐτῶν 17.276 Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱ̈έμενοί περ. Scholia to Iliad 17.252-17.276 Main scholia On Iliad 17.255: ‡ Πάτροκλον Τρῳῇσι κυσὶν, αὐτὸ τὸ ὀνόμα ἠρκέσθη προς δυσώπησιν. αὶδεσθητέ φησι Πάτροκλον ὑπο κυνος σπαραχθῆναι οὐδὲν τῶν προσόντων αὐτῷ προσλαβών, οὐ τὸ μειλίχιον οὐ το φιλέταιρον οὐ τὸ σωτήριον, ὡς καὶ τῆς Ἑλενης τὸ ὄνομα ῄρκεσεν τῷ Εὐριπίδῃ , προς πάσαν λοιδορίαν, λέγοντος Ἑλένη τί σοι λέγοιμ' ἂν ⁑ On Iliad 17.260: ‡ τῶν δ' ἄλλων, ὅτι Ζηνόδοτος τουτον καὶ τὸν ἑξῆς ἠθέτηκεν οὐδὲν δὲ ἔχουσιν εἰς ἐπαιτίασιν, ἀλλ' αὔξουσι τὸ μέγεθος τῆς ὑπερ Πατρόκλου μάχης ⁑ On Iliad 17.263: ὡς δ’ ότ’ ἐπι προχοῇσι, προχοὰς Ὅμηρος λέγει τὰς εἰς θάλασσαν προχύσεις τῶν ποταμῶν αὐτὰ τὰ στόματα διϊπετέος δὲ διοπετοῦς οἱ γὰρ όμβροι ὑπὸ Διός ⁑ On Iliad 17.265: ἠϊόνες βοόωσιν: Σόλωνα φασὶ τὸν νομοθέτην μιμησάμενον τὴν Ὁμήρου ποίησιν ἐν ἅπασιν: ἐνθάδε γενόμενον καὶ προςχόντα τῷ στίχῳ σφόδρα κατ εὐεξίαν ἐπιτετευγμένῳ διαπορῆσαι: καὶ θαυμάσαντα κατακαῦσαι πάντα τὰ ἴδια σκέμματα: τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς, ἡ τοῦ βοόωσιν ἀναδίπλασις, ὁμοίαν ἀπετέλεσε συνωδίαν: καὶ ἀλλαχοῦ χρῆται τῇ λέξει, οὔτε θαλάσσης κύματός ἐκβολός ⁑ On Iliad 17.269: λαμπρῇσιν κορυθεσσι, ἐπι τιμῇ τοῦ Πατρόκλου τοῦτο φαίνεται πράττων ὥσπερ καὶ ἐπι Σαρπηδόνος αἱματοέσσας δὲ ψιάδας ⁑ On Iliad 17.272: μίσησεν δ' άρα μιν: ἰδίως κέχρηται τῇ λέξει καὶ ἅπαξ γε νῦν μόνον. λέγει δὲ μισητὸν ἡγήσατο ἐγκύρημα γενέσθαι κυσὶ τὸν Πάτροκλον . Interlinear scholia On Iliad 17.229@τεθνειῶ: ῃ On Iliad 17.236@πολέσσιν: ἀντὶ πολλῶν On Iliad 17.242@ὅσσον: ὅτι ἐνηλλάγη πτῶσις Intermarginal scholia On Iliad 17.253: θαυμαστικῶς οἷον μεγάλη ⁑ On Iliad 17.260: ἐν αλλῳ: τίς κ ήσιν ἐνι φρεσὶν On Iliad 17.264: ἐν τῆ κατὰ Ἀριστοφάνη βεβρύχῃ : ⁑ On Iliad 17.268: Ζηνόδοτος ἀρθέντες : ⁑ On Iliad 17.270: Ἀρίσταρχος διὰ τοῦ ε ἔχθαιρε ⁑ On Iliad 17.273: ἐν ἄλλῳ ῶρσεν Ἀχαιους : ⁑ Interior scholia On Iliad 17.253: ἐκκέκαυται Venetus A (Marciana 454 = 822), folio 229, recto Iliad 17.277-17.302 17.277 ἀλλὰ νέκυν ἐρύοντο: μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ 17.278 μέλλον ἀπέσσεσθαι : μάλα γὰρ σφέας ὦκ' ἐλέλιξεν 17.279 Αἴας : ὃς περὶ μὲν εἶδος: πέρι δ' ἔργ' ἐτετύκτο 17.280 τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα : 17.281 ἴθυσεν δὲ διὰ προμάχων συὶ εἴκελος ἀλκήν 17.282 καπρίῳ: ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς 17.283 ῥηιδίως ἐκέδασσεν ἑλιξάμενος διὰ βήσσας. 17.284 ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας : 17.285 ῥεῖα μετεισαμενος: Τρώων ἐκέδασσε φάλαγγας 17.286 οἳ περὶ Πατρόκλῳ βέβασαν: φρόνεον δὲ μάλιστα 17.287 ἄστυ ποτὶ σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι: 17.288 ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς 17.289 Ἱππόθοος ποδὸς εἷλκε κατὰ κρατερὴν ὑσμίνην: 17.290 δησαμενος τελαμῶνι περὶ σφυρὸν ἀμφὶ τὲνοντε: 17.291 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος. τάχα δ' αὐτῷ 17.292 ἦλθε κακὸν: τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ: 17.293 τόνδ' υἱὸς Τελαμῶνος ἐπαΐξας δι' ὁμίλου 17.294 πλῆξ' αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου: 17.295 ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ 17.296 πληγεῖσ' ἔγχεί τε μεγάλῳ καὶ χειρὶ παχείῃ: 17.297 ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς 17.298 αἰματόεις: τοῦ δ' αὖθι λύθη μένος ἐκ δ' ἄρα χειρῶν 17.299 Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε: 17.300 κεῖσθαι: ὃδ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ 17.301 τῆλ' ἀπὸ Λαρίσσης ἐριβώλακος: οὐδὲ τοκεῦσι 17.302 θρέπτρα φίλοις ἀπέδωκε: μινυνθαδιος δὲ οἱ αἰὼν Venetus A (Marciana 454 = 822), folio 229, verso Iliad 17.303-17.326 17.303 ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι 17.304 Ἕκτωρ δ' αὖτ' Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ: 17.305 ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χαλκεον ἔγχος 17.306 τυτθὸν: ὁ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν 17.307 Φωκήων ὄχ' ἄριστον: ὃς ἐν κλειτῷ Πανοπῆϊ 17.308 οἰκία ναιετάασκε πολέσσι' ἄνδρεσσιν ἀνάσσων: 17.309 τὸν βάλ' ὑπὸ κληϊδα μέσην. δια δ' ἀμπερὲς ἄκρη 17.310 αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχεν: 17.311 δούπησεν δὲ πεσὼν: ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ: 17.312 Αἴας δ' αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱόν 17.313 Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψεν . 17.314 ῥῆξε δὲ θώρηκος γύαλον δια δ' ἔντερα χαλκός 17.315 ἤφυσ': ὅδ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ: 17.316 χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ 17.317 Ἀργεῖοι δὲ μέγ' ἴαχον: ἐρύσαντο δὲ νεκρούς 17.318 Φόρκυν Ἱππόθοόν τε λύοντο δὲ τεύχε' ἀπ' ὤμων: 17.319 ἔνθά κεν αὖτε Τρῶες ἀρηιφίλων ὑπ' Ἀχαιῶν 17.320 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες: 17.321 Ἀργεῖοι δὲ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν 17.322 κάρτει καὶ σθένει σφετέρῳ: ἀλλ' αὐτὸς Ἀπόλλων 17.323 Αἰνείαν ὤτρυνε: δέμας Περίφαντι ἐοικώς: 17.324 κήρυκι Ἠπυτίδῃ : ὅς οἱ παρὰ πατρὶ γέροντι 17.325 κηρύσσων γήρασκε: φίλα φρενὶ μήδεα εἰδώς: 17.326 τῷ μιν ἐεισαμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων : Venetus A (Marciana 454 = 822), folio 230, recto Iliad 17.327-17.351 17.327 Αἰνεία : πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσασθε 17.328 Ἴλιον αἰπεινὴν: ὡς δὴ ἴδον ἀνέρας ἄλλους 17.329 κάρτεί τε: σθὲνεί τε πεποιθότας ἠνορέῃ τε: 17.330 πλήθεί τε σφετέρῳ: καὶ ὑπερδέα δῆμον ἔχοντας : 17.331 ὑμῖν δὲ Ζεύς πολὺ βούλεται ἢ Δαναοῖσι : 17.332 νίκην: ἀλλ' αὐτοὶ τρεῖτ' ἄσπετον: οὐδὲ μάχεσθε: 17.333 ὣς ἔφατ' Αἰνείας δε' ἑκατηβόλον Ἀπόλλωνα 17.334 ἔγνω ἐςάντα ἰδὼν: μέγα δ' Ἑκτορα εἶπε βοήσας. 17.335 Ἕκτορ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων: 17.336 αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηιφίλων ὑπ' Ἀχαιῶν 17.337 Ἴλιον εἰσαναβῆναι ἀναλκίῃσι δαμέντας: 17.338 ἀλλ' ἔτι γάρ τις φησὶ θεῶν ἐμοὶ ἄγχι παραστάς 17.339 Ζῆν' ὕπατον μήστορα μάχης ἐπιτάροθον εἶναι: 17.340 τῷ ῥ' ἰθὺς Δαναῶν ἴομεν: μὴδ' οἵ γε ἕκηλοι 17.341 Πάτροκλον νηυσὶ πελασαίατο τεθνηῶτα: 17.342 ὣς φάτο καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη: 17.343 οἳδ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν 17.344 ἔνθ' αὖτ' Αἰνείας Λειώκριτον οὔτασε δουρὶ 17.345 υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον: 17.346 τὸν δὲ πεσὸντ' ἐλέησεν ἀρηίφιλος Λυκομήδης : 17.347 στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ: 17.348 καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν. 17.349 ἧπαρ ὑπὸ πραπίδων: εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν. 17.350 ὅς ῥ' ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει: 17.351 καὶ δὲ μετ' Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι: Venetus A (Marciana 454 = 822), folio 230, verso Iliad 17.352-17.376 17.352 τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήιος Ἀστεροπαῖος 17.353 ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι: 17.354 ἀλλ' οὔ πως ἔτι εἶχε: σάκεσσι γὰρ ἔρχατο πάντῃ 17.355 ἔσταότες περὶ Πατρόκλῳ : πρὸ δὲ δούρατ' ἔχοντο: 17.356 Αἴας γὰρ μάλα πάντας ἐπ ᾤχετο πολλὰ κελεύων 17.357 οὔτέ τιν' ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει: 17.358 οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων: 17.359 ἀλλὰ μάλ' ἀμφ' αὐτῷ βεβάμεν: σχεδόθεν δὲ μάχεσθαι : 17.360 ὣς Αἴας ἐπέτελλε πελώριος: αἵματι δὲ χθὼν 17.361 δεύετο πορφυρέῳ: τοὶδ' ἀγχίστῖνοι ἔπιπτον 17.362 νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων 17.363 καὶ Δαναῶν : οὐδ' οἳ γὰρ ἀναιμωτί γε ἐμάχοντο: 17.364 παυρότεροι δὲ πολυ φθίνυθον: μέμνηντο γὰρ αἰεὶ 17.365 ἀλλήλοις καθ' ὅμιλον ἀλεξέμεναι φόνον αἰπὺν: 17.366 ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς οὐδέ κε φαίης 17.367 οὔτέ ποτ' ἠέλιον σόον ἔμμεναι οὔδε σελήνην: 17.368 ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ' ὅσσον ἄριστοι 17.369 ἕστασαν ἀμφὶ Μενοιτιαδῃ κατατεθνηῶτι: 17.370 οἱ δ' ἄλλοι Τρῶες καὶ ἐυκνήμιδες Ἀχαιοί 17.371 εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι: πέπτατο δ' αὐγή 17.372 ἠελίου ὀξεῖα: νέφος δ' οὐ φαίνετο πάσης 17.373 γαίης: οὐδ' ὀρέων: μεταπαυόμενοι δ' ἐμάχοντο 17.374 ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα: 17.375 πολλὸν ἀφεσταότες: τοίδ' ἐν μέσω ἄλγε' ἔπασχον 375 17.376 ἠέρι καὶ πολέμῳ: τείροντο δὲ νηλέϊ χαλκῷ Venetus A (Marciana 454 = 822), folio 231, recto Iliad 17.377-17.401 17.377 ὅσσοι ἄριστοι ἔσαν: δύω δ' οὔ πω φῶτε πεπύσθην: 17.378 ἀνέρε κυδαλίμῳ: θρασυμήδης Ἀντίλοχός τε: 17.379 Πατρόκλοιο θανόντος ἀμύμονος: ἀλλ' ἔτ' ἔφαντο 17.380 ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι: 17.381 τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων 17.382 νόσφιν ἐμαρνάσθην: ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ : 17.383 ὀτρύνων πόλεμόν δε μελαινάων ἀπὸ νηῶν 17.384 τοῖς δὲ πανημερίου ἔριδος μέγα νεῖκος ὀρώρει 17.385 ἀργαλέης: καμάτῳ δὲ καὶ ἱδρῶ νωλεμές αἰεὶ 17.386 γούνατά τε κνῆμαί τε πόδες θ' ὕπερθεν ἑκάστου: 17.387 χεῖρες τ' ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν 17.388 ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο : 17.389 ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην 17.390 λαοῖσι δώη τανύειν μεθύουσαν ἀλοιφῇ: 17.391 δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι 17.392 κυκλόσ' ἄφαρ δέ τε ἰκμὰς ἔβη: δύνει δέ τ' ἀλοιφή 17.393 πολλῶν ἑλκόντων: τάνυται δέ τε πᾶσα δια πρό. 17.394 ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ 17.395 εἵλκεον ἀμφότεροι: μάλα δέ σφισιν ἤλπετο θυμός 17.396 Τρωσὶν μὲν ῥ' ἐρύειν ποτὶ Ἴλιον: αὐτὰρ Ἀχαιοῖς 17.397 νῆας ἔπι γλαφυράς: περὶ δ' αὐτοῦ μῶλος ὀρώρει 17.398 ἄγριος: οὐδέ κ' Ἄρης λαοσσόος: οὐδέ κ' Ἀθήνη 17.399 τόν δ' ἰδοῦσ' ὀνόσαιτ' οὐδ' εἰ μάλα μϊν χόλος ἵκοι: 17.400 τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων 17.401 ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον. οὐδ' ἄρά πω τι Venetus A (Marciana 454 = 822), folio 231, verso Iliad 17.402-17.426 17.402 ᾔδεε Πάτροκλον τεθνηῶτα δῖος Ἀχιλλεύς 17.403 πολλὸν γὰρ ἀππάνευθε νεῶν μάρναντο θοάων: 17.404 τείχει ὑπὸ Τρώων: ὅ: μιν οὔ ποτε ἔλπετο θυμῷ 17.405 τεθνάμεν: ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν 17.406 ἂψ ἀπονοστήσειν: ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν 17.407 ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν: οὐδὲ σὺν αὐτῷ 17.408 πολλάκι γὰρ τό δε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων: 17.409 ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα 17.410 δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον: ὅσσον ἐτύχθη 17.411 μήτηρ, ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος: 17.412 οἳ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες 17.413 νωλεμὲς ἐγχρίπτοντο καὶ ἀλλήλους ἐνάριζον: 17.414 ὧδε δέ τϊς εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων 17.415 ὦ φίλοι: οὐκ' ἂν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι 17.416 νῆας ἔπι γλαφυρὰς ἀλλ' αὐτοῦ γαῖα μέλαινα 17.417 πᾶσι χάνοι: τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη 17.418 εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν 17.419 ἄστυ ποτὶ σφέτερον ἐρῦσαι καὶ κῦδος ἀρέσθαι: 17.420 ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν: 17.421 ὦ φίλοι: εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι 17.422 πάντας ὁμῶς. μή πω τις ἐρωείτω πολέμοιο: 17.423 ὣς ἄρα τίς τ' εἴπεσκε: μένος δ' ὄρσασκεν ἑκάστου. 17.424 ὣς οἱ μὲν μάρναντο: σιδήρειος δ' ὀρυγμαδός 17.425 χάλκεον οὐρανὸν ἷκε δι' αἰθέρος ἀτρυγέτοιο: 17.426 ἵπποι δ' Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες, Venetus A (Marciana 454 = 822), folio 232, recto Iliad 17.427-17.451 17.427 κλαῖον: ἐπει δὴ πρῶτον πυθέσθην ἡνιόχοιο 17.428 ἐν κονίῃσι πεσὸντος ὑφ' Ἕκτορος ἀνδροφόνοιο: 17.429 ἦ μὰν Αὐτομέδων γε Διώρεος ἄλκιμος υἱός 17.430 πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων: 17.431 πολλὰ δὲ μειλιχίοισι προσηύδα: πολλὰ δ' ἀρειῇ: 17.432 τὼ δ' οὔτ' ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντο 17.433 ἠθελέτην ἰέναι οὔτ' ἐς πόλεμον μετ' Ἀχαιούς : 17.434 ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον: ἥ τ' ἐπὶ τύμβῳ 17.435 ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γϋναικὸς. 17.436 ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντ//ε// 17.437 οὔδει ἔνισκίψαντε καρήατα δάκρυα δέ σφιν 17.438 θερμὰ κατὰ βλεφάρων χαμαίδις ῥέε μυρομένοιιν 17.439 ἡνιόχοιο πόθῳ: θαλερὴ δὲ μιαίνετο χαίτη: 17.440 ζεύγλης ἐξεριποῦσα περὶ ζυγον ἀμφοτέρωθεν: 17.441 μϋρομένω δ' ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων : 17.442 κινήσας δὲ κάρη ποτὶ ὃν μϋθήσατο θυμόν: 17.443 ἆ δειλὼ: τί σφῷ δόμεν Πηλῇ ἄνακτι 17.444 θνητῷ: ὑμεῖς δ' ἐστὸν ἀγήρω τ' ἀθανάτω τε: 17.445 ἢ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχοιτον: 17.446 οὐ μὲν γάρ τι που ἐστὶν ὀϊζυρώτερον ἀνδρός 17.447 πάντων, ὅσσά τε γαῖαν ἐπι πνείει τε καὶ ἕρπει: 17.448 ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν 17.449 Ἕκτωρ Πριαμίδης ἐπῳχήσεται: οὐ γὰρ ἐάσω: 17.450 ἢ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὕτως⁚ 17.451 σφῷν δ' ἐν γούνεσσι βαλῶ μένος: ἠδ' ἐνὶ θυμῷ Venetus A (Marciana 454 = 822), folio 232, verso Iliad 17.452-17.476 17.452 ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο 17.453 νῆας ἐπὶ γλαφυρὰς: ἔτι γάρ σφισι κῦδος ὀρέξω 17.454 κτείνειν: εἰςόκε νῆας ἐϋσσέλμους ἀφίκωνται: 17.455 δύη τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθη: 17.456 ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσε μένος ἠυ: 17.457 τὼδ' ἀπὸ χαιτάων κονίην οὖδαςδε βαλόντε, 17.458 ῥίμφ’ ἔφέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς . 17.459 τοῖσι δ' ἐπ' Αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταίρου . 17.460 ἵπποις ἀΐσσων ὥς τ' αἰγυπιὸς μετὰ χῆνας: 17.461 ῥεῖα μὲν γὰρ φεύγεσκεν ὑπ' ἐκ Τρώων ὀρυγμαδοῦ : 17.462 ῥεῖα δ' ἐπαί̈ξασκε πολὺν καθ' ὅμιλον ὀπάζων: 17.463 ἀλλ' οὐχ ἥρει φῶτασ ὅτ’ εσεύαιτο διώκειν: 17.464 οὐ γάρ πως ἦν οἶόνθ' ἱερῷ ἐνὶ δίφρῳ 17.465 ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. 17.466 ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν 17.467 Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο: 17.468 στῆ δ' ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα 17.469 Αὐτόμεδον : τίς τοί νῦ θεῶν νηκερδέα βουλήν 17.470 ἐνὶ στήθεσσιν ἔθηκε καὶ ἐξέλετο φρένας ἐσθλάς 17.471 οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ 17.472 μοῦνος: ἀτάρ τοι ἑταῖρος ἀπέκτατο: τεύχεα δ' Ἕκτωρ 17.473 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο : 17.474 τόνδ' Αὐτομέδων προσέφη Διώρεος υἱός: 17.475 Ἀλκίμεδον τὶς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος 17.476 ἵππων ἀθανάτων ἐχέμεν δμῆσιν τε μένος τε: Venetus A (Marciana 454 = 822), folio 233, recto Iliad 17.477-17.501 17.477 εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος 17.478 ζωὸς ἐών: νῦν δ' αὖ θάνατος καὶ μοῖρα κιχάνει: 17.479 ἀλλὰ σὺ μὲν μάστϊγα καὶ ἡνία σιγαλόεντα 17.480 δέξαι: ἐγὼ δ' ἵππων ἐπιβήσομαι ὄφρα μάχωμαι : 17.481 ὣς ἔφατ' Ἀλκιμέδων δὲ βοῇθοόν ἅρμ' ἐτορούσας 17.482 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν 17.483 Αὐτομέδων δ' ἀπόρουσε: νόησε δὲ φαίδιμος Ἕκτωρ : 17.484 αὐτίκα δ' Αἰνείαν προσεφώνεεν ἐγγύς ἐόντα: 17.485 Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων: 17.486 ἵππω τώδ' ἐνόησα ποδώκεος Αἰακίδαο 17.487 ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι: 17.488 τῷ κεν ἐελποίμην αἱρησέμεν εἰ σύ γε θυμῷ 17.489 σῷ ἐθέλεις: ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῷ 17.490 τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ : 17.491 ὣς ἔφατ' οὐδ' απίθησεν εὺς πάϊς Ἀγχίσαο : 17.492 τώδ' ἰθὺς βήτην: βοέῃς εἰλυμένω ὤμους 17.493 αὔῃσι στερεῇσι: πολύς δ' ἐπελήλατο χαλκός: 17.494 τοῖσ δ' ἅμα Χρόμιός τε καὶ Ἄρητος θεοειδής 17.495 ἤϊσαν ἀμφότεροι: μάλα δέ σφισιν ἤλπετο θυμός 17.496 αὐτώ τε κτενέειν: ἐλάαν τ' ἐριαύχενας ἵππους: 17.497 νήπιοι: οὐδ' ἄρ' ἔμελλον ἀναιμωτί γε νέεσθαι: 17.498 αὖτις ἀπ' Αὐτομέδοντος : ὃδ' εὐξάμενος Διὶ πατρὶ: 17.499 ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφι μελαίνας: 17.500 αὐτίκα δ' Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον: 17.501 Ἀλκίμεδον : μή δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους: Venetus A (Marciana 454 = 822), folio 233, verso Iliad 17.502-17.526 17.502 ἀλλὰ μάλ' ἐμπνείοντε μεταφρένῳ: οὐ γὰρ ἔγωγε 17.503 Ἕκτορα Πριαμίδην μένεος σχήσεσθ' ὀίω: 17.504 πρίν κ' ἐπ' Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω. 17.505 νῶι κατακτείναντα: φοβῆσαί τε στίχας ἀνδρῶν : 17.506 Ἀργείων : ἤ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλῴη: 17.507 ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον : 17.508 Αἴαντ' Ἀργείων ἡγήτορε καὶ Μενέλαε : 17.509 ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' οἵ περ ἄριστοι 17.510 ἀμφ' αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν: 17.511 νῷν δ' ἐν ζωοῖσιν ἀμύνετε νηλεές ἦμαρ 17.512 τῇδε γὰρ ἔβρισαν πόλεμον κατὰ δακρυόεντα 17.513 Ἕκτωρ Αἰνείας θ' οἳ Τρώων εἰσὶν ἄριστοι: 17.514 ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται: 17.515 ἥσω γὰρ καὶ ἐγώ: τὰ δέ κεν Διὶ πάντα μελήσαι. 17.516 ἦ ῥὰ καὶ ἀμπεπαλὼν προίει δολιχόσκιον ἔγχος: 17.517 καὶ βάλεν Ἀρήτοιο κατ ἀσπίδα πάντοσε ἴσην: 17.518 ἣδ' οὐκ ἔγχος ἔρυτο διαπρὸ δὲ εἴσατο χαλκός: 17.519 νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν 17.520 ὡς δ' ὅταν ὀξὺν ἔχων πέλεκυν αἰζήος ἀνήρ 17.521 κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο 17.522 ἶνα τάμη διὰ πᾶσαν: ὁ δὲ προθορὼν ἐρίπησιν, 17.523 ὣς ἄρ ὅ γε προθορὼν πέσεν ὕπτϊος: ἐν δέ οἱ ἔγχος 17.524 νηδυίοισι μάλ' ὀξύ κραδαινόμενον λύε γυῖα. 17.525 Ἕκτωρ δ' Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ : 17.526 ἀλλ' ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος: Venetus A (Marciana 454 = 822), folio 234, recto Iliad 17.527-17.551 17.527 πρόσσω γὰρ κατέκυψε. τόδ' ἐξόπιθεν δόρυ μακρὸν 17.528 οὔδει ἐνισκίμφθη: ἐπὶ δ' οὐρίαχος πελεμίχθη 17.529 ἔγχεος: ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης : 17.530 καὶ νύ κε δὴ ξίφεσσ' αὐτοσχεδὸν ὡρμηθήτην 17.531 εἰ μὴ σφώ Αἴαντε διέκριναν μεμαῶτε: 17.532 οἵ ῥ' ἦλθον καθ' ὅμιλον ἑταίρου κικλήσκοντος : 17.533 τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις: 17.534 Ἕκτωρ Αἰνείας τ' ἠδὲ Χρομίος θεοειδής: 17.535 Ἄρκτον δὲ κατ αῦθι λίπον δεδαϊγμένον ἦτορ 17.536 κείμενον: Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 17.537 τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα : 17.538 ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος 17.539 κῆρ' ἄχεος μεθέηκα χερείονά περ καταπέφνων . 17.540 ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα 17.541 θῆκ' ἀν δ' αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν 17.542 αἱματόεις: ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς: 17.543 ἄψ δ' ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη: 17.544 ἀργαλὲη πολύδακρυς ἔγειρε δὲ νεῖκος Ἀθήνη 17.545 οὐρανόθεν καταβᾶσα: προῆκε γὰρ εὐρύοπα Ζεὺς 17.546 ὀρνύμεναι Δαναούς : δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ 17.547 ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσση 17.548 Ζεὺς ἐξουρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο 17.549 ἢ καὶ χειμῶνος δυσταρπέος ὅς ῥά τε ἔργων 17.550 ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονὶ μῆλα δὲ κήδει: 17.551 ὣς πορφυρὲῃ νεφέλῃ πυκάσασα ἑαυτὴν Venetus A (Marciana 454 = 822), folio 234, verso Iliad 17.552-17.577 17.552 δύσετ' Ἀχαιῶν ἔθνος ἔγειρε δὲ φῶτα ἕκαστον: 17.553 πρῶτον δ' Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα 17.554 ἴφθιμον Μενέλαον : ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν: 17.555 εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν: 17.556 σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος 17.557 ἔσσεται εἴ κ' Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον 17.558 τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκύσουσιν: 17.559 ἀλλ' ἔρχεο κρατερῶς ὄτρυνε δὲ λαὸν ἅπαντα: 17.560 τὴνδ' αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος 17.561 Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές: εἰ γὰρ Ἀθήνη 17.562 δοίη κάρτος ἐμοί βελέων δ' ἀπερύκοι ἐρωήν. 17.563 τῷ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν 17.564 Πατρόκλῳ : μάλα γάρ με θανὼν ἐπεβάσσατο θυμόν . 17.565 ἀλλ' Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος οὐδ' ἀπολήγει 17.566 χαλκῷ δηϊόων: τῷ γὰρ Ζεύς κῦδος ὀπάζει: 17.567 ὣς φάτο: γήθησεν δέ θεὰ γλαυκῶπις Ἀθήνη : 17.568 ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων: 17.569 ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε 17.570 καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν: 17.571 ἥ. τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο 17.572 ἰσχανάα δακέειν: λαρόν τέ οἱ αἷμ' ἀνθρώπου: 17.573 τοίου μιν θάρσευς πλῆσεν φρένας ἀμφὶ μελαίνας: 17.574 βῆ δ' ἐπὶ Πατρόκλῳ καὶ ἀκόντισε δουρὶ φαεινῷ 17.575 ἔσκε δ' ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος 17.576 ἀφνειός τ' ἀγαθός: μάλιστα δέ μιν τῖεν Ἕκτωρ 17.577 δήμου: ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής Venetus A (Marciana 454 = 822), folio 235, recto Iliad 17.578-17.603 17.578 τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος 17.579 ἀΐξαντα φόβον δὲ. δια πρὸ δὲ χαλκὸν ἔλασσε. 17.580 δούπησεν δὲ πεσών: ἀτὰρ Ἀτρείδης Μενέλαος 17.581 νεκρὸν ὑπ' ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων: 17.582 Ἕκτορα δ' ἐγγύθεν ἱ̈στάμενος ὤτρυνεν Ἀπόλλων . 17.583 Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος: ὅ, ς οἱ, ἁπάντων 17.584 ξείνων φίλτατος έσκεν, Ἀβυδόθι οἰκίᾳ ναίων: 17.586 Ἑ̋κτορ , τίς κέ σ' ἔτ' ἄλλος Ἀχαιῶν ταρβήσειεν. 17.587 οῖον δὴ Μενέλαον ὑπέτρεσας. ὃς τὸ πάρος γε 17.588 μαλθακὸς αἰχμητής. νῦν δ' οἴχεται οἶος ἀείρας 17.589 νεκρὸν ὑπ' ἐκ Τρώων . σὸν δ' ἔκτανε πιστὸν ἑταῖρον. 17.590 ἐσθλὸν ἐνι προμάχοισι. Ποδῆν . υἱὸν Ἠετίωνος : 17.591 ὣς φάτο. τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα: 17.592 βῆ δὲ διαπρομάχων κεκορυθμένος αἴθοπι χαλκῷ. 17.593 καὶ τότ' ἄρα Κρονίδης ἕλετ' αἰγίδα θυσσανόεσσαν. 17.594 μαρμαρέην. Ἴ̈δην δὲ κατα νεφέεσσι κάλυψεν: 17.595 ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε. τὴνδ' ἐτίναξε: 17.596 νίκην δὲ Τρώεσσι δίδου. ἐφόβησε δ' Ἀχαιούς : 17.597 πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο: 17.598 βλῆτο γὰρ ὦμον δουρὶ. πρόσω τετραμμένος αἰεὶ. 17.599 ἄκρον ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις 17.600 αἰχμὴ Πουλυδάμαντος . ὃ γάρ ῥ' ἔβαλε, σχεδὸν ἐλθών: 17.601 Λήϊτον αὖθ' Ἕκτωρ σχεδὸν ούτασε χεῖρ' ἐπὶ καρπῷ: 17.602 υἱὸν Ἀλεκτρυόνος μεγαθύμου. παῦσε δε χάρμης: 17.603 τρέσσε δὲ παπτήνας. ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ Scholia to Iliad 17.578-17.603 Main scholia On Iliad 17.582: Ἕκτορα δ' ἐγγύθεν: ὅτι Ζηνόδοτος γράφει Ἔκτορα δὲ φρένας δίὸς Ἄρης ὄτρυνεν μετελθών: πόθεν δὲ οὕτως ὁ Ἄρης ἐξαίφνης πάρεστι ⁑ On Iliad 17.588: μαλθακὸς αἰχμητής: τὸ σημεῖον ὅτι οὐχ ὡς τῷ ὄντι μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ Μενελάου ληπτέον ἀλλα τὸ πρόσωπον πολέμιον ὂν εἰς διαβολὴν λέγει ἀρηΐφιλον γὰρ ὁ ποιητὴς αὐτὸν καλεῖ ⁑ On Iliad 17.: πρέποντας πολεμίῳ τοὺς λόγους περιτέθεικεν ὁ ποιητὴς ἐπεί τοι ὀυκ οἶδε δειλὸν τὸν Μενέλαον βοὴν γὰρ ἀγαθὸν πανταχοῦ καλεῖ αὐτον ὅ ἐστιν ἐν μάχῃ ἀνδρεῖον ⁑ On Iliad 17.594: μαρμαρέην Ἴδην δὲ, ὅτι ἴδιον ὑποτίθεται τῆς αιγίδος τὸ ἀνέμων ποιεῖν συστροφάς , ἀπο τοῦ αυτοῦ δὲ καὶ καταιγίδες αἱ πνοιαὶ αἱ κάτω ἀΐσσουσαι ⁑ On Iliad 17.595: ἀστράψας δὲ μάλα, ὅτι Ζηνόδοτος γράφει γῆν δ' ἐτίναξε ταύτην γὰρ ἐπισείων ἀνέμους ποιεῖ διo λέγει αὐτὸς ἐπείῃσιν ἐρεμνὴν αἰγιδα πᾶσιν : βραχὺ δὲ διασταλτέον ἐπι τὸν δὲ . ἐπι γὰρ τῆς βροντῆς ἐπίτασις μάλα μέγαλ ⁑ On Iliad 17.599: ἄκρον ἐπιλίγδην. ὅτι τὸ ἐπιλίγδην μεσότητός ἐστιν ἐπιψανδην, ὅσον δι' επιπολῆς ψαῦσαι, μὴ εἰς βάθος: εἰ οὖν ἐπιλίγδην . πῶς γράψεν δέ οἱ ὀστέον ἄχρις κατα βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη. ἀλλ' ἐρεῖ Ὅμηρος . οὐκ ἐγὼ, ἀλλ' ὁ τόπος εἰς ὃν κατενέχθη ἡ πληγὴ, ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη ⁑ On Iliad 17.602: υἱὸν Ἀλεκτρυόνος . ὅτι οὐκ εἴρηται παρα τὸν Ἀλεκτρυονα τὸ ζῷον τὸ ὄνομα οὐδέπω γὰρ ἔγνωστο ‡ Intermarginal scholia On Iliad 17.597: ὅτι ἀντὶ φυγῆς : On Iliad 17.603: διὰ τοῦ ε αἱ Ἀριστάρχου ἔλπετο Venetus A (Marciana 454 = 822), folio 235, verso Iliad 17.604-17.628 17.604 ἔγχος ἔχων ἐν χειρὶ. μαχήσεσθαι Τρώεσσιν : 17.605 Ἕκτορα δ' Ϊδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα 17.606 βεβλήκει θώρηκα. κατὰ στῆθος. παρὰ μαζόν: 17.607 ἐν καυλῷ δ' εάγη δολιχὸν δόρυ, τοὶ δὲ ἐβόησαν 17.608 Τρῶες : ὁ δ̀' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο 17.609 δίφρῳ ἐφεσταότος: τοῦ μέν ῥ ἀπὸ τυτθὸν ἅμαρτεν: 17.610 αὐτὰρ ὃ Μηριόνᾱο , ὀπάονά θ' ἡνίοχόν τε 17.611 Κοίρανον . ὅς ῥ' ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ. 17.612 πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας 17.613 ἤλυθε: καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν. 17.614 εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵ̈ππους. 17.615 καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ. 17.616 αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ Ἕκτορος ἀνδροφόνοιο: 17.617 τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ ούατος, ἐκ δ' ὰρ ὀδόντας 17.618 ῶσε δόρυ πρυμνὸν. διὰ δὲ γλῶσσαν τάμε μέσσην: 17.619 ήριπε δ' ἐξ ὀχέων. κατὰ δ' ἡνία χεῦεν ἔραζε: 17.620 καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι 17.621 κύψας. ἐκ πεδίοιο: καὶ Ἰ̈δομενῆα προσηῦδᾱ : 17.622 μάστιε νῦν. εἷως κε θοὰς ἐπι νῆας ΐκηαι: 17.623 γιγνώσκεις δὲ καὶ αὐτὸς. ὅ τ' οὐκέτι κάρτος Ἀχαιῶν : 17.624 ὣς ἔφατ'. Ἰ̈δομενεὺς δ' ΐμασεν καλλίτριχας ἵ̈ππους 17.625 νῆας ἐπὶ γλαφυρὰς. δὴ γὰρ δέος ἔμπεσε θυμῷ: 17.626 οὐδ' ἔλαθ' Αἴαντα μεγαλήτορα καὶ Μενέλαον 17.627 Ζεὺς . ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. 17.628 τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴᾱς : Scholia to Iliad 17.604-17.628 Main scholia On Iliad 17.607: ἐν καυλῷ δ' εάγη: τὸ τῆς ἐπιδορατίδος λέγει δὲ ἀντὶ τοῦ κατα τὸν καυλὸν: οὕτως δὲ μόνως φησὶν ὁ Δίδυμος ἐν τοῖς διορθωτικοῖς τοὶ δ' ἔβοησαν ἀβέλτερον γὰρ τελέως τὸ τοὶ δ' ἐφόβηθεν , οὐ γὰρ φεύγουσιν, ἀλλα διώκουσιν καὶ ἐπι Πατρόκλου τὸ ὅμοιον ἐπί δ' ΐαχε λαὸς ὄπισθε Τρωϊκός ⁑ On Iliad 17.608-17.616: Τρῶες , ὁ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο ἕως τοῦ αὐτὸς δ' ὤλεσε θυμὸν, λίαν τούτων πέπλεκται ὁ λόγος καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων ὁ δ' Ἰδομενῆος ἀκόντισε δίφρῳ ἐφεσταότος πεζὸς γὰρ τὰ πρῶτα λιπών νέας ήλυθε : τίς πεζὸς ήλυθε. καί κε Τρωσὶ μέγα κρατος οὕτως αυτὸς ἐτρώθη ὅτι πεζὸς ἦν, ἀλλα δεῖ νοεῖν: τὰ μὲν δια μέσου εἰρημένα. τὰ δε κεφαλαιωδῶς ἐξενηνεγμένα ὕστερον τῆς ἐπι μέρους ἐπεργασίας τυχόντα κατ επανάληψιν: τὸ δὲ πεζὸς γὰρ τὰ πρωτα οὐκ επι τοῦ Κοιράνου ἀκουστέον, ἀλλ επι τοῦ Ἰδομενέως σαφὲς δὲ ἐκ τοῦ ἐπιφέρεσθαι καί κεν Τρωσὶ μέγα κράτος , οὑ γὰρ ἂν τάσσοι τὸ τοῦτο οικείως ἐπι τοῦ Κοιράνου , ἢν γὰρ οὐ τῶν ἀριστέων. ἀλλ' επι τοῦ Ἰδομενέως . δια μέσου δὲ ταυτα δίφρω ἐφεσταότος τοῦ μέν ρ’ ἀπο τυτθὸν άμαρτεν αὐτὰρ ὁ Μηριόναο ὁπαονά θ' ἡνίοχόν τε Κοίρανον ὅς ρ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ ὥστε εῖναι τὸ ἑξῆς. ὁ δ' Ϊδομενῆος ἀκόντισε Δευκαλίδαο πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν ὁ Ϊδομενεύς : εἴωθε δὲ ὁ ποιητής τινα δια μέσου τάσσειν κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ ὁ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρω, ἐφεσταότος . εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν πῶς ἐγένετο ἐν τῷ δίφρῳ πότερον μὲν ἦν πεζὸς τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα πεζὸς μὲν γὰρ τὰ πρωτα λιπον νέας, ἐν τῇ Ν ἀπο τῆς σκηνῆς ὁ Ϊδομενεὺς νῦν δὲ ἄφνω πέφηνεν ἐφ ἅρματος οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπο Κρήτης πεζὸς ῆλθεν οὐ χρησάμενος ἅρματι καθάπερ ὁ Ὀδυσσεὺς τραχεῖαν ἔχων τὴν Ϊθάκην : σημαίνει οὖν ὅτι ἀπο τῶν νεῶν πεζὸς ῆλθεν επι τὸν πόλεμον, προθεὶς οὖν τὸ κεφάλαιον, ὕστερον ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους: τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν, ὁ δ' Ἰδομενηος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος πῶς, ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε. πεζὸς γὰρ τὰ πρωτα λιπὼν νέας ήλυθε , τίς γὰρ ἦ ἰδιότης ὅτι, εἴπερ ἐμάχετο πεζὸς ἀπολώλειεν οις ἐντροπὴ ἐγένετο προς οὺς Πηνέλως ῆρχεν ⁑ On Iliad 17.612-17.613: ἤλυθε καί κε Τρωσὶ , πάντως ἀπώλετο ἂν ὁ Μηριόνης εἰ μη πεζὸς ἀφίκτο ὡς εί γε τῷ Ϊδομενεῖ ἡνιόχει ἀπολώλει ἂν καθὰ καὶ ὁ Κοίρανος τὸ γὰρ πεζὸς γὰρ τὰ πρῶτα. καὶ ἐπι τοῦ Μηριόνου ἀκουστέον ⁑ On Iliad 17.614: εἰ μη Κοίρανος ὦκα ποδώκεας: ἐκδεκτεον τὸν λόγον επι τοῦ Ἰδομενέως ὁ Κοίρανος ϊδὼν τὸν Ἰδομενέα κινδυνεύοντα πεζὸν πεζὸς γὰρ ἀπο τοῦ ναυστάθμου ἐξήλασε τοὺς ἵππους δεξάμενος αὐτὸν ἐπι τῶν ἵππων ἔφθασε τὴν τοῦ Ἕκτορος βολὴν ὥστε μετα τὸ ἀναβῆναι ἐπι τὸ ἅρμα τότε πεμφθῆναὶ τὸ δόρυ αὐτῷ, αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο σώσας τὸν Ἰδομενέα ⁑ On Iliad 17.617: τὸν βάλ' ὑπὸ γναθμοῖο: κατα τὸ εἰκὸς πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους: καὶ γὰρ ὑπο τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε δια τῆς ἑτέρας καὶ οὐκ έστιν ἀδύνατον τοῦτο ὡς προείρηται δια τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους βεβλῆσθαι ⁑ On Iliad 17.620-17.621: μάστιε νῦν: ὅτι τοῦτο φιλικὸν, αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων κινδυνεύειν βούλεται τὸν δὲ ἤδη προηβηκοτα προπέμπει καὶ τὴν ἀσφάλειαν αὐτῷ πορίζεται ⁑ On Iliad 17.627: Ζεὺς ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νικην: οὐ γὰρ ἄλλως νίκη γίνεται. ἢ τῶν ἑτείρων ἐπ ἀλκῆς ὄντων ‡ Intermarginal scholia On Iliad 17.607: οὕτως Ἀρίσταρχος τοί δ' ἐβόησαν ⁑ On Iliad 17.618: ἕως τοῦ ἐσχάτου τοῦ δόρατος ῶσει ⁑ Interior scholia On Iliad 17.599: καὶ ὅτι νῦν ἅπαξ καὶ ἐπ λίγδην ἄκρον δὲ ⁑⁑ On Iliad 17.608: τὸ σημεῖον ὅτι ἐπ Ιδομενέα ⁑ On Iliad 17.611-17.617: μακρὰ ἡ παρέκβασις καὶ πάντα δια μέσου τὸ γὰρ ἑξῆς Κοίρανον , βάλ' ὑπὸ γναθμοῖο ⁑ Venetus A (Marciana 454 = 822), folio 236, recto Iliad 17.629-17.653 17.629 ὦ πόποι: ήδη μέν κε, καὶ ὃς, μάλα νήπιός ἐστι. 17.630 γνοίη, ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει: 17.631 τῶν μὲν γὰρ πάντων βέλε' ἅπτεται ὅς τις ἐφίῃ: 17.632 ἢ κακὸς, ἢ ἀγαθὸς. Ζεὺς δ' ἔμπης πάντ' ἰ̈θύνει: 17.633 ἡμῖν δ' αύτως πᾶσιν ἐτώσια πίπτει ἔραζε: 17.634 ἂλλ' άγετ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην 17.635 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν. ἠδὲ καὶ αὐτοὶ 17.636 χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες. 17.637 οἵ που δεῦρ' ὁρόωντες ἀκηχέδατ'. οὐδέτι φασὶν 17.638 Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους 17.639 σχήσεσθ'. ἂλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι: 17.640 εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα 17.641 Πηλείδῃ : ἐπεὶ οὔ μιν ὀί̈ομαι οὐδὲ πεπύσθαι 17.642 λυγρῆς ἀγγελίης. ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος: 17.643 ἂλλ' οὔ πῃ δύναμαι ἰ̈δέειν τοιοῦτον Ἀχαιῶν . 17.644 ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι: 17.645 Ζεῦ πάτερ. ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν : 17.646 ποίησον δ' αἴθρην: δὸς δ' ὀφθαλμοῖσιν ἰ̈δέσθαι: 17.647 ἒν δὲ φάει καὶ ὄλεσσον: ἐπεί νύ τοι εύαδεν οὕτως: 17.648 ὣς φατο: τὸν δε πατὴρ ὀλοφύρατο δάκρυ χέοντα: 17.649 αὐτίκα δ' ἠέρα μὲν σκέδασεν: καὶ ἀπῶσεν ὀμίχλην: 17.650 ἠέλιος δ' ἐπ' έλαμψε, μάχη δ' ἐπὶ πᾶσα φαάνθη: 17.651 καὶ τότ' ὰρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον : 17.652 σκέπτεο νῦν Μενέλαε διοτρεφὲς. αἴ κεν ΐδηαι 17.653 ζωὸν ἔτ' Ἀντίλοχον , μεγαθύμου Νέστορος υἱόν: Scholia to Iliad 17.629-17.653 Main scholia On Iliad 17.639: σχήσεσθ', ἀλλ ἐν νηυσὶ προς τὸ ἀμφίβο αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶ ἢ τὸν Ἕκτορα : πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι ἐνσείσει ⁑ On Iliad 17.643: ἀλλ οὔ πῃ δύναμαι: πῶς παρείληπται τὸ οὕ πη σημαίνει γὰρ τὸ εἰς τόπον: πῆ έβη Ἀνδρομάχῃ : τὸ δὲ ποῦ ἐστιν ἐν τόπῳ ὅπερ καταλληλότερον, ἀλλ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινὰ τῶν Ἀχαιῶν τοιοῦτον μηποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα, ἀλλ ὡς παραπληρωματικὸν σύνδεσμον ἐκληπτέον ⁑ On Iliad 17.644: ἡέρι γὰρ κατέχονται: ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ: καὶ γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι: λαμπρύνεται δὲ ἐπιφανέντος τοῦ ἡλίου. ἀὴρ γὰρ παρα νηυσὶ βαθεῖ ην ⁑ On Iliad 17.645-17.647: δοὶ δ’ οφθαλμοῖσιν ϊδεσθαι, μεγαλοφρόνως οὐ σωτηρίαν αἰτεῖται, ἀλλα φῶς προσ τῶν ὀφθαλμῶν χρείαν. ἵνα δρῶντές τι καὶ πάθωσιν ⁑ On Iliad 17.648: τὸν δε πατὴρ ὀλοφύρατο: περιπαθῶς εἰσάγει τὸν Αἴαντα δακρύοντα οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν δεδακρυκότα. οὐ γὰρ ἦν κατ' Αἴαντα ⁑ On Iliad 17.649: αὐτίκα δ' ἠέρα μεν: ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέγει ἔστι γὰρ ταὐτὸν τῷ ὁμίχλῃ καὶ ἀπῶσεν τὸν ἀυέρα ὅς ἐστιν ὁμίχλη ⁑ On Iliad 17.651: καὶ τότ' ἄρ' Αίας : ὅτι οὐκ εἰπε βοὴν ἀγαθῷ Μενελάῳ ἀλλὰ κατὰ παράλειψιν τῆς προθέσεως: προς βοὴν ἀγαθὸν Μενέλαον ⁑ On Iliad 17.653: ζωὸν ἔτ' Ἀντίλοχον καὶ τοῦτο περιπαθές ὡς οὐκ ἐλπίζων ἔτι ζῆν τὸν ἥρωα διὰ τὴs συνέχειαν τῆς μάχης ‡ Interlinear scholia On Iliad 17.254@αὐτὸςΐτω: εκουσίως ἀυτὸς παραγίνεσθ Intermarginal scholia On Iliad 17.630: ἐν ἄλλῳ ἀμύνοι : On Iliad 17.631: διχῶς καὶ ἀφείη : On Iliad 17.637: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ οἵ που νῦν ⁑ On Iliad 17.646: ἐν ἄλλῳ ὁρᾶσθαι Interior scholia On Iliad 17.632: τὸ ἔμπης ἀντι τοῦ ὁμοίως τέτακται ⁑ On Iliad 17.644: ἐν ἄλλῳ ἠέρι γὰρ κεκάλυπται Venetus A (Marciana 454 = 822), folio 236, verso Iliad 17.654-17.678 17.654 ὄτρυνον δ' Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ϊόντα 17.655 εἰπεῖν. ὅτι ῥά οι πολὺ φίλτατος ὤλεθ' ἑταῖρος 17.656 ὡς ἔφατ' οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος : 17.657 βῆ δ' ϊέναι, ὡς τίς τε λέων ἀπο μεσσαύλοιο: 17.658 ὅς τ' ἐπεὶ ἄρ κε, κάμῃσι. κύνας τ' ἄνδράς τ' ἐρεθίζων, 17.659 οἵ τε μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι 17.660 πάννυχοι ἐγρήσσοντες, ὁ δὲ κρειῶν ἐρατίζων 17.661 ϊθύει: ἂλλ' οὔ τι πρήσσει: θαμέες γὰρ ἄκοντες 17.662 ἀντίοι ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν. 17.663 καιόμεναί τε δεταὶ. τάς τε τρεῖ ἐσσύμενός περ. 17.664 ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ: 17.665 ὡς ἀπο Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος 17.666 ἤϊε πὸλλ' ἀἕκων: περὶ γὰρ δίε. μῆ μιν Ἀχαιοὶ 17.667 ἀργαλέου προ φόβοιο ἕλωρ δηΐοισι λίποιεν: 17.668 πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ' ἐπέτελλεν: 17.669 Αἴαντ' , Ἀργείων ἡγήτορε Μηριόνη τε: 17.670 νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο 17.671 μνησάσθω: πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι 17.672 ζωὸς ἐών. νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει: 17.673 ὡς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος . 17.674 πάντοσε παπταίνων ὥς τ' αἰετὸς. ὃν ῥά τε φασὶν 17.675 ὀξύτατον δέρκεσθαι ὑπ' ουρανίων πετεηνῶν: 17.676 ὅν τε καὶ ὑψόθ' ἐόντα, πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ 17.677 θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος. ἀλλά τ' ἐπ' αυτῷ 17.678 ἔσσυτο. καί τέ μιν ὦκα λαβὼν. ἐξείλετο θυμὸν: Scholia to Iliad 17.654-17.678 Main scholia On Iliad 17.657-17.664: βῆ δ’ ϊέναι ὡς τίς τε λέων πολλαὶ αἱ εἰκόνες κατα τοῦ ἥρωος πρῶτον γὰρ αὐτὸν εἴκασε δια τὴν φιλοστοργίαν βοΐ νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ ἀποχώρησιν: καὶ ἑξῆς δια τὴν οξυδορκίαν αετῷ παρέβαλεν αὐτόν ⁑ On Iliad 17.660: λέγεται τὸν λέοντα, ἐν τῇ ουρὰ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες ὑφ οῦ νυττόμενος καὶ πονῶν πλέον ἀγριοῦται ⁑ On Iliad 17.667: ἀργαλέου προ φόβοιο ὅτι ἀντὶ τοῦ ὑπὸ φόβου ὁ έστιν ὑπο φυγῆς καὶ ὅτι ἕλωρ ἕλεμα ⁑ On Iliad 17.675: ὀξύτατον δέρκεσθαι φησὶν ὁ Ἀριστοτέλης ὡς ἵστησι τοὺς νεοσσοὺς πρὸς ἥλιον ὁ αετὸς ἀναγκάζων βλέπειν: καὶ ὁ δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ ἐστιν υἱὸς. ὁ δὲ μὴ, ἐκβέβληται καὶ γεγονεν ἁλιαιετός ⁑ Interlinear scholia On Iliad 17.262@προὔτυψαν: προενέσησαν προενέβαλον Intermarginal scholia On Iliad 17.659: τὸ λίπος τῆς πιμελῆς εκ παρεπομένου δὲ το ζῆν: ⁑ On Iliad 17.664: ἐν ἄλλῳ τετιημένος ῆτορ : ⁑ Interior scholia On Iliad 17.657: τῆς ἐπ αγρῶ ἐπαύλεως ⁑ On Iliad 17.658: ὅτι ὁ και περισσος ἡ ὑφ εν κε κάμησι On Iliad 17.664: βεβλημένος διά λυπην On Iliad 17.670: προσηνείας ἀπεινὴς δὲ ἐναντίος On Iliad 17.671: οὐκ Αχιλλεὶ μόνω ⁑⁑ Venetus A (Marciana 454 = 822), folio 237, recto Iliad 17.679-17.703 17.679 ὡς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ 17.680 πάντοσε δινείσθην. πολέων κατὰ ἔθνος ἑταίρων. 17.681 εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴ̈δοιτο: 17.682 τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης 17.683 θαρσύνονθ' ἑτάρους. καὶ ἐποτρύνοντα μάχεσθαι: 17.684 ἀγχοῦ δ' ἱ̈στάμενος προσέφη ξανθὸς Μενέλαος : 17.685 Ἀντίλοχ ', αὶ δ' άγε δεῦρο διοτρεφὲς. ὄφρα πύθηαι 17.686 λυγρῆς ἀγγελίης. ἣ μὴ ὤφελλε γενέσθαι: 17.687 ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα 17.688 γινώσκειν. ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει: 17.689 νίκη δὲ Τρώων . πέφαται δ' ὥ̓ριστος Ἀχαιῶν 17.690 Πάτροκλος . μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται: 17.691 ἂλλὰ σύ γ' αῖψ' Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν . 17.692 εἰπεῖν: αί κε τάχιστα νέκυν ἐπι νῆα σαώσῃ 17.693 γυμνὸν, ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ : 17.694 ὡς ἔφατ'. Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσᾱς. 17.695 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε. τὼ δέ οἱ ὄσσε 17.696 δακρυόφιν πλῆσθεν. θαλερὴ δέ οἱ ἔσχετο φωνή. 17.697 ἀλλ' οὐδ' ὧς Μενελά̄ου ἐφημοσύνης ἀμέλησε: 17.698 βῆ δὲ θέειν. τὰ δὲ τεύχε' ἀμύμονι δῶκεν ἑταίρῳ 17.699 Λᾱοδόκῳ . ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵ̈ππους: 17.700 τὸν μὲν δακρυχέοντα πόδες φέρον ἐκ πολέμοιο. 17.701 Πηλείδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα: 17.702 οὐδ' ἄρα σοὶ Μενέλᾱε διοτρεφὲς ἤθελε θυμὸς 17.703 τειρομένοις ἑτάροισιν ἀμυνέμεν. ἔνθεν ἀπῆλθεν Scholia to Iliad 17.679-17.703 Main scholia On Iliad 17.679-17.681: εἴ που Νεστορος υἱὸν οὕτως αἱ Ἀριστάρχειοι ΐδοιτό τις τὰ προκείμενα ὅσσε διὸ καὶ τὸ σημεῖον ἠ νοητέον ἀποστροφὴν λόγου προς τὸν Μενέλαον ἀπο τοῦ περι αυτοῦ λόγου ⁑ On Iliad 17.688: ὅτι πῆμα θεος Δαναοῖσι κυλίνδει Ἀρίσταρχος βαρύνει ὑγιῶς πάνυ δια τὰ κινἥματα κυλίνδετο γοῦν φησὶν, οὐχι εκυλινδεῖτο καὶ ή δε κυλινδομένη καναχὴν ἔχε. διὸ καὶ βαρέως τὴν κυλίνδων ἀναγινώσκομεν. μέτα κῦμα κυλίνδων ⁑ On Iliad 17.698: βῆ δὲ θέειν πολλῷ περιπαθέστερον ἄνοπλον ὄντα καὶ τρέχοντα παραστῆναι τῷ Ἀχιλλεῖ ⁑ On Iliad 17.700: τον μὲν δακρυ χέοντα πρὸς τῷ πάθει εἶχε τὴν διάνοιαν μηδ’ ὅτι τρέχει εἰδώς. ἡ διπλῆ δέ ὅτι οὕτως εἴωθε λέγειν οἱ πόδες ἔφερον οὐχι τοὺς πόδας προς Ζηνόδοτον μεταγράφοντα. ῥίμφ' εά γουνα φέρει ⁑ Interlinear scholia On Iliad 17.265@ἐρευγομένης: ἐρχομένης On Iliad 17.637@ἀκηχέδατ’: ἄγαν κεκάκωνται On Iliad 17.696@ἔσχετο-φωνή: επεσχέθη On Iliad 17.695@ἀμφασίη: αφωνία Intermarginal scholia On Iliad 17.681: οὔτως Ἀρίσταρχος ΐδοιτο τὰ όσσε δηλονότι : On Iliad 17.694: κατεστύγνασεν ηνιάθη: ⁑ Interior scholia On Iliad 17.695: μείζων ἡ σιγὴ παντὸς λόγου γίνεται ⁑ On Iliad 17.702: ὅτι πάλιν ἀπεστρεφε τὸν λόγον ⁑⁑ Venetus A (Marciana 454 = 822), folio 237, verso Iliad 17.704-17.728 17.704 Ἀντίλοχος , μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθῃ: 17.705 ἀλλ' ὅ γε, τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀν ἧκεν: 17.706 αὐτὸς δ' αὖτ' ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει: 17.707 στῆ δὲ παρ' Αἰάντεσσι θέων. εἶθαρ δὲ προσηύδᾱ: 17.708 κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν. 17.709 ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν: οὐδέ μιν οἴω 17.710 νῦν ἱ̈έναι. μάλα περ κεχολωμένον Ἕκτορι δίῳ: 17.711 οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο: 17.712 ἡμεῖς δ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην. 17.713 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ 17.714 Τρώων ἐξ ἐνοπῆς. θάνατον καὶ κῆρα φύγωμεν: 17.715 τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας : 17.716 πάντα κατ' αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε : 17.717 ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ' ὦκα: 17.718 νεκρὸν ἀείραντες. φέρετ' ἐκ πόνου: αὐτὰρ ὄπισθε 17.719 νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ: 17.720 ῗσον θυμὸν ἔχοντες, ὁμώνυμοι. οἳ τὸ πάρος περ 17.721 μίμνομεν ὀξὺν Ἄρηα παρ' ἀλλήλοισι μένοντες: 17.722 ὣς ἔφαθ'. οἳ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο 17.723 ὕψι μάλα μεγάλως. ἐπὶ δ' ΐαχε λαὸς ὄπισθε 17.724 Τρωϊκὸς ὡς εἴδοντο, νέκυν αἴροντας Ἀχαιούς : 17.725 ΐθυσαν δὲ κύνεσσιν ἐοικότες. οἵ τ' ἐπὶ κάπρῳ 17.726 βλημένῳ ἀί̈ξωσι πρὸ κούρων θηρητήρων: 17.727 ἕως μὲν γάρ τε θέουσι. διαρραῖσαι μεμαῶτες: 17.728 ἂλλ' ὅτε δή ῥ' ἐν τοῖσιν ἐλίξεται ἀλκὶ πεποιθὼς: Scholia to Iliad 17.704-17.728 Main scholia On Iliad 17.705: αλλ ὅ γε τοῖσιν μὲν: ὅτι ἀπέστρεφεν ἐκ τοῦ προς αυτὸν εἰς τὸν περι αυτοῦ λόγον: τὸ δὲ ανῆκεν ἀνέπεισεν παρώτρυνεν ⁑ On Iliad 17.714: Τρώων ἐξ ενοπῆς: ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπο τοῦ ἀλαλαγμοῦ οὕτως καὶ ἐνοπῆς νῦν ἀπο μέρους τῆς μάχης φησίν⁑ On Iliad 17.719: νῶϊ μαχησόμεθα: ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζόμενος Ἀχιλλεὺς ὑπ Αίαντος ὑπερασπίζων δὲ Ὀδυσσεὺς παρῆκται εἰ δε Όμηρος ἔγραφε τὸν Ἀχιλλεως θάνατον οὐκ ὰν εποίησε τὸν νεκρὸν ὑπ Αίαντος βασταζόμενον ὡς οἱ νεώτεροι⁑ On Iliad 17.720: ἴσον θυμὸν ἔχοντες ό λόγος ἁπλούστερος ὁ Αἴας παράγεται ὥς γε τοιαῦτα λέγει ἡμεῖς μαχόμεθα ἐπειδὴ τὸ αὐτὸ ὄνομ' ἔχομεν. οἱ γαρ δύο Αἴαντες καλούμεθα. βουγάϊος γὰρ ὡς ἀληθῶς ⁑ Interlinear scholia On Iliad 17.705@ἀνῆκεν: ανέπεισε καὶ παρώτρυνεν ⁑ Intermarginal scholia On Iliad 17.727: τὸ ἕως ἀντί τοῦ τέως διόπερ οὐδε ὑποστιγμὴν ποιεῖ: ⁑ Interior scholia On Iliad 17.710: κεχολωμένον Ἀτρείωνι . On Iliad 17.721: Ἀριστοφάνης δυϊκῶς μένοντε ⁑ Venetus A (Marciana 454 = 822), folio 238, recto Iliad 17.729-17.754 17.729 ἂψ ἀνεχώρησαν: διά τ' ἔτρεσαν ἄλλϋδις ἄλλος . 17.730 ὣς Τρῶες εἵως μὲν ὁμιλαδόν αῖὲν ἕποντο 17.731 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφὶ γύοισιν: 17.732 ἀλλ' ὅτε δή ῥ' Αἴαντε μεταστρεφθέντε κατ' αὐτούς 17.733 σταίησαν: τῶν δὲ τράπετο χρώς: οὐδέ τις ἔτλη: 17.734 πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι: 17.735 ὣς οἵ γε μεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο 17.736 νῆας ἐπὶ γλαφυράς. ἐπί δὲ πόλεμος τέτατό σφιν 17.737 ἄγριος. ἠύτε πῦρ τό τ' ἐπεσσύμενον πόλιν ἀνδρῶν 17.738 ὄρμενον ἐξαίφνης φλεγέθει: μινύθουσι δὲ οἶκοι 17.739 ἐν σέλαϊ μεγάλῳ: τό δ' ἐπιβρέμει ἲς ἀνέμοιο: 17.740 ὥς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων 17.741 ἀζηχὴς ὀρυγμαδὸς ἐπῄεν ἐρχομένοισιν: 17.742 οἵ δ' ὥς θ' ἡμίονες κρατερὸν μένος ἀμφιβαλόντες 17.743 ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπόν 17.744 ἤ δοκόν: ἠέ δόρυ μέγα νῄον: ἐν δέ τε θυμός 17.745 τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῶ σπευδόντεσσιν: 17.746 ὣς οἵ γε μεμαῶτε νέκυν φέρον: αὐτὰρ ὄπισθεν 17.747 Αἴαντ' ἰσχανέτην ὥς τε πρὼν ἰσχάνει ὕδωρ 17.748 ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς: 17.749 ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινά ῥέεθρα 17.750 ἴσχει: ἄφαρ δέ τε πασί ροον πεδίον δε τίθησι 17.751 πλάζων: οὐδὲ τι μιν σθένεϊ ῥηγνῦσι ῥέοντες: 17.752 ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω: 17.753 Τρώων : οἵ δ' ἅμ' ἕποντο: δύω δ' ἐν τοῖσι μάλιστα 17.754 Αἰνείας τ' Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ Venetus A (Marciana 454 = 822), folio 238, verso Iliad 17.755-17.761 17.755 τῶν δ' ὥς τε ψαρῶν νέφος ἔρχεται ἠέ κολοιῶν 17.756 οὖλον κεκλήγοντες : ὅτε προίδωσιν ἰόντα 17.757 κίρκον: ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν. 17.758 ὣς ἂρ ὑπ' Αἰνείᾳ τε καί Ἕκτορι κοῦροι Ἀχαιῶν 17.759 οὖλον κεκλήγοντες ἴσαν: λήθοντο δέ χάρμ ης : 17.760 πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον: 17.761 φευγόντων Δαναῶν : πολέμου δ' οὐ γίνετ' ἐρωή ⁑ Venetus A (Marciana 454 = 822), folio 239, recto Iliad 18.1-18.25 18.1 ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο: 18.2 Ἀντίλοχος δ' Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε: 18.3 τὸν δ' εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων. 18.4 τὰ φρονέοντ' ἀνὰ θυμὸν. ἃ, δὴ, τετελεσμένα ῆεν: 18.5 ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 18.6 ῴ μοι ἐγὼ. τί τ αρ, αῦτε κάρη κομόωντες Ἀχαιοὶ 18.7 νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο: 18.8 μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ: 18.9 ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε 18.10 Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο. 18.11 χερσὶν ὑπὸ Τρώων λείψειν φάος ἠελίοιο: 18.12 ῆ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς: 18.13 σχέτλιος. ῆ τ' ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ. 18.14 νῆας ἒπ' ὰψ, ϊέναι. μὴ δ' Ἕκτορι ῗφι μάχεσθαι: 18.15 ἕως ὁ ταῦθ' ώρμαινε κατὰ φρένα καὶ κατα θυμόν: 18.16 τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς 18.17 δάκρυα θερμὰ χέων. φάτο δ' ἀγγελίην ἀλεγεινήν: 18.18 ᾤ μοι Πηλέος υἱὲ δαΐφρονος. ῆ μάλα λυγρῆς 18.19 πεύσεαι ἀγγελίης. ἣ μὴ ὤφελλε γενέσθαι: 18.20 κεῖται Πάτροκλος . νέκυος δὲ δὴ ἀμφιμάχονται 18.21 γυμνοῦ. ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ : 18.22 ὡς φάτο. τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα: 18.23 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν 18.24 χεύατο κακ κεφαλῆς: χαρίεν δ' ήσχυνε πρόσωπον: 18.25 νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη. Scholia to Iliad 18.1-18.25 Main scholia On Iliad 18.1: ὣς οι μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο: πυρὸς τρόπον τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται δηλῶσαι ⁑ On Iliad 18.3: τονδ' ευρε προπάροιθε: νῦν επι τόπου καὶ ἐν καδ δ' έβαλε προπάροιθε νεώς τάσσεται δὲ καὶ ἐπι χρόνου σεῖο δ' Ἀχιλλεῦ' οὔτις ἀνηρ προπάροιθε μακάρων ⁑ On Iliad 18.3: ορθοκραιράων τῶν τὰς κεφαλὰς ορθὰς ἐχουσῶν κραίραν γὰρ λέγουσι τὴν κεφαλήν. καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ήμισυ ἡμίκραιραν: λέγει δὲ δια τὸ τὰς πρώρας καὶ πρύμνας ἀνατετάσθαι ἐκ μεταφορᾶς τῶν βοῶν ⁑ On Iliad 18.4: τα φρονέοντ' ἀνα θυμὸν, οἱ περι τῶν φαύλων αγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσὶν ἔστι δὲ τῶν ἐν ατυχίᾳ προληπτικῶς ὁ νοῦς ⁑ On Iliad 18.5: ὀχθήσας δ' άρα εἶπε, ἥτοι λυπηθεὶς ἀπο τοῦ ἄχθεος ὅ ἔστι βάρους. λέγοιμεν δ ὰν καὶ βαρυνθείς ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ όχθου ὠνόμασται ὄχθοι δὲ τὰ ὑψηλὰ οἷον ἐπαρθεὶς τῷ θυμῷ ⁑ On Iliad 18.7: νηυσὶν ἐπι κλονέονται⁚ ἀναστρεπτεον τὴν πρόθεσιν ὁμοίως καὶ επι τοῦ νηυσὶν επιπροέηκα : ἡ διπλη δὲ ὅτι λείπει ἡ διά φεύγοντες δια τοῦ πεδίου ⁑ On Iliad 18.9: ὡς ποτέ μοι μήτηρ διεπέφραδε⁚ ἐζήτηται πῶς οὐκ εστιν Αὐτομέδων μηνυτὴς τῆς Πατροκλοῦ ἀναιρεσαι ἀλλα Ἀντίλοχος : καὶ διὰ τοῦ γυμνὸς τρεχ : ῥητεον οὖν ὅτι: Αὐτομεδωντα μὲν αἰσχρὸν ἢν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλλέα ἄπρακτον τῶν ἀλλῶν αγωνιζομενῶν περὶ τοῦ σώματα Ἀντίλοχός τε ταχὺς τὲ ὣν τῶν ἄλλων προεκριθ καὶ γυμνὸς ἄπεισι μετὰ τῶν όπλων ταῖς συμφοραῖς ἐμπομπευειν παραιτούμενος ἤ δια τὸ μη βαρούμενον τοῖς ὅπλοῖς χρονίσαι ἐν τῇ οδῷ ⁑ On Iliad 18.10-18.11: Μυρμιδόνων τὸν ἄριστον⁚ χερσὶν ὑπο Τρώων ἐν τῇ Ριανοῦ οὐκ ῆσαν οἱ β ἴσως ἐπεὶ οὐκ ῆν Μυρμιδόνων ὁ Πατροκλος Λοκρὸς γὰρ ἢν ἐξ Οποῦντος , δεῖν δέ φησιν ὁ Ἀρίσταρχ Ἀρίσταρχος οὕτως αὐτὸ παραδέχεσθαι, τὸν μετ αυτὸν ἄριστον τῶν Μυρμιδόνων: καὶ κατά τινας δὲ τῶν μεθ Ὅμηρον Ἄκτωρ ὁ πατὴρ τοῦ Μενοιτίου λέγεται λαβεῖν Αἴγιναν ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν Ὀποῦντι οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος : δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετα τὸν Ἀχιλλεα ἡγήσασθαι τῶν Μυρμιδόνων. πῶς δὲ φασί τοῦτο πεπυσμένος παρα τῆς μητρὸς ἔπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον ὅτι φαίη τίς ἄν οὔτε τούνομα σαφῶς εῖπεν οὔτε τὸν χρόνον παρά τε τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων ὅταν δὲ αποβῆ μιμνήσκονται ⁑ On Iliad 18.10: ἄλλως χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν , οὐ γὰρ ἐβούλετο τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προειποῦσα λυπεῖν τὸν υἱὸν, ἐπίτηδες δὲ εἰπεῖν τὸ Μυρμιδόνων τὸν ἄριστον ἵνα μὴ φανερῶς εἴπη τὸν Πάτροκλον ⁑ On Iliad 18.10: Μυρμιδόνων τὸν ἄριστον, ἡ διπλῆ πρὸς τὸ ἀμφίβολον πῶς Μυρμιδόνων ἄριστον λέγει τὸν Πάτροκλον Λοκρὸν οντα ⁑ On Iliad 18.12: ῆ μάλα δὴ τέθνηκε μάλιστα τῆ διανοιᾳ κατείληφεν ὅτι τέθνηκεν εκ τοῦ βίου δὲ τὸ πάθος εἵλκυσε δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον εικαζειν οἱ στέργοντες ⁑ On Iliad 18.14: νῆας ἐπ άψ ἰ̈έναι: ἀψ ἐπι νηας ϊέναι οὕτως ἡ Ἀρισταρχου . ἐπ ἐνίαις δὲ φαύλως νηας ἐπ ὰψ ϊέναι ⁚ On Iliad 18.17: δάκρυα θερμὰ χεων⁚ ἵνα πλησιον γένηται τῆς ὑπονοιας Ἀχιλλεὺς καὶ μὴ περιμείνῃ τὴν ἀγγελιαν ⁑ On Iliad 18.18: ᾥ μοι Πηλέος υἱε⁚ δεξιῶς πάνυ ὁ Ἀντίλοχος οὔτε τὸν τελευτήσαντα κατοικτίζεται οὔτε τὸν Ἀχιλλέα : εἰς ἑαυτὸν δὲ τὴν συμφορὰν ἐπενεγκὼν ηὔξησε τὸ πάθος ⁑ On Iliad 18.21: γυμνοῦ ἀτὰρ τά γε. δεδήλωκε μετὰ συντομιας τὸ γεγενημένον πρᾶγμα ἀναγκαιως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ ευσχημόνως ἀπήγγειλεν οὐ γὰρ έφη σκυλεύσας τὰ ὄπλα ἔχει ἀλλα μόνον ἐσήμανεν ⁑ On Iliad 18.22: τὸν δ' ἄχεος νεφέλη⁚ Πλάτων ἐν τρίτῳ Πολιτείας κατηγορεῖ τῶν ὀδυρομένων λέγων ὑπερ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων Ζωϊλος δε φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα προειδέναι τὲ γὰρ ἐχρῆν ὅτι κοινοι οἱ πολεμικοὶ κίνδυνοι τόν τε θάνατον οὐκ εχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὑτ ἂν βάρβαρος τιθὴ ἐποίησεν καί τοι Ἑκάβης ἐπι τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν Ζηνόδωρος δὲ ἀπολογεῖται λέγων ὅτι δια τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ. καὶ ἄλλως ⁚ συνήθη ταῦτα τῷ τε βίῳ τοῦτό νυ καὶ γερας οῖον ὀϊζυροῖσι βρότοισι κείρασθαι τε κόμην βαλέην τ' ἀπο δάκρυ παρειῶν ⁚ αλλως ει γὰρ Ἀντίλοχον ἥττονα φίλον καταλαμβάνει πένθος ἀκούσαντα : τί πείσεται Ἀχιλλεύς μείζων δὲ τὸ πάθος ἔδειξε δακρύσας On Iliad 18.20: κεῖται Πάτροκλος ⁚ προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως επι τὴν διήγησιν ερχεται αἱφνίδιον γὰρ προσπεσόντα τὰ δεινὰ τοῖς ἀκούουσιν ἐξίστησιν Interlinear scholia On Iliad 18.1@Ὡς: ὅτι ὥσπερ On Iliad 18.25@νεκταρέῳ: θείω καλῷ Intermarginal scholia On Iliad 18.7: ὅτι λείπει ἡ διὰ δια πεδίου On Iliad 18.: Ἀρίσταρχος αψ ἐπι νηας ϊμεν ⁑ Interior scholia On Iliad 18.11: ἀντι ὑπὸ τῶν χειρῶν τῶν Τρώων ⁑ On Iliad 18.13: τάλλας ἢ τλήμων ἐνταῦθα ⁑ On Iliad 18.23: ὅτι τὴν ἀπο πυρὸς τέφραν κόνιν λέγει διὸ καὶ αἰθαλόεσσαν αὐτὴν λέγει ⁑ Venetus A (Marciana 454 = 822), folio 239, verso Iliad 18.26-18.50 18.26 αὐτὸς δ' ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς 18.27 κεῖτο: φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων: 18.28 δμωαὶ δ' ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλος τε: 18.29 θυμὸν ἀκηχέμεναι, μεγάλ' ΐαχον. ἐκ δὲ θύραζε 18.30 ἔδραμον ἀμφ' Ἀχιλῆα δαΐφρονα: χερσὶ δὲ πᾶσαι 18.31 στήθεα πεπλήγοντο, λύθεν δ' ὑπο γυῖα ἑκάστης: 18.32 Ἀντίλοχος δ' ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων, 18.33 χεῖρας ἔχων Ἀχιλῆος . ὃ δ' ἔστενε κυδάλιμον κῆρ: 18.34 δείδιε γὰρ, μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ: 18.35 σμερδαλέον δ' ᾤμωξεν. ἄκουσε δὲ πότνια μήτηρ 18.36 ἡμένη ἐν βένθεσσιν ἁλὸς, παρὰ πατρὶ γέροντι: 18.37 κώκῡσεν τ' ὰρ, ἔπειτα: θεαὶ δέ μιν ἀμφ ἀγέροντο 18.38 πᾶσαι. ὅσαι κατὰ βένθος ἁλὸς, Νηρηΐδες ἦσαν: 18.39 ἔνθ' ὰρ, ἔην Γλαύκη τε. Θάλειά τε Κυμοδόκη τε: 18.40 Νησαίη . Σπειώ τε. Θόη θ', Ἁλίη τε βοῶπις. 18.41 Κυμοθόη τε καὶ Ἀκταίη . καὶ Λιμνώρεια : 18.42 καὶ Μελίτη . καὶ Ϊαίρα : καὶ Ἀμφιθόη . καὶ Ἀγαυή : 18.43 Δωτώ τε, Πρωτώ τε, Φέρουσά τε Δυναμένη τε: 18.44 Δεξαμένη τε. καὶ Ἀμφινόμη . καὶ Καλλιάνειρα : 18.45 Δωρὶς . καὶ Πανόπη : καὶ ἀγακλειτὴ Γαλάτεια : 18.46 Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα : 18.47 ἔνθα δ' έην Κλυμένη , Ἰ̈άνειρά τε. καὶ Ἰ̈άνασσα . 18.48 Μαῖρα καὶ Ὠρείθυια . ἐϋπλόκαμός τ' Ἀμάθεια : 18.49 ἄλλαι θ', αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν: 18.50 τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος. αἳ δ' ἅμα πᾶσαι Scholia to Iliad 18.26-18.50 Main scholia On Iliad 18.26: ‡ μέγας μεγαλωστι : Ἀνακρέων ἡρωϊστί Φερεκράτης ἀντι τοῦ ταχέως ⁑ On Iliad 18.34: δείδιε γαρ μη λαιμὸν ὅτι ἀμφίβολον μη τὸν ἑαυτοῦ λαιμὸν ὁ Αχιλλεὺς ἠ τὸν Ἀντιλόχου ⁑ On Iliad 18.36: ἡμένη ἐν βένθεσιν ἁλὸς ⁑ ἀλλα ἐπεισόδια καινὰ καὶ ἀπο τῆς γῆς καὶ ἐπι θάλατταν μεταφέρει τὸ πένθος ⁑ On Iliad 18.39-18.49: ἐνθ ὰρ, ἔην Γλαύκη τε. ὁ τῶν Νηρεΐδων χορὸς προηθέτηται καὶ παρα Ζηνοδότῳ ὡς Ἡσιόδιον ἔχων χαρακτῆρα Ὅμηρος γὰρ κατὰ τὸ κοινὸν Μούσας λέγει καὶ Εἰλειθυίας , ἀλλ' οὐκ ονόματα: γελοῖον τὲ ἐξ ονόματος προθέμενον εἰπεῖν πασας ὥσπερ ἀποκαμόντα εἰπεῖν: ἄλλαι δ' αἳ κατα βένθος ἁλὸς Νηρηϊδες ἦσαν . ὁ δὲ Καλλίστρατος , οὐδε ἐν τῇ Ἀργολικῇ φησιν αὐτοὺς φέρεσθαι τό τε ἔνθα οὔτε χρόνον σημαίνει οὔτε τόπον διακόπτεται τὲ ἡ λύπη τῷ καταλόγῳ ⁑ On Iliad 18.39-18.46: ἐνθ' ὰρ ἔην, ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίσταρχος τὸ Γλαύκη . εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ γλαυκὴ: δέ σ' ἔτικτε θάλασσα : ἐπι δε τοῦ Νημερτής τε καὶ Ἀψευδής . οὐκ εποιήσατο μεταβολὴν τόνου ἔφαμεν δὲ ἤδη περι τῶν τοιούτων ⁑ On Iliad 18.40: Θόη θ' Ἁλίη τε βοῶπις: ἀπο τοῦ α τὴν ἀρχὴν τοῦ ὀνόματος δεῖ ποιεῖσθαι οικεῖον γαρ Νηρεΐδῃ παρα τὴν ἅλα παρῆχθαι ⁑ Interlinear scholia On Iliad 18.34@ἀποτμήξειε: οὕτω Ζηνόδοτος ⁑ On Iliad 18.50@ἀργύφεον: λαμπρον Intermarginal scholia On Iliad 18.28: ἃς ἐκ λαφυραγωγίας εκτήσατο ⁑ On Iliad 18.34: Ἀρίσταρχος ἀπαμησειε ⁑ On Iliad 18.40: Ἀρίσταρχος χωρὶς τοῦ θ Άλεια παρα τὴν άλα ⁑ Interior scholia On Iliad 18.28: περιπαθῶς ἀναπεφώνηται τὸ ὄνομα τοῦ Πατρόκλου ⁑ On Iliad 18.33: τοῦτο δια μεσου τὸ γὰρ ἑξῆς χειρας ἔχων Ἀχιλῆος : δείδιε γὰρ ⁑ Venetus A (Marciana 454 = 822), folio 240, recto Iliad 18.51-18.75 18.51 στήθεα πεπλήγοντο. Θέτις δ' ἐξῆρχε γόοιο: 18.52 κλῦτε κασίγνηται Νηρηΐδες: ὄφρ' εὖ, πᾶσαι 18.53 εἴδετ' ἀκούουσαι ὅσ' ἐμῷ ἔνι κήδεα θυμῷ: 18.54 ῴ μοι ἐγὼ δειλή. ῴ μοι δυσαριστοτόκεια: 18.55 ἥ τ' ἐπεὶ ὰρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε. 18.56 ἔξοχον ἡρώων. ὁ δ`' ἀνέδραμεν έρνεϊ ἶ̈σος. 18.57 τὸν μὲν ἐγὼ θρέψασα. φυτὸν ὡς γουνῷ ἁλῳῆς. 18.58 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ί̈λιον εἴσω 18.59 Τρωσὶ μαχησόμενον. τὸν δ' οὐχ ὑποδέξομαι αὖτις 18.60 οἴκαδε νοστήσαντα. δόμον Πηλήϊον εἴσω: 18.61 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. 18.62 ἄχνυται. οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰ̈οῦσα: 18.63 ἂλλ' εῖμ'. ὄφρα ΐδοιμι φίλον τέκος. ἠδ' ἐπακούσω. 18.64 ὅττί μιν ΐκετο πένθος. ἀπὸ πτολέμοιο μένοντα: 18.65 ὡς ἄρα φωνήσασα: λίπε, σπέος: αἱ δὲ συν αὐτῇ: 18.66 δακρυόεσσαι ΐσαν: περὶ δέ σφισι κυμα θαλάσσης 18.67 ῥήγνυτο, ταὶ δ' ὅτε δὴ Τροίην ἐρίβωλον ΐκοντο. 18.68 ἀκτὴν εἰσανέβησαν ἐπισχερὼ: ἔνθα, θαμειαὶ 18.69 Μυρμιδόνων εἴρυντο, νέες. ταχὺν ἀμφ' Ἀχιλῆα : 18.70 τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ: 18.71 ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο: 18.72 καί ῥ' ὀλοφυρομένη. ἔπεα πτερόεντα προσηύδᾱ: 18.73 τέκνον, τί κλαίεις. τί δέ σε φρένας ΐκετο πένθος: 18.74 ἐξαύδᾱ. μη κεῦθε: τὰ μὲν δή τοι τετέλεσται 18.75 ἐκ Διὸς . ὡς ἄρα δὴ πρίν γ' εὔχεο χεῖρας ἀνασχὼν. Scholia to Iliad 18.51-18.75 Main scholia On Iliad 18.54: δυσαριτοτόκεια ⁚ ἐκ τριῶν συνθέτων ὡς τὸ ἀμιτροχίτωνας λέγει δὲ ἐπι κακῷ τὸν ἄριστον τετοκυῖα ὡς ἄν τις εἴποι ἐπι δυστυχίᾳ εὔτεκνος ⁑ On Iliad 18.56: ἔξοχον ἡρώων⁚ ἡ ὑποστιγμὴ ἤτοι ἐπι τὸ ἡρώων ἵνα ὁ μὲν σύνδεσμος περισσεύη: ἠ καὶ ἐπὶ τὸ ἴσος ἵνα ἡ ἀνταπόδοσις τὸν μὲν ἐγὼ θρέψασα ⁑ On Iliad 18.57: τὸν μὲν ἐγὼ θρέψασα⁚ ὅτι ἡ Θέτις οὐκ απελείφθη τοῦ Πηλέως οικου καθάπερ οἱ νεώτεροι δωδεκατιον καταλιποῦσα τὸν Ἀχιλλέα . ὁ δε Πηλεὺς Χείρονι παραδέδωκεν ἵνα τραφῇ ⁑ On Iliad 18.57: γουνῷ αλωῆς: τῷ γονίμῳ τόπω τῆς γῆς ἠ τῶ ὑψηλοτάτῳ μεταφορικῶς ἀπο τῶν γονάτων τῶν ἐν τῷ σώματι ἅπεξ ἐξέχει ⁑ On Iliad 18.60: οἴκαδὲ νοστήσαντα⁚ ὅτι Ὅμηρος οὐκ οῖδεν ὡς οἱ νεώτεροι ποιηταὶ κεχωρισμένην τὴν Θέτιν ἀπο τοῦ Πηλέως ὑπο τὴν Ἀχιλλέως γένεσιν ἀλλ ὅτι καὶ μετὰ τὸν Τρωϊκὸν πόλεμον σύνεστι λέγει ⁑ On Iliad 18.63-18.64: ἀλλ εἶμ' τοῦτο ὡς ἐν ποιήσει ἀκουστέον οὐ γὰρ πιθανὸν τὴν προειρηκυῖαν περι τῆς τοῦ Πατρόκλου τελευτῆς νῦν αὐτὸ τοῦτο αγνοοῦσαν φαίνεσθαι ⁑ On Iliad 18.64: ἀπο πτολέμοιο μένοντα: Ἀρίσταρχος φυλάττει τὸν τόνον τῆς προθέσεως ἔφαμεν δὲ ἐν ἑτέροις ὅτι ἡ ἀπο ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων καὶ σημαίνει τὸ ἄπωθεν φυλάσσει τὸν τόνον: οὕτως γοῦν ἀνέγνωμεν ἀπο πατρίδος ἄνδρα κατακτάς : καὶ οὐκ εθέλεσκε μάχην ἀπο τείχεος : καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπο ἧς ἀλόχοιο : προσέθηκα δὲ μὴ μεταξὺ πιπτουσῶν λέξεων, δια τὸ ἀπο πλυνοί εἰσὶ πόλιος : οὐ γὰρ ἐπλησίασε τῆς πόλεως γενικῇ ἀλλα μεταξὺ ἀνεδέξατο λέξεις ⁑ On Iliad 18.68: ἐπισχερώ, ὀξύνεται καὶ σεσημείωται ὥσπερ καὶ τὸ ϊώ : οὐδὲν γὰρ εἰς σω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι ⁑ On Iliad 18.68-18.69: ἀκτὴν εἰσανέβαινον. τὸ ἐπισχερῶ ἑκατέρωσε δύναται προσδίδοσθαι καὶ γὰρ τὰς Νηρεΐδας ἂν εἶναι τάξει πρέπον καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι ὡς ἐν τῷ περι ναυστάθμου λέγεται ⁑ Intermarginal scholia On Iliad 18.53: Ἀριστοφάνη ἐπι κήδεα On Iliad 18.68: γράφεται εἰς ἀνέβησαν Interior scholia On Iliad 18.53: ἀντὶ τοῦ εἴδητε Venetus A (Marciana 454 = 822), folio 240, verso Iliad 18.76-18.100 18.76 πάντας ἐπὶ πρύμνῃσιν. ἀλήμεναι υἷας Ἀχαιῶν 18.77 σεῦ ἐπιδευομένους, παθέειν τ' ἀεκήλια ἔργα. 18.78 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 18.79 μῆτερ ἐμὴ: τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν: 18.80 ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φιλος ὤλεθ' ἑταῖρος 18.81 Πάτροκλος , τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων 18.82 ῗσον ἐμῇ κεφαλῇ. τὸν ἀπώλεσα: τεύχεα δ' Ἕκτωρ 18.83 δῃώσας ἀπέδυσε πελώρια, θαῦμα ἰ̈δέσθαι. 18.84 καλὰ. τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα 18.85 ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ: 18.86 αίθ' ὄφελες σὺ μὲν αὖθι μετ' ἀθανάτῃς ἁλίῃσι 18.87 ναίειν. Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν: 18.88 νῦν δ'. ἵ̈να καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη 18.89 παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αῦτις 18.90 οἴκαδε νοστήσαντ'. ἐπεὶ οὐδ' ἐμὲ θυμὸς ἄνωγε 18.91 ζώειν. οὐδ' ἄνδρεσσι μετέμμεναι. αἴ κε μὴ Ἕκτωρ 18.92 πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς. ἀπὸ θυμὸν ὀλέσσῃ. 18.93 Πατρόκλοιο δ' ἕλωρα Μενοιτιάδαο ἀποτίσῃ: 18.94 τὸν δ' αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα: 18.95 ὠκύμορος δή μοι τέκος ἔσσεαι. οἷ' ἀγορεύεις: 18.96 αὐτίκα γάρ τοι ἔπειτα μεθ' Ἕκτορα πότμος ἑτοῖμος: 18.97 τὴν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 18.98 αὐτίκα τεθναίην. ἐπεὶ οὐκ ἂρ, ἔμελλον ἑταίρῳ 18.99 κτεινομένῳ ἐπαμῦναι: ὃ μὲν μάλα τηλόθι πάτρης 18.100 ἔφθιτ'. ἐμεῖο δὲ, δῆσεν, ἄρῆς ἀλκτῆρα γενέσθαι: Scholia to Iliad 18.76-18.100 Main scholia On Iliad 18.76: ‡ ἀλήμεναι, υἱας Αχαιῶν ⁚ ὡς παρα τὸ βῆναι βήμεναι ἐγένετο. οὕτως καὶ παρα τὸ ἀλῆναι ἀλήμεναι . ἠ λαοὺς ἐς τεῖχος ὁμοκλήσας ἀλῆναι ψιλοῦται δὲ καὶ τὸ ἐάλη . καὶ τὸ οίμησεν δὲ ἀλεὶς καὶ πᾶς ὁ σχηματισμός. ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο ⁑ On Iliad 18.77: σεῦ οπιδευομένος . πρὸς τὴν συναλιφήν ὅτι ἐκήλια ἐκληπτέον κατα ἀπόφασιν τοῦ εκήλου ἐφ οἷς οὐχ οἰόν τε ἡσυχάζειν παθέειν τ' ἀεκήλια ἔργα: ὁ Ἀσκαλωνίτης ἀεκήλια οἶον οὐχ ἥσυχα, οὐδε ειρηνικὰ ἐπεὶ εκηλος ὁ ήσυχος ὥστε στέρησιν αὐτῶν ἐκδέχεσθαι: οὕτως δὲ καὶ Ἀρίσταρχος . οἷον ταραχώδη ἡ ἀκούσια ἃ οὐκ ἄν τις ἑκὼν πάθοι: ὁμοίως δὲ καὶ Ἀλεξίων καὶ ἔχονται τοῦ δηλουμένου ⁑ On Iliad 18.86: αίθ' όφελες: οὕτως αίθ' ὄφελες : Ἀπολλώνιος ἐν τῷ Περι συντάξεως τίθησι τὸν στίχον οὕτως ἔχοντα ⁑ On Iliad 18.85-18.89: νῦν δ' ἵνα καὶ σοὶ πένθος. δια τοῦ ἵνα σύνδεσμον ὑποστιγμῇ ἐπι τὸ ἀποφθιμένοιο ἵνα ὁ λόγος ᾖ τοιοῦτος, νῦν δ' ἵνα και σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα τοῦτον οὐχ ὑποδέξη ὑποστρέψαντα οἴκαδε ἠ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμὴ κοινοῦ νοουμένου ἄνοθεν τοῦ ἀνέρος ἔμβαλον εὐνῇ ⁑ On Iliad 18.92: πρῶτος ἐμῷ ὑπο δουρι, τὸ ἑξῆς ἐστιν ἀπολέσσῃ . διὸ οὐκ αναστρεπτέον τὴν ἀπο τὴν μέντοι ὑπο ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπ εμῷ εἰσὶ μέντοι οἳ οὐκ ανέστρεψαν ἀλλα συνέταξαν τῇ δοτικῇ δουρὶ εμῷ ἐν ἑτέροις γὰρ οὕτως αὐτὸν εἰρηκέναι δουρὶ δ' ἐμῷ κτεάτισσα ⁑ On Iliad 18.98: αὐτίκα τεθναίην, ἡ μὲν ᾤετο δια τὸν λόγον ἀποτρέψειν αὐτὸν τῆς σπουδῆς. οἱ δὲ αὐτὸ τοῦτο πρῶτον μέτ' επιτάσεως τάσσει. διὰ τοῦ αὐτίκα ὡς τῷ φίλῳ ἀκολουθήσων ⁑ On Iliad 18.100: ἐμεῖο δὲ δῆσεν ἀρῆς⁚ τινὲς περιέσπασαν τὸ ἀρῆς ἵνα σημαίνηται βλάβης. οὕτως καὶ ὁ Ἀσκαλωνίτης καὶ ἡμεῖς: τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικόν καὶ τὸ ε τοῦ προκειμένου ἐστι συνδέσμου ⁑ On Iliad 18.100: δῆσεν ἀρῆς δια τοῦ ω Ἄρεω ἡ Ἀριστάρχου καὶ ἔστι τὸ λεγόμενον ἐμοῦ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω καθ ὃν ἀπώλετο ἀπ ευθείας τῆς ὁ Ἄρεως ὡς ὁ Πείρεως , Πείρεω υἱόν : ἐν δε τοῖς εἰκαιοτέροις, ἀρῆς τῆς βλάβης, ἐπεὶ καὶ Ἡσίοδος ἀρῆς ἀλκτῆρα βλάβης καὶ κακώσεως ἔφη ⁑ On Iliad 18.100: ἀρῆς ἀλκτῆρα⁚ βλαβης καὶ κακώσεως ἀποτρεπτικὸν ὅ ἐστι κωλυτὴν καὶ βοηθόν: οἱ δὲ Ἄρεω ἀλκτῆρα ἀποτρεπτικὸν πολέμου: Παρμενίσκος μὲν οὖν βαρυτόνως τὸ εδησεν ἀποδίδωσιν οὑτως: ὁ δε πόλεμος τὴν εμὴν ἐφαλλόμενος πανοπλίαν ἔδησέν μου τὴν ἔξοδον ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου ὅπερ ἐστὶ βοηθόν: Πτολεμαῖος δὲ ὁ Ασκαλωνίτης περισσὸν τὸ ἔδησεν φησίν ⁑ Interlinear scholia On Iliad 18.80@ἦδος: ἐπιθυμία⁚ On Iliad 18.100@ἄρῆς: εω Intermarginal scholia On Iliad 18.82: στικτέον ἐπι τὸ κεφαλῇ μᾶλλον γὰρ ἐμφαίνει ⁑ On Iliad 18.86: ταῦτα ἀπ αλλης ἀρχῆς ἀναγνωστέον⁚ On Iliad 18.90: ὅτι παλιν συνοίκει τῷ Πηλεῖ ἡ Θέτις On Iliad 18.94: εν αλλῳ τὸν δ' ἠμείβετ' ἔπειτα ⁑ On Iliad 18.99: στικτέον ἐπι τὸ αμῦναι ⁚ On Iliad 18.100: Ἀρίσταρχος δια τοῦ ω Ἄρεω ⁚ Interior scholia On Iliad 18.84-18.85: άκαιρον τὸ εἰδύᾳ λέγειν ⁑ On Iliad 18.93: ὅτι τὰ έλωρα οὐ βρώματα ἀλλα ἑλκύσματα ⁑ Exterior scholia On Iliad 18.86: ὡς ὄφελες On Iliad 18.93: Μενοιτιάδεα ἀπὸ Venetus A (Marciana 454 = 822), folio 241, recto Iliad 18.101-18.125 18.101 νῦν δ' ἐπεὶ οὐ, νέομαί γε φίλην ἐς πατρίδα γαῖαν. 18.102 οὐδέ τι Πατρόκλῳ γενόμην φάος. οὐδ' ἑτάροισι 18.103 τοῖς ἄλλοις. οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ. 18.104 ἂλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης. 18.105 τοῖος ἐὼν. οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων 18.106 ἐν πολέμῳ: ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι: 18.107 ὡς ἔρις ἔκ τε θεῶν. ἔκ τ' ἀνθρώπων ἀπόλοιτο: 18.108 καὶ χόλος. ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι: 18.109 ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο. 18.110 ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός: 18.111 ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : 18.112 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ: 18.113 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμασαντες ἀνάγκῃ: 18.114 νῦν δ' εῖμ'. ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω 18.115 Ἕκτορα : κῆρα δ' ἐγὼ τότε δέξομαι. ὁππότε κεν δὴ 18.116 Ζεὺς ἐθέλῃ τελέσαι. ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι: 18.117 οὐδε γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα. 18.118 ὅς περ φίλτατος ἔσκε Διῒ Κρονίωνι ἄνακτι: 18.119 ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης : 18.120 ὣς καὶ ἐγὼν. εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται: 18.121 κείσομ' ἐπεί κε θάνω. νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην: 18.122 καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων 18.123 ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων 18.124 δάκρυ' ὀμορξαμένην. ἀδινὰ στοναχῆσαι ἐφείην. 18.125 γνοῖεν δ' ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι: Scholia to Iliad 18.101-18.125 Main scholia On Iliad 18.101-18.114: νῦν δ' ἐπεὶ οὐ νέομαί γε φησὶ τὸ εξῆς: νῦν δ' ἐπεὶ οὐ νεομαί γε νῦν δ' εἰμ' ὄφρα φίλης κεφαλῆς : αἱ ὑποστιγμαὶ δὲ μέχρι τοῦ αμείνονές εἰσὶ καὶ ἄλλοι ἀποτελοῦνται τοῦ ἐπεὶ συνδέσμου τὸν λογον ἀρτῶντος ἵν' ᾗ ἀνταπόδοσις. ἣ ὡς ἐρις ἔκ τε θεῶν ὁ δὲ λόγος ηθικός. νῦν δ' ἐπεὶ μήτε εἰς τὴν πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστὶ μήτε ἐξεδίκησα τοὺς ἀναιρεθέντας, τὸ φιλονικεῖν ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο ἣ τὸ ἑξῆς τοῦ λόγου. νῦν δ' ἐπεὶ οὐ νέομαι . νῦν δ' εῖμ' ὄφρα φίλης κεφαλῆς καὶ γὰρ ἐπανείληψε τὸ χρονικὸν ἐπίρρημα ὡσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς ἦν παραλιπὼν παρεξέβη ⁑ On Iliad 18.105-18.106: τοῖος εὼν, ἀλαζών φησι καὶ φορτικός. ῥητέον δὲ ὅτι ἔθος ἦν πᾶσιν ἑαυτοὺς ἐπαινεῖν ⁑ On Iliad 18.107-18.108: ὡς έρις ἔκ τε θεῶν⁚ Ἡράκλειτος τὴν τῶν ὄντων φύσιν κατ έριν συνεστᾶναι νομίζων μέμφεται Ὅμηρον σύγχυσιν κόσμου δοκῶν αὐτὸν εὔχεσθαι πρὸς ὃν ἄν τις εἴποι. ὅτι οὐ λέγει νῦν τὴν ἐναντίωσιν ἔρϊν, ἀλλα τὴν ἔχθραν ὅθεν ἐπιφέρει καὶ χόλος οὐ γὰρ ἡ τῶν πραγμάτων ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν λογισμῶν ⁑ On Iliad 18.108: καὶ χόλος ὅς τ' ἐφέηκε⁚ ἐκ τούτων λέγουσι τὸν Πλάτωνα τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι, τὸ δὲ ἐπιθυμητικὸν τὸ δε λογιστικόν ⁑ On Iliad 18.109: ὅς τε πολὺ γλυκίων: γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ κατα θυμὸν συμβαίνει ⁑ On Iliad 18.110: ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός. θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι' όρεξιν ἀντιλυπήσεως τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε καπνὸν γὰρ τὸ πῦρ φησί: κάπνισάν τε κατα κλισίας :, καὶ ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ άστεος αἰθέρα ἵκηται : ἄτοπον γὰρ λαμπούσῃ φλογὶ καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως γένοιτο ἡ δίνη δὲ παρεπεται τοῖς ὀργιζομένοις δια τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον: τὸν δε καπνὸν παρείληφε προς τὴν αὔξησιν ⁑ On Iliad 18.113: θυμὸν ἐνι στήθεσσι φίλον: δύο κατεχόντων παθῶν τὸν Ἀχιλλέα θυμοῦ καὶ λύπης μείζων τὸ κατὰ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς: πρῶτος δὲ Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν ⁑ On Iliad 18.117: οὐδε γὰρ οὐδὲ βίη Ἡρακλῆοςι τινὲς φασὶν ὅτι Ὅμηρος οὐκ οιδεν Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν. ὅτι τέθνηκεν. ἠ οὐδὲν κωλύει γινώσκοντα. ὅτι ἀπεθεώθη λέγειν ὡς οὐκ έφυγε τὴν κῆρᾳ καὶ γὰρ οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι τεθνάναι καὶ καῆναι ἐν τῇ Οιτῃ καὶ μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν καὶ οὕτως ἀπαθανατισθῆναι: σημειοῦνται δὲ τὰ ἔπη προς τὴν ἀθέτησιν. τὴν αὐτὸς δὲ μετ αθανάτοισι θεοῖσι τέρπετο ὅτι οὐκ οἶδεν αὐτὸν ἐκθεωθέντα On Iliad 18.117: ἄλλως: μεγαλοφρόνως φαίνεται παραδειγματα ἑαυτῷ συνειλοχὼς, οὐ τῶν καθ αὑτὸν τινος ἀλλα τῶν γενναιοτάτων ταῦτα δὲ λέγει . ἄλλως τὴν μητέρα παραμυθούμενος τὸ καὶ τοὺς κρείττους τεθνηκεναι ⁑ On Iliad 18.118: ὅσπερ φίλτατος ἔσκε, πιθανῶς ὡς φιλοτιμος ἀνηρ οὐ τὰς πράξεις ἀντέθηκε τοῦ Ηρακλέους ἐφαίνετο γὰρ ἂν οὗτος κατα πολὺ ενδεόν τὴν δὲ οἰκειότητα μόνον τὴν πρὸς τὸν Δία ἐσήμανεν ⁑ On Iliad 18.121: κείσομ' ἐπεί κε θάνω. ἀνοητόν ἐστι τὸ λέγειν δῆλον γὰρ πᾶσιν ὅτι κείσεται ἀποθανών ἀλλ ασαφέστερον ἐξενήνεκται. ὁ δὲ λέγει τοιοῦτόν ἐστι: ζῶντα μὲν οὐ χρὴ ἀργὸν εἶναι. οὐδὲ κεῖσθαι ὥσπερ νεκρὸν, ἀλλα τότε ὅτ ἂν ὁ θάνατος ἔλθῃ ⁑ On Iliad 18.125: γνοῖεν δ' ὡς δὴ⁚ ὅτι ἀντι τοῦ ἵνα γνώσῃ πῶς δὲ δηρὸν φησὶ δεκαπέντε γάρ εισιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν: ῥητέον δὲ ὅτι πρός τι ἐστὶ τὸ πολὺ καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεστῶτι φιλοπόλεμος γάρ ἐστι λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω, κ' ὰν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς ἐν τῷ βίῳ λέγομεν ἡ μία μοι ἡμέρα αἰών ἐστιν ⁑ Intermarginal scholia On Iliad 18.103: ὅτι ἀντι ὑφ' Έκτορος δίου ⁑ On Iliad 18.117: ὅτι οὐκ οῖδεν ἀθανατον τὸν Ἡρακλέᾳ : ⁑ On Iliad 18.124: οὕτως Ἀρίσταρχος αλλοι δὲ αδινᾷ ⁑ Interior scholia On Iliad 18.102: τοῦτον κατ ιδίαν On Iliad 18.104: ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως φιλότιμος δὲ περι τὰς πράξεις ⁑ On Iliad 18.125: ὅτι ἀντὶ τοῦ ἵνα γνῶσι ⁑ Venetus A (Marciana 454 = 822), folio 241, verso Iliad 18.126-18.150 18.126 μὴ δέ μ' ἔρυκε μάχης. φιλεουσά περ. οὐδέ με πείσεις: 18.127 τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα: 18.128 ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον. οὐ κακόν ἐστιν 18.129 τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν όλεθρον: 18.130 ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται: 18.131 χάλκεα. μαρμαίροντα: τὰ μὲν κορυθαίολος Ἕκτωρ 18.132 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται: οὐδέ ἑ φημι 18.133 δηρὸν ἐπ' αγλαϊεῖσθαι ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ: 18.134 ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος . 18.135 πρίν γ' ἐμὲ δεῦρ' ἐλθοῦσαν. ἐν ὀφθαλμοῖσιν ΐδηαι: 18.136 ἠῶθεν γὰρ νεῦμαι ἅμ' ἠελίῳ ἀνιόντι. 18.137 τεύχεα καλὰ φέρουσα παρ' Ἡφαίστοιο ἄνακτος: 18.138 ὥς ἄρα φωνήσασα: πάλιν τράπεθ' υἷος εοῖο. 18.139 καὶ στρεφθεῖσ'. ἁλίῃσι κασιγνήτῃσι μετηύδᾱ: 18.140 ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον: 18.141 ὀψόμεναί τε γέρονθ' ἅλιον καὶ δώματα πατρὸς. 18.142 καί οἱ πάντ' ἀγορεύσατ': ἐγὼ δ' ἐς μακρὸν Ὄλυμπον 18.143 εῖμι. παρ' Ήφαιστον κλυτοτέχνην. αἴ κ' ἐθέλῃσιν 18.144 υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα: 18.145 ὥς ἔφαθ'. αἳ δ' ὑπο κῦμα θαλάσσης αὐτίκ' ἔδυσαν, 18.146 ἣ δ`' αὖτ' Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα 18.147 ἤϊεν: ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε' ἐνείκαι: 18.148 τὴν μὲν ὰρ' Οὔλυμπον δὲ πόδες φέρον: αὐτὰρ Ἀχαιοὶ 18.149 θεσπεσίῳ ἀλαλητῷ ὑφ' Ἕκτορος ἀνδροφόνοιο 18.150 φεύγοντες. νῆάς τε καὶ Ἑλλήσποντον ΐκοντο: Scholia to Iliad 18.126-18.150 Main scholia On Iliad 18.128-18.131: ‡ ναὶ δὴ ταῦτά γε πάντα⁚ πῶς φησὶν. οὐκ αποτρέπει μᾶλλον τῆς μαχης, ἀλλα καὶ ἐπιρρώννυσιν. ἠ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι τὸν οὖν μετ ευκλείας συναινεῖ θάνατον διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ περιέληπται τὴν εἰς οῖκον ανακομιδήν : πῶς δὲ χάλκεα λέγει τὰ παρ' Ηφαίστου ὅπλα ἀπο τῆς χείρονος ὕλης ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν: κοινότερον οὖν καὶ χαλκεῖς ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους ἦλθε δὲ χαλκευς Ὅμηρος τὸν χρυσοχόον λέγών: στικτέον δὲ ἤτοι ἐπι τὸ ἐτήτυμον ἵνα λείπῃ τὸ ἐστί : ὁ δὲ λόγος ταῦτα ἀληθῶς ἐστιν ἡ συναπτέον ἐστι δὲ σχῆμα σολοικοφανες ὅτι τῷ πληθυντικῶ τὰ ἑνικὰ ἐπενήνεκται ἐτήτυμον κακόν : ἀλλα τὸ μὲν ἐτήτυμον δύναιτ ἂν ἀντι ἐπιρρήματος κεῖσθαι: τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ δύναται εἶναι: δαιμονίη: τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν ⁑ On Iliad 18.136: ἠῶθεν γὰρ νεῦμαι. ὅτι τὸ νεῦμαι ἐστιν ἐπι τοῦ ἐνεστῶτος ἀντι τοῦ νέομαι βούλεται δὲ εἰπεῖν ἐλεύσομαι. καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα ⁑ On Iliad 18.140: ὑμεῖς μὲν νῦν δῦτε, ὅτι τὸν Ἑλλήσποντον στενὸν ὄντα εὐρέα ἐκαλεσεν ⁑ On Iliad 18.142: καί οἱ πάντ' ἀγορεύσατ': παρα Ζηνοδότῳ ἀγορεῦσαι καὶ ὑποφαίνει τὸ Ὁμηρικὸν ἔθος ⁑ On Iliad 18.143-18.144: αἴ κ' εθέλῃσιν ὑιεῖ εμῶ: πρὸς μεν τὸν υἱὸν ὡς διοριζομένη φησὶν οἴσειν πάντως τὰ ὅπλα. οὐκέτι δε ἦν πρέπον ὁμοίως πρὸς τοὺς ομοτίμους διαλέγεσθαι ⁑ On Iliad 18.148: τὴν μὲν ὰρ Οὔλυμπον δὲ: προς Ζηνόδοτον μεταγράφοντα ῥίμφ' έα γοῦνα φέρει. καὶ ὅτι λέγει πόδες αὐτὴν ἔφερον οὐκ αυτῆ τοὺς πόδας ⁑ Intermarginal scholia On Iliad 18.136: αντι τοῦ νεύσομαι ⁑ On Iliad 18.138: ἐν ἄλλῳ υἱὸς εηος : ⁑ On Iliad 18.142: παρα Ζηνοδότῳ ἀγορεῦσαι , καὶ ὑποφαίνει το Ὁμηρικὸν έθος ⁑ Interior scholia On Iliad 18.130: ὅτι ἔχονται καὶ οὐκ ἔχεται ⁑ Venetus A (Marciana 454 = 822), folio 242, recto Iliad 18.151-18.175 18.151 οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ 18.152 ἐκ βελέων ἐρύσαντο νέκυν. θεράποντ' Ἀχιλῆος : 18.153 αὖτις γὰρ δὴ τόν γε κίχον λαοί τε καὶ ἵπποι: 18.154 Ἕκτωρ τὲ Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν. 18.155 τρὶς μέν μιν μετ' όπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ 18.156 ἑλκέμεναι μεμαὼς. μέγα δὲ Τρώεσσιν ὁμόκλα: 18.157 τρὶς δὲ δύ' Αἴαντες , θοῦριν ἐπιειμένοι ἀλκὴν. 18.158 νεκροῦ ἀπεστυφέλιξαν: ὃ δ' ἔμπεδον, ἀλκὶ πεποιθὼς. 18.159 ἄλλοτ' ἐπαΐξασκε κατὰ μόθον. ἄλλοτε δ' αὖτε 18.160 στάσκε μέγα ἰ̈άχων, ὀπίσω δ' οὐ χάζετο πάμπαν: 18.161 ὡς δ' ἀπο σώματος οὔ τι λέοντ' αἴθωνα δύνανται 18.162 ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι. 18.163 ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ 18.164 Ἕκτορα Πριαμίδην ἀπο νεκροῦ δειδίξασθαι: 18.165 καὶ νύ̆ κεν εἴρυσσέν τε, καὶ ἄσπετον ᾔρατο κῦδος. 18.166 εἰ μὴ Πηλείωνι ποδήνεμος ὠκέα Ι̂̈ρις : 18.167 ἄγγελος ἦλθε θέουσ' ἀπ' Ὀλύμπου . θωρήσσεσθαι. 18.168 κρύβδα Διὸς , ἄλλων τε θεῶν. πρὸ γὰρ ἧκέ μιν Ἥρη : 18.169 ἀγχοῦ δ' ἱσταμένη. ἔπεα πτερόεντα προσηύδᾱ: 18.170 ὄρσεο Πηλείδη , πάντων ἐκπαγλότατ' ἀνδρῶν: 18.171 Πατρόκλῳ ἐπάμυνον. οὗ εἵνεκα φύλοπις αἰνὴ. 18.172 ἕστηκε πρὸ νεῶν. οἳ δ' ἀλλήλους ὀλέκουσῑν. 18.173 οἳ μὲν ἀμυνόμενοι νέκυος περι τεθνηῶτος : 18.174 οἳ δὲ ἐρύσσασθαι ποτὶ Ί̈λιον ἠνεμόεσσαν 18.175 Τρῶες ἐπιθύουσι: μάλιστα δὲ φαίδιμος Ἕκτωρ Scholia to Iliad 18.151-18.175 Main scholia On Iliad 18.154-18.158: τρὶς μέν μιν μετόπισθε ὅτι Ζηνόδοτος γράφει οὕτως: Ἕκτωρ τὲ Πριάμοιο σὺῒ ΐκελος ἀλκήν , ὅς μιν τρὶς μετόπισθε ποδῶν λάβε καὶ μέγ' ἀϋτει ἐλκέμεναι μεμαώς κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει πῆξαι ἀνα σκόλοπας οἳ τάμονθ' ἁπαλῆς ἀπο δειρῆς κακῶς οὐ γὰρ ὑπο τοῦ τὸν καιρὸν ὁ Ἕκτωρ ελκύσαι τὸν Πάτροκλον ἐβούλετο ἵνα αἰκίσηται ἀλλ' έμπροσθεν: ὅτε δὲ Γλαῦκος ὠνείδισεν τῷ προλελοιπότι τὸ σῶμα τοῦ Σαρπηδόνος τοῖς Ἀχαιοῖς , τότε ἑλκῦσαι φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν τοῦ Σαρπηδόνος οὐκ εις αἰκείαν: ὅταν με̏ν οὖν ὕστερον, ῆ Ἶ̈ρις εἴπῃ τῷ Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι. νοητέον μή τ' ἀληθὲς ὑποφαίνειν ἀλλα παρορμῆσαι αὐτὸν εἰς τὴν κατὰ τῶν βαρβάρων ὀργήν ⁑ On Iliad 18.160: στάσκε μέγα' ἰ̈άχων: ὅτι Ζηνόδοτος γράφει μέγα ἀχεων . πρός τι δὲ λυπούμενος εστήκει ἀλλ οὐκ ἰ̈άχων καὶ ἐπεγκελευόμενος τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν ⁑ On Iliad 18.162: πεινάοντα δίεσθαι⁚ ὡς τίθεσθαι : τρίτην ἀπο τέλους ἡ ὀξεῖα ἔστι γάρ τι δίημι ῥῆμα παρ' οῦ καὶ τὸ δίεσαν πληθυντικὸν ὡς ἐτίθεσαν : αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες , παραιτητέον γὰρ τοὺς οἰομένους πλεονασμὸν εἰναι τοῦ δ καὶ δασύνοντας. διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ δι άλλης κλήσεως τὸ ἀκόλουθον κίνημα ὡς γὰρ τίθενται οὕτως δίενται ἵπποι ἀερσίποδες: πόλεως πεδίοιο δίενται ὥσπερ οὖν παρα τὸ τίθενται ἐστιν ἀπαρέμφατον τίθεσθαι : οὕτως καὶ παρα τὸ δίενται τὸ δίεσθαι ⁚ ἐπίσταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ τόν ῥα κύνες τὲ καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται ⁑ On Iliad 18.171: Πατρόκλω ἐπάμυνον. ἡ Ἀριστάρχου κατα γενικὴν Πατρόκλου ἐπάμυνον . ἐλλείπει δὲ ἡ περι περὶ Πατροκλου : ὅμοιον δέ ἐστι τὸ ὁ δ' οὐδ' οὑ παιδὸς ἀμύνει . κακεῖ γὰρ κατὰ γενικὴν γράφει ⁑ On Iliad 18.174-18.177: οἱ δὲ ἐρύσσασθαι⁚ ὅτι Ζηνόδοτος γράφει Ἴ̈λιον αἰπὺ θέλοντες: καὶ τοὺς ἑξῆς ἀπο τοῦ ελκέμεναι μέμονεν ἕως τοῦ πῆξαι ἀνα σκολότεσσιν . ἄνω μετατέθεικεν: ὁ μὲν οὖν Ἕκτωρ οὐκέτι ταύτην ἔχει τὴν ὁρμὴν ὡς προείρηται ἡ δε Ἶρις ὡς προς τὸ διεγεῖραι τὸν Ἀχιλλέα ταῦτα κελεύει καὶ οὐδεποτε κατὰ τὸ οὐδέτερον λέγει Ί̈λιον ⁑ Intermarginal scholia On Iliad 18.159: κατα τὴν μάχην ἀπο τοῦ ομοῦ θεῖν ⁑ Interior scholia On Iliad 18.151: ἐν ἄλλῳ οὐδ' ἀρα On Iliad 18.168: τῶν τοις Τρωσὶ συμμαχούντων ⁑ On Iliad 18.171: Ἀρίσταρχος κατὰ γενικήν Πατροκλου : ⁑ On Iliad 18.175: προς παροξυσμὸν τοῦ Ἀχιλλέως οὐ γὰρ ἄλλον τὸν σπουδάζοντα ἢ τὸν ἀνελόντα . ⁑ Venetus A (Marciana 454 = 822), folio 242, verso Iliad 18.176-18.202 18.176 ἑλκέμεναι μέμονεν: κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει 18.177 πῆξαι ἀνὰ σκολόπεσσι. ταμόνθ' ἁπαλῆς ἀπὸ δειρῆς: 18.178 ἂλλ' ἄνα μὴ δ' έτι κεῖσο: σέβας δέ σε θυμὸν ϊκέσθω. 18.179 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι: 18.180 σοὶ λώβη. αἴ κεν τι, νέκυς ᾐσχυμμένος ἔλθῃ: 18.181 τὴν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς : 18.182 Ι̂ρι θεὰ. τίς γάρ σε θεῶν. ἐμοὶ ἄγγελον ἧκε: 18.183 τὸν δ' αῦτε προσέειπε ποδήνεμος ὠκέα Ϊ̂ρις : 18.184 Ἥρη με προέηκε. Διὸς κυδρὴ παράκοιτις: 18.185 οὐδ' οἶδε Κρονίδης ὑψίζυγος. οὐδέ τις ἄλλος 18.186 ἀθανάτων. οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται: 18.187 τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 18.188 πῶς τὰρ, ΐω μετὰ μῶλον: ἔχουσι δὲ τεύχε' ἐκεῖνοι: 18.189 μήτηρ δ' οὔ με φίλη πρίν γ' εἴα θωρήσσεσθαι. 18.190 πρίν γ' αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴ̈δωμαι 18.191 στεῦτο γὰρ Ἡφαίστοιο παρ οισέμεν ἔντεα καλά. 18.192 ἄλλου δ' οὔ τευ οἶδα. τεῦ ἂν κλυτὰ τεύχεα δύω. 18.193 εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο : 18.194 ἀλλὰ καὶ αὐτὸς ὅ γ' ἔλπομ' ἐνι Τρώεσσιν ὁμιλεῖ 18.195 ἔγχεϊ δηϊόων περι Πατρόκλοιο θανόντος: 18.196 τὸν δ' αὖτε προσέειπε ποδήνεμος ὠκέα Ϊ̂ρις : 18.197 εὖ νῠ καὶ ἡμεῖς ἴ̈δμεν ὅ τοι κλυτὰ τεύχε' ἔχονται: 18.198 ἂλλ' αύτως ἐπὶ τάφρον ϊὼν, Τρώεσσι φάνηθι: 18.199 αἴ κέ σ' ὑποδείσαντες ἀπόσχωνται πολέμοιο 18.200 Τρῶες . ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν 18.201 τειρόμενοι: ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο: 18.202 ἥ μὲν ὰρ, ὡς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ϊ̂ρις ⁚ Scholia to Iliad 18.176-18.202 Main scholia On Iliad 18.182: Ἶρι θεὰ, τίς γάρ σε: μέμνηται τῶν μητρὸς ἐντολῶν οὐ γαρ ἐπέτρεπεν αὐτῷ ἡ μήτηρ ἐξελθεῖν: πυνθάνεται οὖν τῆς θεοῦ ἵνα ἀξιόχρεων ἔχῃ προς τὴν μητέρα τὸν προτρεψάμενον λέγειν: καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ ἐξεληλυθὼς φαίνηται ⁑ On Iliad 18.182: τίς γάρ σε θεῶν⁚ ἡ ἑτέρα τῶν Ἀριστάρχου δια τοῦ τ τίς τάρ σε μήποτε δὲ ἀμείνων ἡ προτέρα, παρ ὅσον σύνηθες Ὁμήρῳ ἀπο τοῦ γὰρ ἄρχεσθαι ⁑ On Iliad 18.191: στεῦτο γὰρ Ἡφαιστοιο : Χαῖρις τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀναστρέφεσθαι, καὶ ἐνθάδε οὐκ αναστρέφεσθαι , καὶ ἐνθάδε οὐκ αναστρεφεν ἵνα μὴ διάφορον σημαινόμενον νοηθῆ διαφέρει γὰρ τὸ παρενεγκεῖν Ἡφαίστου ὅπλα ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος, προ εἴπομεν ἤδη ⁑ On Iliad 18.191: στεῦτο γὰρ Ἡφαίστοιο: Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν προς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων ὡς καὶ Ἀπολλώνιος φησὶν. ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ , ἡ διπλῆ δὲ ὅτι κατα διαίρεσιν. ἀντι τοῦ διωρίζετο ἀναφέρεται δὲ πρὸς τὸ στεῦτο δὲ διψάων ἐν τῇ ⁑ On Iliad 18.192: ἀλλου δ' οὔ τευ οἶδα τοῦ ἂν ζητεῖται δια τί τὰ Πατρόκλου οὐ λαμβάνει εἰ καὶ τὰ αὐτοῦ ἑκείνῳ ἥρμοσεν τινὲς ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον φασὶ μη έχειν αὐτὸν ὅπλα: ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο Ἀχιλλεὺς φησιν: ἥ οι τότε χεῖρες ἄαπτοι μείνοντο τινὲς ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων: τὰ δὲ ἐλάττονα τῷ μείζονι οὐκέτι: ῥητέον δὲ. ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι Κράτης ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν ὅπως σωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεὺς ὁ δὲ Πάτροκλος ⁑ On Iliad 18.198: ἀλλ' αύτως επι τάφρον ἰὼν παρὰ Ζηνοδότῳ . καὶ Ἀριστοφάνει διὰ τοῦ ο αυτὸς ἵν ᾖ αὐτὸς χωρὶς ὅπλων καὶ λόγον ἔχει χαρίεντα καὶ οὐκ ἄλογος ἐστιν ἡ γραφή: ⁑ Intermarginal scholia On Iliad 18.176: εν αλλῳ ἄνωγεν On Iliad 18.180: ταῦτα ἀπ αλλης ἀρχῆς ⁑ On Iliad 18.186: ὅτι ὡς ορος τὸν Όλυμπον ἀγάννιφον λέγει Interior scholia On Iliad 18.197: κατ ένια καλὰ τεύχεα ἔχοντα ⁑ Venetus A (Marciana 454 = 822), folio 243, recto Iliad 18.203-18.227 18.203 αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος: ἀμφὶ δ' Ἀθήνη 18.204 ὤμοις ἰ̈φθίμοισι βάλ' αἰγίδα θυσσανόεσσαν: 18.205 ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων 18.206 χρύσεον. ἐκ δ' αὐτοῦ δαῖε φλόγα παμφανόωσαν: 18.207 ὡς δ' ὅτε καπνὸς ἰ̈ὼν ἐξ ἄστεος αἰθέρ' ΐκηται 18.208 τηλόθεν ἐκ νήσου. τὴν δήϊοι ἀμφιμάχονται: 18.209 οἵ τε πανημέριοι στυγερῷ κρίνωνται Ἄρηϊ 18.210 ἄστεος ἐκ σφετέρου. ἅμα δ' ἠελίω καταδύντι. 18.211 πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι: ὑψόσε δ' αὐγὴ 18.212 γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰ̈δέσθαι. 18.213 αἴ κέν πως σὺν νηυσὶν ἄρεως ἀλκτῆρες ΐκωνται: 18.214 ὡς ἀπ' Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ' ΐκανεν: 18.215 στῆ δ' ἐπι τάφρον ἰ̈ὼν ἀπὸ τείχεος. οὐδ' ἐς Ἀχαιοὺς 18.216 μίσγετο. μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν: 18.217 ἔνθα στὰς ἤϋσ': ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη 18.218 φθέγξατ'. ἀτὰρ Τρώεσσιν ἐν άσπετον ῶρσε κυδοιμόν: 18.219 ὡς δ' ὅτ' ἀριζήλη φωνή. ὅτε τ' ΐαχε σάλπιγξ 18.220 ἄστυ περιπλομένων δηΐων ὑπο θυμοραϊστέων. 18.221 ὡς τότ' ἀριζήλη φωνὴ γένετ' Αἰακίδᾱο : 18.222 οἱ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο . 18.223 πᾶσιν ὀρίνθη θυμὸς. ἀτὰρ καλλίτριχες ἵπποι 18.224 ὰψ ὄχεα τρόπεον. ὄσσοντο γὰρ ἄλγεα θυμῷ: 18.225 ἡνίοχοι δ' ἔκπληγεν ἐπεὶ ἴ̈δον ἀκάματον πῦρ. 18.226 δεινὸν. ὑπερ κεφαλῆς μεγαθύμου Πηλείωνος 18.227 δαιόμενον. τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη . Scholia to Iliad 18.203-18.227 Main scholia On Iliad 18.204: ‡ ὤμοις ἰφθίμοισι. ἐπεὶ ἄνοπλος ἐξιὼν ἔμελλεν ἐκπλήξειν τοὺς Τρώας εἰκότως κέχρηται τῇ ἔξωθεν φαντασίᾳ ⁑ On Iliad 18.206: ἐκ δ' αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. τοῦ νέφους πῶς δὲ φησὶν οὐκ ἐκαίετο καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρωτοί ῥητέον δὲ ὅτι φαντασία ἦν ⁑ On Iliad 18.207: ὡς δ' ὅτε καπνὸς ἰὼν⁚ οἱ περι Διονύσιον τὸν Θρᾷκα φασὶν Ἀρίσταρχον πρώτη ταύτη χρώμενον τῇ γραφῇ μεταθέσθαι καὶ γράψαι ὡς δ' ὅτε πῦρ ἐπι πόντον ἀριπρεπὲς αἰθέρ' ἴ̈κηται : ἐμφατικῶς τῷ ἐν πολέμῳ πῦρ ἐπιτεθέν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ ⁑ On Iliad 18.207: ὡς δ' ὅτε καπνὸς ἔθος ἢν τοῖς ἀρχαίοις τοὺς πολεμουμένους τῆ ημέρα καπνῶν ἀπο τῶν τειχῶν διεγείρειν τῇ δε νυκτὶ φλόγα τὴν ἀπο τῶν περιοίκων βοήθειαν. καὶ συμμαχίαν ἐπικαλουμένους οὐδέπω γὰρ ἢν εὑρεθεῖσα ἡ σάλπιγξ ⁑ On Iliad 18.208: τηλοθεν ἐκ νήσου⁚ οὐκ ἔστι ψιλὸν τὸ τῆς νήσου ἀλλ' εχει ἐπίτασιν περι τὴν σπουδὴν τῶν πυρείων ἵνα γνωριμώτερον φαίνηται ⁑ On Iliad 18.211: πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι : ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικοί οὐκ εὖ. τὰ γὰρ δια τοῦ ἵμος ὑπὲρ δύο συλλαβας τρίτην ἀπο τέλους ἔχει τὴν ὀξεῖαν: νόμιμος σπόριμος οὕτως καὶ ἐπήτρϊμος On Iliad 18.215: οὐδ' ἐς Αχαιούς μίσγετο⁚ οὔτε φαίνεται τῇ μητρὶ ἀπειθῶν. δια τὸ μὴ κεχωρηκέναι εἰς μέσην τὴν παράταξιν, οὔτε τῆς Ἥρας ἀνηκουστῶν δια τὸ μὴ πεφηνέναι ἐν τῷ πολέμῳ. ἄλλως δε οικονομία ἐστι τοῦ ποιητοῦ τὸ τοιοῦτο, ἵνα μὴ δόξῃ ἄπιστα λέγειν⁚ εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην ⁑ On Iliad 18.217: ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη , ἀπίθανον γὰρ ἐκεῖνο τὸ δια μόνης τῆς Ἀχιλλέως φωνῆς τρέψαι τοὺς Τρῶας ⁑ On Iliad 18.219: ὡς δ' ὅτ' ἀριζήλη φωνὴ ὅτι αὐτὸς οῖδε, σάλπιγγας: χρωμένους δὲ τοὺς ἥρωας οὐκ εισάγει⁚ On Iliad 18.219: ἀπο τῶν ἰδίων χρόνων ὁ ποιητὴς ὠνόμακε τὴν σάλπιγγα ἐπεὶ οὐδέπω ηύρητο, παρα τοῖς παλαιοῖς κόχλῳ δὲ θαλασσίῳ ἐσάλπιζον ⁑ On Iliad 18.222: οἱ δ' ὡς οὖν ἄϊον όπα: ἀμέτρως ὁ Ζηνόδοτος ὅπα χαλκέην οὐ συνεὶς ὅτι παραπλησιόν ἐστι τὸ σχῆμα, τῷ κλυτὸς Ἱπποδάμεια καὶ θερμὸς ἀυτμή . χάλκεον δὲ τὴν λαμπρὰν ἅμα καὶ στερεάν ⁑ Interlinear scholia On Iliad 18.215@τείχεος: άπωθεν τοῦ τείχους On Iliad 18.216@ὠπίζετ': ἐπεστρέφετο Intermarginal scholia On Iliad 18.213: Ἀρίσταρχος Άρεω ⁚ On Iliad 18.220: τὸ ἑξῆς: ὑπο θυμοραϊστέον δηΐων ἄστυ περιπλομένων ⁑ Interior scholia On Iliad 18.209: ἀντὶ ὑπο στυγεροῦ On Iliad 18.210: Ζηνόδοτος ἀστυ ποτὲ σφέτερον ⁑ On Iliad 18.222: χαλκεν ἀντὶ τοῦ χαλκῆν ⁑ On Iliad 18.224: εἰς τοὐπίσω τὰ ἅρματα ἔτρεπον ⁑ Exterior scholia On Iliad 18.227: τὸ δ' ἔδαιε Venetus A (Marciana 454 = 822), folio 243, verso Iliad 18.228-18.252 18.228 τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ' ἴ̈αχε δῖος Ἀχιλλεὺς . 18.229 τρὶς δ' ἐκυκήθησαν Τρῶες κλειτοί τ' ἐπίκουροι: 18.230 ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι 18.231 ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν: αὐτὰρ Ἀχαιοὶ . 18.232 ἀσπασίως Πάτροκλον ὑπ ἐκ βελέων ἐρύσαντες 18.233 κάτθεσαν ἐν λεχέεσσι: φίλοι δ' ἀμφ' έστασαν ἑταῖροι 18.234 μυρόμενοι: μετα δέ σφι ποδώκης εἵπετ' Ἀχιλλεὺς 18.235 δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον 18.236 κείμενον ἐν φέρτρῳ. δεδαϊγμένον ὀξέϊ χαλκῷ: 18.237 τόν ῥ' ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν 18.238 ἐς πόλεμον. οὐδ' αὖτις ἐδέξατο νοστήσαντα: 18.239 Ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια Ἥρη 18.240 πέμπεν ἐπ' Ὠκεανοῖο ῥοὰς ἀἕκοντα νέεσθαι. 18.241 ἠέλιος μὲν ἔδυ. παύσαντο δὲ δῖοι Ἀχαιοὶ 18.242 φῡλόπιδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο: 18.243 Τρῶες δ' αὖθ' ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης 18.244 χωρήσαντες ἔλυσαν ὑφ' ἅρμασιν ὠκέας ἵππους 18.245 ἐς δ' ἀγορὴν ἀγέροντο. πάρος δόρποιο μέδεσθαι: 18.246 ὀρθῶν δ' ἑσταότων ἀγορὴ γένετ'. οὐδέ τις ἔτλη 18.247 ἕζεσθαι. πάντας γὰρ ἕλε τρόμος, οὕνεκ' Ἀχιλλεὺς 18.248 ἐξεφάνη: δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς: 18.249 τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ' ἀγορεύειν 18.250 Πανθοίδης . ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω: 18.251 Ἕκτορι δ' ῆεν ἑταῖρος, ϊῇ δ', ἐν νυκτὶ γένοντο: 18.252 ἂλλ' ὁ μὲν ἂρ μύθοισιν. ὁ δ' ἔγχεϊ πολλὸν ἐνΐκα: Scholia to Iliad 18.228-18.252 Main scholia On Iliad 18.230: ‡ ἔνθα δὲ καὶ τότ' όλοντο δυώδεκα⁚ ἀπίθανόν φασὶ καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς ῥητέον δὲ, ὡς οὐκ ἐστιν ὁ γὰρ τῆς αἰγίδος φόβος ἦν ἐπέσεισεν ἡ Ἀθηνᾶ καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφ' ἑαυτῶν ὑπὸ ταραχῆς ἀπολέσθαι ⁑ On Iliad 18.230: ἔνθα δὲ καὶ τότ'. ἡ διπλῆ ὅτι Ζηνόδοτος γράφει ἔνθα δε κοῦροι ὄλοντο δυώδεκα πάντες ἄριστοι οἷσιν ἐν βελέεσσιν : εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοὶ. οὔτε τὸ οἷσιν βελέεσσιν ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν ἔδει γὰρ τοῖς ἀλλήλων ⁑ On Iliad 18.239: ἡέλιον δ' ἀκάμαντα: ζητεῖται δια τί ἄκοντα φησὶ τὸν ἤλιον δῦναι, Κράτης μὲν. τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἤλιον ἐπιτυγχανόντων οὖν τῶν Τρώων χρονίζειν: ἡδόμενόν δὲ καὶ μὴ κοίνον τα αὐτοῖς τὸ ἐπίτευγμα Ἥραν δὲ τὰ ἐναντία βουλομένην αὐτὸν ἀναγκάζειν: ηδόμενον δὲ καὶ μὴ κύνοντα αὐτοῖς τὸ ἐπίτευγμα Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν: Ἀγαθοκλῆς δὲ φησὶν συνάγεσθαι ὅτι καθ Όμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ήλιος: τῇ δε δίνῃ αὐτοῦ συνέλκεται Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ ἡ οὐ μέμνῃ ὅτε τ' ἐκρέμνῳ ὑψόθεν: ἕλκεσθαι δὲ ἅκοντα τὸν ήλιον ὑπο τῆς δίνης ὑπο τὰς δυσμὰς ⁑ On Iliad 18.244: χωρήσαντες ἔλυσαν ὑφ ἅρμασιν: ἀντι τοῦ ὑπέλυσαν τῶν ἁρμάτων. πῶς οὖν οὐκ αναστρέφεται ὅτι συνείληπται ⁑ On Iliad 18.246: ὀρθῶν δ' ἑσταώτων καταγελῶσι τοῦ ὀρθῶν ἑσταώτων : ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦται τις καὶ καθήμενος οἷον ἕζετο δ' ὀρθωθείς ⁑ On Iliad 18.247: ἕζεσθαι πάντας Ζηνόδοτος φόβος κακῶς. ἀγνοῶν ὅτι φόβος ἐστι καθ Ὅμηρον ἡ μετα δέους φυγή διὸ ἡ διπλῆ ⁑ On Iliad 18.247-18.248: ἐξεφάνη: ἤτοι συναπτεον ἕως ἀλεγεινῆς ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται πάντες γὰρ εὐλαβοῦντο ὅτι Ἀχιλλεὺς ἐφάνη πολὺν κεχωρισμένος τῆς μάχης χρόνον ἢ ἐπι τὸ ἐξεφάνη στικτεον ἵνα τὸ εξῆς ὡς ἐπι τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται ⁑ On Iliad 18.250: Πανθοίδης ὁ γὰρ οἶος τέλειον ἐγκώμιον τοῦ φρονίμου τὰ δὲ ἐναντια ἐπι τοῦ ἄφρονος οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ οπίσσω ⁑ On Iliad 18.251: Ἕκτορι δ' ῆεν ἑταῖρος: ἔγκειταί τι θαυμαστὸν τῷ λόγῳ συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι. οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν. ἀλλ ὁ μεν συνετός, ὁ δὲ πολεμικός, οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς τὰ χρήσιμα ⁑ On Iliad 18.251: ἰῇ δ' ἐν νυκτὶ γένοντο⁚ πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλήλων διαφέρουσιν τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως πρὸς ἀμφοτέρους ἐχούσης: ἐστιν οὖν διαφορὰ τοῖς γεννωμένοις οὐκ εν νυκτὶ μόνον ἄλλα καὶ κατὰ τὴν τῆς ώρας ἀκρίβειαν. Ἡράκλειτος ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον ἐν οῖς φησὶ μοῖραν δὲ οὕ τινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν οὐ κακὸν οὐδε μὲν ἐσθλὸν ἐπὴν τὰ πρῶτα γένηται ⁑ Intermarginal scholia On Iliad 18.231: ἐν αλλω ξίφεσσι ⁑ On Iliad 18.236: ὅτι άπαξ τὸ φέρτρον ἔστι δὲ φορεῖον ⁑ On Iliad 18.239: ἐν ἄλλῳ. ἠέλιον μὲν έπειτα ⁚ On Iliad 18.243: ἐν ἄλλῳ ἐπι θρωσμῷ πεδίοιο ⁑ Interior scholia On Iliad 18.245: προ τῆς ἐπιμελείας τοῦ σώματος όρα οὖν τὴν έπειξιν ⁑ Venetus A (Marciana 454 = 822), folio 244, recto Iliad 18.253-18.277 18.253 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: 18.254 ἀμφι μάλα φράζεσθε φίλοι: κέλομαι γὰρ ἔγωγε 18.255 ἄστυδε νῦν ϊέναι, μὴ μίμνειν ἠῶ δῖαν 18.256 ἐν πεδίῳ, παρα νηυσὶν. ἑκὰς δ' ἀπὸ τείχεός εἰμεν: 18.257 ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ: 18.258 τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί : 18.259 χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰ̈αύων. 18.260 ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. 18.261 νῦν δ' αἰνῶς δείδοικα ποδώκεα Πηλείωνα : 18.262 οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει 18.263 μίμνειν ἐν πεδίῳ. ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ . 18.264 ἐν μέσῳ ἀμφότεροι μένος ἄρεος δατέονται: 18.265 ἀλλα περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν: 18.266 ἀ̄λλ' ἴ̈ομεν προτὶ ἄστυ. πί̆θεσθέ μοι, ὧδε γὰρ ἔσται: 18.267 νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλείωνα 18.268 ἀμβροσίη: εἰ δ' ἄμμε κιχήσεται ἐνθάδ' ἐόντας 18.269 αὔριον. ὁρμηθεὶς σὺν τεύχεσιν. εὖ νύ τις αὐτὸν 18.270 γνώσεται. ἀσπασίως γὰρ ἀφίξεται Ί̈λιον ϊ̄ρὴν 18.271 ὅς κε φύγῃ. πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται 18.272 Τρώων : αἳ γὰρ δή μοι ἀπ' ούατος ὧδε γένοιτο: 18.273 εἰ δ' ὰν, ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ: 18.274 νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν: ἄστυ δὲ πύργοι: 18.275 ὑψηλαί τε πύλαι σανίδες τ' ἐπὶ τῇς ἀραρυῖαι. 18.276 μακραὶ ἐΰξεστοι. ἐζευγμέναι. εἰρύσσονται: 18.277 πρωῒ δ': ὑπ' ἠοῖοι. συν τεύχεσι. θωρηχθέντες: Scholia to Iliad 18.253-18.277 Main scholia On Iliad 18.253: ‡ ἀγορήσατο καὶ μετέειπεν: τοῦτο σημειωτέον πρὸς τὸ ὁ δὲ φῆ κώδειαν ἀνασχών πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηύδα ⁑ On Iliad 18.254: ἀμφι μάλα φράζεσθε φίλοι⁚ οὐδέποτε τὸ φράσαι ἐπι τοῦ εἰπεῖν ὁ ποιητὴς τίθησιν. ἀλλ επι τῆς διανοίας. ἐστιν οὖν περισκέψασθαι: τῇ διανοία: μάλα περισσῶς βουλεύσασθαι ⁑ On Iliad 18.258: τόφρα δὲ ῥηΐτεροι⁚ τοῦτέστιν εὐκαταμαχητότεροι ὥστε τὸ πολεμίζειν ἀντὶ τοῦ πολεμίζεσθαι ⁑ On Iliad 18.264: ἐν μέσῳ ἀμφότεροι. διαιροῦνται τὸν πόλεμον παρ ὅσον ὁτὲ μὲν οὗτοι ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν ⁑ On Iliad 18.265: ἀλλα περι πτολιος τε μαχήσεται ⁚ τοῦτο σημειωτέον προς τὸ ἀμυνέμεναι ώρεσσι ὅτι κακεῖ γυναιξὶ λέγει καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος ἐκεῖνο λέγει ⁑ On Iliad 18.269: αὔριον ὁρμηθεις: οὐδε τοῦτο ἀργὸν. ὑποβάλλει γὰρ ὅτι καὶ νῦν δια τὸ ἄνοπλος εἶναι ἀπέχετο τοῦ πολέμου ⁑ On Iliad 18.271: ὅς κε φύγῃ οὐ κατάρατα καὶ βλάσφημα ταῦτα ἀλλα φόβου ἕνεκα λέγεται: ἐπάγει γὰρ τὸ ῆθος ἑαυτοῦ ⁑ On Iliad 18.273: εἰ δ' ὰν ἐμοῖς ἐπέεσσι⁚ ἡ ὑποστιγμὴ ἤτοι ἐπι το πιθώμεθα: ἢ κατα τὸ τέλος τοῦ στίχου: καὶ λόγον ἔχει ἀμφότερα ⁑ On Iliad 18.274: νύκτα μὲν εἰν αγορῇ πρὸς τὸ σημαινόμενον ὅτι ἐστι βουλευσόμεθα τῇ βουλῇ κρατήσομεν ⁑ On Iliad 18.274: νύκτα μὲν εἰν αγορῇ τὴν νύκτα κατ ἰσχύσομεν καὶ κρατήσομεν τῇ βουλῇ. ἄλλως. ὃ λέγει τοιοῦτόν ἐστιν διεσπαρμένην συλλέξομεν καὶ τοὺς ἀνα τοῦ πεδίου καὶ τοὺς ἀνα τῆς πόλεως φυλάττοντας νῦν: ὕστερον δὲ ἅμα ἡμέρᾳ ἡμεῖς πολεμήσομεν ⁑ Interlinear scholia On Iliad 18.256@εἰμεν: ὑπάρχομεν On Iliad 18.259@ἰ̈αύων: ἐπαυλιζόμενος On Iliad 18.273@κηδόμενοί: φροντίζοντες Intermarginal scholia On Iliad 18.256: ὁ δὲ ἀντὶ τοῦ γὰρ⁚ On Iliad 18.265: ἐν αλλω μαχέσσεται ⁑ On Iliad 18.269: κακόν τι πεισόμενος ὑπ αυτοῦ δηλονότι ⁑ On Iliad 18.273: ἐν αλλῳ πιθοίμεθα ⁑ Interior scholia On Iliad 18.257: οἷον ὁ αρτίως κινήσας ἡμῖν τὸν θόρυβον ⁑ On Iliad 18.262: καὶ τοῦτο καθ εαυτὸ μαλλον γὰρ ἐμφαίνει ⁑ On Iliad 18.266: ἐμφαίνει ὅτι οὐ δια δειλίαν ταῦτα συμβουλεύει ⁑ Venetus A (Marciana 454 = 822), folio 244, verso Iliad 18.278-18.302 18.278 στησόμεθ' ἂμ πύργους: τῷ δ' ἄλγιον. αί κ' ἐθέλῃσιν 18.279 ἐλθὼν ἐκ νηῶν. περὶ τείχεος ἄμμι μάχεσθαι: 18.280 ὰψ πάλιν εῖσ' ἐπὶ νῆας. ἐπεί κ' ἐριαύχενας ἵππους 18.281 παντοίου δρόμου ἄσῃ. ὑπὸ πτόλιν ἠλασκάζων: 18.282 εἴσω δ' οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει 18.283 οὐδέ ποτ' ἐκπέρσει: πρίν μιν κύνες ἀργοὶ ἔδονται: 18.284 τὸν δ' ὰρ' ὑπόδρα ἰ̈δὼν προσέφη κορυθαίολος Ἕκτωρ : 18.285 Πουλυδάμα . σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις: 18.286 ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰ̈όντας: 18.287 ῆ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων: 18.288 πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι 18.289 πάντες μυθέσκοντο. πολύχρυσον πολύχαλκον. 18.290 νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά. 18.291 πολλὰ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν 18.292 κτήματα περνάμεν' ΐκει. ἐπεὶ μέγας ὠδύσατο Ζεύς : 18.293 νῦν δ' ὅτε πέρ μοι ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω 18.294 κῦδος ἀρέσθ' ἐπὶ νηυσὶ: θαλάσσῃ τ' έλσαι Ἀχαιοὺς . 18.295 νήπιε μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ: 18.296 οὐ γάρ τις Τρώων ἐπὶ πείσεται. οὐ γὰρ ἐάσω: 18.297 ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 18.298 νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν, ἐν τελέεσσι: 18.299 καὶ φυλακῆς μνήσασθε. καὶ ἐγρήγορθε ἕκαστος: 18.300 Τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει. 18.301 συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι: 18.302 τῶν τινα βέλτερον ἐστιν ἐπαυρέμεν. ἤ περ Ἀχαιούς : Scholia to Iliad 18.278-18.302 Main scholia On Iliad 18.281: ‡ παντοίου δρόμου άσῃ⁚ περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ ανύων ὁδόν: ἄλλως δὲ μεθ' ἐλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμενος ἔγκειται δὲ καὶ τὸ ήλεον ὅπερ ἐστι ματαίως ἐλαύνων ⁑ On Iliad 18.283: οὐδέ ποτ' ἐκπέρσει: ἡ διπλῆ ὅτι τοιοῦτον ἐστι τὸ λεγόμενον πρότερον αὐτὸν οἱ κύνες κατέδονται ἠ ἐκπέρσει καὶ οὐκ ἐστιν ἐλλειπεὴς ὁ λόγος ὥσπερ οὐδ' ἐπ' εκείνου τὴν δ' ἐγὼ οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν : στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει μᾶλλον γὰρ οὕτως ἐμφαίνει ἐὰν δὲ συνάπτηται ἀδιανόητον γίνεται ⁑ On Iliad 18.285: Πουλυδάμα , σὺ μὲν οὐκέτ' ἐμοὶ. ἔδει σὺν τῷ ν Πουλυδάμαν τοιοῦτο δὲ καὶ τὸ Λαοδάμα , παρα τὸν ορθὸν λόγον ⁑ On Iliad 18.286: ὃς κέλεαι κατα άστυ⁚ ὁ μὲν φυλάσσειν τὴν πόλιν ἔφη, ὁ δὲ δεινοτέρῳ ὀνόματι τὸν λόγον ἐξεφαύλισεν προσθεὶς τὸ ἀλήμεναι ⁑ On Iliad 18.291: κτήματα περνάμενα⁚ Φρυγῶν καὶ Μηϊόνων ἀγορὰς κομιζόντων τοῖς Τρωσὶ καὶ ἀντι τούτων ἀντιφορτιζομενων: τῶν πολεμίων ἀπαγόντων καὶ πολούντων ἠ αὐτῶν τῶν Τρώων ἵνα χρήματα λαμβάνωσι προς τὸν πόλεμον καὶ παρεχωσι τοῖς συμμάχοις οἶον ὁ Ἔκτωρ ἔφη τα φρονέων δῶρα κατατρύχω ⁑ On Iliad 18.292: ‡ Τρώων δ' ὁς κτεάτεσσι: εἴ τις εὐλαβεῖται μὴ ἀπολέσῃ τὰ ἴδια κτήματα . μερισάτω: αὐτὰ τοῖς Τρωσί πρὸς Πουλυδάμαντα δὲ ὡς ἵνα φυλάσσηται τὰ κτήματα συνεβούλευεν ἀπο τοῦ τείχους ἀμύνεσθαι ⁑ On Iliad 18.300: ἄλλως τοῦτο καὶ στρατηγήματoς τινὸς ἔχεται: ὑποπτεύσας γαρ τοὺς πλουσίους ἀνιᾶσθαι ἐξιόντας εἰς πόλεμον δια τὸ μὴ ἔχειν τὰς τηρήσοντας τὰ χρήματα φησὶ δεῖν διανέμειν τῷ πλήθει αὐτά ⁑ On Iliad 18.300-18.301: τῶν Τρώων ὅστις ἂν ὑπερβαλόντως ἀνιᾶται ἐπι τοῖς χρήμασιν ὡς μέλλων ἀπολύειν αὐτὰ ὑπο πολεμίων τοῦτο γὰρ ἐλλεῖπον προς ὑπακούεται συναγαγὼν αὐτὰ δότω τοῖς πολίταις: βελτιον γάρ ἐστιν ὑπο τούτων ταῦτα δαπανηθῆναι ἴσως δὲ ταῦτα κατηγορεῖ ὁ Έκτωρ ἵνα σώζηται αὐτῷ τὰ χρήματα ⁑ Intermarginal scholia On Iliad 18.287: ὅτι Ζηνόδοτος γράφει κεκόρησθον συγχέον τὸ δυϊκόν ⁑ On Iliad 18.298: ὅτι ἀντὶ μη λύσοντες τὰς τάξεις ⁑ Interior scholia On Iliad 18.279: στικτέον ἐπι τὸ μάχεσθαι ⁑ On Iliad 18.290-18.292: ἐπειδὴ απόλωλε τα τῆς πόλεως χρηματ χρήματα ἀφειδεῖν χρέ καὶ τῶν σωμάτων ⁑ Venetus A (Marciana 454 = 822), folio 245, recto Iliad 18.303-18.327 18.303 πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες. 18.304 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα : 18.305 εἰ δ' ἐτεὸν παρα ναῦφιν ἀνέστη δῖος Ἀχιλλεὺς : 18.306 ἄλγιον αἴ κ' ἐθέλῃσι. τῷ ἔσσεται. οὔ μιν ἔγωγε 18.307 φεύξομαι ἐκ πολέμοιο δυσηχέος. ἀλλὰ μάλ' ἄντην 18.308 στήσομαι: ἤ κε φέρῃσι μέγα κράτος. ἦ κε φεροίμην: 18.309 ξυνὸς Ἐνυα̋λιος : καί τε κτανέοντα κατέκτα: 18.310 ὥς Ἕκτωρ ἀγόρευ'. ἐπὶ δὲ Τρῶες κελάδησαν: 18.311 νήπιοι. ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη . 18.312 Ἕκτορι μὲν γὰρ ἐπῄνησαν. κακὰ μητιόωντι: 18.313 Πουλυδάμαντι δ' ἂρ, οὔ τις. ὃς ἐσθλὴν φράζετο βουλήν: 18.314 δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν: αὐτὰρ Ἀχαιοὶ 18.315 παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες: 18.316 τοῖσι δὲ Πηλείδης αδινοῦ ἐξῆρχε γόοιο: 18.317 χεῖρας ἒπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου: 18.318 πυκνὰ μάλα στενάχων. ὥς τε λὶς ἠϋγένειος: 18.319 ᾧ ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ 18.320 ὕλης ἐκ πυκινῆς. ὃ δέ τ' ἄχνυται ὕστερος ἐλθὼν: 18.321 πολλὰ δέ τ' ἄγκε' ἐπῆλθε μὲτ' ἀνέρος ΐχνι' ἐρευνῶν 18.322 εἴ ποθεν ἐξεύροι. μάλα γὰρ δριμὺς χόλος αἱρεῖ. 18.323 ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν: 18.324 ῶ πόποι. ῆ ρ' ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ 18.325 θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι: 18.326 φῆν δέ οἱ εἰς Ὀπόεντα . περικλυτὸν υἱὸν ἀπάξειν 18.327 Ἴ̈λιον ἐκπέρσαντα: λαχόντά τε ληΐδος αῖσαν: Scholia to Iliad 18.303-18.327 Main scholia On Iliad 18.308: στήσομαι, ἦ κε φέρῃσι: προς τὸ παράδοξον ἀντέθηκε: ἀπίστου γὰρ ὄντος τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν Ἕκτορα προσθεὶς τὸ τῆς ἀδηλίας, παρεμυθήσατο τὴν ἀπιστίαν ⁑ On Iliad 18.309: ξυνὸς Ἐνυάλιος ⁚ κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν βουλόμενον κατέκτα: ὅμοιον δὲ τῷ ἐπιμὶξ δέ τε μαίνεται Ἄρης ⁑ On Iliad 18.310: ἐπι δε Τρῶες κελάδησαν, πολλὰ ἦν τὰ συναναγκάζοντα πείθεσθαι τοὺς Τρῶας , πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρικῇ. δεύτερον δὲ τὰ χρήματα ἃ προέτεινεν αὐτοῖς: τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν ἐκείνοις ἐχαρίσατο τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεῖλεν παννύχιοι Πάτροκλον : ὅρα τὰς μεταβάσεις ὡς πυκίλαι : ποτε μὲν ἐν τοῖς ἔργοις ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ: νῦν δὲ καὶ ἐφ ενι εἴδει τῷ θρήνῳ ⁑ On Iliad 18.317: χείρας ἐπ ανδροφόνους, ἀμφίβολον πότερον τὰς αὐτοῦ ἀνδροφόνους χεῖρας ὁ Αχιλλεὺς επιθεὶς τῷ τοῦ ἑταίρου στήθει ἢ τας τοῦ ἀνδροφόνου Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει: βέλτιον δὲ τὸ πρότρον ⁑ On Iliad 18.318: πυκνὰ μάλα στενάχων ὥς τε λις ἠϋγένειος⁚ ἐμπείρως πάνυ αἱ γὰρ θήλειαι κάλλιστον ἔχουσι γένειον οἱ δὲ ἄρσενες χαίτην: νῦν δ' ἐπι θηλείας ἄρσην γὰρ οὐ σκυμναγωγεῖ τὸ δε λέαινα νεώτερον ὄνομα ⁑ On Iliad 18.319: ᾧ ῥα θ' ὑπο σκύμνους: σκύμνος ὡς ὕμνος εἰς ἰδιότητα ἀνεγνώσθη: τὸ μέντοι ἀνδρονυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης προς διαφοράν: ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει τα γὰρ εἰς νος λήγοντα μετ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ ἔχοντα ἐν τῇ προ τέλους συλλαβῆ τὸ υ βαρύνεσθαι θέλει: ὕμνος κύκνος : λύχνος Κύθνος : οὕτως ἄρα καὶ σκύμνος : ἡ διπλῆ δὲ ὅτι οὕτως τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί ⁑ On Iliad 18.324: ὦ πόποι ῆ ῥ άλιον. ἐκτείνει τὸ πάθος. ὁ τοιοῦτος λόγος οὐ γὰρ ἐφ οῖς αὐτὸς ἠπατήθη λυπεῖσθαί φησὶν ἀλλ' εφ οῖς αὐτὸς ἠπάτησε τὸν Μενοίτιον ⁑ On Iliad 18.325: θαρσύνων ἥρωα Μενοίτιον , καὶ τοῦτο περιπαθῶς ὡς τοῦ Μενοιτίου οὐκ αντι δώσοντος τὸν παῖδα δια τὴν προς τὸν υἱὸν φιλοστοργίαν εἰ μὴ Αχιλλεῖ κατεπίστευσεν ὡς σῶσαι ἱκανῷ ὄντι καὶ επαγγειλαμένῳ τοῦτο ⁑ Interlinear scholia On Iliad 18.312@ἐπῄνησαν: συγκατεθεντοι On Iliad 18.319@ἐλαφηβόλος: κοινηγὸς Intermarginal scholia On Iliad 18.323: γράφεται μετεφώνεε ⁑ Interior scholia On Iliad 18.308: στικτέον ἐπι τὸ στήσομαι ⁑ On Iliad 18.316: γοεροῦ θρηνώδους ⁑ On Iliad 18.317: δια τοῦ σ ἅπασαι ἀνδροφόνους ⁑ On Iliad 18.321: φάραγγας σπήλαια Venetus A (Marciana 454 = 822), folio 245, verso Iliad 18.328-18.352 18.328 ἂλλ' οὐ Ζεὺς ἄνδρεσσι, νοήματα πάντα τελευτᾷ: 18.329 ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι 18.330 αὐτοῦ ἐνι Τροίῃ . ἐπεὶ οὐδ' ἐμὲ νοστήσαντα 18.331 δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς . 18.332 οὐδὲ Θέτις μήτηρ. ἂλλ' αὐτοῦ γαῖα καθέξει: 18.333 νῦν δ' ἐπεὶ οὖν Πάτροκλε , σεῦ ὕστερος εἶμ' ὑπὸ γαῖαν. 18.334 οὔ σε πρὶν κτεριῶ πρίν γ' Ἕκτορος ἐνθάδ' ἐνεῖκαι 18.335 τεύχεα καὶ κεφαλὴν μεγαθύμου σεῖο φονῆος: 18.336 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω 18.337 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς: 18.338 τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αύτως: 18.339 ἀμφὶ δέ σε Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι 18.340 κλαύσονται νύκτάς τε καὶ ἤματα δακρυχέουσαι, 18.341 τὰς αὐτοὶ καμόμεσθα: βίῃφί τε δουρί τε μακρῷ 18.342 πιείρᾱς πέρθοντε πόλεις μερόπων ἀνθρώπων: 18.343 ὡς εἰπὼν. ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς 18.344 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν. ὄφρα τάχιστα 18.345 Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα: 18.346 οἱ δὲ λοετροχόον τρίποδ' ἵ̈στασαν ἐν πυρὶ κηλέῳ: 18.347 ἒν δ' ἂρ ὕδωρ ἔχεαν. ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες: 18.348 γάστρην μὲν τρίποδος. πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ: 18.349 αὐτὰρ ἐπει δὴ ζέσσεν ὕδωρ ἐνι ήνοπι χαλκῷ. 18.350 καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ' ἐλαίῳ: 18.351 ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο: 18.352 ἐν λεχέεσσι δὲ θέντες. ἑανῷ λιτὶ κάλυψαν Scholia to Iliad 18.328-18.352 Main scholia On Iliad 18.332: ‡ οὐδε Θέτις μήτηρ ⁚ ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ καὶ ὅτι οὐκ απεκόμιζον τὰ ὀστᾶ: τῶν τετελευτηκότων ἐπι ξένης εἰς τὰς πατρίδας. ἡ δὲ ἀναφορὰ προς τὸ ὅς κ' ὀστέα παισὶν ἕκαστος οἴκαδ' ἄγει ⁑ On Iliad 18.351: ‡ ἐν δ' ὠτειλὰς πλῆσαν⁚ οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου. ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος ὑπο δὲ Ἕκτορος οὔτασται καὶ συλληπτικῶς εἴρηκε πάντα τὰ τραύματα ὠτειλάς ⁑ On Iliad 18.352: λιτί⁚ λιτῷ καὶ ἀποικίλτῳ ὑφ ἅσματι ὅ ἐστι λινῷ οἱ δὲ ἐξ αντιφράσεως τὸ ποικίλον. οἱ δὲ ὅ φασιν Ἀττικὸς ληΐδιον. δεῖ δὲ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί : κατα τὸν κανόνα τοῦ ῃρῳδιανοῦ : πᾶσα δοτικῇ δισύλλαβος ἐπι ονομάτων ὀξύνεσθαι θέλει: φωτί παντί θιτί οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ λέγει ὅτι δεῖ ὀξύνειν κατα τοῦτὸν τὸν κανόνα οὕτως γὰρ καὶ Ἀρίσταρχος : εἰσὶ δὲ οἳ περισπῶσιν οὐ καλῶς. εἶτα ἐπάγει οὕτως: παραιτητεον δὲ τὸν Ἀσκαλωνίτην οιόμενον ἀπο τῆς λίς εὐθείας κεκλῆσθαι τὴν λιτὶ δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν: οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα δια τοῦτος κλίνεσθαι, μεταπλασμὸς οὖν ἐστι τῆς λιτῶ δοτικῆς ὡς ἡ κλαδί. τῆς κλαδῷ καὶ ἡ αιτιατικῇ λῖτα . μεταπέπλασται εκ τῆς λιτός . ὡς κρόκα ἐκ τῆς κρόκην: τὸ δὲ παρα τῷ ποιητῇ κάθηράν τε ῥύπα πάντα εἰ μὴ ἔστι πληθυντικὸν οὐδέτερον τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται, οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν . ἐπεὶ πᾶσα αἰτιατικῇ εἰς α λήγουσα ἐβαρύνετο ὑπεσταλμένης τῆς τινά κατὰ αόριστον προφοράν ⁑ Interlinear scholia On Iliad 18.341@καμόμεσθα: μετα καμάτου ἐκτησάμεθα⁚ On Iliad 18.342@πιείρᾱς: λιπαρας On Iliad 18.348@ἄμφεπε: περιεῖπεν Intermarginal scholia On Iliad 18.338: δια τοῦ α αύτως πάσαι εῖχον ⁑ On Iliad 18.352: προς το λιτη ⁚ Interior scholia On Iliad 18.329: ἐρυθρὰν ποιῆσαι τῷ αἵματι ⁚ Venetus A (Marciana 454 = 822), folio 246, recto Iliad 18.353-18.377 18.353 ἐς πόδας ἐκ κεφαλῆς: καθ' ύπερθε δὲ φάρεϊ λευκῷ: 18.354 παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ' Ἀχιλῆα 18.355 Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες: 18.356 Ζεὺς δ' Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε: 18.357 ἔπρηξας καὶ ἔπειτα βοῶπι πότνια Ἥρη 18.358 ἀνστήσασ' Ἀχιλῆα πόδας ταχὺν: ῆ ῥά νυ σεῖο 18.359 ἐξ αυτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί : 18.360 τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη . 18.361 αἰνότατε Κρονίδη . ποῖον τὸν μῦθον ἔειπες: 18.362 καὶ μὲν δή που τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι. 18.363 ὅς περ θνητός ἐστι, καὶ οὐ τόσα μη̋δεα οἶδε: 18.364 πῶς δὴ ἔγωγ' ἥ φημὶ θεάων ἔμμεν' ἀρίστη 18.365 ἀμφότερον. γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 18.366 κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις: 18.367 οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι: 18.368 ὥς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 18.369 Ἡφαίστου δ' ΐκανε δόμον Θέτις ἀργυρόπεζα. 18.370 ἄφθιτον. ἀστερόεντα: μετὰ πρεπέ' ἀθανάτοισι. 18.371 χάλκεον, ὅν ῥ' αὐτὸς ποιήσατο κυλλοποδίων: 18.372 τὸν δ' εὗρ' ἱ̈δρώοντα ἐλισσόμενον περὶ φύσας: 18.373 σπεύδοντα: τρίποδας γὰρ εείκοσι πάντας ἔτευχεν 18.374 ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο: 18.375 χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστω πυθμένι θῆκεν, 18.376 ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ' ἀγῶνα. 18.377 ἠδ' αῦτις προς δῶμα νεοίατο. θαῦμα ἰδέσθαι: Scholia to Iliad 18.353-18.377 Main scholia On Iliad 18.356: Ζεὺς δ' Ἥρην ⁚ ὅτι κατα τὸ σιωπώμενον Ἥρα καὶ ὁ Ζεὺς γεγόνασιν ἐν τῷ Ὀλύμπῳ καὶ οὐ ξενιστέον ὅταν λέγῃ κατα συμπέρασμα ⁑ On Iliad 18.364: πῶς δὴ ἔγωγ' ἡ φημὶ, τὸ ἑξῆς πῶς δὴ ἔγωγ' οὐκ ὄφελον Τρώεσσι : τὰ δὲ λοιπὰ ὡς δια μέσου διορθωτέον: παρα δε Ζηνοδότῳ κατα Δόριον εγών ⁑ On Iliad 18.372: τὸν δ' εὗρ', ἤτοι ἐπιστρεφόμενον ὡς χωλόν. ἠ μεμίμηται ἐπὶ τοῦ Ἡφαίστου τὴν τοῦ πυρὸς κίνησιν ⁑ On Iliad 18.373: σπεύδοντα τρίποδας, ὅτι τὸ σπεύδοντα ἐνεργοῦντα. καὶ ὅτι πάντας παρέλκει ⁑ On Iliad 18.375: χρύσεον δέ σφ' ὑπο κύκλα: τινὲς ὑπόκυκλα ὡς ὑπότροχα οὐκ εῦ ἐστι γὰρ τὸ ἑξῆς ὑπέθηκε. τὸ μέντοι εν τῇ ταλαρόν θ' ὑπόκυκλον κατα σύνθεσιν ἀνεγνωσμὲνον ἑτέρου ἔχεται σημαινομένου ⁑ On Iliad 18.376: ὀφρά οἱ αὐτόματοι⁚ ὅτι ἐγκεκλιμένως ἀναγνωστέον ἵνα ᾖ ὄφρα αὐτῷ. καὶ ὅτι θειον ἀγῶνα λέγει τὴν συναγωγὴν τῶν θεῶν: ἐν δὲ ταῖς εἰκαιοτέραις θεῖον κατα δῶμα νέονται ⁑ On Iliad 18.377: ἠδ' αὖτις προς δῶμα: βραχὺ διασταλτέον ἐπι τὸ νεοίατο μᾶλλον γὰρ ἐμφαίνει: ἀξιοπίστως δὲ ὡς παρών. ἵνα δειχθῇ ἡ προς τὴν Θέτιν σπουδῇ ὅτι ἀτέλεστον τὸ ὑποκείμενον ἔργον ἐάσας ἐτελείωσεν ὅσα ἠθέλησεν ⁑ Interlinear scholia On Iliad 18.375@κύκλα: τροχοὺς On Iliad 18.375@πυθμένι: τῷ ὑποκάτω μέρει τῆς βάσεως ⁑ Intermarginal scholia On Iliad 18.362-18.367: προς το κάτω τὸ κακὰ ἡ ἀπόδοσις ⁑ On Iliad 18.376: ἐν ἄλλω δύσονται ἀγῶνα ⁑ Exterior scholia On Iliad 18.377: τα β β δασειαν ειχον εις το η Venetus A (Marciana 454 = 822), folio 246, verso Iliad 18.378-18.403 18.378 οἳ δ' ἤτοι τόσσον μὲν ἔχον τέλος. ούατα δ' οὔ πω 18.379 δαιδάλεα προσέκειτο: τά ρ' ἤρτυε. κόπτε δὲ δεσμούς: 18.380 ὄφρ' ὅ γε ταῦτ' ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι. 18.381 τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θετις ἀργυρόπεζα: 18.382 τὴν δὲ ΐδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος 18.383 καλὴ. τὴν ώπυιε περικλυτὸς ἀμφιγυήεις: 18.384 ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε: 18.385 τίπτε Θέτι τανύπεπλε ἱ̈κάνεις ἡμέτερον δῶ 18.386 αἰδοίη τε φίλη τε⁚ πάρος γε μὲν οὔ τι, θαμίζεις: 18.387 ἂλλ' ἕπεο προτέρῳ ἵνα τοι πὰρ ξείνια θείω: 18.388 ὡς ἄρα φωνήσασα. πρόσω ἄγε δῖα θεάων: 18.389 τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου. 18.390 καλοῦ. δαιδαλέου: ὑπὸ δὲ θρῆνυς ποσὶν, ῆεν: 18.391 κέκλετο δ' Ἥφαιστον κλυτοτέχνην. εἶπέ τε μῦθον: 18.392 Ἥφαιστε . πρόμολ' ὧδε. Θέτις νύ τι. σεῖο χατίζει: 18.393 τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις: 18.394 ῆ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον. 18.395 ἥ μ' ἐσάωσ', ὅτε μ' ἄλγος ἀφίκετο, τῆλε πεσόντα. 18.396 μητρὸς ἐμῆς ϊότητι κυνώπιδος. ἥ μ' ἐθέλησε 18.397 κρύψαι χωλὸν ἐόντα: τότ' ἂν πάθον ἄλγεα θυμῷ. 18.398 εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπῳ: 18.399 Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο : 18.400 τῇσι παρ' εἱνάετες χάλκευον δαίδαλα πολλά: 18.401 πόρπας τε. γναμπτάς θ' έλικας. κάλυκάς τε καὶ όρμους 18.402 ἐν σπῆϊ γλαφυρῷ: περὶ δὲ ῥόος Ὠκεανοῖο 18.403 ἀφρῷ μορμύρων ῥέεν ἄσπετος. οὐδέ τις ἄλλος Scholia to Iliad 18.378-18.403 Main scholia On Iliad 18.378: οἳ δ ήτοι: ὅτι ἐπι τῶν παρα μικρῶν τετελειωμένων οὕτως λέγει. ὃς τὸ μὲν ἄλλο τόσον φοίνικι ἠνία τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα ⁑ On Iliad 18.382: τὴν δὲ ἴδε προμολοῦσα: ζητεῖται δια τι ἐν τὴν Ἀφροδίτην παρίστησι γυναῖκα Ἡφαίστου , ἐνθάδε δὲ τὴν Χάριν κατ αμφότερα ὅτι τῇ τέχνῃ τὴν χάριν προσεῖναι δεῖ ἵνα καὶ ἐπι χάριτι ῇ καὶ ὅτι χάριν αποδίδωσι τῇ Θέτιδι τῶν εἰς αυτὸν ὑπ αυτῆς εὐεργεσιῶν γενομένων πρότερον ⁑ On Iliad 18.383: καλὴ τὴν ὤπυιε: τῷ ὤποιε παρα τὴν όπα . ἠ δια τὰς ὁμιλίας τὰς πρὸς τὸν γάμον ἠ ἀπο τοῦ οπάζειν ἣν πεποιηται ἐκ μνηστείας: ἢ παρα τὸ ευφορὰν τὰ κατα τὴν γυναῖκα ὡς τὸ ἐκείνος γ' ἔχθων τὸν εμὸν βίον ἀμφιπολεύει ⁑ On Iliad 18.385: ἡμέτερον δῶ, παρα Ζηνοδότῳ ἡμέτερον δὲ καὶ Θέτις τανύπεπλος ϊκάνεις ⁑ On Iliad 18.386: αἰδοίη τε φίλη τε παρος γε μὲν οὔτι θαμίζεις ⁑ ἀντι τοῦ οὐδένα ὡς ἐν ήθει δὲ ὡς φαμὲν τί σὺ πρὸς ημᾶς οὐ γὰρ πυκνῶς εἴωθας παραγίνεσθαι ⁑ On Iliad 18.392: Ἥφαιστε πρόμολ' ὦδε . ὅτι τὸ ὦδε οὕτως ὡς ἔχεις οὐδὲν ὑπερθέμενος καὶ ἐν ἀμφί σταθ' οὕτως ⁑ On Iliad 18.392: Θέτις νύ τι: δια τὸ μη θαμίζειν ἐστόχασται τὴν νῦν παρουσίαν αὐτῆς ὡς κατὰ χρείαν γενομένην: Πλάτων δὲ προς τοῦτο γενόμενος φησί. Πλάτων νύ τι σεῖο χατίζει ⁑ On Iliad 18.394: ῆ ρά νύ μοι: χρηστὸν τὸ ῆθος ἣν γὰρ μήπω ΐδεν ἀκούσας ἐνδείκνυται τὴν προθυμίαν ὥσπερ προ πολλοῦ εὐχόμενος δεηθῆναι αὐτοῦ τὴν Θέτιν ἀναπεφώνηκεν εἰλημμένος ὃν ήθελεν ⁑ On Iliad 18.399: Εὐρυνόμη θυγάτηρ: ἡδέως τῇ ἐπαναλήψει τοῦ ὀνόματος καὶ ἐπι τῆς ἀπουσιας ἐνδεικνύμενος τῆ Θέτιδι ὡς οὐ δια παρουσίαν αὐτῆς ἀπομνημονεύει τῆς χάριτος ⁑ On Iliad 18.401: κάλυκας. ἐμφερῆ ῥόδοις. οἱ δὲ δακτυλίους: οἱ δὲ ἐνώτια: οἱ δὲ χρυσᾶς σύριγγας αἳ τοὺς πλοκάμους περιεχουσιν ὡς φασίν οἱ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκοντο ⁑ On Iliad 18.401: έλικας: ήτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς, ἠ κόσμος ἀπο τῶν ὁρμῶν ἐξηρτημένος ⁑ On Iliad 18.400: τῇσι παρ' εἰνάετες⁚ ἔστι μὲν τὸ ἑξῆς παρα τῆσι . οὐκ αναστρεπτέον δὲ δια τὴν συναλιφή. Ζηνόδοτος δε καὶ Ἀριστοφάνης δαίδαλα πάντα ⁑ On Iliad 18.381: εν αλλῳ και ουτος εὑρέθη : ἀπέστραπτο δέ: τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θετις ἀργυρόπεζα: Interlinear scholia On Iliad 18.386@θαμίζεις: συνεχῶς παραγίνη Intermarginal scholia On Iliad 18.400: Ζηνόδοτος καὶ Ἀριστοφάνης δαίδαλα πάντα ⁑ Exterior scholia On Iliad 18.398: θ' Venetus A (Marciana 454 = 822), folio 247, recto Iliad 18.404-18.428 18.404 ᾔδεεν. οὔτε θεῶν, οὔτε θνητῶν ἀνθρώπων: 18.405 ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ΐσαν. αἵ μ' ἐσάωσαν: 18.406 ἣ νῦν ἡμέτερον δόμον ΐκει: τώ με μάλα χρεὼ 18.407 πάντα Θέτῑ καλλιπλοκάμῳ ζωάγρια τείνειν: 18.408 ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλὰ. 18.409 ὄφρ' ὰν ἐγὼ φύσᾱς ἀποθείομαι. ὅπλα τε πάντα. 18.410 ῆ. καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ, αίητον ἀνέστη: 18.411 χωλεύων: ὑπο δὲ κνῆμαι ῥώοντο ἁραιαί: 18.412 φύσᾱς μέν ῥ' ἀπάνευθε τίθει πυρὸς. ὅπλα τε πάντα 18.413 λάρνακ' ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο: 18.414 σπόγγῳ δ' ἀμφι πρόσωπα καὶ ἄμφω χεῖρ' ἀπεμόργνυ : 18.415 αὐχένα τε στιβαρὸν: καὶ στήθεα λαχνήεντα: 18.416 δῦ δὲ χιτῶν'. ἕλε δὲ σκῆπτρον παχὺ. βῆ δὲ θύραζε 18.417 χωλεύων. ὑπο δ' ἀμφίπολοι ῥώοντο ἄνακτι 18.418 χρύσειαι. ζῳῇσι , νεήνισιν, εἰοικυῖαι: 18.419 τῇς, ἐν μὲν νόος ἐστὶ μετὰ φρεσὶν. ἐν δὲ καὶ αὐδὴ. 18.420 καὶ σθένος, ἀθανάτων δε θεῶν ἄπο έργα ΐσασιν: 18.421 αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον: αὐτὰρ ὃ ἔρρων. 18.422 πλησίον ἔνθα Θέτις περ. ἐπὶ θρόνου ΐζε φαεινοῦ: 18.423 ἔν τ' ἄρα οἱ φῦ χειρί. ἔπος τ' ἔφατ'. ἔκ τ' ὀνόμαζε: 18.424 τίπτε Θέτι τανύπεπλε ἱ̈κάνεις ἡμέτερον δῶ 18.425 αἰδοίη τε, φίλη τε. πάρος γέ μεν οὔ τι θαμίζεις: 18.426 αὔδᾱ ὅ τι φρονέεις. τελέσαι δέ με θυμὸς ἄνωγε: 18.427 εἰ δύναμαι τελέσαι γε. καὶ εἰ τετελεσμένον ἐστίν: 18.428 τὸν δ' ἠμείβετ' ἔπειτα Θετίς κατα δακρυ χέουσα: Scholia to Iliad 18.404-18.428 Main scholia On Iliad 18.410: πέλωρ αίητον ἀνέστη: πελωρα λέγουσι τὰ παρηλλαγμένα: ὁ δε Ἥφαιστος ἀμφυγυήεις αίητον δὲ μέγα καὶ ἐπέγκειται τὸ ϊ θάρσος ἄητον ἔχουσα ⁑ On Iliad 18.410: πέλωρ αίητον⁚ ὁ Ἀσκαλωνίτης προπαροξύνει ἐκδεχόμενος πλεονασμὸν τοῦ ϊ παρα τὸ θάρσος ἄητον ἐχουσα οἷον ταχὺ καὶ κινητικόν Πρωτέας δὲ τῷ ορμημένῳ παρα τὸ ἄω , ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα παρα τὴν αῖαν τὴν γῆν: ἐγὼ δὲ ἐπιζητῶ τὸ ἄητον πῶς δυνατὸν τρίτην ἀπο τέλους ἔχειν τὴν ὀξεῖαν: ἐπιθετικῶς κείμενον: μήποτε οὖν ὀφείλομεν πείθεσθαι τῷ Φιλοξένῳ φησὶ γὰρ αὐτὸ σύνθετον εῖναι παρα τὸ ετος ὡς θετός ὃ σημαίνει τὴν ὕπαρξιν ἐξ οῦ τὸ ἀληθὲς ὃ καὶ γίνεται ἐτεός : ἐγένετο. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν επιρρηματικῇ τάξει. ω ετά Τημενίδος χρύσεον γένος , καὶ τὸ παρα τοῖς Ἀττικοῖς οὐκ έτος ἀντι μεσότητος τῆς έτως τὸ παρα μηδενὶ οὖν ὑπαρκτὸν τοῦτέστι μέγα ἄατον καὶ ἄητον καὶ δηλον ὅτι ἀπολέλυται ὁ τόνος: ὁρᾶται γὰρ σύνθετα τοιαύτα βαρυνόμενα, ἄρρητον ἄκλητον ἄκμητον οὕτως ἄητον ⁑ On Iliad 18.413: λάρνακ' ἐς ἀργυρέην. ὅτι λάρνακα τὴν κιβωτόν. νεωτερικὸν γὰρ ὄνομα ἡ κιβωτος καὶ ὅτι ἐπονεῖτο ἀντι τοῦ ἐνήργει ⁑ On Iliad 18.416: δὺ δὲ χιτῶν'. ὅτι οὐ παρέλκει τὸ παχύ ἀλλα προς τὸ ἐπερείδειν χωλὸν ὄντα τὸν Ἥφαιστον περι οὗ φησὶν, πέλωρ αίητον ἀνέστη ὡς καὶ τὸ στησαμένη μέγαν ἱστόν ⁑ On Iliad 18.421: αἱ μὲν ὕπαιθα ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος ἀλλα δια τὴν χωλότητα φθειρόμενος ⁑ On Iliad 18.424: τίπτε Θέτι : παρα Ζηνοδότῳ ἡμέτερον δέ : καὶ Θέτις τανύπεπλος ϊκάνεις ⁑ On Iliad 18.428: τὸν δ' ἡμείβετ ' ἔπειτα: περιπαθές ἐστι τὸ τῆς θεοῦ πρόσωπον τρεῖς γὰρ θεοῦς εὐεργετήσασα. τὰς ἀμοιβὰς εἰς τὸν παῖδα εὑρίσκεται παρ αυτῶν λαμβάνουσα κατατιθεμένη τὸ δε δακρύειν πρὸς παθος αὐτῇ συμβαλλεται ⁑ Interlinear scholia On Iliad 18.410@πέλωρ: τέρας Intermarginal scholia On Iliad 18.407: μετα τοῦ ϊ τὸ ζωάγρια ὁ Ἀρίσταρχ Ἀρίσταρχος ⁑ On Iliad 18.411: δασύνεται τὸ ἁραιαί ⁚ On Iliad 18.420: τὰ γυναικεια δὴλον οτι ⁑ On Iliad 18.426: ἐν ἄλλῳ ἀνώγει ⁑ Interior scholia On Iliad 18.404: οὕτως ᾔδεεν γράφεται δὲ καὶ ῄδειν ⁚ Venetus A (Marciana 454 = 822), folio 247, verso Iliad 18.429-18.454 18.429 Ἥφαιστ' : ῆ άρα δή τις ὅσαι θεαί εἰσ' ἐν Ὀλύμπῳ 18.430 τοσσάδ' ἐνὶ φρεσὶν ῇσιν ἀνέσχετο κήδεα λυγρὰ. 18.431 ὅσσ' ἐμοὶ ἐκ πασέων Κρονίδης, Ζεὺς ἄλγε' ἔδωκεν: 18.432 ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν, 18.433 Αἰακίδῃ Πηλῆϊ : καὶ ἔτλην ἀνέρος εὐνὴν, 18.434 πολλὰ μάλ' οὐκ ἐθέλουσα: ὁ μὲν δὴ γήραϊ λυγρῷ 18.435 κεῖται ἐνι μεγάροις ἀρημένος: ἄλλα δέ μοι νῦν: 18.436 υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε 18.437 ἔξοχον ἡρώων. ὁ δ' ἀνέδραμεν ἔρνεϊ ἶ̈σος. 18.438 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὡς γουνῶ αλωῆς, 18.439 νηυσὶν ἔπι προέηκα κορωνίσιν Ἴλιον εἴσω 18.440 Τρωσὶ μαχησόμενον, τὸν δ' οὐχ ὑποδέξομαι αὖτις 18.441 οἴκαδε νοστήσαντα: δόμον Πηλήϊον εἴσω: 18.442 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. 18.443 ἄχνυται. οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰ̈οῦσα: 18.444 κούρην, ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν . 18.445 τὴν, ὰψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων : 18.446 ἤτοι ὃ τῆς ἀχέων. φρένας ἔφθιεν: αὐτὰρ Ἀχαιοὺς 18.447 Τρῶες ἐπι πρύμνῃσιν, εείλεον: οὐδὲ θύραζε 18.448 εἴων ἐξιέναι: τὸν δὲ λλίσσοντο γέροντες 18.449 Ἀργείων , καὶ πολλὰ περικλυτὰ δῶρ' ὀνόμαζον: 18.450 ἔνθ' αὐτὸς μὲν ἔπειτ' ἠναίνετο λοιγὸν ἀμῦναι: 18.451 αὐτὰρ ὃ Πάτροκλον περι μὲν τὰ, ἃ. τεύχεα, έσσε: 18.452 πέμπε δέ μιν πόλεμον δὲ, πολὺν δ' ἅμα λαὸν όπασσε: 18.453 πᾶν δ' ῆμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι: 18.454 καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων Scholia to Iliad 18.429-18.454 Main scholia On Iliad 18.434: πολλὰ μάλ' οὐκ εθέλουσα. οὐχ ὅτι μετεβάλλετο ἀλλα προειδυῖα τὰ μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν σύζευξιν ⁑ On Iliad 18.435-18.436: κεῖται ἐνι μεγάροις: στικτέον ἐπι τὸ νῦν καὶ ἀπ αλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα υἱὸν ἐπεί μοι δῶκεν , ὡς κακεῖ. κούρην ἣν ἄρα μοι ὁ δε λόγος ἄλλα δέ μοι νῦν ἐστι λείποντος τοῦ ῥήματος ⁑ On Iliad 18.438: τὸν μὲν ἐγὼ, ὅτι καθ Ὅμηρον ἡ Θέτις εθρεψε τὸν Ἀχιλλέα οὐ Χείρων ὡς οἱ νεώτεροι ⁑ On Iliad 18.444: κούρην ἣν ἄρα οἱ ἀθετοῦνται στίχοι ιγ , ὅτι συνήγαγέ τις τὰ δια πολλῶν εἰρημενα ὡς ἔνα τόπον ὡς ἐκεῖνα ᾠχόμεθ' ἐς Θήβην ἱερὴν πόλιν δια δε τῶν ἑξῆς ἐπιδείκνυσιν ὅτι τε ὁ Πατροκλος τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη, δια μέντοι τούτων οὐδὲν ἀναγκαιον λέγεται καὶ ψεῦδος περιεχουσιν οὐ γὰρ ταῖς λιταῖς πεισθεῖς Ὀδυσσέως καὶ Αἴαντος ἐξέπεμψε τὸν Πάτροκλον ἀλλ' ὕστερον, ἑκουσίως ὁ Πάτροκλος κατελεήσας τὴν φθορὰν τῶν Ελλήνων ϊκέτευσε δοθῆναι αὐτῶ τοῦ Αχιλλέως τὰ όπλα ⁑ Interlinear scholia On Iliad 18.447@εείλεον: συνέκλειον Intermarginal scholia On Iliad 18.441: ἔν τισιν οὐ κεῖται ⁑ Interior scholia On Iliad 18.433: επι τὸ ευνήν βραχὺ διασταλτέον ⁑ Exterior scholia On Iliad 18.448: ἐλίσοντο Venetus A (Marciana 454 = 822), folio 248, recto Iliad 18.455-18.479 18.455 πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν: 18.456 ἔκταν' ἐνι προμάχοισι. καὶ Ἕκτορι κῦδος ἔδωκε: 18.457 τοὔνεκα νῦν τὰ σὰ γούναθ' ϊκάνομαι. αί κ' ἐθέλῃσθα 18.458 υἱεῖ ἐμ ὠκυμόρῳ δόμεν' ἀσπίδα καὶ τρυφάλειαν. 18.459 καὶ κᾱλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας. 18.460 καὶ θώρηχ'. ὃ γὰρ ἦν οἱ: ἀπώλεσε πιστὸς ἑταῖρος 18.461 Τρωσὶ δαμείς: ὁ δὲ κεῖται ἐπὶ χθονὶ, θυμὸν ἀχεύων: 18.462 τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις: 18.463 θάρσει: μή τοι ταῦτα μετα φρεσὶ σῇσι μελόντων: 18.464 αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην 18.465 νόσφιν ἀποκρύψαι. ὅτε μιν μόρος αἰνὸς ϊκάνοι: 18.466 ὥς οἱ τεύχεα καλὰ παρέσσεται. οἷά τις αῦτε 18.467 ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ΐδηται: 18.468 ὡς εἰπὼν, τὴν μὲν λίπεν αὐτοῦ. βῆ δ' ἐπι φύσᾱς 18.469 τὰς δ' ἐς πῦρ ἔτρεψε. κέλευσέ τε ἐργάζεσθαι: 18.470 φῦσαι δ' ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων. 18.471 παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι: 18.472 ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι: ἄλλοτε δ' αὖτε 18.473 ὅππως Ἥφαιστός τ' ἐθέλοι καὶ ἔργον ἄνοιτο: 18.474 χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε. 18.475 καὶ χρυσὸν τιμῆντα. καὶ ἄργυρον : αὐτὰρ ἔπειτα 18.476 θῆκεν ἐπ ἀκμοθέτῳ μέγαν ἄκμονα: γέντο δὲ χειρὶ 18.477 ῥαιστῆρα κρατερόν , ἑτέρηφι δὲ γέντο πυράγρην: 18.478 ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε, 18.479 πάντοσε δαιδάλλων: περὶ δ' ἄντυγα βάλλε φαεινὴν. Scholia to Iliad 18.455-18.479 Main scholia On Iliad 18.457: τούνεκα νῦν τα σὰ: μετρίως πάνυ ὡς χάριν αιτουμένη καὶ οὐκ οφειλομένην ἀπαιτοῦσα. On Iliad 18.458: υἱεῖ εμ' ωκυμόρω: οὐ διαλείπει τοῦτο προβαλλομενη ὡς καὶ πρὸς τὸν Δία τίμησόν μοι υἱὸν ὡς ὠκυμορώτατος ἄλλων ἔπλετο : τὸ δὲ ἐμ ωκυμόρῳ ἔξω τοῦ ϊ συνθέκτέλιπται γὰρ τῷ ῳ τὸ ϊ ⁑ On Iliad 18.460: καὶ θώρηχ' ὃ γὰρ ἣν οἱ̄. ὅτι καταλλήλως εἴρηκεν ὁ γὰρ ἦν αὐτῷ αντι τοῦ ὃν γὰρ εῖχεν καὶ ὅτι οἱ ηθετημένοι περισσοί ὑποστικτέον δὲ μετα τὸ οἱ : τὸ γὰρ ό ἀντι ὑποτακτικοῦ κεῖται τὸ ὃς : ὃς γὰρ ἦν αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ εταῖρος λείπει γὰρ τὸ τοιουτον τῆς ἀναφορὰς ἐπι τὸν θώρακα οὐκ επι τὸν Πατροκλον οὔσης ὡς ᾠήθησάν τινες ⁑ On Iliad 18.461: Τρωσὶ δαμείς. ὅτι εἰ προειρήκει ὅτι Πάτροκλος ἀνῄρηται οὐκ ἂν ἐκ δευτέρου ἔλεγεν καὶ ὅτι Τρωσὶν ἀντι τοῦ ὑπο Τρώων ⁑ On Iliad 18.464-18.466: αι γάρ μιν θανάτοιο⁚ διασταλτέον ἐπι τὸ ϊκάνοι τὸ γὰρ ὃς κυρίως κεῖται ἐπιφερόμενον ὁ δὲ λόγος εῖθε γὰρ αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι ὡς κάλλιστα ὅπλα ἕχει ⁑ On Iliad 18.467: ἀνθρώπων πολέων⁚ συμμέτρως τῇ ὑποσχέσει περι μὲν γὰρ τῆς ευεργεσίας Θετιδος τοσαυτα ἐξέτεινεν ἦλθεν ἢν αὐτὸς ἀποδίδωσι μετρίως τὸν λόγον ἐποιήσατο ⁑ On Iliad 18.471: παντοίην εὔπρηστον. δια τοῦ σ εὔπρηστον τινὲς δια τοῦ κ καὶ ἀκούουσι πρὸς πράξιν ευάρμοστον ⁑ On Iliad 18.477: πυράγρην⁚ τὸν χαλκευτικὸν καρκῖνον τὸν ὀξύλαβον παρα τὸ τὰ ἐκ πυρὸς ἀγρεύειν ὅ ἐστι λαμβάνειν ⁑ On Iliad 18.477: ῥαιστῆρα⁚ σφοῖραν σιδηρὰν παρα τὸ ῥαίζειν ὅ ἐστιν ἐνεργεῖν ⁑ On Iliad 18.478: ποίει δὲ πρώτιστα σάκος: δια τί μάχαιραν ὁ Ἥφαιστος οὐ κατασκευάζει⁚ ὅτι ἡ μάχαιρα παντὶ ἁρμόζει: τὸ γὰρ σκεῦος εὔκτητον τὸ δε δόρυ ὑπεξῄρηται δι' ετέραν αἰτίαν ⁑ Intermarginal scholia On Iliad 18.466: παρα Ζηνοδότῳ καὶ Ἀριστοφάνει παρέξομαι ⁑ On Iliad 18.470: ὅτι τὸ πᾶσαι παρελκει διὸ ἡ διπλη ⁑ On Iliad 18.472: ελλείπει τὸ μὴ σπεύδοντι ⁑ Interior scholia On Iliad 18.458: ἔξω τοῦ ϊ τὸ εμ ὠκυμορῳ συνεκτέθλιπται γὰρ τῷ ῳ τὸ ϊ ⁑ On Iliad 18.472: εἰς το παρεῖναι καὶ ἕτοιμοι εῖναι καὶ σπεύδοντι καὶ μή ⁑ On Iliad 18.477: παρα Ζηνοδότῳ κρατερόν διὰ τοῦ ο ⁑ Venetus A (Marciana 454 = 822), folio 248, verso Iliad 18.480-18.504 18.480 τρίπλακα: μαρμαρέην. ἐκ δ' ἀργύρεον τελαμῶνα: 18.481 πέντε δ' ἂρ αὐτοῦ ἔσαν σάκεος πτύχες: αὐτὰρ ἐν αυτῷ 18.482 ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν: 18.483 ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανὸν. ἒν δὲ θάλασσαν: 18.484 ἠέλιόν τ' ἀκάμαντα: σελήνην τε πλήθουσαν: 18.485 ὲν δὲ τὰ τείρεα πάντα. τά τ' οὐρανὸς ἐστεφάνωται: 18.486 Πληϊάδας θ'. Ὑάδας τε. τό τε σθένος Ὠρίωνος : 18.487 Άρκτόν θ'. ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν: 18.488 ἥ τ' αὐτοῦ στρέφεται: καί τ' Ὠρίωνα δοκεύει: 18.489 οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο : 18.490 ὲν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων 18.491 καλὰς. ἐν τῇ μέν ῥα γάμοι τ' έσαν, εἰλαπίναι τε: 18.492 νύμφας δ' ἐκ θαλάμων. δαΐδων ὑπὸ λαμπομενάων. 18.493 ηγίνεον ἀνὰ ἄστυ, πολὺς δ' ὑμέναιος ὀρώρει: 18.494 κοῦροι δ' ὀρχηστῆρες ἐδίνεον. ὲν δ' ἄρα τοῖσιν 18.495 αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον: αἱ δὲ γυναῖκες 18.496 ἱ̈στάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη: 18.497 λαοὶ δ' εἰν ἀγορῇ ἔσαν ἀθρόοι: ἔνθα δὲ νεῖκος 18.498 ὠρώρει: δύο δ' ἄνδρες. ἐνείκεον εἵνεκα ποινῆς 18.499 ἀνδρὸς ἀποφθιμένου. ὁ μὲν εὔχετο πάντ' ἀποδοῦναι 18.500 δήμῳ πιφραύσκων . ὁ δ' ἀναίνετο μηδὲν ἑλέσθαι: 18.501 ἄμφω δ' ϊέσθην. ἐπὶ, ΐστορι πεῖραρ ἑλέσθαι: 18.502 λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί: 18.503 κήρυκες δ' ἄρα λαὸν ἐρήτυον: οἱ δε γέροντες: 18.504 εἵατ' ἐπι ξεστοῖσι λίθοις. ἱ̈ερῷ ἐνὶ κύκλῳ: Scholia to Iliad 18.480-18.504 Main scholia On Iliad 18.483: ‡ ἒν μὲν γαῖαν⁚ ὅτι Ζηνόδοτος ἠθέτηκεν ἀπο τούτου τοῦ στίχου τὰ λοιπα ἀρκεσθεὶς τῃ κεφαλαιώδει προεκθέσει: Ὅμηρος δὲ οὐκ ὰν προ ετραγώδησεν τὰ κατὰ τὰς φύσας εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι ⁑ On Iliad 18.484: σελήνην τε πλήθουσαν⁚ τὴν οἶον πεπληρωμενην καὶ ἐγκύμονα τοῦ ηλιακοῦ φωτὸς λέγει δὲ τῆν παρά σεληνον : εἴρηται δὲ σελήνη οἶον εἰ σελας νέον. ⁑ On Iliad 18.486: Πληϊάδας θ'⁚ ἑπτὰ ἀστέρες κείμενοι ἐπι τῇ ουρᾶ τοῦ Τάρου μᾶλλον δὲ ἐπι τοῦ χοτομήματος αὐτοῦ. ὁ γὰρ Τᾶυρος σῶος οὐκ ανηστέρισται ἀλλ' ἕως τῶν ἰσχίων αὗται δε εἰσιν Ἄτλαντος καὶ Πληϊόνης θυγατέρες ὧν τὰ ονόματα: Μαία : Ταυγετη : Κελαινώ : Μηρώπη Ηλέκτρα Στεροπή : Ἀλκυόνη : Ἄτλας δὲ εἷς τῶν Γιγάντων μιγεῖς Πληϊόνη : τῆ Ωκεανου ἔσχεν θυγατέρας ζ : αἳ τὴν παρθενειαν ἀγαπήσασαι συνεκυνήγουν τῇ Ἀρτέμιδι θεασάμενος δε Ωρίων ἠράσθη καὶ ἐδίωκε μιγῆναι βουλόμενος: αἱ δὲ περικατάληπτοι γενόμεναι θεοῖς ηύξαντο μεταβαλεῖν φυσιν: Ζεὺς δὲ ἐλεησας αὐτας καὶ δια τῶν ἄρκτων κατηστέρισεν : ὠνομάσθησαν δὲ Πληϊάδες Πληϊονης τῆς μητρός αὐτῶν: φασὶ δὲ Ἡλέκτραν βουλόμενην τὴν Ἰλιου πόρθησιν θεάσασθαι δια τὸ κτίσμα τῶν ἀπογόνων καταλιπεῖν τὸν τόπων οὗ κατηστέριστο. δι ὅπερ οὔσας πρότερον ἑπτὰ γενεσθαι ἓξ ἡ ϊστορία παρα τοῖς Κυκλικοῖς ⁑ On Iliad 18.486: Ὑάδας τε⁚ οἱ επι τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ ἀστέρες κείμενοι: καλοῦνται δὲ Ὑάδες ἥτοι δια τὴν προς τὸ Υ στοιχεῖον ὁμοιότητα ἢ ἐπειδὴ αἴτιοι όμβρων καὶ ὑετῶν καθ ἵστανται ⁑ On Iliad 18.486: Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι νύμφαις τρέφειν έδωκεν. Ἀμβροσία Κορωνίδῃ Εὐδωρῃ Διώνῃ Αἰσύλῃ Πολυξοῖ αὕται θρέψασαι τὸν Διόνυσον περίεσαν συν αυτῷ τὴν ευρεθεῖσα ἄμπελον ὑπο τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι: Λυκοῦργος δὲ μέχρι τῆς θαλασσης συνεδίωξε τὸν Διόνυσον ἐκεινας δὲ ὁ Ζεὺς ἐλεήσας κατηστέρισεν: ἡ ἱστορία παρα Φερεκύδει ⁑ On Iliad 18.486: Πηληϊάδας θ' Υάδας τε⁚ τὰς μὲν κατηστερισμένας ἐν τῶ μετώπου τοῦ Ταύρου Ὑάδας φασὶν εἰρῆσθαι τοῦ δὲ ἐπι τῆς ἡμιτόμου πλευρᾶς Πληϊάδας καλεῖσθαι: Ἄτλαντα γὰρ τὸν Ἱαπετοῦ : καὶ Αἰθερας τῆς Ὠκεανου καθὰ φησὶ θυγατέρες δώδεκα καὶ υἱὸς Υἱας : τοῦτον ἐν Λιβύη κυνηγοῦντα ὄφις κτεινει: καὶ αἱ μεν πέντε τὸν αδελφὸν θρηνουσαι ἀπόλλυνται⁚ τὰς δὲ λοιπας δι οικτον καταστερίσας Ζεὺς , Ὑάδας ἐπωνόμασας ἐπῳνυμία τοῦ ἀδελφοῦ : αἱ δὲ πλείους ζ βραδέως μὲν πλὴν ἀποθανοῦσαι Πληϊάδας εἴρηνται: Φερεκύδης δὲ καθὰ προείρηται τὰς Ὑάδας . Δωδωνίδας νύμφας φησὶν εἶναι καὶ Διονύσου τροφοὺς ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰ̈νοὶ δια τὸν Ήρας φόβον: καθ ὸν καιρὸν αὐτὰς καὶ Λυκοῦργος ἐδίωξεν τῶν δε Πληϊάδων οὐσῶν ἑπτὰ πάνυ ἀμαυρὸς ἕβδομος ἀστήρ ἐστιν ὡς μὲν Ἄρατος ἐν τῷ προς θεόπροπον ἐπικηδιῶ φησὶν Τρῴας πορθουμενης τὴν Δαρδάνου μητέρα Ἢλέκτραν μίαν ουσαν τῶν Πλειάδων φυγεῖν τε τὴν τῶν ἀδελφῶν σύνοδον καὶ τὰς κομας λύσασαν ἐνίοτε κομητην ἀστέρα φαίνεσθαι φησὶ δὲ καὶ Ἑλλανικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντικῶν : τὰς μὲν ἓξ θεοῖς συνελθεῖν Ταυγέτην , Διΐ ὧν γενέσθαι Λακεδαίμονα : Μαῖαν Διΐ ἀφ ῶν Ἑρμῆς . Ἡλέκτραν Διῒ ὧν Δάρδανος : Ἀλκυόνην Ποσειδων Κελαινω Ποσειδῶνι ὧν Λύκων Στεροπὴν Ἄρει ὂν Οἰνόμαον Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι ὦν Γλαύκον διὸ καὶ αμαυρον εῖναι Ὑάδες δε εΐρηνται ἤτοι παρὰ τὸ σχῆμα τῆς τῶν ἀστερων θέσεως τῷ γὰρ Υ στοιχείω παραπλήσιόν ἐστιν. ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσων ὕει ὁ Ζεύς : αἱ δὲ Πλειάδες ἤτοι ἀπο τῆς μητρὸς αὐτῶν Πληϊόνης : ἢ ὅτι πλείους ὁμοῦ κατα μίαν συναγωγὴν ἐισὶ βότρυν γὰρ αὐτας λεγοῦσιν ἢ ὅτι μὲν πλείους καὶ ἑπτὰ δοκουσιν ἐπι δὲ τῆς ἀληθείας ἐλάττους εἰσιν ἢ Πλησιάδας πλησίον γὰρ κεῖνται. ἢ ὅτι πλείους δι αὐτας αἱ τῶν ωρῶν ἐπισημασίαι ἢ ὅτι πλειωνος ὅ ἐστιν ὲνιαυτου σημαντικαὶ χειμῶνα γὰρ καὶ θέρος διορίζουσι καθὸ ἐπιφέρονται καὶ δια μόνων αὐτῶν σημειοῦνται τὰς ἑωας ἐπιτολὰς πρὸς θέρος καὶ τὰς ἐσπερίους πρὸς ἄροτρον ὡς Ἡσίοδος Πληϊάδων Ἄτληγενέων ἐπιτελλομενάων. ἄρχεσθ' ἀμήτοιο: ἀρότροιο δὲ δυσομενάων. τὰς δὲ Ἄτλαντας ἀτυχιας: κλαιούσας αὐτὰς καταστερισθῆναι φησιν ὁ Αἰσχυλος : Πλειαδων δὲ ἀνατολην ἑώαν ηλιου ὄντος ἐν διδύμοις. δύσις δὲ ἑώα κατὰ τὸν διάμετρον ἡλιου ὄντος Σκορπιῳ : Ταύρου δὲ ὄντος ἡλιῳ κατὰ τὸ εἰκός ἑκατέρωθι ἐπίφασις γίνεται: καὶ γὰρ τὸν προ ανατελλοντα κριον ἐπι πέντε ἡμέρας προκαταλάμπει καταρχας ἐγγὺς ὧν αὐτοῦ καὶ τοὺς προ ἀνατέλλοντας διδύμους ἐπ άλλας ἡμερας πέντε ὥσπερ τὸ ἔν τινι καιόμενον πῦρ θερμης ἀπόρροιαν ἔχει βραχεῖαν καὶ πρὸς τοὺς ἑκατέρωθεν. δια τοῦτο καὶ Ησίοδος ἔφη: αἱ δή τοι νύκτας τε καὶ ἥματα τεσσαράκοντα κεκρύφαται . δι ὅτι καταγάζονται ⁑ On Iliad 18.486: τό τε σθενος Ὠρίωνος : περιφραστικῶς τὸν Ωρίωνα , ὁ δε Ωρίων ἐστιν ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕτως Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης μιᾶς τῶν Ἄτλαντος θυγατέρων ῴκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτιας φιλοξενώτατος δὲ γενώμενος ὑπεδέξατο ποτὲ καὶ θεούς. Ζεὺς γὰρ καὶ Ποσειδῶν καὶ Ἑρμης ἐπιξενωθεντες αὐτῷ καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι παρῄνεσαν αἰτεῖν ὅτι ἂν βούλοιτο: ὁ δὲ ἄτεκνος ὢν ἠτήσατο παῖδα: λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αυτὴν καὶ ἐκέλευσαν κρῦψαι καταγῆν καὶ μετα δέκα μήνας ἀνελέσθαι. ὧν διελθόντων ἐγένετο ὁ ουρίων οὕτως ὀνομασθεὶς δια τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς ἔπειτα κατ ευφημισμὸν Ὠρίων συγκονηγετών δὲ οὗτος Ἀρτέμιδι ἐπεχείρισεν αὐτὴν βιασασθαι: ὀργισθεὶσα δὲ ἡ θεὸς ἄνεδωκεν ἐκ τῆς γῆς σκορπιον. ὃς αὐτὸν πλήξας κατὰ τὸν αστράγαλον ἀπεκτεινε. Ζεὺς δὲ συμπαθησας κατηστέρισεν αὐτὸν διὸ τοῦ Σκορπιου ἀνατέλλοντος Ὠρίων δύνει ἡ ϊστορία παρὰ Εὐφορίωνι ⁑ On Iliad 18.487: Ἀρκτον θ' ἢν καὶ Ἁμαξαν εἰς ἰδιότητα Ἄμαξαν ἐψίλωσαν οἱ πρὸ ημῶν επεὶ ἡ συναλιφὴ οὕτως εὑρέθη τιλλέσθην ἐπ αμαξαι καὶ αἱ δ' ὑπ αμάξησιν ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα: Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν ΐσως δια τὸν σχηματισμὸν καὶ δια τὸ φιληδεῖν τῇ δασείᾳ ἔνθεν παρ αυτοῖς καὶ ἡ συναλιφη δια δασέος καθημαξευμένα ⁑ On Iliad 18.487: ἄρκτοι δύο δείκνυνται ἐν τῷ βορείῳ κλίματι αὕτη τε ἡ μεγάλη ἡ καλουμένη καὶ Ἁμαξα δια τὸ εἰς ἁμαξης τύπον κατηστερίσθαι: καὶ ἡ ἐγγὺς ἐκείνης ἡ μικρὰ ἡ Κυνόσουρα καλουμένη δια τὸ ὡς κυνὸς ἔχειν ἀνακεκλασμενην τὴν ουρὰν ἧς Ὅμηρος μέμνηται ὡς ὕστερον εὑρεθείσης ὑπο Θαλοὺς τοῦ Μιλησιου ἑνὸς τῶν ἑπτὰ σοφῶν: On Iliad 18.488: Ζεὺς , Καλλιστους τῆς Λυκαονος ερασθεὶς ἐμίσγετο αὐτῇ λανθάνων Ἥραν . ἐπιγνοῦσα δὲ ἡ θεὸς μετέβαλεν αὐτὴν εἰς ἄρκτον. καὶ ὡς θηρίον Ἀρτέμιδι προσέταξε τοξεῦσαι: Ζεὺς δὲ εἰς οὐρανόν αὐτὴν ἀναγαγὼν πρώτην κατηστέρισεν: ἡ ϊστορία παρὰ Καλλιμαχῳ ⁑ On Iliad 18.489: ἥ τ' αὐτοῦ στρεφετ στρέφεται ⁚ ἥτις περι τὸν ἀρκτικὸν καὶ ἀεὶ φανερὸν καλουμενον κύκλον ήτοι πώλον στρέφεται καὶ ἐπιτηρεῖ τὸν Ωρίωνα νεύουσα εἰς αυτὸν ὡς κυνηγέτην: βλέπει γὰρ ἡ μεγάλη ἄρκτος προς τὸ τοῦ Ωρίωνος ἄστρον: πολοι δὲ καλοῦνται τὰ άκρα τοῦ αξωνος περι ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος ⁑ On Iliad 18.490: οἴη δ' ἄμμορός ἐστι , ἀντι τοῦ μόνη οὐ δύνει εἰς τὸν Ωκεανόν . αἱ γὰρ άρκτοι οὐ δύνουσιν οὖσαι ἐν τῷ ἀεὶ φανερῷ αἵ εισιν ἀμφότεραι τοῦ ἁπαντων καλουμένου πόλου ἀρκτικαί: μόνη οὖν δῆλον ὅτι τῶν κατηστερισμένων ἄμοιρος ἐστι τῶν Ωκεανου ρείθρων. καὶ οὐ καταδύεται ἐπεί τοι καὶ ἄλλα τινα. ἀειφανῆ ὅσα ὁ αρκτικός ἀποτέμνεται κυκλος. ἔστι δὲ ἥ τε Κυνόσουρα καλουμένη ἡ ἄρκτος καὶ ὁ δι αμφοτερων τῶν ἄρκτων δράκων καὶ ἡ χεὶρ τοῦ Βοώτου : μέχρη τὲ τοῦ Κιφεως τὰ ἀπο ϊξύως ἕως ποδῶν ⁑ On Iliad 18.490: ἐν δε δύω ποίησε πόλεις : τινὲς δὲ εἰσιν αἱ δύο πόλεις: Ἀγαλλιας ὁ Κερκυραιος . Ἀριστοφάνει γνώριμος εῖπεν τὰς δύο πόλεις , εῖναι Ἀθηνας καὶ Ἐλευσῖνα κατασκευάζων οὕτως : τὴν μὲν προτέραν ἐπει κατὰ γένεσιν τοῦ κόσμου πρώτη πόλις αἱ Αθηναι κατὰ δε τὴν φυσιν τῶν στοιχιων ὁ θεὸς τὴν πόλιν τειχοποιεῖ ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους ἐν Αθήναις ταυτα γὰρ πρωτον ἤχθη. αὐλούς τε ἐν τοῖς γάμοις, εὗρεν Ἀθηνᾶ δίκην τε ἐν τῆ πόλει . παρα γὰρ Ἀθηναίοις πρώτον ἐγένετο δικαστηριον ἐπι Αλιρροθίω τὸ Ποσειδῶνος : οἱ δὲ δικασταὶ Ἀθήνῃσι μισθὸν λαμβάνουσι καὶ δια τοῦτο λέγει κεῖσθαι ἐν μέσῳ χρυσοῦ δύο τάλαντα: τὴν δὲ ἑτέραν πόλιν οῦσαν τὴν Ἐλευσινα πτόλεμον δὲ ἔσχον Ἀθηναῖοι πρὸς Ἐλευσῖνας ὃν αὐτοῖς ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος βοηθοί τε αὐτῆς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ . ὁ μὲν γὰρ χάρεις ἀποδιδοὺς ὅτι ἀπελύθη κριθεὶς ἐν Αρείῳ πάγῳ: ἡ δὲ ὅτι τῆς πόλεως ὡς οικειας ἐκήδετο καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος εὑρία τριπολος ἐπεί περ Ἐλευσῖνι πρῶτον καρποὺς δη μήτηρ ἔδωκεν. ἡ δὲ σταφυλῇσι μέγα βρίθουσαν ἁλῳην ἐπι Ϊκὰριῳ καὶ Διονύσῳ πορεία: ὁ δὲ ποικιλλόμενος χωρὸς Ἀριάδνης καὶ Θησέως ἕχει πραξεις ἰ̈διος δὲ καὶ ὁ τεχνίτης τῶν Αθηνῶν Ἥφαιστος . Ἐριχθωνιῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασιλεύοντι τῶν Ἀθηνῶν τὴν τοι αύτων κατασκευὴν παρεισήγαγε τὸν Άρειον παγον ἑρμηνεύει τὸν ϊερὸν κύκλον οἱ δὲ δικασταὶ Ἀθηνων : δια ποίαν δὲ αετιαν μονος ὁ Ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλησιᾳ τῶν θεῶν: ῥητεον δὲ ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα: φησὶ γὰρ Ὠκεανὸς ᾧ πάσα περίρρυτος ἐνδέδεται χθών ⁑ On Iliad 18.493: πολὺς δ' ὑμέναιος, ἐξῆπτο διεγήγερτο πλείστη γαμήλιος ὠδή. τὸν δὲ ὑμεναιον ετυμολογοῦσιν οἱ μεν ἀπο του μαίειν ὁμοῦ τον νυμφιον καὶ τὴν νύμφιον : ἄλλοι δὲ φυσικῶς ἐπεὶ ὑμείν ἐστιν ὁ ρηγνύμενος ἐν τη τον παρθένων δια κορήσει. οἱ δὲ ὅτι Ὑμέναιός τις Ἀργεῖος παραπλεών τας Ἀθηνας κατέλαβεν Ἀττικὰς παρθένους ἀσπαζομένας ὑπο Πελασγῶν τινων αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο του μὴ βιασθῆναι: ἀποδιώξας τοὺς Πελασγούς . δια τοῦτο οὖν αἱ νομίμως γαμούμεναι ὥς ἐπι καλούμεναι αὐτον ὕμνον τινα ἔλεγον εἰς αὐτον ὃν ἐκάλουν ὑμέναιον. ⁑ On Iliad 18.497: ἐνθάδε νεῖκος ὀρώρει ἐφιλονείκουν ἠμφισβήτουν δικαστηριον γὰρ εἰσάγει δύο τινῶν ἀνδρῶν ὁ μὲν εἰσκαλούμενος ἐδώκει λύτρα ἀποδεδωκέναι ὑπερ τοῦ πεφονευμένου ἐπιτίμια: ὁ δὲ ἐγκαλῶν ἔλεγε μηδὲν εἰληφέναι δύο δὲ τάλαντα χρυσίου κατέθεντο, ὥστε τὸν ἀποδείξαντα τὸ ἀληθσὲ λαβεῖν ἀμφότερα ποινῆς οὗν λέγει τῆς καλουμένης παρα τοῖς Ἀττικοῖς ὑποφονιων ἃ ἐδίδωσαν τοῖς οικείοις τῶν ἀνηρημένων οἱ ἀνελόντες : λέγεται δὲ καὶ κοινῶς πᾶσα ἀντέκτισις ποινη ⁑ On Iliad 18.501: ἐπι ΐστορι⁚ μάρτυρι ἠ κριτῇ ἀπο τοῦ είδω εἴσω ἵστωρ ἐλλείψαντος τοῦ ε ἐπεὶ τῷ ϊ τὸ στ ἐπεφέρετο ὡς ἐν τῷ ἱστῷ ἱστίον ἵστημι ὅθεν καὶ δασύνεται ἐπεὶ τὸ ϊ προ τοῦ στ μόνου δασύνεται πρόσκειται τὸ στ μόνου ἐπεὶ τὸ Ἴ̈στρος ψιλοῦται ⁑ Interlinear scholia On Iliad 18.489@ἄμμορός: ἀμέτοχος On Iliad 18.498@ποινῆς: τῶν ὑποφωνίων On Iliad 18.501@ἑλέσθαι: παρα Ζηνοδότῳ αρεσθαι On Iliad 18.502@ἐπήπυον: τὸ ναὶ και τὸ οὐ Intermarginal scholia On Iliad 18.481: ἒν ἐστι τὸ αὐτοῦ On Iliad 18.485: ὡς τείχεα τείρεα ⁑ On Iliad 18.492: Ζηνόδοτος ἐς θαλαμους καὶ ἔστιν οὑκ απίθανος ἡ γραφη ⁑ On Iliad 18.495: ὅτι ἔνθα δὲ μονον καὶ ἐν τῆ μέμνηται αὐλῶν ⁑ On Iliad 18.499: βραχὺ διασταλτέον ἐπι τὸ αποδοῦναι ἐν γαρ τῷ δήμῳ ἐλεγεν πάντα ἀποδεδοκέναι οὐ τῷ δημῳ παραδεδωκέναι ⁑ On Iliad 18.502: παρα Ζηνοδότῳ και Ἀριστοφάνει ἀμφοτέρωθεν ἡ Μασσαλιωτικη ἀμφοτέρωθεν ἐπίπνυον αμφις αρωγοι ⁑ Interior scholia On Iliad 18.485: Ζηνόδοτος οὐρανὸν ἐστηρικται Ἀρίσταρχος ουρανὸν εστεφάνωκε ⁑ On Iliad 18.489: ὡς προς τὰ προειρημένα ἄστρα ἐπεὶ καὶ αλλα εστι μη δύνοντα ⁑ On Iliad 18.492: ὅτι ἡ ὑπό ἀντὶ τῆς μετά μετὰ δαϊδων Ἀρχίλοχος ᾀδων ὑπ αυλητηρος καὶ προς το ἀρχαῖον ἐθος, ὅτι οἱ νυμφίοι τὰς νύμφας μετὰ δαΐδων παρελαμβάνοντο ⁑ On Iliad 18.501: τὸ τελος τῆς δίκης οἱ δικασταὶ ετίθεντο ωστε τὸν παρέχοντα μαρτυρίαν νικᾶν ⁑ On Iliad 18.496: ὅτι ἐθεοντο οὐκ ἐξεπλήττοντο ⁑ On Iliad 18.499: παρα Ζηνοδότῳ αποκταμενου καὶ ἐν ταῖς πλείσταις καὶ ἔστιν οὐκ απιθανος ἡ γραφή ⁑ On Iliad 18.500-18.502: ὅτι οἱ περιεστῶτες εκατέρωθεν πρὸς ἐφθέγγοντο καὶ ὅτι τοῦτ έστι τῷ δήμῳ πιφράσκων φανερὸν ποιῶν τῷ όχλῳ⁑ Exterior scholia On Iliad 18.490: πολις διὰ τοῦ ιει πάντα βο Venetus A (Marciana 454 = 822), folio 249, recto Iliad 18.505-18.529 18.505 σκῆπτρα δὲ κηρύκων ἐν χὲρσ' ἔχον ἠεροφώνων: 18.506 τοῖσιν ἔπειτ' ἤϊσσον: ἀμοιβηδὶς δὲ δίκαζον: 18.507 κεῖτο δ' ὰρ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα. 18.508 τῷ δόμεν. ὃς μετα τοῖσι δίκην ἰ̈θύντατα εἴποι: 18.509 τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν 18.510 τεύχεσι λαμπόμενοι: δίχα δέ σφισιν, ἥνδανε βουλὴ. 18.511 ἠὲ διαπραθέειν, ἢ ἄνδιχα πάντα δάσασθαι: 18.512 κτῆσιν. ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔέργεν: 18.513 οἳ δ' οὔ πω πείθοντο: λόχῳ δ' ὑπεθωρήσσοντο: 18.514 τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα 18.515 ῥύατ' ἐφεσταότες. μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας: 18.516 οἳ δ' ἴ̈σαν. ἦρχε δ' ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη . 18.517 ἄμφω χρυσείω: χρυ̋σεια δὲ εἵματα έσθην: 18.518 καλὼ καὶ μεγάλω. σὺν τεύχεσιν. ὥς τε θεώ περ. 18.519 ἀμφὶς ἀριζήλω: λαοὶ δ' ὑπ' ολίζονες ἦσαν: 18.520 οἱ δ' ὅτε δή ῥ' ΐκανον ὅθί σφισιν εῖκε λοχῆσαι. 18.521 ἐν ποταμῷ. ὅθι τ' ᾱρδμὸς ἔην πάντεσσι βοτοῖσιν. 18.522 ἔνθ' ἄρα τοί γ' ΐζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ: 18.523 τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν. 18.524 δέγμενοι. ὁππότε μῆλα ἰ̈δοίατο καὶ ἔλικας βοῦς: 18.525 οἱ δὲ τάχα προγένοντο. δύω δ' ἅμ' ἕποντο νομῆες 18.526 τερπόμενοι σύριγξι: δόλον δ' οὔ τι προνόησαν: 18.527 οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον: ὦκα δ' ἔπειτα 18.528 τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας. καὶ πώεα κᾱλὰ 18.529 ἀργεννῶν, ὀΐων: κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας: Scholia to Iliad 18.505-18.529 Main scholia On Iliad 18.506: ‡ τοῖσιν ἔπειτ' ἤϊσσον ὅτι καὶ οἱ δημηγοροῦντες καὶ οἳ δικάζοντες σκῆπτρα ἐλάμβανον καὶ ἐν : στῆ δὲ μέσῃ ἀγορῇ σκῆπτρον δέοι ἔμβαλε χειρί ⁑ On Iliad 18.506: ἔπειτ' ἤϊσσον⁚ ἤτοι ἐξώρμων συν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλο τόπῳ: ἠ ἀριστάμενοι ἔφερον τὴν ψῆφον ⁑ On Iliad 18.506: αμοιβηδις δε δίκαζον ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ ἐκαθέζοντο παρα μέρος τὸ ἓν πράγμα δικάζοντες καὶ ἕκαστος τὸ καθ εαυτὸν ἐν μέρει ἀπεφαίνετο: τὸ δὲ αμοιβηδις , κατ οξεῖαν τάσιν: εἴρηται δὲ περὶ τῶν εἰς δίς ληγόντων ῥηματων ⁑ On Iliad 18.507: κεῖτο δ ὰρ ἐν μέσοισι ἤτοι τοσοῦτον δικαστικὸν ὑπιχνοῦντο . ἀλλ επεὶ ἀπίθανόν ἐστιν ἄμεινον κατα τῶν κρινομενων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο τάλαντα, ἐπιδοῦναι τῷ τα ἰθῦντα εἰπόντι ⁑ On Iliad 18.509: τὴν δ' ετερην πόλιν ⁚ ἐν στράτευμα νοητεον εἰς δύο διῃρημενον πολιορκία γαρ ἢν καὶ οὐ παιδία ἡ μάχη. ἡ δύο στρατοὺς τὸν ἐν τῇ πόλει καὶ τὸν ἐπελθόντα φησιν ⁑ On Iliad 18.510: δίχα δέ σφιν ἵνδανε βουλῇ: σημειοῦνται ὅτι οἱ ἐπιστρατεύσαντες πόλει τινι καὶ μετα σπονδῶν ἁπαλλασσόμενοι: ἐλάμβανον παρα τῶν πολεμουμένων τὸ ἤμισυ τῶν εν τη πόλει κτηουματων ⁑ On Iliad 18.512: κτῆσιν όσην⁚ πρὸς τὸ ἀρχαιον ἔθος ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους ἐπιμεριζόμενοι τὰ κτήματα ⁑ On Iliad 18.514-18.515: τεῖχος μέν ρ' ἄλοχοι τε φίλαι καὶ νήπια τέκνα ῥύατ' ἐφεσταῶτος : Παρμενισκος τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες ἐπεὶ σολοικοφανὲς φησὶ τέκνα ἐφεσταότες καὶ ἄλοχοι: εἰ δὲ εν τοῖς τέκνοις εἰσὶ καὶ ἄρρενες τί κωλύει πρὸς τὸ σημαινόμενον αυτὸν ἀπηντηκέναι, ὡς καὶ ἐπ άλλων μυρίων. νεφέλη δέ μιν ἀμφιβέβηκε τὸ μὲν οὔ ποτ' ἐρώει νωμῆσε βῶν τό μοι ἐστὶν οὕτως καὶ ἐνθαδε εσταότες παιδες ⁑ On Iliad 18.514-18.515: τὸ εφεσταότες προς τὸ ἀνέρες καὶ δύναται παραπλησιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι ἔνθα μὲν εἰς Αχέροντα Πυρὶφλεγέθον τε ῥέουσι Κωκυτός θ η δέ κ' Ἄρης ἄρχωσι μάχης : διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ . ῆ εκεῖνο μὲν τοῖς κατ αριθμὸν σχήμασιν ὑποπίπτει ⁑ On Iliad 18.514-18.515: τοῦτο δὲ τοῖς παρα γενος ὑπερβατῷ: δὲ ἀμφότεροι λύεται ⁑ On Iliad 18.519: αμφὶς αριζήλω λαοὶ δ' ὑπ ολίζονες ἦσαν: προπαροξυτονητεον πρόδηλον κακ τοῦ παρακειμένου οὐδετέρου οὐδεν όλιζον ἑξομαι εἴγε ὁμοτονεῖ τοῖς ουδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τελος κατὰ τὴν ἡμετέραν διάλεκτον ενὸς ἀντικειμένου τοῦ εν δια τὸ μὴ δύνασθαι περισπωμένην ἐπι βραχείας εῖναι τὰ δὲ παραδείγματα ἄφθονα ἐπι πάσης καταλήξεως εχούσης παρασχηματισμὸν οὐδετέρου μέλας μέλαν τάλας τάλαν πᾶς πᾶν ευμήκης ευμῆκες ταχύς ταχυ : φίλος φίλον . σώφρων σώφρον ὅθεν εἰ οὕτως ἀνεγνωμεν οὐδὲν ολιζον ἕξομεν καὶ τὸ ολίζων βαρύνειν ὀφείλομεν καὶ γὰρ οὐδεποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμός τοῖς μέντοι βαρυνομένοις σῶφρον τλῆμον εἰ δε παράκειται τὸ ὀλίζον δηλονότι καὶ τὸ ἀρσενικὸν βαρύνεται: ἐσχημάτισται δὲ συγκριτικῶς κατα πάθος παρα γὰρ τὸ ολιγώτερος κατὰ δευτερον τύπον τὸ ὀλιγίων μὴ ειρημενον συγκριτικῶς ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος ἐξέπϊπτε τρίτος τύπος ὁ δια δύο σσ ὀλίσσων τὰ δε δύο σσ μετέπεσεν εἰς τὸ καὶ ἀπετελέσθη τὸ ὀλίζον οὕτως οὖν ἐσσχηματίσαμεν καὶ τὸ μεῖζον λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων ⁑ On Iliad 18.521: αρδμος⁚ εκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός : ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α τὸν νοῦν ἵν' ἄρδω καὶ λέγω τί δεξιὸν : οὐχ ὅσα μέντοι ἐν ρήμασιν ἔκτασιν ἔχει καὶ ἐν ονόμασιν παρα γὰρ τὸ άσσω καὶ κατάσσω καὶ μέλλοντα τὸν άξω και προστακτικὸν τὸ ἄξον δη ἔγχος Διομήδεος ἡ ἀξίνη συστέλλει τὸ α , παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι εκτείνομεν ὄνομα Ἀρήν : πισσοκονίας ἀρὴν Κρατῖνος ⁑ On Iliad 18.526: τερπόμενοι σύριγξι ἤτοι ἐπεὶ ἀνύποπτον ῆν τὸ εν τῷ πολέμῳ λοχὰν ἠ καὶ δια τὴν τερψιν τῶν συρίγγων ⁑ Interlinear scholia On Iliad 18.512@ἔέργεν: ει On Iliad 18.520@εῖκε: ἐνεχώρει On Iliad 18.521@ᾱρδμὸς: ποτισμός On Iliad 18.521@βοτοῖσιν: βοσκήμασι Intermarginal scholia On Iliad 18.505: ὧν ἡ φωνη μέχρι τοῦ ἐμφανοῦς ἱκνειται ὃ ἐν ἄλλῳ φωνη δέ οἱ αιθερ ΐκανε ⁑ On Iliad 18.506: Αρισταρχος ἀμοιβηδὸν ὡς κλαγγηδὸν , κατὰ τάξιν τῆς ηλικίας: αἱ Ἀριστάρχου ⁑ On Iliad 18.528: παρα Ζηνοδότῳ πῶυι μεγ οιων ⁑ Interior scholia On Iliad 18.506: κατέσειον ἐπι τὸ σιωπῆσαι⁚ ⁑ On Iliad 18.513: οἱ ἔνδον On Iliad 18.515: κατὰ κοινοῦ τὸ ρύατο ⁑ On Iliad 18.519: ὅτι άπαξ κέχρηται τῇ λέξει καὶ σημαίνει ολίγοι ⁑ On Iliad 18.526: Ἀριστοφάνης δυικῶς τερπομένω ⁚ Venetus A (Marciana 454 = 822), folio 249, verso Iliad 18.530-18.554 18.530 οἱ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν. 18.531 εἰράων προπάροιθε καθήμενοι: αὐτίκ' ἐφ ἵππων 18.532 βάντες ἀερσιπόδων. μετεκίαθον: αῖψα δ' ΐκοντο: 18.533 στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας: 18.534 βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν: 18.535 ὲν δ' Ἔρις ὲν δὲ Κυδοιμὸς ὁμίλεον: ὲν δ' ὀλοὴ Κὴρ . 18.536 ἄλλον ζωὸν ἔχουσα, νεούτατον: ἄλλον ἄουτον: 18.537 ἄλλον τεθνειῶτα . κατα μόθον ἕλκε ποδοιϊν: 18.538 εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν: 18.539 ὡμίλευν δ' ὥς τε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο: 18.540 νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνειῶτας : 18.541 ὲν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν. 18.542 εὐρεῖαν. τρίπολον: πολλοὶ δ' ἀροτῆρες ἐν αυτῇ 18.543 ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα: 18.544 οἱ δ' ὁπότε στρέψαντες ϊκοίατο τέλσον ἀρούρης. 18.545 τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου 18.546 δόσκεν ἀνὴρ ἐπιὼν. τοὶ δὲ στρέψασκον ἀν όγμους. 18.547 ἱ̈έμενοι νειοῖο βαθείης τέλσον ἱ̈κέσθαι: 18.548 ἡ δὲ μελαίνετ' όπισθεν. ἀρηρεμένῃ δὲ ἐῴκει 18.549 χρυσείη περ ἐοῦσα. τὸ δὴ περὶ θαῦμα τέτυκτο: 18.550 ὲν δ' ἐτίθει τέμενος, βασιλήϊον: ἔνθα δ' ἔριθοι 18.551 ἥμων. ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες: 18.552 δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα πίπτον ἔραζε. 18.553 ἄλλα δ' ἀμαλλοδετῆρες, ἐν, ελλεδανοῖσι δέοντο: 18.554 τρεῖς δ' ὰρ ἀμαλλοδετῆρες ἐφέστασαν: αὐτὰρ ὄπισθε Scholia to Iliad 18.530-18.554 Main scholia On Iliad 18.531: εἰράων προπάροιθε⁚ ὅτι είρᾱς λέγει τὰς αγορὰς σχηματίζων ἀπο τοῦ ειρεῖν ὅ ἐστι λέγειν ⁑ On Iliad 18.538: δαφοινεόν: ὀξύνεται ἐπι γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπι τέλους ὀξεῖαν: κενὸς κενεός ἀδελφὸς ἀδελφεός ⁑ On Iliad 18.540: νεκρούς τ' ἀλλήλων⁚ ὅτι ἐπι τῶν τοιούτων τόπων οἱ γλωσσογράφοι νεκροὺς τοὺς νέους ὑπέλαβον λέγεσθαι ⁑ On Iliad 18.547: νειόν⁚ τὴν λεγομένην νεατὸν ὅ ἐστιν ὅ εστιν ἡροτριασμένην ἁπαλὴν καὶ διακεχυμένην: ὡς γὰρ νέα φαίνεται ἡ τοιαύτη ⁑ On Iliad 18.547: τέλεον ϊκεσθαι⁚ βαρυτόνως ὡς μέτρον ἐγένετο δὲ παρα τὸ τέλος ἐν ὑπερθέσει τοῦ σ καὶ προσόδῳ τοῦ ν ⁑ On Iliad 18.548: ἣ δε μελαίνετ' ὄπισθεν: κατα γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ γῆ σκιὰν οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ ⁑ On Iliad 18.550: ἐν δ' ετίθει τέμενος⁚ ὅτι τὸν ἀποτετμημενον τόπον τεμέρος λέγει ⁑ On Iliad 18.550: ἔριθοι⁚ νῦν ἐργάται γεωργοι, παρα τὴν έραν τὴν γῆν ἢ παρα τὸ ἐρίζειν ἐν τῷ έργω: ἔριθοι δὲ κυρίως οἱ εριουργοί, καταχρηστικῶς δὲ και οἱ μισθοῦ ἐργαζόμενοι ⁑ Interlinear scholia On Iliad 18.540@κατατεθνηῶτας: η On Iliad 18.542@τρίπολον: τρὶς ἐστραμμένην On Iliad 18.552@ἐπήτριμα: πυκνά On Iliad 18.553@ἐλλεδαμοῖσι: τοῖς δεσμοῖς Intermarginal scholia On Iliad 18.530: οἱ εν τῆ πόλει οὓς προέπεμψαν ⁑ On Iliad 18.537: Ἀρίσταρχος τεθνῃῶτα ⁑ On Iliad 18.540: Ἀρίσταρχος διὰ τοῦ η ⁑ On Iliad 18.549: οὕτως Ἀρίσταρχος τέτυκτο Ϊακῶς ⁑ On Iliad 18.553: παρα τὸ ἐνειλεῖσθαι ἐν αυτοῖς τοὺς πυρούς ⁑ Interior scholia On Iliad 18.538: ἐν τῇ Μασσαλέωτικῆ είμα τ' ἔχε ⁑ On Iliad 18.550: γράφεται τέμενος βαθὺ λήϊον ⁑ Exterior scholia On Iliad 18.550: βαθυλήϊον On Iliad 18.531: ϊράων Venetus A (Marciana 454 = 822), folio 250, recto Iliad 18.555-18.579 18.555 παῖδες δραγμεύοντες. ἐν ἀγκαλίδεσσι φέροντες. 18.556 ἀσπερχὲς πάρεχον: βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ. 18.557 σκῆπτρον ἔχων. ἑστήκει ἐπ' ὄγμου γηθόσυνος κῆρ: 18.558 κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο: 18.559 βοῦν δ' ἱ̈ερεύσαντες μέγαν ἄμφεπον: αἱ δὲ γυναῖκες 18.560 δεῖπνον ἐρίθοισιν λεὺκ' ἄλφιτα πολλὰ πάλυνον : 18.561 ὲν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλῳὴν. 18.562 καλὴν. χρυσείην: μέλανες δ' ἀνα βότρυες ἦσαν: 18.563 ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν: 18.564 ἀμφι δὲ κυανέην κάπετον. περὶ δ' ἔρκος έλασσε 18.565 κασσιτέρου: μία δ' οἴη ἀταρπιτὸς ῆεν ἐπ' αὐτὴν: 18.566 τῇ, νείσοντο φορῆες ὅτε τρυγόῳεν ἀλῳήν: 18.567 παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες. 18.568 πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν: 18.569 τοῖσιν δ' ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ 18.570 ἱ̈μερόεν κιθάριζε. λίνον δ' ὑπο καλὸν ἄειδε 18.571 λεπταλέῃ φωνῇ:, τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ. 18.572 μολπῇ τ' ἰ̈ϋγμῷ τε. ποσὶ σκαίροντες ἕποντο: 18.573 ὲν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων: 18.574 αἳ δὲ βόες. χρυσοῖο τετεύχατο κασσιτέρου τε: 18.575 μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ. 18.576 πὰρ ποταμὸν κελάδοντα, παρα ῥοδανὸν δονακῆα: 18.577 χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι 18.578 τέσσαρες. ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ έποντο: 18.579 σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτοισι βόεσσι Scholia to Iliad 18.555-18.579 Main scholia On Iliad 18.556: βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ⁚ ἐφαίνετο γὰρ τῷ προσώπῳ ἡδόμενος καὶ τοιαύτην ἔχων κατάστασιν ⁑ On Iliad 18.560: δεῖπνον ἐρίθοισι⁚ ὅτι δεῖπνον τὸ ὑφ ημῶν ἄριστον, καὶ ὅτι ἔριθος πᾶς ὁ μισθοῦ ἐργαζόμενος ⁑ On Iliad 18.567: ἀταλὰ φρονέοντες⁚ τρυφερὰ νήπια πρᾶα κατ επικράτησιν δὲ τοῦ ἄρρενος εἴρηκε φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι⁚ On Iliad 18.570: ἱμερόεν καθάριζε: παρα Ζηνοδότῳ λινὸς δ' ὑπο καλὸν ἄειδε ὁ δε Ἀρίσταρχος βούλεται μη τὴν χορδὴν λέγεσθαι ἀλλα γένος τι ὑμνου τὸν λίνον ὡσπερ ει ἔλεγεν παιᾶνα ᾖδεν ἤ τι τοιοῦτον διὸ ἡ διπλή ⁑ On Iliad 18.570: τὸ λίνον κατα βαρείαν τάσιν προενεκτέον ὅ τι ἂν σημαίνῃ εἴτε τὴν λινῆν εσθητα εἴτε καὶ ἐπι τῆς χορδῆς τάσσοιτο εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα εἴτε σημαίνοι εἶδος ὕμνου ὥσπερ καὶ ἐνθάδε ὡς παιαν καὶ διθύραμβος ⁑ On Iliad 18.570: λίνον δ' ὑπο καλὸν ἄειδε, ἤτοι τὸν λίνον ἦδε ὃ εξῆπτο ἀντι τῆς νευρᾶς τῆς κιθάρας ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετα ωδῆς ὑποκιθαρίζοντες οὐκ εξ ετερων κατεσκευάζοντο τὰς κιθάρας οὐχ ὅσιον οὐδὲ θεοῖς ἀρεστὸν εῖναι ὑπολαμβάνοντες δια τὸ ἐκ νεύρων πεποιῆσθαι: ἀλλ εκ λίνου πεποιημένου. ῆ λίνον δὲ ὑπο καλὸν ἄειδε ἀντι τοῦ τὴν ἐπι Λίνῳ τῷ Απόλλωνος παιδὶ ὠδὴν ὄντι νηπίῳ καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι πρώτην ασθεῖσαν ⁑ On Iliad 18.576: παρ' ποταμὸν κελάδοντα⁚ παρα Ζηνοδότῳ διὰ ῥαδαλόν . ὁ δὲ Ἀριστοφάνης παρα ραδηλλόν : ῥαδαλὸν δὲ ακουστέον τὸν εὐκράδαντον δι ὕψος φησὶ δὲ Διονύσιος γράφεσθαι καὶ δονακῆεν κατὰ τὸ οὐδέτερον ὡς καὶ τὸν πευκῶνα πευκᾶεν ⁑ On Iliad 18.579: σμερδαλέω. δὲ λέοντε: ἐν τῆ ἑτέρᾳ τῶν Ἀριστάρχου δύο πρώτῃσι βόεσσι : παρα δε Ζηνοδότῳ κυάνεον δὲ λέοντε ⁑ Interlinear scholia On Iliad 18.572@ἰ̈ϋγμῷ: συριγμῶ On Iliad 18.576@δονακῆα: καλαμῶνα⁚ Intermarginal scholia On Iliad 18.557: Ἀρίσταρχος εστήκει ⁑ On Iliad 18.563: Ζηνόδοτος ἀργυρέοισιν ⁑ On Iliad 18.565: ἐς αυτήν παρα Ζηνοδότῳ καὶ ἔχει λογον ἡ γραφη ⁑ On Iliad 18.567: οἱ φέροντες τοὺς βότρυας On Iliad 18.579: δύο πρωτησι ἐν τῇ ἑτερα τῶν Ἀριστάρχου ⁚ Interior scholia On Iliad 18.557: ἕξω τοῦ ϊ τὸ εστήκει αἱ Ἀριστάρχου ⁑ On Iliad 18.567-18.568: Ἀρίσταρχος ταλάροισι καὶ πλεκτοῖσι ⁑ On Iliad 18.576: ἐν ἄλλῳ ραδαλὸν Exterior scholia On Iliad 18.571: ὁμαρτῃ Venetus A (Marciana 454 = 822), folio 250, verso Iliad 18.580-18.603 18.580 ταῦρον ἐρύγμηλον ἐχέτην: ὃ δὲ μακρὰ μεμυκὼς 18.581 ἕλκετο. τὸν δὲ κύνες μετεκΐαθον ἠδ' αἰζηοί: 18.582 τὼ μὲν ἀναρήξαντε βοὸς μεγάλοιο βοείην. 18.583 ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον: οἳ δὲ νομῆες 18.584 αυτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. 18.585 οἱ δ' ήτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων: 18.586 ἱ̈στάμενοι δὲ μάλ' ἐγγὺς. ὑλάκτεον: ἔκ τ' ἀλέοντο: 18.587 ὲν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις 18.588 ἐν καλῇ βήσσῃ μέγαν. οἰῶν ἀργεννάων: 18.589 σταθμούς τε. κλισίας τε κατηρεφέας. ἰδὲ σηκούς: 18.590 ὲν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις 18.591 τῷ ΐκελον. οἷόν ποτ' ἐνι Κνωσῷ εὐρείῃ 18.592 Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ : 18.593 ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι 18.594 ὀρχεῦντ', ἀλλήλων ἐπι καρπῷ χεῖρας ἔχοντες: 18.595 τῶν δ' αἱ μὲν λεπτὰς ὀθόνας ἔχον. οἱ δὲ χιτῶνας 18.596 εἵατ' ἐϋννήτους. ῆκα, στίλβοντας ἐλαίῳ: 18.597 καί ῥ' αἱ μὲν καλὰς στεφάνας ἔχον. οἱ δὲ μαχαίρας 18.598 εἶχον χρυσείας. ἐξ ἀργυρέων τελαμώνων: 18.599 οἱ δ' ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι 18.600 ῥεῖα μάλ', ὡς ὅτε τις τροχὸν άρμενον ἐν παλάμῃσιν 18.601 ἑζόμενος κεραμεὺς πειρήσεται. αἴ κε θέῃσιν: 18.602 ἀλλότε δ' αῦ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. 18.603 πολλὸς δ' ἱ̈μερόεντα χορὸν περιΐσταθ' ὅμιλος Scholia to Iliad 18.580-18.603 Main scholia On Iliad 18.589: ‡ σταθμούς τε κλισίας τε⁚ τὰς κατ αγροὺς στάσεις τῶν θρεμμάτων ἐνθά κεν ᾧ παρα σταθμῶ ρυτῆρα γενέσθαι καὶ παρα σταθμὸν μεγάροιο : κλισίας δὲ τὰς τῶν ποιμένων οικίας καὶ σηκοὺς ἔνθα κοιμῶνται τὰ θρέμματα: On Iliad 18.595: τῶν δ' ἐμὲν λεπτὰς ὁθόνας ⁚ ὁθωνας ἐνδυτηρίους τόπος παρα τὸ εσθος εσθόνη τίς οῦσα. ἡ διπλῆ δὲ ὅτι συνήθως προς τὸ δεύτερον πρότερον ἀπήντηκεν⁚ On Iliad 18.597: καί ρ' αἱ μὲν: ἀθετοῦνται οἱ δύο ὅτι οὐδέποτε μάχαιραν εῖπε τὸ ξίφος. ἄλλως τε καὶ οὐ πρέπον χορεύοντας μαχαίρας ἔχειν: οὔτοι δε οὐδὲ παρα Ἀριστοφάνει ῆσαν ⁑ On Iliad 18.600: ὡς ὅτε τίς τροχὸν άρμενον: δια τῆς τοῦ τροχοῦ παραβολῆς ἐγκύκλιον αὐτῶν τὴν πορειαν ὑφιστᾶ, ἄρμενον δὲ εὐ ηρμοσμένον πάντοθεν ⁑ On Iliad 18.580: ταῦρον ἐρύγμηλον ὡς βέβηλον τὰ γὰρ δια τοῦ ἥλου ὑπερ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει κάμηλος καὶ φάσηλος Στύμφηλον ἔχει θηλυκοῦ σιγηλός υψηλός ἀπατηλός : μὴ ούτως δὲ ἔχοντα βαρύνεσθαι βέβηλος κίβδηλος κάπηλος : εἰ δὴ καὶ τὸ ερυγμηλος οὐκ έχει θηλυκον δηλονότι ὓγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτῷ Τυραννίων ὀξύνει: ἐγένετο δὲ παρα τὸ ἐρύγω ἔνθεν παρατατικὸς ἤρυγεν ἑλκόμενος Ἔλικωνιον : ἐρυγηλος . καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρυγμηλος ⁑ On Iliad 18.581: ἕλκετο τὸν δὲ κύνες, παρα Ζηνοδότῳ τοὺς δὲ κύνες μετεκίαθον τοὺς λέοντας τὸ δὲ ἕλκετο χωρὶς τοῦ ϊ ⁑ On Iliad 18.583: ἔγκατα καὶ μέλαν αἷμα⁚ ὅτι χρόνος ήλλακται: τὸ γὰρ λαφύσσετον λαφύσσουσιν, παρείληπται ὅμοιον τῷ λαοῦ ἀποτμήξαντε διώκετον ⁑ On Iliad 18.584: αὔτως ἐνδίεσαν⁚ ὅτι Ζηνόδοτος γράφει οὕτως οὐ νοήσας ὅτι τὸ αύτως ἐστι κενῶς καὶ προς οὐδὲν, δια τὸ είδωλα εῖναι: τὸ δε ἐνδίεσαν παρα τὸ δίεσθαι ὅ εστι διώκεσθαι σημαινει δὲ τὸ ἐπώτρυνον εἴρηται δὲ ὅτι κλισις ἐστι τοῦ δίημι τὸ ἐνδίησαν καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνίτῃ δασύνοντι τὼ ϊ καὶ πλεονασμὸν τοῦ ϊ δεχομένῳ ⁑ On Iliad 18.590: εν δε χορὸν ποίκιλλε⁚ ἐγκατεσκευασεν δὲ ἐπιμελῶς ὁ Ηφαιστος καὶ χορὸν ὁμοίαν τάξιν έχοντα χορευόντων τὸ ὑπο Δαιάλου τοῦ μηχανικοῦ κατασκευασθέντι Ἀριάδνῃ ἐν Κνώσσῳ πόλει τῆς Κρήτης ἱστόρηται γὰρ ὅτι Θησέα παραγενόμενον ἐξ Αφιδνῶν εἰς τὰς Ἀθήνας νεωστὶ καταλαβόντα δὲ τὸν δασμὸν οι Αθηναίοι τοῦτον ἐπι τῷ δεδολοφονηκέναι Ἀνδρόγεον τὸν παῖδα Μίνωος αγωνιζόμενον καὶ νικῶντα παρ αυτοῖς τὰ Παναθήναια. ἑκόντα οὖν φασὶν αὐτὸν συγκαταλέξαι τοῖς ἀπιοῦσι καὶ γενόμενον εἰς Κρητην ἡδέως ὀφθῆναι φασὶν ὑπο Ἀρίαδνης τῆς τοῦ Μίνως θυγατρὸς καὶ δια τοῦτο τέχνη Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε μιτῷ ἀγαθίδα ἔδωκε Δαίδαλος τῇ Ἀρίαδνῃ εἰπὼν δοῦναι τῷ Θησεῖ ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς αγαθίδος οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἴς τὸν λαβύρινθον καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥαδίαν καὶ εὑρετὸν αὐτῷ τὴν ἔξοδον τοῦ λαβυρῖνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος τὰς εἰσόδους ἐξελθὼν δὲ μετα τὸ νικῆσαι ὁ Θησεὺς μετα τῶν ηϊθεων καὶ παρθένων χορὸν τοιουτον ἔπλεκε ἐν κύκλῳ τοῖς θεοῖς ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ εγεγόνει τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν ⁑ On Iliad 18.591: τῷ ΐκελον διασταλτέον μετα τὸ εἴκελον τὸ δὲ εξῆς δασεως ἀναγνωστεον ὥσπερ ἡ τριβὴ ἔχει τούτῳ γὰρ παραπλήσιον φησι τὸν Ἡφαιστον πεποιηκέναι: οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριαδνῃ κατεκευασεν . ὑπολαβόντες δέ τινες δύσφημον εἶναι, μᾶλλον δὲ ἀπρεπὲς Ἥφαιστον μιμητὴν γίνεσθαι τῶν Δαιδαλου εργων καὶ λέγεσθαι τοῦτο ὑπο Ὁμηρου μᾶλλον γὰρ ἂν ηύξησε τὸ εργον ἡ περὶ Δαιδαλου διαλεγόμενος ἔλεγεν οὕτως αὐτὸν πεποιηκέναι ὡς Ἥφαιστος ἐποίει δια τοῦτο ἀφ ετέρας ἀρχῆς ἀξιοῦσιν ἀναγινώσκειν τῷ ΐκελον. οἷον ποτὲ ἐνι Κνωσῷ καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵν ᾖ ὁ λόγος τούτῳ παραπλησιον μόνον ἐν Κνωσῷ ποτὲ Δαίδαλος ἐποίησεν Ἀριάδνῃ . καὶ οιήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ εἴ γε μόνον παρ' ἀνθρώποις ἓν παραπλησιον ἐγένετο καὶ τοῦ δ' ὑπο Δαιδαλου τοῦ διαβοήτου: γελοιως δὲ εχει ἡ ἐπίνοια οὔτε γὰρ ἀπρεπὲς τὸν θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι μαλλον δὲ καὶ πρεπωδεστερα τὰ έργα ἀπο τῶν ἀρχαιοτέρων γίνεσθαι καὶ μάλιστα ὅτ ἂν ᾖ ἐπιτετευγμένα: ἄλλως τε οὐδε ὁ ποιητὴς τοῦτο λέγει: ἀλλ ἁπλῶς ταῦτα ὅμοια εῖναι οὐ τὸ ἕτερον τοῦ ετέρου μίμημα: εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην ἀσεβῆ δόξουσιν εῖναι: ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον ὅτι ἀπο τῶν ἐν όψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς παραδείγμασι χρώμενοι: Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς ἴδεν πώποτε Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι καὶ ταχα ὅμοιόν τι εἶχεν ἡ κατασκευὴ ὅτι ἐξ ήθεον καὶ παρθένων ἢ ὅτι ὀθόνας εἶχον καὶ στεφανας ⁑ On Iliad 18.593: ἀμφεσίβοιαι ἔντιμοι καὶ δια τὴν ευμορφίαν βόας εὑρίσκουσαι ἕδνα θρέμματα γὰρ τὸ παλαιὸν ἐδίδοτο προ γαμων δῶρα. ὠνόμασται δὲ ἀπο μέρους ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες . ἄλφειν γὰρ τὸ εὑρίσκειν καὶ ἄλφη ἡ τιμή καὶ ἄλφα τὸ στοιχεῖον ὅτι εὑρέθη προ τῶν αλλων ⁑ Interlinear scholia On Iliad 18.597@στεφάνας: κόσμον γυναικας⁚ On Iliad 18.599@ἐπισταμένοισι: ἐπιστήμοσιν⁚ On Iliad 18.602@στίχας: επ ευθείας: Intermarginal scholia On Iliad 18.589: ὅτι σταθμούς τὰς κατ αγρον βοοστάσεις ⁑ On Iliad 18.592: παρα Ζηνοδότῳ Αριηδῃ On Iliad 18.595: ἐν ἄλλῳ καλὰς οθόνας ⁑⁑ On Iliad 18.601: κυλῖσῃ ἀποπειρήσηται ⁑ On Iliad 18.603-18.604_605: ὅτι πρὸς τὸ σημαινόμενον ἀπήντηκεν ὅμιλος τερπόμενοι ⁑ On Iliad 18.604_605: οἱ μετα κυβιστησεως ορχούμενοι Interior scholia On Iliad 18.590: τὸν τόπον χορὸν εἴρηκε οὐ το σύστημα τῶν χωρευόντων ⁚ On Iliad 18.594: κατ επικράτειαν τοῦ αρσενικος :⁚ On Iliad 18.596: ἐλλείπει τὸ ὡς ⁑ Exterior scholia On Iliad 18.602: ἄλλοτε δ' Venetus A (Marciana 454 = 822), folio 251, recto Iliad 18.606-18.616 18.606 μολπῆς ἐξάρχοντες. ἐδίνευον κατα μέσσους: 18.607 ὲν δ' ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο 18.608 ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο: 18.609 αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε. 18.610 τεῦξ' άρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς: 18.611 τεῦξε δέ οἱ κόρυθα βριαρὴν. κροτάφοις ἀραρυῖαν. 18.612 καλὴν. δαιδαλέην. ἐπὶ δὲ χρύσεον λόφον ἧκε: 18.613 τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο: 18.614 αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις. 18.615 μητρὸς Ἀχιλλῆος θῆκεν προπάροιθεν ἀείρας: 18.616 ἡ δ' ΐρηξ ὡς ἆλτο κατ' Οὐλύμπου νιφόεντος. Scholia to Iliad 18.606-18.616 Main scholia On Iliad 18.616: ἡ δ' ΐριξ : καλῶς τὸ μη λαλεῖν τὸν Ἥφαιστον ἐπαινοῦντα καθῶς ἐσκευασεν μαρτυρόμενον ὡς ἀπέδωκε τὴν χάριν τὸ τε τὴν λαθοῦσαν ἠσυχάζειν σπεύδει γὰρ προς τὸν υἱόν ⁑ Intermarginal scholia On Iliad 18.613: παρὰ τὸ τρυφερὸν τῆς ὕλης ⁑ Interior scholia On Iliad 18.617: γράφεται τεύχεα καλὰ φέρουσα πάρ Ἡφαίστοιο ἄνακτος ⁚ Venetus A (Marciana 454 = 822), folio 251, verso Iliad 19.1-19.25 19.1 Ἠὼς μὲν κροκόπεπλος ἀπ' Ὠκεανοῖο ῥοάων 19.2 ὤρνυθ'. ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν: 19.3 δ' ἐς νῆας ΐκανε θεοῦ πάρα δῶρα φέρουσα: 19.4 εὗρε δὲ Πατρόκλω περικείμενον. ὃν φίλον υἱὸν, 19.5 κλαίοντα λιγέως. πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι 19.6 μύρονθ': ἣ δ' ἐν τοῖσι παρίστατο δῖα θεάων: 19.7 ἔν τ' άρα οἱ φῦ, χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε: 19.8 τέκνον ἐμὸν. τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ 19.9 κεῖσθαι. ἐπει δὴ πρῶτα, θεῶν ἰ̈ότητι δαμάσθη: 19.10 τύνη δ' Ἡφαίστοιο πάρα. κλυτὰ τεύχεα δέξο 19.11 καλὰ μάλ'. οἷ' οὔ πω τις ἀνὴρ ὤμοισι φόρησεν: 19.12 ὡς ἄρα φωνήσασα θεὰ κατα τεύχε' ἔθηκε 19.13 πρόσθεν Ἀχιλλῆος . τὰ δ' ἀνέβραχε δαίδαλα πάντα. 19.14 Μυρμιδόνας δ' ἄρα πάντας ἕλε τρόμος. οὐδέ τις ἔτλη 19.15 ἄντην εἰσϊδέειν, ἄλλ' ἔτρεσαν: αὐταρ Ἀχιλλεὺς 19.16 ὡς εἶδ' ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε 19.17 δεινὸν ὑπο βλεφάρων ὡς εὶ σέλας ἐξεφάανθεν: 19.18 τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. 19.19 αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο. δαίδαλα λεύσσων. 19.20 αὐτίκα μητέρα ἣν, ἔπεα πτερόεντα προσηύδα: 19.21 μῆτερ ἐμὴ. τὰ μὲν ὅπλα θεὸς πόρεν⁚ οἷ' ἐπιεικὲς 19.22 ἔργ' έμεν ἀθανάτων. μη δὲ βροτὸν ἄνδρα τελέσσαι. 19.23 νῦν δ' ἤτοι μὲν ἐγὼ θωρήξομαι: ἀλλα μάλ' αἰνῶς 19.24 δείδω. μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν 19.25 μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς. Scholia to Iliad 19.1-19.25 Main scholia On Iliad 19.4: εὗρε δὲ Πατρόκλῳ περικείμενον τινὲς ἀνέστρεψαν τὴν περι , ἵν ᾖ περὶ Πατρόκλῳ κείμενον ἐπεὶ καὶ ἐν ἑτέροις ἔφη ἀμφ' αὐτῷ χύμένῃ τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν οὐ τῇ μετοχῇ. ἡμῖν δὲ δοκεῖ ὥσπερ ἐτι καὶ τοῖς πλείοσιν καὶ τῷ Ἀσκαλωνίτῃ ἓν εἶναι τὸ περικείμενον ἔμφασις γὰρ μείζων νοεῖται ⁑ On Iliad 19.5: κλαίοντα λιγέωσ, πάντας τοὺς ήρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ δάκρυα ἄγει. Ἀγαμέμνονα . Πάτροκλοv Ὀδυσσέα ἐφ οὗ καὶ τὴν παραβολὴν τῆς χείρας ἔλαβεν. αἰεὶ δ' ἀριδάκρυες ἄνδρες ἐσθλοί :λιγέως δὲ ὀξέως ἠ ἡδέως μετα γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ λιγέως ⁑ On Iliad 19.6: μύροντο ἐθρήνουν ἠ ἐχέοντο. ὅθεν καὶ μῦρον τὸ πρωτον ἐκχυθὲν δάκρυον ἀπο Μύρης της μιγείσης τῷ πατρί ⁑ On Iliad 19.10: τύνη δ' Ἡφαίστοιο πὰρα, ἀναστρεπτέον τὴν πρόθεσιν ἔστι γὰρ παρ' Ηφαίστου . τὸ δὲ τύνη ἀεὶ ἐπι αρσενικοῦ λαμβάνει ὁ ποιητής ⁑ On Iliad 19.14: Μυρμιδόνας δ' ἄρα ὅτι Ζηνόδοτος γράφει ἐλεο φόβος καθ Ὅμηρον δέ ἐστι φόβος ἡ φυγή ⁑ On Iliad 19.15: ἄντην εἰσιδέειν: ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων ἕλεν φόβος τὸ γὰρ τρέσαι ἀπο τοῦ τρόμου ⁑ Interlinear scholia On Iliad 19.5@λιγέως: εμπαθῶς ⁚ On Iliad 19.17@βλεφάρων: οις Intermarginal scholia On Iliad 19.8: ὅτι ἀντὶ εάσωμεν: On Iliad 19.10: σημειοῦνται τινες ὅτι Δωρικὸν τὸ τύνη ⁑ On Iliad 19.17: οὕτως Ἀρισταρχος ἄλλοι δὲ ἐξεφαἄνθη ⁑ Venetus A (Marciana 454 = 822), folio 252, recto Iliad 19.26-19.50 19.26 εὐλὰς ἐγγείνωνται: ἀεικίσσωσι δὲ νεκρόν: 19.27 ἐκ δ' αἰὼν πέφαται: κατα δε χρόα πάντα σαπήῃ: 19.28 τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα: 19.29 τέκνον: μή τοι ταῦτα μετα φρεσὶ σῇσι μελλόντων: 19.30 τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα. 19.31 μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν: 19.32 ἤ'ν περ γὰρ κῆταί γε τελεσφόρον εἰς ἐνιαυτὸν: 19.33 αἰεὶ τῷ δ' ἔσται χρὼς ἔμπεδος: ἠ καὶ ἀρείων: 19.34 ἀλλὰ σύ γ' εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς : 19.35 μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν: 19.36 αῖψα μάλ' ἐς πόλεμον θωρήσσεο: δύσεο δ' ἀλκήν: 19.37 ὡς ἄρα φωνήσασα: μένος πολυθαρσὲς ἐνῆκε: 19.38 Πατρόκλῳ δ' αὖτ' ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν 19.39 στάξε κατὰ ῥινῶν: ἵνα οἱ χρὼς ἔμπεδος εἴη: 19.40 αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς 19.41 σμερδαλέα ἰ̈άχων. ὦρσεν δ' ἥρωας ἀχαιούς. 19.42 καί ῥ' οἵ περ τὸ πάρος γε, νεῶν ἐν ἀγῶνι μένεσκον: 19.43 οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν: 19.44 καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν, σίτοιο δοτῆρες. 19.45 καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν, :ΐσαν. οὕνεκ' Ἀχιλλεὺς 19.46 ἐξεφάνη. δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς: 19.47 τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεως θεράποντε: 19.48 Τυδέιδης τὲ μενεπτόλεμος. καὶ δῖος Ὀδυσσεὺς . 19.49 ἔγχει ἐρειδομένω, ἔτι γὰρ ἔχον ἕλκεα λυγρά: 19.50 καδ δὲ μετα πρώτῃ ἀγορῇ ἵ̈ζοντο κιόντες: Scholia to Iliad 19.26-19.50 Main scholia On Iliad 19.26: εὐλὰς ἐγγείνωνται εὐλας ὡς αυλας : ευλή γὰρ ὡς αὐλή : τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενη διφθόγγω παραληγόμενα ὀξύνεσθαι θέλει εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως: οὐλὴν μὲν πρῶτον : αὐλή ἀπειλή ὠτειλή οὕτως καὶ εὐλή : τὸ μέντοι ἑτέρῃ δ' ἔχεν ούλας λέγω δὲ ἐπι τῶν κριθῶν ἵσως βεβαρυτόνηνται μονογενὲς ὅν προς μονογενὲς ὀξυνόμενον τὸ ουλή : προσέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως δια τὸ δείλη βαρυνόμενον: ἐτυμολογεῖται γὰρ παρα τὸ ἐνδεῖν τῇ έλῃ δεείλη : ἡ διπλη δέ ὅτι ἐν τοῖς Ζηνοδοτου ἐγγείνωνται δια τοῦ ϊ γέγραπται δεῖ δὲ σὺν τῷ ε : ἔστι γὰρ ἐγγεννήσωσιν οὐκ ἐλεαίρεις ἄνδρας ἐπῆν δεῖ γείνεαι αὐτὸς ὅ ἐστι γεννήσεις . On Iliad 19.27: ἐκ δ' αιῶν πέφαται τὸ εκ δ' αιῶν πέφαται οὕτως παρέργως κεῖται: ἀλλ ὅτι τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐχερῶς αἱ μυῖαι λυμαίνονται τοῖς νεκροις σώμασι. On Iliad 19.34: αλλὰ σύ γ' εἰς αγορὴν ὅτι πάντες ἥρωες ἐλέγοντο οῦχ οἱ βασιλεῖς ὡς Ἴστρος βραχὺ δὲ διασταλτέον Ἀχαιοὺς . καὶ λαῶν προς τὸ σαφέστερον Interlinear scholia On Iliad 19.27@αἰὼν: ο μυελός Intermarginal scholia On Iliad 19.27: οὕτως Ἀρίσταρχος δια τοῦ η σαπήῃ On Iliad 19.30: παρα Αριστοφάνους ἀλαλκέμεν ⁚ On Iliad 19.40: ἐν ἄλλῳ ποδαρκης δῖος Άχιλλεύς ⁚ Interior scholia On Iliad 19.26-19.27: τοῦτο δια μέσου τὸ γὰρ ἑξῆς ἀεικίσσωει δε νεκρόν κατὰ δὲ χρόα ⁑ On Iliad 19.41: παρα Ἀριστοφάνει καὶ Ριανῶ ερίηρας On Iliad 19.42: νεῶν αγῶνα τὸ ἄθροισμα τοῦ ναστάθμου ⁑ Venetus A (Marciana 454 = 822), folio 252, verso Iliad 19.51-19.75 19.51 αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.52 ἕλκος ἔχων: καὶ γὰρ τὸν ἐνι κρατερῇ ὑσμίνῃ 19.53 οῦτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί: 19.54 αὐτὰρ ἐπει δὴ πάντες ἀολλίσθησαν Ἀχαιοὶ . 19.55 τοῖσι δ' ἀνιστάμενοσ μετέφη πόδας ὠκὺς Ἀχιλλεύς : 19.56 Ἀτρείδη ῆ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον 19.57 ἔπλετο. σοὶ καὶ ἐμοὶ: ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ. 19.58 θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης. 19.59 τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ϊῷ 19.60 ἤματι τῷ: ὅτ' ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας. 19.61 τώ κ' οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οῦδας 19.62 δυσμενέων ὑπο χερσὶν. ἐμεῦ ἀπομηνίσαντος: 19.63 Ἕκτορι μὲν καὶ Τρωσὶ . τὸ. κέρδιον. αὐτὰρ Ἀχαιοὺς . 19.64 δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω: 19.65 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ. 19.66 θυμὸν ἐνι στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ: 19.67 νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον: οὐδέ τι με χρὴ 19.68 ἀσκελέως αἰεὶ μενεαινέμεν: ἀλλ' άγε θᾶσσον 19.69 ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς . 19.70 ὄφρ' ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν. 19.71 αί κ' ἐθέλωσ' ἐπι νηυσὶν ϊαύειν: ἀλλά τιν' οἴω 19.72 ἀσπασίως αὐτῶν γόνυ κάμψειν. ὅς κε φύγῃσι 19.73 φεύγων ἐκ πολέμοιο. ὑπ' έγχεος ἡμετέροιο: 19.74 ὡς ἔφαθ'. οἱ δ' ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ 19.75 μῆνιν ἀπειπόντος μεγαθύμου Πηλείωνος : Scholia to Iliad 19.51-19.75 Main scholia On Iliad 19.51: αὐτὰρ ὃ δεύτατος. ὅτι δεύτατος ἀπο τοῦ δεύεσθαι ὁ ἔσχατος: τὸ δὲ δεύεσθαι ἐνδεῖν ἐστι προσυνήχθη δὲ τὸ πλήθος ὑπ' Ἀχιλλέως On Iliad 19.56: Ατρείδη. ῆ άρ τι. τὸν ῆ σύνδεσμον περισπαστέον ἔστι γὰρ διστακτικὸς τῆς κλητικῆς ἀνάπαυσιν λαβούσης: εἰσὶ μέντοι οἳ ἐνέκλιναν αὐτὸν καθ' ὑπερβατὸν συντάσσοντες τῷ περ ἵνα τὸ ὅλον τοιοῦτον ῇ ἵνα ηϊ ερώτησις Ἀτρειδη ἆρά τις κρείσσων ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν. ἐν δὲ τῇ Χίᾳ ὄνειαρ ἐγέγραπτο ἐν τῇ Μασσαλιωτικῇ ἄμεινον . On Iliad 19.62: δυσμενέων ὑπο χερσὶν ὅτι ἀντι τοῦ ὑπο χειρῶν καὶ ὅτι περισσὴ. ἡ ἀπο πρόθεσις ἀντι τοῦ μηνίσαντος Νικίας ἀναστρέφει τὴν πρόθεσιν: οὐκ αναγκαῖον δέ On Iliad 19.62: ἐμεῦ ἀπομηνίσαντος ὁ μὲν Ἀσκαλωνίτης ὡς ἀποφοιβήσαντος καὶ οὕτως ἔχει ἡ παράδοσις On Iliad 19.63: Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ. ἀντωνυμία μὲν ὁμολογουμένως τὸ τό μόριον οὐ μὴν διασταλτέον κατ αυτὸ ὡς ἔδοξε τισίν On Iliad 19.71: αί κ' εθέλωσ' ὅτι τὸ ϊαύειν οὐκ έστι νῦν κοιμᾶσθαι ἀλλ επαυλίζεσθαι ὡσ καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνουσ νύκτας ΐαυον . ὅτι ἀντι τοῦ αί κ' ἐθέλοιεν Interlinear scholia On Iliad 19.72@κάμψειν: διαπαυσεσθαι Intermarginal scholia On Iliad 19.67: ὅτι αντιπεφρακε τῆ μήνιδι τὸν χολον On Iliad 19.70: ουτως Ἀριστάρχος δια τοῦ ν αντίον On Iliad 19.73: γράφεται δηΐου ἐκ πολέμοιο On Iliad 19.75: Ἀριστάρχος ἔξω τοῦ ο ἀπειπόντος καὶ αἱ πλείους Interior scholia On Iliad 19.68: ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαι Venetus A (Marciana 454 = 822), folio 253, recto Iliad 19.76-19.100 19.76 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.77 αὐτόθεν ἐξ έδρης, οὐδ' ἐν μέσσοισιν ἀναστάς: 19.78 ὦ φίλοι, ἥρωες Δαναοὶ . θεράποντες Ἄρηος . 19.79 ἑσταότος μὲν καλὸν ἀκούειν. οὐδὲ ἔοικεν 19.80 ὐββάλλειν : χαλεπὸν γὰρ. ἐπιστάμενόν περ ἐόντα: 19.81 ἀνδρων δ' ἐν πολλῷ ὁμάδῳ. πῶς κέν τις ἀκοῦσαι. 19.82 ἢ εἴποι: βλάβεται δὲ. λιγύς περ ἐὼν ἀγορητής: 19.83 Πηλείδῃ μὲν ἐγὼ ἐνδείξομαι: αὐτὰρ οἱ ἄλλοι 19.84 σύνθεσθ' Ἀργεῖοι : μῦθόν τ' εὖ γνῶτε ἕκαστος: 19.85 πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον. 19.86 καί τέ με. νεικείεσκον: ἐγὼ δ' οὐκ αἴτιός εἰμι: 19.87 ἀλλὰ Ζεὺς . καὶ Μοῖρα : καὶ ἠεροφοῖτις Ἐρινύς: 19.88 οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν έμβαλον ἄγριον ἄτην, 19.89 ἤματι τῷ, ὅτ' Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων: 19.90 ἀλλὰ τί κεν ῥέξαιμι: θεὸς διὰ πάντα τελευτᾷ: 19.91 πρέσβα Διὸς θυγάτηρ Ἄτη . ἣ πάντας ἀᾶται. 19.92 οὐλομένη: τῇ μέν θ' ἁπαλοὶ πόδες: οὐ γὰρ ἐπ' ούδει 19.93 πίλναται. ἀλλ' ἄρα ἥ γε κατ' ἀνδρῶν κράατα βαίνει. 19.94 βλάπτουσ' ἀνθρώπους. κατὰ δ' οὖν ἕτερόν γ' ἐπέδησε: 19.95 καὶ γὰρ δή νύ̆ ποτε Ζῆν' ἄσατο. τόν περ ἄριστον. 19.96 ἀνδρῶν ἠδὲ θεῶν φὰσ' ἔμμεναι⁚ ἀλλ' ἄρα καὶ τὸν 19.97 Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, 19.98 ἤματι τῷ, ὅτ' ἔμελλε βίην Ἡρακληείην 19.99 Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ : 19.100 ἤτοι ὅ γ' εὐχόμενος μετέφη πάντεσσι θεοῖσι: Scholia to Iliad 19.76-19.100 Main scholia On Iliad 19.76: τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : αὐτόθεν ἐξ έδρης, ὅ δ' ἐν μέσσοισι ἀναστάς. οὕτω καὶ παρα Άριστοφάνει ἐν δε τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ τοῖσι δ' ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων : μῆνιν ἀναστενάχων καὶ ὑφ έλκεος ἄλγεα πάσχων . οὕτως ὁ δίδυμοσ ⁑ On Iliad 19.77: αὐτόθεν ἐξ έδρης. ὅτι ζηνόδοτος τοῦτον μὲν οὐκ έγραφεν τὸν δὲ προ αυτοῦ μόνον οὕτως, τοῖσι δ' ἀνιστάμενος μετεφη κρείων Ἀγαμέμνων : ὁ δε αγαμεμνων οὐκ ορθῶς δημηγορεῖ δια τὴν τοῦ τραύματος ἀλγηδόνα διὸ επιφέρει ὑποτιμώμενος, καλὸν μεν εστιν ἑστῶτα δημηγορεῖν ὡς δῆλον ὅτι καθήμενος⁑ On Iliad 19.79: εσταότος μὲν καλὸν ἀκούειν: καλῶς ἔχει τοῦ εστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν μηδ' ἐμποδίζειν τοῦτο γὰρ δηλοῖ τὸ ὑβάλλειν χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῆ εἰπεῖν. τοῦτο ἀγνοήσας ἀρίσταρχος καὶ οιηθεῖς παραίτησιν τινα ἐκ τοῦ αγαμεμνονος γίνεσθαι παρενέθηκε τὸ αὐτόθι εξ έδρης : πρῶτον μὲν οὖν τί ἂν καθέζοιτο τὸν αγκῶνα τετρωμένος ἔπειτα οὕτως ἔρρωται ὥστε ολίγον ὕστερον κάπρον ἀποσφάττειν: οὕτως ὁ κοτιαεύς ⁑ On Iliad 19.80: ὑββάλειν . ὅτι τὸ ὑβάλλειν ἐστὶν ὑποβάλλειν χαλεπόν ἐστι ἑτέρῳ ὑποβάλλειν τὸν λόγον ὃν αὐτὸς τίς εἰπεῖν βούλεται καν ὅτι μάλιστα ἐπιτιμου τίς ἦν τὸ δὲ ὑβάλλειν ψιλωτεον ἔστι γὰρ Αιολικηόν ὡς φησιν Ηρῳδιανὸς ἐν τῷ τῆς ⁑ On Iliad 19.81-19.82: ἀνδρῶν δ' ἐν πολλῷ. ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ οὕτως χρώμενος τὸ γὰρ λεγόμενον τοιοῦτον εῖναι εν δὲ πολλῶν ανδρῶν ὁμίλῳ πῶς ἄν τις οὕτως χρώμενος ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν οὕτως Δίδυμος τὸ ἀκούσαι παροξυτονητέον ἔστι γὰρ εὐκτικόν ⁑ On Iliad 19.85: πολλάκι δή μοι σημειοῦνται τινὲς ὡς ὰν λεγόντων τινῶν ὅτι ηδίκησεν ἀφελόμενος τὴν Βρισηΐδα ⁑ On Iliad 19.87: ηεροφοῖτις προπερισπαστέον ὁμοιως τὸ προθῆβις καὶ πολίτης : πιστέον δὲ μᾶλλον τοῖς παρα τὸν αερα ἐκδεξαμένοις τὴν σύνθεσιν γεγονέναι ἐπεὶ ἀοράτως φοιτᾷ ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν κατάστημα ηέρι γὰρ κατέχοντο καὶ ἀὴρ γὰρ παρα νηυσὶ βαθεί ην ⁑ On Iliad 19.90-19.91: ἀλλα τί κεν ῥέξαιμι⁚ ἔξω του ν αἱ Ἀριστάρχου ἀλλα τί κε ῥέξαιμι γράφεται δὲ κατ ενια θεοὺς δια πάντα τελευτα δια τοὺς θεοὺς τέλος πάντα λαμβάνει. ἐν δε τίσι θεους δια πάντα τέτυκται : στικτεον δὲ ἐπι τὸ ῥέξαιμι : καλῶς δὲ εχει καὶ κατὰ τὸ τελος τοῦ στίχου στίζειν ἵνα οὗτος μὲν ὁ λόγος καθολικὸς ᾖ θεὸς πάντων τὸ τέλος ἔχει: τὰ δὲ ἑξῆς ἀπ αλλης ἀρχῆς ἵνα λείπῃ τὸ ἐστι ῥῆμα ὁ δε λόγος Διὸς θυγάτηρ ἐστιν Άτη ἐξ οῦ τὸ θεῖον καὶ τὸ ϊσχυρὸν παρίστησιν ὡς μὲν γὰρ ἀτριβὴ συνάπτει ψεῦδος εῖναι μοι δοκεῖ οὐ γὰρ πάντων ἡ Άτη τὸ τελος ἔχει ὥσπερ οὐδε τῶν ἀγαθῶν ⁑ On Iliad 19.90: θεὸς δια πάντα τελευτᾷ ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται τὴν δια πρόθεσιν εῖναι τὸ γὰρ εξῆς θεὸς πάντα τελευτᾶ. Δίδυμος δὲ ἡγεῖτο σημαντικὴν αυτὴν εῖναι τοῦ διόλου καὶ μὴ παρέλκειν ὥσπερ ἐπι τοῦ δι' ηλΐτης ὁ δι ὁλου ἁμαρτάνων οὐ προσεκτεον δὲ τοῖς ὑφ εν ἀνεγνωκῶσιν ⁑ On Iliad 19.94: βλάπτουσ' ἀνθρώπους: ἀθετεῖται ὡς περισσὸς καὶ κακοσύνθετος τί γὰρ ἄλλο δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν οὐχ ὑγιῶς δὲ οὐδὲ τὸ ἕταιον τετακται: ἔδει γὰρ ἄλλον : βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν ἐφ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως καθολικὸς δε ἐστιν ὁ λόγος, κοινότερον γοῦν εἰπὼν ἐπι τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν καὶ ὅλως παρῴδηται ἐκ τῶν Λιτῶν βλάπτουσ' ἀνθρώπους: αἱ δ' ἐξακέονται οπίσσω ⁑ On Iliad 19.95: καὶ γὰρ δήν ὕπο τε Ζεύς ασατο⁚ οὕτως ἐν ἁπάσαις Ζεὺς άσατο καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων Ζῆν' ἄσατο ⁑ On Iliad 19.96: ἀνδρῶν ἠδὲ θεῶν⁚ παρα Ἀριστοφάνει ἀλλά νυ καὶ τόν , ἐν δε τῇ Χίᾳ φαμὲν ἔμμεναι ἠθικῶς ⁑ On Iliad 19.97: Ἥρη θῆλυς. ὅτι οὕτως σχηματίζει θῆλυς ὡς πῆχυς ἀφ οῦ πίπτει θήλεας ὡς πήχεας ⁑ On Iliad 19.83: Πηλείδῃ μὲν ἐγῶν ἐν δείξομαι⁚ οἷον τὴν ἀπότασίν τῶν λόγων πρὸς Αχιλλέα ποιήσομαι φανερῶς ἢ ἀπολογήσομαι. ἐζήτητο δὲ δι' ἢν αἰτίαν οὐ χρῆται κήρυκος Ἀχιλλεὺς προς τὸ συγκαλέσαι τοὺς ὄχλους ῥητέον οὖν ὅτι ἐθος ἐστιν ἀρχαῖον αὐτῷ τοῦτο οὕτως γοῦν καὶ ἐν τῆ A ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ: ἄλλως τε καὶ δια τὴν χαρὰν μετα σπουδῆς συνδεδραμήκασιν οὐδε τοὺς κήρυκας ἀναμείναντες ⁑ Interior scholia On Iliad 19.79: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ ἀκουέμεν ⁚ On Iliad 19.80: Ἀρίσταρχος ἐπισταμένῳ περ εόντι ⁚ On Iliad 19.84: κρίνατε δοκιμάσατε ⁚ On Iliad 19.86: παρα Ἀριστοφάνει καὶ τῇ Χίᾳ νεικίουσιν ⁑ On Iliad 19.92: οὕτως Ἀρίσταρχος , ἄλλοι δὲ τῆς μεν θ' ἁπαλοί On Iliad 19.95: Ἀρίσταρχος Ζεὺς άσατο ⁑ On Iliad 19.100: ὅτι τὸ εὐχόμενος σαφῶς ἐστι αὐχώμενος παρὰ τὸ αὐχεῖν ⁑ Venetus A (Marciana 454 = 822), folio 253, verso Iliad 19.101-19.125 19.101 κέκλυτέ μευ πάντες τὲ θεοὶ πᾶσαί τε θέαιναι. 19.102 ὄφρ' εἴπω τά με θυμὸς ἐνι στήθεσσιν ἀνώγει. 19.103 σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια : 19.104 ἐκφανεῖ. ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει. 19.105 τῶν ἀνδρῶν γενεῆς, οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσι: 19.106 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη . 19.107 ψευστήσεις: οὐδ' αὖτε τέλος μύθω ἐπιθήσεις: 19.108 εἰ δ' άγε νῦν μοι όμοσσον Ὀλύμπιε κρατερὸν ὅρκον. 19.109 ἡ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν. 19.110 ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετα ποσσὶ γυναικὸς. 19.111 τῶν ἀνδρῶν, οἳ, σῆς ἐξ αἵματός εἰσι γενέθλης: 19.112 ὡς ἔφατο. Ζεὺς δ' οὔ τι δολοφροσύνην ἐνόησεν. 19.113 ἀλλ' όμοσεν μέγαν ὅρκον. ἔπειτα δὲ πολλὸν ἀάσθη: 19.114 Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο . 19.115 καρπαλίμως δ' ΐκετ' Ἄργος Ἀχαιϊκόν . ἔνθ' ἄρα ᾔδη 19.116 ἰ̈φθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο . 19.117 ἡ δ εκύει φίλον υἱόν: ὃ δ έβδομος ἑστήκει μείς: 19.118 ἐκ δ' ἄγαγε προ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα: 19.119 Ἀλκμήνης δ' ἀπέπαυσε τόκον. σχέθε δ' Εἰλειθυίας : 19.120 αὐτὴ δ' ἀγγελέουσα Δία Κρονίωνα προσηύδᾱ: 19.121 Ζεῦ πάτερ ἀργικέραυνε. ἔπος τί τοι ἐν φρεσὶ θήσω 19.122 ἤδη ἀνὴρ γέγον' ἐσθλὸς. ὃς Ἀργείοισιν ἀνάξει: 19.123 Εὐρυσθεὺς , Σθενέλοιο πάϊς Περσηϊάδαο : 19.124 σὸν γένος. οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν : 19.125 ὡς φάτο, τὸν δ' ἄχος ὀξὺ κατα φρένα τύψε βαθεῖαν: Scholia to Iliad 19.101-19.125 Main scholia On Iliad 19.105: ‡ τῶν ἀνδρῶν γενεῆς⁚ ὅτι τὸ εξῆς ἐστιν οἷς τὸ αἷμα ἐξ εμοῦ ἐστιν οὐχι οἱ αίματος ἐξ εμοῦ εισιν ἐπεὶ κὰν ἡ σύναρθρος ἔκειτο ὅθεν καὶ ἑξῆς φησὶ τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματος εἰσὶν οἷς τὸ αἷμα ἐστιν ἐκ σοῦ ⁑ On Iliad 19.108: εἰ δ' άγε νῦν μοι όμοσσον δια τί ἡ Ήρα ὁμόσαι πρὸς τὸν Δία ἠ δῆλον ὡς οὐ ποιοῦντα ἃ ἂν φῇ εἰ δε τοῦτο δια τί οὐ κατανεῦσαι, ἀλλα καὶ ὀμόσαι ἠξίωσεν ὡς καὶ ψευδομένου ἀν μὴ ὁμόσῃ ὁ δὲ ποιητής φασιν ἀληθεύειν ὅτι κεν κεφαλῇ κατανεύσῃ , τὸ μὲν οὖν ὄλον μυθῶδες καὶ γὰρ οὐδ' ἀφ ἑαυτοῦ ταῦτά φησὶν Ὅμηρος οὐδε γινόμενα εἰσάγει. ἀλλως διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται: ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ήραν ὁρκοῦσαν τὸν Δία πάντες γὰρ περι ῶν ἂν φοβῶνται μὴ ἄλλως ἀποβῆ: πολλυ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται διὸ καὶ ἡ Ήρα ἅτε οὐ περι μικρῶν, ἀγωνιζομένη καὶ τὸν Δία ηδυῖα ὅτι εσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν οὕτως Ἀριστοτελης ⁑ On Iliad 19.114: Ἥρη δ' ἀΐξασα: πρὸς τὰ περὶ τοῦ Ολύμπου ἔδει δὲ λίπ' οὐρανὸν ἀστερόεντα Ἀγαμεμνων γὰρ ὁ λέγων ⁑ On Iliad 19.115: καρπαλίμως δ' ΐκετ'. ὅτι τὴν Πελοπόννησον Ἄργος Ἀχαιϊκὸν λέγει τὴν Θεσσαλίαν Ἄργος Πελασγικόν ⁑ On Iliad 19.116: ἰφθίμην ἅλοχον⁚ Δίδυμος παρατίθεται Φερεκύδην μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος : Ἀμφιβίαν , Ἡσίοδος δὲ Ἀντιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται ⁑ On Iliad 19.118: ἐκ δ' ἄγαγε προ φόως δὲ: ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ προθέσει προ φόως προ γὰρ τῶν μηνῶν τῶν καθικόντων ἐγεννηθη δι ὁ ἠλιτόμηνος. ὁ δὲ Ζηνόδοτος καὶ ἐπ άλλου οὕτως γράφει ⁑ On Iliad 19.118: Ἀλκμήνης δ' ἀπόπαυσε: Ζεὺς μιγεὶς Ἀλκμήνῃ τῇ Ἠλεκτρυόνος ὃν δὲ τρόπον εἴρηται ἐν τῇ Ξ ἔγκυον κατέστησε: μελλούσης δὲ τίκτειν ώμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ ἡμέρα γεννηθέντα τῶν ἐξ αυτοῦ βασιλεύσειν: Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδίνας ἐπεσχε Ἀντιβίαν δὲ, ἥν τινες Νικίππην εἶπον τὴν Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα τροφῆς μοῖραν ἔλαχεν: βασιλεύων δὲ Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασσεν οὓς τελειώσας κατὰ Ἀθηνας καὶ Ἀπολλώμενος ὑποθήκας ἀθανασίας μετέβαλεν. ἡ ϊστορια παρὰ Ἀριανῶ ⁑ On Iliad 19.117: μείς⁚ μῆν Αἰολικῶς ὥσπερ δε ρεῖς ρείνός καὶ θεῖς θινὸς ουτως καὶ μεῖς μηνός κληθήσεται κατὰ τὴν ἀναλογίαν ⁑ On Iliad 19.120: αὐτὴ δ' ἀγγελέουσα⁚ ὅτι ἰδίως ἀγγελέουσα προσηύδα ἐχρῆν γὰρ ἀγγελέουσα ῆκεν καὶ προσηύδα : ⁑ On Iliad 19.123-19.124: Εὐρυσθευς Σθενέλοιο πάϊς⁚ δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι ἵ̈ν' ᾖ σχῆμα Εὐρυσθεὺς σὸν γένος : βέλτιον δὲ στίζειν Περσηϊάδαο καὶ καθ εαυτὸ λέγεσθαι τὸ σὸν γένος ἵνα λείπῃ τὸ ἐστιν ⁑ Intermarginal scholia On Iliad 19.105: παρὰ Ἀριστοφάνει εξω τοῦ θ οἱ αίματος ⁑ On Iliad 19.107: ὡς κρατήσεις ⁚ On Iliad 19.108: ε αλλῳ αἱ δ' άγε νῦν ⁑ On Iliad 19.119: ὅτι τὰς ὠδῖνας Εἰλειθυίας ἔφη ⁑ Interior scholia On Iliad 19.102: κελεύοι On Iliad 19.111: τούτων τῶν ἀνδρῶν οἳ ἐκ τῆς σῆς σπορᾶς τὸ αῖμα ἔχουσιν ⁑ On Iliad 19.117: ἐν τῃ Χίᾳ μής ⁑ On Iliad 19.124: κατ ένια τῶν ἐκδόσεων ἀνθρώποισι ⁑ Exterior scholia On Iliad 19.117: η δ' ἐκύει εἱστήκει Venetus A (Marciana 454 = 822), folio 254, recto Iliad 19.126-19.151 19.126 αὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο: 19.127 χωόμενος φρεσὶν ᾗσι: καὶ ὤμοσε κρατερὸν ὅρκον 19.128 μή ποτ' ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα 19.129 αὖτις ἐλεύσεσθ' Ἄτην ἣ πάντας ἀᾶται. 19.130 ὣς εἰπὼν ἔρριψεν ἀπ' οὐρανοῦ ἀστερόεντος 19.131 χειρὶ περιστρέψας: τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων. 19.132 τὴν αἰεὶ στενάχεσχ' ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο 19.133 ἔργον ἀεικές ἔχοντα πρὸς Εὐρυσθῆος ἀέθλων 19.134 ὣς καὶ ἐγὼν ὅτε δ' αὖτε μέγας κορυθαίολος Ἕκτωρ 19.135 Ἀργείους ὤλεσκεν ἐπὶ πρυμνῃσι νέεσσιν 19.136 οὐ δυνάμην λελαθέσθαι Ἄτης ῇ πρῶτον ἀάσθην 19.137 ἀλλ' ἐπεὶ ἀασάμην: καί μευ φρένας ἐξείλετο Ζεύς , 19.138 ἂψ ἐθέλω ἀρέσαι: δόμεναί τ' ἀπερείσι' ἄποινα 19.139 ἀλλ' ὄρσευ πόλεμόν δε καὶ ἄλλους ὄρνιθι λαούς. 19.140 δῶρα δ' ἐγὼν ὅδε πάντα παρασχεῖν ὅσσα τοι ἐλθών 19.141 χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς . 19.142 εἰ δε 'θέλεις ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος 19.143 δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες 19.144 οἴσουσ'. ὄφρα ἴδηαι ὅ, τοι μενοεικέα δώσω: 19.145 τόν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς . 19.146 Ἀτρείδη κυδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον : 19.147 δῶρα μὲν αἴ κ' ἐθέλησθα παρασχέμεν ὡς ἐπιεικές 19.148 ἤ τ' ἐχέμεν παρὰ σοί⁚ νῦν δὲ μνησώμεθα χάρμης 19.149 αἶψα μάλ' οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας 19.150 οὐδὲ διατρίβειν: ἔτι γὰρ μέγα ἔργον ἄρεκτον. 19.151 ὥς κέ τις αὖτ' Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται Venetus A (Marciana 454 = 822), folio 254, verso Iliad 19.152-19.176 19.152 ἔγχει χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας: 19.153 ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω: 19.154 τόν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς : 19.155 μὴ δ' οὕτως: ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ 19.156 νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν 19.157 Τρωσὶ μαχησομένους: ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται 19.158 φύλοπις εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες 19.159 ἀνδρῶν ἐν δὲ θεὸς πνεύση μένος ἀμφοτέροισιν 19.160 ἀλλὰ πάσασθαι ἄνωχθι: θοῇς ἐπὶ νηυσὶν Ἀχαιούς 19.161 σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή: 19.162 οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα 19.163 ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι: 19.164 εἴ περ γὰρ θυμῷ γε μενοινάα πολεμίζειν, 19.165 ἀλλά τε λάθρη γυῖα βαρύνεται ἠδὲ κιχάνει 19.166 δίψα τε καὶ λιμὸς: βλάβεται δέ τε γούνατ' ἰόντι: 19.167 ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς 19.168 ἀνδράσι δϋσμενέεσσι πανημέριος πολεμίζῃ. 19.169 θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσὶν οὐδέ τι γυῖα 19.170 πρὶν κάμνει: πρὶν πάντας ἐρωῆσαι πολέμοιο: 19.171 ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι 19.172 ὄπλεσθαι : τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.173 οἰσέτω ἐς μέσσην ἀγορήν: ἵνα πάντες Ἀχαιοὶ 19.174 ὀφθαλμοῖσι ἴδωσι: σὺ δὲ φρεσὶ σῇσιν ἰανθῆς: 19.175 ὀμνυέτω δέ τοι ὅρκον ἐν Αργείοισιν ἀναστάς 19.176 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι: Venetus A (Marciana 454 = 822), folio 255, recto Iliad 19.178-19.202 19.178 καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω: 19.179 αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω. 19.180 πιείρῃ: ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα: 19.181 σὺ δ' ἤπειτα δικαιότερος καὶ ἐπ' ἄλλῳ ἔσσεαι 19.182 Ἀτρείδη : οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα 19.183 ἄνδρ' ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπῄνη : 19.184 τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων . 19.185 χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκουσας: 19.186 ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας. 19.187 ταῦτα δ' ἐγὼν ἐθέλω ὀμόσαι κέλεται δέ με θυμός 19.188 οὐδ' ἐπιορκήσω πρὸς δαίμονος: αὐτὰρ Ἀχιλλεὺς 19.189 μιμνέτω αὖθι τέως περ ἐπειγόμενός περ Ἄρηος . 19.190 μίμνετε δ' ἄλλοι πάντες ἀολλέες ὄφρα καὶ δῶρα 19.191 ἐκ κλισίης ἔλθησι. καὶ ὅρκια πιστὰ τάμωμεν: 19.192 σοὶ δ' αὐτῷ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω: 19.193 κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν 19.194 δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν ὅσσ' Ἀχιλῆι 19.195 χθιζὸν ὑπέστημεν δώσειν: ἀγέμεν τε γυναῖκας: 19.196 Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 19.197 κάπρον ἑτοιμασάτω ταμέειν Διί τ' Ἠελίῳ τε. 19.198 τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 19.199 Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον : 19.200 ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι 19.201 ὁππότέ τις μετὰπαυσωλὴ πολέμοιο γένηται: 19.202 καὶ μένος οὐ τόσον ἦσιν ἐνὶ στήθεσσιν ἐμοῖσι: Venetus A (Marciana 454 = 822), folio 255, verso Iliad 19.203-19.227 19.203 νῦν δ' οἱ μὲν κέαται δεδαϊγμένοι οὓς ἐδάμασσεν 19.204 Ἕκτωρ Πριαμίδης ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν. 19.205 ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον: ἦ τ' ἂν ἔγωγε 19.206 νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν 19.207 νήστιας ἀκμήνους: ἅμα δ' ἠελίῳ καταδύντι 19.208 τεύξασθαι μέγα δόρπον ἐπὴν τισαίμεθα λώβην: 19.209 πρὶν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἱείη 19.210 οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος: 19.211 ὅς μοι ἐνὶ κλισίῃ δεδαιγμένος ὀξέι χαλκῷ 19.212 κεῖται ἀνὰ προθύροισι τετραμμένος: ἀμφὶ δ' ἑταῖροι 19.213 μύρονται: τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν 19.214 ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν: 19.215 τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς : 19.216 ὦ Ἀχιλεῦ Πηλέος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν : 19.217 κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ 19.218 ἔγχει: ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην 19.219 πολλὸν: ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα: 19.220 τῷ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν: 19.221 αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν 19.222 ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν 19.223 ἄμητος δ' ὀλίγιστος ἐπὴν κλίνῃσι τάλαντα 19.224 Ζεὺς ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτϋκται: 19.225 γαστέρι δ' οὔ πως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς : 19.226 λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα 19.227 πίπτουσιν: πότε κέν τις ἀναπνεύσειε πόνοιο Venetus A (Marciana 454 = 822), folio 256, recto Iliad 19.228-19.252 19.228 ἀλλά χρὴ τὸν μὲν κατ θάπτειν ὅς κε θάνησι: 19.229 νηλέα θυμὸν ἔχοντας: ἐπ' ἤματι δακρύσαντας 19.230 ὅσσοι δ' ἂν πολέμοιο περι στυγεροῖο λίπωνται. 19.231 μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὄφρ' ἔτι μᾶλλον 19.232 ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ: 19.233 ἑσσάμενοι χροὶ χαλκὸν ἀτειρέα μὴ δέ τι ἄλλην 19.234 λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω: 19.235 ἤδε γὰρ ὀτρυντύς κακὸν ἔσσεται ὅς κε λίπηται 19.236 νηυσὶν ἐπ' Ἀργείων : ἀλλ' ἀθρόοι ὁρμηθέντες 19.237 Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα 19.238 ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο 19.239 Φυλείδην τε Μέγητα : Θόαντά τε Μηριόνην τε: 19.240 καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον : 19.241 βάν δ' ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο : 19.242 αὐτίκ' ἔπειθ' ἅμα μῦθος ἔην: τετέλεστο δὲ ἔργον: 19.243 ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον οὕς οἵ ὑπέστη 19.244 αἴθονας δὲ λέβητας ἐείκοσι: δώδεκα δ' ἵππους: 19.245 ἐκ δ' ἄγον αἶψα γυναῖκας: ἀμύμονα ἔργ' εἰδυίας. 19.246 ἕπτ': ἀτὰρ ὀγδοάτην Βρισηίδα καλλιπάρῃον 19.247 χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα 19.248 ἦρχ'. ἅμα δ' ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν : 19.249 καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν ἀν δ' Ἀγαμέμνων 19.250 ἵστατο: Ταλθύβιος δὲ θεῷ ἐναλίγκϊος αὐδήν 19.251 κάπρον ἔχων ἐγ χειρὶ παρίστατο ποιμένι λαῶν 19.252 Ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν Venetus A (Marciana 454 = 822), folio 256, verso Iliad 19.253-19.276 19.253 ἥ, οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο: 19.254 κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχών 19.255 εὔχετο: τοὶ δ' ἄρα πάντες ἐπ' αὐτόφιν εἵατο σιγῇ 19.256 Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος 19.257 εὐξάμενος δ' ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν: 19.258 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος: 19.259 Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες αἵ θ' ὑπὸ γαῖαν 19.260 ἀνθρώπους τίνυνται ὅτις κ' ἐπίορκον ὀμόσση: 19.261 μὴ μὲν ἐγὼ κούρῃ Βρισηίδι χεῖρ' επενεῖκαι: 19.262 οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου: 19.263 ἀλλ' ἔμεν' ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν 19.264 εἰ δέ τι τῶνδ' ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν: 19.265 πολλὰ μάλ' ὅσσα διδοῦσιν ὅστίς σφ' ἀλίτηται ὀμόσσας : 19.266 ἦ καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ: 19.267 τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα 19.268 ῥὶψ' ἐπιδινήσας βόσιν ἰχθύσιν: αὐτὰρ Ἀχιλλεύς 19.269 ἀνστὰς, Ἀργείοισι φιλοπτολέμοισι μετηύδα 19.270 Ζεῦ πάτερ: ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα: 19.271 οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν 19.272 Ἀτρείδης ὤρινε διαμπερές οὐδέ κε κούρην 19.273 ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος: ἀλλά ποθι Ζεύς 19.274 ἤθελ' Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι: 19.275 νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα : 19.276 ὣς ἄρ ἐφώνησεν. λῦσεν δ' ἀγορὴν αἰψηρήν Venetus A (Marciana 454 = 822), folio 257, recto Iliad 19.277-19.300 19.277 οἱ μὲν ἄρ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος: 19.278 δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο : 19.279 βὰν δ' ἐπὶ νῆα φέροντες Ἀχϊλλῆος θείοιο: 19.280 καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν κάθισαν δὲ γυναῖκας , 19.281 ἵππους δ' ἐς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί. 19.282 Βρισηὶς δ' ἄρ ἔπειθ' ἱκέλη χρυσῇ Ἀφροδίτῃ : 19.283 ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ 19.284 ἀμφ' αὐτῷ χυμένη λίγ' ἐκώκυε: χερσὶ δ' ἄμυσσε 19.285 στήθεά τ' ἠδ' ἁπαλὴν δειρὴν: ἰδὲ καλὰ πρόσωπα: 19.286 εἶπε δ' ἄρα κλαίουσα γυνὴ εἰκυῖα θεῇσι 19.287 Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ: 19.288 ζωὸν μέν σ' ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα 19.289 νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν. 19.290 ἂψ ἀνιοῦσ' ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεὶ. 19.291 ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ. 19.292 εἶδον προ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ: 19.293 τρεῖς τε κασιγνήτους τούς μοι μία γείνατο μήτηρ: 19.294 κηδείους: οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον: 19.295 οὐδὲ μὲν οὐδέ μ' ἔασκες ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς Αχιλλεὺς 19.296 ἔκτεινεν πέρσεν δὲ πόλιν θείοιο Μύνητος 19.297 κλαίειν: ἀλλά μ' ἔφασκες Ἀχιλλῆος θείοιο 19.298 κουριδίην ἄλοχον θήσειν: ἄξειν δ' ἐνὶ νηυσὶν 19.299 ἐς Φθίην . δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι: 19.300 τῷ σ' ἄμοτον κλαίω τεθνηότα: μείλιχον αἰεί: Venetus A (Marciana 454 = 822), folio 257, verso Iliad 19.301-19.326 19.301 ὣς ἔφατο κλαίουσ' ἐπὶ δὲ στενάχοντο γυναῖκες: 19.302 Πάτροκλον πρόφασιν: σφῶν δ' αὐτῶν κήδε' ἑκάστη. 19.303 αὐτὸν δ' ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο 19.304 λισσόμενοι δειπνῆσαι: ὃ δ' ἠρνεῖτο στεναχίζων 19.305 λίσσομαι εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων 19.306 μή με πρὶν σίτοιο κελεύετε μὴ δὲ ποτῆτος 19.307 ἄσασθαι φίλον ἦτορ: ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει. 19.308 δύντα δ' ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης: 19.309 ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας. 19.310 δύω δ' Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύς 19.311 Νέστωρ Ἰδομενεύς τε: γέρων θ' ἱππηλάτα Φοῖνιξ : 19.312 τέρποντες πυκινῶς ἀκαχήμενον οὐδέ τι θυμῷ 19.313 τέρπετο πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος: 19.314 μνησάμενος δ' ἀδινῶς ἀνενείκατο φώνησέν τε 19.315 ἦ ῥὰ νύ μοι ποτὲ καὶ σύ δυσάμμορε φίλταθ' ἑταίρων 19.316 αὐτὸς ἐν κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας: 19.317 αἶψα καὶ ὀτραλέως: ὁπότε σπερχοίατ' Ἀχαιοὶ 19.318 Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα 19.319 νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος: αὐτὰρ ἐμὸν κῆρ 19.320 ἄκμηνον πόσιος καὶ ἐδητύος: ἔνδον ἐόντων, 19.321 σῇ ποθῇ: οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι 19.322 οὐδ' εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην: 19.323 ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει: 19.324 χήτει τοιοῦδ' υἷος: ὃ δ' ἀλλοδαπῷ ἐνὶ δήμῳ: 19.325 εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω: 19.326 ἠὲ τὸν. ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱὸς: Venetus A (Marciana 454 = 822), folio 258, recto Iliad 19.327-19.351 19.327 εἴ που ἔτι ζώει γε, Νεοπτόλεμος . θεοειδής: 19.328 πρὶν μὲν γάρ μοι θυμὸς ἐνι στήθεσσιν, εώλπει. 19.329 οἶον ἐμὲ φθίσεσθαι ἀπ' Ἄργεος ἱ̈πποβότοιο 19.330 αὐτοῦ ἐνι Τροίῃ . σὲ δέ τε Φθίην δὲ νέεσθαι. 19.331 ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνι νηῒ μελαίνῃ 19.332 Σκυρόθεν ἐξαγάγοις. καί οἱ δείξειας ἕκαστα: 19.333 κτῆσιν ἐμὴν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα: 19.334 ἤδη γὰρ Πηλῆά γ' ὀΐομαι: ἢ κατα πάμπαν 19.335 τεθνάμεν. ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκάχησθαι 19.336 γήραΐ τε στυγερῷ. καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ 19.337 λυγρὴν ἀγγελίην ὅτ' ἀποφθιμένοιο πύθηται: 19.338 ὣς ἔφατο κλαίων. ἐπι δὲ στενάχοντο γέροντες: 19.339 μνησάμενοι τὰ, ἕκαστος ἐνι μεγάροισιν ἔλειπε: 19.340 μυρομένους δ' άρα τούς γε ἰ̈δὼν ἐλέησε Κρονίων : 19.341 αῖψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδᾱ: 19.342 τέκνον ἐμόν. δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος: 19.343 ἠ νύ τοι οὐκ ἔτι πάγχυ μετα φρεσὶ μέμβλετ' Ἀχιλλεύς : 19.344 κεῖνος ὅ γε προπάροιθε, νεῶν ὀρθοκραιράων 19.345 ἧσται ὀδυρόμενος ἕταρον φίλον. οἱ δὲ δὴ ἄλλοι 19.346 οἴχονται μετα δεῖπνον: ὁ δ' ἄκμηνος καὶ ἄπαστος: 19.347 ἂλλ ἰ̈́θι οἱ νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν 19.348 στάξον ἐνι στήθεσσ', ἵνα μή μιν λιμὸς ΐκηται: 19.349 ὡς εἰπὼν, ὤτρυνε. πάρος μεμαυῖαν Ἀθήνην . 19.350 ἡ δ`' ἅρπῃ εἰκυῖα τανυπτέρυγι λιγυφώνῳ 19.351 οὐρανοῦ ἐκκατέπαλτο δι' αἰθέρος: αὐτὰρ Ἀχαιοὶ Scholia to Iliad 19.327-19.351 Main scholia On Iliad 19.327: εἴ που ἔτι ζώει γε⁚ καὶ Ἀριστοφάνης προηθέτει τὸν στίχον ὡς φησὶ Καλλίστρατος τό τε γὰρ ἐπὶ παιδὸς κομιδῆ λέγεσθαι διστακτικῶς εἴ που ἔτι ζώει : καὶ ταῦτα μηδε πόρρω τῆς Σκύρου κειμένης ὕποπτον τό τε θεοειδὴς ἀκαίρως προσέρριπται: τεκμήριον δὲ τῆς διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, εἴ που ἔτι ζώει γε Πυρῆς ἐμός ὃν κατέλειπον ⁑ On Iliad 19.335: ἔτι ζώοντ' ἀκάχησθαι ⁑ προπερισπᾶται ὡς λελυπῆσθαι : οἱ δὲ προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασία. ἐπεὶ οῖδε καὶ τὴν ἀκαχήμενος μετοχὴν τοιαύτην οἶς καὶ ἐπείσθη ἡ παράδοσις ⁑ On Iliad 19.342: τεκνον ἐμὸν ὅτι Ζηνόδοτος γράφει ἑοῖο τοῦτο δὲ παρα τὸ πρόσωπόν εστιν ⁑ On Iliad 19.347-19.348: ἀλλ' ἴ̈θι οι νέκτάρ τε ὅτι κατ αμφοτέρων τὸ στάξον τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος ἡ γὰρ ἀμβροσία ἐστι ξηρα τροφή ⁑ On Iliad 19.350: ἣ δ' ἅρπη: ἅρπη. τῷ ἰκτίνῳ, οἱ δε ζῶον θαλάσσιον πολεμοῦν λάρῳ καὶ βρέννῳ φιλεῖ δὲ τὴν τροφήν ἣν ἂν συνάγει ἐπι τοῖς τάρφεσιν. καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς. ὡς οἱκείως οὖν νῦν εἴκασε τὴν Ἀθηνὰν : οἱ δὲ ὅτι ἐφ ύψους ἱπταμενον εὐχερῶς ὅπῃ θέλει καταρράσσει ⁑ Interlinear scholia On Iliad 19.348@στήθεσσ': ι Intermarginal scholia On Iliad 19.331: γράφεται σὺν νηῒ On Iliad 19.333: οὕτως Ἀρίσταρχος δμωας ἔξω τοῦ ϊ ⁑ Venetus A (Marciana 454 = 822), folio 258, verso Iliad 19.352-19.376 19.352 αὐτίκα θωρήσσοντο κατα στρατόν: ἡ δ' Ἀχιλῆϊ 19.353 νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινην 19.354 στάξ': ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ΐκηται: 19.355 αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ 19.356 ᾤχετο: τοὶ δ' ἀπάνευθε, νεῶν ἐχέοντο θοάων: 19.357 ὡς δ' ὅτε ταρφειαὶ νιφάδες. Διὸς ἐκποτέονται. 19.358 ψυχραὶ, ὑπαι ῥιπῆς αἰθρηγενέος Βορέαο : 19.359 ὡς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι 19.360 νηῶν ἐκφορέοντο: καὶ ἀσπίδες ὀμφαλόεσσαι: 19.361 θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα: 19.362 αἴγλη δ' οὐρανὸν ΐκε : γέλασσε δὲ πᾶσα περι χθὼν 19.363 χαλκοῦ ὑπο στεροπῆς. ὑπο δὲ κτύπος όρνυτο ποσσὶν 19.364 ἀνδρῶν: ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς : 19.365 τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε: τὼ δέ οἱ ὄσσε 19.366 λαμπέσθην, ὡς εἴ τε πυρὸς σέλας: ἒν δέ οἱ ῆτορ 19.367 δῦν' ἄχος ἄτλητον: ὁ δ' ἄρα Τρωσὶν μενεαίνων 19.368 δύσετο δῶρα θεοῦ. τά οἱ Ἥφαιστος κάμε τεύχων: 19.369 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 19.370 καλὰς. ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: 19.371 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν έδυνε: 19.372 ἀμφι δ' ὰρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον. 19.373 χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε 19.374 εἵλετο: τοῦ δ' ἀπάνευθε σέλας γένετ', ἠΰτε μήνης: 19.375 ὡς δ' ὅτ αν ἐκ πόντοιο, σέλας ναύτῃσι φανῄῃ 19.376 καιομένοιο πυρός, τό τε καίεται ὑψόθ' ὄρεσφι Scholia to Iliad 19.352-19.376 Main scholia On Iliad 19.357: ὡς δ' ὅτε ταρφειαι: Ἀρίσταρχος ἀνέγνω ὡς πυκναί οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ ἐπείσθη ἡ παράδοσις ⁑ On Iliad 19.361: θώρηκες τε κραταιγύαλοι: ὅτι οἱ κραταιοὶ κατα τὰ γύαλα καὶ κύτη καὶ κοιλώματα. ἀπο δε μέρους οἱ όλοι κραταιοὶ γύαλον γὰρ πᾶν τὸ κοῖλον τοῦ θώρακος ⁑ On Iliad 19.365: τοῦ καὶ ὀδόντων μὲν: ἀθετοῦνται στίχοι τέσσαρες: γελοῖον γὰρ τὸ βρυχᾶσθαι τὸν Ἀχιλλέα , ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν: ὁ δε Σιδώνιος ἡθετηκέναι μὲν τὸ πρῶτον φησὶν αὐτῶν τὸν τοὺς ἀριθμοὺς ὕστερον δὲ περιελεῖν τοὺς οβελοὺς ποιητικὸν νομίσαντα τὸ τοιοῦτο: ὁ μέντοι Ἀμμώνιος ἐν τῷ Περι τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει διπλὴν δὲ προσθετέον τὸ δῦν ἄχος ἄτλητον ὁ δ' ἄρα Τρωσὶ μενεαίνων ὅτι τὸ μενεαίνων νῦν θυμούμενος σημαίνει ⁑ Intermarginal scholia On Iliad 19.355: ἐν άλλῳ αὐτῇ δ' αῦ ⁑ On Iliad 19.376: Ἀρίσταρχος τό τε καίεται ⁑ Venetus A (Marciana 454 = 822), folio 259, recto Iliad 19.377-19.401 19.377 σταθμῷ ἐν οἰοπόλῳ. τοὺς δ' οὐκ εθέλοντας ἄελλαι 19.378 πόντον ἐπ' ϊχθυόεντα. φίλων ἀπάνευθε φέρουσιν. 19.379 ὡς ἀπ' Ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ΐκανεν 19.380 καλοῦ. δαιδαλέου: περὶ δὲ τρυφάλειαν ἀείρᾱς 19.381 κρατὶ θέτο βριαρήν: ἡ δ' ἀστὴρ ὡς ἀπέλαμπεν 19.382 ἵππουρις τρυφάλεια: περισσείοντο δ' έθειραι 19.383 χρύσεαι. ἃς Ἥφαιστος ΐει λόφον ἀμφὶ θαμειάς: 19.384 πειρήθη δ', ἕο αὐτοῦ ἐν έντεσι δῖος Ἀχιλλεὺς : 19.385 εἴ οἱ ἐφαρμόσσειε. καὶ ἐντρέχοι ἀγλαὰ γυῖα: 19.386 τῷ δ' ηῦτε πτερὰ γίγνετ'. ἄειρε δὲ ποιμένα λαῶν: 19.387 ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος 19.388 βριθὺ, μέγα. στιβαρόν: τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν 19.389 πάλλειν: ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς 19.390 Πηλιάδα μελίην. τὴν πατρὶ φίλῳ τάμε Χείρων 19.391 Πηλίου ἐν κορυφῇς . φόνον ἔμμεναι ἡρώεσσιν: 19.392 ἵ̈ππους δ' Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες 19.393 ζεύγνυον: ἀμφὶ δὲ καλὰ λέπαδν' ἕσαν. ἐν δὲ χαλινου̏ς 19.394 γαμφηλῇς ἔβαλον: κατὰ δ' ἡνία τεῖναν ὀπίσσω 19.395 κολλητὸν ποτὶ δίφρον: ὁ δὲ μάστιγα φαεινὴν 19.396 χειρὶ λαβὼν ἀραρυῖαν, ἐφ' ἵπποιϊν ἀνόρουσεν: 19.397 Αὐτομέδων : ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς . 19.398 τεύχεσι παμφαίνων, ὥς τ' ἠλέκτωρ Ὑπερίων : 19.399 σμερδαλέον δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο: 19.400 Ξάνθέ τε καὶ Βαλίε . τηλεκλυτὰ τέκνα Ποδάργης . 19.401 ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα Scholia to Iliad 19.377-19.401 Main scholia On Iliad 19.380: καλοῦ δαιδαλέου⁚ ὅτι ἀναλαβὼν τὴν ἀσπίδα μετα ταῦτα ἐπι πᾶσι τὴν περικεφαλαίαν τίθησιν ⁑ On Iliad 19.384: πειρήθη δ' ἕο αὐτοῦ: ὅτι Ζηνοδοτος γράφει ἑοῦ αυτοῦ συγχεῖ δὲ τὸ σύναρθρον ἀντι ἀπολελυμένου λαμβάνων ⁑ On Iliad 19.385: τὴν οι ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης καὶ φησὶ κεῖσθαι δοτικὴν ἀντι γενικῆς. οἱ δὲ βαρυτονοῦσιν: ἔστι μὲν οὖν καὶ ἐγκλϊτικὴν εὑρέσθαι τὴν οἱ ἀντι γενικῆς κειμένην ὥσπερ ἐπι τοῦ οἱ δέ οἱ ἐβλάφθησαν ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς ὥσπερ ἐπι τοῦ νευσ ἐπι οἱ καλέσας. καὶ προτί οἱ δὲ λαβῶν ἔντερα : οὐ μέντοι ποτὲ ἐν τῆ καλουμένῃ ἐπιταγματικῇ συντάξει ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν οι προκεῖσθαι δοτικὴν ὑπάρχουσαν ὅπερ οὐχ ὑγιές: ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιοπτῶτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία: πιστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δ' ἕο αυτοῦ ⁑ On Iliad 19.386: τῷ δ' εῦτε, πτερὰ οὕτως γραπτέον τῷ δ' εῦτε ἵνα ᾗ ὡσεὶ πτερὰ δια τὴν κουφότητα ἔξωθεν δὲ τὸ ως . πρότερον δὲ γράφων ὁ Ἀρίσταρχος τῷ δ' εὗτε καὶ κατα συστολὴν δεχόμενος ἀντι τοῦ ηῦτε ὡς επι τοῦ εὐτ ορεος κορυφῇσι μετέγραψεν ὕστερον τῷ δ' αὖτε , ἐμφατικώτερον νομίσας εἶναι ὑπακουομένου τοῦ ως ὡς κἀκεῖ καί ρ' ἀπολείβεται ⁑ On Iliad 19.386: τῷ δ' εὖτε, οὕτως εὗτε Ἀρίσταρχος συνέσταλται δὲ τὸ ηῦτε καὶ δια τοῦ ε εἴρηται: παρα δε Ἀριστοφάνει τῷ δ' ὥστε , ἐν δὲ ταῖς ἀπο τῶν πόλεων τῶν δ' αὖτε ⁑ On Iliad 19.387: ἐκ δ' ἄρα σύριγγος: ἀθετοῦνται στίχοι τέσσαρες. ὅτι ἐκ τοῦ Πατρόκλου ὁπλισμοῦ μετάκεινται: ἡ δὲ περιεστιγμένη διπλῆ ὅτι ἐνταῦθα μὲν αὐτοὺς Ζηνόδοτος καταλέλοιπεν ἐπι δε Πατρόκλου ἠθέτηκεν: ἐκεῖ δὲ ἀναγκαίως λέγονται ἵνα γνῶμεν δια τί οὐκ έλαβε τὴν μελίαν ⁑ On Iliad 19.398: ἠλέκτωρ⁚ ὁ εἰς λέκτρον μη ερχόμενος ἢ παρα τὸ μὴ κοιμᾶσθαι εἰλούμενον διὸ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι: τὸν δὲ οὐρανὸν ὄχημα αὐτοῦ φησιν. ἢ μάλλον ὁ μὴ κοιμίζων: τὰ γὰρ εἰς τωρ κατ ενέργειαν τάσσει ὡς τὸ σημάντωρ κοσμήτωρ : λέγω δὲ τὸ κοιμίζω λέξον δή με τάχιστα ⁑ On Iliad 19.400: Ξάνθε τε καὶ Βαλίε . σημειοῦνται τινὲς ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πεποίηται: Ξανθέ τε καὶ σὺ Πόδαργε ⁑ Interlinear scholia On Iliad 19.393@ἕσαν: περιέβαλον⁚ Intermarginal scholia On Iliad 19.384: οὕτως εο αὐτοῦ αἱ Ἀριστάρχου Ζηνόδοτος εου αυτοῦ ⁑ On Iliad 19.392: ὅτι τὸν Ἀλκιμέδοντα νῦν Αλκιμον λέγει ⁑ Interior scholia On Iliad 19.386: Ἀρίσταρχος εῦτε On Iliad 19.388: οὐδὲ ἐν ταῖς ἄλλαις ησαν οἱ αθετούμενοι ⁑ On Iliad 19.390: καὶ πόρε Xείρων ⁑ On Iliad 19.391: οὕτως πληθυντικῶς αι Ἀριστάρχου ⁑ On Iliad 19.393: οὕτως δια τοῦ ο ζεύγνυον ⁑ Exterior scholia On Iliad 19.386: εῦτε On Iliad 19.401: ἡνιοχῆας Venetus A (Marciana 454 = 822), folio 259, verso Iliad 19.402-19.424 19.402 ὰψ Δαναῶν ἐς όμιλον. ἐπεί χ' ἑῶμεν πολέμοιο: 19.403 μηδ' ὡς Πάτροκλον λίπετ' αὐτοῦ τεθνηῶτα : 19.404 τὸν δ' ὰρ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος 19.405 Ξάνθος . ἄφαρ δ' ἤμυσε καρήατι. πᾶσα δὲ χαίτη 19.406 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οῦδας ΐκανεν: 19.407 αὐδήεντα δ' έθηκε θεὰ λευκώλενος Ἥρη : 19.408 καὶ λίην σ' ἔτι νῦν γε σαώσομεν ὄβριμ' Ἀχιλλεῦ : 19.409 ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον. οὐδέ τοι ἡμεῖς 19.410 αἴτιοι: ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή: 19.411 οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε 19.412 Τρῶες ἀπ' ὤμοιϊν Πατρόκλου τεύχε' ἕλοντο: 19.413 ἀλλὰ θεῶν ὤριστος , ὃν ἠΰκομος τέκε Λητὼ . 19.414 ἔκταν' ἐνι προμάχοισι: καὶ Ἕκτορι κῦδος ἔδωκε: 19.415 νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέωμεν 19.416 ἥν περ ἐλαφροτάτην φὰσ' ἔμμεναι: ἀλλὰ σοὶ αὐτῷ 19.417 μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ῗφι δαμῆναι: 19.418 ὡς ἄρα φωνήσαντος. Ἐρινύες ἔσχεθον αὐδήν. 19.419 τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 19.420 Ξάνθε , τί μοι θάνατον μαντεύεαι: οὐδέ τι σε χρή: 19.421 εῦ νυ τοι οἶδα καὶ αὐτὸς. ὅ μοι μόρος ἐνθάδ' ὀλέσθαι 19.422 νόσφι φίλου πατρὸς καὶ μητέρος: ἀλλὰ καὶ ἔμπης 19.423 οὐ λήξω. πρὶν Τρῶας άδην ελάσαι πολεμοιο: 19.424 ῆ ῥα: καὶ ἐν πρώτοις ϊάχων ἔχε μώνυχας ἵ̈ππους Scholia to Iliad 19.402-19.424 Main scholia On Iliad 19.402: ‡ ὰψ Δαναῶν ⁚ ὅτι δασυντέον τὸ εῶμεν : ἔστι γὰρ ἄδην ἔχομεν κορεσθῶμεν ⁑ On Iliad 19.407: αὐδήεντα δ' έθηκε⁚ ἀθετεῖται ὡς περιττὸς καὶ ἐναντιον ἔχων ἐπιφέρει γὰρ ὡς ἄρα φωνήσαντες Ἐρινύες ἔσχεθον αὐδήν . ὡς δηλονότι καὶ παρασχοῦσαι τοιοῦτος γὰρ ὁ ποιητής : τὸν μὲν ἀρίζηλον θῆκε θεὸς ὥσπερ ἔφηνεν ⁑ On Iliad 19.405: ἤμυσε καρήατι⁚ παρέκλινε τὴν κεφαλήν αὐτοῦ ταχέως δὲ εἰς θάττερον μέρος ἔκλινε τὴν κεφαλήν: παρεπιστρέψας εἰς τοῦπίσω ὡς προσβλέψων τῷ Ἀχιλλεῖ μέλλων αὐτῶ διαλέγεσθαι ⁑ On Iliad 19.416: ἥνπερ ἐλαφρότατον: ἀθετοῦνται στίχοι καὶ οῦτοι οἱ δύο ὅτι οὐκ αναγκαῖοι εἰσὶν. οἵδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτῃ ἐστί: τὸ δὲ καὶ προσθεῖναι φασὶν ὡς ἀπο ϊστορίας ἐστι παρειληφότα ἀγνοούμενόν τι καὶ ἀπίθανον ἵππον λέγειν φασὶν ὥσπερ ἄνδρα πολυΐστορα ⁑ On Iliad 19.418: ὡς ἄρα φωνήσαντος: οὕτως εἰπόντος φησὶ τοῦ ἵππου ἐπέσχον αὐτοῦ αἱ Ἐρινύες τὴν φωνὴν πάντα γὰρ τὰ παράλογα καὶ τεράστια δοκεῖ ὑπο Ἐρινύων γίνεσθαι ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν τοῦ αὐδήεντα δ' ἔθηκεν : εἰ γὰρ ἡ Ἥρα παρέσχεν καὶ ἐπισχεῖν ὄφειλεν οὐχ αἱ Ἐρινύες ⁑ ⁑ Intermarginal scholia On Iliad 19.402: ἐν ἄλλῳ : ὰψ λαῶν On Iliad 19.403: γράφεται λίπετ' αὐτόθι ⁑ Exterior scholia On Iliad 19.402: ἕωμεν On Iliad 19.403: αὐτόθι Venetus A (Marciana 454 = 822), folio 260, recto Iliad 20.1-20.25 20.1 ὡς οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο 20.2 ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί : 20.3 Τρῶες δ' αῦθ' ἑτέρωθεν, ἐπὶ θρῳσμῷ πεδίοιο: 20.4 Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι 20.5 κρατὸς ἀπ' Οὐλύμποιο πολυπτύχου: ἡ δ' ἄραπάντῃ 20.6 φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι: 20.7 οὔτέ τις οὖν ποταμῶν ἀπέην. νόσφ' Ὠκεανοῖο : 20.8 οὔτ ἄρα νυμφάων. αἵ τ' ἄλσεα καλὰ νέμονται. 20.9 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. 20.10 ἐλθόντες δ' ἐς δῶμα Διὸς νεφεληγερέταο. 20.11 ξεστῇς αἰθούσσῃσιν ἐνίζανον. ἃς Διὶ πατρὶ 20.12 Ἥφαιστος ποίησεν ΐδυίῃσι πραπίδεσσιν: 20.13 ὡς οἱ μὲν Διὸς ἔνδον ἀγηγέρατ'. οὐδ' ἐνοσίχθων 20.14 νηκούστησε θεᾶς, ἀλλ' ἐξ ἁλὸς ἦλθε μετ'αὐτούς: 20.15 ΐζε δ' ἄρ ἐν μέσσοισι. Διὸς δ' ἐξείρετο βουλήν: 20.16 τίπτ' αὖτ' ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας: 20.17 ῆ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις. 20.18 τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε: 20.19 τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς : 20.20 ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν. 20.21 ὧν ἕνεκα ξυνάγειρα: μέλουσί μοι ὀλλύμενοί περ: 20.22 ἂλλ' ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο 20.23 ἥμενος. ἔνθ' ὁρόων. φρένα τέρψομαι: οἱ δὲ δὴ ἄλλοι 20.24 ἔρχεσθ'. ὄφρ' ὰν ΐκησθε μετα Τρῶας καὶ Ἀχαιούς : 20.25 ἀμφοτέροισι δ' ἀρήγεθ' ὅπῃ νόος ἐστὶν ἑκάστου: Scholia to Iliad 20.1-20.25 Main scholia On Iliad 20.1: θρῳσμῳ. ὑψηλῷ τόπῳ ὅθεν κατὰθορεῖν καὶ πηδῆσαι εστιν: ἔστι δὲ οὗτος ἐν Ἰλίῳ σταδίων πέντε τὸ περιμετρον μεταξὺ σιμουντος τοῦ ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμενης κώμης ὅπου καὶ θεαί κριθῆναι δοκοῦσι περι κάλλους: ὀνομάζεται δὲ Καλλικολώνη ἐπεὶ τῶν περιξ τόπων ἐπισημότατός ἐστιν: ἡ ϊστορία παρα Δημητρίω : τῷ Σκιψίω ⁑ On Iliad 20.8: οὔτ ἄρα νυμφάων: αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι ἀλσηΐδες καλοῦνται αὶ δὲ ἐπι τῶν δένδρων δρύαδες. αἱ δὲ τὰ νάματα τῶν ὑδάτων ναϊάδες καὶ ὑδριάδες. καὶ τούτων αἱ μὲν κρηνίδες αἱ δὲ ἐπιποταμίδες. αἱ δὲ ἐπι τῶν βοσκημάτων ἐπιμήλιδες: αἱ δὲ ἐπι τῶν ορῶν ὀρειάδες καὶ ὅσαι τούτοις ὁμοιαι: ὁμοίως δὲ καὶ ἐπι τῶν ἑλῶν ἐλιονόμοι ⁑ On Iliad 20.2: μάχης ἀκόρητον: ἐὰν πληθυντικῶς γράφηται. ἀκόρητοι : συναψῶμεν τῇ τελεταία λέξει ὡς, ἂν ἐπιθετικὸν ἐκείνης: ἐὰν δὲ ἑνικῶς βραχὺ διαστελοῦμεν: ἐπι γαρ τοῦ Αχιληως ἀκούσθησεται ⁑ On Iliad 20.4: Ζεὺς δὲ Θέμιστα : ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι , ἀλλὰ τῷ τὰς ἀγορὰς διαλύειν καὶ πάλιν συνάπτειν ⁑ On Iliad 20.5: κρατὸς ἀπ' Οὐλύμποιο : τοῦτο Βέλτιον τοῖς ἄνω προσνέμειν ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν: τὸ δὲ ἑξῆς ἐστὶ κέλευσε κρατὸς ἀπ Ούλυμποιο καλέσσαι : ἡ διπλῇ δὲ ὅτι Ολυμπος ὄρος διὸ πολύπτυχος⁑ On Iliad 20.7: οὔτε τις οὖν ποταμῶν ἀπέην ὅτι ποταμὸν καὶ θάλασσαν τὸν Ὠκεανὸν παραδίδουσι: τὸν δὲ ωκεανὸν οὐ παρέλαβειν εἰς τὸ τῶν θεῶν σύνεδριον ἵνα μη κωλήσῃ: αὐτὸυς τῆς πρὸς ἀλλήλους μαχης πρεσβύτατος ὑπάρχων On Iliad 20.11: ξεστῇς αἰθούσσησιν ὅτι Ζηνόδοτος γράφει ἐφίζανον αἱ δὲ αἴθουσσαι οὐκ εισὶ οὐκ εισὶ θρόνοι ἢ καθὲδραι ἵνα λέγῃ ἐφίζανον ἀλλα στωαὶ καὶ στυλωταὶ ήδραι ἠ τόποι ὑφ' ἡλιου καταλαμπόμενοι τινὲς δὲ γράφουσιν ἐνίδρανον καθεδρας οἰηθέντες⁑ On Iliad 20.13: ὡς οὶμὲν Διὸς ἔνδον: ὅτι Διὸς ἔνδον εἴρηκε εἴρηκε τοπικὸν ἐπίρρημα ἀντι τῆς ἑν' προθέσεως θέλει γὰρ εἰπεῖν ἐν Διὸς ὡς εἴσω ἁλὸς ευρέα κόλπον ⁑ On Iliad 20.14-20.15: οὐδ ενοσίχθων νηκούστησε θεὰς: ὁ δε Ποσειδῶν οῦ παρήκουσε τῆς θέμιδος : τοῦτο δὲ εἴρηκε κὲν δια τῆν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν προς τὸν Δια φιλονεικιαν⁑ On Iliad 20.17: ῆ τι περι τρώων: ἐρωτηματικως ὁ σύνδεσμος καὶ ἁπαξ εἰλημμενος κατα μίαν διάνοιαν διὸ περι παστέος τοῦτο δε φημι. προς τὰ τοιαυτα, ῆ δουλιχῆ νοῦσος ὴ Ἄρτεμις ἰοχεαιρα: ἠὲ νεὸν μεθέπεις ἠ καὶ πατρώϊος ἔση. ἐν γὰρ τοῖς τοιαύταις συντάξησιν. ὁ μὲν πρότερος ῆ ἐγκλίνεται ὁ δε δευτερος περισπᾶσται: On Iliad 20.21: ὧν ἕνεκα ξυναγειρα: καὶ τουτο ἑκατέρωςη δύνανται προδίδοσθαι ἠ μὲν οὖν τοῖς ἄνω στίζωμεν ἐπι τὸ ξυνάγειρα : εἰ δὲ τοῖς ἑξῆς. ὑποστίζομεν ἐπ αυτό⁑ On Iliad 20.23: ἥμενος ἔνθ' ὁρόων: τὴν πρώτην λέξιν βέλτιον τοῖς ἄνω συντάττειν: ἴνα μὴ δύο μετοχαὶ ἐπι τὸ αὒτο ἀσυνδέτως ἀκεωνται⁑ Interlinear scholia On Iliad 20.9@πίσεα: ὑδατώδεις τόποι⁑ Intermarginal scholia On Iliad 20.11: έννιοι ἐφίζανον: Interior scholia On Iliad 20.4: θέμιστα καὶ ὅτι ἀντι του Θεμιστί: On Iliad 20.4: ΐδυίῃσι ουτος δια τοῦ Ϊ τὸ ἰδύιῃσι και τέλειον τὸ ποίησε: Venetus A (Marciana 454 = 822), folio 260, verso Iliad 20.26-20.50 20.26 εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπι Τρώεσσι μαχεῖται. 20.27 οὐδὲ μίνυνθ' ἕξουσι ποδώκεα Πηλείωνα : 20.28 καὶ δέ τέ μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες: 20.29 νῦν δ' ὅτε δὴ καὶ θυμὸν, ἑταίρου χώεται, αἰνῶς. 20.30 δείδω, μὴ καὶ τεῖχος ὑπερμόρον ἐξαλαπάξῃ: 20.31 ὡς ἔφατο Κρονίδης : πόλεμον δ' ἀλίαστον ἔγειρε: 20.32 βὰν δ' ΐμεναι πόλεμον δὲ θεοὶ, δίχα θυμὸν ἔχοντες: 20.33 Ἥρη μὲν μετ' ἀγῶνα νεῶν. καὶ Παλλὰς Ἀθήνη . 20.34 ἠδὲ Ποσιδάων γαιήοχος, ἠδ' ἐριούνης 20.35 Ἑρμείας , ὃς ἐπι φρεσὶ πευκαλίμῃσι κέκαστο: 20.36 Ἥφαιστος δ' ἅμα τοῖσι κίε, σθένεϊ βλεμεαίνων. 20.37 χωλεύων. ὑπο δὲ κνῆμαι ῥώοντο ἁραιαί: 20.38 ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος. αὐτὰρ ἅμ' αὐτῷ 20.39 Φοῖβος ἀκερσεκόμης. ἠδ' Ἄρτεμις ϊοχέαιρα: 20.40 Λητώ τε. Ξάνθός τε, φιλομμειδής τ' Ἀφροδίτη : 20.41 εἴως μέν ῥ' ἀπάνευθε θεοὶ θνητῶν έσαν ἀνδρῶν. 20.42 τέως Ἀχαιοὶ μὲν μέγ' ἐκύδανον. οὕνεκ' Ἀχιλλεὺς 20.43 ἐξεφάνη. δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς: 20.44 Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον 20.45 δειδιότας. ὅθ' ὁρῶντο ποδώκεα Πηλείωνα 20.46 τεύχεσι λαμπόμενον. βροτολοιγῷ ῗσον Ἄρηϊ : 20.47 αὐτὰρ ἐπεὶ μεθ' ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν. 20.48 ῶρτο δ' Ἔρις κρατερὴ. λαοσσόος. αῦε δ' Ἀθήνη 20.49 στᾶσ', ὅτε μὲν παρὰ τάφρον ὀρυκτὴν. τείχεος ἐντός. 20.50 ἄλλοτ' ἐπ' ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. Scholia to Iliad 20.26-20.50 Main scholia On Iliad 20.29: νῦν δ' ὅτε δὴ καὶ θυμὸν ὅτι κατα θυμὸν ἡ περι ἑτέρου χολοῦται. τὸ δ' αἰνῶς ἑκατέροις δύναται προσδίδοσθαι : On Iliad 20.30: ὑπερμόρον ἐξαλαπάξῃ Ἀριστοφάνης ὡς ὑπέρβιον ἓν μέρος λόγου ποιῶν: καὶ ὁ Ἀσκαλωνίτης ἐπεὶ ἀντι ἐπιρρήματος : τοῦ ὑπερμόρως παρείληπται ὁμοίως πληθυντικῷ τῷ ἐνθά κεν Ἀργείοισι ὑπερμορα νόστος : καὶ ὃν τρόπον οὐ μὲν καλὸν ἀτέμβειν ἀντι τοῦ καλῶς ἐστὶ καὶ τὸ πληθυντικὸν οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο . οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος δειδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ . καὶ ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος . ἐντελῶς δὲ ἐν τῇ Β περι τῆς προσωδίας διελάβομεν: διὸ νῦν πάρειμι. ἐκεῖνο μέντοι ὑπομνήσω ὡς ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ λέγω δὲ τὸ ὤς κε νῦν Αἴγισθος ὑπερμόρον κατα διάλυσιν ἀναγινώσκεσθαι. ὁμοίως τῷ μὴ καὶ ὑπερ μοῖραν δόμον Ἄϊδος ὥσπερ ἤδη ἀπεφηνάμην ⁑ On Iliad 20.40: Λητώ τε Ξάνθος τε ὅτι οὐ προδιασυστήσας τὸν αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα προκατακέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ ὡς παραδεδομένοις δηλον ὅτι χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα. On Iliad 20.48: ὧρτο δ' Έρις κρατερη ὅτι ὁ δὲ σύνδεσμος περισσός ἐστιν ἐν τῷ αὖε δ' Ἀθήνῃ ⁑ Intermarginal scholia On Iliad 20.28: Ἀρίσταρχος καὶ δέ τι μιν δια τοῦ ϊ ⁑ On Iliad 20.35: Ἀρίσταρχος κεκασται οὐ δια τοῦ ο κέκαστο ⁑ On Iliad 20.42: ἐν ἄλλῳ τόφρα δ' Ἀχαιοὶ μὲν μέγ' ἐκύδαινον ⁑ Interior scholia On Iliad 20.27: ἀντὶ άνθεξουσι ⁑ On Iliad 20.34: μεγαλωφελος On Iliad 20.37: ἕρρώνυντος αἱ ασθινεῖς ⁑ On Iliad 20.44: ὅτι ἀντὶ Τρώων ἑκάστου ⁑ Exterior scholia On Iliad 20.34: ποσειδάων Venetus A (Marciana 454 = 822), folio 261, recto Iliad 20.51-20.75 20.51 αῦε δ' Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ῖ+σος 20.52 ὀξὺ κάτ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων: 20.53 ἄλλοτε παρ Σιμόεντι , θέων ἐπὶ Καλλικολώνῃ : 20.54 ὡς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντεσ 20.55 σύμβαλον. ἐν δ' αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν: 20.56 δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε 20.57 ὑψόθεν: αὐτὰρ ἔνέρθε Ποσιδάων ἐτίναξε 20.58 γαῖαν ἀπειρεσίην. ὀρέων τ' αἰπεινὰ κάρηνα: 20.59 πάντες δ' ἐσσείοντο πόδες πολυπίδακος Ἴ+δης . 20.60 καὶ κορυφαὶ, Τρώων τε πόλισ καὶ νῆες Ἀχαιῶν. 20.61 ἔδδεισεν δ' ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς : 20.62 δείσας δ' ἐκ θρόνου ἆλτο καὶ ἴ+αχε. μή οἱ ὕπερθε 20.63 γαῖαν ἀναρρήξειε Ποσιδάων ἐνοσίχθων. 20.64 οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανηίῃ 20.65 σμερδαλέ, εὐρώεντα. τά τε στυγέουσι θεοί περ: 20.66 τόσσος ἄρα κτύπος ῶρτο θεῶν ἔριδι ξυνιόντων: 20.67 ἤτοι μὲν γὰρ ἔναντα Ποσιδάωνος ἄνακτος 20.68 ἵ+στατ' Ἀπόλλων Φοῖβος. ἔχων ἰ+ὰ πτερόεντα: 20.69 ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη . 20.70 Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ 20.71 Ἄρτεμις ἰ+οχέαιρα. κασιγνήτη ἑκάτοιο: 20.72 Λητοῖ δ' ἀντέστη. σῶκος ἐριούνιος Ἑρμῆς : 20.73 ἄντα δ' ἄρ' Ἡφαίστοιο . μέγας ποταμὸς βαθυδίνης. 20.74 ὃν Ξάνθον καλέουσι θεοί. ἄνδρες δὲ Σκάμανδρον : 20.75 ὡς οἱ μὲν θεοὶ ἄντα θεῶν ἴ+σαν: αὐτὰρ Ἀχιλλεὺς Scholia to Iliad 20.51-20.75 Main scholia On Iliad 20.53: ἄλλοτε πὰρ Σιμόεντι ὅτι τόπος οὕτως καλεῖται ἐπι τῆς Ἴδῆς θεῶν καλλικολώνη . οὐ δεόντως οὖν τινες ἀνέγνωσαν θέων ἀντι τοῦ τρεχῶν ⁑ On Iliad 20.53: θεῶν ἐπι καλλικολώνῃ Ἡρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρεχῶν μετοχὴν ποιῶν. ὁ μέντοι Ἀρίσταρχος περίεσπα λέγων οὕτως καλεῖσθαι τὸν τόπον θεῶν Καλλικολώνη : ὥσπερ καὶ Ἀχαιών λιμήν. οὕτως καὶ ἐχούσης τῆς ἱστορίας περισσὴ. ἡ τοῦ ἡροδίκοῦ ἀνάγνωσις ἡ μέντοι ἐπὶ πρόθεσις κατα ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου ὥστε εῖναι ἐπι θεῶν Καλλικολώνη δι ὃ ἐτόλμησαν τινὲς ἀναστρέψαι οὶ μέντοι περὶ τὸν Ἀσκαλωνίτην οὐκ ανέστρεψαν ἀλλα συνέταξαν τῇ ἑξῆς λέξει: και οὕτως ἐπεισθη ἡ παραδοσις λεγω δὲ τῆ συντάξει τῆς δοτικῆς: καὶ γὰρ δια τῆς εξῆς Καλλικολώνης φησίν οὐ προσνείμας τὸ θεῶν ὀυδ' ἑτέρωσ ἐκάθιζον ἐπι φρύσι Καλλικολώνης ⁑ On Iliad 20.58: γαῖαν ἀπειρεσίην γαῖαν ἀπειρεσίην: ὅτι διέστειλε τῆς γῆς τὰ όρη ὡς ἐκεῖ γαῖα δ ετί ξυνὴ παντων καὶ μακρὸς Ὄλυμπος ⁑ On Iliad 20.67: ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος καὶ τὰ ἐξῆς ἡ τῶν θεῶν μαχη περίεχει φυσικὴν στοιχείων προ στοιχεῖα ἀντίταξιν κακιῶν πρὸς ἀρετάς. Ἀπόλλων μέν γαρ ἐναντιοῦται Ποσιδῶνι , τὸ μερικὸν πῦρ. τῷ παντὶ ὑγρῷ. Ἀθηνὰ δὲ Ἄρεϊ , ἡ φρόνησις τῇ ἀφροσύνῃ,: Ἥρα δὲ Ἀρτέμιδι ὁ περίγειος αηρ τῇ σελήνη: Ἑρμῆς δὲ Λητοὶ ὁ λόγος, τῃ λήθῃ : Ἤφαιστος δὲ Ξάνθῳ : τὸ όλον πῦρ. μέρη τοῦ ὕδατος: δια τί δὲ οὗτοι οἱ θεοὶ πρὸ εἴρηνται βοηθεῖν τοῖς Ἕλλησι : Ἡρα Ἀθηνᾶ Ποσειδῶν Ἥφαιστος Ἑρμῆς : τοῖς δὲ Τρωσὶν Ἄρης . Ἀπόλλων Ἄρτεμις Λητὼ Σκάμανδρος Ἀφροδίτη : Ἥρα μὲν οῦν Ἕλλησι βοηθεῖ ὅτι γαμήλιος ἐστιν ἡ θεὸς, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον . ἢ ὅτι ἐν τῷ Άργει ἐτιμᾶτο λαμπρῶς ὅθεν φησὶν ὁ ποιητὴς τὸ Ἥρη τ' Ἀργείη ἢ καὶ ὅτι ὡς τὸ Ἄργος οὕτως οἰκεία ἦν αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη ὥς φησιν ἐν τῆ : Ἀθηνᾶ δὲ ἤτοι δια τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου , ἤ δια τὸ ἀλλοτρίους εῖναι τῆς συνεσεως τοὺς βαρβάρους Ποσειδῶν δὲ ἐπειδὴ οἱ πλείους τῶν Ελληνων νησιῶται εἰσιν: καὶ δια τὸ οργίζεσθαι δὲ Λαομεδοντι ἐπι ἀποστερήσει μισθοῦ τῆς τειχοποιΐας. Ἑρμῆς δὲ ὅτι ἐξ Αρκαδίας ἢ ὅτι λόγιος ἢ ὅτι ἐπειδὴ κήρυκας ἀποσταλέντας προς αυτοὺς ὑπο Ελλήνων ἐπι διαλύσει τῶν διαφορῶν Ὀδυσσέα καὶ Μενελαον ἠ βουλήθησαν ἀνελῆν πεισθέντες Ἀντιμάχῳ : τῶν δε κηρύκων προστάτης Ερμῆς Ἤφαιστος δὲ δια τὸ μισεῖν Ἄρη ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδίτην : τοῖς δὲ Τρωσὶν πάρεστην Ἄρης τὸ ὅμοιον μεταδιώκων φιλοπόλεμος γὰρ ὁ θεὸς φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες . ὁ δὲ Ἀπόλλων ἤτοι δια τὸ τόξον τοξικοὶ δὲ καὶ οἱ Τρῶες καὶ ἐν πρώτοις Ἀλεξανδρος : Άρτεμις δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι . ἢ ὅτι παρα τοῖς Βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς οἱ περ οἰκειας χωρας μάχεται : ἡ δε Ἀφροδίτη δια τὸ ὑπο Ἀλεξάνδρου προκριθῆναι καὶ σχεδὸν εἰπεῖν αὐτὴν ἀνθίστανται τῷ πολέμῳ: καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσὶν ⁑ On Iliad 20.68: ἵστατ' Ἀπόλλων ὅτι πυκνῶς κατὰ τὸν τόπον προς το πρότερον ἀπήντηκεν ἀρξαμενος γὰρ ἀπ' Ἀχαιϊκοῦ θεοῦ καὶ ἀντιτάξας τούτῳ Τρωϊκὸν θεὸν πάλιν ἀπὸ Τρωϊκοῦ ῆρκται κατὰ τὸ δεύτερὸν ζυγὸν ⁑ On Iliad 20.69: ἄντα δ' Ἐνυαλίοιο ἐξ εναντίας δὲ τοῦ Ἄρεως: ὁ δὲ τρόπος μετωνυμία ὡς ἀπο τοῦ Ενυοῦς τῆς πολεμικῆς δαίμονος ⁑ On Iliad 20.70: Ἤρη δ' ἀντεστη: ὑφας τὸ ἀντέστη προενεκτέον δοτικῇ γὰρ συντάσσεται: ὡς Λητοῖ δ' ἀντέστη . τὸ δὲ ἄντα ὅπερ ἐστὶν ἐξ ἐναντίας γενικῆ. ἄντα δ' Ἐνυαλίοιο ἄντα δ' ἀρ Ἡφαίστοιο ⁑ On Iliad 20.70: χρυσηλάκατος ἐργατικη: νῦν δὲ τῆς χρυσοῦν τόξον ἐχουσης τοξευτικης ἀπο τουτου δὲ καὶ κελαδεινῆς ἀντὶ τοῦ κυνηγετικῆς κραυγάζουσι γὰρ οἱ κυνηγοί ⁑ On Iliad 20.72: σῶκος ἐριούνιος. Τυραννίων ἀξιοῖ ὀξύνειν ἵνα ἀποφύγη τὸ κύριον βαρυνόμενον ὧς ὦχ' Ἱππάσου ἡὲ ὥσπερ ἐπι τοῦ Λεῦκος Γλαῦκος οὐκ έστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον ἀλλα ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπολλων βαρυνόμενον τὸ Φοῖβος. διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῶ τῶ κυρίῶ: εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθ ὅτι σύνθετον ἐστι βαρύνεσθαι αὐτό . ἐκ γὰρ τοὺσ ἄοικος γεγενῆσθαι τὴν κρᾶσιν οὕτω δὲ δωσουσι καὶ προσκείμενον τῷ ω τὸ ϊ τῆς παραδόσιως οὐχ οὕτως ἐχούσης: τὰ μέντοι εἰσκος λήγοντα δισύλλαβα παρεσχηματισμένα εἰς γένος θηλυκὸν φύσει μακρᾷ παραληγόμενα βαρύνεσθαι θέλει. οἷκος φῶκος θῶκος: οὕτως σῶκος: σεσημείωται τὸ σηκός ⁑ On Iliad 20.72: σῶκος ἤτοι ὁ ϊσχυρὸς σωκειν γὰρ τὸ ἰσχύειν σοούμενος ὠκέως τουτέστιν ορμῶν ταχέως ἄγγελος γὰρ ὁ θεός On Iliad 20.74: ὃν Ξάνθον καλέουσι θεοὶ τῶν διωνύμων τὸ μὲν προγενέστερον ατὲρ εἰσαν οις. δια τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις. Ποσειδῶν μὲν Ἀπόλλωνι ὅτι κατὰ τὸν μῦθον συναδικηθεὶς αὐτῷ ὑπο Λαομέδοντος ἐκεῖνος συνήργει: Ἄρης Ἀθηνᾷ . ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλαφου θάνατον ἐκδικῆσαι: ἢ ὅτι ἐν όψει τῶν θεῶν ὕβρισεν εἰποῦσα μαινόμενε φρενας ἠλε . Ἥιρα δὲ Ἄρτεμις : ἔστι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆς δικαιως μουσικὸς γὰρ ὑπάρχων τὴν τὸν μουσικὸν Ἀπολλωνα γεννήσασαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν ἢ ὡς λόγιος καὶ μνήμων. ἀποστρέφεται αὐτην ὡς λήθην Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως ὅτι ειμὲν τῶν ποταμῶν φύσις πεφυκεν ὑγρὰ Ἥφαιστος δε ἐστι τοῦ πυρος δεσπότης οὗ τροφῆ τὰ ξύλα κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνα δέ ἐστι φρόνησις. Ἄρης δὲ ἀφροσύνη. ἐναντία δὲ καὶ πολεμια ἐστι ταῦτα ἀλλήλων Ἥρα δέ ἐστιν ἀήρ: Ἄρτεμις δὲ σελήνη ἀερότεμίς τις οῦσα ἡ τὸν ἀέρα τέμνουσα ἐξ οῦ ἤρτηται. τὸ δὲ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν: Ἑρμῆς ἐστι λόγος: Λητῶ δὲ ἀμνημοσύνη, οἷον ληθό της τῶν λόγων. Ἥφαιστος δὲ πῦρ: Ξάνθος δὲ τὸ ὑγρόν ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ. Intermarginal scholia On Iliad 20.57: Ἀρίσταρχος Ϊακῶς αὐτὰρ νέρθε ⁑ On Iliad 20.59: οὕτως Ἀρίσταρχος πολυπίδακος : ἄλλοι δε πολυπιδακου ⁑ Interior scholia On Iliad 20.62: ἐν αλλω, ἐκ θρόνόυ ῶρτο ουτως καὶ ἡ Μασσαλιωτική ⁑ On Iliad 20.74: ὅτι διφορούμενον τῆς ὀνομασίας νῦν δὲ ἔστησε⁑ Exterior scholia On Iliad 20.59: περι σεισμοῦ On Iliad 20.60: πόλις On Iliad 20.63: ποσειδάων On Iliad 20.67: ποσειδάωνος Venetus A (Marciana 454 = 822), folio 261, verso Iliad 20.76-20.100 20.76 Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον 20.77 Πριαμίδεω . τοῦ γάρ ῥα μάλιστά γε θυμὸς ἀνώγει 20.78 αἵματος ᾶσαι Ἄρηα ταλαύρινον πολεμιστήν: 20.79 Αἰνείαν δ' ἰ+θὺς λαοσσόος ὦρσεν Ἀπόλλων 20.80 ἀντία Πηλείωνος . ἐνῆκε δέ οἱ μένος ἠΰ: 20.81 υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν: 20.82 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων : 20.83 Αἰνεία . Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ. 20.84 ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων. 20.85 Πηλείδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν. 20.86 τὸν δ' αὖτ' Αἰνείας ἀπαμειβόμενος προσέειπε: 20.87 Πριαμίδη . τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις 20.88 ἀντία Πηλείωνος ὑπερθύμοιο μάχεσθαι: 20.89 οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ' Ἀχιλῆος 20.90 στήσομαι. ἄλλ' ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν: 20.91 ἐξ Ἴ+δης ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν. 20.92 πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον , αὐτὰρ ἐμὲ Ζεὺς 20.93 εἰρύσαθ' ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα. 20.94 ῆ κ' ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης . 20.95 ἥ οἱ πρόσθεν ϊοῦσα τίθει φάος. ἠδ' ἐκέλευεν 20.96 ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν: 20.97 τὼ οὐκ ἐστ' Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι. 20.98 αἰεὶ γὰρ πάρα εἷς γε θεῶν. ὃς λοιγὸν ἀμύνει: 20.99 καὶ δ' ἄλλως τοῦ γ' ἰ+θὺς βέλος πέτετ'. οὐδ'ἀπολήγει. 20.100 πρὶν χροὸς ἀνδρομέοιο διελθεῖν. εἰ δὲ θεός περ Scholia to Iliad 20.76-20.100 Main scholia On Iliad 20.84: ἁς Τρώων βασιλεῦσιν: ὅτι περι τὸν οἶνον αἱ καυχήσεις γίνονται προς τὴν ἀθέτησιν τοῦ ἔσθοντες κρέα πολλά βασιλεῖς δὲ καὶ τοὺς κατα μέρος ἄρχοντας λέγει. δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατα δῆμον ⁑ On Iliad 20.87: Πριαμίδη: τί με ταῦτα: διόλου παρατηρητέον ὅτι τὰ ἔργα τοῦ Ἀχιλλεως δεόντως κατα μέρος δεδήλωκεν. δώδεκα δὲ ξὺν ηυσὶ πόλεις : πεζὸς δ' ἐνδεκά φημι:' νῦν δὲ καὶ ἀξιοπιστότερον τὸ παρα τοῦ πολεμιου ἐγκώμιον ⁑ Intermarginal scholia On Iliad 20.77: Ἀρισταρχος μάλιστά ἑ μάλιστα αυτόν ⁑ On Iliad 20.84: ουτως δια τοῦ ϊ ὑπίσχεο ⁑ On Iliad 20.99: ἐν άλλω ἰθὺ χωρὶς τοῦ σ On Iliad 20.100: γράφεται διελθέμεν ⁑ Interior scholia On Iliad 20.79: ὅτι αντι τοῦ ἐπευθείας καὶ καταντίον ⁑ Venetus A (Marciana 454 = 822), folio 262, recto Iliad 20.101-20.125 20.101 ἶσον τείνειεν πολέμου τέλος. οὔ κε μάλα ῥέα 20.102 νικήσει'. οὐδ' εἰ παγχάλκεος εὔχεται εἶναι: 20.103 τὸν δ' αῦτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων : 20.104 ἥρως. ἂλλ' άγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν 20.105 εὔχεο: καὶ δὲ σὲ φασὶ Διὸς κούρης Ἀφροδίτης 20.106 ἐκγεγάμεν κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν: 20.107 ἡ μὲν γὰρ Διός ἔσθ'. ἡ δ' ἐξ ἁλίοιο γέροντος: 20.108 ἂλλ' ἰ+θὺς φέρε χαλκὸν ἀτειρέα: μὴ δέ σε πάμπαν 20.109 λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ: 20.110 ὡς εἰπὼν. ἔμπνευσε μένος μέγα ποιμένι λαῶν: 20.111 βῆ δὲ δια προμάχων. κεκορυθμένος αἴθοπι χαλκῷ. 20.112 οὐδ' ἔλαθ' Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην 20.113 ἀντία Πηλείωνος ἰ+ὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν: 20.114 ἡ δ', ἄμυδις καλέσασα θεοὺς. μετα μῦθον ἔειπεν: 20.115 φράζεσθον δὴ σφῶϊ Ποσίδαον καὶ Ἀθήνη 20.116 ἐν φρεσὶν ὑμετέρῃσιν. ὅπως έσται τάδε ἔργα: 20.117 Αἰνείας ὁδ' ἔβη. κεκορυθμένος αἴθοπι χαλκῷ 20.118 ἀντία Πηλείωνος . ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων : 20.119 ἂλλ' άγεθ' ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω 20.120 αὐτόθεν. ἤτις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ 20.121 παρταίη. δοίη δὲ κράτος μέγα μηδέ τι θυμῷ 20.122 δευέσθω. ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι 20.123 ἀθανάτων: οἱ δ' αῦτ' ἀνεμώλιοι. οἱ τὸ πάρος περ 20.124 Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα. 20.125 πάντες δ' Οὐλύμποιο κατήλθομεν. ἀντιόωντες Scholia to Iliad 20.101-20.125 Main scholia On Iliad 20.105: καὶ δε σὲ φασὶν ὁ Ἀσκαλονίτης ὠρθοτόνησε τὴν ἀντονωμίαν τὸν δε σύνδεσμον ἀντι τοῦ γὰρ παραλαμβανων καὶ οὕτως ἔχει τὰ τῆς γνώσεως καὶ τῆς διανοίας ⁑ On Iliad 20.107: ἡ μὲν γαρ Διὸς ἔσθ'. σεσημείωται προς τοὺς εξῆς ἀριθμοὺς ἄκαιρον γενεαλογίαν ἔχοντας καὶ ὅτι ἐκ Διὸς ἡ Ἀφροδίτη καθ Ὅμηρον ⁑ On Iliad 20.109: λευγαλέοις ἐπέεσσιν, ὅτι λευγαλέοις οὐ διύγροις ὡς οἱ νεώτεροι ἀλλ ὀλεθρίοις παρα τὸν λοιγόν ⁑ On Iliad 20.113: ἀνα ουλαμὸν οὐλαμὸν τὸ πύκνωμα ἀπο τῆς οὐλότητος ἠ τὴν εἴλησιν ⁑ On Iliad 20.114: ἡ δ' ἄμυδις καλέσασα. ὅτι Ζηνόδοτος γράφει θεοὺς ῥεία ζώοντας ἐξ οῦ φανερός ἐστι κατα τὸ περισπώμενον ἀνεγνωκώς ῆ δ' άμυδις ἴν' ᾗ ἔφη ὡς ἐκεῖ. ῆ καὶ κυανέῃσιν . ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεσται παρ Ὁμήρῳ τὸ η οὐκ εν αρχῇ λόγου ⁑ On Iliad 20.114: ἡ δ' άμυδις: Ἀρίσταρχος τὸ η ἄρθρὸν ἐκδεχεται Ζηνόδοτος δὲ περιέσπασε καὶ ἐψίλωσεν ῥῆμα ἐκδεξάμενος ὁμοιως τῷ ῆ καὶ κυανέῃσιν . ἵν' ᾖ τὸ όλον μεταποῖει ἡ δ' άμυδις καλέσασα θεοὺς ῥεια ζώοντας . ἡγνόησε δὲ ὡς ὁ ποιητῆς οὐ χρῆται τῷ: ῥήματι ἐν αρχῇ λόγου ἀλλα τοῖς ῥηθεῖσιν ἐπιλέγει καὶ τούτῳ γε, παραυτῷ διαφέρει τοῦ ἐφη ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται. Ἀρίσταρχος δὲ ἡ δ' ἄμυδις στήσασα καὶ αἱ πλεῖσται. τὸ δὲ ἄμυδις ψιλωτεόν καίτοι παρα τὸ ἅμα γενόμενον ἐπεὶ Αἰολικον χαρακτῆρα ἀνεδέξατο ⁑ On Iliad 20.125: πάντες δ' Οὐλύμποιο : ἕως τοῦ γεινομένω ἐπένησε ἀθετοῦνται στίχοι τέσσαρες ὅτι τοῦναντίον ὁ Ζεῦς λέγει. εἰ γαρ Ἀχιλλεὺς οἶος ἐπι Τρώεσσι μάχεται: οὐδε μίνυνθ' ἔξουσι καὶ σώζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δε Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι ὅπως μὴ πάθῃ τι ὑπο τῶν Τρώων ὁ Ἀχιλλεύς ⁑ Interlinear scholia On Iliad 20.109@ἀρεῖῃ: απειλῇ Intermarginal scholia On Iliad 20.114: Ἀρίσταρχος άμυδις στήσασα Exterior scholia On Iliad 20.125: Ποσείδαων Venetus A (Marciana 454 = 822), folio 262, verso Iliad 20.126-20.151 20.126 τῆσδε μάχης. ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι 20.127 σήμερον: ὕστερον αῦτε τὰ πείσεται. ἄσσά οἱ αῖσα 20.128 γεινομένῳ: ἐπένησε λίνῳ. ὅτε μιν τέκε μήτηρ : 20.129 εἰ δ' Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς. 20.130 δείσετ' ἔπειθ'. ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ 20.131 ἐν πολέμῳ: χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς: 20.132 τὴν δ' ἠμείβετ' ἔπειτα Ποσιδάων ἐνοσίχθων: 20.133 Ἥρη . μὴ χαλέπαινε παρὲκ νόον. οὐδέ τι σε χρή. 20.134 οὐκ ὰν ἔγωγ' ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι: 20.135 ἡμέας τοὺς ἄλλους ἐπει ῆ πολὺ φέρτεροίεἰμεν: 20.136 ἂλλ' ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες 20.137 ἐκ πάτου ἐς σκοπιήν: πόλεμος δ' ἄνδρεσσι μελήσει: 20.138 εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων , 20.139 ἢ Ἀχιλῆ' ἴ+σχωσι. καὶ οὐκ εἰῶσι μάχεσθαι. 20.140 αὐτίκ' ἔπειτα καὶ ἄμμι παρ αυτόφι, νεῖκος ορεῖται 20.141 φυλόπιδος. μάλα δ' ῶκα διακρινθέντας ὀΐω 20.142 ὰψ ἴ+μεν Οὔλυμπον δὲ. θεῶν μεθ' ὁμήγυριν ἄλλων. 20.143 ἡμετέρῃς ὑπο χερσὶν ἀνάγκῃ ῗφι δαμέντας: 20.144 ὡς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης 20.145 τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο. 20.146 ὑψηλὸν, τό ῥά οι Τρῶες καὶ Παλλὰς Ἀθήνη 20.147 ποίεον. ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο. 20.148 ὁππότε μιν σεύαιτο ἀπ' ἠϊόνος πεδίον δέ. 20.149 ἔνθα Ποσιδάων κατ' ὰρ έζετο καὶ θεοὶ ἄλλοι, 20.150 ἀμφι δ' ὰρ, ἄρρηκτον νεφέλην ὤμοισιν έσαντο: 20.151 οἱ δ' ἑτέρωσε. κάθιζον. ἐπ ὀφρύσι. Καλλικολώνης . Scholia to Iliad 20.126-20.151 Main scholia On Iliad 20.138: εἰ δέ κ' Ἄρης . ὅτι Ζηνοδοτος γράφει εἰ δέ κ' Ἄρης ἄρχησι . ὁ δὲ Ὅμηρος τὸ κατ αμφοτέρων τῶν τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθε ποτὲ τὸ ἕτερον προτάξας ὄνομα μεταξὺ τάσσει. ᾗχι ῥοἀς Σιμόεις συμβάλλετον ἡδὲ Σκάμανδρος καὶ ἔνθα μὲν εἰς Ἀχέροντα πυρὶ φλεγέθον τε ῥέουσι. Κωκυτός τε καὶ τούτω πεπλέονακεν Ἀλκμὰν διὸ καὶ ἀλκμανικὸν καλεῖται οὐχ ὅτι πρῶτος αὐτῷ ἐχρήσατο ὑψηλον: τὸ ὑψηλον ἑκατέροις δύναται προσδίδοσθαι ἵν ᾖ τὸ ἑξῆς τεῖχος ὑψηλὸν ἢ ὑψηλὸν ποίεον ⁑ On Iliad 20.146: ὑψηλον: τὸ ὑψηλον ἑκατέροις δύναται προς δίδοσθαι ἵν ᾖ τὸ ἑξῆς τεῖχος ὑψηλὸν ἢ ὑψηλὸν ποίεον ⁑ On Iliad 20.146: Τρῶες καὶ Παλλὰς Ἀθήνηι , Ποσειδῶν καὶ Ἀπόλλων προστάξαντος Διὸς Λαομέδοντι θητεῦσαι. ἐπι μισθῶ τεταγμένω τὸ τεῖχος κατασκευάζουσι. Λαομέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας μη δοὺς τὸν μισθὸν ἀπήλασεν αὐτούς . ἀγανακτήσας δὲ Ποσειδων ἔπεμψε τῇ χώραι κῆτος ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνομενους καρποὺς διέφθειρεν. μαντευομένω δὲ Λαομέδοντι χρηισμὸς ἐδόθη Ἡσιόνην τὴν θυγατέρα αὐτοῦ βορὰν ἐκθεῖναι τῷ κήτει καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ: προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα μισθὸν ἐκήρυξε τῷ τὸ κητος ανελόντι τοὺς ἀθανάτους ἵππους δώσειν οὓς Τρωῒ Ζεὺς ἀντι Γανυμήδους εδωκεν Ἡρακλῆς δὲ παραγενόμενος ὑπέσχετο τὸν ἄθλον κατορθώσειν καὶ Ἀθηνας αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος εἰσδὺς δια τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ κητους καὶ αὐτοῦ τὰς λαγόνας διέφθειρεν: ὁ δε Λαομέδων ὑπαλλάξας θνητοὺς δίδωσιν ἵππους μαθῶν δὲ Ἡρακλῆς ἐπεστραύτεισε καὶ Ἵλιον ἐπόρθησεν καὶ οὑτως ἔλαβεν τοὺς ἵππους: ἡ ϊστορία παρὰ Ἐλλανικῷ ⁑ On Iliad 20.147: ποίεον ὄφρα τὸ κῆτος. ὅτι οὕτως εἴρηκε σὺν τῷ ἄρθρω τὸ κῆτος ὡ παραδεδομένης τῆς ἱστορίας τῆς περι τοῦ κήτους ⁑ Interlinear scholia On Iliad 20.133@μὴ χαλέπαινε: μη οργίζου On Iliad 20.140@παραυτόθι: παραυτὰ εὐθύς ⁑ On Iliad 20.145@ἀμφίχυτον: αμφίχυστον On Iliad 20.148@σεύαιτο: διώξειεν ⁑ Intermarginal scholia On Iliad 20.: λείπει ἡ πρός On Iliad 20.138: Αρισταρχος προκρίνει τὴν δια τοῦ ω γραφὴν γράφεσθαι δὲ φησὶν καὶ δια τοῦ η ἄρχηισι ⁑ On Iliad 20.143: γράφεται ἀναγκαίηφι ⁑ Exterior scholia On Iliad 20.138: ἄρχηισι On Iliad 20.149: Ποσειδάων Venetus A (Marciana 454 = 822), folio 263, recto Iliad 20.152-20.176 20.152 ἀμφι σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον 20.153 ως οἰ μέν ῥ ἑκάτερθε καθείατο. μητιόωντες 20.154 βουλὰς. ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο 20.155 ὤκνεον ἀμφότεροι: Ζεὺς δ' ἥμενος ὕψι κέλευε 20.156 τῶν δ' ἅπαν ἐπλήσθη πεδίον.καὶ ἐλάμπετο χαλκῷ. 20.157 ἀνδρῶν ἠδ' ἵππων. κάρκαιρε δὲ γαῖα πόδεσσιν 20.158 ὀρνυμένων ἄμυδις: δύο δ' ἀνέρες ἔξοχ' ἄριστοι. 20.159 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. 20.160 Αἰνείας τ' Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς 20.161 Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει. 20.162 νευστάζων κόρυθι βριαρῇ: ἀτὰρ ἀσπίδα θοῦριν 20.163 πρόσθεν ἔχε στέρνοιο: τίνασσε δὲ χάλκεον ἔγχος: 20.164 Πηλείδης δ' ἑτέρωθεν ἐναντίον ῶρτο. λέων ὡς 20.165 σίντης. ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν 20.166 ἀγρόμενοι πᾶς δῆμος: ὁ δὲ. πρῶτον μὲν ἀτιζῶν 20.167 ἔρχεται. ἂλλ' ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν 20.168 δουρὶ βάλῃ. ἐάλη τε χανὼν. περί τ' ἀφρὸς ὀδόντας 20.169 γίνεται. ἒν δέ τε οἱ κραδίῃ. στένει ἄλκιμον ῆτορ. 20.170 οὐρῇ δὲ πλευράς τε καὶ ῗσχία ἀμφοτέρωθεν 20.171 μαστίεται: ἑὲ δ' αὐτὸν ἐποτρύνει μαχέεσθαι. 20.172 γλαυκιόων δ'. ῗθὺς φέρεται μένει, ἤν τινα πέφνῃ 20.173 ἀνδρῶν. ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ. 20.174 ὡς Ἀχιλῆ' ὤτρυνε μένος καὶ θυμὸς ἀγήνωρ 20.175 ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο : 20.176 οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν. ἐπ' ἀλλήλοισιν ϊόντες. Scholia to Iliad 20.152-20.176 Main scholia On Iliad 20.152: ‡ ἀμφι σὲ ἣϊε Φοῖβε ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοῖως τῷ ἀμφι σὲ Πηλεος υἱέ ⁑ On Iliad 20.157: ἀνδρῶν ἠδ' ἵππων: καὶ τοῦτο ταχ άν τις τοῖς ἑξῆς συνάπτοι τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει ⁑ On Iliad 20.166: ἀγρόμενοι πᾶς δῆμος: προς τὸ σχῆμα ὅτι δῆμος ἀγρόμενοι ἐπεὶ ὁ δῆμος ἔννοιαν πληθυντικὴν ἔχει ⁑ On Iliad 20.171: ἑὲ δ' αὐτὸν. ἡ ε τοῦ τρίτου προσώπου ἀντωνυμία ἐπλεόνασε κατ ἀρχὴν ὥσπερ ἐπι τοῦ ἑὸν ἑοῦ ἑῷ ἅμα δὲ τῷ πλεονασμῷ μετέβη καὶ τὸ πνευμα ⁑ Interlinear scholia On Iliad 20.157@κάρκαιρε: ποιὸν ῆχον ἀπετέλει On Iliad 20.162@νευστάζων: ἐπινεύων On Iliad 20.168@ἐάλη: συνείληπται Intermarginal scholia On Iliad 20.156: Ἀρισταρχος Ϊακῶς λάμπετο On Iliad 20.166: ἀτιμαζων καταφρονῶν ⁑ On Iliad 20.171: αντι τοῦ ἑαυτὸν Interior scholia On Iliad 20.155: κατ ένια δια τοῦ ο όκνεον On Iliad 20.170: γράφεται ἀμφοτέρωσε ἔν τισι οὺ φαύλως ⁑⁑ Exterior scholia On Iliad 20.164: δης δ' ἐτε On Iliad 20.165: σίντης Venetus A (Marciana 454 = 822), folio 263, verso Iliad 20.177-20.201 20.177 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς : 20.178 Αἰνεία τί συ τόσσον ὁμίλου πολλὸν ἀπελυθὼν 20.179 ἔστης. ῆ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει 20.180 ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι 20.181 τιμῆς τῆς Πριάμου : ἀτὰρ εἴ κεν ἒμ' ἐξεναρίξῃς. 20.182 οὔ τοι τούνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει 20.183 εἰσὶν γάρ οἱ παῖδες. ὁ δ' ἔμπεδος οὐδ' ἀεσίφρων: 20.184 ῆ νύ τι τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων 20.185 ἐσθλὸν φυταλιῆς καὶ ἀρούρης. ὄφρα νέμηαι 20.186 αἴ κεν ἐμὲ κτείνῃς. χαλεπῶς δέ σ' ἔολπα τὸ ῥέξειν: 20.187 ἤδη μέν σέ γε φημὶ καὶ ἄλλοτε δουρὶ φόβησα: 20.188 ἦ οὐ μέμνῃ, ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα 20.189 σεῦα κατ' Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι 20.190 καρπαλίμως. τότε δ' οὔ τι μετατροπαλίζεο φεύγων: 20.191 ἔνθεν δ' ἐς Λυρνησσὸν ὑπέκφυγες: αὐτὰρ ἐγὼ τὴν 20.192 πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διῒ πατρί: 20.193 ληϊάδας δὲ γυναῖκας. ἐλεύθερον ῆμαρ ἀπούρας 20.194 ἦγον: ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι: 20.195 ἂλλ' οὐ νῦν σἐ ῥύεσθαι οἴομαι ὡς ἐνι θυμῷ. 20.196 βάλλεαι: ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω. 20.197 ἐς πληθὺν ϊέναι: μὴ δ' ἀντίος ἵ+στασ' ἐμεῖο, 20.198 πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω: 20.199 τὸν δ' αῦτ' Αἰνείας ἀπαμείβετο, φώνησέν τε: 20.200 Πηλείδη : μὴ δή ἐπέεσσί γε νηπύτιον ὣς 20.201 ἔλπεο δειδίξασθαι : ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς. Scholia to Iliad 20.177-20.201 Main scholia On Iliad 20.180-20.186: ‡ ἐλπόμενον Τρώεσσι: ἀθετοῦνται στίχοι ζ ὅτι εὐτελεῖς εἰσὶ τῇ κατασκευῇ καὶ τοῖς νοήμασι καὶ οἱ λόγοι οὐ πρέποντες τῷ τοῦ Αχιλλέως προσώπῳ⁑ On Iliad 20.188: ὅ τε πέρσε βοῶν ἄπο: ἀναστρεπτέον τὴν πρόθεσιν ἐστι γὰρ τὸ ἑξῆς ἀπο βοῶν ἔνιοι δὲ συντάσσουσι τὴν ἀπο τῷ ἔσσευᾳ , ἐν τῇ Χίᾳ δὲ βοῶν ἔπι⁑ On Iliad 20.195-20.198: αλλ οῦν σ' ἐρυέσθαι: ἕως τοῦ πρίν τι κακὸν παθέειν αθετοῦνται στίχοι τέσσαρες ὅτι ἐπι τῆς Μενελάου πρὸς Εὔφορβον συστάσεως ὀρθῶς λέγονται σκοπὸς γὰρ ἀμφοτέροις ἐστὶν ἀνελέσθαι τὸν νεκρὸν καὶ τὰ ὅπλα νῦν δὲ παντελῶς ἐκλελυμενός τις ὁ Αχιλλεὺς φαίνεται: Intermarginal scholia On Iliad 20.185: γράφεται καλὸν On Iliad 20.188: η Ριανοῦ καὶ Ἁριστοφάνουσ βοῶν ἔπι οὐκ αχαρίστως: On Iliad 20.193: αισχμαλώτους On Iliad 20.195: οὕτωσ Ἁρίσταρχος ερύεσθαι χωρὶς τοῦ σε : Venetus A (Marciana 454 = 822), folio 264, recto Iliad 20.202-20.226 20.202 ἢ μὲν κερτομίας. ἡδ' αἴσυλα μυθήσασθαι: 20.203 ἴ+δμεν δ' ἀλλήλων γενεήν: ἴδμεν δὲ τοκῆας. 20.204 πρόκλυτ' ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων : 20.205 ὄψει δ' οὐτ' άρ πω σὺ ἐμοὺς ἴ+δες, οὔτ' ὰρ, ἐγὼ σού/ς: 20.206 φασὶ. σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι: 20.207 μητρός τ' ἐκ Θέτιδος . καλλιπλοκάμου. ἁλοσύδνης. 20.208 αὐτὰρ ἐγὼν; υἱὸς μεγαλήτορος Ἀγχίσαο 20.209 εὔχομαι ἐκγεγάμεν. μήτηρ δέ μοι ἔστ' Ἀφροδίτη : 20.210 τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται 20.211 σήμερον: οὐ γὰρ φημ'`. ἐπέεσσί γε νηπυτίοισιν 20.212 ὧδε διακρινθέντεσ μάχης ἐξαπονέεσθαι: 20.213 εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ' εῦ εἰδῇς 20.214 ἡμετέρην γενεὴν. πολλοὶ δέ μιν ἄνδρες ἴ+σασι: 20.215 Δάρδανον α πρῶτον τέκετο, νεφεληγερέτα Ζεύς : 20.216 κτίσσε δὲ Δαρδανίην . ἐπεὶ οὔ πω Ἴ+λιος ϊ_ρὴ 20.217 ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων : 20.218 ἂλλ' έθ' ὑπωρείας ᾤκεον πολυπίδακος Ί+δης: 20.219 Δάρδανος αῦ τέκεθ' υἱὸν Ἐριχθόνιον βασιλῆα: 20.220 ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων : 20.221 τοῦ τρὶσ χίλιαι ἵ+πποι έλος κάτα βουκολέοντο 20.222 θήλειαι. πώλοισι ἀγαλλόμεναι ἀταλῇσι: 20.223 τάων καὶ Βορέης ἠυράσσατο βοσκομενάων. 20.224 ἵ+ππῳ δ' εἰσάμενος παρελέξατο κυανοχαίτῃ: 20.225 αἳ δ' ὑποκυσάμεναι ἔτεκον δυόκαί δεκα πώλους: 20.226 αἱ δ' ὅτε δὴ σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν. Scholia to Iliad 20.202-20.226 Main scholia On Iliad 20.205-20.209: ὁψει δ' οὐτ άρ πω: ἕως τοῦ εὔχομαι ἐκγεγάμεν ἀθετοῦνται στίχοι πέντε ὅτι οὐκ αναγκαία τὰ δι αυτῶν λεγόμενα κατα τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων ⁑ On Iliad 20.215: Δάρδανον ἆν πρῶτον: Δάρδανος υἱος Ἡλέκτρας τῆς Ἀτλάντιδος καὶ Δίος οὗτως ᾤκει ἐν Σαμοθράκη : τοῦ δε κατακλυσμοῦ συμβάντος κατασκευάσας αχεδίαν καὶ ἀσκὸν ἑαυτῷ περιθεὶς ἐφέρετο τοῖς ὕδασι προσωκίλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν: ἑτέρα δὲ ἡ τῆς Ἰλίου Δαρδανίᾳ ὥσπερ ὥσπερ καὶ ἡ Φρυγία οἱ δε νεώτεροι συγχέουσι δια γὰρ τὰς νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ὤκουν ὅθεν καὶ πόλεις τὰς ἀκροπόλεις καλοῦσιν⁑ On Iliad 20.216: κτίσσε δὲ Δαρδανίην : ὅτι θηλυκῶς τὴν Ἴλιον . καὶ ὅτι ἑτέρα τῆς Ἰλίου ἡ Δαρδανία ὥσπερ καὶ ἡ Φρυγία ⁑ On Iliad 20.223: τάων καὶ Βορέης : ὅτι ἐλλείπει τὸ τίνων τούτων οὐ γαρ πᾶς ἡράσθη⁑ On Iliad 20.221: ἕλος κατα βουκολέοντο τὸ ἑξῆς ἐστι καθ' έλος διὸ ἀναστρεπτέον τὴν προθέσιν⁑ On Iliad 20.224: ἵππῳ δ' εἰσάμενος: ὅτι καταχρηστικῶς ἵππος γὰρ οὐ παρακοιμᾶται, ἀλλ' επιβαίνει τινὲς δὲ γράφουσιν ἵππω δ' εἰσάμενος . ὅτι καταχρηστικῶς ἵππος γὰρ οὐ παρακοιμᾶται ἀλλ' ἐπιβαίνει: τινὲς δὲ γράφουσιν ἵππῳ δ' εἰσάμενος ἐμίγη φιλότητι καὶ εὐνῇ ⁑ Intermarginal scholia On Iliad 20.213: ὅτι ἀπαρεμφατὸν ἀντὶ προστακτικοῦ τοῦ δάηθι Interior scholia On Iliad 20.211: καὶ τὸ σήμερον ὀμοιως τοῖς προκείμενοισ Exterior scholia On Iliad 20.218: πολυπίδακου On Iliad 20.221: τρίς χίλιαι Venetus A (Marciana 454 = 822), folio 264, verso Iliad 20.227-20.251 20.227 ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον, οὐδὲ κατέκλων: 20.228 ἂλλ' ὅτε δὴ σκιρτῷεν ἐπ' εὐρέα νῶτα θαλάσσης: 20.229 ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον: 20.230 Τρῶα δ' Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα: 20.231 Τρωὸς δ' αὖ, τρεῖς παῖδες ἀμύμονος ἐξεγένοντο: 20.232 Ϊ=λός τ', Ἀσσάρακός τε, καὶ ἀντίθεος Γανυμήδης : 20.233 ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων: 20.234 τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν 20.235 κάλλεος εἵνεκα, οἷο ἵ+ν' ἀθανάτοισι μετείη. 20.236 Ϊ=λος δ' αῦ τέκεθ' υἱὸν ἀμύμονα Λαομέδοντα . 20.237 Λαομέδων δ' ἄρα Τιθωνὸν τέκετο. Πρίαμόν τε: 20.238 Λάμπόν τε: Κλυτίον θ'. Ϊκετάονά τ' ὄζον Ἄρηος . 20.239 Ἀσσάρακος δὲ Κάπυν . ὃ δ' ἄρ, Ἀγχίσην τέκε παῖδα. 20.240 αὐτὰρ ἒμ' Ἀγχίσης . Πρίαμος δ' έτεχ' Ἕκτορα δῖον: 20.241 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι: 20.242 Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε 20.243 ὅππως κεν ἐθέλῃσιν ὃ γὰρ κ' όχ' ἄριστος ἁπάντων: 20.244 ἂλλ' άγε μὴκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὡς 20.245 ἑσταότ' ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος: 20.246 ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι 20.247 πολλὰ μάλ', οὐδ' ὰν νῆυς ἑκατόζυγος ἄχθος ἄροιτο: 20.248 στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν: πολέες δ' ἔνι μυθῷ 20.249 παντοῖοι. ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα: 20.250 ὁπποῖόν κ' εἴπῃσθα ἔπος. τοῖόν κ' ἐπακούσαις: 20.251 ἀλλὰ τί ὴ, ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκῃ Scholia to Iliad 20.227-20.251 Main scholia On Iliad 20.227: ‡ ἄκρον ἐπ ανθερίκων: νῦν τῶν ἐν τοῖς στάχυσι λεπτῶν θερῶν ἐστιν: ἐλαφρῶς οὖν φασὶν ἄνωθεν αὐτῶν διέτρεχον ὁμοίως δὲ καὶ ἐπι τῆς τῶν κυμάτων ἐπιφαινείας μὴ βαπτιζόμενοι τῷ ὕδατι. κυρίως δὲ ἀνθερικὸς καλεῖται ὁ τοῦ ἀσφοδελοῦ καυλὸς εστι δὲ τὸ φυτὸν λαχανῶδες⁑ On Iliad 20.229: ἄκρον ἐπι ρηγμῖνος : σημειοῦνται τινὲς ὅτι ἁλὸς πολιοῖο ἔφη⁑ On Iliad 20.233: ὃς δὴ κάλλιστος γένετο. ὅτι ὡς ὰν ἁρμόζῃ πρὸς τὸ ἐγκώμιον τίθησι τὸ κάλλιστος καὶ γὰρ ἄλλους καλλίστους λέγει καὶ ὅτι προς τὸ δεύτερον πρότερον ἀπηντηκεν⁑ On Iliad 20.234: τὸν καὶ ἀνηρείψαντο: Ἀρίσταρχος μὲν ἓν ποιεῖ τὸ ἀνηρείψαντο τουτεστὶ τὸ ἀνήρπασαν εἰσὶ μέντοι οἳ τὸν ἂν σύνδεσμον παρέλαβον ὧν ἐστι καὶ Ἀπολλώνιος ὁ τοῦ θέωνος τοιοῦτόν τι ἐκδεχόμενος ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διῒ χάριν τοῦ κάλλους εἴ έζη . τοῦτο δὲ φησὶν ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητὴς τῷ Διῒ διακονούμενον: ἡ γὰρ Ἥβη βλεπεται καὶ ὁ Ἥφαιστος πρὸς δε ταῦτα ὑγιῶς ἀπεφήναντο τινὲς καὶ ὁ Ἀσκαλωνίτης ὡς ὅτι ὁ ποιητὴς τὸ ἠρείψαντο οὐδέποτε ἐχρήσαντο: ἄνευ τῆς προθεσέως δεύτερον ὡς εἰ ἦ ὁ ἀν σύνδεσμος ἐχρὴν τινὰ αἰτίαν ἐπενεχθῆναι ὥσπερ ὡς ἐπι τοῦ οὐδ άν πῳ χάζοντο κέλοντες δῖοι Ἀχαιοὶ εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παύσεν αριστεύοντα μάχης ὡς δε εν ετέροις περι τῆς ἁρπαγῆς τοῦ Γανυμήδου ὑπόμνησιν ποιεῖται ὁπότε ὁ Διομήδης λέγει τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχ' υἱὸς ποινὴν Γανυμήδεϊ . αλλα φησὶν οὐ διακονεῖται εὐλόγος: πρῶτον μὲν ὅτι τὰ πάντα συμπόσια δύο εστιν ἓν μὲν ἐν τῇ Α εν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενον ἕνεκα γέλωτος. αλλω δὲ ἐν τῆ Δ ὅπου Ἥβη κοινὸς οἰνοχοεῖ πᾶσι θεοῖς: ἔχομεν δὲ ημεῖς προσθεῖναι τὸ κυριώτατον φημὶ δὴ τὸ τῆς συντάξεως: ὁ γὰρ και σύνδεσμος ἐναντιος ἐστιν τὸ ἂν . ὁ μὲν γὰρ τίθησι μᾶλλον δὲ συμπλέκει ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι: ὁ δὲ ἂν συνδεσμος ἀναιρεῖ τὰ παρῳχημενα⁑ On Iliad 20.234: ἡ διπλῆ ὅτι ἐναντιοῦται τοῖς νεωτέροις οὐ γὰρ διέρωτα τὸν Γανυμήδην ὑπο Διὸς ἀνηρπᾶσθαι ἀλλ' ὑπο τῶν θεῶν ἵνα οἱνοχοῇ τῷ Διῒ δια το κάλλος καὶ ὅτι ὁ και περισσός⁑ On Iliad 20.235: καλλεος εἴνεκα. ο αστερίσκος ὅτι τοῦτον γράφουσι τὸν στίχον καὶ εν τῇ Ὀδυσσείᾳ ἐπι τοῦ Κλειτοῦ οὐ δεόντως⁑ On Iliad 20.235: κάλλεος εἴνεκα καὶ τοῦτον ὁμοίως ἢ γὰρ ἀνηρείψαντο κάλλεος εἴνεκα οἷο ἢ ἵνα ἀθανάτοισι μετείῃ κάλλεος εἵνεκα οἷο ⁑ On Iliad 20.249: επέων δὲ πολὺς νομὸς. ὀξυτόνος ἵνα σημαίνηται ὡς ἐν τῇ συνηθεία ἡ νέμεσις τοῦτο γὰρ ἐμφάσεως μειζωνος ἐστι σημαντικόν⁑ On Iliad 20.251-20.255: ἀλλα τί η ἕως τοῦ πολλ' ἐτεά τε καὶ οὐκὶ ἀθετοῦνται στίχοι πέντε ὡς ἄκαιροι καὶ οχληροὶ προειρημένου τοῦ ἀλλ άγε μὴκετι ταῦτα λεγώμεθα τοῦτο δὲ παραγράφοντος ἐστι τὸν λόγον πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος ἔτι ἀναλαμβάνει ἀλλά τίη ἔριδας , καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων. καὶ παρα βαρβάροις δὲ ἐστι τὸ τὰς γυναῖκας προερχομένας λοιδορεῖσθαι ὡς παρ Ἀιγυπτίοις : περι δὲ τοῦ η τοῦ τοῦ ὑποτασσομένου τῷ τι καὶ τῷ ἐπι ἐδηλώσαμεν ἐν τοῖς προ τούτοις ὡς τὸ τι ὑποτασσόμενος μὲν ἐγκίνεται τῷ δὲ ἐπι περισπᾶται ⁑ Interlinear scholia On Iliad 20.235@οἷο: τοῦ εαυτοῦ On Iliad 20.249@νομὸς: μετάθεσις Intermarginal scholia On Iliad 20.228: Ἀρίσταρχος ἀλλ' ὅτι δὲ αλλοι δὲ ἀλλό τε δὴ δια τοῦ η ⁑ On Iliad 20.234: κατ ένια τὸν μὲν ανηρειψαντο ⁑ On Iliad 20.243: ἐν αλλῳ ὁ γάρ κ' όχ' ἄριστος ἁπάντων On Iliad 20.246: πολύστροφος εὐμετάθετος On Iliad 20.251: εν αλλω καὶ ονείδεα Exterior scholia On Iliad 20.243: κάρτιστος ἁπάντων Venetus A (Marciana 454 = 822), folio 265, recto Iliad 20.252-20.276 20.252 νεικεῖν ἀλλήλοισιν ἐναντίον: ὥς τε γυναῖκας: 20.253 αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο 20.254 νεικεῦσ' ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰ+οῦσαι 20.255 πολλὰ τά τε καὶ οὐκὶ. χόλος δέ τε καὶ τὰ κελεύει 20.256 ἀλκῆς δ' οὔ μ' ἐπέεσσι μεταστρέψεις μεμαῶτα. 20.257 πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον. ἂλλ' άγε θᾶσσον 20.258 γευσόμεθ' ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν: 20.259 ῆ ρα. καὶ ἐν δινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος. 20.260 σμερδαλέῳ: μέγα δ' ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. 20.261 Πηλείδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ 20.262 ἔσχετο ταρβήσας: φάτο γὰρ δολιχόσκιον ἔγχος 20.263 ῥεῖα δ' ἐλεύσεσθαι μεγαλήτορος Αἰνείαο : 20.264 νήπιος. οὐδ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν. 20.265 ὡς οὐ ρηΐδι' ἐστὶ θεῶν ἐρικυδέα δῶρα 20.266 ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ' ὑποείκειν 20.267 οὐδὲ τότ' Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος 20.268 ῥῆξε σάκος. χρυσὸς γὰρ ἐρύκακε. δῶρα θεοῖο 20.269 ἀλλὰ δύω μὲν ἔλασσε δια πτύχας: αἱ δ' ὰρ' ἔτι τρεῖς 20.270 ἦσαν. ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων: 20.271 τὰς δύο χαλκείας. δύο δ' ἔνδοθι κασσιτέροιο 20.272 τὴν δὲ μίαν χρυσῆν. τῇ ρ' ἔσχετο μείλινον ἔγχος 20.273 δεύτερος αῦτ' Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος 20.274 καὶ βάλεν Αἰνείαο κατ' ἀσπίδα πάντοσε ΐσην 20.275 ἄντυγ' ὑπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός. 20.276 λεπτοτάτη δ' ἐπέην ῥινὸς βοός: ἡ δὲ δια πρὸ Scholia to Iliad 20.252-20.276 Main scholia On Iliad 20.255: ‡ πολλὰ τά τε καὶ οὐκί: οὕτως Ἀρίσταρχος πολλὰ τά τε καὶ οὐκὶ τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή τὰ δε φαυλότερα τῶν ἀντιγράφων ἔπεα ἔχειν τοῦτεστιν ἀληθῆ⁑ On Iliad 20.259: ἧ ρα καὶ ἐν δινῷ σάκει οὕτως ἡ Ἀριστάρχου διαιρετέον τὸ σάκεϊ καὶ Ϊακῶς τὸ ἔλασσε καὶ τὸ δινῶ δὲ ἔξῳ τοῦ ε ἀπο τοῦ δινεῖσθαι δινωτην φορέουσα⁑ On Iliad 20.266: ἀνδράσι γε θνητοῖς: προς τὴν ἑξῆς ἀθέτησιν ἄτρωτα γὰρ καὶ ἄθλαστα τὰ Ἡφαιστότευκτα⁑ On Iliad 20.269-20.272: ἀλλα δύω μὲν ἔλασσε: ἀθετοῦνται στίχοι τέσσαρες ὅτι διεσκευασμένοι εἰσὶν ὑπό τινος τῶν βουλομένων πρόβλημα ποιεῖν μάχεται δὲ σαφῶς τοῖς γνησίοις ἄτρωτα γὰρ τα Ἡφαιστότευκτα συνίσταται ἵνα δὲ μὴ δοκῇ λύσεως τί εἰρηκέναι καὶ δια τούτου ἡθετηκέναι φησὶν ὅτι τῆς χρυσῆς πτύχης πρώτης κατα τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος ορμῆς ἐγκοπὴν εἰληφέναι διακεκόφθαι μέντοι τὸ σακος ἕως τῆς τρίτης πτυχῆς ὃν τρόπον ἐπι τῆς πτυχῆς Μενελάου λεγει ἥ οι πλεῖστον ἔρυτο διαπρο δὲ είσατο καὶ τῆς ⁑ On Iliad 20.269-20.272: ἀτρώτων ὑπαρχόντων παρ Ὁμήρω τῶν Ἀχιλλέως ὁπλῶν καὶ ἔξωθεν κατ' ενίους τεταγμένης δια τὸν πλείονα τῆς χρυσῆς πτυχὸς οὕτως ἀποδοτέον τὸν λόγον. ἀλλα μέχρι μὲν δύο πτυχῶν προῆλθεν ἡ τῆς πληγῆς ἐνέργεια ΐξεως καὶ οιονεὶ συνιζήσεως γενομενῆς: ἐν δὲ τῇ τρίτη ἐπεσχέθη: πῶς φησὶν ἄτρωτον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει. ῥητέον οὖν ὅτι ὁ χρυσὸς ὧν μαλθακώτερος χαλκοῦ ἢ σίδηρου ἐνέδωκε τῷ δόρατι καὶ εκοιλάνθη: καὶ ἐγένετο κοιλότης οὐ τρῶσις⁑ On Iliad 20.273: δεύτερος αὖτ' Ἀχιλευς : ὅτι Ζηνόδοτος μετεποίησεν οὕτως μελίην ἰθυπτίωνα ἀσπίδα νύξ'. εὔχαλκον ἀμύμονος Ἀινείαο οὐκ εκ χειρὸς δὲ ἐπέτυχεν ὁ Αχιλλεὺς ὅπερ δια τοῦ νύξε σημαίνεται ἀλλα βέβληκε τὸ δόρυ διὸ καὶ ἑξῆς βέλος ἀυτὸ όρηκε⁑ On Iliad 20.276: ηδε διαπρο : κατα τὸ ἄνω μέρας τῆς ασπίδος διόλου διαπεράσαν τὸ δόρυ. ὀπίσω ἐπάγει τοῦ Αἰνείου ⁑ Intermarginal scholia On Iliad 20.255: οὕτως Ἀρίσταρχος αλλοι δὲ πολλά τ' εόντα ταδ' οὐκί ⁑ On Iliad 20.260: ὅτι ἀντι τοῦ ἤχασε καὶ οὐ διεκόπη⁑ On Iliad 20.261: έξω ἀνέστεινεν ἑαὺτοῦ On Iliad 20.263: Ἀρίσταρχος ἕξω τοῦ ϊ ῥέα ⁑ On Iliad 20.265: ἔν τισιν ἔργα ⁑ Interior scholia On Iliad 256: γράφεται αποστρεψεις On Iliad 20.261: ὅτι Ζηνόδοτος γράφει ἀπο οῦ ⁑ Exterior scholia On Iliad 20.255: πολλ' ἐτεά τε καὶ οὐκί: Venetus A (Marciana 454 = 822), folio 265, verso Iliad 20.277-20.302 20.277 Πηλιὰς ἤϊξεν μελίη: λάκε δ' ἀσπὶς ὑπ' αὐτῆς: 20.278 Αἰνείας δ' ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε 20.279 δείσας: ἐγχείη δ' ὰρ. ὑπερ νώτου ἐνι γαίῃ 20.280 έστη ἱ+εμένη: διὰ δ' ἀμφοτέρους ἕλε κύκλους 20.281 ἀσπί/δος ἀμφιβρότης. ὁ δ' ἀλευάμενος δόρυ μακρὸν. 20.282 έστη. καδ δ' ἄχος οἱ χύτο μυ_ρίον ὀφθαλμοῖσι: 20.283 ταρβήσας. ὅ, οἱ. ἄγχι πάγη βέλος: αὐτὰρ Ἀχιλλεὺς 20.284 ἐμμεμαὼς ἐπόρουσεν. ἐρυσσάμενος ξίφος ὀξὺ. 20.285 σμερδαλέα ἰ+άχων: ὁδὲ χερμάδιον λάβε χειρὶ 20.286 Αἰνείας . μέγα ἔργον: ὃ, οὐ δύο γ' ἄνδρε φέροιεν: 20.287 οἷοι νῦν βροτοί εἰσ' ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος: 20.288 ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ: 20.289 ἠ κόρυθ': ἠε σάκος. τό, οἱ ήρκεσε λυγρὸν όλεθρον. 20.290 τὸν δέ κε Πηλείδης , σχεδὸν ἄορι θυμὸν ἀπηύρα__. 20.291 εἰ μὴ ὰρ, ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων: 20.292 αὐτίκα δ' ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν: 20.293 ὦ πόποι. ῆ μοι ἄχος μεγαλήτορος Αἰνείαο . 20.294 ὃς τάχα Πηλείωνι δαμεὶς. Ἄϊδος δὲ κάτεισι. 20.295 πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο: 20.296 νήπιος. οὐδέ τι οἱ χραισμήσει χραισμήσει λυγρὸν ὄλεθρον: 20.297 ἀλλὰ τί ὴ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει 20.298 μὰψ, ἕνεκ' ἀλλοτρίων ἀχέων: κεχαρισμένα δ' αἰεὶ 20.299 δῶρα θεοῖσι δίδωσι. τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν: 20.300 ἀλλ' άγεθ' ἡμεῖς πέρ μιν ὑπ' ἐκ θανάτου ἀγάγωμεν, 20.301 μήπως καὶ Κρονίδης κεχολώσεται. αἴ κεν Ἀχιλλεὺς 20.302 τόνδε κατακτείνῃ: μόρσιμον δέ οἱ ἔστ' ἀλέασθαι. Scholia to Iliad 20.277-20.302 Main scholia On Iliad 20.283: ταρβήσας ὁ, οἱ, ἀγχί πάγη βέλος ὅτι βέβληκε τὸ δόρυ ὁ Ἀχιλλεὺς οὐ νένυχεν ἐκ χειρὸς ὡσπερ Ζηνόδοτος πεποίηκεν: τὸ γὰρ ἄγχι παγῆναι οὐκ αλλῶς ἐστιν ἢ ἐκ προέσεως⁑ On Iliad 20.288: ἐνθά κεν Ἀινείας μὲν: πάντα ήρτηται ἕως τοῦ ει μὴ ὰρ ὀξὺ νόησε. διορθωτεον οὖν αὐτὰ ὡς ἐν τῇ εἰ μη ἐγώ σε λαβών . On Iliad 20.289: ἢ κόρυθ' ηὲ σάκος. ἢ τὸ σάκος ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κόρυθα ἢ τὸ σακος ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ Αχιλλεῖ: ἰσχυρὰ γὰρ ἦσαν⁑ On Iliad 20.298: μὰψ ἕνεκ' ἀλλοτρίων: ὅτι Αἰνείας οὐ συνεπεγρὰφη τῷ τῶν πριαμιδών πολέμῳ διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτὸν οὐχ ὡς ἔνιοι φασὶν ὅτ' επετιθετο τῇ βασιλείᾳ: βραχὺ δε διασταλτέον ἐπι τὸ μὰψ προς τὸ σαφεστερον⁑ On Iliad 20.299: δῶρα θεοῖσι δίδωσι. ὅτι οὕτως εἶπεν θεοῖσι καὶ οὐχ ἡμῖν ὡς οὐκ ὢν καὶ αὐτὸς θεὸς καὶ ἐν περί δ' ῖρὰ θεοῖσιν : Intermarginal scholia On Iliad 20.279: ὅτι σαφῶς συνιστησι ὅτι βεβλητα⁑ On Iliad 20.290: πρὸς τὸ σχημα τὸν δὲ τὴν ψυχὴν ἀφείλετο ⁑ Interior scholia On Iliad 20.280: τὸν χαλκοῦν καὶ τὸν βύρσινον⁑ On Iliad 20.293: ὅτι λείπει ἡ περὶ Αινειου ⁑ Venetus A (Marciana 454 = 822), folio 266, recto Iliad 20.303-20.330 20.303 ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται 20.304 Δαρδάνου . ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων 20.305 οἵ ἑθεν ἐξεγένοντο γυναικῶν τε θνητάων: 20.306 ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων : 20.307 νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει. 20.308 καὶ παιδων παῖδες τοί κεν μετόπισθε γένωνται. 20.309 τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη : 20.310 ἐννοσίγαι'. αὐτὸς σὺ μετὰ φρεσὶ, σῇσι, νόησον 20.311 Αἰνείαν ἤ κέν, μιν ἐρύσσεαι. ἤ κεν, ἐάσεις: 20.313 ἤτοι μὲν γὰρ νῶϊ πολεῖς ὠμόσσαμεν ὅρκους 20.314 πᾶσι μετ αθανάτοισιν, ἐγὼ καὶ Παλλὰς Ἀθήνη 20.315 μή ποτ' ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ῆμαρ. 20.316 μηδ' ὁπότ' αν Τροίη μαλερῷ πυρὶ πᾶσα καυθῆ 20.317 καιομένη : καίωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν: 20.318 αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε Ποσειδάων ἐνοσίχθων. 20.319 βῆ ῥ' ΐμεν, ἄν, τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων. 20.320 ΐξε δ' ὅθ' Αἰνείας ἠδ' ὁ κλυτὸς ῆεν Ἀχιλλεύς : 20.321 αὐτίκα τῷ μὲν ἔπειτα κατ' ὀφθαλμῶν χέεν ἀχλὺν. 20.322 Πηλείδῃ Ἀχιλῆϊ , ὁ δὲ μελίην εὔ+χαλκον 20.323 ἀσπίδος ἐξέρυσεν μεγαλήτορος, Αἰνείαο : 20.324 καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν: 20.325 Αἰνείαν δ' ἔσσευεν. ἀπο χθονὸς ὑψόσ' ἀείρας: 20.326 πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων. 20.327 Αἰνείας ὑπερᾶλτο, θεοῦ ἄπο χειρὸς ὀρούσας: 20.328 ἴ+ξε δ' ἐπ' εσχατιὴ=ν πολυάϊκος πολέμοιο: 20.329 ἔνθα δε Καύκωνες πόλεμον μέτα θωρήσσοντο: 20.330 τῷ δὲ μάλ' ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων. Scholia to Iliad 20.303-20.330 Main scholia On Iliad 20.307: νῦν δὲ δὴ Αἰνείαο : σημειοῦνται τινὲς πρὸς τὴν ἰστορίαν καὶ ἐπεὶ μεταγράφουσι τινὲς Αἰνείω γενεὴ πάντεσσιν ἀνάξει ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥωμαίων ἀρχὴν : Ἀφροδίτη χρῆσμου ἐκπέσοντος ὅτι τῆς τῶν Πριαμιδῶν ἀρχῆς καταλυθείσης οἱ ἀπ Αγχίσου Τρώων βασιλεύσουσιν Ἀγχίσῃ παρηκμακότι συνῆλθεν τεκοῦσα δ' Αἰνείαν καὶ βουλομένη πρόφασιν κατασκευασι τῆς τῶν Πριαμιδῶν καταλύσεως Ἀλεχάνδρω πόθον Ἑλένης ἐνέβαλε καὶ μετὰ τὴν ἀρπαγὴν τὸ μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσὶ ταῖς δὲ ἀληθείαις παρηγόρει τὴν ἦτταν ταυτῶν ἵνα πάντεσλῶς ἀπελπίσαντες ἀποδῶσι τὴν Ἑλένην : ἡ ἰστορία παρα Ἀκουσιλαῳ ⁑ On Iliad 20.308: καὶ παῖδες παίδων τοί κεν μετόπισθεν γένωνται: αἱ δια τῶν πόλεων λείπωνται εῖχον ἀντι τοῦ γένωνται ⁑ On Iliad 20.311: Αἰνείαν η κεν μιν: ὅτι περισσὸς ὁ κεν καὶ ἐστι τὸ ἑξῆς ὴ ερύσῃς ἢ αὐτὸν ἐάσεις . ἡ δὲ ἀναφορὰ προς τὰς τοιαύτας ἀναγνώσεις: ὅτι πρῶτον μὲν ἔπειτα δέ κ' αὐτὸς ὀνήσεαι μάλιστα δέ κ' αὐτὸς ἀνέγνω ⁑ On Iliad 20.322-20.324: Πηλείδῃ Ἀχιλῆϊ : ἀθητοῦνται στίχοι τρεῖς ὅτι οὐκ ανέσχηται τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως , ἀλλα' διαπρὸ, Πελιὰς ἤϊξεν μελίη καὶ ἔγχει ἡ δ' ὰρ ὑπερ νώτου ἐνι γαίῃ πῶς οῦν ὁ Ποσειδὼν ἐκ τῆς ἀσπίδος ἤρυσε τὸ δόρυ⁑ On Iliad 20.327: θεοῦ ἀπο χειρὸς ὀρούσας: δύναται ἡ απο καὶ ἀναστρέφεσθαι ἵν' ἀπο θεοῦ : καὶ φυλάσσειν τὸν τόνον ἵν ᾖ ἀπορούσας ὅπερ καὶ βέλτιον⁑ On Iliad 20.329: Καύκωνες : οἱ μεν Τρωϊκὸν ἔθνος βάρβαρον: ἄλλοι δὲ Παφλαγονίας : οἱ δὲ τοὺς ἐπίκλην Καυνίους . ἡ δὲ Καῦνος , πόλις πάραλος πλησιον Λυκιας και Καρίας ⁑ Intermarginal scholia On Iliad 20.306: παρα Ἀριστοφάνει ήχθαιρε ⁑ Exterior scholia On Iliad 20.318: Ποσιδάων Venetus A (Marciana 454 = 822), folio 266, verso Iliad 20.331-20.355 20.331 καί μιν φωνήσας. ἔπεα πτερόεντα προσηύδα: 20.332 Αἰνεία : τίσ σ' ῶδε θεῶν, ἀτέοντα κελεύει 20.333 ἀντία Πηλείωνος . ὑπερθύμοιο μάχεσθαι: 20.334 ὃς, σεῦ, ἅμα κρείσσων καὶ φίλτεροσ ἀθανάτοισιν: 20.335 ἀλλ' ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ: 20.336 μὴ καὶ ὑπερ μοῖραν δόμον Ἄϊδος εἰσ ἀφίκηαι: 20.337 αὐτὰρ ἐπεί κ' Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ. 20.338 θαρσήσας δ' ήπειτα μετὰ πρώτοισι μάχεσθαι: 20.339 οὐ μὲν γάρ τις σ' ἄλλος Ἀχαιῶν ἐξεναρίξει: 20.340 ὡς εἰπὼν λίπεν αὐτόθ'. ἐπεὶ διεπέφραδε πάντα: 20.341 αῖψα δ' ἔπειτ' Ἀχιλῆος ἀπ' ὀφθαλμῶν ἐκέδασ' ἀχλὺν 20.342 θεσπεσίην, ὁ δ' ἔπειτα μέγ' ἔξιδεν ὀφθαλμοῖσιν: 20.343 ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν, μεγαλήτορα θυμόν: 20.344 ὦ πόποι. ῆ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι: 20.345 ἔγχος μὲν τόδε κεῖται ἐπι χθονὸς. οὐδέτι φῶτα 20.346 λεύσσω, τῷ δ' ἐφέηκα κατακτάμεναι μενεαίνων: 20.347 ῆ ρα καὶ Αἰνείας . φίλος ἀθανάτοισι θεοῖσιν 20.348 ῆεν. ἀτάρ μιν ἔφην μὰψ. αύτως εὐχετάασθαι: 20.349 ἐρρέτω: οὔ οἱ, θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι 20.350 έσσεται. ὁς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο: 20.351 ἀλλ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας 20.352 τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών: 20.353 ῆ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ: 20.354 μὴκετι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί : 20.355 ἂλλ' άγ' ἀνὴρ ἀνα ἀνδρὸς ἴ+τω: μεμάτω δὲ μάχεσθαι: Scholia to Iliad 20.331-20.355 Main scholia On Iliad 20.332: Αἰνεία τίς ᾦδε οὑτως ἐν απάσαις ατέοντα ἀφροντιστοῦντα, Καλλίμαχος Μουσαῖον κεῖνος ἀνὴρ ἀτέτει :τὸ ατέοντα ὡς νυεοντα ἔστιν γὰρ πρώτης συζυγίας τῶν περισπωμένων⁑ On Iliad 20.334: ὃς σεῦ. ἅμα κρείσσων ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὡς ἐκεὶ ὃσ σεῦ ἄνευθεν ἐῶν : ἔστι γὰρ καὶ ἀντιδιασταλτική⁑ On Iliad 20.332: ἀτέοντα ἀφροντιστοῦντα φρενοβλαβοῦντα καὶ ατιζω τὸ μωραίνω⁑ On Iliad 20.346: λεύσσω τῷδ' ἐφέηκα: ὅτι βέβληκε τὸ δόρυ ἐπι τὸν Αἰνείαν καὶ ουκ εκ χειρὸς ἔτρωσεν ὡς Ζηνοδοτος γράφει λέγει γοῦν ῥητῶς ἀφέηκα ⁑ Intermarginal scholia On Iliad 20.331: παρα Ζηνοδότῳ καί μιν νεικείων παρὰ Ριανῷ τὸν καὶ νεικείων On Iliad 20.332: ἀτέοντα οὔτως ἐν πασαις. On Iliad 20.333: εν ἄλλῳ ἀντὶ τοῦ Αχιληοσ πολεμίζειν ἠ δὲ μαχεσθαι⁑ Exterior scholia On Iliad 20.335: ξυμβαλησεαι On Iliad 20.342: ἐξίδεν On Iliad 20.346: τῷ ἐφεηκα Venetus A (Marciana 454 = 822), folio 267, recto Iliad 20.356-20.380 20.356 ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰ+φθίμῳ περ ἐόντι. 20.357 τοσσούσδ' ἀνθρώπους ἐφέπειν, καὶ πᾶσι μάχεσθαι: 20.358 οὐδέ κ' Ἄρης , ὅς περ θεὸς ἄμβροτος. οὐδέ κ' Ἀθήνη . 20.359 τόσσησδ' ὑσμίνης ἐφέποι, στόμα. καὶ πονέοιτο: 20.360 ἂλλ' ὅσσον μὲν ἐγὼ δύναμαι, χερσίν τε: ποσίν τε: 20.361 καὶ σθένει. οὔ μ' ἔτι φημὶ μεθησέμεν, οὐδ' ἠβαιόν: 20.362 ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερὲς. οὐδέ τιν' οἴω 20.363 Τρώων χαιρήσειν. ὅς κεν σχεδὸν ἔγχεος ἔλθοι : 20.364 ὡς φάτ' ἐποτρύνων: Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ . 20.365 κέκλεθ' ὁμοκλήσας. φάτο δ' ΐμεναι ἄντ' Ἀχιλῆος : 20.366 Τρῶες ὑπέρθυμοι: μὴ δείδιτε Πηλείωνα : 20.367 καί κεν, ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην: 20.368 ἔγχεϊ δ' ἀργαλέον. ἐπει ῆ πολὺ φέρτεροί εισιν: 20.369 οὐδ' Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει. 20.370 ἀλλὰ τὸ μὲν τελέει. τὸ δὲ καὶ μεσσηγὺ κολούει: 20.371 τῷ δ' ἐγὼ ἀντίος εἶμι: καὶ εἲ πυρὶ χεῖρας ἔοικεν: 20.372 εἰ πυρὶ χεῖρας ἔοικε. μένος δ' αἴθωνι σιδήρῳ: 20.373 ὡς φάτ' ἐποτρύνων: οἱ δ' ἀντίοι ἔγχε' ἄειραν 20.374 Τρῶες , τῶν δ' ἄμυδις μίχθη μένος. ῶρτο δ' ἀϋτή: 20.375 καὶ τότ' ὰρ' Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων : 20.376 Ἕκτορ . μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε_ 20.377 ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο: 20.378 μή πως σ' ἠὲ βάλῃ. ἠὲ σχεδὸν ἄορι τύψῃ: 20.379 ὡς ἔφαθ': Ἕκτωρ δ' αῦτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν 20.380 ταρβήσας, ὅτ' άκουσε θεοῦ ὄπα φωνήσαντος: Scholia to Iliad 20.356-20.380 Main scholia On Iliad 20.356: αργαλέον δέ μοι ἐστι ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν τουτέστιν ἐγκλιτικήν ⁑ On Iliad 20.357: τόσσους δ' ἀνθρώπους ὁ Ἀσκαλωνίτης προπερισπᾷ ἐπεί φησι κατά δειξιν λεγεται. καὶ τὸ τόσσης δ' ὑσμίνης Ἀρίσταρχος μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο του δε καὶ ἐπείσθη ταύτη τῇ ἀναγνώσει ἡ παράδοσις: οὐκ αδόκιμος δὲ καὶ ἡ τοῦ Ἀσκαλωνίτου ⁑ On Iliad 20.362: ἀλλα μαλα προς τὸ σημαινόμενον ὅτι δι όλης τῆς τάξεως πορεύσομαι διανταίαν απ αρχῆς ἕως πέρατος⁑ On Iliad 20.362: στιχός: ὡς τριχὸς ἀπεθείας τῆς στίξ καὶ γὰρ στίχες λέγει καὶ στίχας : τὸ δε εἰμι προπερισπαστέον σημαίνει γὰρ τὸ πορεύομαι⁑ On Iliad 20.371: τῷ δ' ἐγὼ ἀντίος εἰμι_ καὶ εἰ πυρὶ χείρας: ἄγκυλον τὸ διανόημα. καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον καὶ δια τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως. πυρὸς μὲν ὀξύτητοα. σιδήρου δὲ καρτερίαν παραλαβον On Iliad 20.372: εἰ πυρὶ χείρας: προς τὴν ἐπανάληψιν ὅτι ἐν συνεχῶς ἐν δε ἅπαξ⁑ On Iliad 20.375: καὶ τότ' ὰρ Ἔκτορα: ὅτι ἐλλείπει ἡ πρὸς προθέσις προς Έκτορα καί τοι παρῆν εἰπεῖν Ἕκτορι εἶπεν ἀλλα συνήθως παρέλειπε τὴν πρόθεσιν. καὶ τοτ ὰρ Αἴας εῖπε βοὴν ἀγαθὸν Μενέλαον ⁑ On Iliad 20.378: μήπως ηε βάλη: ὅτι διέσταλκε τὸ βαλλεῖν καὶ τὸ τύψαι διδασκαλικῶς προσθεὶς σχεδὸν οἷον σχέδην ἐκ τοῦ σύνεγγυς⁑ Interlinear scholia On Iliad 20.357@ἐφέπειν: διώκειν On Iliad 20.362@στιχὸς: τῆς σταξεωσ On Iliad 20.365@ϊμεναι: πορεύσθαι On Iliad 20.370@κολούει: μειοῖ On Iliad 20.377@δέδεξο: προσδέχου Interior scholia On Iliad 20.371: ἐν αλλω τοῦ δ' ἐγὼ Venetus A (Marciana 454 = 822), folio 267, verso Iliad 20.381-20.405 20.381 ἐν δ' Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν, εἱμένος ἀλκήν: 20.382 σμερδαλέα ἰ+άχων, πρῶτος δ' ἕλεν Ἰ+φιτίωνα 20.383 ἐσθλὸν. Ὀτρυντείδην . πολέων ἡγήτορα λαῶν: 20.384 ὃν νύμφη τέκε. νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ. 20.385 Τμώλῳ ὑπὸ νιφόεντι Ὕδης ἐν πίονι δήμῳ: 20.386 τὸν δ' ἰ+θὺς μεμαῶτα βάλ' ἔγχεϊ δῖος Ἀχιλλεὺς 20.387 μέσσην κακ κεφαλή`ν: ἡ δ' ἄνδιχα πᾶσα κεάσθη 20.388 δούπησεν δὲ πεσὼν ὁ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς : 20.389 κεῖσαι Ὀτρυντείδη . πάντων ἐκπαγλότατ' ἀνδρῶν 20.390 ἐνθάδε τοι θάνατος. γενεὴ δέ τοι ἔστ' ἐπὶ λίμνῃ 20.391 Γυγαίῃ. ὅθι τοι τέμενος πατρώϊόν ἐστιν 20.392 Ὕλλῳ ἐπ' ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι: 20.393 ὡς ἔφατ' εὐχόμενος. τὸν δὲ σκότος ὄσσε κάλυψε: 20.394 τὸν μὲν Ἀχαιῶν ἵ+πποι ὀπισσώτροις δατέοντο 20.395 πρώτῃ ἐν ὑσμίνῃ: ὁ δ' ἐπ' αὐτῶ Δημολέοντα 20.396 ἐσθλὸν ἀλεξητῆρα μάχης. Ἀντήνορος υἱὸν 20.397 νύξε κατα κρόταφον. κυνέης διὰ χαλκοπαρήου: 20.398 οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν: ἀλλὰ δι' αὐτῆς 20.399 αἰχμὴ ἱεμένη ῥῆξ' ὀστέον: ἐγκέφαλος δὲ 20.400 ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαῶτα: 20.401 Ἱ+πποδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα 20.402 πρόσθεν ἕθεν φεύγοντα. μετάφρενον οὔτασε δουρί: 20.403 αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν. ὡς ὅτε ταῦρος 20.404 ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφι, ἄνακτα 20.405 κούρων ἑλκόντων. γάνυται δέ τε, τοῖς ἐνοσίχθων. Scholia to Iliad 20.381-20.405 Main scholia On Iliad 20.384: ὃν νυμφη τέκε: ἐν τισι τῶν φαύλων ἀντιγράφων τὸν νύμφη δια τοῦ τ ⁑ On Iliad 20.389: κεῖσαι Ὀτρυντίδῃ , ὅτι ὁ Ἀχιλλεὺς γινώσκων αὐτὸν ἐξ ονόματος καλεῖ⁑ On Iliad 20.390-20.391: λίμνη: Γυγαίη: οὕτω ἐν Λυδία λίμνη καλουμένη Γυγαίη ἤτοι ἀπο Γύγου τοῦ Κανδαύλου ὃν πρῶτον φασὶ βασιλεῦσαι, Λυδῶν ἠ ἀπό τινος ἐγχωρίου ἥρωος Γύγου καλουμένου⁑ On Iliad 20.396: εσθλὸν ἀλεξητηρα ἐκ τῶν τριῶν λέξεων ἓν σημαίνει ἐν πολέμῳ ἀγαθόν θετέον οὖν ἐπ αυτὸν τὴν συνάφην σὺν δύο τῆς τε πρώτης καὶ δευτέρας καὶ τρίτης λέξεως δύναται δὲ καὶ το ἐσθλὸν καθ εαυτὸ εῖναι⁑ On Iliad 20.403-20.404: ὡς ὅτε ταῦρος ήρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφι άνακτα: τὸν Ποσειδῶνα : ἤτοι ὅτι καὶ ἐν Ελικῶνι όρει τῆς Βοιωτίας τιμᾶται: ὴ ἐν Ελίκη : μᾶλλον οὖν παρα τὸν ἐν Ελίκη . ὅτι Ἑλικῶν μὲν Βοιωτίας όρος. Ἐλίκη δὲ νῆσος τῆς Ἀχαΐας ϊερὰ Ποσειδῶνος ἡ δὲ ἰστορία αύτη. Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν αποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Αθηνῶν καὶ τῆς Ἀχαϊκῆς Ἑλικῆς παραγενόμενος δὲ εἰς τὴν Καρίαν ἱερὸν Ποσειδῶνος ἱ+δρύσατο καὶ ἀπο τοῦ ἐν Ελίκῃ τεμένους Ἐλικώνιον προσηγόρευσεν. δοκεῖ δ' ἐπὰν θύωσι τὸν θεὸν βρησάντων μὲν βοῶν προσδέχεσθαι τὸ θειὸν τὴν θυσίαν: σιγῶντα δὲ λυποῦνται μηνιεῖν νομίζοντες. ἡ ἱστορία παρὰ Κλειτοφῶντι ⁑ Interlinear scholia On Iliad 20.403@ἀϊσθε: εξέπνευσεν On Iliad 20.403@ἤρυγεν: ἐμυκατο Intermarginal scholia On Iliad 20.385: οὕτως Ὕδης δια τοῦ δ τῆς Λυδίας ⁑ On Iliad 20.385: Ύδη δὲ τῆς Βοιωτίας ⁑ On Iliad 20.388: ὅτι ἐκ τοῦ παρακολουθούντος ἀπέθανεν ⁑ On Iliad 20.391: ὄνομα τῆς λίμνης ⁑ On Iliad 20.392: ποταμῷ Λυδίας ⁑ On Iliad 20.400: γράφεται αΐσσοντα ⁑ On Iliad 20.404: πρὸς τὴν ἐπανάληψιν τοῦ ήρυγεν ⁑ Interior scholia On Iliad 20.386: σημειοῦνται τινες ὅτι εἰς εὐθὺς ορμῶντα : On Iliad 20.387: ὅτι ἀντι τοῦ όλη : On Iliad 20.395: οὕτως Ἀρίσταρχος τινὲς δὲ Δηϊλέοντα On Iliad 20.401: καταβάντα τῶν ἵππων ⁑ Venetus A (Marciana 454 = 822), folio 268, recto Iliad 20.406-20.430 20.406 ὡς ἄρα τόν γ' ἐρυγόντα λίπ' ὀστέα θυμὸς ἀγήνωρ: 20.407 αὐτὰρ ὁ βῆ συν δουρὶ μετ' ἀντίθεον Πολύδωρον . 20.408 Πριαμίδην : τὸν δ' οὔ τι πατὴρ εἴασκε μάχεσθαι : 20.409 οὕνεκά οἱ μετὰ παισὶ, νεώτατος ἔσκε γόνοιο: 20.410 καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα: 20.411 δὴ τότε νηπιέῃσι. ποδῶν ἀρετὴν ἀναφαίνων. 20.412 θῦνε δια προμάχων, είως φίλον ὤλεσε θυμόν: 20.413 τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς 20.414 νῶτα παραΐσσοντος. ὅθι ζωστῆρος ὀχῆες 20.415 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ: 20.416 ἀντικρὺ δὲ διέσχε παρ' ὀμφαλὸν ἔγχεος αἰχμή. 20.417 γνὺξ δ' ἔριπ' οἰμώξας, νεφέλη δέ μιν ἀμφ' ἐκάλυψε 20.418 κυανέη. προτὶ οἷ δ' έλαβ' ἔντερα χερσὶ λιασθείς: 20.419 Ἕκτωρ δ' ὡς ἐνόησε κασίγνητον Πολύδωρον 20.420 ἔντερα χερσὶν ἔχοντα: λιαζόμενον ποτὶ γαίῃ 20.421 καρ, ρά, οἱ, ὀφθαλμῶν κέχυτ' ἀχλὺς: οὐδ' ὰρ ἔτ' ἔτλη 20.422 δηρὸν ἑκὰς στρωφᾶσθ'. ἀλλ' ἀντίος ἦλθ' Ἀχιλῆϊ 20.423 ὀξὺ δόρυ κραδάων. φλογὶ εἵκελος: αὐτὰρ Ἀχιλλεὺς 20.424 ὡς εἶδ', ὡς ἀνέπαλτο καὶ εὐχόμενος ἔπος ηύδα: 20.425 ἐγγὺς ἀνὴρ, ὃς ἐμόν γε: μάλιστ' ἐσεμάσσατο θυμόν: 20.426 ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον, οὐδ ὰρ ἔτι δὴν 20.427 ἀλλήλους πτώσσοιμεν ἀνα πτολέμοιο γεφύρας: 20.428 ῆ: καὶ ὑπόδρα ἰ+δὼν. προσεφώνεεν Ἕκτορα δῖον: 20.429 άσσον ἴ+θ', ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ΐκηαι: 20.430 τὸν δ' οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτορ : Scholia to Iliad 20.406-20.430 Main scholia On Iliad 20.406: ὡς ἀρα τόν γ' ἐρυγόντα: ὡς φαγόντα ἔστι γὰρ δευτέρου ἀορίστου καὶ ὡς ἔφυγε φυγόντα ὅυτως ἥρυγεν ἐρυγόντα ⁑ On Iliad 415: χρύσειοι σύνεχον ὅτι κατα τὴν τοῦ ζώματος ἐπιβολὴν προς τὸν στρατὸν θώρακα καὶ διπλοὺς ἢν ὁ θώραξ⁑ On Iliad 418: προτὶ οἷ δ' έλαβ' περισπαστέον τὸν οι ἔστι γὰρ προσεαυτόν⁑ On Iliad 424: ανέπαλτο: ανέπηδησεν ἀνήλατο : πῶς δέ φησι τὸν Αινείαν οὐκ Απόλλων ῥύεται ἀλλα Ποσειδῶν . ψεῦδος ὁ ποιητὴς πάνυ ἐνδείκνυται ὡς ἡ ἄλλη περι τοὺς θεοὺς εὐσέβεια δυσωποῦσα ἡ καὶ τοὺς διεχθρας ὄντας⁑ Interlinear scholia On Iliad 20.414@ὀχῆες: οἱ λῶροι On Iliad 20.418@λιασθείς: εκταθείς On Iliad 20.420@λιαζόμενον: κυλιόμενον On Iliad 20.425@ἐσεμάσσατο: καθήψατο: On Iliad 20.427@πτώσσοιμεν: φύγοιμεν Intermarginal scholia On Iliad 20.414: οὑτως κατα γενικὴν παραΐσσοντος ⁑ On Iliad 20.426: Ἀρίσταρχος οὐδ ὰν ετι δὴν δια τοῦ αν ⁑ Venetus A (Marciana 454 = 822), folio 268, verso Iliad 20.431-20.455 20.431 Πηλείδη μὴ δὴ μ' ἐπέεσσί γε νηπύτιον ὡς 20.432 ἔλπεο δειδίξεσθαι: ἐπεὶ σάφα οἶ`δα καὶ αὐτὸς 20.433 ἢ μεν κερτομίας. ἠδ' αἴσυλα μυθήσασθαι: 20.434 οἶδα δ' ὅτι σὺ μὲν ἐσθλός. ἐγὼ δὲ σέθεν πολὺ χείρων: 20.435 ἂλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται 20.436 αἴ κέ σε χειρότερός περ ἐὼν ἀπο θυμὸν ἕλωμαι. 20.437 δουρὶ βαλὼν. ἐπει ῆ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: 20.438 ῆ ρα. καὶ ἀμπεπαλὼν προΐει δόρυ. καὶ τό γ' Ἀθήνη . 20.439 πνοιῇ. Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο 20.440 ῆκα μάλα ψύξασα. τὸ δ' ὰψ ΐκεθ' Ἕκτορα δῖον: 20.441 αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν: αὐτὰρ Ἀχιλλεὺς . 20.442 ἐμμεμαὼς ἐπόρουσε. κατακτάμεναι μενεαίνων: 20.443 σμερδαλέα, ἰ+άχων: τὸν δ' ἐξήρπαξεν Ἀπόλλων 20.444 ῥεῖα μάλ' ὥς τε θεὸς. ἐκάλυψε δ' ὰρ, ἠέρι πολλῇ: 20.445 τρὶς μὲν ἔπειτ' ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς 20.446 ἔγχεϊ χαλκείῳ. τρὶς δ' ἠέρα τύψε βαθεῖαν: 20.447 ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ῗσος 20.448 δεινὰ δ' ὁμοκλήσας. ἔπεα πτερόεντα προσηύδα_: 20.449 ἐξ αῦ νῦν ἔφυγες θάνατον κύον: ῆ τέ τοι ἄγχι 20.450 ἦλθε κακὸν. νῦν αῦτέ σ' ἐρύσσατο Φοῖβος Ἀπόλλων . 20.451 ᾧ μέλλεις εὔχεσθαι ἰ+ὼν ἐς δοῦπον ἀκόντων: 20.452 ῆ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας. 20.453 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι: 20.454 νῦν δ' ἄλλους Τρώων ἐπιείσομαι. ὅν κε κιχείω: 20.455 ὡς εἰπὼν. Δρύοπ' οῦτα κατ' αὐχένα μέσσον ἄκοντι: Scholia to Iliad 20.431-20.455 Main scholia On Iliad 436: αἴ κε σε χειρότερός χείριος χειριότερος . συγκοπὴ καὶ πλεονασμὸς χειρότερος ⁑ On Iliad 437: δουρὶ βαλὼν συναφῆ ἐπι τὰς τελευταιας δύο λέξεις: ἓν γὰρ ἐξ αμφοτέρων δηλοῦται τὸ ὠξυμμένον κατα τὸ ἔμπροσθεν μερος⁑ On Iliad 440: ῆκα μάλα ψύξασα ὅτι ψύξασα φυσήσασα τῷ ἑαυτῆς πνεύματι ἀπέστρεψε τὸ δόρυ⁑ On Iliad 446: ἔγκεϊ χαλκείῳ πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν τῶν ἀκροατῶν εἰς τελος τῶν ποιήσεων ἑαυτῶ ταμιευόμενος τὴν σφαγὴν Ἔκτορος προς δε τὸ ἄπιστον βοηθείᾳ χρῆται ὥσπερ ἀπολογούμενος δια τοῦ ῥεῖα μάλ' ⁑ On Iliad 452: ῆ θῆν σ' ἐξανύω γε περισπαστέον τὸν ῆ ἔστι γὰρ βεβαιωτικὸς ἴσως τῷ δὴ : τὸ δὲ ἀνύω βαρύτονως ἀναγωστέον ἔστι γὰρ ἐνεστος ἀντι μέλλοντος ⁑ On Iliad 454: νῦν δ' ἄλλους, προς τὸ σχῆμα ὅτι ἰδίως πληθυντικῷ ἑνικὸν ἐπήνεγκεν ὅν κε κιχείω ⁑ Interlinear scholia On Iliad 20.452@ἀντιβολήσας: ἀποκτενῶ Intermarginal scholia On Iliad 20.439: ἐπι τὸ πνοιῆ βραχὺ διασταλτέον πρὸς τὸ σαφέστατον ⁑ On Iliad 20.454: γράφεται νῦν αὐτοὺς ἄλλους ⁑ Interior scholia On Iliad 20.446: πόλλην : On Iliad 20.451: ὅτι ἀντὶ ᾧ εοίκασι εὔχεσθαι παραγινόμενος εἰς πόλεμον ⁑ Exterior scholia On Iliad 20.447: ἐν αλλοις οὗτος οὐ κεῖται: On Iliad 20.450: ερύσατο Venetus A (Marciana 454 = 822), folio 269, recto Iliad 20.456-20.480 20.456 ἤριπε δὲ προπάροιθε ποδῶν : ὁ δὲ : τὸν μὲν ἔασε : 20.457 Δημοῦχον δὲ Φιλητορίδην , ἠΰν τε : μέγαν τε : 20.458 καγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα 20.459 οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν: 20.460 αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον : υἷε Βίαντος . 20.461 ἄμφω ἐφορμηθεὶς. ἐξ ἵππων ὦσε χαμᾶζε: 20.462 τὸν μὲν δουρὶ βαλὼν. τὸν δὲ σχεδὸν ἄορι τύψας: 20.463 Τρῶα δ' Ἀλαστορίδην . ὁ μὲν ἀντίος ἤλυθε γούνων. 20.464 εἴπως, εὗ, πεφίδοιτο λαβὼν. καὶ ζωὸν ἀφείη: 20.465 μηδὲ κατακτείνειεν, ὁμηλικίην ἐλεήσας: 20.466 νήπιος. οὐδὲ τὸ ᾔδη. ὃ, οὐ πείσεσθαι ἔμελλεν: 20.467 οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν; οὐδ' ἀγανόφρων: 20.468 ἀλλὰ μάλ' ἐμμεμαώς. ὁ μὲν ἥπτετο χείρεσι γούνων 20.469 ϊέμενος λίσσεσθ', ὁ δὲ φασγάνῳ οῦτα καθ ῆπαρ: 20.470 ἐκ δέ οἱ ἧπαρ ὄλισθεν: ἀτὰρ μέλαν αἷμα κατ αὐτοῦ 20.471 κόλπον ἐνέπρησεν : τὸν δὲ σκότος, ὄσσε κάλυψε 20.472 θυμοῦ δευόμενον: ὁ δὲ Μούλιον οῦτα παραστὰς 20.473 δουρὶ παρ' οῦς: εῖθαρ δὲ δι' οὔατος ἦλθ' ἑτέροιο 20.474 αἰχμὴ χαλκείη: ὁ δ' Ἀγήνορος υἱὸν Ἔχεκλον 20.475 μέσσην κακ κεφαλὴν ξίφει ἤλασε κωπήεντι: 20.476 πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι: τὸν δὲ κατ' ὄσσε 20.477 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή: 20.478 Δευκαλίωνα δ' ἔπειθ'. ἵνα τε ξυνέχουσι τένοντες 20.479 ἀγκῶνος. τῇ τόν τε φίλης διὰ χειρὸς ἔπειρεν 20.480 αἰχμῇ χαλκείῃ: ὁ δέ μιν μένε. χεῖρα βαρυνθεὶς. Scholia to Iliad 20.456-20.480 Main scholia On Iliad 463: Τρῶα δ' Ἀλαστορίδην , ἤτοι κομματικῶς εἶπεν ὡς ἔθος πολλάκις τοῖς ποιηταῖς. ὴ τὸ εξῆς ἐστι Τρῶα δ' Ἄλιστοριδην φασγάνω οῦτε καθ ῆπαρ: ταῦτα δὲ ἐν παρεκβάσει ειπὼν ἐπαναλαμβάνει δια τοῦ ὁ δὲ φασγάνω ὡς εἴωθεν: οὔτω δὲ ἔσται τὰ λοιπὰ δια μέσου: ἠ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπο τοῦ τον δὲ σχεδὸν ἄορι τύψας : On Iliad 464: εἴπως εὐπεφίδοιτο. ἡ ευ ἀντωνυμία ἐν τῆ συντάξει ἐνεκλινε τὸν τόνον ἐστι γὰρ ἀπολυτος οὐχ ὅν τρόπον δ' οἴεται ὀ Ἀσκαλωνίτης τὸ πώς παντώς οξυτονηθήσεται ἐπεὶ ἤδη ἐμελέτησε καὶ ἄλλον ἐγκλιτικὸν ἐπιφερομένων τὸ πω καὶ τὸ πῶς τοῦτο μὴ πάσχειν οὔ πως έτ' Ἀγέλαε διοτρεφές . μήπως με προϊδών μ' ες θρόνον ΐζε διοτρεφές . οὔπω μιν φασὶ φαγέμεν οὕτως οὖν καὶ τὸ εἴπως εὖ πεφίδοιτο οὐκ αναγκαστικὴν έξει τὴν ἐπι τοῦ πως ὀξείαν, ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατα ταύτην τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο ἐγκλινοντα δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην συλλαβὴν σημαίνει γὰρ εἴπως αὐτοῦ δι ὃ καὶ ἡ διπλῆ⁑ On Iliad 467: οὐ γάρ τι γλυκύθυμος ὅτι οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ηπιόφρων. ἀλλ ἐκ τοῦ ἐναντιου σκληρος καὶ χαλεπος⁑ On Iliad 470: ἐκ δέ οἰ ῆπαρ ὄλισθεν : ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος αἱμορραγίαι δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων τοῦ ἥπατος καὶ τῆς κοιλίας⁑ On Iliad 471: κόλπον ἐνέπλησε: ἐνεπρησεν Φιλόξενος καὶ Ἀρίσταρχος περὶ δὲ τῆς γραφῆς Ἀριστάρχου ἐν ποιήματι φησὶν: οὕτως τὸ αἷμα ἀπο τοῦ ἥπατος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν ⁑ Interlinear scholia On Iliad 20.464@εὗ: αὐτοῦ Intermarginal scholia On Iliad 20.458: κατεσχε τοῦ φυγειν On Iliad 20.461: βραχὺ διασταλτέον ἐπι τὸ ἐφορμηθεις ⁑ On Iliad 20.473: γράφεται καὶ κατ οὗς ⁑ Interior scholia On Iliad 20.462: ὅτι πάλιν ἀντιδιεστειλεν⁑ On Iliad 20.467: οὐ γάρ τις καὶ οὐ γαρ έτι On Iliad 20.470: Ἀρίσταρχος ἐνέπρησεν ⁑ Exterior scholia On Iliad 20.473: κατ' οῦς On Iliad 20.479: τόν γε. Venetus A (Marciana 454 = 822), folio 269, verso Iliad 20.481-20.503 20.481 πρόσθ' ὁρόων θάνατον: ὁ δὲ φασγάνῳ αὐχένα θείνας. 20.482 τῆλ' αὐτῇ πήληκι κάρη βάλε: μυελὸς αὖτε 20.483 σφονδυλίων ἔκπαλθ'. ὁ δ' ἐπὶ χθονὶ κεῖτο τανυσθείς : 20.484 αὐτὰρ ὃ βῆ ρ. ϊέναι μετ' ἀμύμονα Πείρεω υἱὸν 20.485 Ῥίγμον : ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει. 20.486 τὸν βάλε μέσσον ἄκοντι: πάγη δ' ἐν πνεύμονι χαλκός: 20.487 ἤριπε δ' ἐξ ὀχέων ὁ δ' Ἀρηΐθοον θεράποντα: 20.488 ἀψ, ἵππους στρέψαντα: μετάφρενον ὀξέϊ δουρὶ 20.489 νύξ'. ἀπὸ δ' ἅρματος ῶσε, κυκήθησαν δέ οἱ ἵπποι: 20.490 ὡς δ' ἀναμαιμάει βαθέ' ἄγκεα θεσπιδαὲς πῦρ 20.491 οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη. 20.492 πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει. 20.493 ὡς ὅ γε πάντῃ, θῦνε, σὺν ἔγχεϊ, δαίμονι ἶ+σος. 20.494 κτεινομένους ἐφ' έπων. ῥέε δ' αἵματι γαῖα μέλαινα: 20.495 ὡς δ' ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους 20.496 τριβέμεναι κρῖ_ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, 20.497 ῥίμφά τε λεπτ'` ἐγένοντο βοῶν ὑπὸ ποσσ'` ἐριμύκων. 20.498 ὡς ὑπ' Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι 20.499 στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας, αἵματι δ' ἄξων 20.500 νέρθεν ἅπας πεπάλακτο, καὶ ἄντυγες αἳ περι δίφρον. 20.501 ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον. 20.502 αἵ τ' ἀπ' ἐπισσώτρων: ὁ δὲ ΐετο κῦδος ἀρέσθαι 20.503 Πηλείδης : λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους⁑ Scholia to Iliad 20.481-20.503 Main scholia On Iliad 484: αὐτὰρ ὃ βῆ ρ ὅτι Ζηνόδοτος γράφει Πειρέως υἱὸν ἄμετρον ποιῶντον στίχον καὶ παράλογον: ἔστι γὰρ Πείρως τὸ ὄνομα. νῦν δὲ ἐσχημάτικεν ἀπο τοῦ Πείρεως ὡς Μενέλεω . άδηλον δὲ ἡ τοῦ θραικῶν ἡγουμένου. ἠ ετέρου τινὸς ὁμωνύμου⁑ On Iliad 485: Ῥίγμον : ὡς ὄρμον εἰς ἰδιώτητα: τὰ γὰρ εἰς γμὸς λήγοντα πάντα ὠξύνετο: ἀγμός ψυγμός λυγμός . δοκεῖ δὲ τὸ ὄγμος ἀντικεῖσθαι ῥίμφ' ατε ⁑ On Iliad 497: ὑπὸ ποσσ` ἐριμύκων: οὐκ αναστρεπτέον τὴν πρόθεσιν ἔχει γὰρ σύνταχιν προς τὴν ἐπιφερομένην δοτικὴν τὴν ποσσὶ ὁμοίως τῷ ὡς ἄρα τῶν ὑπο ποσσὶ κονίσαλος ὤρνυτ' ἀελλής ⁑ Interlinear scholia On Iliad 20.490@ἀναμαιμάει: ἀναφέρεται μαίνεται On Iliad 20.490@ἄγκεα: κοιλοι τόποι ορῶν On Iliad 20.490@θεσπιδαὲς: ὑπὸ θεῶν ἀναπτόμενον: On Iliad 20.491@ἀζαλέοιο: ξῆρου On Iliad 20.492@εἰλυφάζει: συστρέφει: Intermarginal scholia On Iliad 20.483: σφονδύλων οἳ εἰσὶν ΚΔ ἐν τῇ ράχῃ On Iliad 20.486: ἐν αλλῶ ἐν νηδύϊ χαλκὸς ⁑ On Iliad 20.496: γράφεται ἐϋτροχάλω ἐν αλῳῇ ⁑ Interior scholia On Iliad 20.484: οὕτως Πείρεω ὡς ἀπὸ ευθείας τῆς Πειρέως Venetus A (Marciana 454 = 822), folio 270, recto Iliad 21.title-21.25 21.1 Ἂλλ' ὅτε δὴ πόρον ΐξον ἐυρρεῖος ποταμοῖο 21.2 Ξάνθου δινήεντος. ὃν ἀθάνατος τέκετο Ζεὺς , 21.3 ἔνθα διατμήξας, τοὺς μὲν πεδίον δ' ἐδίωκε 21.4 πρὸς πόλιν. ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο 21.5 ἤματι τῷ προτέρῳ, ὅτ' ἐμαίνετο φαίδιμος Ἕκτωρ . 21.6 τῇ ρ' οἵ γε προχέοντο πεφυζότες: ἠέρα δ' Ἥρη 21.7 πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν: ἡμίσεες δὲ 21.8 ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην: 21.9 ἐν δ' ἔπεσον μεγάλῳ πατάγῳ. βράχε δ' αἰπὰ ῥέεθρα: 21.10 ὄχθαι δ' ἀμφι περὶ μεγάλ ἴαχον: οἳ δ' ἀλαλητῷ 21.11 ἔννεον ἔνθα καὶ ἔνθα ἐλισσόμενοι περὶ δίνας: 21.12 ὡς δ' ὅθ' ὑπὸ ῥιπῆς πυρὸς. ἀκρίδες ἠερέθονται 21.13 φευγέμεναι ποταμὸν δὲ: τὸ δὲ φλέγει ἀκάματον πῦρ 21.14 ὄρμενον ἐξαίφνης: ταὶ δὲ πτώσσουσι καθ' ὕδωρ. 21.15 ὡς ὑπ' Ἀχιλλῆος . Ξάνθου βαθυδινήεντος 21.16 πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τὲ καὶ ἀνδρῶν: 21.17 αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ' ὄχθῃ 21.18 κεκλιμένον μυρίκῃσιν: ὁ δ' έσθορε δαίμονι ἶσος: 21.19 φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα: 21.20 τύπτε δ' ἐπιστροφάδην: τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς 21.21 ἄορι θεινομένων. ἐρυθαίνετο δ' αἵματι ὕδωρ: 21.22 ὡς δ' ὑπο δελφῖνος μεγακήτεος ἰ̈χθύες ἄλλοι 21.23 φεύγοντες, πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου, 21.24 δειδιότες. μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν: 21.25 ὡς Τρῶες ποταμοῖο κατὰ δινοῖο ῥέεθρα Scholia to Iliad 21.title-21.25 Main scholia On Iliad 21.1-21.2: πόρον ἤτοι τὸν ποταμὸν περιφραστικῶς, ἠ τὸ διαβατὸν αὐτοῦ μερος καθ ὸ διαπορεύονται, αὐτόν: δια τί δὲ πάντων τῶν ποταμῶν ἐξωκεανοῦ ῥεόντων μόνον τον Ξανθὸν ὁ ποιητης φησὶν ὃν ἀθανατος τέκετο Ζεύς : πῶς οὖν φησὶ καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς ῥητεόν: ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς εἴ γε οἱ ὄμβροι μὲν ἐκ Διὸς ὄμβρῳ δὲ οὕτως αὔξεται: φέρεται δὲ καὶ ἄλλη τίς ἱστορία: ὅτι Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο τῳ πατριδι ἐπιδεῖξαι αὐτῳ νάμα ὁ δε μὴ θέλων αὐτὸν τρύχεσθαι ῥίψας κεραυνὸν ἀνεδωκε μικρὰν λαβίδα ἢν θεασαμενος Ἡρακλῆς καὶ σκάψας εἰς τὸ πλουσιαίτερον μετεισφέρεσθαι μετωνόμασε Σκάμανδρον οιονεὶ Κάμανδρον γενόμενον καμάτου ἑαυτοῦ παραίτιον: ὅθεν εἰκοτως ὁ ποιητ//ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διΐ : Ξάνθος δὲ προσηγορεύθη ἀφ οῦ περι τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη ὅτι ἐν αυτῷ λουσαμεναι ξανθὰς ἔχων τὰς κωμας ⁑ On Iliad 21.1: πόρον: τὸν πορευτὸν αὐτοῦ τόπον καὶ Θρύον Ἀλφεῖοι πόρον : οἱ δὲ τὸν ροῦν. οἱ δὲ πόρον Ξάνθου κατὰ περίφρασιν τὸν Ξάνθον : Ἀριστοφάνης γράφει ῥόον ⁑ On Iliad 21.: Ξάνθου δινήεντος: ὅτι Ζηνόδοτος γράφει ἀθάνατον ἵνα μὴ ὁ Ζεὺς ἀθάνατος λέγηται ἀλλ ὁ Ξανθος καὶ ἐν ἄλλοις δὲ εἴρηται υἱὸς Σπερχειοῖο , ὸν ἀθάνατος τέκετο Ζεύς . καὶ καθόλου ἀθανάτοισι θεοῖσι ⁑ On Iliad 21.5: ἤματι τῷ: τοῦτο ἄν τις σημειώσαιτο προς τὸ τινάσσετο μαινομένοιο γράφουσι γὰρ τινες μαρναμένοιο ⁑ On Iliad 21.11: ἔννεον ἔνθα καὶ ἔνθα ἔνιαι τῶν κατα πόλεις νήχοντ' ἔνθα καὶ ἔνθα : τὸ δὲ ἔνθα καὶ ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι ⁑ On Iliad 21.12: ακρῖδες: παρα τὸ κρᾶν ὅ ἐστιν ἐσθίειν ὃς αἰζηῶν ἔκραε κηδεμόνας ἢ παρα τὸ ἀκρίζειν ὅ ἐστι τὰ ἄκρα ἐσθίειν ⁑ On Iliad 21.16: πλῆτο ῥοος κελάδων βαρυτονητέον τὴν μετοχήν κελαδοντος γὰρ ἡ γενικῇ. καὶ ἡ αἰτιατικῇ κελάδοντα παρ ποταμὸν κελάδοντα οὐ κελαδοῦντα : περὶ δὲ τοῦ ὀξύνεσθαι τὸ επιμίξ εἴπομεν ἤδη πολλάκος ⁑ On Iliad 21.14: ὄρμενον ἐξαίφνης: ψιλῶς τὸ ὄρμενον παρα γὰρ τὸ ὄρω κέκληται ψιλούμενον καὶ βαρυνόμενον καὶ ἤτοι ἐκ τοῦ ὠρμένον ἐστι παρῳχημένον σημαίνοντος καὶ ἔπαθε συστο καὶ ἀναδρομὴν τοῦ τόνου. ἠ καὶ ἐκ τοῦ ορωμένον συνεκόπη ⁑ On Iliad 21.17: αὐτὰρ ὁ διογένης: ὅτι ἀποτίθεται μὲν τὸ δόρυ ῥητῶς ἀναλαμβάνει δὲ οὐ κατα τὸ ῥητὸν, ἀλλ' ὕστερον αὐτῷ φαίνεται χρώμενος: ἡ δε ἀναφορα πρὸς Ζηνόδοτον ἀγνοοῦντα: ὅτι πολλὰ δεῖ προσδέχεσθαι: κατὰ τὸ σιωπώμενον: ἐνεργούμενα ⁑ On Iliad 21.18: κεκλιμένον μυρίκηισιν ὁ δ’ ἔσθορε: γράφεται καὶ ἔνθορε . ἐν ενίαις δ’ αῖψ’ ἐσόρουσεν ⁑ Intermarginal scholia On Iliad 21.4: γράφεται ᾕπερ οἱ ἄλλοι On Iliad 21.11: γράφεται κατὰ δίνας ⁑ Exterior scholia On Iliad 21.25: δεινοῖο ρε Venetus A (Marciana 454 = 822), folio 270, verso Iliad 21.26-21.50 21.26 πτῶσσον ὑπὸ κρημνούς: ὁ δ' ἐπεὶ κάμε χεῖρας ἐναίρων. 21.27 ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους 21.28 ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος: 21.29 τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς: 21.30 δῆσε δ' ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ϊμᾶσι 21.31 τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι: 21.32 δῶκε δ' ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας: 21.33 αὐτὰρ, ὁ ἀψ, ἐπόρουσε δαϊζέμεναι μενεαίνων: 21.34 ἔνθ' υἱεῖ Πριάμοιο συνήντετο Δαρδανίδᾱο 21.35 ἐκ ποταμοῦ φεύγοντι Λυκάονι : τόν ῥά ποτ' αὐτὸς 21.36 ἦγε λαβὼν ἐκ πατρὸς ἀλῳῆς οὐκ ἐθέλοντα 21.37 ἐννύχιος προμολὼν. ὁ δ' ἐρινεὸν ὀξέϊ χαλκῷ 21.38 τάμνε, νέους ὄρπηκας: ἵ̈ν' ἅρματος ἄντυγες εἶεν: 21.39 τῷ δ' ὰρ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς : 21.40 καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε 21.41 νηυσὶν ἄγων ἀτὰρ υἱὸς ᾿ Ἰήσονος , ὦνον ἔδωκε: 21.42 κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, πολλὰ δ' ἔδωκεν 21.43 Ἴ̈μβριος Ἠετίων , πέμψεν δ' ἐς δῖαν Ἀρίσβην : 21.44 ἔνθεν ὑπὲκ προφυγὼ̀ν πατρώϊον ΐκετο δῶμα: 21.45 ἕνδεκα δ' ἤματα θυμὸν ἐτέρπετο, οἷσι φίλοισιν 21.46 ἐλθὼν ἐκ Λήμνοιο : δυωδεκάτῃ δέ μιν αὖτις 21.47 χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν. ὅς μιν ἔμελλε 21.48 πέμψειν εἰς Ἀΐδᾱο καὶ οὐκ ἐθέλοντα νέεσθαι: 21.49 τὸν δ' ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς . 21.50 γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος. οὐδ' ἔχεν ἔγχος. Scholia to Iliad 21.26-21.50 Main scholia On Iliad 21.31: τοὺς αὐτοὶ φορέεσκον ὅτι στρεπτοὺς χιτῶνας τοὺς νηστοὺς. ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα: αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος ⁑ On Iliad 21.33: αὐτὰρ ὃ ὰψ: πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου ὅτι ἀντι τοῦ δαΐξαι προθυμούμενος κατὰ τὸ συντελικόν⁑ On Iliad 21.36-21.37: ἦ γε λαβὼν ἔκ πατρὸς ὅτι ἀλῳὴν τὴν δενδροφόρον γῆν νῦν λέγει ἐπιφέρει γὰρ ὁ δ' ἐρινεὸν ⁑ On Iliad 21.37: ἐννύχιος προμολῶν ὅτι πτῶσις ἥλλακται ἀντι τοῦ ἐρινεοῦ νέους όρπηκας. καὶ ἐν ὁ δ' ὰρ οἰνοχόον βάλε χειρα ἀντι τοῦ οινοχόου ἔστι δὲ ἡ φράσις συνήθης αὐτῷ ⁑ On Iliad 21.38: τάμνε νέους ὄρπηκας ὁ Ἀσκαλωνίτης ἐνθάδε γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας : ἐπει φησὶ. παρα τὸ ὀρούειν ἐγένετο ἐπιλαβόμενος ἑαυτοῦ ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳδίαις φησὶν, ὄσα ὀνοματικῶς σχηματίζεται ἀπο ψιλῶν ῥημάτων ταῦτα δασυνθήσεται ὡς ἀπὸ τοῦ ορούει ὄρπηξ: γελοῖον δὲ τὸ τοιοῦτον: ἄμεινον οὖν ἐστιν ἐκεῖνο λέγειν ὡς ἐπι τὸ ἄλφα καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἥθελεν ὡς ἔχει τὸ ἅρπη ἁρπάζω ἁρπαλέος ἑρπετόν ἑρπύζω ἅρπυα καὶ τὸ ὅρπηξ τούτοις συνεξομοιοῦντες τινὲς ἠθέλησαν δασύνειν οἷς οὐκ ἐπείσθη ἡ παράδοσις. ἀλλα τῇ ἐτυμολογίᾳ παρα γὰρ τὸ όρω ἐν πλεονασμῷ φησὶ τοῦ π γεγενῆσθαι τὸ ὄνομα ⁑ On Iliad 21.37-21.38: εἰ διαστειλαιμενον βραχὺ ἐπι τὸ τάμνε γένοιτ' ὰν εὐλογώτερον τὸ σχῆμα ὡς προς τὸ σημαινόμενον ἀπηντηκότος αυτοῦ ⁑ On Iliad 21.42-21.43: κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο: τὸ ἑξῆς ἐστιν ἐλύσατο Ί̈μβριος Ἠετίων δια μέσου δὲ τὸ πολλὰ δ' ἔδωκεν : ⁑ On Iliad 21.49-21.53: τὸν δ' ὡς οὖν ἐνόησε τὸ ἑξῆς ἐστι τὸν δ' ὡς οὖν ἐνόησεν ὀχθήσας δ' ἄρα εῖπεν: τὰ δὲ λοιπὰ δια μέσου διορθωτέον ⁑ Intermarginal scholia On Iliad 21.33: γράφεται κατακτάμεναι On Iliad 21.40: ὅτι ἐλλείπει ἡ εἷς εἰς Λῆμνον ⁑ Venetus A (Marciana 454 = 822), folio 271, recto Iliad 21.51-21.75 21.51 ἀλλὰ τὰ μέν ῥ' ἀπὸ πάντα χαμαὶ βάλε. τεῖρε γὰρ ἱ̈δρὼς 21.52 φεύγοντ' ἐκ ποταμοῦ. κάματος δ' ὑπὸ γούνατ' ἐδάμνα: 21.53 ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 21.54 ὢ πόποι: ῆ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι: 21.55 ῆ μάλα δὴ Τρῶες μεγαλήτορες. οὕς περ ἔπεφνον. 21.56 αὖτις ἀναστήσονται ὑπο ζόφου ἠερόεντος: 21.57 οἷον δὴ καὶ ὅδ' ῆλθε φυγὼν ὑπο νηλεὲς ῆμαρ. 21.58 Λῆμνον ἐς ἠγαθέην πεπερημένος. οὐδέ μιν ἔσχε 21.59 πόντος ἁλὸς πολιῆς. ὃ πολεῖς ἀέκοντας ἐρύκει: 21.60 ἀλλ' ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο 21.61 γεύσεται. ὄφρα ἴ̈δωμαι ἐνι φρεσὶν. ἠδὲ δαείω, 21.62 ἢ ἂρ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται. ἤ μιν ἐρύξει 21.63 γῆ φυσίζοος. ἥ τε κατὰ κρατερόν περ ἐρύκει. 21.64 ὡς ώρμαινε μένων: ὁ δέ οἱ σχεδὸν ἦλθε, τεθηπὼς. 21.65 γούνων ἅψασθαι μεμαὼς. περὶ δ' ήθελε θυμῷ 21.66 ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν: 21.67 ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς 21.68 οὐτάμεναι μεμαὼς, ὁ δ' ὑπέδραμε καὶ λάβε γούνων 21.69 κύψας. ἐγχείη δ' ἂρ ὑπὲρ νώτου ἐνι γαίῃ 21.70 έστη ἱ̈εμένη χροὸς, άμεναι ἀνδρομέοιο: 21.71 αὐτὰρ ὃ, τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων. 21.72 τῇ δ' ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον. οὐδὲ μεθίει: 21.73 καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα: 21.74 γουνοῦμαί σ' Ἀχιλεῦ . σὺ δέ μ' αἴδεο. καί μ' ἐλέησον: 21.75 ἀντί τοι εἰμ' ἰ̈κέτᾱο διοτρεφὲς αἰδοίοιο: Scholia to Iliad 21.51-21.75 Main scholia On Iliad 21.55-21.56: ἦ μάλα δὴ Τρῶες , ταῦτα ἀπ αλλης ἀρχῆς ἀναγνωστέον διὸ καὶ τὸν ῆ περισπαστέον ὡς ἐκεῖ ῆ μάλα δή τινα Κύπρις ῆ μᾶλα δὴ τέθνηκεν . δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι βαρυνομένου τοῦ συνδέσμου ἵν ᾗ ὁ λόγος: μέγα δὴ τοῦτο καὶ θαυμαστόν εἴπω εἰ οἱ Τρῶες ἐξ Άιδου ἀναστήσονται οὓς ἀνεῖλον ⁑ On Iliad 21.57: φυγὼν ὑπο νηλεὲς ῆμαρ: ἔφαμεν. ὅτι ἐὰν πρόθεσις ἀντι ἑτέρας προθέσεως κέηται μὴ γίνεσθαι ἀναστροφήν ὥσπερ καὶ ἐνθάδε⁑ On Iliad 21.73: καί μιν φωνήσας : τοῦτον προστιθέασι τινὲς οὐ φερόμενον ἐν ταῖς Ἀριστάρχου . ἐν δέ τισι καί ῥ' ὀλοφυρόμενος ⁑ On Iliad 21.75: ἀντί τοι εἰμ’, ὅτι ἀντι τοῦ ἴσος ϊκέτῃ εἰμὶ ἀντὶ, κασιγνήτου ξεῖνος ἀντὶ τοῦ ἶσος κασιγνήτῳ ⁑ Intermarginal scholia On Iliad 21.62: ἐκ πλήρους τὸν καὶ σύνδεσμον Ἀρίσταρχος ⁑ On Iliad 21.73: γράφεται καί μιν λισσόμενος Interior scholia On Iliad 21.58: εἰς τὸ πέρας πεπραμενος ⁑ On Iliad 21.67: όπως ἀνεὶλετο ῥητῶς οὐκ εῖπεν ⁑ Exterior scholia On Iliad 21.73: καί μιν λισσόμενος Venetus A (Marciana 454 = 822), folio 271, verso Iliad 21.76-21.100 21.76 πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν 21.77 ἤματι τῷ, ὅτε μ' εἷλες ἐϋκτιμένῃ ἐν ἀλῳῇ: 21.78 καί μ' ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε 21.79 Λῆμνον ἐς ἠγαθέην: ἑκατόμβοιον δέ τοι ἦλφον: 21.80 νῦν δὲ λύμην τρὶς τόσσα πορὼν: ἠὼς δέ μοι ἐστιν 21.81 ἥδε δυωδεκάτη. ὅτ' ἐς Ἴ̈λιον εἰλήλουθα 21.82 πολλὰ παθών: νῦν αὖ με, τεῇς ἐν χερσὶν ἔθηκε 21.83 μοῖρ' ὀλοὴ: μέλλω που ἀπεχθέσθαι Διὶ̈ πατρί, 21.84 ὅς με σοὶ αὖτις δῶκε: μινυνθάδιον δέ με μήτηρ 21.85 γείνατο Λαοθόη . θυγάτηρ Ἄλταο γέροντος. 21.86 Ἄλτεω . ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει. 21.87 Πήδασον αἰπήεσσαν ἔχων ὑπο Σατνιόεντι : 21.88 τοῦ δ' ἔχε θυγατε̋ρα Πρίαμος . πολλὰς δὲ καὶ ἄλλας. 21.89 τῆς δὲ δύω γενόμεσθα: σὺ δ' ἄμφω δειροτομήσεις: 21.90 ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας 21.91 ἀντίθεον Πολύδωρον , ἐπεὶ βάλες ὀξέϊ δουρί: 21.92 νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται: οὐ γὰρ ὀΐω 21.93 σὰς χεῖρας φεύξεσθαι. ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων: 21.94 ἄλλο δέ τοι ἐρέω. σὺ δ' ἐνι φρεσὶ βάλλεο σῇσι: 21.95 μή με κτεῖν'. ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι. 21.96 ὅς τοι ἑταῖρον ἔπεφνεν, ἐνηέα τε κρατερόν τε: 21.97 ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς 21.98 λισσόμενος ἐπέεσσιν: ἀμείλικτον δ' ὄπ' ἄκουσε: 21.99 νήπιε. μή μοι ἄποινα πιφαύσκεο. μηδ' ἀγόρευε: 21.100 πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ῆμαρ: Scholia to Iliad 21.76-21.100 Main scholia On Iliad 21.76: ‡ πὰρ γαρ σοὶ πρώτῳ πασάμην: τὸ λέγειν ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἤσθιον ἀλλ άρτους κριθίνους ψεῦδος: ἤσθιεν γὰρ ὡς ἂν βασιλέως ὢν υἱὸς καὶ οὐδαμοῦ τοῦτο ὁ ποιητὴς επεσημῄνατο: ἡ δὲ λύσις ὅτι παρ Έλλησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ ἐγεγόνει φησί On Iliad 21.86: Ἄλτεω ὃς Λελέγεσσι , ὅτι τοὺς Λέλεγας ἐν παρήκεν καὶ προς τὴν ἐπανάληψιν τοῦ ὀνόματος ⁑ On Iliad 21.86: νῦν δε δὴ ἐνθα δέ μοι: ἄμεινον ἀπολύτως ἀναγινώσκειν προς γαρ τινὰ ἡ διαστολή On Iliad 21.95: μή με κτείν’. ὅτι Ζηνόδοτος γράφει ἐπὶ οὐκὶ ὁ γαστριος παρ’ ὅσον ἐν ἄλλοις ἔφη ῆς ἐκ νηδύος : ἴα δέ ἐστιν ἡ μία καὶ οὐ τίθησιν Ὅμηρος τὸ μία ἐπι τοῦ ὁμοῦ οὐδὲ κατα σύνθετον ἐκφέρει. τῆς μὲν ϊῆς στιχὸς ῆρχεν ⁑ Intermarginal scholia On Iliad 21.78: ἐν ἄλλω καί με περάσας On Iliad 21.80: λυτρωθείην ἀν τριπλάσια δίδω σοι On Iliad 21.84: Ἀρίσταρχος Ϊακῶς δῶκε ⁑ On Iliad 21.88: ※ ἐν τῇ Μασσαλιωτικῇ πολλῶν τὲ καὶ ἄλλων On Iliad 21.92: ἐν αλλῳ κακὸν έσσεαι ⁑ Interior scholia On Iliad 21.83: ὅτι αντι έοικα ἀπεχθάνεσθαι ⁑ On Iliad 21.86: ἕνιαι τῶν κατὰ πόλεις ἄνασσε : ⁑ Venetus A (Marciana 454 = 822), folio 272, recto Iliad 21.101-21.125 21.101 τόφρα τί μοι πεφιδέσθαι ἐνι φρεσὶ φίλτερον ῆεν 21.102 Τρώων : καὶ πολλοὺς ζωοὺς ἕλον. ἠδ' ἐπέρασσα: 21.103 νῦν δ' οὐκ έσθ' ὅς τις θάνατον φύγοι. ὅν κε θεός γε 21.104 Ἰ̈λίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι: 21.105 καὶ πάντων Τρώων . περι δ' αὖ Πριάμοιό γε παίδων: 21.106 ἀλλὰ φίλος θάνε καὶ σὺ. τί ὴ ὀλοφύρεαι οὕτως: 21.107 κάτθανε καὶ Πάτροκλος . ὅ περ σέο πολλὸν ἀμείνων: 21.108 οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε. μέγας τε. 21.109 πατρὸς δ' εἴμ' ἀγαθοῖο: θεὰ δέ με γείνατο μήτηρ: 21.110 ἀλλ' ἐπί τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή: 21.111 ἔσσεται ἢ ἠὼς. ἢ δείλης. ἢ μέσον ἦμαρ. 21.112 ὁππότε τις καὶ ἐμεῖο, Ἄρῃ ἐκ θυμὸν ἕληται. 21.113 ἢ ὅ γε δουρὶ βαλὼν. ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ: 21.114 ὣς φάτο. τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ: 21.115 ἔγχος μέν ῥ ἀφέηκεν. δ' ἕζετο χεῖρε πετάσσας 21.116 ἀμφοτέρας: Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ 21.117 τύψε κατὰ κληῗδα: παρ' αὐχένα: πᾶν δέ ο εἴσωἱ 21.118 δῦ ξίφος ἄμφηκες. ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ 21.119 κεῖτο ταθεὶς. ἐκ δ' αἷμα μέλαν ῥέε. δεῦε δὲ γαῖαν: 21.120 τὸν δ' Ἀχιλεὺς ποταμὸν δὲ, λαβὼν ποδὸς. ἧκε φέρεσθαι: 21.121 καί οἱ ἐπευχόμενος. ἔπεα πτερόεντ' ἀγόρευεν: 21.122 ἐνταυθοῖ νῦν κεῖσο μετ' ἰ̈χθύσιν. οἵ σ' ὠτειλὴν 21.123 αἷμ' ἀπολιχμήσονται ἀκηδέες: οὐδέ σε μήτηρ 21.124 ἐνθεμένη λεχέεσσι γοήσεται. ἀλλὰ Σκάμανδρος 21.125 οἴσει δινήεις, εἴσω ἁλὸς εὐρέα κόλπον: Scholia to Iliad 21.101-21.125 Main scholia On Iliad 21.101: ‡ τόφρα τί μοι πεφιδέσθαι: παροξυτονητέον ὁμοίως τῷ εὖ δ' οίκαδ' ϊκέσθαι : ἔστι γὰρ μέσος δεύτερος ἀόριστος: ἀλλα φίλος θάνε, τὸ ὑγιὲς συνάπτειν. τῆς ἀντωνυμίας μέχρι. ἵν' ᾗ ἐν σχήματι: ἀλλ ὦ φίλε καὶ σὺ ἀπόθανον εἰρωνίας νοουμένης, εἶτα ἀμφ' ετέρας ἀρχῆς τίη ὀλοφύρεαι; On Iliad 21.110: ἀλλ επί τοι καὶ ἐμοὶ, Ἀρισταρχος φασὶ τὴν επι ἀναστρέψαι ἵνα σημαίνῃ τὸ ἔπεστιν ὁμοίως τῷ σοὶ δ' ἔπι μεν μορφῇ ἐπέων οἱ δ' ἐφύλαξαν τὸν τόνον τῇ ἐμοί ἀντωνυμία, συντάσσοντες αὐτήν ὥστε τὸ ἑξῆς εἶναι ἀλλα καὶ ἐπ ἐμοί , καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως: στικτέον δὲ κατα τo τέλος τοῦ στίχου το: ὡς καὶ τοῖς περι Ἀρίσταρχον ἐδοκει λείπει γὰρ τὸ ἐστι ῥῆμα τὸ δὲ ἑξῆς ἀφ ετερας ἀρχῆς: ἔσσεται ἠ ἠως ἠ δείλη ἢ μέσον ἦμαρ ἔσται δὲ ὁ λόγος τοιοῦτος. ἔσται τίς ὄρθρος ἠ καὶ μεσημβρίᾳ ἠ καὶ δειλινη ώρα, καθ ὴν μέ τις ἀνέλη οὕτως δὲ χωρὶς τοῦ ς γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ διορθώσει On Iliad 21.111: ἔσσεται ἢ ἠὼς ὅτι ἄλην τὴν ἡμέραν εἰς τρία διαιρεῖ. ἠῶ τὴν πρωΐαν, μεσημβρίαν πᾶν τὸ μέσον τῆς ἡμέρας. δείλην: ὅτε ἐνδεῖ ἡ τοῦ ἡλίου έλη τοῦτέστιν ἡ αὐγή ὥσπερ καὶ τὴν νύκτα εἰς τρία. ἑσπέραν ἀμολγόν ἑώαν ⁑ On Iliad 21.115-21.122: ἔγχος μέν ῤ ἀφέηκεν ὁδ' έζετο χείρε πετάσσας: ἀπογνοῦς καν τὸν σύντομον αἱρεῖται θάνατον ἐνταῦθῷ: τὸ ἐνταυθῷ περισπαστέον ἐστι γὰρ ἀπο τοῦ ἐνταῦθα Ἀττικοῦ. οἱ δὲ ἐνταυθοῖ ῆσο δασυντέον δὲ τὸ ῆσο : φέρεται δὲ καὶ ἡ κεῖσο γραφή ⁑ On Iliad 21.123: ἀκηδέες, ὡς εὐσεβέες ἵνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ ἐπίθετον τουτέστι μηδεμίαν φροντίδα ἔχοντες ⁑ On Iliad 21.125: οἵσει δινήεις εἴσω: ὅτι τὸ εἴσω ἰσοδυναμεῖ τῷ εῖς ἀντι τοῦ εἰς ἁλός ⁑ Intermarginal scholia On Iliad 21.101: ἐν ἄλλῳ : τόφρα δέ μοι : On Iliad 21.102: ἐν αλλω ἠδε πέρασσα : On Iliad 21.106: οὕτως δια τοῦ ο ἅπασαι ούτως : On Iliad 21.110: λείπει τὸ εστι On Iliad 21.111: Ἀρίσταρχος χωρὶς τοῦ ς δείλη ⁑ On Iliad 21.121: γράφεται έπεα πτερόεντα προσηύδα ⁑ Interior scholia On Iliad 21.105: γράφεται και συμπάντων : On Iliad 21.122: διχῶς, κεῖσο : καὶ ῆσο ⁑ On Iliad 21.123: οὕτως δια τοῦ καὶ ν ὠτειλην ἅπασαι ⁑ Venetus A (Marciana 454 = 822), folio 272, verso Iliad 21.126-21.150 21.126 θρῴσκων τις κατα κῦμα: μέλαιναν φρῖχ' ὑπαΐξει 21.127 ἰ̈χθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν: 21.128 φθείρεσθ'. εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰ̈λίου ἱ̄ρῆς. 21.129 ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ' ὄπιθεν κεραΐζων: 21.130 οὐδ' ὑμῖν ποταμός περ ἐΰρροος, ἀργυροδίνης. 21.131 ἀρκέσει: ᾧ δὴ, δηθὰ πολέας ἱ̈ερεύετε ταύρους: 21.132 ζωοὺς δ' ἐν δίνῃσι καθίετε μώνυχας ἵππους: 21.133 ἀλλα καὶ ὧς ὀλέεσθε κακὸν μόρον: εἰς ὅ κε πάντες 21.134 τίσετε Πατρόκλοιο φόνον. καὶ λοιγὸν Ἀχαιῶν . 21.135 οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο: 21.136 ὣς ὰρ ἔφη: ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον: 21.137 ὥρμηνεν δ' ἀνὰ θυμὸν, ὅπως παύσειε πόνοιο 21.138 δῖον Ἀχιλλῆα . Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι: 21.139 τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος. 21.140 Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων, 21.141 υἱέϊ Πηλεγόνος . τὸν δ' Ἄξιος εὐρυρέεθρος 21.142 γείνατο: καὶ Περίβοια , Ἀκεσσαμενοῖο θυγατρῶν 21.143 πρεσβυτάτη: τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης: 21.144 τῷ ῥ' Ἀχιλεὺς ἐπόρουσεν: ὃ δ' ἀντίος ἐκ ποταμοῖο 21.145 ἔστη. ἔχων δύο δοῦρε: μένος. δέ οἱ ἐν φρεσὶ θῆκε 21.146 Ξάνθος . ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν. 21.147 τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον. οὐδ' ἐλέαιρεν: 21.148 οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν, ἐπ' ἀλλήλοισιν ἰ̈όντες. 21.149 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς : 21.150 τὶς πόθεν εἲς, ἀνδρῶν. ὅ μευ ἔτλης ἀντίον ἐλθεῖν: Scholia to Iliad 21.126-21.150 Main scholia On Iliad 21.126-127: ‡ θρῴσκων τις κατα κῦμα μέλαιναν φρίχ' ὑπαΐξει: προς τὸ σημαινόμενον Φιλητᾶς γὰρ καὶ Καλλίστρατος : γράφουσι φρίχ' ὑπαλύξει : λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων καὶ εὔτροφοι. τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται: ὁ δε ποιητὴς οὐδέποτε φρίκην τὸ ψύχος εἴρηκεν ἀλλα τὸ ἐκ γαλήνης πρῶτον ἐξορθούμενον κῦμα ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ ἐπιστίζοντα τὴν θάλασσαν οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ : καὶ ὡς δ' ὑπὸ φρικὸς Βορέης . ἡμεῖς δὲ λέγομεν. ψύχος κρύος καὶ πάχνην. ἐστιν οὖν τὸ λεγόμενον μέλαιναν φρῖχ' ὑπαΐξει τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθύς ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸν δημὸν πλοάζοντος καὶ ἒξ ἐπιπολῆς φερομένου τοῦ νεκροῦ. τὸ γὰρ ὅς κε φάγῃσι ὃς φάγοι ἄν καὶ ἐν Οδυσσείᾳ τῶν κεύν τις τόδ' ἔχῃσι ὃς ἔχοι ἄν ⁑ On Iliad 21.126: μέλαιναν φρίχ' ὑπαΐξει οὕτως ὑπαΐξει Ἀρίσταρχος , τὸ γὰρ λεγόμενον εἶναι βούλεται τοιοῦτο: τῶν ἰχθύων τις κατα τὸ κῦμα θρῴσκων τοῦτέστι κολυμβῶν ὑπὸ τὴν φρίκα ἀΐξει ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸ λίπος δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ὑπο τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν: παρα δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ ὥς κε φάγῃσι ⁑ On Iliad 21.130: οὐδ' ὑμῖν ποταμος περ Ἀρίσταρχος διὰ τῶν ποιηρούτων Ἀριστοφάνης φησὶ στίχους ἐξ ηθετηκέναι ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων δια τί ὁ ποταμὸς οργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος τὴν αιτίαν: Ξάνθος , ἐπεὶ κεχόλωτο δαϊκταμένων αιζηῶν οὓς Ἀχιλεὺς ἐδάϊζε κατα ῥόον οὐδ' ἐλέαιρεν : καὶ τὸ δηθά οὐχ ὡς Ὁμηρικῶς κείμενον αἰτιῶνται: μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῆ ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει ⁑ On Iliad 21.131: ὦ δὴ δήθα Ἀρίσταρχος πολέας ἐνίοι δὲ πολεὶς ἡθετει δὲ αὐτοὺς Ἀριστοφάνης ⁑ On Iliad 21.141: υἱέϊ Πηλεγόνος ὡς Σαρπηδόνος οὕτως καὶ ὁ Ἀσκαλωνίτης ἐπεί φησίν ἡ ευθεῖα ὀξυνεται Πηλεγών τὸ δε τοιοῦτον οὔπω ἐχυρον ἐπεί τοι ἐπιζητήσειέ τις ⁑ δια τί γὰρ ἡ ευθεία οὐ βάρύνεται: ἄμεινον οὖν οὕτως λέγειν ὡς ἐκ τῆς κλίσεως πολλάκις καταλαμβανόμεθα τοὺς τόνους τῶν ευθειῶν ⁑ τὰ δὲ εἰς γων λήγοντα ὑπερ δύο συλλαβὰς τότε μὲν θέλει ὀξύνεσθαι ὁπότε δια τοῦ ο κλίνεται τότε δὲ βαρύνεσθαι ὁπότε δια τοῦ ω ἢ δια τοῦ ντ : τοῦ μὲν οὖν προτέρου, Παφλαγόνος Λευτρυγόνος , Πηλαγόνος Πηλαγόνον ἐλατῆρα ἀρηγών λέγω δὴ ἐπι τοῦ συμμάχου ἀρσενικῶς ἀρηγόνος ἡμετέροιο : οὕτως οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήσεται Πηλεγόνος γάρ καὶ Πηλεγόνα ἡ αιτιατικη. ὃς τέκε Πηλεγόνα : τὰ δὲ ἄλλως κληθέντα βαρύνεται: Οὐκαλεγων , Πελάγων , Σαλάγγων: μέσφα Σαλάγγωνος ποταμοῦ τὸ δε καταπύγων βαρυνόμενον καὶ δια τοῦ ο κληθὲν εἶχεν ἀφορμὴν τὸ βαρυνόμενον, παρώνυμον εἶναι τοῦ κατάπυγος ὡς καὶ τοῦ ἄπειρος τὸ ἀπείρων ⁑ On Iliad 21.142: Ἀκεσσαμενοῖο θυγατῶν ὀξυτονητέον τὸ Ἀκεσσαμενός ἵνα ὄνομα γένηται οὕτως δὲ ἔχει καὶ Δαξαμενός Τισαμενός ⁑ Intermarginal scholia On Iliad 21.126: οὕτως Ἀρίσταρχος ἄλλοι δὲ ὑπαλύξει ⁑ On Iliad 21.128: ὅτι θηλυκῶς τὴν Ἴλιονι ⁑ On Iliad 21.131: ὅτι τὸ δηθά ἀντὶ τοῦ πολλάκις On Iliad 21.143: ἐν ἄλλῳ τῇ γάρ ῥ' ἐμίγη ⁑ On Iliad 21.146: ὅτι λείπει ἡ περὶ πρόθεσις Interior scholia On Iliad 21.127: ὅτι ἀντὶ τοῦ ὃς φάγοι aν ⁑ Venetus A (Marciana 454 = 822), folio 273, recto Iliad 21.151-21.176 21.151 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. 21.152 τὸν δ' αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός: 21.153 Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις; 21.154 εἴμ' ἐκ Παιονίης ἐριβώλου τηλόθ' ἐούσης 21.155 Παίονας ἄνδρας ἄγων δολιχεγχέας: ἥδε δέ μοι νῦν 21.156 ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα. 21.157 αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος 21.159 ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ: τὸν δ' ἐμέ φασι 21.160 γείνασθαι: νῦν αὖτε μαχώμεθα φαίδιμ' Ἀχιλλεῦ . 21.161 ὣς φάτ' ἀπειλήσας, ὃ δ' ἀνέσχετο δῖος Ἀχιλλεὺς 21.162 Πηλιάδα μελίην: ὃ δ' ἁμαρτῇ δούρασιν ἀμφὶς 21.163 ἥρως Ἀστεροπαῖος , ἐπεὶ περιδέξιος ἦεν. 21.164 καί ῥ' ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ 21.165 ῥῆξε σάκος: χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο: 21.166 τῷ δ' ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς 21.167 δεξιτερῆς, σύτο δ' αἷμα κελαινεφές: ἣ δ' ὑπὲρ αὐτοῦ 21.168 γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι. 21.169 δεύτερος αὖτ' Ἀχιλεὺς μελίην ϊθυπτίωνα 21.170 Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. 21.171 καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν, ὃ δ' ὑψηλὴν βάλεν ὄχθην, 21.172 μεσσοπαγὲς δ' ἄρ' ἔθηκε κατ' ὄχθης μείλινον ἔγχος. 21.173 Πηλεΐδης δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 21.174 ἆλτ' ἐπί οἱ μεμαώς: ὃ δ' ἄρα μελίην Ἀχιλῆος 21.175 οὐ δύνατ' ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. 21.176 τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, Scholia to Iliad 21.151-21.176 Main scholia On Iliad 21.155: Παίονας ἄνδρας ⁑ ὅτι ετερος ουτος Παιόνων ηγεμὼν ὃν οὐ κατειλοχε δια τοῦ Καταλόγου ⁑ On Iliad 21.155: δολιχεγχέας: ὡς εὐειδέας παραιτητέον γὰρ τοὺς ἄλλους ἀναγινώσκοντας ⁑ On Iliad 21.162: ὁ δ' ἁμαρτῇ: Ἀρίσταρχος ἀποκοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην ὅ ἐστιν ἅμα διὸ καὶ χωρὶς τοῦ ϊ γράφεται: ἐν δὲ τῇ Μασσαλιωτικῇ ὁ δ' ἁμαρτῇ δούρασιν ἄμφω καὶ λόγον ἔχει ⁑ On Iliad 21.162: ἁμαρτῇ περισπαστέον καὶ συν τῷ ϊ γραπτέον κατα τὸν χαρακτηρα τῶν εἰς τη ληγόντων ἐπιρρημάτων καὶ διελέγχει ἡ παράδοσις τὸν Ἀρίσταρχον ἔχουσα τὸ ϊ ⁑ On Iliad 21.163: ἐπεὶ περιδέξιος: ἄμεινον συνθετως ἀναγινώσκειν ὡς ἐπιδέξιος καὶ ἀμφιδέξιος ⁑ On Iliad 21.159: τὸν δέ με φασί, ὁ Ἀσκαλωνίτης ἐκ πλήρους λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ εἰσὶ μέντοι οἳ ἀπολύτως ἀνέγνωσαν: ὅμοιον δέ εστιν τὸ ἐν Οδυσσείᾳ μήτηρ μεν τέ με φησὶ τοῦ εμεναι : καὶ οὐδέν ἕστι τὸ κωλύον ⁑ On Iliad 21.165: ῥῆξε σάκος: ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα. ἡ δε ἀναφορὰ προς τοὺς ηθετημένους ἐν τῆ προ ταύτης ῥαψωδίᾳ, ἀλλα δύο μὲν ἔλασσε δια πτύχας ⁑ On Iliad 21.1: τῷ δ' ἑτέρῳ μιν: ὅτι ἀρχαϊκος πάλιν τὸν πῆχυν αὐτὸν ἔβαλεν οὐχι τὸν πῆχυν αὐτοῦ, ὑπο μόνου δε τούτου ι Αχιλλεὺς τιτρώσκεαι ⁑ On Iliad 21.169: δεύτερος αῦτ' Ἀχιλεὺς ὅτι Ζηνοδοτος γράφει ἰθυπτίωνα δι α τὸ κτεδόνας λέγεσθαι τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις παρέλκει δὲ νῦν τὸ περι της του ξυλου φύσεως εἰπείν τὸ μέντοι ἰθυπτίω ν εἰς ευθὺ φερομένην ἀναφερομενου του επαίνου εἰς τὸν ἀκοντίζοντα. καὶ δ' ἄλλος τοῦ δ' ἰθὺς βελος πετετ ⁑ On Iliad 21.172: μεσοπαγὲς δ ἄρ. ὅτι ἣν νῦν ὄχθην εἴρηκεν ἑξῆς κρημνόν, οὐ δύνατ' ἐκ κρημνοῖο πάντα γ ὰρ τὰ ὑψηλὰ ὄχθαι λέγονται ⁑ On Iliad 21.172: μεσσοπαλές ἐνιοι μεσσοπαγες , δια τοῦ γ οὐκ εὖ βούλεται γὰρ, λέγειν ἕως μέσου παλλόμενον δι' οὗ τὸ σφοδρὸν τῆς βολῆς παρίστησιν. οὕτως Ἀρίσταρχος ⁑ On Iliad 21.173: Πηλείδης δ' ἄορ: ὅτι ὼς περι ἑτέρου λέγει προ εἰπὼν δευτερος αὐτ' Ἀχιλλεύς ⁑ On Iliad 21.174: ᾶλτ' ἐπί οἱ ἡ οι ἀντωνυμία ἀπόλυτός ἐστι καὶ ἐγκλιτικὴ διὸ τῆς επι προθέσεως τὸ τέλος ὀξύνουσιν ⁑ Interlinear scholia On Iliad 21.162: ο δὲ ἀμφότερα τὰ ο μ ἀφῆκεν ⁑ On Iliad 21.166: ἁχριτου ἐπι ξέσαι μὸν τὸν δέρμα On Iliad 21.167: αν η νέχθη ἐρρύη ⁑ On Iliad 21.168: ἐνεπάγη ⁑ On Iliad 21.169: ἐπενθείας φερομένην ⁑ On Iliad 21.172: ἐκ του μέσου παλλόμενον: Interior scholia On Iliad 21.167: ὅτι τῷ ἑτέρῳ ε ἰ ρηκὼς ἐπήγαγεν ἡ δὲ ὑπερ αυτοῦ γαίη ἐνεστήρικτο ⁑ On Iliad 21.172: οὕτως Ἀρίσταρχος μεσσοπαλές ⁑ Exterior scholia On Iliad 21.155: ανδρας ἄγων δολιχεγχέας On Iliad 21.160: γεῖνασθαι Venetus A (Marciana 454 = 822), folio 273, verso Iliad 21.177-21.201 21.177 τρὶς δὲ μεθῆκε βίης: τὸ δὲ τέτρατον ἤθελε θυμῷ 21.178 ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο : 21.179 ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα: 21.180 γαστέρα γάρ ψιν τύψε παρ' ὀμφαλόν: ἐκ δ' ἄρα πᾶσαι 21.181 χύντο χαμαὶ χολάδες. τὸν δὲ σκότος ὄσσε κάλυψεν 21.182 ἀσθμαίνοντ'. Ἀχιλεὺς δ' ἄρ ἐνι στήθεσσιν ὀρούσων . 21.183 τεύχεα τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηύδα: 21.184 κεῖσ' οὕτω: χαλεπόν τοι ἐρισθενέος Κρονίωνος 21.185 παισὶν ἐριζέμεναι. ποταμοῖο περ ἐκγεγαῶτι: 21.186 φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος. 21.187 αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. 21.188 τίκτέ μ' ἀνὴρ. πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι. 21.189 Πηλεὺς Αἰακίδης . ὁ δ' ἄρ' Αἰακὸς ἐκ Διὸς ῆεν: 21.190 τῶ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, 21.191 κρείσσων δ’ αῦτε Διὸς γενεὴ. ποταμοῖο τέτυκται: 21.192 καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι 21.193 χραισμεῖν: ἂλλ' οὐκ ἔστι Διῒ Κρονίωνι μάχεσθαι: 21.194 τῷ. οὐδὲ κρειων Ἀχελώϊος ἰ̈σοφαρίζει: 21.195 οὐτε βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο , 21.196 ἐξ οὗ περ πάντες ποταμοὶ. καὶ πᾶσα θάλασσα. 21.197 καὶ πᾶσαι κρῆναι, καὶ φρείατα μακρὰ νά̆ουσιν: 21.198 ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν. 21.199 δεινήν τε βροτὴν. ὅτ' ἀπ οὐρανόθεν σμαραγήσῃ: 21.200 ῆ ῥα: καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος: 21.201 τὸν δὲ κατ' αὐτόθι λεῖπεν. ἐπεὶ φίλον ῆτορ ἀπηύρα. Scholia to Iliad 21.177-21.201 Main scholia On Iliad 21.185: παισὶν ἐριζέμεναι⁑ ὅτι περισσὸς ὁ πέρ ὡς ἐκεῖ φυγόντι περ αἰπὺν ὄλεθρον : ὅυτως δὲ κατα δοτικὴν ἐκγεγαῶτι αἱ Ἀρισταρχου ⁑ On Iliad 21.186: φῆσθα σὺ μὲν ποταμοῦ: εἴτε ἐνεστωτα σημαίνει προπερισπασθήσεται: εἴτε δεύτερον ἀόριστον ὁμοίως τούτῳ δε μόνῳ διαλλάξει τῷ σὺν τῷ ϊ γράφεσθαι τὸ η ἐπι τοῦ ἐνεστῶτος ⁑ On Iliad 21.192: καὶ γαρ σοὶ ποταμός γε: ἤτοι συναπτέον μέχρι τοῦ χραισμεῖν ἢ στικτέον μετα τὸ μέγας, ὑποστικτέον δὲ μετα τὸ εἰ δύναταί τι ἵνα τὸ χραισμεῖν ἀντι προστακτικοῦ κέηται ⁑ On Iliad 21.194: τῷ οὐδε κρείων Ἀχελώϊος : Ἡρακλῆς εἰς Ἅδου κατελθὼν ἐπι τὸν Κέρβερον συνέτυχεν Μελεάγρῳ τῷ Οἰνέως : οὗ καὶ δεηθεντος γὴμαι τὴν ἀδελφὴν Διϊάνειραν : διὸ ἐπανελθὼν εἴς φῶς ἔσπευσεν εἰς Αἰτωλίαν προς Οἰνέα : καταλαβὼν δε μνηστευομένην τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμόν διεπάλαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι οὗ καὶ αποσπάσας τὸ ἕτερον τῶν κερατων ἔλαβε την παρθένον φασὶ δὲ αὐτὸν Ἀχελῷον παρα Ἀμαλθείας τῆς Ωκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ΐδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῶος . διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορία καλεῖται ἡ ϊστορία παρα Πινδάρῳ ⁑ On Iliad 21.195: οὐδε βαθυρρείταο: ὅτι Ζηνοδοτος αὐτὸν οὐκ έγραφεν: γίνεται δὲ ὁ Ἀχελῶος πηγὴ τῶν ἄλλων, ἔστϊ πάντων. ἔστι δὲ καθ Ὅμηρον ὁ Ωκεανὸς ὁ ἐπιδιδοὺς πᾶσι τὰ ῥεύματα: διὸ καὶ κατα τιμήν φησὶν οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ' Ὠκεανοῖο ⁑ On Iliad 21.196: πάσα θάλασσα ὅλη, ἠ ἐπεὶ πολλὰ πελάγη εἰσίν: Ἀτλαντικόν : Λιγυστικόν : Τυρρηνικον : Λιβυκόν : Μυρτῷον , Αἰγύπτιον : Παμφύλιον : Ϊκαριον , Αἰγαῖον , Ἑλλήσποντος , Μέλας κόλπος, Εὔξεινος πόντος, Κασπία καὶ Ἐρυθρά ⁑ Interlinear scholia On Iliad 21.198: αλλα καὶ ὅυτως ⁑ Intermarginal scholia On Iliad 21.183: ὅτι ἀντι τοῦ καυχόμενος ⁑ On Iliad 21.191: Ἀρισταρχος έξω τοῦ δέ κρείσσων αυτε ⁑ On Iliad 21.194: Ἀρισταρχος ουτε βαθυρρείταο ⁑ On Iliad 21.200: ὅτι ἀντι πέφρακε τῇ όχθῃ τὸν κρημνον ⁑ Interior scholia On Iliad 21.183: ἐν ενίαις δια τοῦ ζ ἐξεναριζε Venetus A (Marciana 454 = 822), folio 274, recto Iliad 21.202-21.226 21.202 κείμενον ἐν ψαμάθοισι: δίαινε δέ μιν μέλαν ὕδωρ: 21.203 τὸν μὲν ὰρ' ἐγχέλυές τε καὶ ἰ̈χθύες ἀμφεπένοντο 21.204 δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες: 21.205 αὐτὰρ ὃ βῆ ϊέναι μετὰ Παίονας ἱπποκορυστάς. 21.206 οἵ ῥ' ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα 21.207 ὡς εἶδον τὸν ἄριστον ἐνι κρατερῇ ὑσμίνῃ 21.208 χερσ̀' ὑπὸ Πηλείδαο καὶ ἄορι ῖ̈φι δαμέντα: 21.209 ἔνθ' ἕλε Θερσίλοχόν τε: Μύδωνά τε. Ἀστύπυλόν τε: 21.210 Μνῆσόν τε. Θρασίον τε. καὶ Αἴνιον. ἠδ' Ὀφελέστην : 21.211 καὶ νύ κ' ἔτι πλέονας ἔκτανε Παίονας ὠκὺς Ἀχιλλεύς . 21.212 εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης: 21.213 ἀνέρι εἰσάμενος, βαθέης δ' ἐφθέγξατο δίνης: 21.214 ὦ Ἀχιλεῦ : περὶ μὲν κρατέεις περὶ δ' αἴσυλα ῥέζεις 21.215 ἀνδρῶν: αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί: 21.216 εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι. 21.217 ἐξ ἐμέθεν γ' ἐλάσας, πεδίον κάτα μέρμερα ῥέζε: 21.218 πλήθει γὰρ δή μοι, νεκύων. ἐρατεινὰ ῥέεθρα: 21.219 οὐδε τί πῃ δύναμαι προχέειν ῥόον εις ἅλα δῖαν 21.220 στεινόμενος νεκύεσσι: σὺ δὲ κτείνεις ἀϊδήλως: 21.221 ἀλλ' ἄγε δὴ καὶ ἔασον. ἄγη μ' ἔχει ὄρχαμε λαῶν: 21.222 τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 21.223 ἔσται ταῦτα, Σκάμανδρε διοτρεφὲς, ὡς σὺ κελεύεις: 21.224 Τρῶας δ' οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων. 21.225 πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι 21.226 ἀντιβίην, ἤ κέν με δαμάσσεται ἦ κεν ἐγὼ τόν: Scholia to Iliad 21.202-21.226 Main scholia On Iliad 21.203: τὸν μὲν ὰρ ἐγχελυες τε: ὅτι Ὅμηρος διαστέλλει τὰς ἐγχέλυας ἀπο τῶν ἰχθύων: καὶ ἑξῆς τειρόντων ἐγχέλυές τε καὶ ἰχθύες : ἔστι δὲ πιθανεύσασθαι οὕτως δεχόμενον: ἐγχέλυες καὶ οἱ ἄλλοι ἰχθύες. ὡς Ζεὺς δ' ἐπει οῦν Τρῶάς τε καὶ Ἕκτορα κατ εξοχήν ⁑ On Iliad 21.204: δημὸν έρεπτόμενοι: συναπτέον όλον τον στίχον: τὸ γὰρ ἑξῆς δημὸν ἐπινεφρίδιον: τὸ δε ἐρεπτόμενοι καὶ κείροντες διλογεῖται ⁑ On Iliad 21.204: ἐπινεφρίδιον κειροντες περι γὰρ τοὺς νεφρους πολλή ἐστιν ἡ πημελῆ: εἴρηνται δὲ νεφροὶ ἀφ ὃν νίφεται τὰ οὗρα, κυρίως δὲ τὸ ἀπο της έρας τῇ γλώσσῃ, ἐπαίρειν ἐρέπτεσθαι: δὸ δὲ κείραοντες, ἀντι τοῦ ἁπλήστως ἀσθλιοντες ὅθεν ὁ κόρος ⁑ On Iliad 21.214: περι μεν κρατέεις περι δ' αίσυλα ῥέζεις: οὐκ αναστρεπτέον τὴν περι πρόθεσιν: κεῖται γὰρ ἀντι του περισσῶς ⁑ On Iliad 21.218: πλήθει γὰρ δή μοι: ὅτι ἄκαιρον τὸ ἐπίθετον πεφοίνικται γὰρ ὑπο τοῦ αἵματος ὅμοιον οὖν τὸ ἐσθητα φαεινὴν καὶ ἄστρα φαεινὴν ἀμφι σελήνην ⁑ On Iliad 21.220: στεινόμενος ὅτι ἀντι του στενοχωρούμενος ὑπο του πλήθους τῶν νεκρῶν οὐ στενάζω ⁑ On Iliad 21.221: ἀλλ' άγε δὴ καὶ ἔασον ψιλῶς, ἔστι γὰρ ἄφες ἀπο τοῦ ἐῶ περισπωμένου κείμενον ⁑ On Iliad 21.226: ἀντιβίην ἤ κεν με: ἤτοι στικτέον ἐπι τὸ ἀντιβίην ἵνα ὀξυτόνως ἀμφοτέρους ἀναγινώσκωμεν τοὺς διαζευκτικοὺς συνδέσμους ἤ κέν με δαμάσσεται ἤ κεν ἐγω τόν, ἵνα τοῦ κεν συνδέσμου δὶς περισσευοντος ὁ λόγος ᾖ ἀποφατικος, ἢ ἀνέλει με. ἢ ἐγὼ αὐτόν ἠ τοῖς ἄνω συναπτέον. ἵν' ᾗ ὁ λόγος διαπορητικὸς του Ἕκτορος πειραθῆναι ἄντικρυς, πότερον αὐτὸς ἀνελεῖ με ἠ ἐγὼ αὐτόν ⁑ Interlinear scholia On Iliad 21.220: ἀφανιστκης ολεθριως ⁑ On Iliad 21.221: ἔκπληξις θαῦμα ⁑ Interior scholia On Iliad 21.213: γράφεται καὶ εἰδόμενος τὸ δὲ βαθέης χωρὶς του δ ⁑ On Iliad 21.217: ὅυτως δια τοῦ γε ὲμέθεν γ' ἐλάσας ⁑ Venetus A (Marciana 454 = 822), folio 274, verso Iliad 21.227-21.251 21.227 ὡς εἰπὼν. Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶ̈σος: 21.228 καὶ τότ' Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης: 21.229 ὦ πόποι ἀργυρότοξε. Διὸς τέκος. οὐ σύ γε βουλὰς 21.230 εἰρύσαο Κρονίωνος , ὅ τοι μάλα πόλλ`' ἐπετέλλε 21.231 Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν. εἰς ὅ κεν ἔλθῃ 21.232 δείελος ὀψὲ δύων. σκιάσῃ δ' ἐρίβωλον ἄρουραν: 21.233 ῆ καὶ Ἀχιλλεὺς μὲν δουρὶ κλυτὸς ἔνθορε μέσσῳ 21.234 κρημνοῦ ἀπαΐξας, ὁ δ' ἐπέσσυτο οἴδματι θύιων: 21.235 πάντα δ' όρινε ῥέεθρα κυκώμενος: ῶσε δὲ νεκροὺς 21.236 πολλούς. οἵ ῥα, κατ' αὐτὸν, ἅλις, ἔσαν: οὓς κτάν' Ἀχιλλέυς 21.237 τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος 21.238 χέρσον δέ: ζωοὺς δὲ σάω, κατα καλὰ ῥέεθρα, 21.239 κρύπτων ἐν δίνῃσι βαθείῃσι, μεγάλῃσι: 21.240 δεινὸν δ' ἀμφ' Ἀχιλῆα κυκώμενον ἵ̈στατο κῦμα: 21.241 ὤθει δ' ἐν σάκεϊ πίπτων ῥόος: οὐδὲ πόδεσσιν 21.242 εἶχε στηρίξασθαι: ὁ δὲ πτελέην ἕλε χερσὶν 21.243 εὐφυέα: μεγάλην: ἡ δ' ἐκ ῥιζῶν ἐριποῦσα: 21.244 κρημνὸν ἅπαντα διῶσεν. ἐπέσχε δὲ καλὰ ῥέεθρα 21.245 ὄζοισιν πυκινοῖσιν: γεφύρωσεν δέ μιν αὐτὸν 21.246 εἴσω πᾶσ' ἐριποῦσ': ὁ δ' ὰρ ἐκ δίνης ἀνορούσας 21.247 ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι 21.248 δείσας: οὐδέ τ' ἔληγε θεὸς μέγας, ὦρτο δ' ἐπ' αὐτῷ 21.249 ἀκροκελαινιόων: ἵνα μιν παύσειε πόνοιο 21.250 δῖον Ἀχιλλῆα . Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι: 21.251 Πηλείδης δ' ἀπόρουσεν ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴν: Scholia to Iliad 21.227-21.251 Main scholia On Iliad 21.232: δειελος ὀψὲ δύων ἡ δείλη δείελος εἴρηται ὡς ἡ εσπέρα ἕσπερος ὠνή, ὧνος χολή χολος τὸ δὲ ὁψὲ δύων ἐν δυσὶ μέρεσι λόγου. εἰ γὰρ ἢν σύνθετον δια του ι ἐγράφετο ὀψιδύων ὡς ὄψιμαθής ὀψιτέλεστον , οὕτως δὲ καὶ τὸ ὀψὲ δύοντα Βοώτην , ταῦτα ὁ Ηρῳδιανος ἐν τῷ ιθ τῆς Καθόλου ⁑ On Iliad 21.237: τοὺς ἔκβαλε θύραζε μεμυκως⁑ συναπτέον μέχρι του χέρσον δέ , τα δὲ ἑξῆς ἀφ ετέρας ἀρχῆς ἀναγνωστέον τὸ γὰρ εξῆς ἔκβαλε θύραζε: χερσον δὲ: ἐντεῦθεν δὲ κινηθέντες οἱ μεθ Όμηρον ποιηταὶ ταυρομόρφους λέγουσιν εῖναι τοὺς ποταμούς ⁑ On Iliad 21.238: χέρσον δὲ ζωοὺς δὲ σάω: μέχρι τούτου τὰ τῆς ἀναπαύσεως, εἶτα ζωοὺς δὲ σάω ἵνα διαστολὴ γένηται, ἠ τέ τῶν νεκρῶν καὶ ἡ τῶν ζώντων ⁑ On Iliad 21.244: κρημνὸν ἅπαντα διῶσε: προπερισπαστέον, ἤδη δὲ προείπομεν περι των τοιούτων ῥημάτων λέγω δὲ τῶν κατα τοὺς παροχημένους τινὰ δὲ τῶν συντεθειμένων φυλάσσει τὸν τόνον καὶ τίνα ἀναδίδωσι ⁑ On Iliad 21.242: ὁ δὲ πτελέην: ταῦτα ὁ Ἡρῳδιανὸς ἐντῷ τῆς ια τῆς Καθόλου πτελέᾳ ϊτέα καί οντο πτελέαι τε, καὶ ϊτέαι : ὁμοίως γὰρ τὸ ϊτέαι καὶ τὸ πτελέαι: καὶ ὁ δὲ πτελέην ἕλε χερσίν . ἐπι μὲν οὖν τούτου κατα τὴν αιτιατικην πτῶσιν τινες ὀξύνουσι δι ὃ καὶ τὴν εὐθεῖαν τινὲς ὤξυνον καὶ δῆλον ὅτι κατα μεταβολὴν τόνου ὥσπερ καὶ ἐπι του ῆλθε κατ ἰγνύην βεβλημένος τὴν μεταβολὴν τόνου ὥσπερ καὶ ἐπὶ τοῦ ἠλθε κατ ιγνυὴν βεβλἠμένος τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο ⁑ On Iliad 21.246: εἴσω πᾶσ' ὅτι διχῶς γραπρέον ἐκ λίμνης καὶ ἐκ δίνης: τὸ μὲν οὖν ἐκ δίνης. ἐκ τῆς συστροφῆς τοῦ ῥοῦ: τὸ δὲ ἐκ λίμνης ἐκ τοῦ καθ' ύδατος τόπου. δι ὃ καὶ τὸν Ὠκεανον λίμνην καλεῖ ⁑ On Iliad 21.249: ἀκροκελαινιόων: ὅτι τοῦ πολεμικοῦ ἔργου οὕτως δὲ πόνοιο αἱ Ἀριστάρχου διὰ τοῦ π . Ἀριστοφανης φόνοιο καὶ λόγον ἔχει ⁑ Interlinear scholia On Iliad 21.234: ρεύματι ⁑ On Iliad 21.234: πληθύνων ⁑ On Iliad 21.234: γραφεται πεδίον δὲ, ⁑ Intermarginal scholia On Iliad 21.232: ὅτι ἀρσενικῶς τὴν δείλην δείελον: On Iliad 21.237: ἐν αλλω τοὺς ἑξῆγε ⁑ On Iliad 21.245: ἐν ἄλλω γεφύρωσεν δὲ κέλευθον On Iliad 21.246: Ἀρισταρχος ἐν δίνης ἄλλοι ἐκ λίμνης ⁑ On Iliad 21.247: ἔν αλλω, φέρεσθαι ⁑ Interior scholia On Iliad 21.23?: ἐν άξῃ ⁑ On Iliad 21.246: ὁ Ἀχιλλευς ⁑ On Iliad 21.247: ὅτι ἐλλείπει ἡ διά ⁑ Venetus A (Marciana 454 = 822), folio 275, recto Iliad 21.252-21.276 21.252 αἰετοῦ οἵματ' ἔχων μέλανος. τοῦ θηρητῆρος. 21.253 ὅς θ' ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν: 21.254 τῷ ἐικὼς ἤϊξεν: ἐπι στήθεσσι δὲ χαλκὸς 21.255 σμερδαλέον κονάβιζεν: ὕπαιθα δὲ τοῖο λιασθεὶς 21.256 φεῦγ'. ὃ δ' ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ: 21.257 ὡς δ' ὅτ' ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου 21.258 ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ 21.259 χερσὶ μάκελλαν ἔχων. ἀμάρης ἐξ ἔχματα βάλλων. 21.260 τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι 21.261 ὀχλεῦνται: τὸ δέ τ' ὦκα, κατειβόμενον κελαρύζει 21.262 χώρῳ ἔνι προαλεῖ: φθά̄̄̄νει δέ τε καὶ τὸν ἄγοντα. 21.263 ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο 21.264 καὶ λαιψηρὸν ἐόντα. θεοὶ δέ τε φέρτεροι ἀνδρῶν: 21.265 ὁσσάκι δ' ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλευς 21.266 στῆναι ἐναντίβιον: καὶ γνώμεναι, εἴ μιν ἅπαντες 21.267 ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι. 21.268 τοσσάκι μιν μέγα κῦμα διϊπετέος ποταμοῖο 21.269 πλάζ' ὤμους καθ ὕπερθεν: ὃ δ' ὑψόσε ποσσὶν ἐπήδαν. 21.270 θυμῷ ἀνιάζων. ποταμὸς δ' ὑπὸ γούνατ' ἐδάμνα 21.271 λάβρος ὕπαιθα ῥέων, κονίην δ' ὑπέρεπτε ποδοῖϊν: 21.272 Πηλεΐδης δ' ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν: 21.273 Ζεῦ πάτερ. ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη 21.274 ἐκ ποταμοῖο σαῶσαι: ἔπειτα δὲ καί τι πάθοιμι: 21.275 ἄλλος δ' οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων. 21.276 ἀλλὰ φίλη μήτηρ. ἥ με ψεύδεσσιν ἔθελγεν: Scholia to Iliad 21.252-21.276 Main scholia On Iliad 21.252: αἰετοῦ οἵματ' ἔχων: τὸ μὲν οἰματα δασυντέον: τὸ δὲ τοῦ ἄρθρον ἐκδεκτέων. οὐχ ὥς τινες ὑφ ὲν ἀναγινώσκουσι μελανοστοῦ ⁑ On Iliad 21.262: χώρῳ ἐνι προαλεῖ τινες ἐδάσυναν τὸ προάλει παρα τὸ ἄλλεσθαι ἐκδεχόμενοι τὸν σχηματισμὸν ἄμεινον δὲ ψιλοῦν ὡς καὶ ὁ Ἀσκαλωνίτης φάσκων ἀπο τοῦ αλίζεσθαι γεγενῆσθαι τουτέστιν αθροίζεσθαι ὥστε σημαίνεσθαι τὸ καταφερῆ καὶ γὰρ τοῦ χωρίου ἐστι τὸ ἐπίθετον τοῦ δε φθάνει ἐκτατέον τὸ α δια τὸ μέτρον ὥσπερ καὶ Ἀρίσταρχος ηξίου ⁑ On Iliad 21.276: ἥ με ψεύδεσσιν ἔθελγεν: ψεύδεσσιν ὡς βέλεσσιν οὐ γὰρ, ἐπίκειται τινί: ἐστι δὲ αὐτοῦ τὸ ἑνικὸν ψεῦδος δ' οὐκ ερέω ⁑ Interlinear scholia On Iliad 21.271: ὑφήρπαξε ⁑ Intermarginal scholia On Iliad 21.255: ὅτι τὸ ὑπαιθα εἰς τούμπροθοι σημαίνει ⁑ On Iliad 21.267: διώκσι: On Iliad 21.273: ὑπέμειης ⁑ Interior scholia On Iliad 21.262: οὕτως φθάνει διατοῦ ἑτέρου ρ ὀυ φθανλέει ⁑ On Iliad 21.265: γράφεται καὶ οἱμήσειε προκρίνει δὲ την δια τοῦ ρ ⁑ On Iliad 21.273: ἐλέου άξιον τυγχάνοντα ⁑ Venetus A (Marciana 454 = 822), folio 275, verso Iliad 21.277-21.301 21.277 ἥ μ' ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων 21.278 λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν: 21.279 ὥς μ' ὄφελ' Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ' ἔτραφ' ἄριστος: 21.280 τῶ κ' ἀγαθὸς μὲν ἔπεφν', ἀγαθὸν δέ κεν ἐξενάριξε: 21.281 νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι 21.282 ἐρχθέντ' ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβὸν. 21.283 ὅν ῥά τ' ἔναυλος ἀποέρσῃ: χειμῶνι περῶντα: 21.284 ὣς φάτο: τῷ δὲ μάλ' ὦκα Ποσιδάων καὶ Ἀθήνη 21.285 στήτην ἐγγὺς ϊόντε. δέμας δ' ἄνδρεσσιν ἐΐκτην: 21.286 χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ' ἐπέεσσι: 21.287 τοῖσι δὲ μύθων ἦρχε Ποσιδάων ἐνοσίχθων: 21.288 Πηλεΐδη μήτ' άρ, τι λίην τρέε: μήτέ τι τάρβει: 21.289 τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν 21.290 Ζηνὸς ἐπαινήσαντος. ἐγὼ καὶ Παλλὰς Ἀθήνη : 21.291 ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν: 21.292 ἂλλ' ὅδε μὲν τάχα λωφήσει: σὺ δὲ εἴσεαι αὐτός: 21.293 αὐτάρ σοι πυκινῶς ὑποθησόμεθ', αἴ κε πίθηαι: 21.294 μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πτολέμοιο. 21.295 πρὶν κατὰ Ἰ̈λιόφιν κλυτὰ τείχεα λαὸν εέλσαι 21.296 Τρωϊκὸν. ὅς κε φύγῃσι: σὺ δ' Ἕκτορι θυμὸν ἀπούρας. 21.297 ὰψ, ἐπὶ νῆας ΐμεν: δίδομεν δε τοί εὖχος ἀρέσθαι: 21.298 τὼ μὲν ἂρ' ὡς εἰπόντε μετ' ἀθανάτους ἀπεβήτην: 21.299 αὐτὰρ ὃ βῆ: μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμὴ. 21.300 ἐς πεδίον: τὸ δὲ πᾶν, πλῆθ' ὕδατος ἐκχυμένοιο: 21.301 πολλὰ δὲ τεύχεα καλὰ δαῒ κταμένων αἰζηῶν Scholia to Iliad 21.277-21.301 Main scholia On Iliad 21.279: ὃς ἐνθάδε γ' ἐτράφ' ἄριστος: παροξυτονητέον τὸ γὰρ τελειόν ἐστιν ἐτράφη, καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανος ἐν τῇ ἀρχῇ τῆς Ξ ὅπου διαλαμβάνει περι τοῦ διχθάδι' ἡ μεθ ὅμιλον . καὶ λέγει ὅτι συναλιφὴν πέπονθε δια τοῦ η δεῖ οὖν δια τοῦ γ γράφειν ὃς ἐνθάδ' εἶτα ἐτράφετ' ἄριστος οὐχ ὡς οἱ πολλοὶ τέτραφ' ἄριστος ἀπο τοῦ τ ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες ⁑ On Iliad 21.281: νῦν δ' έμε λευγαλέῳ ὅτι ἐκ τούτου οἱ νεώτεροι ἐξεδέξαντο λευγαλέον τὸν δίυγρον ἔστι δὲ κατα κοινωνίαν στοιχείων λευγαλέον ὄλεθρον παρα τὸν λοιγόν καὶ ἐν Ὀδυσσείᾳ λευγαλέοι τ' ἐσόμεσθα ⁑ On Iliad 21.283: ὅν ῥά τ' ἔναυλος ἀποέρσει χειμῶνι, ὅτι ἀντὶ του χειμῶνος διαπερῶντα ἐναύλους δὲ τοὺς ποταμοὺς τοὺς ἐπιμήκεις ⁑ On Iliad 21.287: τοῖσι δὲ μύθων ἦρχε: ὅτι δυεῖν ὄντων πληθυντικῶς εἴρηκε τοῖσι δὲ μύθων ῆρχε ⁑ On Iliad 21.290: Ζηνὸς ἐπαινήσαντος ἀθετεῖται ὅτι ἀπίθανον εἰς ἀνδρος μορφην ὡμοιωμένον λέγειν ἐγὼ καὶ Παλλὰς Ἀθήνη τίς γάρ ἐστιν οὐ μη νοήσῃ ⁑ On Iliad 21.294: μὴ πρὶν παύειν χεῖρας: ἀφ' ἑτέρας ἀρχῆς τοῦτο ἀναγνωστέον τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντι προστακτικοῦ τοῦ παυε ⁑ On Iliad 21.296: Τρωϊκὸν ὥς κε φύγῃσι, ἐπι τὸ φύγῃσι βέλτὶ στίζειν ἵνα ἀφ ἑτερας ἀρχῆς, σὺ δ' Ἕκτορι τοῦ ἀπαρεμφάτου πάλιν ἀντι προστακτικοῦ κειμένου τοῦ ἴθι: ἡ διπλῆ δὲ ὅτι ἀντι τοῦ Ἕκτορος καὶ φύγησιν ὃς ἂν φύγοι ⁑ On Iliad 21.299: αὐτὰρ ὁ βῆ: τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ες πεδίον: τὰ δ' ἄλλα ὡς δια μέσου διορθωτέον ⁑ On Iliad 21.301: δαϊ κταμένων αἰζηῶν: ἄμεινον κατα διάλισιν ὡς Ἄρηϊ κταμένων οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως ⁑ Interlinear scholia On Iliad 21.282: ἀντὶ του πνιγέντα ⁑ On Iliad 21.297: ἀντὶ ΐθι ⁑ Intermarginal scholia On Iliad 21.279: ἐν αλλω ἐνθά δε τέτραφ' ἄριστος ⁑ On Iliad 21.282: σημειοῦνται τινὲς ὡς άπαξ εἰρημενον ⁑ On Iliad 21.297: ΐμεναι ΐμεν ⁑ Interior scholia On Iliad 21.282: ψιλωτέον τὸ ερχθεντα ⁑ Exterior scholia On Iliad 21.279: ενθαδε τέτραφ On Iliad 21.284: δ On Iliad 21.287: Ποσειδων Venetus A (Marciana 454 = 822), folio 276, recto Iliad 21.302-21.326 21.302 πλῶον καὶ νέκυες: τοῦ δ' ὑψόσε γούνατ' ἐπήδα. 21.303 πρὸς ῥόον ἀΐσσοντος ἀν ἰ̈θύν: οὐδέ μιν ἔσχεν 21.304 εὐρὺ ῥέων ποταμὸς. μέγα γὰρ σθένος ἔμβαλ' Ἀθήνη : 21.305 οὐδὲ Σκάμανδρος ἔληγε τὸ, ὃν, μένος: ἀλλ' ἔτι μᾶλλον 21.306 χώετο Πηλείωνι . κόρυσσε δὲ κῦμα ῥόοιο 21.307 ὑψόσ' ἀειρόμενος. Σιμόεντι δὲ κέκλετ' ἀΰσας: 21.308 φῖλε κασίγνητε: σθένος ἀ̄νέρος ἀμφότεροί περ 21.309 σχῶμεν: ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος 21.310 ἐκπέρσει: Τρῶες δὲ κατα μόθον οὐ μενέουσιν: 21.311 ἂλλ' ἐπάμυνε τάχιστα καὶ ἐμπίπληθι ῥέεθρα 21.312 ὕδατος ἐκ πηγέων: πάντας δ' ὀρόθυνον ἐναύλους: 21.313 ΐστη δὲ μέγα κῦμα: πολὺν δ' ὀρυμαγδὸν ὄρινε 21.314 φιτρῶν καὶ λάων. ἵνα παύσομεν ἄγριον ἄνδρα. 21.315 ὃς δὴ νῦν κρατέει: μέμονεν δ' ὅ γε ῗσα θεοῖσι: 21.316 φημὶ γὰρ οὔτε βίην χραισμησέμεν: οὔτέ τι εἶδος: 21.317 οὔτε τὰ τεύχεα καλὰ, τά που μάλα νειόθι λίμνης 21.318 κείσεθ'. ὑπ' ἰ̈λῦος κεκαλυμμένα: καδ δέ μιν αὐτὸν 21.319 εἰλύσω ψαμάθοισιν. ἅλις, χέραδος περιχεύας 21.320 μυρίον: οὐδέ οἱ ὀστέ' ἐπιστήσονται Ἀχαιοὶ 21.321 ἀλλέξαι: τόσσην οἱ, ἄσιν καθύπερθε καλύψω: 21.322 αὐτοῦ οἱ καὶ σῆμὰ τετεύξεται: οὐδέ τι μιν χρεὼ 21.323 ἔσται τυμβοχοῆσ'. ὅτε μιν θάπτωσιν Ἀχαιοί : 21.324 ῆ καὶ ἐπῶρτ' Ἀχιλῆϊ κυκώμενος. ὑψόσε θύιων. 21.325 μορμύρων ἀφρῷ τε. καὶ αἵματι καὶ νεκύεσσι: 21.326 πορφύρεον δ' ἄρα κῦμα διϊπετέος ποταμοῖο Scholia to Iliad 21.302-21.326 Main scholia On Iliad 21.318: κείσεθ' ὑπ' ϊλύος κεισεθ' ὑπ ϊλυος τὸ υ ἐκτέταται δια τὸ μέτρον τὸ γὰρ ἀκόλουθόν ἐστι ἰλύος ὡς ἰσχύος ⁑ On Iliad 21.319: εἰλύσω ψαμάθοισιν, ὅτι ἅπαξ τὸ χέραδος ἔστι δὲ τὸ συναγόμενον ἐν τῇ ῥύσει πλῆθος ἰλύος καὶ ὁστράκων καὶ λίθων, φησὶ γοῦν πολὺν δ' ορυμαγδὸν όρινε φιτρῶν καὶ λαῶν ⁑ On Iliad 21.319: εἰλύσω ψαμάθοισιν ἅλις χεραδος: Ἀρίσταρχός φησὶ χεραδας καλεῖσθαι τοὺς ποταμοὺς καὶ τοὺς ἐν αυτοῖς λίθους: εἶναι δὲ τὸν νοῦν τοιοῦτον: πολλῇ ἰλύϊ οὐκ ολίγον πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω χεράδας οὖν λιθάδας ⁑ On Iliad 21.319: εἰλύσω: ἐὰν μὲν δια τῆς ει εἰλύσω, δηλοῖ τὸ εἰλήσω. ἐὰν δὲ δια τοῦ ϊ τὸ σκεπάσω ἀφανίσω. ἀντι τοῦ τῇ ἰλύϊ καλύψω διχῶς οὖν ⁑ On Iliad 21.320: μυρίον: οὐδέ οἱ ὅτι ἐπιστήσονται ἀντι τοῦ δυνήσονται καὶ ἐν Ὀδυσσείᾳ νῦν δ' οὐτ' άρ πη θέσθαι ἐπίσταμαι , ἀντὶ τοῦ οὐ δύναμαι ⁑ On Iliad 21.321: άσιν: τὸ ἐν ύδασι ξηρὸν ἀπο τῆς άζης. οἱ δὲ την ἐκ τοῦ ποταμοῦ διεῖσαν ὅθεν καὶ ἄσιον τὸν λειμῶνα ἤκουσαν ⁑ On Iliad 21.323: ἔσται τυμβοχοῆς ὅτε μιν τὸ πλῆρες τυμβοχοῆσαί ἐστι χυτοὺς γὰρ τοὺς τάφους. διὸ περισπαστέον τὸ η οὕτως καὶ Ἀρίσταρχος , τοιοῦτον δέ ἐστιν. οὐκ έσται αὐτῷ χρείᾳ χώσεως τάφου Κράτης μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίως τῷ οἰνοχόῃ. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι ⁑ On Iliad 21.324: ῆ καὶ ἐπῶρτ' Ἀχιλῆϊ κυκώμενος θυίων προς την ἔμφασιν ⁑ Intermarginal scholia On Iliad 21.303: Ἀρίσταρχος δια τοῦ ϊ ἴσχεν ⁑ On Iliad 21.317: ὅτι ἀντὶ τὰ καλὰ τεύχεα ὡς ούνεκα τὸν Χρύσην ⁑ Interior scholia On Iliad 21.303: ἐπ εθυείας ⁑ On Iliad 21.317: ὅτι ἀντὶ τὰ καλὰ ⁑ On Iliad 21.321: Ἀρίσταρχος ἀνλέξαι δια του ν . ⁑ On Iliad 21.323: ὅτι τὸ πλῆπες ἐστὶ τυμβοχοῆσαι διὸ σοημειοῦναι τινές ⁑ Exterior scholia On Iliad 21.313: ἵστη δὲ On Iliad 21.314: ξ ἵνα παχσομεν ἄγρ On Iliad 21.319: τὸ χέραδος τοῦ χεράδους φασι τινες : οὐδέτερον απαξ δὲ εἴρηται παρα τω ποιητῃ : σημαίνει δὲ, τὰς ψηφῖδας των ποταμων: ἤ τας ἀκαθαρσίας ⁑ Venetus A (Marciana 454 = 822), folio 276, verso Iliad 21.327-21.351 21.327 ἵστατ' ἀειρόμενον: κατὰ δ' ᾕρεε Πηλεΐωνα : 21.328 Ἥρη δὲ μέγ' ἄϋσε περιδδείσασ' Ἀχιλῆϊ 21.329 μή μιν ἀποέρσειε, μέγας ποταμὸς, βαθυδίνης: 21.330 αὐτίκα δ' Ἥφαιστον προσέφωνεεν, ὃν φίλον υἱόν: 21.331 ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος: ἄντα σέθεν γὰρ 21.332 Ξάνθον δινήεντα μάχῃ, ἠΐσκομεν εἶναι: 21.333 ἀλλ' ἐπάμυνε τάχιστα: πιφαύσκεο δὲ φλόγα πολλήν: 21.334 αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο 21.335 εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν. 21.336 ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι 21.337 φλέγμα κακὸν φορέουσα: σὺ δὲ Ξάνθοιο παρ' όχθας 21.338 δένδρεα καῖ' ἒν δ' αὐτὸν ΐει πυρὶ: μὴ δέ σε πάμπαν 21.339 μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ: 21.340 μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος: ἀλλ`' ὁπότ' ἀν δὴ 21.341 φθέγξομ' ἐγὼν ἰάχουσα. τότε, σχεῖν ἀκάματον πῦρ: 21.342 ὡς ἔφαθ', Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ: 21.343 πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο: καῖε δὲ νεκροὺς 21.344 πολλοὺς, οἵ ῥα κατ αὐτὸν ἅλις έσαν. οὓς κτάν' Ἀχιλλεύς : 21.345 πᾶν δ' ἐξηράνθη πεδίον: σχέτο δ' ἀγλαὸν ὕδωρ: 21.346 ὡς δ' ὅτ' ὀπωρινὸς Βορέης νεοαρδέ' ἀλῳὴν 21.347 αῖψ', ἀν, ξηράνῃ. χαίρει δέ μιν ὅς τις ἐθείρῃ: 21.348 ὡς ἐξηράνθη πεδίον πᾶν: καδ δ άρα νεκροὺς 21.349 κῆεν: ὁ δ' ἐς ποταμὸν τρέψεν φλόγα παμφανόωσαν¨ 21.350 καίοντο πτελέαι τε, καὶ ἰτέαι. ἠδὲ μυρῖκαι: 21.351 καίετο δὲ λωτός τε, ἰδὲ θρύον, ἠδὲ κύπειρον: Scholia to Iliad 21.327-21.351 Main scholia On Iliad 21.327: κατα δ' ᾕρεε Πηλεΐωνα τῶ ερῶ περισπώμενον δασύνεται σημαίνον το καταλαμβάνω, διὸ καὶ ἐνθάδε δασυντέον ⁑ On Iliad 21.331: ὅρσεο κυλλοπόδιον: ἀθετεῖται ὅτι ἄκαιρον τὸ επίθετον ἡ γὰρ φιλανθρωπευομένη καὶ λέγουσα ἐμὸν τέκος οὐκ ὤφειλεν ἀπο τοῦ ἐλατγώματος προσφωνεῖν: τὸ δε κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει ὦ καὶ ἐπείσθημεν, ὥσπερ εἴδη προ εἴπομεν ἐπι τοῦ ὀλαιόδαιμον γενόμενον ⁑ On Iliad 21.334: αὐτὰρ ἐγὼ Ζεφύροιο : καν μη διαστείλωμεν ἐπι τὸ εἴσομαι τὸ ὑπερβατὸν νοεῖται αὐτὰρ εγὼ εἴσομαι Ζεφύροιο καὶ Νότοιο χαλεπὴν ὄρσουσα. θύελλαν ἐξ αλόθεν ⁑ On Iliad 21.335: εἴσομαι ἐξ αλόθεν: ὅτι Ζηνόδοτος γράφει ὄρσασαν : ἐκ δε τούτου φανερος ἐστι δεδεγμένος τὸ εἴσομαι γνώσομαι καὶ τὸ ῆκεν ἀπο Τρώων ψιλῶς ἀνεγνωκως οὐ βούλεται δὲ γνῶναι ἀλλα πορευθῆναι παρασκευάσουσα ⁑ On Iliad 21.336: τεύχεα κῆαι προπερισπαστέον τὸ κῆαι ἐστι γὰρ ἁπαρέμφατον On Iliad 21.344: πολλοὺς οί ρα κατ αυτὸν προς τὸ ζητούμενον πῶς οὐ κατακαίεται ὁ Ἀχιλλεὺς ἀναζέοντος του ὕδατος λέγει δὲ ὁ Ἀρίσταρχος ὅτι πρῶτον τὸ πεδίον ἀνεξήρανται τῆ φλογὶ εῖτα εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ τρέπει τὴν φλόγα ὅτε ὁ Ἀχιλλεὺς ἤδη ἐν τῷ πεδίῳ ἐγεγόνει ⁑ On Iliad 21.345: παν δ' ἐξηράνθη: ὅτι ἀντι τοῦ όλον καὶ ὅτι τὸ πρότερον ἀνεξηράνθη τὸ πεδίον ⁑ Interlinear scholia On Iliad 21.327: κατελαμβανεν ⁑ On Iliad 21.329: αποπνήξει ⁑ On Iliad 21.333: ἐμφάνιζε ⁑ On Iliad 21.335: πορεύσομαι On Iliad 21.338: βάλλε On Iliad 21.342: ητοι μάζετο On Iliad 21.342: θειος καιομένου ⁑ On Iliad 21.343: ητοί μάζε ⁑ On Iliad 21.344: ἀθρόως On Iliad 21.351: πᾶν ἄνθος ⁑ On Iliad 21.351: εῖδος πόας ⁑ Intermarginal scholia On Iliad 21.331: ἐπι τὸ τεκος ὁ λόγος στίξει: On Iliad 21.337: ὅτι τὴν φλόγα κατα τὸ οὐδέτερον On Iliad 21.347: Ἀρίσταρχος αῖψ ἀνξηράνη ⁑ On Iliad 21.349: ὅτι πάλιν ἐπανέλαβεν ὡσπερ ⁑ Interior scholia On Iliad 21.334: τοῦ λεγομένου λευκονότου On Iliad 21.339: ἀπειλῇ ⁑ On Iliad 21.347: ἐξέθον ἐπι ἀμελοῖτο ⁑ On Iliad 21.351: αἱ ἐκ των πόλεων κύπαιρων εῖχον ⁑ Exterior scholia On Iliad 21.329: κυπρῖ ἠλέξης ⁑ Venetus A (Marciana 454 = 822), folio 277, recto Iliad 21.352-21.376 21.352 τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει: 21.353 τείροντ' ἐγχέλεές τε καὶ ἰχθύες. οἱ κατα δίνας. 21.354 οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα 21.355 πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο : 21.356 καίετο δ' ῒς, ποταμοῖο. ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν: 21.357 Ἥφαιστ ', οὔ τις σοί γε θεῶν δύνατ' ἀντιφερίζειν: 21.358 οὐδ ἂν, ἐγὼ σοί γ' ὧδε πυρὶ φλεγέθοντι μαχοίμην: 21.359 λῆγ' ἔριδος. Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς 21.360 ἄστεος ἐξελάσειε. τί μοι ἔριδος καὶ ἀρωγῆς: 21.361 φῆ πυρὶ καιόμενος. ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα: 21.362 ὡς δὲ λέβης ζεῖ, ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ. 21.363 κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο. 21.364 πάντοθεν ἀμβολάδην. ὑπο δὲ ξύλα κάγκανα κεῖται. 21.365 ὡς τοῦ, καλὰ ῥέεθρα πυρὶ φλέγετο. ζέε δ' ὕδωρ: 21.366 οὐδ' ἔθελε προρέειν. ἂλλ' ἴσχετο: τεῖρε δ' ἀϋτμὴ 21.367 Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ' Ἥρην 21.368 πολλὰ λισσόμενος. ἔπεα πτερόεντα προσηύδα: 21.369 Ἥρη τίπτε, σὸς, υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν 21.370 ἐξ ἄλλων: οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι. 21.371 ὅσσον οἱ ἄλλοι πάντες. ὅσοι Τρώεσσιν ἀρωγοί: 21.372 ἀλλ' ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι. εἰ σὺ κελεύεις. 21.373 παυέσθω δὲ καὶ οὗτος: ἐγὼ δ' ἐπὶ καὶ τόδ' ὀμοῦμαι. 21.374 μή ποτ' ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ῆμαρ, 21.375 μὴ δ' ὁπότ' ὰν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται 21.376 καιομένη. καίωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν . Scholia to Iliad 21.352-21.376 Main scholia On Iliad 21.362: ὡς δὲ λέβης ζεῖ: ὅτι οῖδεν έψησιν κρεῶν, χρωμένους δὲ τοὺς ήρωας οὐ παρεισάγει ⁑ On Iliad 21.363: κνίσην μελδόμενος ὅτι ἀντι τοῦ μέλδων, τήκων τὰ κνίση, τήκων παθητικὸν ἀντι ενεργητικοῦ γράφουσι δέ τινες κνίσην σὺν τῷ ν οὕτως γὰρ καὶ Ἀρίσταρχος καὶ φησὶν ὅτι ἀντι του τηκόμενος ὅπερ ϊσοδυναμεῖ τῷ τήκων κνίσην δὲ πᾶν τὸ πιμελές ⁑ On Iliad 21.366: οὐδ' ἔθελε προρέειν. ὅτι ἀντι του οὐκ ηδύνατο. καὶ ἐν Ὀδυσσείᾳ ἤθελ' ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύς ⁑ Interlinear scholia On Iliad 21.355: πολυβούλου On Iliad 21.361: ανέξει ⁑ On Iliad 21.362: καιόμενος On Iliad 21.363: ἀντὶ του τήκων On Iliad 21.364: αναβάλλων On Iliad 21.364: κατειηρα On Iliad 21.366: πνοὴ δ' ἀνά δοσις του πυρὸς On Iliad 21.366: ἐπεβάρησε On Iliad 21.369: λυπεὶν Intermarginal scholia On Iliad 21.353: ὅτι διέστειλετὰς ἐγχέλεις ἀπο τῶν ἰχθύων ⁑ On Iliad 21.356: ἐπι τὸ ποταμοῖς στικτέον ⁑ On Iliad 21.370: βέλτιον ἡ συνήθεια τοῖς άνω συνάπτει τὸ ἐξ ἄλλων ⁑ Interior scholia On Iliad 21.355: οὕτως πνοιὴ ἔν τισι δὲ ριπῇ ⁑ On Iliad 21.362: ση τα κνίση ⁑ On Iliad 21.363: οὕτως Ἀρίσταρχος αλλοι δὲ κνίσης ⁑ Venetus A (Marciana 454 = 822), folio 277, verso Iliad 21.377-21.401 21.377 αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε θεὰ λευκώλενος Ἥρη . 21.378 αὐτίκ' ὰρ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν: 21.379 Ἥφαιστε : σχέο τέκνον ἀγακλεές: οὐ γὰρ ἔοικεν 21.380 ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν: 21.381 ὡς ἔφαθ', Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, 21.382 ἄψορρον δ' ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα: 21.383 αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἱ μὲν ἔπειτα 21.384 παυσάσθην: Ἥρη γὰρ ἐρύκακε χωομένη περ: 21.385 ἒν δ' ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα 21.386 ἀργαλέη: δίχα δέ σφιν ἐνι φρεσὶ θυμὸς ἄητο: 21.387 σὺν δ' ἔπεσον μεγάλῳ πατάγῳ: βράχε δ' εὐρεῖα χθών: 21.388 ἀμφὶ δὲ σάλπιγξεν, μέγας οὐρανός: ἄϊε δὲ Ζεὺς 21.389 ἥμενος Οὐλύμπῳ : ἐγέλασσε δέ οἱ φίλον ῆτορ 21.390 γηθοσύνῃ. ὅθ' ὁραῖτο θεοὺς ἔριδι ξυνιόντας. 21.391 ἔνθ' οἵ γ' οὐκέτι δηρὸν ἀφέστασαν: ἦρχε γὰρ Ἄρης 21.392 ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσεν 21.393 χάλκεον ἔγχος ἔχων. καὶ ὀνείδειον φάτο μῦθον: 21.394 τίπτ' αὖτ' ὦ κυναμυια θεοὺς ἔριδι ξυνελαύνεις 21.395 θάρσος ἄητον ἔχουσα: μέγας δέ σε θυμὸς ἀνῆκεν: 21.396 ἠ οὐ μέμνῃ. ὅτε Τυδεΐδην Διομήδε' ἀν ἧκας 21.397 οὐτάμεναι. αὐτὴ δὲ πανόψιον ἔγχος ἑλουσα 21.398 ἰθὺς ἐμεῦ ὦσας. διὰ δὲ χρόα καλὸν ἔδαψας: 21.399 τώ σ' αῦ νῦν οἴω ἀποτισέμεν ὅσσάμ' ἔοργας: 21.400 ὡς εἰπὼν. οὔτησε κατασπίδα θυσσανόεσσαν. 21.401 σμερδαλέην. ἣν οὐδὲ Διὸς δάμνῃσι κεραυνός: Scholia to Iliad 21.377-21.401 Main scholia On Iliad 21.388: αμφι δὲ σάλπιγξεν: ὅτι αὐτὸς μὲν οἰδε σάλπιγγα χρωμένους δὲ τοὺς ἥρωας, οὐκ εἰσάγει ⁑ On Iliad 21.392: ῥινοτόρος, ὁ τιτρώσκων καὶ διακόπτων τοὺς ρινούς: ῥινοὶ δὲ καλοῦνται αἱ ασπίδες ὅτι ἐκ βόειων βυρσων εισιν ὁμοιως δὲ καὶ τὸ τῶν ἀνθρωπων δέρμα ⁑ On Iliad 21.394: τίπτ' αὐτ' ὦ κυνάμυια: ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα τοῦ κυνὸς καὶ τῆς μυίας: ὁ μὲν γὰρ κύων ἀναιδής: ἡ δε μυῖα θρασεῖα ⁑ On Iliad 21.397: οὐτάμεναι αὐτὴ, δὲ οὕτως Ἀρίσταρχος πανόψιον τὸ οιονεὶ πανόρατον καὶ λαμπρὸν καὶ επιφανές: δύναται δὲ καὶ τὸ πάντων τελευταῖον ἀκούεσθαι. ἵνα τὸ ὀψε εγκέηται καὶ μὴ ἐπὶ του έγχους δεχώμεθα. ἀλλα τοιοῦτον νοῶμεν: τὸ δὲ πάντων, ἔσχατον αὕτη τὸ ἔγχος λαβοῦσα επ' εμὲ ώσας ⁑ On Iliad 21.397: οὐτάμεναι αὐτὴ δὲ πανόψιον ὅτι τὸ λαμπρον καὶ ἐπιφανές ἡ ὀπισθίδιον ἔχουσα ἀπο του στύρακος, ἠ τάχα άπρο χρόνου εἴρηται αὔτη δὲ τὸ πάντων εσχατον τὸ ἔγχος ἑλοῦσα ἔτρωσας ⁑ Interlinear scholia On Iliad 21.380: διασείειν On Iliad 21.385: βαρεῖα δεινή ⁑ On Iliad 21.386: ἐκινεῖτο On Iliad 21.392: ὅτι τρώσκων καὶ δια κόπτων τὶ ῥινοῦς On Iliad 21.395: πολὺ μεγα On Iliad 21.398: ἔτρωσας ⁑ Intermarginal scholia On Iliad 21.387: γράφεται ὁμάδω : ⁑ On Iliad 21.397: οὕτως Ἀρίσταρχος πανόψιον ⁑ On Iliad 21.400: γράφεται κατ' αιγίδα ⁑ Interior scholia On Iliad 21.397: φανερως πάντων ὁρτῶν ⁑ Exterior scholia On Iliad 21.400: κατ' αἰγίδα ⁑ Venetus A (Marciana 454 = 822), folio 278, recto Iliad 21.402-21.426 21.402 τῇ μιεν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ: 21.403 ἡ δ' ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ, 21.404 κείμενον ἐν πεδίῳ: μέλανα τρηχύν τε μέγαν τε: 21.405 τόν ῥ' ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης: 21.406 τῷ βάλε θοῦρον Ἄρηα κατ' αὐχένα, λῦσε δὲ γυῖα. 21.407 ἑπτὰ δ' ἐπέσχε πέλεθρα πεσὼν, ἐκόνισσε δὲ χαίτας: 21.408 τεύχεά τ' ἀμφ' ἀράβησε, γέλασσε δὲ Παλλὰς Ἀθήνη . 21.409 καί μιν ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα: 21.410 νηπύτι': οὐδέ νύ πώ περ ἐπεφράσω. ὅσσον ἀρείων 21.411 εὔχομ' ἐγὼν, ἔμμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις. 21.412 οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις. 21.413 ἥ τοι χωομένη κακὰ μήδεται. οὕνεκ' Ἀχαιοὺς 21.414 κάλλιπες: αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις: 21.415 ὡς ἄρα φωνήσασα: πάλιν τρέπεν, ὄσσε φαεινώ: 21.416 τὸν δ' ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη 21.417 πυκνὰ μάλα στενάχοντα, μόγις δ' ἐς ἀγείρετο θυμόν : 21.418 τὴν δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη . 21.419 αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδᾱ: 21.420 ὦ πόποι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη : 21.421 καὶ δ' αῦθ' ἡ κυνάμυια, ἄγει βροτολοιγὸν Ἄρηα 21.422 δηΐου ἐκ πολέμοιο κατὰ κλόνον: ἀλλα μέτελθε: 21.423 ὡς φάτ', Ἀθηναίη δὲ μετέσσυτο. χαῖρε δὲ θυμῷ: 21.424 καί ῥ' ἐπιεισαμένη: πρὸς, στήθεα χειρὶ παχείῃ 21.425 ἤλασσε, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ῆτορ: 21.426 τὼ μὲν άρ' ἄμφω κεῖντο ἐπι χθονὶ πουλυβοτείρῃ Scholia to Iliad 21.402-21.426 Main scholia On Iliad 21.407: πέλεθρα: ὅτι τὸ πλεθρον ἔχει πόδας ἑκατόν: πήχεις δὲ ἑξηκοντα εξ διμοιρον ⁑ On Iliad 21.416: τὸν δ' άγε χειρὸς ἑλοῦσα ὅτι οἱ Χωρίζοντες φασὶ τὸν τῆς Ϊλιάδος ποιητὴν εἰδέναι συνοῦσαν τῷ Ἄρει τὴν Ἀφροδίτην τὸν δε τῆς Ὀδυσσείας διαφώνως Ἡφαίστῳ λέγειν δὲ δεῖ ὅτι οὐχ οἱ αὐτοὶ χρόνοι ῆσαν τῆς συμβιώσεως ⁑ On Iliad 21.422: κατα κλόνον: κλόνος ἐν ᾧ κλίνεται τὰ πράγματα ⁑ On Iliad 21.424: καί ῤ ἐπιεισαμένη: ὅτι ἐπιεισαμένη ἐστιν ἐπελθοῦσα ἐφορμήσασα ἀπὸ τοῦ εἰμι ὡς τὸ ἠ τάχα καὶ δαλῷ βεβλημένος ⁑ Interlinear scholia On Iliad 21.410: άφρον Intermarginal scholia On Iliad 21.403: ἐν αλλῳ Παλλὰς Ἀθήνη : On Iliad 21.411: εν αλλῳ ἀντι φαρίζεις ⁑ On Iliad 21.414: γράφεται καὶ ἀρήγεις ⁑ On Iliad 21.416: γράφεται φιλομμειδης Ἀφροδίτη ⁑ On Iliad 21.421: γράφεται την κύναμυιαν ⁑ On Iliad 21.426: γράφεται ποτεχθονι ⁑ Interior scholia On Iliad 21.409: γράφεται καίοι On Iliad 21.412: τιμωρίας ἀποδοίῃς τῇ Ἥρᾳ Venetus A (Marciana 454 = 822), folio 278, verso Iliad 21.427-21.452 21.427 ἡ δ' αρ' ἐπευχομένη ἔπεα πτερόεντ' ἀγόρευε: 21.428 τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ 21.429 εἶεν. ὅτ' Ἀργείοισι μαχοίατο θωρηκτῇσιν. 21.430 ᾧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη 21.431 ἦλθεν Ἄρῃ ἐπίκουρος, ἐμῷ μένει ἀντιόωσα: 21.432 τῶ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο, 21.433 Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον: 21.435 αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων: 21.436 Φοῖβε . τί ὴ δὴ νῶϊ διέσταμεν: οὐδὲ ἔοικεν 21.437 ἀρξάντων, ἑτέρων: τὸ μὲν αἴσχιον: αἴ κ' ἀμαχητὶ 21.438 ἴομεν Οὔλυμπον δὲ, Διὸς ποτι χαλκοβατὲς δῶ: 21.439 ἄρχε: σὺ γὰρ γενεῆφι, νεώτερος: οὐ γὰρ ἔμοιγε 21.440 καλόν, ἐπεὶ πρότερος γενόμην, καὶ πλείονα οἶδα: 21.441 νηπύτι'. ὡς ἄνοον κραδίην ἔχες, οὐδέ νυ τῶν περ 21.442 μέμνηαι, ὅσα δὴ πάθομεν κακὰ Ἴλιον , ἀμφὶ 21.443 μοῦνοι νῶϊ θεῶν. ὅτ' ἀγήνορι Λαομέδοντι 21.444 πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν 21.445 μισθῷ ἐπι ῥητῷ: ὁ δὲ σημαίνων ἐπέτελλεν: 21.446 ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα 21.447 εὐρύ τε καὶ μάλα καλὸν, ἵν' ἄρρηκτος πόλις εἴη: 21.448 Φοῖβε , σὺ δ' εἰλίποδας ἕλικας βοῦς, βουκολέεσκες 21.449 Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης: 21.450 ἂλλ' ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι 21.451 ἐξέφερον. τῶτε νῶϊ βιήσατο μισθὸν ἅπαντα 21.452 Λαομέδων ἔκπαγλος: ἀπειλήσας δ' ἀπέπεμπε: Scholia to Iliad 21.427-21.452 Main scholia On Iliad 21.428: τοιοῦτοι νῦν πάντες: εἴρηται ὅτι τὸ νῦν ἀεὶ παρα τῷ ποιητῆ περισπᾶται καν παρέλκῃ χωρὶς εἰ μη μετρον κωλύοι ὡς ἐπι τοῦ δευρο νῦν ἡ τρίποδος καὶ ἐκτελέει ὅσα που νῦν ἐέλπεται ⁑ On Iliad 21.430: ὧδέ τε θαρσαλέοι: ὅτι ὑπομενητικοὶ οἱ τλήμονες καὶ οὐκ ατυχεῖς ὡς οἱ νεώτεροι ⁑ On Iliad 21.435: κρείων: ὁ τῆς αὐξήσεως αἴτιος ὑγρὸς γάρ καὶ κραίνειν τὸ πληροῦν λέγεται ⁑ On Iliad 21.436: διεσταμεν: οὐ πολεμοῦμεν οὐ μιγνύμεθα μιγνύναι γὰρ λέγει τὸ πολεμῆσαι ὡς ἐσχρὸν τῶν ὁμοφύλων ἀργεῖν ⁑ On Iliad 21.444: παρ Διὸς ἐλθόντες, ὅτι Ὅμηρος οὐ παραδίδωσιν αἰτίαν δι' ἣν ἐθήτευσαν οὗτοι οἱ θεοὶ Λαομέδοντι ⁑ On Iliad 21.446: ἤτοι ἐγὼ Τρωεσσι προς τὴν ἐν τοῖς ἐπάνω ἀθέτησιν ὅτι διαφωνεῖ ταῦτα ἐν οῖς φησὶ. τότ' ἐγὼ καὶ Φοῖβος Ἀπολλων ἥρῳ Λαομέδοντι ⁑ On Iliad 21.446: πόλιν περι τεῖχος ἔδειμα: ἡ περί τὸ ῥήματι συντάσσεται διὸ φυλακτέον τὸν τόνον ⁑ On Iliad 21.445: μισθῶ ἐπὶ ρητῷ: ἐπὶ ὡμολογημένῳ καὶ ωρισμένω μισθῷ: πῶς δὲ φησὶν Ἀπόλλων μὲν οὐ μέμνῆται τῆς παρὰ Λαομέδοντι θητείας Ποσειδῶν δὲ μνήμην τούτου ποιεῖται: καὶ ῥητέον, ὅτι Ποσειδῶν εἰκότως καὶ γὰρ Ἕλλησι βοηθεῖ καὶ προσέτι τῇ μνήμνῃ παροξύνεται: Ἀπὀλλων δὲ οὐ μνησικακεῖ διοτι μάλλον τιμᾶται παρ αυτων, πᾶσα δὲ χάρις κἄν ἡ τελευταία δύναται μεῖζον ἔγκλημα λῦσαι ⁑ On Iliad 21.448: Φοῖβε : σὺ δ' εἰλίποδας: φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον δια τοιαύτην αἰτίαν: οἱ παλαιοὶ τοὺς λοιμοὺς ἐξ Απόλλωνος ἐνόμιζον: πᾶς δὲ λοιμὸς ἀπο των ἀλόγων ἄρχεται ὡς καὶ Ὅμηρος φησὶν. οὑρηας μὲν πρῶτον ἐῴχετο καὶ κύνας ἀργούς : βουλόμενοι οῦν τὸν θεὸν δυσωπεῖν ἵνα τοὺς λοιμοὺς ἀποτρέπῃ νόμιον καὶ φύλακα των βοσκημάτων ἐκάλεσαν: ὅθεν Ὅμηρον εἰπεῖν ὅς ἐβούλησε παρα Λαομέδοντι καὶ Ἀδμήτῳ , οὗτος ἱστορεῖ Ἀπολλόδωρος ⁑ On Iliad 21.448: ἕλικας βοῦς: ἕλικας, τοὺς βοῦς φησιν ἐπιθετικῶς, ήτοι ἀπο της κινήσεως των ποδῶν καθο ἔλιποδες λεγόνται. ἤτοι ελικοειδῃ ἔχοντας τὰ κέρατα ὅ εστιν ἐπικαμπῆ ⁑ Interlinear scholia On Iliad 21.452: ὑπερήφανος ⁑ Intermarginal scholia On Iliad 21.427: γράφεται πτερόεντα προσηῦδα ⁑ On Iliad 21.431: ἐν αλλῳ ῆλθεν ἐπιουπρος On Iliad 21.433: γράφεται Ἴλιον On Iliad 21.436: ἀντὶ ἀφέσταμεν της μάχης ⁑ On Iliad 21.442: οὕτως ἐνταῦθα μέμηναι διπλῆ γὰρ ἡ χρῆσις ⁑ On Iliad 21.446: γράφεται πόλει ὡς Ἀριστοφάνης ⁑ Interior scholia On Iliad 21.437: ἀφεστὰν αιτης μαχης δῆ Venetus A (Marciana 454 = 822), folio 279, recto Iliad 21.453-21.477 21.453 σὺν, μὲν ὅ γ' ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε 21.454 δήσειν. καὶ περάαν νήσων ἐπι τηλεδαπάων: 21.455 στεῦτο δ' ὅ γ' ἀμφοτέρων ἀποκόψειν οὔατα χαλκῷ: 21.456 νῶϊ δέτ' ἄψορροι κίομεν κεκοτηότι θυμῷ. 21.457 μισθοῦ χωόμενοι. τὸν, ὑποστὰς, οὐκ ἐτέλεσσε: 21.458 τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν: οὐδὲ μεθ' ἡμέων 21.459 πειρᾷ: ὥς κεν Τρῶες ὑπερφίαλοι ἀπόλωνται 21.460 πρόχνυ κακῶς, σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι: 21.461 τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων : 21.462 ἐννοσίγαι': οὐκ άν με σαόφρονα μυθήσαιο 21.463 ἔμμεναι: εἰ δὴ, σοί γε βροτῶν ἕνεκα πτολεμίξω 21.464 δειλῶν. οἳ φύλλοισιν ἐοικότες. ἄλλοτε μέν τε 21.465 ζαφλεγέες τελέθουσιν. ἀρούρης καρπὸν ἔδοντες. 21.466 ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι: ἀλλὰ τάχιστα 21.467 παυώμεσθα μάχης. οἱ δ' αὐτοὶ δηριαάσθων: 21.468 ὡς ἄρα φωνήσας. πάλιν ἐτράπετ': αἴδετο γάρ ῥα 21.469 πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι: 21.470 τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν. 21.471 Ἄρτεμις ἀγροτέρη: καὶ ὀνείδειον φάτο μῦθον: 21.472 φεύγεις δὴ ἑκάεργε. Ποσιδάωνι δὲ νίκην 21.473 πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας: 21.474 νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως; 21.475 μή σευ νῦν ἔτι πατρὸς ἐνι μεγάροισιν ἀκούσω 21.476 εὐχομένου ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν. 21.477 ἄντα Ποσιδάωνος ἐναντίβιον πολεμίζειν: Scholia to Iliad 21.453-21.477 Main scholia On Iliad 21.455: στεῦτο δέ γ' ἀμφοτέρων: ὅτι τὸ στεῦτο κατα διάνοιαν ὡρίζετο διεβεβαιοῦτο προς τὰ ἐν τῇ Νεκυϊα ἀθετούμενα: καὶ ὅτι καταχρηστικῶς ἀπολεψέμεν ἀντι τοῦ ἀποκόψειν ⁑ On Iliad 21.467: οἱ δ' αὐτοὶ δηριαάσθων: τὸ δεύτερον α ἐκτατέον τοῦτο γὰρ ὁ χαρακτηρ βούλεται ⁑ On Iliad 21.471: Ἄρτεμις ἀγροτέρη: ἀθετεῖται ὅτι περισσος τὸν δὲ κασιγνήτῃ μάλα νείκεσε πότνια θηρων τίς δὲ κυνηγετικὴ θεὸς εἰ μὴ ἡ Ἄρτεμις ⁑ On Iliad 21.471: ὀνείδειον φᾶτο μῦθον: ὥς τέλειον καὶ ἄρειον οὕτως γὰρ ἐκπίπτει καὶ τὸ τῆς παραγωγῆς εἰ μὴ τὸ πρῶτον ἄλφα ὑπάρχοι ἐν τῷ εἰσὸς λήγοντι οὐδετέρῳ ὴ δύο σύμφωνα ὧν τὸ μεν ληπτικὸν εἴη τῆς πρώτης συλλαβῆς τὸ δε ἀρκτικὸν τῆς δευτέρας οἷον ἕλος ἔλειος δια τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται: οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α τέλος τέλειος , ὄρος ὄρειος οὕτως όνειδος ὀνειδειος: παρεφύλαξατο δὲ τὰ δύο συμφωνα δια τὸ Ἀργεῖος καὶ τὸ ερκειος καὶ τὸ α ἐπεὶ φιλεῖ δια του ϊ γράφεσθαι. ἡ παραγωγή: πελάγιος παγιος, Θάλπιος ⁑ On Iliad 21.475: μή σευ νῦν ἔτι: ἀπο τούτου ἀθετοῦνται στίχοι τρεῖς οὐ δύναται γὰρ ὁ αιδούμενος πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν ἀεὶ προκαλεῖσθαι τὸν Ποσειδῶνα ἐν τῷ Ολύμπῳ προς μάχην ⁑ ἄλλως τε, οὐδε πολεμικός ἐστιν ἀλλα χοροῖς καὶ φόρμιγγι τέρπεται ⁑ Interlinear scholia On Iliad 21.454: ξένων On Iliad 21.456: οργισμενος τῆ ψυχῆ On Iliad 21.460: παντελῶς πρόπιζοι On Iliad 21.467: φιλονεική τως αν On Iliad 21.473: μάταιον Intermarginal scholia On Iliad 21.455: γράφεται ἀπολεψέμεν ούατα ⁑ On Iliad 21.466: γράφεται ἄλλ`' ὅτε δ' αὐ ⁑ On Iliad 21.471: κυνηγος ἀπὸ του ἀγρεύειν ⁑ Interior scholia On Iliad 21.453: ὅυτως Ἀρίσταρχος τηλεδαπάων αἱ απο τῶν πόλεων θηλυτεράων On Iliad 21.465: λείαν δραστι και Exterior scholia On Iliad 21.472: Ποσειδώνα On Iliad 21.477: Ποσειδώνα Venetus A (Marciana 454 = 822), folio 279, verso Iliad 21.478-21.503 21.478 ὡς φάτο, τὴν δ' οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων : 21.479 ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις: 21.481 πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί' ἐμεῖο 21.482 στήσεσθαι: χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι 21.483 τοξοφόρῳ περ ἐούσῃ. ἐπεὶ, σὲ λέοντα γυναιξὶ 21.484 Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ' ἐθέλησθα: 21.485 ἤτοι βέλτερόν ἐστι κατ' ούρεα θῆρας ἐναίρειν. 21.486 ἀγροτέρας τ' ἐλάφους, ἢ κρείσσοσιν, ῗφι μάχεσθαι: 21.487 εἰ δ' ἐθέλεις, πολέμοιο δαήμεναι: ὄφρ' εῦ εἰδῇς 21.488 ὅσσον φερτέρη εἴμ', ὅτι μοι μένος ἀντιφερίζεις: 21.489 ῆ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε 21.490 σκαιῇ: δεξιτερῇ δ' ὰρ, ἀπ' ὤμων αἴνυτο τόξα. 21.491 αὐτοῖσιν δ' ὰρ ἔθεινε παρ' ούατα: μειδιόωσα. 21.492 ἐντροπαλιζομένην. ταχέες δ' ἔκπιπτον ὀϊστοί: 21.493 δακρυόεσσα δ' ὕπαιθα θεὰ φύγεν. ὥς τε πέλεια. 21.494 ἥ ῥά θ' ὑπ' ἴρηκος κοίλην εἰσέπτατο πέτρην 21.495 χηραμὸν: οὐδ' ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ῆεν: 21.496 ὡς ἣ δακρυόεσσα φύγεν: λίπε δ' αὐτόθι τόξα: 21.497 Λητὼ δὲ προσέειπε διάκτορος ἀργειφόντης: 21.498 Λητοῖ . ἐγὼ δέ τοι οὔ τι μαχήσομαι: ἀργαλέον γὰρ 21.499 πληκτίζεσθ' ἀλόχοισι Διὸς νεφεληγερέταο: 21.500 ἀλλὰ μάλα πρόφρασσα μετ' ἀθανάτοισι θεοῖσιν 21.501 εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφι: 21.502 ὡς ὰρ ἔφη. Λητὼ δὲ συναίνυτο καμπύλα τόξα 21.503 πεπτεῶτ' ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης: Scholia to Iliad 21.478-21.503 Main scholia On Iliad 21.479: ἀλλα χολωσαμένη: ὅτι κοινὸν δεῖ δέξασθαι τὸ προσέφη . ἀλλα χολωσαμένη Διὸς αἰδοίῃ παράκοιτις προσέφη : οὕτως οὖν κἀκεῖ παῖδά τε σοι ἀγέμεν Φοίβῳ θ' ϊερὴν ἑκατόμβην ἀπο κοινοῦ τὸ ἀγέμεν καὶ περιτγος ὁ ἑξῆς ῥέξαι ὑπερ Δαναῶν ⁑ On Iliad 21.485: ἤτοι βέλτερον ἐστι: ὅτι ἐναίρειν καταχρηστικῶς θῆρες γὰρ οὐκ έχουσι παντευχίαν ὥστε σκυλευθῆναι ⁑ On Iliad 21.487: εἰ δ' ἐθέλεις: ὑποστικτέον ἤτοι ἐπι τὸ ἐθέλεις, ἢ ἐπὶ τὸ δαήμεναι ὡς ἐν τῇ Ζ ῥαψῳδίᾳ προείρηται: ἠ καὶ κομματικὸν ἀπέλε ιπε τὸν λόγον ἐπίτηδες ὁ ποιητὴς τῆς θεοῦ δια τῶν ἔργων τὸ λεῖπον ἀναπληρῶσας: On Iliad 21.495: χηραμὸν οὐδ' ἄρα τῇ γε, ὅτι αὐτὸς ἐξηγεῖται τί ἐστι χηραμὸς ὅτι κοίλη πέτρα ⁑ On Iliad 21.493: ὤς τε πέλεια: πέλεια ὡς Μάλεια καὶ Θάλεια τρίτη ἀπο τέλους ἡ ὀξεῖα. ἔστι δὲ καὶ πελειὰς, ἔνθεν τὸ αἱ δὲ βάτην τρήρωσι πελειάσι : καὶ ἐστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς ⁑ On Iliad 21.502: ὡς ἂρ ἔφη ὅτι μέμιχε τὸν κατὰ τοῦ τόξου λόγον τῷ κατα τῶν βελῶν. καμπύλα μὲν γὰρ τὰ τόξα πεπτεῶτα δ' ἄλλυδις ἄλλῃ τὰ βέλη ὡς χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον: καὶ κοτύλη. οὕτως καὶ τὰ βάλλοντα καὶ τὰ βαλλόμενα τόξα ⁑ Interlinear scholia On Iliad 21.483: ἐπί φοβονὼς λεοντα On Iliad 21.489: κατὰ λαμβάνει On Iliad 21.490: αφηρεῖτο On Iliad 21.492: ἐπι στρεφομένην On Iliad 21.493: εις τούμπροσθεν On Iliad 21.495: κατάδυσις On Iliad 21.499: μάχεσθαι διαπληγῦν On Iliad 21.500: προθύμως Intermarginal scholia On Iliad 21.487: ὅτι ἀντὶ τοῦ δάηθι, προςτακτικοῦ ⁑ On Iliad 21.492: οὕτως τὸ ἐντροπαλιζομεν δια του ν ⁑ On Iliad 21.493: ἀκρυόεσσα δ' ἔπειτα : On Iliad 21.501: ὅτι ἀντὶ τοῦ εύχου καυχῶ ⁑ On Iliad 21.503: γράφεται καὶ μεμτῶτα ⁑ Interior scholia On Iliad 21.498: γράφεται ἀργαλέον δὲ ⁑ Venetus A (Marciana 454 = 822), folio 280, recto Iliad 21.504-21.529 21.504 ἡ μὲν τόξα λαβοῦσα πάλιν κίε, θυγατέρος, ἧς: 21.505 ἡ δ' ὰρ Ὄλυμπον ΐκᾱνε. Διὸς ποτὶ χαλκοβατὲς δῶ: 21.506 δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη: 21.507 ἀμφι δ' ὰρ ἀμβρόσιος εανὸς τρέμε. τὴν δὲ προτὶ οἷ 21.508 εἷλε πατὴρ Κρονίδης . καὶ ἀνείρετο. ἡδὺ γελάσσας: 21.509 τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος. Οὐρανιώνων: 21.511 τὸν δ' αῦτε προσέειπεν ἐϋστέφανος κελαδεινή: 21.512 σή, μ' ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη 21.513 ἐξ ῆς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται: 21.514 ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 21.515 αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ϊρήν: 21.516 μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος. 21.517 μὴ Δαναοὶ πέρσειαν ὑπερ μόρον ἤματι κείνῳ: 21.518 οἱ δ' ἄλλοι πρὸς Ὄλυμπον ΐσαν θεοὶ αἰὲν ἐόντες: 21.519 οἱ μὲν χωόμενοι: οἱ δὲ μέγα κυδιόωντες: 21.520 καδ δ ΐζον παρζηνὶ κελαινεφεῖ: αὐτὰρ Ἀχιλλεὺς 21.521 Τρῶας , ὁμῶς αὐτούς τ' ὄλεκεν καὶ μώνυχας ἵππους: 21.522 ὡς δ' ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἱκάνει. 21.523 ἄστεος αἰθομένοιο: θεῶν δέ ἑ μῆνις ἀνῆκε: 21.524 πᾶσι δ' ἔθηκε πόνον. πολλοῖσι δὲ κήδε' ἐφῆκεν. 21.525 ὡς Ἀχιλεὺς Τρώεσσι φόνον καὶ κήδε' ἔθηκεν: 21.526 ἑστήκει δ' ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου. 21.527 ἐς δ' ἐνόησ' Ἀχιλῆα πελώριον: αὐτὰρ ὑπ αὐτοῦ 21.528 Τρῶες ἄφαρ κλονέοντο πεφυζότες: οὐδε τίς ἀλκὴ 21.529 γίγνεθ'. ὁ δ' οἰμώξας, ἀπὸ πύργου βαῖνε χαμᾶζε. Scholia to Iliad 21.504-21.529 Main scholia On Iliad 21.507: τὴν δὲ προτι οἷ, τὴν ἀντωνυμίαν ὀρθοτονουσιν. οὐ δια τὴν πρόθεσιν ἀλλ' ὅτι εἰς σύνθετον μεταλαμβάνεται ⁑ On Iliad 21.511: τὸν δ' αὖτε προσέειπεν: ὅτι ἠρκέσθη τοῖς ἐπιθέτοις, περιτγὸς οὖν κακεῖ ὁ Ἄρτεμις ἀγροτέρη ⁑ On Iliad 21.528: πεφυζότες ὅθεν ἄφυζαν τον λέοντα Ἡσίοδος φησῖν: Interlinear scholia On Iliad 21.507: προσεαν τω ⁑ On Iliad 21.516: εφρον τιξεν ⁑ Intermarginal scholia On Iliad 21.513: πληθωτικως νείκεα αἱ Ἀριστάρχου : On Iliad 21.519: ὅτι αφῶς χωόμενοι συγεόμενοι ⁑ On Iliad 21.522: γράφεται ἰκηται On Iliad 21.523: ἀντὶ εφῆκε On Iliad 21.524: ὅτι πόνον τὸ κατὰ τὸ πόλεμον ἔργον ⁑ On Iliad 21.525: γράφεται ἔτευξεν On Iliad 21.526: παρόσον θεο ποιητον ἔστι τὸ τεῖχος ⁑ Interior scholia On Iliad 21.509: ἀντὶ ταῦτίς σε ἐτάσσε On Iliad 21.515: ὅτι θηλυκῶς την Ἴλιον ⁑ On Iliad 21.520: ὅτι πάρα πατρι On Iliad 21.523: ὑπο τῶν πολεμιων δηλον ότι ⁑ Venetus A (Marciana 454 = 822), folio 280, verso Iliad 21.530-21.554 21.530 ὀτρύνων παρα τεῖχος ἀγακλειτοὺς πυλαωρούς: 21.531 πεπταμένας ἐν χερσὶ πύλας ἔχετ', εἰς ὅ κε λαοὶ 21.532 ἔλθωσι προτι άστυ πεφυζότες. ῆ γὰρ Ἀχιλλεὺς 21.533 ἐγγὺς ὅδε κλονέων: νῦν οἴω λοίγι' ἔσεσθαι: 21.534 αὐτὰρ ἐπεί κ' ἐς τεῖχος ἀναπνεύσωσιν ἀλεντές. 21.535 αὖτις ἐπ' ὰψ θέμεναι σανίδας πυκινῶς ἀραρυίας: 21.536 δείδια γὰρ, μὴ οῦλος ἀνὴρ ἐς τεῖχος ἅληται: 21.537 ὡς ἔφαθ', οἱ δ' ἄνεσάν τε πύλας. καὶ ἀπῶσαν ὀχῆας: 21.538 ἁι δὲ πετασθεῖσαι τεῦξαν φάος: αὐτὰρ Ἀπόλλων 21.539 ἀντίος ἐξέθορε. Τρώων ἵνα λοιγὸν ἀλάλκοι: 21.540 οἱ δ' ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο. 21.541 δίψῃ καρχαλέοι. κεκονιμένοι ἐκ πεδίοιο 21.542 φεῦγον: ὁ δὲ σφεδανῶν ἔφεπ' ἔγχεϊ: λύσσα δέ οἱ, κῆρ 21.543 αἰὲν ἔχε, κρατερὴ, μενέαινε δὲ κῦδος ἀρέσθαι: 21.544 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν . 21.545 εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε 21.546 φῶτ' Ἀντήνορος υἱὸν ἀμύμονά τε, κρατερόν τε: 21.547 ἒν μέν οἱ κραδίῃ θάρσος βάλε. πὰρ δέ οἱ αὐτὸς 21.548 έστη: ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι: 21.549 φηγῷ κεκλιμένος: κεκάλυπτο δ' ὰρ' ἠέρι πολλῇ: 21.550 αὐτὰρ ὅ γ' ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον. 21.551 έστη: πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι: 21.552 ὀχθήσας δ' ἄρα, εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 21.553 ᾤ μοι ἐγών. εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος 21.554 φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, Scholia to Iliad 21.530-21.554 Main scholia On Iliad 21.535: αὖτις ἐπ αψ θέμεναι: οὕτως Ἀρίσταρχος ἐπὰν θέμεναι δια τοῦ ν οἶον ἀναθεῖναι τινὲς δὲ τῶν κατὰ πόλεις, ὲπ' ἀψ θέμεναι ⁑ On Iliad 21.536: μὴ οὐλος ἀνηρ ἐς τεῖχος άληται: ψιλῶς τὸ ἄληται ἔστι δὲ μέσος δεύτερος ἀόριστος ὑποτακτικός ἀκόλουθος τῷ ἀλῆναι ἀπαρεμφάτω παθητικῶ δευτέρῳ ἀορίστῳ ὑπάρχοντι. ἠ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι καὶ μετοχῇ τῇ αὐτὰρ ἐπεί κ' ἐς τεῖχος ἀνανεύσωσιν ἀλέντες καὶ πόλις δ' ἔμπλη ν το ἀλέντων . ἡ δὲ ἑνικὴ εὐθεῖᾳ ἦν οίμησεν δὲ ἀλεὶς , παρακειμένη ῥήματι οριστικῷ τῷ εάλῃ τῇ ὑπο πᾶς ἐάλη καὶ οἱ δή τοι εἰς ἄστυ αλέν ⁑ On Iliad 21.538: αὶ δὲ πετασθεῖσαι ὅτι Ζηνοδοτος τοὺς στίχους γελοῖον ἡγούμενος δια πύλης φωτίζεσθαι τὴν πόλιν τοῦ παντος τόπου ἐναιθρίου ὄντος: λέγει δὲ τεῦξαν φᾶος ἀντι τοῦ τὴν σωτηρίαν τοῖς φεύγουσιν ἐποίησαν ὡς ἐν τῷ φόως δ' ἑτάροισιν ἔθηκεν ἄνδρα βαλών ⁑ On Iliad 21.539: ἵνα λοιγὸν παροξυτονητέον τὸ ἀμύναι ἔστι γὰρ εὐκτικὸν ὅπως ἀμύνειεν οἶδαδὲ καὶ τὴν ἀλάλκοι γραφήν ⁑ On Iliad 21.542: φεῦγον ὁ δὲ σφεδανὸν: οὕτω σφεδανῶν ὑπερρωμένος τῷ θυμῷ καὶ σφοδρὸς ὑπάρχων καθάπερ ἀπο τοῦ φονᾶν τὸ φονόν ⁑ On Iliad 21.542: α δε σφεδανῶν: ὅτι σφεδανῶν σφοδρῶς διώκων. Ἀτρείδης δ' επώχετο Δαναοῖσι σπευδανὸν, τῷ δε τόνῳ ὡς ἐνοχλῶν προκατάρχει γὰρ τοῦ σφεδανός παρ ὃ ἐγένετο σφεδανόν ⁑ On Iliad 21.544: ἔνθά κεν ψίπυλον: ὅτι ὁμωνύμως τῇ χώρᾳ την Ἴλιον Τροίαν εἴρηκεν ⁑ On Iliad 21.550: αὐτὰρ ὅ γ' ὡς ἐνόησεν: ὅτι πλεονάζει ἐπ Ὀδυσσέως τὸ πτολίπορθος νῦν δὲ ἅπαξ ἐπ Αχιλλέως : προς τοὺς Χωρίζοντας τούτοις γὰρ χρῶνται: τινὲς δὲ Ἀχιλλέα Πηλείωνα ποιοῦσι ξενισθέντες προς τὸ ἐπίθετον: Interlinear scholia On Iliad 21.535: θήσαταετ ⁑ On Iliad 21.536: συγκλεισθῆ ⁑ On Iliad 21.541: ξηροι On Iliad 21.542: σφοδ ῥ' διώκων ⁑ On Iliad 21.550: αντι ΐδος ⁑ Intermarginal scholia On Iliad 21.530: ὅυτως Ἀρίσταρχος , ἔξω τοῦ ε ὁτρύνων ἄλλοι δὲ ὀτρυνέων ⁑ On Iliad 21.535: ἐν αλλῳ ἐπανθέμεναι ⁑ On Iliad 21.539: ἐν αλλῳ λοιγὸν ἀμύναι ⁑ On Iliad 21.541: ὅτι πτῶσις ἤλλακται ἀντι τοῦ ὑπὸ δίψης ⁑ On Iliad 21.541: οὕτως σφεδανον ⁑ Interior scholia On Iliad 21.534: ἀποκλευσθεν ⁑ On Iliad 21.541: ὅτι παρεῖται ἡ ὑπό πρόθεσις ⁑ On Iliad 21.551: ὁ Ἀγίνωρ εμερίμνα ⁑ On Iliad 21.554: γράφεται φοβέονται ⁑ Venetus A (Marciana 454 = 822), folio 281, recto Iliad 21.555-21.579 21.555 αἱρήσει με καὶ ὡς. καὶ ἀνάλκιδα δειροτομήσει : 21.556 εἰ δ' ὰν ἐγὼ, τούτους μὲν ὑποκλονέεσθαι ἐάσω 21.557 Πηλείδῃ Ἀχιλῆϊ . ποσὶν δ' ἀπο τείχεος ἄλλῃ 21.558 φεύγω πρὸς πεδίον Ἰλήϊον . ὄφρ' ὰν ἵκωμαι 21.559 Ἴδης τὲ κνημοὺς κατά τε ῥωπήϊα δύω: 21.560 ἑσπέριος δ' ἂν. ἔπειτα λοεσσάμενος ποταμοῖο. 21.561 ἱδρῶ ἀπὸ ψυχθεὶς, προτὶ Ἴλιον ἀπονεοίμην: 21.562 ἀλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός: 21.563 μή μ' ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ. 21.564 καί με, μεταΐξας. μάρψῃ ταχέεσσι πόδεσσιν: 21.565 οὐκέτ' ἔπειτ' ἐσται θάνατον καὶ κῆρας ἀλύξαι: 21.566 λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ' ἀνθρώπων : 21.567 εἰ δέ κεν οἱ, προπάροιθε πόλιος κατεναντίον ἔλθω. 21.568 καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς, ὀξέϊ χαλκῷ: 21.569 ἒν δὲ ἴα ψυχὴ. θνητὸν δέ ἑ, φὰσ' ἄνθρωποι 21.570 ἔμμεναι: αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει: 21.571 ὡς εἰπὼν, Ἀχιλῆα ἀλεὶς μένεν. ἐν δέ οἱ ῆτορ 21.572 ἄλκιμον ὡρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι: 21.573 ἠΰτε πόρδαλις εῖσι βαθείης ἐκ ξυλόχοιο 21.574 ἀνδρὸς θηρητῆρος ἐναντίον: οὐδέ τι θυμῷ 21.575 ταρβεῖ. οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: 21.576 εἴ περ γὰρ φθάμενός μιν ἠ οὐτάσῃ. ἠὲ βάλῃσιν. 21.577 ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη. οὐκ ἀπολήγει 21.578 ἀλκῆς. πρίν γ' ἠὲ ξυμβλήμεναι, ἠὲ δαμῆναι: 21.579 ὡς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ Scholia to Iliad 21.555-21.579 Main scholia On Iliad 21.558: Ϊλήϊον: οὕτως Ἰλήϊον δια τοῦ λ ἀντι τοῦ Ἰλιακόν: ὁ δὲ Κράτης Ἰδήϊον τὸ Ϊδαῖον ⁑ On Iliad 21.567: εἰ δέ κεν οἱ προπάροιθε τουτο ὁμολογουμένως διαπορητικόν ἐστιν ἀντι τοῦ ἆρα κειμένου τοῦ η συνδέσμου ⁑ On Iliad 21.570: ἔμμεναι αὐταρ οἱ ἀθετεῖται ὅτι ὡς ελλείποντος τοῦ λόγου ἐνεταξε τις αὐτόν : δεῖ δὲ τῷ θνητὸν δέ ἕ φασ' ἄνθρωποι προς ὑπακούειν τὸ εἶναι: καὶ ὅτι ἐπιφερόμενον τὸ αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει ἐναντίον ἐστι τῷ προτρέποντι τὸν Ἀγήνορα ἀντιστῆναι Ἀχιλλεῖ ⁑ On Iliad 21.575: ταρβεῖ οὐδε φοβεῖται: ὅτι τὸ φοβεῖται ἀντι τοῦ φεύγει. καὶ ὅτι ἔν τισι γράφεται κυνυναγμὸν οὐκ ανάγκῃ δέ εστιν ὁ γὰρ ὑλαγμὸς ἴδιος κυνῶν: σύνδεσμος δέ ἐστιν ὁ κέν: εἶτα ὑλαγμόν ⁑ Interlinear scholia On Iliad 21.558: εν ὡ Ἴλου τάφος ⁑ On Iliad 21.561: αποψυχρανθεὶς On Iliad 21.563: αφορμώμενον α On Iliad 21.571: συστραφεις On Iliad 21.573: παρδος On Iliad 21.573: συμφύτου τόπου On Iliad 21.57: συμβαλεῖν ὑπαντὴσαι Intermarginal scholia On Iliad 21.573: δια τοῦ α πάρδαλις εἶχον αἱ Ἀριστάρχου ⁑ Interior scholia On Iliad 21.567: ἀντὶ αρα On Iliad 21.577: προς ἀντιδιαστολὴν τοῦ ούτασαι καὶ βαλεῖν Venetus A (Marciana 454 = 822), folio 281, verso Iliad 21.580-21.604 21.580 οὐκ έθελεν φεύγειν. πρὶν πειρήσαιτ' Ἀχιλῆος : 21.581 ἂλλ' ὅ γὰρ, ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντος, ἐΐσην. 21.582 ἐγχείῃ δ' αὐτοῖο τιτύσκετο: καὶ μέγ' ἀΰτει: 21.583 ῆ δή που μάλ' ἔολπας ἐνι φρεσὶ φαίδιμ' Ἀχιλλεῦ . 21.584 ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων: 21.585 νηπύτι': ῆ μάλα πολλὰ τετεύξεται ἄλγε' ἐπ αυτῇ: 21.586 ἐν γάρ, οἱ, πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν: 21.587 οἵκε πρόσθε φίλων τοκέων. ἀλόχων τε. καὶ υἱῶν. 21.588 Ἴλιον εἰρυόμεσθα: σὺ δ' ἐνθάδε πότμον ἒφ' έψεις 21.589 ὧδ' ἔκπαγλος ἐὼν, καὶ θαρσαλέος πολεμιστής: 21.590 ῆ ῥα. καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε: 21.591 καί ῥ' ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ' ἀφάμαρτεν: 21.592 ἀμφὶ δέ μιν κνημὶς νεοτεύκτου κασσιτέροιο 21.593 σμερδαλέον κονάβησε. πάλιν δ' ἀπο χαλκὸς ὄρουσε 21.594 βλημένου, οὐδ' ἐπέρησε, θεοῦ δ' ἠρύκακε δῶρα: 21.595 Πηλείδης δ' ὡρμήσατ' Ἀγήνορος ἀντιθέοιο. 21.596 δεύτερος: οὐδέτ' ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι: 21.597 ἀλλά μιν ἐξήρπαξε. κάλυψε δ' ἂρ ἠέρι πολλῇ: 21.598 ἡσύχιον δ' ἄρα μιν πολέμου ἔκπεμπε, νέεσθαι: 21.599 αὐτὰρ ὁ Πηλείωνα δόλῳ ἀποέργαθε λαοῦ: 21.600 αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς 21.601 έστη πρόσθε ποδῶν, ὁ δ' ἐπέσσυτο ποσσὶ διώκειν: 21.602 ἕως ὃ, τὸν πεδίοιο διώκετο πυροφόροιο 21.603 τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον . 21.604 τυτθὸν ὑπεκπροθέοντα: δόλῳ δ' ὰρ', ἔθελγεν Ἀπόλλων Scholia to Iliad 21.580-21.604 Main scholia On Iliad 21.583: ἠ δή που μάλ' ἔολπας: τινὲς τὸ ἠδή χρονικὸν ἐκδέχονται καὶ παροξύνουσιν οὐκ εὖ ἄμεινον γὰρ περισπᾶν ἐκ παραλλήλου τοῦ συνδέσμου κειμένου On Iliad 21.586: ἐν γάρ οἱ πολέες τε: ἐν ταῖς πλείωσιν οὕτως ἐφέρετο ἄνδρες ἔνειμεν καὶ μήποτε οὐ κακῶς ⁑ On Iliad 21.587: οἳ κε πρόσθε φίλων οὕτως αἱ Ἀριστάρχου οἳ καὶ πρόσθε φίλων ἀλόχων τὲ καὶ υἱῶν ἔν τισι δὲ τῶν εἰκαιοτυέρων οἵ κε πρόσθε φίλων τοκέων ἀλόχων τὲ καὶ υἱῶν ⁑ On Iliad 21.594: βλημένου οὐδ' ἐπέρησε. ὅτι ἄτρωτα τὰ Ἡφαιστότευκτα ὅπλα πρὸς τοὺς ἠθετημένους ⁑ On Iliad 21.588: πότμον ἐφ' ἔψεις: Νικίας ἀναστρέφει τὴν πρόθεσιν οὐκ εὐ προείπομεν δὲ περι τῶν τοιούτων προθέσεων ὡς οὐ θελουσιν ἀναστρέφεσθαι καὶ σημειούμεθα αναγκαίως ἀναστραφεῖσαν τὴν στεῦτο γὰρ Ἡφαίστοιο πάροισεμεν ⁑ On Iliad 21.602: ἕως ὃ τὸν πεδίοιο: ἀπ' άλλης ἀρχῆς τοῦτο καὶ ἡ ἀνταπόδοσις προς τὸ τόφρα ⁑ On Iliad 21.604: τυτθὸν ὑπερπροθέοντα: παρα Ἀντιμάχῳ καὶ Ῥιανῷ πύλαι δ' ἔμπληντο ἀλέντων ὑπο στικτέον δὲ προθέοντα ποσὶν οῖσι. εἰ γὰρ ἀνταττόδοσις τὀφρ' ἄλλοι Τρώες ⁑ Intermarginal scholia On Iliad 21.583: γράφεται ήδη ⁑ On Iliad 21.585: γράφεται ἠ τ ετι πολλον ⁑ On Iliad 21.586: ἐν αλλῳ ἄνδρες ἔνειμανι ⁑ On Iliad 21.590: γράφεται παχείης χειρος On Iliad 21.596: ἐν αλλῳ έασεν ἄναξ Διὸς υἱος Ἀπόλλων On Iliad 21.600: ὅυτως Ἀρίσταρχος ἄλλοι δὲ αὐτῷ γάρ ῥ' ἑκάεργος Interior scholia On Iliad 21.588: καταληψῃ On Iliad 21.597: γράφεται καὶ καλύψας ⁑ On Iliad 21.602: ὅτι ἐλλείπει ἡ διὰ δια πεδίου ⁑ Venetus A (Marciana 454 = 822), folio 282, recto Iliad 21.605-22.7 21.605 ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι: 21.606 τόφρ' ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον, ὁμίλῳ 21.607 ἀσπάσιοι προτὶ ἄστυ. πόλις δ' ἔμπλητο ἀλέντων: 21.608 οὐδ' ἄρα τοί γ' ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς 21.609 μεῖναι ἔτ' ἀλλήλους, καὶ γνώμεναι, ὅς τε πεφεύγοι 21.610 ὅς τ' ἔθαν', ἐν πολέμῳ: ἂλλ' ἐσσυμένως ἐσέχυντο 21.611 ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. 22.1 ὡς οἱ μὲν κατα ἄστυ πεφυζότες ἠΰτε νεβροὶ. 22.2 ἱ̈δρῶ ἀνεψύχοντο : πί̆ον τ' ἀκέοντό τε δίψαν. 22.3 κεκλιμένοι καλῇσιν ἐπάλξεσιν: αὐτὰρ Ἀχαιοὶ 22.4 τείχεος ἄσσον ἴ̈σαν σάκε' ὤμοισι κλίναντες: 22.5 Ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρ' ἐπέδησεν 22.6 Ἰ̈λίου προπάροιθε, πυλά̄ων τε Σκαιάων: 22.7 αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων : Scholia to Iliad 21.605-22.7 Main scholia On Iliad 21.604: πεφοβημένοι ἦλθον ὁμίλῳ: ὁμίλω ἀντι τοῦ πλήθει ὅ ἐστι τὸ πλῆθος τῶν μαχομένων παρεγένοντο εἰς την πολιν ⁑ On Iliad 21.60: ἄλλῳ ὡς εἶχε ποδῶν ἕκαστος. ἐσῴζετο τῶν συμμάχων οὐ μεμνημένος, ἕκαστος δὲ τὸ καθ ἑαυτοῦ σκοπῶν ⁑ On Iliad 22.1: ὡς οἱ μὲν κατα άστυ πεφυζότες ὴ ΰπε νεβροι: βραδὺ διασταλτεον μετα τὸ νεβροὶ πεφευγέναι γὰρ αὐτοὺς φησὶν ὡς νεβροὺς οὐ τὸν ἰδρῶτα ἀποψυχεσθαι: νεβροὶ δὲ οἱ νεωστὶ ἐπι βοραν ἰόντες, ἠ νηπόροι οἱ μηδέπω πορεύεσθαι δυνάμενοι⁑ On Iliad 22.2: ἰδρῶ απεψυχοντο: διχῶς καὶ ἀνεψύχοντο καὶ ἀπεψύχοντο χαριεστέρα δὲ ἡ δια τοῦ ν ⁑ On Iliad 22.3: κεκλιμένοι προσκεκλιμένοι ὅ ἐστι περιεχόμενοι ὑπo τῶν τειχῶν. ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι προμαχῶνες⁑ Interlinear scholia On Iliad 22.4@ἴ̈σαν: παρ ἐγένοντο Intermarginal scholia On Iliad 21.607: γράφεται πύλαι On Iliad 21.610: γράφεται ασπασίως On Iliad 21.611: Ἀρίσταρχος εὐτικῶς σαώσαι, αντ του σαώσειαν ⁑ On Iliad 22.6: προς τας σκαιάς⁑ Interior scholia On Iliad 21.606: ὅτι ἀντὶ του φεύγοντος Venetus A (Marciana 454 = 822), folio 282, verso Iliad 22.8-22.32 22.8 τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις 22.9 αὐτὸς θνητὸς ἐὼν, θεὸν ἄμβροτον. οὐδέ νύ̆ πώ με 22.10 ἔγνως ὡς θεός εἰμι: σὺ δ' ἀσπερχὲς μενεαίνεις: 22.11 ῆ νύ τοι οὔ τι μέλει Τρώων πόνος. οὓς ἐφόβησας. 22.12 οἳ δή τοι εἰς ἄστυ ἄλεν: σὺ δὲ δεῦρ' ἐλιάσθης: 22.13 οὐ μέν με κτενέεις. ἐπεὶ, οὔ τοι μόρσιμός εἰμι: 22.14 τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς , 22.15 ἔβλαψάς μ' ἑκάεργε θεῶν ὀλοώτατε πάντων 22.16 ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος. ἦ κ' έτι πολλοὶ 22.17 γαῖαν ὀδὰξ εἷλον, πρὶν Ἴ̈λιον εἰσ ἀφικέσθαι: 22.18 νῦν δ' ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο. τοὺς δ' ἐσάωσας: 22.19 ῥηϊδίως: ἐπεὶ οὔ τι τίσιν γ' ἔδδεισας ὀπίσσω: 22.20 ἦ σ', ἂν, τισαίμην, εἴ μοι δύναμίς γε παρείη: 22.21 ὡς εἰπὼν. προτὶ ἄστυ, μέγα φρονέων ἐβεβήκει. 22.22 σευάμενος, ὥς θ' ἵππος ἀεθλοφόρος σὺν όχεσφιν: 22.23 ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο: 22.24 ὡς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα: 22.25 τὸν δ' ὁ γέρων Πρίαμος πρῶτος ἴ̈δεν ὀφθαλμοῖσι 22.26 παμφαίνονθ' ὥς τ' ἀστέρ'. ἐπεσσύμενον πεδίοιο: 22.27 ὅς ῥά τ' ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οι αὐγαὶ 22.28 φαίνονται πολλοῖσι μετ' ἄστρασι, νυκτὸς ἀμολγῷ: 22.29 ὅν τε κύν' Ὠρίωνος ἐπίκλισιν καλέουσι: 22.30 λαμπρότατος μὲν ὅ δ' ἐστί, κακὸν δέ τε σῆμα τέτυκται: 22.31 καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν: 22.32 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. Scholia to Iliad 22.8-22.32 Main scholia On Iliad 22.11: ῆ νύ τοι οὔ τι μέλει Τρώων πόνος οὓς ἐφόβησας: ὅτι σαφῶς ὁ πόνος οὐκ έστιν ἀλγηδών: οὐ γὰρ ἂν λέγοιτο οὐ μέλει σοι ἡ τῶν Τρώων ἀλγηδών: ἀλλ' οὕτως εἴρηκεν ἀντι τοῦ οῦ μέλλει σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν καὶ ὅτι ἐφόβησας εἰς φυγὴν ἔτρεψας: On Iliad 22.23: ὁς ῥά τε ῥεῖα: ὅτι θέησιν ἀντι τοῦ θέη πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος καὶ ὅτι ἐλλειπει ἡ δία διὰ πεδίου: On Iliad 22.29: ὄν τε κύν' Ὠρίωνος . ὁ Σιδώνιος ὑφ ἓν ἀναγινώσκει ἄμεινον δὲ κατα παράθεσιν ὅτι οἱ κῦνες πολλάκις ὀνομάζονται μετα τῶν κτητόρων. οἷον Κέρβερος Ἅιδου : Ὄρθος Γηρυόνου , Ἄλκαινα Ἀκταίωνος . οὕτως κυνα Ὡρίωνος τὸ δε κυνηγετικον αὐτον εἰναι καὶ πλησίον κατηστέρισαν τὸν κῦνα ⁑ On Iliad 22.29: ὀν τε Κυνωρίωνος . τὸν ἀστρωῶν κύνα οὕτως ἔφη. ἔνιοι δε φασὶν τὸν κατηστερισμένον κύνα οὐκ Ὠρίωνος ἀλλ' Ηριγένης ὑπάρχειν ὃν κατηστερισθῆναι δια τοιαύτην αιτίαν: Ϊκάριος . γένος μὲν ἧν Ἀθηναῖος ἔσχεν δὲ θυγατέρα μονογενῆ Ἡριγόνην ἥτις κύνα νήπιον ἔτρεφε: ξενίσας δέ ποτε ὁ Ϊκαριος Διόνυσον ἔλαβεν ἀπ αυτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατα δε τὰς τοῦ θεοῦ ὑποθήκας περίϊει τὴν γῆν προφαίνων τὴν τοῦ Διονύσου χαριν έχων σὺν ἑαυτῷ τὸν κύνα. γενόμενος δὲ ἐντὸς τὴς πόλεὼς βουκόλοις οἶνον παρέσχεν: οἱ δὲ ἀθρόως ἐμφορησάμενοι οἱ μὲν ἐς βαθὺν ὕπνον ἐτράπησαν: οἱ δὲ περιλειπόμενοι νομίσαντες θανάσιμον εῖναι φαρμακον τὸ πόμα, πλήσσοντες ἐφόνευσαν τὸν Ϊκάριον : μεθ ἡμέραν δὲ νηψάντῶν αὐτῶν καταγνώντες ἑαυτῶν εἰς φυγὴν ἐτράπησαν: ὁ δε κύων ὑποστρέψας προς τὴν Ηριγένην δι ορυγμοῦ ἐμήνυσε αὐτῆ τὰ λεγόμενα. ἡ δε μαθοῦσα τ' ἀληθὲς ἑαυτὴν ἀνήρτησε νόσου δὲ ἐν Ἀθήναις γενομένης κατα χρησμὸν Ἀθηναῖοι τόν τε Ϊκαριον καὶ τὴν καὶ τὴν Ἡριγόνην ἐνιαυσίαις ἐγεραιρον τιμαῖς. οἱ καὶ καταστερηθέντες Ϊκάριον μὲν βοώτης ἐκλήθη: Ἡριγόνη δὲ παρθένος : ὁ δε κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. ἡ ϊστορία παρὰ Ἐρατοσθένει ⁑ On Iliad 22.28: πολλοῖσι μετ' άστρασι: Ἀρίσταρχος ὡς πατράσιν: ἄμεινον δὲ προπαροξύνειν ὥσπερ καὶ τοῖς πλείωσιν ἔδοξε καὶ Φιλοξένῳ ἵνα αὐτῆς τῆς πτώσεως λέγω δὲ τῆς δοτικῆς μεταπλασμον λάβωμεν: ὅτι γὰρ κατα πτῶσιν γίνονται μεταπλασμοὶ ἐξουσίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ετέροις. ὃν οὖν τρόπον. ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο: ἔγκασι φωτός καί οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν. ἥ τε προβάτοις πρόβασιν, ἥ τε πετάλοις πέταλσι, οὕτως ἄστροις ἄστρασι ἐπεισελθόντος τοῦ ᾱ ἵνα συστῆ ἡ λέξις⁑ On Iliad 22.31: καί τε φέρει πολλὸν: ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετός. καὶ ὅτι πυρετὸν κυρίως λέγει οὐχ ώς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος πρὸς γὰρ τὸ φθοροποιὸν ἡ παραβολή: καὶ ὅτι δειλοῖσιν ἀντι τοῦ δειλαίοις. Interlinear scholia On Iliad 22.26@ὀπώρῃς ἐῖσιν: αν εισιν ἀνατέλλει Intermarginal scholia On Iliad 22.20: ἀπ' ἀλλης ἀρχῆς τοῦτο ἀναγνωστέον τοῦ η ψιλουμενον⁑ On Iliad 22.23: οὕτως λείπει ἡ δι α δια πεδιου⁑ On Iliad 22.29: ὅτι περισσὸς ὁ τὲ σύνδεσμος⁑ Interior scholia On Iliad 22.27: ὅτι ἀντὶ αρίδηλοι οὐ γὰρ ὁ ζηλοί ἔγκειται⁑ Exterior scholia On Iliad 22.31: σῆμα ὅτι ἅπαξ ὁ πυρετός: Venetus A (Marciana 454 = 822), folio 283, recto Iliad 22.33-22.57 22.33 ᾤμωξεν δ' ὁ γέρων: κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν. 22.34 ὑψόσ' ἀνασχόμενος. μέγα δ' οἰμώξας ἐγεγόνει. 22.35 λισσόμενος φίλον υἱὸν: ὁ δὲ προπάροιθε πυλάων 22.36 ἑστήκει. ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι: 22.37 τὸν δ' ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς: 22.38 Ἕκτορ . μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον 22.39 οἶος ἄνευθ' ἄλλων: ἵνα μὴ τάχα πότμον ἐπίσπῃς 22.40 Πηλείωνι δαμεὶς. ἐπεὶ ῆ πολὺ φέρτερός ἐστι: 22.41 σχέτλιος: αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο 22.42 ὅσσον ἐμοὶ. τάχα κέν, ἑ, κύνες καὶ γῦπες ἔδονται 22.43 κείμενον. ῆ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι: 22.44 ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εῦνιν ἔθηκε. 22.45 κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων: 22.46 καὶ γὰρ νῦν δύο παῖδε. Λυκάονα καὶ Πολύδωρον 22.47 οὐ δύναμαι ἰ̈δέειν, Τρώων εἰς ἄστυ ἀλέντων. 22.48 τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν: 22.49 ἂλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἢ τ' ὰν ἔπειτα 22.50 χαλκοῦ τε χρυσοῦ τ' ἀπολυσόμεθ'. ἔστι γὰρ ἔνδον: 22.51 πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης : 22.52 εἰ δ' ἤδη, τεθνᾶσι. καὶ εἰν Ἀΐδαο δόμοισιν. 22.53 ἄλγος ἐμῷ θυμῶ καὶ μητέρι, τοὶ τεκόμεσθα: 22.54 λαοῖσιν δ' ἄλλοισι μινυνθαδιώτερον ἄλγος 22.55 ἔσσεται. ἢν, μὴ καὶ σὺ θάνῃς. Ἀχιλῆϊ δαμασθείς: 22.56 ἂλλ' εἰσέρχεο τεῖχος, ἐμὸν τέκος. ὄφρα σαώσῃς 22.57 Τρῶας καὶ Τρῳάς . μὴ δὲ μέγα κῦδος ὀρέξῃς Scholia to Iliad 22.33-22.57 Main scholia On Iliad 22.41: σχέτλιος αἴθε θεοῖσι: σημειοῦνται τὶνες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν⁑ On Iliad 22.49: ἀλλ εἰ μὲν ζώουσι μετα στρατῷ ὅτι περισσὸς ὁ ἂν σύνδεσμος: εἰ γὰρ ἐνετέτακτο κυρίως. ἐπήνεγκεν ἂν ἀπολυσαμεθα⁑ On Iliad 22.41: φίλος τοσσόνδε: προ τέλους ἡ ὀξεῖα ἓν γάρ ἐστι μέρος λόγου ⁑ On Iliad 22.51: πολλὰ γὰρ ὥπασε παιδὶ γέρων ὅτι κατα σύνθετον προενεκτέον: σημαίνει δὲ τὸ ὅλον ὀνομαστος: ὁ γὰρ κλυτὸς ἐπι τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες ταῖς θυγατράσι γαμουμέναις δῶρα παρεῖχον: ἐγω δ' ἐπι μείλια δώσω ⁑ On Iliad 22.51: ὀνομάκλυτος Ἄλτης : ὡς τοξόκλυτος. οὕτως δὲ καὶ Ἀρίσταρχος : ἐν μέντοι τῆ κατα παράθεσιν ἀναγνωστέον: ἐμοὶ δ' ὄνομα ειτα κλυτὸς Αἴθων ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα ἐπεί τοι ἔσται κλεμάμενος λόγος εἴπομεν δὲ ἐν τοῖς προ τούτου βιβλίοις πότε τὸ κλυτὸς κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει: τὸν τόνον καὶ πότε ἀναδίδωσιν.⁑ On Iliad 22.52: εἰ δ' ἤδη τεθνᾶσι: βραχυ διασταλτεον ἐπι τὸ τεθνᾶσι καὶ ὑποστικτέον δόμοισι : ἴσως δ' ἄν τις ἐπι τὸ τεθνᾶσι ὑποστίζοι: τὰ δὲ ἑξῆς πάντα συνάπτοι ἵν' ᾖ ὁ λόγος, καὶ ἀποθανόντες ἀνιασόμεθα: ὁμοιως τῷ εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν Ἀΐδαο αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι ⁑ On Iliad 22.57: Τρῶας καὶ Τρωὰς ἤτοι στικτέον μετὰ τὸ Τρῶας . καὶ Τρῳὰς , ἵνα ἀπ ἄλλης ἀρχης ἀπα γορευτικος ὁ λόγος γένηται μὴ δὲ μέγα κῦδος ὀρέξῃς . εἰ δὲ συνάψοιμεν ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν κοινοῦ νοουμένου τοῦ ὄφρα . ἵνα σαῴσης καὶ μὴ ὀρέξῃς . ἤτοι καὶ μὴ ἀμερθῇς αἰῶνος ⁑ Interlinear scholia On Iliad 22.43@πραπίδων: εντὸς έσομαι λυπόμενος On Iliad 22.44@εῦνιν: ερημον χηρον On Iliad 22.45@περνὰς: πιπρασων Intermarginal scholia On Iliad 22.42: Αρισταρχος έδοιεν⁑ On Iliad 22.50: εν αλλω ἀπολύσομεν ⁑ Interior scholia On Iliad 22.36: οὕτως Ἀρίσταρχος ἑστήκει άνευ τοῦ ϊ On Iliad 22.40: πρὸς τὸ σχῆμα: On Iliad 22.48: οὕτως Ἀρίσταρχος δια τοῦ τ ἄλλοι δὲ οὕσοι⁑ On Iliad 22.51: αἱ ἀπο τ ῶν πόλεων παιδὶ φίλῳ⁑⁑ On Iliad 22.55: πρὸς τὸ σχῆμα ἀντὶ τοῦ ὑπ' Ἀχιλλέως , ὡς Τρωσὶ δαμεῖς ⁑ Venetus A (Marciana 454 = 822), folio 283, verso Iliad 22.58-22.82 22.58 Πηλείδῃ . αὐτὸς δὲ φίλης, αἰῶνος ἀμερθῇς: 22.59 πρὸς δ' ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον. 22.60 δύσμορον, ὅν ῥα πατὴρ. Κρονίδης ἐπὶ γήραος οὐδῷ 22.61 αἴσῃ ἐν ἀργαλέῃ φθίσει. κακὰ πόλλ' ἐπ' ιδόντα: 22.62 υἷάς τ' ὀλλυμένους: ἑλκηθείσας τε θύγατρας. 22.63 καὶ θαλάμους κεραϊζομένους: καὶ νήπια τέκνα 22.64 βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι: 22.65 ἑλκομένας τε, νυοὺς ὀλοῇς ὑπο χερσὶν Ἀχαιῶν : 22.66 αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν 22.67 ὠμησταὶ ἐρύουσιν. ἐπεί κέ τις ὀξέϊ χαλκῷ 22.68 τύψας, ἠὲ βαλὼν, ῥεθέων ἐκ θυμὸν ἕληται. 22.69 οὓς τρέφον ἐν μεγάροισι. τραπεζῆας πυλαωρούς: 22.70 οἵ κ' ἐμὸν αἷμα πιόντες. ἀλύσσοντες περι θυμῷ 22.71 κείσοντ' ἐν προθύροισι: νέῳ δέ τε πάντ' ἐπέοικεν: 22.72 ἄρηϊ κταμένῳ: δεδαϊγμένῳ ὀξέϊ χαλκῷ. 22.73 κεῖσθαι: πάντα δὲ καλὰ θανόντι περ, ὅττι φανήῃ: 22.74 ἂλλ' ὅτε δὴ πολιόν τε κάρη. πολιόν τε γένειον. 22.75 αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος. 22.76 τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν: 22.77 ῆ ῥ' ὁ γέρων: πολιὰς δ' ὰρ ἀνα τρίχας ἕλκετο χερσὶ 22.78 τίλλων ἐκ κεφαλῆς. οὐδ' Ἕκτορι θυμὸν ἔπειθε: 22.79 μήτηρ δ' αὖθ' ἑτέρωθεν ὀδύρετο δακρυχέουσα. 22.80 κόλπον ἀνῐεμένη. ἑτέρηφι δὲ μαζὸν ἀνέσχε. 22.81 καί μιν δακρυχέουσ'. ἔπεα πτερόεντα προσηύδα: 22.82 Ἕκτορ τέκνον ἐμόν. τάδε τ' αἴδεο. καί μ' ἐλέησον Scholia to Iliad 22.58-22.82 Main scholia On Iliad 22.66: αὐτὸν δ' ὰν πύματόν τε, ὅτι ἀντι τοῦ ἄκραις . πρώτῃσι δὲ πύλῃσι προς τὸ άξαντ' ἐν πρώτῳ ῥυμῷ ⁑ On Iliad 22.67: ὠμισταὶ ἐρύουσιν: ὅτι χρόνος ήλλακται ἀντι τοῦ ἐρύσουσιν καὶ ἐν νευρὴν ἐντανύει ἀντι τοῦ ἐντανύσειν ⁑ On Iliad 22.67: ὡμησταί: Ἀρίσταρχος ὡς ἀθληταὶ Τυραννίων δὲ ὡς κομῆται : ἔφαμεν δὲ ἐν τῇ Λ ἐντελῶς περι τῆς προσωδίας, ὡς ἐπέκράτησεν ἡ Ἀρισταρχου ⁑ On Iliad 22.68: τύψας ἠὲ βαλὼν πρὸς τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι: καὶ ὅτι ῥέθη πάντα τὰ μέλη οἱ δὲ Αιολεῖς τὸ πρόσωπον ⁑ On Iliad 22.68: ῥεθέων μελῶν: δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικον καὶ ψυχικόν ἐστι ῥέθη δὲ τὰ ζῶντα μέλη: Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομαλιδας τοὺς εὐπροσώπους φασὶ : Διονύσιος δὲ φησὶ καὶ νῦν τὸ πρόσωπον δηλοῦσθαι δια γαρ μυκτήρων ἠ στόματος ἐκπλέομεν καί τοί γε τοῦ ποιητοῦ λέγοντος ψυχῇ δὲ κατ οuταμένην ὠτειλὴν ἔσσυτο ⁑ On Iliad 22.70: αλύσσοντες: ὑπο λησμονῆς ἀλύοντες. οἷον ἐν άλλῃ ὄντες. δυσφοροῦντες: οἱ δὲ εῖπον ἐπι τὸ ἄγαν λυσσῶντες⁑ On Iliad 22.80: κόλπον ἀνιεμένη: ὅτι ἀντι τοῦ χαλῶσα ἀναστέλλουσα: καὶ ἐν αἴγας ἀνιεμένους , ἀναδέροντας: ἔστιν οὖν, ἀπογυμνοῦσα τὸ κατα τοὺς μαστοὺς κόλπωμα⁑ αἴγας ἀνιεμένους Interlinear scholia On Iliad 22.58@ἀμερθῇς: στερηθεῖς On Iliad 22.59@ἔμε: οὕτως ὀρθοτονητέον On Iliad 22.59@φρονέοντ’: καλῶς οι παραινοῦντα On Iliad 22.66@πύματον: τελευταῖον On Iliad 22.67@ὠμησταὶ: ὡμοφάγοι On Iliad 22.69@τραπεζῆας: τους παρεστῶτας τῃ τραπεζη On Iliad 22.70@ἀλύσσοντες: αδημονοῦντες Intermarginal scholia On Iliad 22.59: σημειωτεον ὅτι τὰ η μέρη τοῦ λόγου ἔχει ὁ στιχος: On Iliad 22.62: προαναφωνεῖ τὴν Ἰλίου ἄλωσιν⁑ On Iliad 22.69: Ἀρίσταρχος : θυραωρούς , θυρακοφύλακας⁑ On Iliad 22.73: οὕτως Ἀρίσταρχος φάνηη δια τῶν β η ⁑ On Iliad 22.75: τὰ αιδοῖα⁑ Interior scholia On Iliad 22.60: τῶ τέλει τῇ εξόδω⁑ On Iliad 22.68: ἐν ἀλλω ἕλοιτο⁑ Exterior scholia On Iliad 22.75: αἰδεο Venetus A (Marciana 454 = 822), folio 284, recto Iliad 22.83-22.107 22.83 αὐτήν. εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον. 22.84 τῶν μνῆσαι φίλε τέκνον. ἄμυνε δὲ δήϊον ἄνδρα: 22.85 τείχεος ἐντὸς ἐών. μὴ δὲ πρόμος ἵστασο τούτῳ: 22.86 σχέτλιος: εἴ περ γάρ σε κατακτάνῃ. οὔ σ' ἔτ' ἔγωγε 22.87 κλαύσομαι ἐν λεχέεσσι φίλον τέκος. ὃν τέκον αὐτὴν: 22.88 οὐδ' ἄλοχος πολύδωρος: ἄνευθε δέ σε μέγα, νῶϊν. 22.89 Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται: 22.90 ὡς τό γε κλαίοντε προσαυδήτην φίλον υἱὸν, 22.91 πολλὰ λισσομένω. οὐδ' Ἕκτορι θυμὸν ἔπειθον: 22.92 ἂλλ' ὅ γε μίμν' Ἀχιλῆα πελώριον ἆσσον ἰ̈όντα: 22.93 ὡς δε δράκων ἐπὶ χειῇ ὀρέστερον ἄνδρά μένῃσι 22.94 βεβρωκὼς κακὰ φάρμακ'. ἔδυ δέ τε μιν χόλος αἰνὸς. 22.95 σμερδαλέον δὲ δέδορκεν, ἐλισσόμενος περὶ χειῇ. 22.96 ὡς Ἕκτωρ ἄσβεστον ἔχων μένος. οὐχ ὑπεχώρει: 22.97 πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ' ἐρείσας: 22.98 ὀχθήσας δ' ἄρα εἶπε προς ὃν μεγαλήτορα θυμόν: 22.99 ᾤ μοι ἐγών. εἰ μέν κε πύλας καὶ τείχεα δύω, 22.100 Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει: 22.101 ὅς μ' ἐκέλευε Τρωσὶ ποτι πτόλιν ἡγήσασθαι 22.102 νύχθ' ὕπο τῆνδ' ὀλοήν. ὅτε τ' ὤρετο δῖος Ἀχιλλεύς . 22.103 ἂλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν, πολὺ κέρδιον ῆεν: 22.104 νῦν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν. 22.105 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους. 22.106 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο. 22.107 Ἕκτωρ ἧφι βίηφι πιθήσας. ὤλεσε λαόν: Scholia to Iliad 22.83-22.107 Main scholia On Iliad 22.83-22.84: αὐτὴν εἴποτέ τοι: ἤτοι συναπτέον μέχρι τοῦ ἐπέσχον εἶτα ἀπ' άλλης ἀρχῆς, τῶν μνῆσαι φίλε τέκνον: ῆ στικτέον αὐτή. εἶτ' ἀπ' άλλης ἀρχῆς. εἴποτέ τοι λάθη κηδέα ἔστι δὲ ὑποστιγμὴ μετα τὸ ἐπέσχον ⁑ On Iliad 22.84: τῶν μνῆσαι φίλε τέκνον: ὅτι ἰδίως φίλε τέκνον ἀντι τοῦ φίλον τέκνον . καὶ ἄμυνε ἀντι τοῦ ἀμύνου ⁑ On Iliad 22.85: τείχεος ἐντὸς ὅτι σαφῶς πρόμος ὁ πρόμαχος οὐχ ὁ βασιλεύς⁑ On Iliad 22.88: οὐδ' ἄλοχος πολύδωρος: ὅτι ἔδνα ἐδίδοσαν οἱ παλαιοὶ ταῖς θυγατράσι: καὶ πολύδωρον λέγει τὴν πολύεδνον⁑ On Iliad 22.91: πολλὰ λισσομένω: ὅτι ὑπερβίβασται ὁ δε Ἔκτορι δὲ θυμὸν οῦκ ἔπειπον προς τὸ οὐδ' ἴ̈κετο γήραος οὐδόν ⁑ On Iliad 22.93: ὡς δε δράκων ἐπι χειῇ : ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν ἀπο τοῦ χεῖσθαι ὅ ἐστι χωρῆσαι. εἰς αυτὸ γὰρ μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἕλυτρον. οὐδ' ὡς δ' ἀμφοτέρους ὅδε χείσεται : ἔνιαι δὲ τῶν κατα πόλεις δια τοῦ ν ὀρέστερον , καὶ ἀντι τοῦ μένῃσι δοκεύῃ ⁑ Interlinear scholia On Iliad 22.83@λαθικηδέα: τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν ἁπαντα On Iliad 22.93@ὀρέστερος: ἐν όρει διατρίβων On Iliad 22.102@ὤρετο: ὡρμησεν On Iliad 22.104@ἀτασθαλίῃσιν: φρενοβλαβίαις Intermarginal scholia On Iliad 22.85: οὔτως Ἀρίσταρχος ἄλλοι δὲ ἰων⁑ On Iliad 22.87: γράφεται φίλον θάλος:⁑ Interior scholia On Iliad 22.83: οὕτως διὰ τοῦ τ εἴποτέ τοι Venetus A (Marciana 454 = 822), folio 284, verso Iliad 22.108-22.133 22.108 ὡς ἐρέουσιν: ἐμοὶ δὲ τότ' ἂν πολὺ κέρδιον εἴη 22.109 ἄντην, ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι: 22.110 ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς προ πόληος⁚ 22.111 εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν. 22.112 καὶ κόρυθα βριαρήν. δόρυ δὲ πρὸς τεῖχος ἐρείσας. 22.113 αὐτὸς ἰ̈ὼν. Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω: 22.114 καί οἱ ὑπόσχωμαι Ἑλένην . καὶ κτήμαθ' ἅμ' αὐτῇ 22.115 πάντα μάλ' ὅσσά τ' Ἀλέξανδρος κοίλῃς ἐπὶ νηυσὶν 22.116 ἠγάγετο Τροίηνδ ' ἥ τ' ἔπλετο, νείκεος ἀρχὴ. 22.117 δωσέμεν Ἀτρείδῃσιν ἄγειν, ἅμα δ' ἀμφὶς Ἀχαιοῖς 22.118 ἄλλ' ἀποδάσσεσθαι. ὅσσα πτόλις ἥδε κέκευθε. 22.119 Τρωσὶν δ' αῦ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι, 22.120 μή τι κατακρύψειν: ἂλλ' άνδιχα πάντα δάσασθαι: 22.122 ἀλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός: 22.123 μή μιν ἐγὼ μὲν ἵ̈κωμαι ἰ̈ὼν. ὁ δέ μ' οὐκ ἐλεήσει. 22.124 οὐδέ τι μ' αἰδέσεται: κτενέει δέ με γυμνὸν ἐόντα 22.125 αύτως. ὥς τε γυναῖκα: ἐπεί κ' ἀπο τεύχεα δύω: 22.126 οὐ μέν πως νῦν ἑστιν ἀπὸ δρυὸς οὐδ' ἀπο πέτρης 22.127 τῷ ὀαριζέμεναι. ἅ τε παρθένος ἠΐθεός τε. 22.128 παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοιϊν: 22.129 βέλτερον αὖτ' ἔριδι ξυνελαυνέμεν, ὅττι τάχιστα: 22.130 εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ: 22.131 ὡς ὥρμαινε μένων. ὁ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς 22.132 ἶ̈σος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ: 22.133 σείων Πηλιάδα μελίην κατα δεξιὸν ὦμον Scholia to Iliad 22.108-22.133 Main scholia On Iliad 22.110: ‡ἠέ κεν αὐτῷ ὀλέσθαι: ὅτι ὁ κεν περισσὸς. καὶ ὅτι ἀμφίβολον πότερον εμοὶ αὐτῷ ὀλέσθαι : ἠ καθ Ὁμηρικὴν συνήθειαν ἀντι τοῦ ὑπ αυτοῦ ὀλέσθαι ⁑ On Iliad 22.111: εἰ δέ κεν ἀσπίδα μὲν: ἤρτηται μέχρι τοῦ ἀλλὰ τίη μοι ταυτα καὶ οὐδὲν αὐτοῖς ἀνταπεδόθη ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα ὁ λόγοςὡς ἐλέγομεν, κ' ἂν τῇ Φ̄ .ἄρα τὴν ἀσπίδα καταθῶμαι καὶ τὴν περικεφυλαίαν.προς δε τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω Ἀχιλλεῖ ,καὶ τὰ καὶ τὰ ποιήσω:ἠ κομματικῶς εἰρῆσθαι ὑποληπτέονὡς καὶ ἡμῖν σύνδεσμος πολλάκις. ἀν δὲ κατὰ θῶμαι καὶ πορευθῶ δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος πρὶν ἀνταποδοῦναι διακόψαι τὸν λόγον:τὸ ὅμοιον νοητέον καὶ ἐπι τῶν ὑπ Αγήνορος ἀνωτέρῳ λεγομένωνστίζομεν δὲ ταυτα ὡς πλῄρῃ⁑ On Iliad 22.117: δωσέμεν Ἀτρείδῃσιν : ὅτι ἀντι τοῦ ἀμφι δάσασθαι : διχὰ μερίσεσθαι : πάλιν δὲ ὁ δε̄ σύνδεσμος περισσός⁑ On Iliad 22.123: μή μιν ἐγὼ μὲνί̈κωμαι: τινὲς ὡς φιλῶμαι ἀναγινώσκουσιν ἵνα τὸ ϊκετεύσω σημαίνῃ οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν τόνον καὶ γὰρ βαρυνόμενον ταυτὸν ὑπισχνεῖται καὶ ἀκόλουθόν ἐστι μέσῳ δευτέρω ἀορίστω ὁριστικῶ τῷ τὴν ϊκόμην φεύγων . ὡς οὖν ἐλιπόμην , λίπωμαι , οὕτως ϊκόμην ϊκωμαι ⁑ On Iliad 22.123: μή μιν ἐγὼ μὲν ὅτι τὸ ί̈κωμαι ἀντι τοῦ ϊκετεύσω , παράκειται οὖν τὸ ϊὼν ἐπεὶ προσεγγιζομένοις ἂν προσφέρωμεν ϊκετείαν⁑ On Iliad 22.124: οὐδέ τι μ' αἰδέσεται: ὅτι αἰδέσεται ὡς ϊκέτην προσδέξεται αἰδεῖσθαί θ' ἱερῆα ⁑ On Iliad 22.126: οὐ μέν πως νῦν έστινἀπὸ δρυὸς οὐκ έστι φησίν ἄντικρυς Ἀχιλλεως μύθους διηγεῖσθαι: ὁποίους ἄν παρθένοι καὶ ἠί̈θεοι: οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσιν ἠ πέτραις εὑρίσκοντες, ἐνόμιζον ἐκ τούτων γεγενῆσθαι . ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις: οἱ παλαιοὶ νομάδι ἐχρῶντο τῷ βίῳ, οἰκίας μηδέπω κεκτημένοι: αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπο τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν εὑρίσκοντες δέ τινες νομίζοντες ἐκεῖθεν γεγενῆσθαι ἀνέτρεφον: ἡ ϊστορίαπαρα Διδύμῳ ⁑ On Iliad 22.126: οὐ μέν πως νῦν ἔστιν ἀπο δρυὸς, οὐκ έστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην ὡς τῶν πρώτων ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων⁑ On Iliad 22.MISSING: παρθένος ἠΐθεός τ' ὀαρίζετον: ὁ ἀρισμός ἐστιν ἀνδρὸς καὶ γυναικὸς ὁμιλίᾳ ὀάραι γὰρ αἱ γῦναῖκες⁑ Interlinear scholia On Iliad 22.113@ἀμύμονος: τῆ πατρίδι δηλον ἐστιν On Iliad 22.123@ἵκωμαι: ικετεύσω On Iliad 22.132@Ἐνυαλίῳ: ὅτι τῷ Ἄρεϊ On Iliad 22.132@Ἐνυαλίῳ: τῷ Ἄρηι Intermarginal scholia On Iliad 22.108: αἱ κατα ἄνδρα πολὺ κάλλιον⁑ On Iliad 22.118: Ἀρίσταρχος ἀλλ' ἀποδάσσεσθαι διὰ τοῦ ε ⁑ On Iliad 22.122: οὕτως χω χωρὶς τοῦ δ αλλα τι η μοι On Iliad 22.129: ἐν αλλω όφρα τάχιστα τοῦτο δὲ ἑκατέρωθι δύναται προσδίδοσθαι⁑ Interior scholia On Iliad 22.109: διχῶς καὶ κατακτειναντι⁑ On Iliad 22.118: γράφεται ὅσα τε πτόλις On Iliad 22.119: γράφεται ομουμαι On Iliad 22.128: πρὸς τὴν ἐπανάληψιν τὸ πυκνῶς ἐν Ἰλιάδη Venetus A (Marciana 454 = 822), folio 285, recto Iliad 22.134-22.158 22.134 δεινήν: ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο, εἴκελος αὐγῇ 22.135 ἢ πυρὸς αἰθομένου. ἢ ἠελίου ἀνιόντος: 22.136 Ἕκτορα δ' ὡς ἐνόησεν, ἕλε τρόμος: οὐδ' ὰρ, ἔτ', ἔτλη 22.137 αὖθι μένειν. ὀπίσω δὲ πύλας λίπε. βῆ δὲ φοβηθείς: 22.138 Πηλείδης δ' ἐπόρουσε, ποσὶ κραιπνοῖσι πεποιθώς. 22.139 ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν 22.140 ῥηϊδίως οίμησε μετὰ τρήρωνα πέλειαν: 22.141 ἡ δέ θ' ὕπαιθα φοβεῖται, ὃ δ' ἐγγύθεν ὀξὺ λεληκὼς 22.142 ταρφέ' ἐπαΐσσει: ἑλέειν τέ, ἑ, θυμὸς ἀνώγει. 22.143 ὡς ἂρ ὅ γ' ἐμμεμαὼς. ἰ̈θὺς πέτετο. τρέσε δ' Ἕκτωρ 22.144 τεῖχος ὑπὸ Τρώων . λαιψηρὰ δὲ γούνατ' ἐνώμα: 22.145 οἱ δὲ παρα σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεσσαν : 22.146 τείχεος αἰὲν ὑπὲκ' κατ' αμαξιτὸν ἐσσεύοντο: 22.147 κρουνὼ δ' ἵ̈κανον καλλιρρόω: ἔνθα δὲ πηγαὶ 22.148 δοιαὶ ἀναΐσσουσι, Σκαμάνδρου δινήεντος: 22.149 ἡ μὲν γάρ θ' ὕδατι λιαρῶ ῥέει: ἀμφι δὲ καπνὸς 22.150 γίνεται ἐξ αὐτῆς, ὡς εὶ πυρὸς αἰθομένοιο: 22.151 ἡ δ' ἑτέρη θέρεϊ προρέει ἐικυῖα χαλάζῃ. 22.152 ἢ χιόνι ψυχρῇ, ἢ ἐξ ὕδατος κρυστάλλῳ: 22.153 ἔνθα δ' ἐπ' αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι. 22.154 καλοὶ. λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα 22.155 πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες 22.156 τὸ πρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν : 22.157 τῇ ῥα παραδραμέτην. φεύγων. ὁ δ' ὄπισθε διώκων: 22.158 πρόσθε μὲν ἐσθλὸς ἔφευγε. δίωκε δέ μιν μέγ' ἀμείνων Scholia to Iliad 22.134-22.158 Main scholia On Iliad 22.143: ὡς ἂρ ὅ γ' ἐμμεμαῶς. ὅτι τὸ τρέσαι, οὐ τὴν πτώησιν σημαίνει ἀλλα σὺν τῷ φεύγειν: ἐπήνεγκεν γοὖν τεῖχος ὑπο Τρώων ⁑ On Iliad 22.146: τείχεος αἰὲν, βραχὺ διασταλτέον μετα τὸ ὑπὲκ , τὸ γὰρ ἑξῆς ὑπεκ τείχεος κατα τὸν ἀμαξιτὸν οἶον ὑπο τὸ τεῖχος: ἡ δὲ εξ πρόθεσις προκειμένη ἐμφαίνει ὡς καὶ μικρὸν ἔξω τοῦ τείχους ἐδίωκον⁑ On Iliad 22.148: δοιαὶ ἀναΐσσουσι. ὅτι λείπει πρόθεσις ἡ εκ ἡ ἀπο : ἐκ Σκαμάνδρου γὰρ ἡ ἀπο Σκαμάνδρου ⁑ On Iliad 22.151: ἡ δ' ἑτέρη θέρεϊ: ὅτι ἐκ τῆς ἀντιδιαστολῆς ταύτης σαφὲς ὅτι ἡ ετέρα πηγὴ ὕδατι λιαρῷ ῥεῖ κατα χειμῶνα⁑ On Iliad 22.157: τῇ ῥα παραδραμέτην: βραχὺ διασταλτέον παραδραμέτην καὶ φεύγων ⁑ On Iliad 22.158: πρόσθε μεν ἐσθλὸς: ὅτι ὑγιῶς διώκεσθαι λέγει τὸν φεύγοντα ἐν ενίοις δὲ φέρεται στίχος ὑπο τοῦτον εὐτελῆς. φεῦγ' υἱὸς Πριάμοιο, διώκε δὲ διος Ἀχιλλεύς ⁑ Interlinear scholia On Iliad 22.149@λιαρω: θερμῶ On Iliad 22.151@εἰκῦια χαλάζῃ: ἀντὶ ψυχρὰ On Iliad 22.153@πλυνοὶ: εν οῖς πλύνουσι Intermarginal scholia On Iliad 22.137: ὅτι αντι τοῦ φυγών On Iliad 22.141: ὅτι καὶ νῦν σαφῶς ἀντὶ τοῦ ἔμπροσθε φεύγει ⁑ Interior scholia On Iliad 22.153: ὅτι πρόθεσις ήλλακται καὶ πτῶσις ἀντὶ παρ αυταῖς ⁑ Venetus A (Marciana 454 = 822), folio 285, verso Iliad 22.159-22.183 22.159 καρπαλίμως: ἐπεὶ οὐχ ἱ̈ερήϊον οὐδε βοείην: 22.160 ἀρνύσθην. ἅ, τε ποσσὶν ἀέθλια γίνεται ἀνδρῶν: 22.161 ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο: 22.162 ὡς δ' ὅτ' ἀεθλοφόροι περι τέρματα μώνυχες ἵ̈πποι 22.163 ῥίμφα μάλα τρωχῶσι. τὸ δὲ μέγα κεῖται ἄεθλον: 22.164 ἠ τρίπος, ἠὲ γυνὴ, ἀνδρὸς κατατεθνηῶτος : 22.165 ὡς τὼ, τρὶς, Πριάμοιο πόλιν περὶ δινηθήτην 22.166 καρπαλίμοισι πόδεσσι: θεοὶ δ' ἒς πάντες ὁρῶντο: 22.167 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε: 22.168 ὢ πόποι: ῆ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος 22.169 ὀφθαλμοῖσιν ὁρῶμαι. ἐμὸν δ' ὀλοφύρεται ῆτορ 22.170 Ἕκτορος , ὅς μοι πολλὰ βοῶν ἐπι μηρί' ἔκηεν 22.171 Ἴ̈δης ἐν κορυφῇσι πολυπτύχου. ἄλλοτε δ' αῦτε 22.172 ἐν πόλει ἀκροτάτῃ νῦν αὖτε δῖος Ἀχιλλεὺς 22.173 ἄστυ περὶ Πριάμοιο ποσὶν ταχέεσσι διώκει: 22.174 ἂλλ' άγετε φράζεσθε θεοὶ καὶ μητιάασθε. 22.175 ἢέ μιν ἐκ θανάτοιο σαώσομεν. ἠέ μιν ἤδη 22.176 Πηλείδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα: 22.177 τὸν δ' αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη : 22.178 ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς, οἷον ἔειπες: 22.179 ἄνδρα θνητὸν ἐόντα. πάλαι πεπρωμένον αίσῃ. 22.180 ὰψ, ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι. 22.181 έρδ': ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι: 22.182 τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς : 22.183 θάρσει Τριτογένεια φίλον τέκος: οὔ νύ τι θυμῷ Scholia to Iliad 22.159-22.183 Main scholia On Iliad 22.161: ἀλλα περὶ ψυχῆς: ὅτι ὡς περι ἑτέρων λέγει τρεχόντων περι τῆς Ἕκτορος ψυχῆς αὐτοῦ τοῦ Ἕκτορος ἐνὸς ὄντος τούτων⁑ On Iliad 22.162: περι τέρματα μώνυχες ἵπποι ἀντι τοῦ δια τὰ τέρματα εἰς γὰρ τούτους τὸ τέλος τῆς νίκης ἀπόκειται ἐπεὶ εἰ περὶ τὰ τέρματα δράμουσιν εὐφυῶς κάμπτειν, οῦ δύνανται οὕτως Εὔβουλος ⁑ On Iliad 22.164: ἢ τρίπος ἠὲ γυνη: ὅτι ἀμφίβολον, πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ ἡ ἐπι τεθνειῶτι ἀνδρὶ ὃ καὶ ὑγιὲς : οὐκ οῖδεν γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος .⁑ On Iliad 22.183: θάρσει Τριτογένεια : ὅτι ἐνταῦθα ὑγιῶς λέγονται: κατα δὲ τὴν προ τῆς κώλου μάχης ἀγορὰν τῶν θεῶν οὐκέτι⁑ Interlinear scholia On Iliad 22.159@οὐδε βοείην: οὐ θυμα οῦ βύρσαν On Iliad 22.162@τέρματα: τάς καμπτήρας On Iliad 22.163@τρωχῶσι: τρέχωσι Intermarginal scholia On Iliad 22.159: ἀντικατήλλασσον τῷ δρόμῳ⁑ On Iliad 22.170: ὅτι ἐλλείπει ἡ περὶ περι Έκτορος ⁑ On Iliad 22.172: ὅτι ὑπερθετικως ἀντὶ τοῦ ἀκροπόλει ⁑ Venetus A (Marciana 454 = 822), folio 286, recto Iliad 22.184-22.208 22.184 πρόφρονι μυθέομαι. ἐθέλω δέ τοι ήπιος εἶναι: 22.185 έρξον ὅπῃ δή τοι νόος ἔπλετο: μὴ δέ τ' ἐρώει: 22.186 ὡς εἰπὼν, ὄτρυνε, πάρος μεμαυῖαν Ἀθήνην : 22.187 βῆ δε κατ Ουλύμποιο καρήνων ἀΐξασα: 22.188 Ἕκτορα δ' ἀσπερχὲς κλονέων ἔφεπ' ὠκὺς Ἀχιλλεύς : 22.189 ὡς δ' ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται. 22.190 όρσας ἐξ εὐνῆς, διά τ' ἄγκεα, καὶ διὰ βήσσᾱς. 22.191 τὸν δ' εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπο θάμνῳ: 22.192 ἀλλά τ' ἀνιχνεύων θέει ἔμπεδον, ὄφρά κεν εὕρῃ. 22.193 ὡς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλείωνα : 22.194 ὁσσάκι δ' ὁρμήσειε πυλάων Δαρδανιάων 22.195 ἀντίον ἀΐξασθαι. ἐϋδμήτους ὑπὸ πύργους, 22.196 εἴ πως οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσι. 22.197 τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς 22.198 πρὸς πεδίον: αὐτὸς δὲ ποτι πτόλιος πέτετ' αἰεί: 22.199 ὡς δ' ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν: 22.200 οὔτ' ὰρ, ὃ τὸν δύναται ὑποφεύγειν: οὔθ' ὃ διώκειν: 22.201 ὡς ῥα τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ' ὃς, ἀλύξαι: 22.202 πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο. 22.203 εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ' Ἀπόλλων 22.204 ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος. λαιψηρά τε γοῦνα: 22.205 ἄλλοισιν δ' ἀνένευε καρήατι δῖος Ἀχιλλεὺς . 22.206 οὐδ' ἔα, ϊέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα. 22.207 μή τις κῦδος ἄροιτο βαλών: ὁ δὲ δεύτερος ἔλθοι: 22.208 ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο. Scholia to Iliad 22.184-22.208 Main scholia On Iliad 22.188: σημειῶδες ὅτι μόνος Ὁμηρός φησι μονομαχῆσαι τὸν Ἕκτορα : οἱ δὲ λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπο Ἀχιλλέως ⁑ On Iliad 22.197: τοσσάκι μιν προπάροιθεν: ὅτι τοπικῶς τὸ προπάροιθε δυνατὸν ἀκούειν εἰς τούμπροσθεν . δυνατὸν δὲ καὶ χρονικῶς. πρότερος φθάσας ἀπέτρεπεν αὐτὸν εἰς τὸ πεδίον ὁ καὶ ἔστιν ὑγιές. καὶ πρὸς τὸ παραφθὰς ὅτι κακῶς ἀντι τοῦ παραφθάσας ⁑ On Iliad 22.199-22.201: ὡς δ' ἐν oνείρῳ ἀθετοῦνται στίχοι τρεῖς, ὅτι καὶ τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐτελεῖς. καὶ γὰρ ἀπραξίαν δρόμου καὶ τὸ ἀπαράβατον σημαίνουσιν ἐναντίως τῷ ὡς δέ τ' ἀεθλοφόροι περι τέρματα μώνυχες ἵπποι ⁑ On Iliad 22.202: πῶς δέ κεν Ἕκτωρ ⁑ ἀξιοῦσι τοῦτον τὸν στίχον καθ αυτὸν ἀναγινώσκεσθαι ἐπεὶ ἐρωτητικός ἐστι φασίν εῖτα τους δύο τοὺς ἑξῆς κατὰ μίαν περικοπήν εἰσὶ μέντοι οἳ συνῆψαν τὸ πῶς . ἀόριστον ἐκδεχόμενοι ἐξέφυγε δάν πως ὁ Έκτωρ τὰς κῆρας, εἰ μὴ πύματον αὐτῷ συνήντησεν ὁ Ἀπόλλων ἡ διπλῆ προς τὸ ζητούμενον πῶς ὁ ποδώκης οὐ καταλαμβάνει τὸν Ἔκτορα : λέλυκε δὲ αὐτὸ ὁ ποιητής ὅτι ὑπὸ Ἀπόλλωνος ἐβοηθεῖτο⁑ On Iliad 22.204-22.207: ἐγγύθεν ὡς οἱ ἐπῶρσε, ἤτοι στικτέον εἰς τὸ γοῦνα καὶ ἀφ ετέρας ἀρχῆς ἄλλοισιν δ' ἀνένευεν ἵν' ᾗ τῶν προτέρων ὁ λόγος τοιοῦτος εὐθέως δ ἂν ἀπώλετο ὁ Ἕκτωρ εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον: ἠ παντα συναπτέον ἕως τοῦ ὁδὲ δεύτερος ἔλθοι ἵν ᾗὁ λόγος. ἀνῄρητο δ' ἂν Ἕκτωρ ἤδη: εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησεν τάχος ἐμπνεύσας: Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα ⁑ On Iliad 22.208: ἀλλ' ὅτε δὴ τὸ τέταρτον: σημειοῦνται τινὲς δια τὸ δοκοῦν ἄπορον εῖναι μετα μικρὸν τούτων λεγομένων, τρεῖς περι άστυ μέγα Πριάμου δίον ⁑ On Iliad 22.208: ὡς ὁ τὸν οὐ δύνατο μάρψαι ποσί: πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς οὐ καταλαμβάνει τὸν Ἕκτορα καὶ φασίν: οἱ μὲν ἐπίτηδες αὐτὸν ὑπο τοῦ ποιητοῦ καταπεπονῆσθαι πολλῶ πόνῳ πρότερον ἵν' ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη: οἱ δὲ ὅτι τὸν ἐνδοτέρῳκαὶ πρὸς τῷ τείχει δρόμον Ἕκτορος ποιουμένου Ἀχιλλεὺς διπλάσιον ἔκαμεν ἔξωθεν περιθέων⁑ Interlinear scholia On Iliad 22.197@παραφθὰς: προλαβών Intermarginal scholia On Iliad 22.184: ὑποχώρει ἐνδίδου⁑ Interior scholia On Iliad 22.190: ὅτι ἀντὶ δι' αγκέων καὶ βησσῶν On Iliad 22.194: ὅτι ἃς άνω Σκαιὰς νῦν Δαρδανίους⁑ On Iliad 22.198: οὕτως δια τοῦ ε πέτετο⁑ On Iliad 22.201: ἐν ἄλλω ὡς ὁ τὸν ⁑ On Iliad 22.202: Ἀρίσταρχος υπεξέφερεν Venetus A (Marciana 454 = 822), folio 286, verso Iliad 22.209-22.233 22.209 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα. 22.210 ὲν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο. 22.211 τὴν μὲν Ἀχιλλῆος . τὴν δ' Ἕκτορος ἱπποδάμοιο: 22.212 ἕλκε δὲ μέσσα λαβὼν. ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ: 22.213 ᾤχετο δ' εἰς Ἀΐδαο : λίπεν δέ, ἑ, Φοῖβος Ἀπόλλων : 22.214 Πηλείωνα δ' ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη . 22.215 ἀγχοῦ δ' ἱ̈σταμένη ἔπεα πτερόεντα προσηύδα: 22.216 νῦν δὴ νῶί̈ γ' ἔολπα Διῒ φίλε. φαίδιμ' Ἀχιλλεῦ . 22.217 οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτι νῆας. 22.218 Ἕκτορα δῃώσαντε μάχης ᾶτόν περ ἐόντα: 22.219 οὔ οἱ νῦν ἔτι γ' ἐστὶ, πεφυγμένον ἄμμι γενέσθαι. 22.220 οὐδ' εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων 22.221 προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο: 22.222 ἀλλὰ σὺ μὲν νῦν στῆθι: καὶ ἄμπνυε, τόνδε δ' ἐγώ τοι 22.223 οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι: 22.224 ὡς φάτ' Ἀθηναίη . ὁ δ' ἐπείθετο. χαῖρε δὲ θυμῷ: 22.225 στῆ δ' ὰρ, ἐπι μελίης χαλκογλώχινος ἐρεισθείς: 22.226 ἡ δ' ἄρα, τὸν μὲν ἔλειπε, κιχήσατο δ' Ἕκτορα δῖον. 22.227 Δηϊφόβῳ ἐικυῖα δέμας καὶ ἀτειρέα φωνήν: 22.228 ἀγχοῦ δ' ἱσταμένη. ἔπεα πτερόεντα προσηύδᾱ: 22.229 ἠθεῖ': ῆ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς . 22.230 ἄστυ περὶ Πριάμοιο ποσὶν ταχέεσσι διώκων: 22.231 ἂλλ' ἄγε δὴ, στέωμεν: καὶ ἀλεξώμεσθα μένοντες: 22.232 τὴν δ' αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ : 22.233 Δηΐφοβ '. ῆ μέν μοι τὸ πάρος πολὺ φίλτατος ῆσθα Scholia to Iliad 22.209-22.233 Main scholia On Iliad 22.210: ἐν δ ετίθει δύο κῆρε: ὅτι ἐντεῦθεν ἡ Ψυχοστασία Αἰσχύλου πέπλασται ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος οὐ θανατηφόρους μοίρας⁑ On Iliad 22.216: νῦν δὴ νῶϊ γ’, ὅτι Ζηνόδοτος γράφει νῶϊν . τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν, ὅπερ οὐ συμφωνεῖ, τὸ δε νῶϊ χωρὶς τοῦ ν σημαίνει ἡμᾶς. ἠ ἡμῖς ὅπερ νῦν λέγει ἡμᾶς ἔολπα οἴεσθαι μέγα κῦδος⁑ On Iliad 22.229: ‡ ἠθεῖ’ ἠ μάλα δήσε: ὅτι νεωτέρου προς πρεσβύτερον σεπτικῆ προσφώνησις ἐστι τοῦ ἠθεῖε ⁑ Venetus A (Marciana 454 = 822), folio 287, recto Iliad 22.234-22.258 22.234 γνωτῶν: οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας: 22.235 νῦν δ' έτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι: 22.236 ὃς ἔτλης ἐμεῦ είνεκ', ἐπεὶ ἴ̈δες ὀφθαλμοῖσι. 22.237 τείχεος ἐξελθεῖν: ἄλλοι δ' ἔντοσθε μένουσι: 22.238 τὸν δ' αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη : 22.239 ἠθεῖ': ῆ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ 22.240 λίσσονθ' ἑξείης γουνούμενοι. ἀμφὶ δ' ἑταῖροι. 22.241 αὖθι μένειν, τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες. 22.242 ἂλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ: 22.243 νῦν δ' ἰ̈θὺς μεμαῶτε μαχώμεθα: μη δέ τι δούρων 22.244 ἔστω φειδωλὴ. ἵνα εἴδομεν. εἴ κεν Ἀχιλλεὺς 22.245 νῶϊ κατακτείνας, ἔναρα βροτόεντα φέρηται 22.246 νῆας ἐπὶ γλαφυρὰς. ἤ κεν σῷ δουρὶ δαμείῃ: 22.247 ὡς φαμένη: καὶ κερδοσύνῃς ἡγήσατ' Ἀθήνη : 22.248 οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰ̈όντες: 22.249 τὸν πρότερος προσέειπε μέγας κορυθαιόλος Ἕκτωρ : 22.250 οὔ σ' ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ 22.251 τρὶς, περι ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποπτ‘ ἔτλην 22.252 μεῖναι ἐπερχόμενον. νῦν αῦτέ με θυμὸς ἀν ἧκε 22.253 στήμεναι ἀντία σεῖο. ἕλοιμί κεν. ἤ κεν ἁλοίην: 22.254 ἂλλ' άγε δεῦρο θεοὺς ἐπιδώμεθα: τοὶ γὰρ ἄριστοι 22.255 μάρτυροι ἔσσονται. καὶ ἐπίσκοποι ἁρμονιάων: 22.256 οὐ γὰρ ἐγώ σ‘ ἔκπαγλον ἀεκιῶ, αἴ κεν ἐμοὶ Ζεὺς 22.257 δώῃ καμμονίην. σὴν δὲ ψυχὴν ἀφέλωμαι: 22.258 ἂλλ' ἐπεὶ, άρ κέ, σε, συλήσω κλυτὰ τεύχε' Ἀχιλλεῦ . Scholia to Iliad 22.234-22.258 Main scholia On Iliad 22.244-22.446: ἔστω φειδωλή. βραχὺ διασταλτέον φειδωλὴ καὶ εἴδομεν , τ ἀλλα δὲ συναπτέον ἕως γλαφυράς ,ἤτοι δὲ στικτέον ἐπι τὸ γλαφυράς . ἡ βραχὺ διασταλτέον: περισπαστέον δὲ τὸν η̄ σύνδεσμον : ἀδύνατον γὰρ τῷ η̄ συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι⁑ On Iliad 22.247: ὡς φαμένη: καὶ κερδοσύνη: βραχὺ διασταλτέον ἐπι τὸ φαμένη μᾶλλον γὰρ ἐμφαίνει: τὸ δὲ ἑξῆς ἐστι καὶ ἡγήσατο , οἷον οὐ μόνον δια λογων αὐτὸν ἡπάτησεν ἀλλα καὶ δια τοῦ προσελθεῖν ἀξιοπίστως⁑ On Iliad 22.251: τρὶς περι αστυ. ὅτι τὸ δῖον ἐδιώχθην: οὐ μάχεται δὲ τῷ ἄλλ οτε δὴ τὸ τέταρτον : τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμεν τὸ δε τέταρτον ἕως τῶν κρουνῶν ἐλθόντες οὐκέτι περιῆλθον τὴν πόλιν⁑ On Iliad 22.255: μάρτυροιἔσονται: ὅτιμάρτυροιοὐ μάρτυρες. καὶ γὰρ τὸ ἑνικὸν Ζεὺς δ' ἅμμ' ἐπιμάρτυρος ἔστω ⁑ On Iliad 22.255: ἁρμονίων: συναρμογῶν ἀφ οὗ δηλοὶ τὸ ὁμολογιῶν καὶ συνθηκῶν⁑ Interlinear scholia On Iliad 22.244@φειδωλὴ: φειδω On Iliad 22.247@κερδοσσύνῃ: πονηρίᾳ απάτη On Iliad 22.251@δίον: εδιώχθην On Iliad 22.253@ἁλοίην: ληφθείην On Iliad 22.255@ἁρμονιάων: συνθηκῶν Intermarginal scholia On Iliad 22.239: προς τὸ αυτο⁑ Interior scholia On Iliad 22.247: τινὲς πληθυντικῶς κερδοσύνῃς⁑ On Iliad 22.250: ὅτι σαφῶς φεύξομαι⁑ On Iliad 22.251: γράφεται καὶ δίες καὶ οὕτως εῖχον αἱ χαριέστεραι ⁑ On Iliad 22.254: ὅτι ἐπιμαρτυρώμεθα Venetus A (Marciana 454 = 822), folio 287, verso Iliad 22.259-22.283 22.259 νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν: ὡς δὲ σὺ ῥέζειν: 22.260 τὸν δ' άρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 22.261 Ἕκτορ . μή μοι ἄλαστε, συνἡμοσύνας ἀγόρευε: 22.262 ὡς οὐκ έστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ. 22.263 οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν. 22.264 ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν. 22.265 ὡς οὐκ έστ' ἐμὲ καὶ σὲ φιλήμεναι: οὐδέ τι νῶϊν 22.266 ὅρκια ἔσσονται. πρίν γ' ἢ ἕτερόν γε πεσόντα: 22.267 αἵματος ᾶσαι Ἄρηα ταλαύρινον, πολεμιστήν: 22.268 παντοίης ἀρετῆς μιμνήσκεο: νῦν σε μάλα χρὴ 22.269 αἰχμητήν τ' έμεναι. καὶ θαρσαλέον πολεμιστήν: 22.270 οὔ τοι ἔτ' ἔσθ' ὑπάλυξις: ἄφαρ δέ σε Παλλὰς Ἀθήνη 22.271 ἔγχει ἐμῷ δαμάᾳ: νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις 22.272 κήδε' ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θύιων: 22.273 ῆ ῥα. καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος: 22.274 καὶ τὸ μὲν ἄντα ϊδὼν. ἠλεύατο φαίδιμος Ἕκτωρ . 22.275 ἕζετο γὰρ προϊδὼν. τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος: 22.276 ἐν γαίῃ δ' ἐπάγη. ἀνὰ δ' ἥρπασε Παλλὰς Ἀθήνη 22.277 ὰψ δ' Ἀχιλῆϊ δίδου: λάθε δ' Ἕκτορα ποιμένα λαῶν: 22.278 Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλείωνα : 22.279 ἤμβροτες. οὐδ' ἄρα πώ τι θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ . 22.280 ἐκ Διὸς . ῃ εἴδης τὸν ἐμὸν μόρον, ἤ τοι ἔφης γε. 22.281 ἀλλά τις ἀρτιεπὴς. καὶ ἐπίκλοπος ἔπλεο μύθοις , 22.282 ὄφρά σ' ὑποδδείσας. μένεος ἀλκῆς τε λάθωμαι: 22.283 οὐ μέν μοι φεύγοντι. μεταφρένῳ ἐν δόρυ πήξεις: Scholia to Iliad 22.259-22.283 Main scholia On Iliad 22.257: δῴῃκαμμονίην: ὅτι καμμονίη νίκη οὐ καθολικῶς ἀλλὰ ἡ εκ καταμονῆς διὸ ἐπι τῶν μονομαχούντων καὶ πυκτευόντων τίθησιν ἐπὶ δὲ δρομέων οὐκέτι⁑ On Iliad 22.261: συν ἡμοσύναςἀγόρευε: δασυντέον σημαίνει δὲ τὰς συνθήκας ἀπὸ τοῦ εἰς ταὐτὸν ἐφεῖναι τὰ τῆς διανοίας παρα τὸν ἥσω οὖν ἥμων τί ἐστι καὶ ἥμονος ἡ γενική παρ ὴν τὸ ἡμοσύνη . οὕτως δὲ εῖχεν καὶ τὸ μεθημοσύνη ⁑ On Iliad 22.262-22.264: ὡς οὐκ έστι λέουσιν. αἱ ὑποστιγμαὶ πιστὰ ἔχουσιν , ἀλλήλοισιν . ἡ γὰρ ἀνταπόδοσις ὡς οὐκ έστ' ἐμὲ καὶ σέ ⁑ On Iliad 22.266: ὄρκια ἔσσονται: εἰς τοῦτο ἡ διάνοια καταστρέφει ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἠ όρκους ἡμᾶς ποιήσασθαι:ὡς τὸ πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνι οἴκῳ ⁑ On Iliad 22.281: ἀλλά τιςἀρτιεπὴςκαὶ ἐπίκλοπος: ὅτι οὐκ ἐν ἐπαίνῳ ὁ ἀρτιεπὴς κατα τοὐναντίον τῷ ἀμετροεπῇ ἀλλὰ ὁ λάλος καὶ ὁ ἀπηρτισμένον παραλογιζόμενος τὸ δόρυ⁑ Interlinear scholia On Iliad 22.261@ἄλαστε: αλιτήριε Intermarginal scholia On Iliad 22.259: ὅτι ἀντὶ ῥέξε On Iliad 22.266: ὅτι τὰ όρκια έσονται οὐκ έσσεται⁑ On Iliad 22.275: ἐν αλλῶ μείλινον ἔγχος ⁑ Venetus A (Marciana 454 = 822), folio 288, recto Iliad 22.284-22.308 22.284 ἂλλ' ἰ̈θὺς μεμαῶτι. διὰ στήθεσφιν ἔλασσον. 22.285 εἴ τοι ἔδωκε θεὸς, νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευαι 22.286 χάλκεον. ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο. 22.287 καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο 22.288 σεῖο καταφθιμένοιο: σὺ γάρ σφισι πῆμα μέγιστον: 22.289 ῆ ῥα. καὶ ἀμπεπαλὼν. προΐει δολιχόσκιον ἔγχος: 22.290 καὶ βάλε Πηλείδαο μέσον σάκος, οὐδ' ἀφάμαρτε: 22.291 τῆλε δ‘ ἀπεπλάγχθη σάκεος δόρυ: χώσατο δ‘ Ἕκτωρ . 22.292 ὅττι ῥά οἱ βέλος ὠκὺ. ἐτώσιον ἔκφυγε χειρός: 22.293 στῆ δὲ κατηφήσας. οὐδ' ἄλλ' ἔχε μείλινον ἔγχος: 22.294 Δηΐφοβον δ' ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας: 22.295 ᾔτεέ μιν δόρυ μακρὸν. ὁ δ' οὔ τί οἱ ἐγγύθεν ἦεν: 22.296 Ἕκτωρ δ' ἔγνω ᾗσιν ἐνι φρεσὶ. φώνησέν τε: 22.297 ὦ πόποι: ῆ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν 22.298 Δηΐφοβον γὰρ ἔγωγ' ἐφάμην ἥρωα παρεῖναι: 22.299 ἂλλ' ὁ μὲν ἐν τείχει, ἐμὲ δ' ἐξαπάτησεν Ἀθήνη : 22.300 νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδέ τ' ἄνευθεν,: 22.301 οὐδ‘ ἀλέη: ῆ γάρ ῥα πάλαι τό γε φίλτερον ῆεν 22.302 Ζηνί τε καὶ Διὸς υἱεῖ ἑκηβόλῳ. οἵ με πάρος γε 22.303 πρόφρονες εἰρύατο: νῦν αὖτέ με μοῖρα κιχάνει: 22.304 μη μὰν, ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην. 22.305 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι: 22.306 ὡς ἄρα φωνήσας, εἰρύσσατο φάσγανον ὀξὺ. 22.307 τό οἱ ὑπο λαπάρην τέτατο μέγα τε στιβαρόν τε: 22.308 οίμησεν δὲ ἀλεὶς. ὥς τ' αἰετὸς ὑψιπετήεις: Scholia to Iliad 22.284-22.308 Main scholia On Iliad 22.281: ἐπίκλοπος. ἠσκηκὼς λόγοις ἀπατᾶν: οἱ δὲἐπιθυμητής.κλέπτεσθαι γὰρ τὸ ὀρέγεσθαι: καὶ ἐπίκλοπος ἔπλετο τόξων .ἠ ασκῶν διὰ λόγων παραλογίζεσθαι ὡς τὸ κλέπτε νόῳ ⁑ On Iliad 22.285: νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευαι προστακτικῶς ἀναγινώσκειν δεῖ διὸ τρίτη ἀπο τέλους ἡ ὀξεῖα: εἰρωνεία δὲ τοῦτο φησὶν⁑ On Iliad 22.286: χάλκεον ὡς δή μιν σῷ: στικτέον μετα τὸ χάλκεον τὸ γὰρ ὡς ἀντι τοῦ εἴθε διόπερ ἀπ ἅλλης ἀρχῆς ἀναγνωστέον.⁑ On Iliad 22.300-22.301: νῦν δὲ δὴ ἐγγύθι μοι: βραχὺ διασταλτέον κακός . στικτέον δὲ ἄνευθε : τὸ γὰρ οὐδ ἀλέη καθ εαυτὸ προενεκτέον λείποντος τοῦ ἐστι⁑ On Iliad 22.319: ὡς αἰχμῆς ἀπέλαμπ' ὅτι ἐπι τῶν αἰχμὰς ἐχόντων εὐήκεος λέγει καὶ τανυήκεος . τὴν γὰρ ἀκμὴν ἀκὴν λέγει. καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης, ἐκεῖ δὲ παρῆκται, τὸ τανυήκεας ὄζους ⁑ Interlinear scholia On Iliad 22.301@οὐδ’ ἀλέη: ουκ εστι φησιν ἐκφυγεῖν⁑ Intermarginal scholia On Iliad 22.286: ὅτι ἀντι τοῦ όλον⁑ On Iliad 22.291: ὅτι ἀντι τοῦ συνεχύθη ⁑ On Iliad 22.294: ὅτι άπαξ εἴρηκε λευκάσπιδα ⁑ Interior scholia On Iliad 22.287: ἐν αλλῶ καί σφιν Venetus A (Marciana 454 = 822), folio 288, verso Iliad 22.309-22.334 22.309 ὅς τ' εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν. 22.310 ἁρπάξων ἢ ἄρν' αμαλὴν. ἢ πτῶκα λαγωὸν. 22.311 ὡς Ἕκτωρ οίμησε τινάσσων φάσγανον ὀξύ: 22.312 ὡρμήθη δ' Ἀχιλεὺς , μένεος δ' ἐμπλήσατο θυμὸν 22.313 ἀγρίου. πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε 22.314 καλὸν, δαιδάλεον. κόρυθι δ' ἐπένευε φαεινῇ: 22.315 τετραφάλῳ: καλαὶ δὲ περισσείοντο ἔθειραι. 22.316 χρύσεαι. ἃς Ἥφαιστος ί̈ει λόφον. ἀμφι θαμειάς: 22.317 οἷος δ' ἀστὴρ εῖσι μετ' ἄστρασι; νυκτὸς ἀμολγῷ. 22.318 ἕσπερος. ὃς κάλλιστος ἐν οὐρανῷ ἵ̈σταται ἀστὴρ. 22.319 ὡς αἰχμῆς ἀπέλαμπ' εὐήκεος. ἣν ὰρ Ἀχιλλεὺς 22.320 πάλλεν δεξιτερῇ. φρονέων κακὸν Ἕκτορι δίῳ. 22.321 εἰσορόων χρόα καλὸν. ὅπῃ είξειε μάλιστα: 22.322 τοῦ δε καὶ ἄλλο. τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη. 22.323 καλὰ, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτὰς. 22.324 φαίνετο δ' ᾗ κληῗδες ἀπ' ὤμων. αὐχέν' ἔχουσι 22.325 λαυκανίην: ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος: 22.326 τῇ ῥ' ἐπι οἷ, μεμαῶτ' ἔλασ' ἔγχεϊ δῖος Ἀχιλλεύς : 22.327 ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή. 22.328 οὐδ' άρ' ἂπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια. 22.329 ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν: 22.330 ἤριπε δ' ἐν κονίῃς'. ὃ δ' ἐπεύχετο δῖος Ἀχιλλεύς : 22.331 Ἕκτορ . ἀτάρ που ἔφης Πατροκλῆ ἐξεναρίζων. 22.332 σῶς. ἔσσεσθ', ἐμὲ δ' οὐδὲν οπίζεο νόσφιν ἐόντα. 22.333 νήπιε: τοῖο δ' ἄνευθεν ἀοσσητὴρ, μέγ' ἀμείνων 22.334 νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγὼ μετ' όπισθε λελείμμην. Scholia to Iliad 22.309-22.334 Main scholia On Iliad 22.322: τοῦ δὲ καὶ ἄλλο τόσον: ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον .ἐπειδὰν ἀπολείπῃ τί τοῦ ὄλου μικρὸν τέλος, οἱ δή τοι τόσον μὲν ἔχον τέλος : καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλος σῶμα καθώπλιστο γυμνὸν δὲ μόνον διεφαίνετο ἀπο τῶν ώμων ἐπι τὸν αὐχένα⁑ On Iliad 22.324: φαίνετο δ' ᾗ κληῗδες. ἔν τισι τῶν ὑπομνημάτων φαῖνεν δὲ κληῗδες ἵν' ᾖ ἐπι τῶν τευχέων τὰ τεύχῃ οὐκ εκάλυπτε τὴν λαυκανίην. ἀλλ εποίει φαίνεσθαι⁑ On Iliad 22.329: ὄφρα τί μιν προτιειποι . ἀθετεῖται ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσεν μὴ ἀποτεμεῖν τὸν ἀσφάραγον ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα : ἀπολογούμενοι δε φασιν ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. δια τὸ ὅμοιον ἀθετεῖται κἀκεῖνο. εὖθ' ὅ δεδειπνήκει: ὁ δὲ παύσατο θεῖος ἀοιδός ⁑ On Iliad 22.342: σῶμα δὲ οἴκαδ' ἐμὸν ὅτι καὶ οἱ ἐπι τῆς ἰδίας πατρίδος τελευτῶντες δια πυρὸς ἐθάπτοντο ⁑ On Iliad 22.343: Τρῶες καὶ τρώων άλοχοι ὅτι ἀντὶ τοῦ λέχειν ποιήσωτε Interlinear scholia On Iliad 22.310@ἀμαλήν: ἁπαλήν τρυφεράν On Iliad 22.328@ἀσφάραγον: τὴν φάρυγγα: On Iliad 22.332@οπίζεο: ὑφορω Intermarginal scholia On Iliad 22.325: τοῦ λαιμοῦ Interior scholia On Iliad 22.315: αἱ πλείους δεῖναι δὲ Venetus A (Marciana 454 = 822), folio 289, recto Iliad 22.335-22.359 22.335 ὅς τοι γούνατ' ἔλυσα: σε μὲν κύνες ἠδ' οἰωνοὶ 22.336 ἑλκήσουσ' ἀϊκῶς: τὸν δὲ κτεριοῦσιν Ἀχαιοί : 22.337 τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ : 22.338 λίσσομ' ὑπὲρ ψυχῆς. καὶ γούνων, σῶν τε τοκήων. 22.339 μή με ἔα παρα νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν . 22.340 ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο 22.341 δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ. 22.342 σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν. ὄφρα πυρός με 22.343 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα: 22.344 τὸν δ' ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 22.345 μή με κύον γούνων γουνάζεο, μὴ δὲ τοκήων: 22.346 αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήῃ 22.347 ὤμ' ἀποταμνόμενον κρέᾰ έδμεναι, οἷά μ' ἔοργας: 22.348 ὡς οὐκ ἔσθ' ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι. 22.349 οὐδ' εἴ κεν δεκάκις τε: καὶ εἰκοσινήριτ' ἄποινα 22.350 στήσώσ' ἐνθάδ' ἄγοντες. ὑπόσχωνται δὲ καὶ ἄλλα: 22.351 οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι 22.352 Δαρδανίδης Πρίαμος . οὐδ' ὡς σέ γε πότνια μήτηρ 22.353 ἐνθεμένη λεχέεσσι γοήσεται. ὃν τέ κεν αὐτὴ. 22.354 ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατα πάντα δάσονται: 22.355 τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ : 22.356 ῆ σ' εῦ γινώσκων προτιόσσομαι. οὐδ' ὰρ ἔμελλον 22.357 πείσειν, ῆ γὰρ σοί γε σιδήρεος, ἐ᾿ν φρεσὶ θυμός: 22.358 φράζεο νῦν. μή τοί, τι θεῶν μήνιμα γένωμαι 22.359 ἤματι τῷ, ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων Scholia to Iliad 22.335-22.359 Main scholia On Iliad 22.347: κρεᾰ ἔδμεναι κατα συστολὴν τὸ α ἀνεγνώσθη ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ ⁑ On Iliad 22.348: ὡς οὐκ έσθ' ὡς σῆς γε: βέλτιον προ τούτ τούτου στίζειν, καὶ τὸ ὡς ,εἰς τὸ ούτω μεταλαμβάνειν⁑ On Iliad 22.349: οὐδ' εἴ κεν δὲ κάκιςτε: σημειοῦνται τινὲς προς τὴν εἰκοσινήριτα λέξιν ὅτι προς εἴκοσι ἐξισούμενα εἰκοσ ἀπλᾶ⁑ On Iliad 22.348-22.352: οὐδ' εἴ κεν δὲ κάκιςτε ἤτοι ἀπο τούτων ἀρκτέον ἵνα ὑποστίζωμεν ἄγοντες , καὶ ἀλλὰ , τῆς ἀνταποδόσεως οὔσης οὐδ' ὡς σέ γε πότνια μήτηρ . ἢ τοῖς ἄνω προσαπτέον ὡς οὐκ έσθ' ὃς σης γε κύνας οὐδ' εἰ κεν δὲ κάκιςτε καὶ τὰ ἑξῆς, ἔσται δὲ ἀπ άλλης ἀρχῆς οὐδ' ὡς σέ γε πότνια μήτηρ ⁑ On Iliad 22.349: εἴκοσινήριτ’: ὑφ ἓν ἀναγνωστέον ὡς εἰκοσάβοια ἔσται δὲ προς είκοσιν ἐρίζοντα ὅ ἐστιν ἐξισούμενα: φυλακτέον δὲ ὅτι ὁ είκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη⁑ On Iliad 22.351: οὐδ' εἴ κεν σ' αὐτὸν. ὅτι ὑπερβολικῶς λέγει: ὁ δὲ Αἰσχύλος ἐπ αληθειας ἀνθιστάμενον χρυσὸν πεποίηκε προς τὸ Ἕκτορος σῶμα ἐν Φρυξί ⁑ On Iliad 22.356: ῆ σ' εὐ γινώσκων. τὸν η σύνδεσμον περισπαστέον: ἔστι γὰρ βεβαιωτικός .ἡ διπλὴ δὲ ὅτι ἀπο τῶν ὄσσων ἡ μεταφορὰ προβλέπῳ τῷ νῷ ἀντι τοῦ προέβλεπον ἥλλακται γὰρ ὁ χρόνος καὶ προςτὸ οὐδ' ἂρ ἔμελλον ὅτι ἀντὶ τοῦ οὐκ εἰκος ῃ με πεισεῖν⁑ On Iliad 22.362: ψυχὴ δ' ἐκ ῥεθέων πταμένη: σημειοῦνταί τινὲς ὅτι μόνη κάτεισιν εἰς Ἅδου ἡ ψυχὴ, καὶ οὐ δεῖται τῆς Ἑρμοῦ παραπομπῆς ⁑ On Iliad 22.375: ὡς ἄρα τις εἴπεσκε ὅτι οὐ πάντως πρότερον ἔλεγον ἀλλ ἅμα παίοντες ἐπεφώνουν ὥστ' εἶναι ὡς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε ⁑ Interlinear scholia On Iliad 22.351@ἐρύσασθαι: ἀντὶ τοῦ ζυγοστατῆσαι On Iliad 22.358@μή-γένωμαι: μή πως τῆς ἐκ θεῶν σοι βλάβης αίτιος καταστῶ⁑ Intermarginal scholia On Iliad 22.336: οἱ περι Ἀντίμαχον ἐπι τὸ γνωριμώτερον ἐλκήσουσι κακῶς ⁑ On Iliad 22.346: προθυμία με αναπείση⁑ On Iliad 22.354: ὅτι ἀντὶ όλον Interior scholia On Iliad 22.344: ἐν αλλῷ τὸν δ' ἀπαμειβομεμενος Venetus A (Marciana 454 = 822), folio 289, verso Iliad 22.360-22.385 22.360 ἐσθλὸν ἐόντ' ὀλέσωσιν ἐνι Σκαιῇσι πύλῃσιν: 22.361 ὡς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν: 22.362 ψυχὴ δ' ἐκ ῥεθέων πταμένη. Ἄϊδος> δὲ βεβήκει 22.363 ὃν πότμον γοόωσα: λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην: 22.364 τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς : 22.365 τέθναθι: κῆρα δ' ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ 22.366 Ζεὺς ἐθέλῃ τελέσαι. ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι: 22.367 ῆ ῥα: καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος: 22.368 καὶ τό γ' ἄνευθεν ἔθηχ': ὁδ' ἀπ' ὤμων τεύχε' ἐσύλα 22.369 αἱματόεντ'. ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν 22.370 οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν 22.371 Ἕκτορος . οὐδ' άρα οἵ τις ἀνουτητί γε παρέστη: 22.372 ὧδε δέ τις εἴπεσκεν. ἰ̈δὼν ἐς πλησίον ἄλλον: 22.373 ὧ πόποι. ῆ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι 22.374 Ἕκτωρ , ἠ ὅτε νῆας ἐνέπρηθεν πυρὶ κηλέῳ: 22.375 ὡς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς: 22.376 τὸν δ' ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεὺς , 22.377 στὰς. ἐν Ἀχαιοῖσιν . ἔπεα πτερόεντ' ἀγόρευεν: 22.378 ὦ φίλοι. Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες : 22.379 ἐπειδὴ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, 22.380 ὃς κακὰ πολλ`' ἔρρεξεν. ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι: 22.381 εἰ δ' άγετ' ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν: 22.382 ὄφρά κ' έτι γνῶμεν Τρώων νόον, ὅν τιν' ἔχουσιν: 22.383 ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος. 22.384 ἦε μένειν μεμάασι. καὶ Ἕκτορος οὐκέτ' ἐόντος: 22.385 ἀλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός: Scholia to Iliad 22.360-22.385 Main scholia On Iliad 22.378: ὦ φίλοι Ἀργείων ἡγήτορες, ὅτι Ζηνόδοτος ἀντι τούτου πεποίηκεν Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν . οὐ πάρεστι δὲ ὁ Ἀγαμέμνων ἐπι ταύτης τῆς μάχης. ἀλλ επι τῆς σκηνῆς ἔτι τραυματίας ὦν⁑ On Iliad 22.379-22.384: ἐπειδὴ τὸνδ' ἄνδρα ὅτι τὴν αιτίαν προτέταχεν ἐπειδὴ τόνδ' ἄνδρα θεοὶ ἔδει δὲ οὕτως εἰ δ' ἄγετ' ἀμφι πόλιν συν τευχεσι πειρηθῶμεν //ὄφρα// κ' ἔτι γνῶμεν Τρώων νόον, ἠ καταλείψουσι πόλιν ἄκρην τοῦδε πεσόντος, ἢ ἐμένειν μεμάασιν , ἐπειδὴ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν . ὁ δε Διονύσιος διστάζει μὴ προς τὴν ἀπόλειψιν τοῦ χρόνου παρασκευάζει γὰρ τὸ ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἴ̈κοντο: καὶ ἐπιτὸν ὃς βέβλητο τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων. ὅτι σπανίως Ὅμηρος κακομέτρους ποιεῖ⁑ On Iliad 22.393: ᾐράμεθα μέγα κῦδος ἀθετοῦνται στίχοι δύο ὅτι παρα τὴν ἀξίαν Ἀχιλλεως οἱ λόγοι. αὐτὸς γὰρ ἦν ὁ λέγων ὄφρα καὶ Ἕκτωρ εἴσεται ῆ ρα καὶ οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων On Iliad 22.396: ἀμφοτέρων μετ' όπισθε ποδῶν ὅτι νῦν τένοντας εἶπεν τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς κνήμης Interlinear scholia On Iliad 22.370@θηήσαντο: εθαύμασαν Intermarginal scholia On Iliad 22.380: γράφεται ἔρδεσκεν⁑ Exterior scholia On Iliad 22.380: ἔρδεσκεν Venetus A (Marciana 454 = 822), folio 290, recto Iliad 22.386-22.410 22.386 κεῖται παρ νήεσσι, νέκυς ἄκλαυτος. ἄθαπτος. 22.387 Πάτροκλος . τοῦ δ' οὐκ ἐπιλήσομαι. ὄφρ' ὰν ἔγωγε 22.388 ζωοῖσιν μετέω. καί μοι φίλα γούνατ' ὀρώρῃ: 22.389 εἰ δὲ θανόντων περ καταλήθοντ', εἰν Ἀΐδαο : 22.390 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ' ἑταίρου: 22.391 νῦν δ' ἄγ' ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν . 22.392 νηυσὶν ἐπὶ γλαφυρῇσι, νεώμεθα: τόνδε δ' ἄγωμεν: 22.393 ῃράμεθα μέγα κῦδος. ἐπέφνομεν Ἕκτορα δῖον. 22.394 ᾧ Τρῶες κατὰ ἄστυ, θεῷ ὡς εὐχετόωντο: 22.395 ῆ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα: 22.396 ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε 22.397 ἐς σφυρὸν ἐκ πτέρνης. βοέους δ' ἐξῆπτεν ϊμάντας: 22.398 ἐκ δίφροιο δ' ἔδησε: κάρη δ' ἕλκεσθαι ἔασεν: 22.399 ἐς δίφρον δ' ἀναβὰς. ἀνά τε κλυτὰ τεύχε' ἀείρας. 22.400 μάστιξέν ῥ' ἐλάαν. τὼ δ' οὐκ ἄκοντε πετέσθην: 22.401 τοῦ δ' ἦν ἑλκομένοιο κονίσαλος: ἀμφὶ δὲ χαῖται 22.402 κυάνεαι πίλναντο: κάρη δ' ἅπαν ἐν κονίῃσι 22.403 κεῖτο. πάρος χαρίεν: τότε δὲ Ζεὺς δυσμενέεσσι 22.404 δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ: 22.405 ὡς τοῦ, μὲν κεκόνιτο κάρη ἅπαν: ἡ δέ νυ μήτηρ 22.406 τίλλε κόμην: ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην 22.407 τηλόσε. κώκυσεν δὲ μάλα μέγα. παῖδ' ἐς ϊδοῦσα 22.408 ᾤμωξεν δ' ἐλεεινὰ πατὴρ φίλος. ἀμφι δὲ λαοὶ 22.409 κωκυτῷ τ' εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ: 22.410 τῷ δε μάλιστ' ὰρ' έην ἐναλίγκιον. ὡς εὶ ἅπασα Scholia to Iliad 22.386-22.410 Main scholia On Iliad 22.398: ἐκ δίφροιο δ' ἔδησε, δια τί Ἀχιλλεύς θανόντα σύρειτὸν Ἕκτορα καὶ λέγομεν οὐ δι' ωμότητα ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ εσύλησεν ἀλλα συν αυτοῖς τοῖς ὅπλοις ἔθαψεν. ἀλλ ὅτι πρότερος ὁ Ἔκτωρ εἰς τὸν Πάτροκλον ἀεικέα μήσατο ἔργα οἷα καὶ λέγει περι αυτοῦ κεγαλὴν δε θυμὸς ἄνωγε πῆξαι ἐπι σκολόπεσσι ταμόνθ' ἁπαλῆς ὑπο δειρῆσ παρανομοῦσι δὲ οὐχ οἱ αμυνόμενοι, ἀλλ οἱ ἄρξαντες: ὁ δὲ Καλλίμαχος φησὶν ὅτι Θεταλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περι τοὺς τῶν φονευθέντων τάφους. Σίμων γάρ φησι τοῦτον εξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἔλκειν καὶ τὸν Ἀχιλλέα ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι ⁑ On Iliad 22.410: ὡσει άπασα τινὲς περιέργως δια μόνου τοῦ ϊ γράφοντες ἀποδιδόασιν ὡς αυτῆ ἅπασα. οὐκ οῖδεν δὲ ὁ ποιητὴς οὔτε τὴν ϊ οὔτε τὴν σφείς ἔστιν οὖν ὅμοιον τῷ ἐν : σοὶ μὲν νοστήσαντι διοτρεφὲς ὧδε χωρῆσαι, ὡς ει τ' εἰς Ϊθάκην ἀφικοίτο ⁑ On Iliad 22.411: ‡ σμύχοιτο: καταφλέγοιτο: ὁ δὲ λόγος. τοιοῦτος δέ φησι θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπο πυρὸς καταφλεγομένης : On Iliad 22.416: κηδόμενοι περ, οὕτως πληθυντικὼς αἱ Ἀριστάρχου καίπερ ὀδυνώμενοι καὶ αὐτοί ⁑ Interlinear scholia On Iliad 22.400ἄκοντε πετέσθην: ἀντὶ τοῦ βουλήμενοι Intermarginal scholia On Iliad 22.388: ὅτι ζωὸς ἐν Αργείοισι φιλοπτολέμοισι μετείω⁑ On Iliad 22.402: ἔν τισι πιμπλανται ⁑ Interior scholia On Iliad 22.403: ἐν αλλω τερπικεραυνος ⁑ Venetus A (Marciana 454 = 822), folio 290, verso Iliad 22.411-22.435 22.411 Ἴ̈λιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ' άκρης: 22.412 λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα: 22.413 ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων: 22.414 πάντας δ' ἐλλιτάνευε κυλινδόμενος κατα κόπρον: 22.415 ἐξονομακλήδην. ὀνομάζων ἄνδρα ἕκαστον: 22.416 σχέσθε φίλοι. καί μ' οἶον ἐάσατε κηδόμενόν περ 22.417 ἐξελθόντα πόληος ἱ̈κέσθ' ἐπι νῆας Ἀχαιῶν : 22.418 λίσσωμ' ἀνέρα τοῦτον. ἀτάσθαλον, ὀβριμοεργόν, 22.419 ἤ’ν πως ἡλικίην αἰδέσσεται: ἠδ' ἐλεήσῃ 22.420 γῆρᾰς: καὶ δέ νυ: τῷ δε πατὴρ τοιόσδε τέτυκται 22.421 Πηλεὺς . ὅς μιν ἔτικτε: καὶ ἔτρεφε πῆμα γενέσθαι 22.422 Τρωσὶ , μάλιστα δ' εμοὶ περὶ πάντων ἄλγε' ἔθηκε: 22.423 τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας: 22.424 τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ. 22.425 ὡς ἑνός, οὗ μ' ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, 22.426 Ἕκτορος . ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι: 22.427 τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε, 22.428 μήτηρ θ' ἥ μιν ἔτικτε, δυσάμμορος. ἠδ' ἐγὼ αὐτός: 22.429 ὣς ἔφατο κλαίων: ἐπὶ δὲ στενάχοντο πολῖται: 22.430 Τρῳῇσιν δ' Ἑκάβη : αδινοῦ ἐξῆρχε γόοιο: 22.431 τέκνον. ἐγὼ δειλὴ τί νυ βείομαι αἰνὰ παθοῦσα: 22.432 σεῦ ἀποτεθνηῶτος ἀποτεθνειῶτος . ὅ μοι νύκτάς τε καὶ ῆμαρ 22.433 εὐχωλὴ κατὰ ἄστυ πελέσκετο. πᾶσί τ' όνειαρ 22.434 Τρωσί τε καὶ Τρῳῇσι κατα πτόλιν: οἵ σε θεὸν ὣς 22.435 δειδέχατ': ῆ γὰρ κέ σφι μάλα μέγα κῦδος έῃσθα Scholia to Iliad 22.411-22.435 Main scholia On Iliad 22.428: δυσάμμορος: τὸ δυσάμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι βέλτιον δὲ ἴσως τοῖς ἑξῆς⁑ On Iliad 22.431: τέκνον ἐγω δειλὴ. στικτέον καὶ μετὰ τὸ τέκνον καὶ μετα τὸ δειλὴ βέλτιον δέ ἐστι συνάπτειν μετὰ τὸτέκνον πάντα ἵν' ᾖ τὸ ἑξῆς τί νυ βείομαι εγὼ δειλη αἰνὰ παθοῦσα ⁑ On Iliad 22.433: εὐχωλὴ κατα άστυ πελέσκετο. καθ εκάστην οὖν ἡμέραν φησὶν ὡς θεῷ σωτῆρι σοι ηὔχοντο: καὶ ὁ ζῶν ἰσόθεος. νῦν οὐδὲ νεκρὸς εὐτυχής ⁑ On Iliad 22.434: κατα πτόλιν οἵ σε θέον: ἐμοὶ μέν φησι δόξα τοῖς δε πολίταις ὄφελος⁑ On Iliad 22.431: τέκνον ἐγὼ δειλὴ τί νυ βείομαι: ἀντι τοῦ ἐς τί ἔτι βιώσω ὅ ἑστι ζήσω: πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχῃ τοῦτο πάσχει: ῥητεόν οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ: κατολίγον. καὶ ἐκ προσαγωγῆς δεξαμένη τὸ πάθος οὐκ ηττήθη τῷ κακῷ τοσοῦτο Ἀνδρομάχῃ δὲ ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν⁑ On Iliad 22.440: ἀλλ' ἥ γ' ἱ̈στὸν ὕφαινε. ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχῃ ἐν τοσούτω θορύβῳ κατ οῖκον ἀτρεμοῦσα καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα, ἔοικεν οὖν φησὶν ὁ Ἀρίσταρχος προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης προσώπω κατα τὴν προς Έκτορος κοινολογίαν ἀπεσχίσθαι νῦν τοῦ προσώπου⁑ On Iliad 22.441: θρόνα: τὰ βαπτὰ ἔριακατα μετουσίαν ὁμοίως τοῖς ποιοῦσι τὰ ποιούμενα⁑ Intermarginal scholia On Iliad 22.411: ὅτι θηλυκῶς ἡ Ί̈λιος On Iliad 22.416: Ἀρίσταρχος πληθυντικῶς κηδομενοί περ On Iliad 22.431: Ἀρίσταρχος δια τοῦ η βήομαι : βηώσομαι Interior scholia On Iliad 22.411: οὕτως Ἀρίσταρχος σμαίχοιτο ⁑ On Iliad 22.429: γράφεται γέροντες ⁑ Venetus A (Marciana 454 = 822), folio 291, recto Iliad 22.436-22.460 22.436 ζωὸς ἐὼν. νῦν, αὖ θάνατος καὶ μοῖρα κιχάνει: 22.437 ὡς ἔφατο κλαίουσ': ἄλοχος δ' οὔ πω τι πέπυστο 22.438 Ἕκτορος : οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν 22.439 ἤγγειλ'. ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων: 22.440 ἂλλ' ἥ γ' ϊστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο. 22.441 δίπλακα πορφυρέην. ἒν δὲ θρόνα ποικίλ' ἔπασσε: 22.442 κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατα δῶμα 22.443 ἀμφι πυρὶ στῆσαι τρίποδα μέγαν: ὄφρα πέλοιτο 22.444 Ἕκτορι θερμὰ λοετρὰ ἔ́κ νοστήσαντι μά́χης 22.445 νηπίη: οὐδ' ἐνόησεν. ὅ μιν μάλα τῆλε λοετρῶν. 22.446 χερσὶν Ἀχιλλῆος δάμασσε γλαυκῶπις Ἀθήνη : 22.447 κωκυτοῦ δ' ἤκουσσε καὶ οἰμωγῆς ἀπὸ πύργου: 22.448 τῆς δ' ἐλελίχθη γυῖα: χαμαὶ δέ οἱ ἔκπεσε κερκίς: 22.449 ἡ δ' αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα: 22.450 δεῦτε δύω μοι ἕπεσθον: ί̈δωμ' ὅτιν' ἔργα τέτυκται: 22.451 αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον. ἐν δέ μοι αὐτῇ 22.452 στήθεσι πάλλεται ῆτορ ἀνα στόμα: νέρθε δὲ γοῦνα 22.453 πήγνυται: ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν: 22.454 αἲ γὰρ ἀπ' ούατος εἴη ἐμεῦ ἔπος: ἀλλὰ μάλ' αἰνῶς 22.455 δείδω. μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς 22.456 μοῦνον ἀποτμήξας πόλιος. πεδίον δὲ δίηται: 22.457 καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς, 22.458 ἥ μιν ἔχεσκ', ἐπεὶ οὔ ποτ' ἐνι πληθύϊ μέν' ἀνδρῶν: 22.459 ἀλλα πολὺ προθέεσκε. τὸ ὃν, μένος οὐδενὶ εἴκων: 22.460 ὡς φαμένη. μεγάροιο διέσσυτο μαινάδι ἴ̈σῃ: Scholia to Iliad 22.436-22.460 Main scholia On Iliad 22.441: ποικίλ' έπασσεν: πάσσειν Κύπριοι τὸ ποικίλλειν ἀφ οῦ παστὸς ὁ θάλαμος⁑ On Iliad 22.447: κωκυτοῦ δ' ήκουσεν. ἀντι τοῦ θρήνου ήκουσεν ἐζήτηται δὲ πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν. φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ εν τῆ Ζ σωφρονεῖν αὐτὴν ἀναγκάζει⁑ On Iliad 22.445-22.449: ἡδ' αῦτις δμωῇσι αὔξει τὸ πάθος , τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τί τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν μονονουχὶ ὁρῶσα τὸν Ἕκτορα διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς τὸ νηπίη οὐδ' ἐνόησεν ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς⁑ On Iliad 22.468: τῆλε δ' ἀπο κρατὸς. ὅτι βελτιον ἂν ἢν ἡ διάθεσις εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπι τῆς κεφαλῆς ἀπέβαλεν ἀλλ' ὕστερον ὅτε ἀναπινύγκεταί τε καὶ ἑαυτὴν ἀναλαμβάνει ἵν' ᾖ οὕτως. ἡ δ' ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸν ἀγέρθη ἀμβλήδην γοόωσα τῆλε δ' ἀπο κρατὸς χέε δέσματα ⁑ On Iliad 22.470: κρήδεμνόν θ’. ἐκ πλήρους ὁ τε σύνδεσμος: κρήδεμνόν τε οὕτως ἅπασαι⁑ Interlinear scholia On Iliad 22.4410@θρόνα ποικίλ’ ἔπασσεν: ἄνθη ποικίλα ἐξ ὣν βάπτουσι Interior scholia On Iliad 22.445: καθ' εαυτο τὸνιπίη Venetus A (Marciana 454 = 822), folio 291, verso Iliad 22.461-22.485 22.461 παλλομένη κραδίην ἅμα δ' ἀμφίπολοι κίον αὐτῇ: 22.462 αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ΐξεν ὅμιλον. 22.463 έστη παπτήνασ' ἐπὶ τείχεϊ. τόνδ' ἐνόησεν 22.464 ἑλκόμενον, πρόσθεν πόλιος. ταχέες δέ μιν ἵπποι 22.465 ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν : 22.466 τὴν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε: 22.467 ἤριπε δ' ἐξοπίσω. ἀπο δὲ ψυχὴν ἐκάπυσσε: 22.468 τῆλε δ' ἀπο κρατὸς, χέε δέσματα, σιγαλόεντα: 22.469 ἄμπυκα: κεκρύφαλόν τε, ἰ̈δὲ πλεκτὴν ἀναδέσμην: 22.470 κρήδεμνόν θ'. ὅ, ῥά οἱ, δῶκε χρυσῆ Ἀφροδίτη 22.471 ἤματι τῷ, ὅτε μιν κορυθαιόλος ἠγάγεθ' Ἕκτωρ 22.472 ἐκ δόμου Ἠετίωνος . ἐπεὶ πόρε μυρία ἕδνα: 22.473 ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνάτερες ἅλις έσταν: 22.474 αἵ, ἑ, μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι: 22.475 ἡ δ' ἐπεὶ οὖν ἄμπνυτο. καὶ ἐς φρένα θυμὸς ἀγέρθη: 22.476 ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν: 22.477 Ἕκτορ . ἐγὼ δύστηνος. ἰ̈ῇ ἄρα γεινόμεθ' αἴσῃ 22.478 ἀμφότεροι: σὺ μὲν ἐν Τροίῃ . Πριάμου κατὰ δῶμα: 22.479 αὐτὰρ ἐγὼ Θήβησιν. ὑπο Πλάκῳ ὑληέσσῃ: 22.480 ἐν δόμῳ Ἠετίωνος . ὅ μ' ἔτρεφε τυτθὸν ἐοῦσαν 22.481 δύσμορος αἰνόμορον. ὡς μὴ ὤφελλε τεκέσθαι: 22.482 νῦν δὲ. σὺ μέν ρ' Ἀΐδᾱο δόμους. ὑπο κεύθεσι γαίης 22.483 ἔρχεαι: αὐτὰρ ἐμὲ στυγερῷ ἐνι πένθεϊ λείπεις 22.484 χήρην ἐν μεγάροισι. πάϊς δ' έτι νήπιος αὕτως. 22.485 ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι: οὔτε σὺ τούτῳ Scholia to Iliad 22.461-22.485 Main scholia On Iliad 22.473: ἀμφι δέ μινγαλόῳτε: προ τέλους ἡ ὀξεῖα. αἱ γὰρ εἰς ω λήγουσαι δοτικαὶ βαρύτονοι συνεμπίπτουσαι πληθυντικαῖς εὐθείαις συνεμπίπτουσι καὶ καὶ κατα τὸν τόνον τῷ λιπόνεῳ οἱ λιπόνεῳ⁑ On Iliad 22.473: γαλόῳ οὕτως τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαι:εἰνάτερεςδὲ αἱ τῶν ἀδελφῶν γυναῖκες προς ἀλλήλας⁑ On Iliad 22.473: εἰνάτερες: ὡς Δημήτερες . οὕτως πάντες καὶ τὰ τῆς ἀναλογίας ἐπικρατεῖ οὕτως ἔχοντα ὡς ἐδείχθη On Iliad 22.469-22.470: ἄμπυξ: ἀρσενικῶς τὸ διάδημα πρὸς ἀνάδεσιν τῶν κομῶν ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπο τοῦτων παρήγοντο καὶ νῦν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδείσθαι: καὶ χρυσάμπυκες ἵπποι δια τὸ δεῖσθαι στροφίῳ τὰς κορυφαίας τῶν τριχῶν παρα τὸ ἀμπέχειν:ἀναδέσμη δὲ λέγεται σειρὰ ἣν περι τοὺς κροτάφους ἀναδοῦνται: καλεῖται δὲ ὑπ' ενίων καλαυδάκη.κρήδεμνον δὲ πάλιν τὸ μαφόριον, σχομένη κρήδεμνα ⁑ On Iliad 22.474: αἵ ἑ μετα σφίσιν: ὀρθοτονητέον τὴν σφίσιν εἰς γὰρ σύνθετον ἡ μετάληψις:ἔφαμεν δὲ ὡς οὐναστρέφει τὰ τοῦ λόγου⁑ On Iliad 22.475: ἡ δ' ἐπεὶ οῦνἄμπνυτο. δια τοῦ ε Ἀρίσταρχος ἔμπνυτο ἔμπνους ἐγένετο: καὶ ἐπι τοῦ Σαρπηδόνος αὖτις δ' ἐμπνύνθη ⁑ On Iliad 22.477: Ἕκτορ ἐγὼ δύστηνος: στικτέον μετα τὸ Ἕκτορ καὶ μετα τὸ δύστηνος ⁑ On Iliad 22.481: δύσμορος αἱνόμορον: οὕτως αἰνόμορον :ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαιαἰνόμορονδὲ τὴν Ἀνδρομάχην ⁑ On Iliad 22.484: χήρην ἐν μεγάροισι βραχὺ διασταλτέον μετα τὸ αύτως γελοῖοι γὰρ οἱ τοῖς ἑξῆς αὐτῷ συνάπτοντες⁑ On Iliad 22.484: αὕτως ὃν τέκομεν. ἵν' ᾖ ὃν μάτην ἐγεννήσαμεν: τοῖς δὲ ἄνω προσδιδόμενον σημαίνει τὸ ὡσαύτως . οἷον νηπιός εστιν ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν⁑ On Iliad 22.487-22.499: ‡ἦν γὰρ δὴ πόλεμόν γε φύγῃ: ἀπο τούτου ἕως τοῦ δακρυόεις δέ τ' ἄνεισι ἀθετοῦνται στίχοι δεκατρεῖς. ὅτι ἀδιάθετοι. τὸ γὰρ περιέρχεσθαι τὸν Ἄστυἄνακτα καὶ τὸν φίλον τοῦ πατρὸς . τὸν μὲν χλαίνης ἐρύειν τὸν δὲ χιτῶνος ἵνα βρόγχον πίῃ Πριαμου περιόντος καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ αὐτῆς τῆς Ἀνδρομάχης ἄτοπον: δια τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς ἀποτετμημένας ἀρούρας κατα τὸ βασιλικὸν γένος κληρονόμου τοῦ υἱοῦ Ἄστυἄνακτος ὄντος ὅλως δὲ οὐδ' ἔστιν ἴδιον τοῦ περι τὸν Ἄστυἄνακτα οἴκτου. ἀλλα κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν: οὔτε σὺ τούτῳ ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος Ἀστυάναξ ὃς πρὶν μὲν ἑοῦ ⁑ On Iliad 22.490: ῆμαρ δ' ὀρφανικὸν, τὸ τῆς ὀρφανιας ῆμαρ τῶν ἀμφιλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα:ἔνιοι δὲ διεσταλμένως πᾶν εἶτα ἀφήλικα ἵν ἦ πᾶν ῆμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν ὅ ἐστιν ἐκτὸς τῶν ηλικιωτῶν⁑ Intermarginal scholia On Iliad 22.468: Ἀρίσταρχος βάλε δέσματα αἱ δε κοιναὶ χέε⁑ On Iliad 22.478: αἳ κοινότερα Πριαμου ενι οίκω On Iliad 22.481: οὕτως αινόμορον⁑ Interior scholia On Iliad 22.469: παρα τοῖς νεωτέροις ἐκτείνεται τὸ υ τοῦ κεκρυφαλον ⁑ On Iliad 22.473: γράφεται άλις ῆσαν ⁑ On Iliad 22.480: ὅτι ἀντὶ τοῦ τυτθήν καὶ ὅτι τὸ ο ἀντὶ τοῦ ὃς Venetus A (Marciana 454 = 822), folio 292, recto Iliad 22.486-22.510 22.486 ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος: 22.487 ἢ'ν γὰρ δὴ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν . 22.488 αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ὀπίσσω 22.489 ἔσσοντ'. ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας: 22.490 ἦμαρ δ' ὀρφανικὸν παναφήλικα παῖδα τίθησι: 22.491 πάντα δ' ὑπεμνήμυκε. δεδάκρυνται δὲ παρειαί: 22.492 δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους. 22.493 ἄλλον μὲν χλαίνης ἐρύων. ἄλλον δὲ χιτῶνος. 22.494 τῶν δ' ἐλεησάντων. κοτύλην τις τυτθὸν ἐπέσχε: 22.495 χείλεα μέν τ' ἐδίην'. ὑπερώην δ' οὐκ ἐδίηνε: 22.496 τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε 22.497 χερσὶν πεπληγὼν. καὶ ὀνειδείοισιν ἐνίσσων: 22.498 ἔρρ' οὕτως. οὐ, σός γε πατὴρ μετὰ δαίνυται ἡμῖν: 22.499 δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην 22.500 Ἀστυάναξ : ὃς, πρὶν μὲν ἑοῦ ἐπὶ γούνατα πατρὸς 22.501 μυελὸν οἶον ἔδεσκε, καὶ οἰῶν πίονα δημόν: 22.502 αὐτὰρ ὅθ' ὕπνος ἕλοι. παύσαιτό τε νηπιαχεύων: 22.503 εὕδεσκ' ἐν λέκτροισιν. ἐν ἀγκαλίδεσσι τιθήνης: 22.504 εὐνῇ ἐνι μαλακῇ. θαλέων ἐμπλησάμενος κῆρ: 22.505 νῦν δ' δὴ πολλὰ πάθῃσι. φίλου ἀπο πατρὸς ἁμαρτὼν 22.506 Ἀστυάναξ . ὃν, Τρῶες ἐπίκλησιν καλέουσιν: 22.507 οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά: 22.508 νῦν δὲ σὲ μὲν παρα νηυσὶ κορωνίσι, νόσφι τοκήων. 22.509 αἰόλαι εὐλαὶ ἔδονται ἐπην κε κύνες κορέσωνται: 22.510 γυμνὸν: ἀτάρ τοι είματ' ἐνι μεγάροισι κέονται Scholia to Iliad 22.486-22.510 Main scholia On Iliad 22.491: πάντα δ' ὑπεμνήμυκε: πάντα αὐτῷ καταπέπτωκε κέκλιται παρα τὸ ἠμύω ἐμήμυκε καὶ περισσὸν τὸ ν . ἠ πάντα αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν⁑ On Iliad 22.491: ὑπεμνήμυκε. καταμέμυκε κατεστύγνακε. κάτω βλέπει: ὁ δὲ Ἀρίσταρχος ἐπι τοῦ κατανένευκε ἐκδέχεται: οἱ δὲ ἀντι τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός⁑ On Iliad 22.492: δευόμενος δέ τ' ἄνεισι: ὅτι ἀντι τοῦ πρὸς πατρὸς ἑταίρους ὡς εἰς Ἀγαμέμνονα δῖον ⁑ On Iliad 22.494: τῶν δ' ἐλεησάντων κοτύληντίς: ὅτι εἶδος ποτηρίου ἡ κοτύλη καὶ λέγεται ἀρσενικῶς κότυλος καὶ ἐν πύρνον καὶ κοτύλην ὁμωνυμως τὸ αγγειον τῶ ὑγρῷ⁑ On Iliad 22.502: νηπιαχεύων: παραγωγόν ἐστι τὸ ῥῆμα παρα τὸ νηπίαχος νηπιαχέυω ὡς ἵππος ἱππεύω⁑ On Iliad 22.503: ἀγκαλίδεσσι: ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον.ἠ ὡς τῆς τροφοῦ συγκυμωμενης αὐτῷ: ἐμείωσε δὲ τὴν λέξιν ὁμοιως τῆ βραχύτητι : τοῦ παιδος⁑ Interlinear scholia On Iliad 22.490@παναφήλικα: πάντων έρημον τῶν ηλικιωτῶν On Iliad 22.491@ὑπεμνήμυκε: κατεστύγηακε κάτω βλεπει ⁑ On Iliad 22.492@δευόμενος: ενδεὴς ών On Iliad 22.495@ἐδίην’: εβρεξε On Iliad 22.495@ὑπερώην: τὸν οὐρανίσκον Intermarginal scholia On Iliad 22.488: ἐν αλλω αλλ ήτοι τούτῳ On Iliad 22.489: ὅτι κυριως νῦν ἀφοριουνται On Iliad 22.491: Ἀρίσταρχος ουδετερως παρεία ⁑ On Iliad 22.497: ὅτι ἀντὶ τοῦ πλήσσω ⁑ On Iliad 22.505: ὅτι ἀντὶ τοῦ πάθοι αν προς τὸ ἰχθὺς ὥς κε φάγῃσι Interior scholia On Iliad 22.487: γραφεται ἢν περ γὰρ On Iliad 22.496: ὅτι ἀπαξ αμφιθαλής ⁑ Venetus A (Marciana 454 = 822), folio 292, verso Iliad 22.511-23.11 22.511 λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν 22.512 ἂλλ' ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ: 22.513 οὐδὲν σοί γ' ὄφελος. ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς. 22.514 ἀλλὰ προς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι: 22.515 ὡς ἔφατο κλαίουσ'. ἐπὶ δὲ στενάχοντο γυναῖκες: 23.1 ὡς οἱ μὲν στενάχοντο κατα πτόλιν: αὐτὰρ Ἀχαιοὶ . 23.2 ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ῾ΐκοντο. 23.3 οἱ μὲν ὰρ ἐσκίδναντο ἑὴν ἐπι νῆα ἕκαστος: 23.4 Μυρμιδόνας δ’ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς : 23.5 ἀλλ' ὅ γε, οἷς, ἑτάροισι φιλοπτολέμοισι μετηύδα: 23.6 Μυρμιδόνες ταχύπωλοι, ἐμοὶ ἐρίηρες ἑταῖροι. 23.7 μὴ δή πω ὑπ' όχεσφι λυώμεθα μώνυχας ἵππους: 23.8 ἂλλ̓ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν άσσον ϊόντες. 23.9 Πάτροκλον κλαίωμεν. ὃ γὰρ γέρας ἐστὶ θανόντων: 23.10 αὐτὰρ ἐπεί κ' ὀλοοῖο τεταρπώμεθα γόοιο. 23.11 ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες: Scholia to Iliad 22.511-23.11 Main scholia On Iliad 23.1: κατα πτόλιν πτόλιν, Κυπρίων τὸν ἐν Σαλαμϊ῀νι ἡ λέξις:κεῖται δὲ καὶ παρα κωμικῷ ἐν Σωσίππῳ. On Iliad 23.1: ὡς οἱ μὲν στενάχοντο ὅτι εἰ ἦν στεναχῶν ὡς φρονῶν οὐκ ὰν οὕτως ἔλεγεν στενάχοντο ἀλλ ὥσπερ ἀπο τοῦ φέρον ἐφέροντο . οὕτως ἀπο τοῦ στενάχων στενάχοντο λέγει On Iliad 23.2: νῆάς τε τὸν τόπον ἐνταῦθα τῶν νηῶν λέγει On Iliad 23.4: ἀποσκίδνασθαι ἀφ' ἑαυτοῦ χωρίζεσθαι: ἠ παρέλκει ἡ ἀπο ὡς ἐν τῷ ἀπητίμασεν. ἠ ἐγκλίνεται Intermarginal scholia On Iliad 22.513: οὐκ εντάφῃσι : Venetus A (Marciana 454 = 822), folio 293, recto Iliad 23.12-23.36 23.12 ὡς ἔφαθ'. οἱ δ' ᾤμωξαν ἀολλέες. ἦρχε δ' Ἀχιλλεύς : 23.13 οἱ δὲ τρὶς περι νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους 23.14 μυρόμενοι, μετα δέ σφι Θέτις . γόου ῾ΐμερον ὦρσε: 23.15 δεύοντο ψάμαθοι. δεύοντο δὲ τεύχεα. φωτῶν 23.16 δάκρυσι: τοῖον γὰρ πόθεον μήστωρα φόβοιο: 23.17 τοῖσι δὲ Πηλείδης αδινοῦ ἐξῆρχε γόοιο. 23.18 χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου: 23.19 χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Αΐδαο δόμοισι: 23.20 πάντα γὰρ ήδη τοι τελέω. τὰ πάροιθεν ὑπέστην. 23.21 Ἕκτορα δεῦρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι: 23.22 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν 23.23 Τρώων ἀγλαὰ τέκνα: σέθεν κταμένοιο χολωθείς: 23.24 ῆ ῥα. καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. 23.25 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας 23.26 ἐν κονίῃς. οἱ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστος 23.27 χάλκεα: μαρμαίροντα. λύον δ' ὑψηχέας ἵππους: 23.28 καδ δ' ΐζον παρα νηῒ ποδώκεος Αἰακίδαο 23.29 μυρίοι: αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ: 23.30 πολλοὶ μὲν βόες ἀργοὶ. ὀρέχθεον ἀμφι σιδήρῳ 23.31 σφαζόμενοι: πολλοὶ δ' ὄϊες. καὶ μηκάδες αἶγες. 23.32 πολλοὶ δ' ἀργιόδοντες ὕες. θαλέθοντες ἀλοιφῇ. 23.33 ευόμενοι τανύοντο δια φλογὸς Ἡφαίστοιο : 23.34 πάντῃ δ' ἀμφι νέκυν κοτυλήῤυτον ἔρρεεν αἷμα: 23.35 αὐτὰρ τόνγε ἄνακτα ποδώκεα Πηλείωνα . 23.36 εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν . Scholia to Iliad 23.12-23.36 Main scholia On Iliad 23.15: δεύοντο ψάμαθοι: ἐπι τὸ τεύχεά τνες διαστέλλειν ἀξιοῦσι τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα. ἡ διπλῆ δὲ ὅτι ὡς σπάρτα λέλυνται On Iliad 23.16: δάκρυσι τοῖον γὰρ. ὅτι αὐξητικῶς τὸ τοῖον οὑχ ὡς οἱ γλωσσόγραφοι ἀξιοῦσιν ἀγαθόν On Iliad 23.18: χεῖρας ἐπ ανδροφόνους: πρὸς τὸ ἀμφίβολον πότερον τὰς ἐαυτοῦ χεῖρας ἐις τὰ τοῦ Πατρόκλου στήθη. ἢ τὰς τοῦ Πατρόκλου εἰς τὰς ἑαυτοῦ On Iliad 23.19: χαιρε μοι ὦ Πάτροκλε οἴκτου κινητικὸν ἡ προς νεκροὺς ὁμιλίαι: κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεὺς καὶ ἔοικεν αειδές τι τὸν θάνατον ὑπειληφέναι. τοῦτο γ οῦν ἐν ἑπερβολῇ φησὶν. καὶ εἰ Ἀϊδαο δόμοισιν ὢν ὅμως χαῖρε. οἷον ἐι έστι παραμυθίαι καὶ χαρα. ἐν τοῖς τετελευτηκόσι, τοῦτο δέχου παρ ημῶν On Iliad 23.29: μύριοι ατὰρ ὃ τοῖσιν ὅτι τάφον τὸ δεῖπνον τὸ περι τὴν ταφὴν γινόμενον On Iliad 23.29: πάντη δ' ἀμφι νέκυν. ὅτι ψιλῶς προενεκτέον κοτυλή ρυτὸν οὐ γὰρ ἀπο τῆς ῥύσεως. αλλ απο τοῦ ἀρύσαι κοτύλη δὲ εἶδος ποτηρίου κοίλου. Ἀρίσταρχος πολὺ ὥστε κοτύλῃ ἀρύσασθαι Interlinear scholia On Iliad 23.30: νῦν ἀδάμαστοι On Iliad 23.30: ἐστέναζον ἐμυκῶντο Intermarginal scholia On Iliad 23.26: γράφεται ἕκαστοι Interior scholia On Iliad 23.18: οὑτῶς Ἀρίσταρχος σὺν τῷ σ ἐπ ανδροφόνουσ On Iliad 23.27: γράφεται λύοντο δὲ μώνυχασ ἵππουσ On Iliad 23.36: σημείωσαι ὅτι τῇ εἰς ἐπὶ ἐμψύχων ώφειλεν γὰρ τὴν προσ Venetus A (Marciana 454 = 822), folio 293, verso Iliad 23.37-23.61 23.37 σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ: 23.38 οἱ δ' ὅτε δὴ κλισίην Ἀγαμέμνονος ΐξον ϊόντες 23.39 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν. 23.40 ἀμφι πυρὶ, στῆσαι τρίποδα μέγαν. εἰ πεπίθοιεν 23.41 Πηλείδην λούσασθαι ἄπο βρότον αἱματόεντα: 23.42 αὐτὰρ ὅ γ' ἠρνεῖτο, στερεῶς. ἐπὶ δ' ὄρκον όμοσσεν: 23.43 οὒ μα Ζῆν ̓. ὅς τις τε θεῶν ὕπατος καὶ ἄριστος 23.44 οὐ θέμις ἐστὶ λοετρὰ καρήατος άσσον ϊκέσθαι. 23.45 πρίν γ' ἐνι Πάτροκλον θέμεναι πυρὶ, σῆμά τε χεῦαι. 23.46 κείρασθαί τε κόμην. ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε 23.47 ΐξετ' ἄχος κραδίην. ὄφρα ζωοῖσι μετείω 23.48 ἂλλ' ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτὶ: 23.49 ἠῶθεν δ' ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον . 23.50 ὕλην τ' ἂξέμεναι. παρά τε σχεῖν. ὡς ἐπιεικὲς 23.51 νεκρὸν ἔχοντα νέεσθαι ὑπο ζόφον ἠερόεντα: 23.52 ὄφρ' ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ 23.53 θᾶσσον ἀπ' ὀφθαλμῶν: λαοὶ δ' ἐπι έργα τράπωνται: 23.54 ὡς ἔφαθ'. οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο. 23.55 ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι 23.56 δαίνυντ’: οὐδέτι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης: 23.57 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο. 23.58 οἱ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος: 23.59 Πηλείδης δ' ἐπι θινὶ πολυφλοίσβοιο θαλάσσης. 23.60 κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν: 23.61 ἐν καθαρῷ. ὅθι κύματ' ἐπ' ἠϊόνας κλύζεσκεν : Scholia to Iliad 23.37-23.61 Main scholia On Iliad 23.37: σπουδῆ παρπεπιθόντες ὅτι σπουδῇ μετα πολλῆς κακοπαθίας: καὶ ἐλλείπει ἡ πρόθασις: ἐστι γὰρ ἀντι τοῦ περι ἑταίρον καὶ τὸ χωόμενον ὰντὶ τοῦ συγχεόμενον τὸ πεπιθόντες ὡς καταλαβόντες ἔστι γὰρ δεύτερος ἀόριστος: On Iliad 23.43: οὐ μα Ζῆν ἔτι τὴν ἄρνησιν καὶ ἀπόδοσιν ὁμοῦ ἔθηκεν> On Iliad 23.48: ἀλλ' ἤτοι νῦν μὲν οὕτως νῦν μὲν στυγερῇ καὶ πειθώμεθα οὐ τερπώμεθα On Iliad 23.53: θάσσον ἀπ οφθαλμῶν ἀντι τοῦ ἵνα ταχύτερον ἐκτὸς τῆς όψεως ἡμῶν γένηται On Iliad 23.58: οἱ μὲν κακκείοντες ὅτι σύνηθες ἦν ἀναλύειν ὡς καὶ ἐν ἐπι τῶν μνηστήρων On Iliad 23.59: Πηλείδης δ' ἐπι θινὶ πρεπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι τάχα δὲ τὰς παρηγορίας: τῶν φίλων οὐ φέρων καθ αυτὸν τρέπεται σχολάζειν τῷ πένθει θέλων Interlinear scholia On Iliad 23.45: ταφον Intermarginal scholia On Iliad 23.39: Ἀρίσταρχος κελευσαν : πληθυντικῶς On Iliad 23.46: ἐν ἄλλῳ ἐπεὶ οὔ τι με On Iliad 23.48: οὑτῶς πειθώμεθα . οὐ τερπόμεθα : Interior scholia On Iliad 23.61: διχῶς Venetus A (Marciana 454 = 822), folio 294, recto Iliad 23.62-23.87 23.62 εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ. 23.63 νήδυμος ἀμφιχυθεὶς. μάλα γὰρ κάμε φαίδιμα γυῖα 23.64 Ἕκτορ' Ἕκτορ' ἐπαΐσσων προτὶ ΅Ιλιον ἠνεμόεσσαν. 23.65 ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος̓ δειλοῖο. 23.66 πάντ' αὐτῷ. μέγεθός τε. καὶ ὄμματα κὰλ' εἰκυῖα: 23.67 καὶ φωνὴν, καὶ τοῖα περὶ χροῒ. εἵματα ἕστο: 23.68 στῇ δ ὰρ ὑπερ κεφαλῆς. καί μιν πρὸς μῦθον έειπεν: 23.69 εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ . 23.70 οὐ μέν μευ ζώοντος ἀκήδεις. ἀλλὰ θανόντος: 23.71 θάπτέ με, ὅτι τάχιστα. πύλας Ἀΐδαο περήσω: 23.72 τῆλέ με εἴργουσι ψυχαὶ. εἴδωλα καμόντων: 23.73 οὐδ', έμε πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν. 23.74 ἂλλ'αύτως ἀλάλημαι ἀν εὐρυπυλὲς Ἄϊδος δῶ: 23.75 καί μοι δὸς τὴν χεῖρ': ὀλοφύρομαι. οὐ γὰρ ἔτ ' αὖτις 23.76 νίσομαι ἐξ Ἀΐδαο , ἐπήν με πυρὸς λελάχητε: 23.77 οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων 23.78 βουλὰς ἑζόμενοι βουλεύσομεν. ἂλλ' ἐμὲ μὲν κὴρ 23.79 ἀμφέχανε στυγερὴ. ἥ περ λάχε γεινόμενόν περ: 23.80 καὶ δε σοὶ αὐτῷ μοῖρα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ 23.81 τείχει ὑπὸ Τρώων εὐηγενέων ἀπολέσθαι: 23.82 ἄλλο δέ τοι ἐρέω. καὶ ἐφήσομαι. αἴ κε πίθηαι: 23.83 μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' Ἀχιλλεῦ . 23.84 ἂλλ' ὁμοῦ ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισιν. 23.85 εῦτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Οπόεντος 23.86 ἤγαγεν ὑμέτερον δ' ἀνδροκτασίης ὑπὸ λυγρῆς 23.87 ἤματι τῷ. ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος Scholia to Iliad 23.62-23.87 Main scholia On Iliad 23.65: ἦλθε δ' ἐπι ψυχῆ ὅτι ἀπ ευθείας τῆς ὁ Πατροκλῆς καὶ τὸ δειλοῖο δειλαίου ἄκρως δὲ ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος.ἐνταυθεν Ἀντισθένης ὁμοσχήμονας φησὶ τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εῖναι: Χρύσιππος δὲ μετα τὸν χωρισμὸν τοῦ σώματος σφαιροειδεῖς γενεσθαι δογματίζει On Iliad 23.70: οὐ μέν μευ ζωοντος ἀκήδεις: ἄμεινον βαρύνειν ὡς ἐνόεις τῆς αρχουσης συσταλείσης ποιητικῶς: ὡς γὰρ τὸ ήκουσα ἄκουσα . ουτως καὶ τὸ ἠκειδης ἀκηδεις On Iliad 23.71: θάπτε με ὅττι τάχιστα ὅτι λείπει τὸ ἵνα ἠ όπως : τὸ δὲ ὅττι τάχιστα ἐκατέροις δύναται προσδίδοσθαι On Iliad 23.73: οὐδε μέ πω μίσγεσθαι. ἀπόλυτός ἐστι ἡ ἀντωνυμία διὸ ἐγκλιτικῶς ἀναγνωστέον: ἡ διπλῆ δὲ ὅτι εκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀταφῶν ψυχὰς καὶ μὴ ἐπισγομένας ταῖς τῷ ἐρεβει. ἡ δε ἀναφορά προς τὰ ἀθετούμενα ἐν τῇ νεκυΐα On Iliad 23.75: καί μοι δὸς τήν χειρ' ὅτι τὸ ἵνα λείπει: καὶ συνέσταλκεν ἀντι τοῦ ἵνα ὀλοφύρωμαι On Iliad 23.76: νίσομαι ἐξ Αϊδαο ποιήσετε. παρα δὲ τοῖς τραγικοῖς μετὰ τὴν ταφὴν ἐπιφαίνονται On Iliad 23.77: οὐ μεν γὰρ ζῳοί γε. ἔν τοισι τῶν πολιτικῶν οὐ γὰρ ἔτι ζωοίγε On Iliad 23.79: ἥ περ λάχε λάχε:ὅθεν μία τῶν Μοιρῶν Λάχεσις. παρείληφεν δὲ ὅτι τῇ γενέσει συνδιατάσσεται καὶ ὁ τῆς τελευτῆς καιρός. ὅθεν Ζηνόδοτος ὁ Κρατήτιος Χαλδαῖον τὸν Ὅμηρον φησί. On Iliad 23.81: τείχει ὑπο Τρώων εὐηγενέων ἐν τῇ Ριανοῦ . καὶ Ἀριστοφάνους εὐηφενέων δια τοῦ φ . εὖ τῷ ἀφένῳ. χρωμενων ὡς Κλέαρχος ἐν ταῖς γλώτταις On Iliad 23.83: μὴ ἐμὰ σῶν ἀπάνευθε: τοῦτο ἀπ αλλῆς ἀρχῆς ἀναγνωστέον τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντι προστακτικοῦ τοῦ τίθει Interlinear scholia On Iliad 23.79: περιέβαλε περιεχύθη Intermarginal scholia On Iliad 23.63: ὅτι σαφῶσ ἀπο τοῦ ν ἄρχεται τὰ ὄνομα On Iliad 23.84: γράφεται ετράφημεν Interior scholia On Iliad 23.64: ὅτι θηλυκῶς τὴν Ἴλιον On Iliad 23.77: γράφεται οὐ γαρ έτι Venetus A (Marciana 454 = 822), folio 294, verso Iliad 23.88-23.111 23.88 νήπιος. οὐκ ἐθέλων. ἀμφ' ἀστραγάλοισι χολωθείς: 23.89 ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς . 23.90 ἔτραφέ τ' ἐνδυκέως. καὶ σὸν θεράποντ' ὀνόμηνεν: 23.91 ὡς δὲ καὶ ὀστέα νῶϊν, ὁμὴ, σορὸς ἀμφικαλύπτοι. 23.92 χρύσεος ἀμφιφορεὺς. τόν τοι πόρε πότνια μήτηρ: 23.93 τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς . 23.94 τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ' εἰλήλουθας: 23.95 καί μοι ταῦτα ἕκαστ' ἐπιτέλλεαι: αὐτὰρ ἐγώ τοι 23.96 πάντα μάλ' ἐκτελέω. καὶ πείσομαι. ὡς σὺ κελεύεις: 23.97 ἀλλά μοι άσσον στῆθι: μίνυνθά περ ἀμφιβαλόντε 23.98 ἀλλήλους, ὀλοοῖο τεταρπώμεσθα γόοιο: 23.99 ὡς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν. 23.100 οὐδ' ἔλαβε: ψυχὴ δὲ κατὰ χθονὸς, ἠΰτε καπνὸς 23.101 ᾤχετο τετριγυῖα: ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς , 23.102 χερσί τε συμπλατάγησεν. ἔπος δ' ὀλοφυδνὸν ἔειπεν: 23.103 ὦ πόποι. ῆ ρά τίς ἐστὶ καὶ εἰν Αΐδαο δόμοισι 23.104 ψυχὴ καὶ εἴδωλον ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν: 23.105 παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο 23.106 ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε. 23.107 καί μοι ἕκαστ' ἐπέτελλεν. ἔϊκτο δὲ θέσκελον αὐτῷ: 23.108 ὡς φάτο. τοῖσι δὲ πᾶσιν ὑφ' ΐμερον ὦρσε γόοιο: 23.109 μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς Ἠὼς 23.110 ἀμφὶ νέκυν. ἐλεεινόν: ἀτὰρ κρείων Ἀγαμέμνων . 23.111 οὐρῆας τ' ὤτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην. Venetus A (Marciana 454 = 822), folio 295, recto Iliad 23.112-23.136 23.112 πάντοθεν ἐκ κλισέων. ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει 23.113 ᾿ Μηριόνης θεράπων ἀγαπήνορος ᾿Ϊδομενῆος : 23.114 οἱ δ' ḯσαν ὑλοτόμους πελέκεας ἔν χερσὶν ἔχοντες. 23.115 σειράς τ' εὐπλέκτους. πρὸ δ' ἂρ, οὐρῆες κίον αὐτῶν: 23.116 πολλὰ δ' ἄναντα. κάταντα, πάραντά τε. δόχμιά τ' ἦλθον: 23.117 ἂλ'λ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπιδάκος ῎Ϊδης : 23.118 αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ 23.119 τάμνον ἐπειγόμενοι: ταὶ δὲ μεγάλα κτυπέουσαι 23.120 πῖπτον: τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ 23.121 ἔκδεον ἡμιόνων: ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο. 23.122 ἐλδόμεναι πεδίοιο. διὰ ῥωπήϊα πυκνά: 23.123 πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον. ὡς γὰρ ἀνώγει 23.124 Μηριόνης θεράπων ἀγαπήνορος ᾿Ϊδομενῆος : 23.125 καδ δ' ὰρ ἐπ' ἀκτῆς βάλλον ἐπισχερὼ: ἔνθ' ὰρ ᾿Ἀχιλλεὺς 23.126 φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἱ αὐτῷ: 23.127 Αὐτὰρ ἐπεὶ πάντῃ παρακάμβαλον ἄσπετον ὕλην. 23.128 εἵατ' ὰρ' αὖθι μένοντες ἀολλέες: αὐτὰρ Ἀχιλλεὺς 23.129 αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε 23.130 χαλκὸν ζώννυσθαι: ζεύξαί θ' ὑπ' ὄχεσφιν ἕκαστον 23.131 ῞ϊππους: οἱ δ' ὤρνυντο, καὶ ἐν τεύχεσσιν ἔδυνον: 23.132 ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε: 23.133 πρόσθε μὲν ἱππῆες. μετα δὲ νέφος εἵπετο πεζῶν 23.134 μυρίοι: ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι: 23.135 θριξὶ δὲ πάντα νέκυν καταεἵνυον ἃς ἐπέβαλλον 23.136 κειρόμενοι: ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς Venetus A (Marciana 454 = 822), folio 295, verso Iliad 23.137-23.161 23.137 ἀχνύμενος. ἕταρον γὰρ ἀμύμονα πέμπ' ἄϊδοσδέ : 23.138 οἱ δ' ὅτε χῶρον ῞ϊκοντο, ὅθί σφισι πέφραδ' Ἀχιλλεὺς . 23.139 κάτθεσαν: αῖψα δέ οἱ μενοεικέα νήεον ὕλην: 23.140 ἔνθ' αῦτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς : 23.141 στὰς, ἀπάνευθε πυρῆς. ξανθὴν ἀπεκείρατο χαίτην 23.142 τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν: 23.143 ὀχθήσας δ' ἄρα εἶπεν, ᾿ϊδὼν ἐπὶ οἴνωπα πόντον: 23.144 Σπερχεὶ ’ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς 23.145 κεῖσέ με, νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν. 23.146 σοί τε κόμην κερέειν. ῥέξειν θ' ῾ϊερὴν ἑκατόμβην: 23.147 πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ῾ϊερεύσειν 23.148 ἐς πηγὰς, ὅθι τοι τέμενος βωμός τε θυήεις: 23.149 ὡς ἠρᾶθ' ὁ γέρων: σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας: 23.150 νῦν δ'. ἐπεὶ οὐ, νέομαί γε φίλην ἐς πατρίδα γαῖαν. 23.151 Πατρόκλῳ ἥρωϊ κόμην. ὀπάσαιμι φέρεσθαι: 23.152 ὡς εἰπὼν. ἐν χερσὶ κόμην. ἑτάροιο φίλοιο 23.153 θῆκεν. τοῖσι δὲ πᾶσιν ὑφ' ΐμερον ὦρσε γόοιο: 23.154 καὶ νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο. 23.155 εἰ μὴ Ἀχιλλεὺς αῖψ' Ἀγαμέμνονι εῖπε παραστάς: 23.156 Ἀτρείδη : σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν 23.157 πείσονται μύθοισι. γόοιο μέν ἐστι καὶ ᾶσαι. 23.158 νῦν δ' ἀπο πυρκαϊῆς σκέδασον: καὶ δεῖπνον ἄνωχθι 23.159 ὅπλεσθαι: τάδε δ' ἀμφι πονησόμεθ'. οῖσι μάλιστα 23.160 κηδεός ἐστι, νέκυς. παρὰ δ',οἱ, ταγοὶ ἄμμι μενόντων: 23.161 Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων . Venetus A (Marciana 454 = 822), folio 296, recto Iliad 23.162-23.186 23.162 αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας. 23.163 κηδεμόνες δὲ παρ αῦθι μένον: καὶ νήεον ὕλην: 23.164 ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα: 23.165 ἒν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ: 23.166 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἔλικας βοῦς. 23.167 πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον. ἐκ δ' ἄρα πάντων 23.168 δημὸν ἑλὼν, ἐκάλυψε, νέκυν μεγάθυμος Ἀχιλλεὺς 23.169 ἐς πόδας ἐκ κεφαλῆς. περὶ δὲ δρατὰ σώματα νήει: 23.170 ἐν δ' ἐτίθει μέλιτος καὶ  λείφατος  ἀμφιφορῆας 23.171 προς λέχεα κλίνων: πίσυρας δ' ἐριαύχενας ἵππους 23.172 ‘ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων: 23.173 ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν. 23.174 καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας. 23.175 δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς 23.176 χαλκῷ δηϊόων: κακὰ δὲ φρεσὶ μήδετο ἔργα: 23.177 ἐν δὲ πυρὸς μένος ἧκε, σιδήρεον. ὄφρα νέμοιτο: 23.178 ᾤμωξεν τ' ὰρ, ἔπειτα. φίλον δ' ὀνόμηνεν ἑταῖρον: 23.179 χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Αΐδαο δόμοισι: 23.180 πάντα γὰρ ἤδη τοι τελέω, τὰ πάροιθεν ὑπέστην: 23.181 δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς. 23.182 τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει: Ἕκτορα δ' οὔ τι 23.183 δώσω Πριαμίδην πυρὶ δαπτέμεν.  ἀλλα κύνεσσιν: 23.184 ὡς φάτ' ἀπειλήσας. τόνδ' οὐ κύνες  ἀμφεπένοντο: 23.185 ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη 23.186 ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ Scholia to Iliad 23.162-23.186 Main scholia On Iliad 23.163: κηδεμόνες οἱ μάλιστα ἀμιώμενοι δια τοῦτο και φροντίζοντες On Iliad 23.164: ἑκατόμπεδον ἑκατὸν ποδῶν ἔχουσαν πλευράν ὡς καὶ τετράπους λίθος ὥστε ἑκαστην πλευρὰν ρ ποδῶν μέτρον ἔχειν On Iliad 23.167: πρόσθε πυρῆς ἔδερον δια τὸ τὴν πιμελὴν ἔξυπαφθῆναι τοῦτο ποιοῦντος τοῦ Ἀχιλλέως On Iliad 23.169: ἐς πόδας ἐκ κεφαλῆς τὰ πολλὰ τῶν ὑπομνημάτων δια τοῦ ε δρετάν καὶ τάχα ἀπο τοῦ δέρειν: ἡ διπλῆ δὲ πρὸς τὴν μετάθεσιν ὅτι ἀντι τοῦ δαρτά. On Iliad 23.171: προς λέχεα κλίνων πίσυρας πίσυρας κατα πλευρὰν ἔνα, οἴκειος δὲ τῶν νεκρῶν. ὁ ἴ̈σος ἀριθμός δια τουτο τῷ Ποσειδῶνι πέντε θύουσιν On Iliad 23.177: ἐν δε πυρὸς μένος ῆκε ἀμφω γὰρ τμητικὰ πῦρ καὶ σίδηρος τὸ δὲ νέμοιτο ἐμφατικῶς ἀντι τοῦ φάγοι. φησὶ γοῦν τοὺς ἅμα σοι πάντας πῦρ ἐσθίει On Iliad 23.181: δώδεκα μὲν τρώων συναπτέον τὸ ἐχῆς στίχω. τὸ γὰρ τοὺς κεῖται ἀντι τοῦ τούτους ἱν' ᾖ ὁ λόγος. δώδεκα μὲν τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ πῦρ ἐσθίει δεικτικῶς. ἐὰν δε στίζωμεν ἐπι τὸ ἐσθλοὺς ἔσται τούτους ἀντι ὑποτακτικοῦ ἄρθρου τοῦ οὕς On Iliad 23.186: ἥματα καὶ νύκτας ὅτι μύρου τήν μὲν ὀνομασίαν ἀγνοεῖ τὴν δὲ σκευασίαν οἶδεν: τὸ γὰρ ῥό/ωδινον οὕτως νῦν εῖπεν ἔλαιον ῥοδόεν Interlinear scholia On Iliad 23.165: ὑψηλῃ άνωτατα Interior scholia Unindexed scholion: ἐν ἄλλῳ τε τελεσμένα ὥσπερ ὑπεστην Unindexed scholion: ὁτὶ ἀπο κοινοῦ τοῦ δαπτέμεν Venetus A (Marciana 454 = 822), folio 296, verso Iliad 23.187-23.211 23.187 ἀμβροσίῳ. ἵνα μή μιν  ἀποδρύφοι ἑλκυστάζων: 23.188 τῷ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων 23.189 οὐρανόθεν πεδίον δὲ. κάλυψε δὲ χῶρον ἅπαντα 23.190 ὅσσον ἐπεῖχε, νέκυς. μὴ πρὶν μένος ἠελίοιο 23.191 σκήλει'  ἀμφὶ περι χρόα. ἴ¨νεσιν ἠδὲ μέλεσσιν: 23.192 οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος : 23.193 ἔνθ' αὖτ'  ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς: 23.194 στὰς  ἀπάνευθε πυρῆς. δοιοῖς ἠρᾶτ'  ἀνέμοισι 23.195 Βορέῃ καὶ Ζεφύρῳ. καὶ ὑπίσχετο ἱ¨ερὰ καλά. 23.196 πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν. 23.197 ἐλθέμεν. ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί: 23.198 ὕλη τ’ ἐσσεύαιτο καήμεναι: ὠκέα δ’ Ἶ¨ρις 23.199 ἀράων  ἀΐουσα. μετ' άγγελος ἦλθ'  ἀνέμοισιν: 23.200 οἱ μὲν ἄρα Ζεφύροιο δυσαέος  ἀθρόοι ἔνδον 23.201 εἰλαπίνην δαίνυντο. θέουσα δὲ Ἶρις ἐπέστη 23.202 βηλῷ ἐπὶ λιθέῳ: τοὶ δ' ὡς ἴ¨δον ὀφθαλμοῖσι. 23.203 πάντες  ἀνήϊξαν, κάλεον τέ μιν εἰς ἓ, ἕκαστος : 23.204 ἡ δ' αῦθ' ἕζεσθαι μὲν, ἀνῄνατο. εἶπε δὲ μῦθον: 23.205 οὐχ ἕδος. εἶμι γὰρ αὖθι ἐπ' Ὠκεανοῖο ῥέεθρα. 23.206 Αἰθιόπων ἐς γαῖαν. ὅθι ῥέζους' ἑκατόμβας: 23.207 ἀθανάτοις. ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ϊρῶν: 23.208 ἀλλ' Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν 23.209 ἐλθεῖν  ἀρᾶται, καὶ ὑπίσχεται ἱ¨ερὰ καλὰ. 23.210 ὄφρα πυρὴν, ὄρσητε καήμεναι. ᾗ ἔνι κεῖται 23.211 Πάτροκλος. τὸν πάντες  ἀναστενάχουσιν Ἀχαιοί: Scholia to Iliad 23.187-23.211 Main scholia On Iliad 23.198: ὕλη τ'έσσεύαιτο ὁρμὴν λάβοι. ἀπο δε τῶν ἐμψύχων μετῆκται: χωρὶς δε τοῦ ν τὸ ὕλη τ'εσσεύαιτο ἀντι τοῦ ὁρμήσειαν οἱ ἄνεμοι καιειν τὴν ὕλην On Iliad 23.200: δυσαέος οὐκ αεὶ ἀλλα χειμῶνι ἔστι γὰρ χειμῶνι μὲν δυσαής θέρους δὲ προσηνης Interlinear scholia On Iliad 23.187: αποσπαων ἀποσύροι. ἠ αποξύοι ελκῶν ὁ Αχιλλευς δηλὸν ὅτι On Iliad 23.191: ξηράνη On Iliad 23.191: νευρος On Iliad 23.198: ορμὴν λάβοι On Iliad 23.205: οὐ καθέδρα Intermarginal scholia On Iliad 23.191: σκληροποιήσειεν On Iliad 23.197: γράφεται ἐλθειν On Iliad 23.198: ἐν αλλῳ ὕλη τὲ σεύαιτο On Iliad 23.198: οὕτως δὲ ἔξω τοῦ ν ὕλη On Iliad 23.205: γράφεται αῦτις On Iliad 23.: γράφεται ἐς δῆμον ὡς αἱ ἀπο τῶν πόλεων Venetus A (Marciana 454 = 822), folio 297, recto Iliad 23.212-23.236 23.212 ἡ μὲν ὰρ, ὡς εἰποῦς'  ἀπεβήσετο. τοὶ δ' ὀρέοντο 23.213 ἠχῇ θεσπεσίῃ. νέφεα κλονέοντε πάροιθεν: 23.214 αῖψα δὲ πόντον ΐκανον ἀήμεναι, ὦρτο δὲ κῦμα 23.215 πνοιῇ ὑπὸ λιγυρῇ. Τροίην δ' ἐρίβωλον ἱ̈κέσθην: 23.216 ἐν δὲ πυρῇ πεσέτην: μέγα δ' ἴ̈αχε θεσπιδαὲς πῦρ: 23.217 παννύχιοι δ' ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον 23.218 φυσῶντες λιγέως: ὁ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς. 23.219 χρυσέου ἐκ κρητῆρος. ἑλὼν δέπας ἀμφικύπελλον. 23.220 οἶνον ἀφυσσόμενος . χαμάδις χέε. δεῦε δὲ γαῖαν. 23.221 ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο: 23.222 ὡς δὲ πατὴρ. οὗ, παιδὸς ὀδύρεται ὀστέα καίων 23.223 νυμφίου. ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας. 23.224 ὡς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων 23.225 ἑρπύζων παρα πυρκαϊὴν αδινὰ στεναχίζων: 23.226 Ἦμος δ' ἑωσφόρος εἶσι: φόως ἐρέων ἐπὶ γαῖαν. 23.227 ὅν τε μετὰ κροκόπεπλος ὑπειρ ἅλα κίδναται ἠὼς. 23.228 τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ: 23.229 οἱ δ' ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι 23.230 Θρηΐκιον μετα πόντον: ὁ δ' ἔστενεν. οἴδματι θυίων: 23.231 Πηλείδης δ' ἀπο πυρκαϊῆς ἑτέρωσε λιασθεὶς. 23.232 κλίνθη κεκμηὼς. ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν: 23.233 οἱ δ' ἀμφ' Ἀτρείωνα ἀολλέες ἠγερέθοντο: 23.234 τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν: 23.235 ἕζετο δ' ὀρθωθεὶς. καί σφεας πρὸς μῦθον ἔειπεν: 23.236 Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν. Scholia to Iliad 23.212-23.236 Main scholia On Iliad 23.221: ψυχὴν κικλήσκων ὅτι δωδεκα σύλλαβος καὶ ἐκ σπονδειῶν On Iliad 23.223: νυμφίου δηλοῖ ἡ λέξις ἐνταῦθα καὶ τὸν ἤδη πατέρα παιδῶν νυμφίον ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα On Iliad 23.224: ὡς Ἀχιλλεὺς ἐτάροιο βραχὺ διασταλτέον καίων πυρκαΐην: μᾶλλον γὰρ οὕτως ἐμφαίνει On Iliad 23.226: ἦμος δ'ἑωσφόρος ὅτι μεταφορικῶς ἐρέων ἀντι τοῦ ἀπαγγελῶν τοῦτο δέ ἐστι προσημαινῶν οὐ γὰρ δια λόγου τοῦτο ποιεῖ, ἀλλα δι επιστολῆς On Iliad 23.226: ἑωςφόρος ὁ κατα τὴν ἡμέραν ἀνατέλλῶν λαμπρότατος ἀστήρ ὅς καὶ ἕσπερος καλεῖται οὑτος δέ ἔστι ὀ τῆς Αφροδίτης On Iliad 23.232: ἐπι δὲ γλυκὺς ὕπνος ὄρουσεν δια τοῦ ὄρουσε τὸ τάχος ἐνεφάνισε τοῦ ὕπνου δια τὸ πολλὴν ἐπελθόντος ἀγρυπνίαν: τῶν γὰρ λυπουμένων ἐπιπολῆς ὁ ὕπνος Interlinear scholia On Iliad 23.215: οξεῖα On Iliad 23.230: μετα On Iliad 23.230: ο πόντος On Iliad 23.230: τῷ κυματί Intermarginal scholia On Iliad 23.214: πνέειν On Iliad 23.217: τῷ πηεύματι ἔβαλλον On Iliad 23.219: ἐν ἀλλῳ έχων Venetus A (Marciana 454 = 822), folio 297, verso Iliad 23.237-23.261 23.237 πρῶτον μὲν κατα πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ 23.238 πᾶσαν. ὁπόσσον ἐπέσχε πυρὸς μένος: αὐτὰρ ἔπειτα 23.239 ὀστέα Πατρόκλοιο Μενοιτιάδαο̄ λέγωμεν 23.240 εὖ, διαγιγνώσκοντες.  ἀριφραδέα δὲ τέτυκται: 23.241 ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ: τοὶ δ' ἄλλοι ἄνευθεν. 23.242 ἐσχατιῇ καίοντ', ἐπιμὶξ ἵπποι τὲ καὶ ἄνδρες: 23.243 καὶ τὰ μὲν, ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ 23.244 θείομεν,εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κλεύθωμαι: 23.245 τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, 23.246 ἂλλ' ἐπιεικέα τοῖον: ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ 23.247 εὐρύν θ' ὑψηλόν τε τιθήμεναι. οἵ κεν ἐμεῖο 23.248 δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε: 23.249 ὡς ἔφαθ'. οἱ δ' ἐπίθοντο ποδώκεϊ Πηλείωνι: 23.250 πρῶτον μὲν κατα πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ 23.251 ὅσσον ἐπι φλὸξ ἦλθε. βαθεῖα τὲ κάππεσε τέφρη: 23.252 κλαίοντες δ' ἑτάροιο, ἐνηέος ὀστέα λευκὰ 23.253 ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν. 23.254 ἐν κλισίῃσι δὲ θέντες. εανῷ λιτὶ κάλυψαν: 23.255 τορνώσαντο δὲ σῆμα. θεμείλια τὲ προβάλοντο 23.256 ἀμφὶ πυρὴν: εῖθαρ δὲ χυτὴν ἐπὶ γαῖαν. ἔχευαν. 23.257 χεύανδες δὲ τὸ σῆμα: πάλιν κίον: αὐτὰρ Ἀχιλλεὺς 23.258 αὐτοῦ λαὸν ἔρυκε, καὶ ΐζανεν εὐρὺν  ἀγῶνα: 23.259 νηῶν δ' ἔκφερ' ἄεθλα, λέβητάς τε. τρίποδάς τε, 23.260 ἵππους θ', ἡμιόνους τε. βοῶν τ' ἴ̈φθιμα κάρηνα: 23.261 ἠδὲ γυναῖκας ἐϋζώνους: πολιόν τε σίδηρον: Venetus A (Marciana 454 = 822), folio 298, recto Iliad 23.262-23.285 23.262 Ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλὰ' ἄεθλα 23.263 θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ' εἰδυῖαν. 23.264 καὶ τρίποδ' ὠτώεντα. δύωκαὶεἰκοσίμετρον 23.265 τῷ πρώτῳ:  ἀτὰρ αὖ, τῷ δευτέρῳ. ἵ̈ππον ἔθηκεν 23.266 ἑξετέ', ἀδμήτην. βρέφος ἡμίονον κυέουσαν: 23.267 αὐτὰρ τῶ τριτάτῳ. ἄπυρον κατέθηκε λέβητα 23.268 καλὸν. τέσσαρα μέτρα κεχανδότα. λευκὸν ἔτ' αύτως: 23.269 τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα: 23.270 πέμπτῳ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε: 23.271 στῆ δ' ὀρθὸς. καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.272 Ἀτρείδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ. 23.273 ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι: 23.274 εἰ μὲν νῦν ἐπὶ ἄλλω ἀεθλεύοιμεν Ἀχαιοὶ. 23.275 ῆ τ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν. κλισίην δὲ φεροίμην: 23.276 ἴ̈στε γὰρ ὅσσον ἐμοὶ ἀρετῆ περιβάλλετον ἵπποι: 23.277 ἀθάνατοί τε γάρ εἰσι Ποσιδάων δ' έπορ' αὐτοὺς 23.278 πατρὶ ἐμῷ Πηλῆϊ. ὁ δ' ἀῦτ' ἐμοὶ ἐγγυάλιξεν: 23.279 ἂλλ' ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι: 23.280 τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο. 23.281 ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον 23.282 χαιτάων κατέχευε. λοέσσας ὕδατι λευκῷ: 23.283 τὸν τώ γ' ἑσταότες, πενθείετον. ούδεϊ δέ σφι 23.284 χαῖται ἐρηρέδαται. τὼ δ' έστατον ἀχνυμένω κῆρ: 23.285 ἄλλοι δὲ στέλλεσθε κατα στρατὸν, ὅς τις Ἀχαιῶν Venetus A (Marciana 454 = 822), folio 298, verso Iliad 23.286-23.309 23.286 ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν: 23.287 ὡς φάτο Πηλείδης. ταχέες δ' ἱππῆες ἄγερθεν: 23.288 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ  ἀνδρῶν Εὔμηλος 23.289 Ἀδμήτου φίλος υἱὸς: ὃς ἱπποσύνη ἐκέκαστο: 23.290 τῷ δ' ἐπι Τυδείδης ὦρτο κρατερὸς Διομήδης: 23.291 ἵππους δὲ Τρῳοὺς ὕπαζε ζυγὸν. οὕς ποτ' ἀπηύρα 23.292 Αἰνείαν: ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπολλων: 23.293 τῷ δ ἂρ ἐπ' Ἀτρείδης ὦρτο ξανθὸς Μενέλαος 23.294 διογενὴς. ὑπο δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους 23.295 Αἴθην τὴν Ἀγαμεμνονέην. τὸν, ἑόν τε Πόδαργον: 23.296 τὴν Ἀγαμέμνονι δῶκ' Ἀγχισιάδης Ἐχέπωλος 23.297 δῶρ'. ἵνα μή οἱ ἕποιθ' ὑπὸ ΅Ιλιον ἠνεμόεσσαν. 23.298 ἀλλ' αὐτοῦ τέρποιτο μένων: μέγα γάρ οἱ ἔδωκε 23.299 Ζεὺς ἄφενος. ναῖεν δ' ὅ γ' ἐν εὐρυχόρω Σικυῶνι: 23.300 τὴν ὅ γ' ὑπο ζυγὸν ἦγε μέγα δρόμου ¨ἰχανόωσαν: 23.301 Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὡπλήσαθ' ἵππους. 23.302 Νέστορος  ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος 23.303 τοῦ Νηληϊάδαο: πυλοιγενέες δέ οἱ ἵπποι 23.304 ὠκύποδες φέρον ἅρμα: πατὴρ δέ οἱ ἄγχι παραστὰς 23.305 μυθεῖτ' εἰς ἀγαθὰ. φρονέων. νοέοντι καὶ αὐτῷ: 23.306 Ἀντίλοχ'; ἤτοι μέν σε νέον περ’, ἐόντ' ἐφίλησαν 23.307 Ζεύς τε Ποσειδάων τε: καὶ ἱπποσύνας ἐδίδαξεν 23.308 παντοίας. τῶ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ: 23.309 οἶσθα γὰρ εὖ περι τέρματ' ἐλισσέμεν: ἀλλά τοι ἵπποι Venetus A (Marciana 454 = 822), folio 299, recto Iliad 23.310-23.334 23.310 βάρδιστοι θείειν. τῶ τ' οἴω λοίγι' ἔσεσθαι: 23.311 τῶν δ' ἵπποι μὲν έασιν  φάρτεροι, οὐδὲ μὲν αυτοὶ 23.312 πλείονα, ί̈σσασιν σέθεν αὐτοῦ μητίσασθαι: 23.313 ἁλλ' άγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ 23.314 παντοίην. ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα: 23.315 μήτῑ τοι δρυτόμος μέγ'  μείνων, ἠὲ βίηφι: 23.316 μήτῑ δ' αῦτε κυβερνήτης ἐνι οἴνοπι πόντῳ 23.317 νῆα θοὴν ἰθύνει ἐρεχθομένην  ἀνέμοισι: 23.318 μήτῑ δ' ἡνίοχος περιγίνεται ἡνιόχοιο: 23.319 ἂλλ' ὃς μέν θ' ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς 23.320 ἀφραδέως ἐπι πολλὸν ἐλίσσεται ἔνθα καὶ ἔνθα, 23.321 ἵπποι δὲ πλανόωνται  ἀνὰ δρόμον. οὐδὲ κατίσχει: 23.322 ὃς δέ κε κέρδεα εἰδῇ. ἐλαύνων ἥσσονας ἵππους. 23.323 αἰεὶ τέρμ' ὁρόων, στρέφει ἐγγύθεν: οὐδέ ἑ λήθει 23.324 ὅππως τὸν πρῶτον τανύσῃ βοέοισιν ϊμᾶσιν: 23.325 ἂλλ' ἔχει  σφαλέως. καὶ τὸν προὔχοντα δοκεύει: 23.326 σῆμα δέ τοι ἐρέω μάλ'  ἀριφραδὲς. οὐδέ σε λήσει: 23.327 ἕστηκε ξύλον αὗον ὅσόν τ' ὄργυι' ὑπερ αἴης. 23.328 ἠ δρυὸς. ἠ πεύκης. τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ: 23.329 λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ 23.330 ἐν ξυνοχῇσιν ὁδοῦ. λεῖος δ' ἱππόδρομος  ἀμφίς: 23.331 ἤ τευ, σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος , 23.332 ἢ τό γε νύσσα τέτυκτo ἐπι προτέρων ἀνθρώπων: 23.333 καὶ νῦν τέρματ' ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς: 23.334 τῷ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους: Venetus A (Marciana 454 = 822), folio 299, verso Iliad 23.335-23.359 23.335 αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνι δίφρῳ 23.336 ῆκ' ἐπαριστερὰ τοῖϊν:  ἀτὰρ τὸν δεξιὸν ἵππον 23.337 κένσαι ὁμοκλήσας. εῖξαι τέ οἱ ἡνία χερσίν: 23.338 ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω: 23.339 ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱ̈κέσθαι. 23.340 κύκλου ποιητοῖο: λίθου δ' ἀλέασθαι ἐπαυρεῖν. 23.341 μή πως ἵππους τε τρώσῃς. κατά θ' ἅρματα άξῃς: 23.342 χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δέ σοι αὐτῷ 23.343 ἔσσεται: ἀλλὰ φίλος. φρονέων πεφυλαγμένος εἶναι: 23.344 εἰ γάρ κ' ἐν νύσσῃ γε παρὲξ ελάσῃσθα διώκων, 23.345 οὐκ έσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος, οὐδὲ παρέλθοι: 23.346 οὐδ' εἴ κεν μετόπισθεν ἀρίονα δῖον ἐλαύνοι. 23.347 Ἀδρήστου ταχὺν ἵππον. ὃς ἐκ θεόφιν γένος ῆεν. 23.348 ἢ τοὺς Λαομέδοντος. οἳ ἐνθάδε γ' ἔτραφεν ἐσθλοί: 23.349 ὡς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ' ἐνι χώρῃ 23.350 ἕζετ'. ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' έειπε: 23.351 Μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὡπλίσαθ' ἵππους: 23.352 ἂν δ' ἔβαν ἐς δίφρους. ἒν δὲ κλήρους ἐβάλοντο: 23.353 πάλλ' Ἀχιλεὺς. ἐκ δὲ κλῆρος θόρε Νεστορίδᾱο. 23.354 Ἀντιλόχου. μετὰ τὸν δ' ἔλαχε κρείων Εὔμηλος: 23.355 τῷ δ' ὰρ ἐπ' Ἀτρείδης. δουρὶ κλυτὸς Μενέλαος: 23.356 τῷ δ' ἐπι Μηριόνης λάχ' ἐλαυνέμεν: ὕστατος αῦτε 23.357 Τυδείδης. ὄχ' ἄριστος ἐὼν. λάχ' ἐλαυνέμεν ἵππους: 23.358 στὰν δὲ μεταστοιχί̄, σήμηνε δὲ τέρματ' Ἀχιλλεὺς 23.359 τηλόθεν ἐν λείῳ πεδίῳ: παρὰ δὲ σκοπὸν εἷσεν Venetus A (Marciana 454 = 822), folio 300, recto Iliad 23.360-23.384 23.360 ἀντίθεον Φοίνικα, ὀπάονα πατρὸς ἑοῖο. 23.361 ὡς μεμνέῳτο δρόμου: καὶ ἀληθείην ἀποείποι: 23.362 οἱ δ' ἄρα πάντες ἐφ' ἵπποιϊν μάστιγας ἄειραν: 23.363 πέπληγόν θ' ϊμᾶσιν. ὁμόκλησάν τ' ἐπέεσσιν 23.364 ἐσσυμένως. οἱ δ' ὦκα διέπρησσον πεδίοιο 23.365 νόσφι, νεῶν ταχέως; ὑπο δὲ στέρνοισι κονίη 23.366 ἵστατ' ἀειρομένη. ὥς τε νέφος, ἠὲ θύελλα: 23.367 χαῖται δ' ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο: 23.368 ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ. 23.369 ἄλλοτε δ' ἀΐξασκε μετήορα: τοῖδ' ἐλατῆρες 23.370 ἕστασαν ἐν δίφροισι. πάτασσε δὲ θυμὸς ἑκάστου 23.371 νίκης ϊεμένων: κέκλοντο δὲ οἷσιν ἕκαστος 23.372 ἵπποις. οἱ δ' ἐπέτοντο κονίοντες πεδίοιο: 23.373 Ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι 23.374 ἂψ. ἐφ' ἁλὸς πολιῆς. τότε δὴ ἀρετή γε ἑκάστου 23.375 φαίνετ'. ἄφαρ δ' ἵπποισι τάθη δρόμος; ὦκα δ' ἔπειτα 23.376 αἰ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι: 23.377 τὰς δὲ μετ' ἐξέφερον Διομήδεος ἄρσενες ἵ̈πποι 23.378 Τρώϊοι: οὐδέ τι πολλὸν ἄνευθ' έσαν, ἀλλὰ μάλ' ἐγγύς: 23.379 αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην: 23.380 πνοιῇ δ'. Εὐμήλοιο μετάφρενον, εὐρέε τ' ὤμω 23.381 θέρμετ'. ἐπ' αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην: 23.382 καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν. 23.383 εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων: 23.384 ὅς ῥά οι ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν: Scholia to Iliad 23.360-23.384 Main scholia On Iliad 23.361: ὡς μεμνέωιτο δρόμου: προπαροξυτονητέον τὸ μεμνέῳτο. γράφεται δὲ καὶ σὐν τῳ ϊ τὸ ῳ οὕτως δε καὶ ὀ Ἀσκαλωνιτες ἐκ τοῦ μέμνεοιτο ἡγούμενος αὐτὸ εῖναι παρα μέντοι Ξεννοφῶντι ἄνευ τοῦ ε ἐστιν ὁ σχηματισμος καὶ προπερισπᾶται ἑν Κύρουπαιδέιας πρώτῳ ἀλλ'ότε τὰ ἄριστα πράττοι. τότε μάλιστα τὸν θέον μέμνωτο: τὸ δε ἀναλογον δια τοῦ η προκειμενου τοῦ ϊ παρ Αριστοφάνει ἐν Πλούτῳ δευτέρῳ. ἵνα τουμὸν ϊματιον φορων μέμνηταί μου: καὶ πάλιν προπερισπάστεον ἐν ἐτέροις μέντοι ἐντελώς περι τοῦ σχηματισμοῦ διέλαβον: καὶ περι γραφῆς τῆς κατὰ γενικὴν λέγω δὲ τῆς δρόμου. ἠ αιτιατικῆς πληθυντικῆς τῆς δρόμους On Iliad 23.377: τὰς δὲ μετ': οὐκ αναστρεπτέον τὴν μετὰ πέπτωκε γὰρ μέσος ὁ δε On Iliad 23.383: εἰ μή Τυδέος ὗϊος δεόντος τοῦ Εὐμηλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἀπόλλων ἐπεὶ αὐτος ἀνεθρέψατο αὐτὰς κατα τὸν ποιητὴν λέγοντα τὰς ἐν Πειερίῃ θρέψατ' ἀργυρότοξος ἄμφω θηλείας, φόβον ¨Αρεως φορεούσας δοκεῖ γὰρ κατα τὸν μῦθον Ἀπόλλων θητεῦσαι Αδμήτω : τῷ Ἐυδμήλου πατρί. ὡς μὲν Εὐριπιδης ἐν διὰ τὸ φονεῦσαι Κύκλωπας. ὡς δὲ Καλλίμαχος δια τὸ ἐρασθῆναι Ἀδμήτου Intermarginal scholia On Iliad 23.364: ὅτι λείπει ἡ διὰ δια πεδίου On Iliad 23.372: ὅτι ἐλλείπει ἡ διὰ δια πεδίου On Iliad 23.361: δρόμους πληθυντικῶς Ἀρισταρχος Interior scholia On Iliad 23.362: γράφεται οιδ'ἄμαι On Iliad 23.374: αἱ πλείους ἀφ' ἁλὸς καὶ μή ποτε λόγον ἔχει Venetus A (Marciana 454 = 822), folio 300, verso Iliad 23.385-23.409 23.385 τοῖο δ' π' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο. 23.386 οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ϊούσας. 23.387 οἱ δέ οἱ ἐβλάφθησαν. ἄνευ κέντροιο θέοντες: 23.388 οὐδ' ὰρ' Ἀθηναίην ἑλεφηράμενος λάθ' Ἀπόλλων 23.389 Τυδείδην: μάλα δ' ῶκα μετέσσυτο ποιμένα λαῶν: 23.390 δῶκε δέ οἱ μάστιγα. μένος δ' ἵπποισιν ἐν ᾗκεν: 23.391 ἡ δὲ μετ' Ἀδμήτου υἱὸν κοτέους' ἐβεβήκει: 23.392 ἵ̈ππειον δέ οἱ ῆξε θεὰ ζυγόν: αἳ δέ οἱ ἵπποι 23.393 μφὶς ὁδοῦ δραμέτην. ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη: 23.394 αὐτὸς δ' ἐκ δίφροιο παρα τροχὸν ἐξεκυλίσθη: 23.395 ἀγκῶνάς τε περιδρύφθη. στόμα τε. ῥῖνάς τε. 23.396 θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι: τὼ δέ οἱ ὄσσε 23.397 δακρυόφιν πλῆσθεν. θαλερὴ δέ οἱ ἔσχετο φωνή: 23.398 Τυδείδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους. 23.399 πολλὸν, τῶν ἄλλων ἐξάλμενος. ἒν γὰρ Ἀθήνη 23.400 ἵπποις ἧκε μένος. καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκε: 23.401 τῷ δ' ὰρ' ἐπ' Ἀτρείδης εἶχε ξανθὸς Μενέλᾱος: 23.402 Ἀντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς εοῖο: 23.403 ἔμβητον. καὶ σφῶϊ τιταίνετον ὅττι τάχιστα: 23.404 ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω 23.405 Τυδείδεω ἵπποισι δαΐφρονος. οἷσιν Ἀθήνη 23.406 νῦν ὤρεξε τάχος. καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν: 23.407 ἵ̈ππους δ' Ἀτρείδαο κιχάνετε. μὴ δὲ λίπησθον. 23.408 καρπαλίμως. μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ 23.409 Αἴθη θῆλυς ἐοῦσα: τίὴ λείπεσθε φέριστοι: Venetus A (Marciana 454 = 822), folio 301, recto Iliad 23.410-23.433 23.410 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται: 23.411 οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν 23.412 ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, 23.413 αἴ κ'  ποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. 23.414 λλ' ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα: 23.415 ταῦτα δ' ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω 23.416 στεινωπῷ ἒν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. 23.417 ὡς ἔφαθ', οἱ δ' ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν 23.418 μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον: αἶψα δ' ἔπειτα 23.419 στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. 23.420 ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον  λὲν ὕδωρ 23.421 ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα: 23.422 τῇ ῥ' εἶχεν Μενέλαος ἁματροχιὰς  λεείνων. 23.423 Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους 23.424 ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. 23.425 Ἀτρεΐδης δ' ἔδδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει: 23.426 Ἀντίλοχ'  φραδέως ἱππάζεαι,  λλ' ἄνεχ' ἵππους: 23.427 στεινωπὸς γὰρ ὁδός, τάχα δ' εὐρυτέρη περ ἐλάσσεις: 23.428 μή πως  μφοτέρους δηλήσεαι ἅρματι κύρσας. 23.429 ὡς ἔφατ', Ἀντίλοχος δ' ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε 23.430 κέντρῳ ἐπισπέρχων ὡς οὐκ  ΐοντι ἐοικώς. 23.431 ὅσσα δὲ δίσκου οὖρα κατ' ωμαδίοιο πέλονται, 23.432 ὅν τ' αἰζηὸς  φῆκεν  νὴρ πειρώμενος ἥβης, 23.433 τόσσον ἐπιδραμέτην: αἱ δ' ἠρώησαν ὀπίσσω Venetus A (Marciana 454 = 822), folio 301, verso Iliad 23.434-23.457 23.434 Ἀτρεΐδεω: αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν 23.435 μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, 23.436 δίφρους τ'  νστρέψειαν ἐϋπλεκέας, κατὰ δ' αὐτοὶ 23.437 ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. 23.438 τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος: 23.439 Ἀντίλοχ' οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος: 23.440 ἔρρ', ἐπεὶ οὔ ς' ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. 23.441 λλ' οὐ μὰν οὐδ' ὡς ἄτερ ὅρκου οἴσῃ ἄεθλον. 23.442 ὡς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε: 23.443 μή μοι ἐρύκεσθον μὴ δ' ἕστατον  χνυμένω κῆρ. 23.444 φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα 23.445 ἢ ὑμῖν: ἄμφω γὰρ  τέμβονται νεότητος. 23.446 ὡς ἔφαθ', οἱ δὲ ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν 23.447 μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. 23.448 Ἀργεῖοι δ' ἐν  γῶνι καθήμενοι εἰσορόωντο 23.449 ἵππους: τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. 23.450 πρῶτος δ' Ἰδομενεὺς Κρητῶν  γὸς ἐφράσαθ' ἵππους: 23.451 ἧστο γὰρ ἐκτὸς  γῶνος ὑπέρτατος ἐν περιωπῇ: 23.452 τοῖο δ' ἄνευθεν ἐόντος ὁμοκλητῆρος  κούσας 23.453 ἔγνω, φράσσατο δ' ἵππον  ριπρεπέα προὔχοντα, 23.454 ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἒν δὲ μετώπῳ 23.455 λευκὸν σῆμ' ἐτέτυκτο περίτροχον ἠΰτε μήνη. 23.456 στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.457 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες Scholia to Iliad 23.434-23.457 Main scholia On Iliad 23.440: ἐπεὶ ού σ' ἔτυμόν γε φάμεν: παρατατικός ἐστι ἀντι τοῦ ἔφαμεν: ϊωνικῶς οὖν ἀναγνωστέον τὴν φα συλλαβὴν ὀξύνοντας On Iliad 23.454: ὃς τὸ μὲν ἅλλος τόσον φοῖνιξ ὅτι οὕτος εἴωθε λέγειν τὸ παρα μικρὸν ἀντι τοῦ ὁς τὸ μὲν λοιπον σῶμα On Iliad 23.455: σημ' ἐτέτυκτο: οὕτως ϊακῶς τέτυκτο ὁ Ἀρίσταρχος Interlinear scholia On Iliad 23.445: στερίσκονται On Iliad 23.454: πυρρός Venetus A (Marciana 454 = 822), folio 302, recto Iliad 23.458-23.482 23.458 οἶος ἐγὼν ἵππους αὐγάζομαι ἠὲ καὶ ὑμεῖς; 23.459 ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, 23.460 ἄλλος δ' ἡνίοχος ἰνδάλλεται: αἱ δέ που αὐτοῦ 23.461 ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν: 23.462 ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, 23.463 νῦν δ' οὔ πω δύναμαι ἰδέειν: πάντῃ δέ μοι ὄσσε 23.464 Τρωϊκὸν  μ πεδίον παπταίνετον εἰσορόωντι: 23.465 ἠὲ τὸν ἡνίοχον φύγεν ἡνία, οὐδὲ δυνάσθη 23.466 εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας: 23.467 ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἄξαι, 23.468 αἱ δ'ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. 23.469 λλὰ ἴδεσθε καὶ ὕμμες  νασταδόν: οὐ γὰρ ἔγωγε 23.470 εὖ διαγινώσκω: δοκέει δέ μοι ἔμμεναι  νὴρ 23.471 Αἰτωλὸς γενεήν, μετὰ δ' Ἀργείοισιν  νάσσει 23.472 Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. 23.473 τὸν δ' αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας: 23.474 Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἱ δέ τ' ἄνευθεν 23.475 ἵπποι  ερσίποδες πολέος πεδίοιο δίενταιδίωνται. 23.476 οὔτε νεώτατός ἐσσι μετ' Ἀργείοισι τοσοῦτον, 23.477 οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε: 23.478 λλ' αἰεὶ μύθοις λαβρεύεαι: οὐδέ τί σε χρὴ 23.479 λαβραγόρην ἔμεναι: πάρα γὰρ καὶ  μείνονες ἄλλοι. 23.480 ἵπποι δ' αῦται ἔασι παροίτεροι, αἳ τὸ πάρος περ, 23.481 Εὐμήλου, ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε. 23.482 Τὸν δὲ χολωσάμενος Κρητῶν  γὸς  ντίον ηὔδα: Scholia to Iliad 23.458-23.482 Main scholia On Iliad 23.459: ἄλλοι μοι δοκέουσι παροίτεροι προς τὸ παροίτεροι ὄτι τοπικῶς ἀντι τοῦ πρότεροι κατα τὸν δρόμον On Iliad 23.461: αἱ κεῖσέ γε φέρτεραι: Ζηνοδοτος καὶ Ἀριστοφάνης αἳ κεῖθί γε καὶ ἐστιν ἀναλογώτερον On Iliad 23.462: ήιτοι γὰρ τὰς πρῶτα ΐδον περι τέρμα βαλύσας: ὑποστκτέον ἐπι το βαλούσας περισσεύνοτος τοῦ ἐπιφερομένου συνδεσμοῦ On Iliad 23.463: νῦν δ' οὔ πη ὁ δε λόγος ἂς τὸ πρῶτον ΐδον καμπτούσας. νῦν οὐ δύναμαι ϊδεῖν On Iliad 23.471: αἰτωλὸς γενεὴν, ἀθετεῖται ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικὸν οὐχ' ἡρωϊκοῦ προσώπου: ἄλλως ἀθετεῖται ὡς ληρώδης καὶ προς τῶ τέλει τῆς ποιησέως γεγονώς διασαφεῖν ἐθέλει τὰ προγνωσθέντα Διομήδη On Iliad 23.475: πεδίοιο δίωνται: ὡς λάβωνται ἔιπομεν δὲ δὴ ὡς ἐστι καὶ δίω βαρυνόμενον ὃ σημαίνοι ἂν τὸ διώκω. ἔνθεν τὸ τρὶς περι άστυ μέγα πριάμου δίον καὶ τὸ κνώδαλον ὅττι δίοιτο : καὶ περισπώμενον ἔνθεν τὸ δίημι ἐγένετο παρ ὃ τὸ ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται . καὶ τὸ αύτως ἐν δίεσαν On Iliad 23.479: λαβραγόρην έμεναι ἀθετεῖται ὅτι οὐκ ἀναγκαῖος, πρόκειται γὰρ τὸ ἀλλ' αἰεὶ μύθοισι λαβρεύεαι : καὶ τὸ πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι οὐ δεόντως ἐπιλέγεται: οὐ γὰρ ἀμεινόνων ἔργων τὸ λαβρεύεσθαι On Iliad 23.479: πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ¨ῖδιον νόσημα φυσικῶς ἑτέρωι ἐπιδίδωσι δι ὂ ἐπι τῆς γλώσσης κολάζεται νῦν τὲ καὶ ἐν τῶι ναυμαχίωι On Iliad 23.479: πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι: τὸ πάρα ἀντι τοῦ πάρεισι δι ὃ τὴν πρώτην ὀξυτονητέον ὁμοίως τῶι πάρα δ' ἀνὴρ ὁς καταθήσει On Iliad 23.481: Εὐμήλου ἐν δ' αὐτὸς ἔχων εὔληρα: ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα Interlinear scholia On Iliad 23.468: εξώρμησαν ἴσοι On Iliad 23.474: πολυλογεῖς ῆ προγλωσσεύη Intermarginal scholia On Iliad 23.463: οὕτως διὰ τὸ ν νῦν δ’οὔ πηι Ἀριστοφάνης On Iliad 23.467: γράφεται κατὰ θ’άρματα On Iliad 23.475: ὅτι δια πολλοῦ πεδίου Interior scholia On Iliad 23.464: αἱ Ἀριστάρχου παπταίνεται On Iliad 23.440: ὅτι ἐπὶ πότου ἀντὶ τοῦ πρῶται Exterior scholia On Iliad 23.467: κατα θ’ αρματα Venetus A (Marciana 454 = 822), folio 302, verso Iliad 23.483-23.507 23.483 Αἶαν νείκει ἄριστε κακοφραδὲς ἄλλά τε πάντα 23.484 δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν  πηνής. 23.485 δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, 23.486 ἵστορα δ' Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, 23.487 ὁππότεραι πρόσθ' ἵπποι, ἵνα γνοίης  ποτίνων. 23.488 ὡς ἔφατ', ὤρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας 23.489 χωόμενος χαλεποῖσιν  μείψασθαι ἐπέεσσι: 23.490 καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ'  μφοτέροισιν, 23.491 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς  νίστατο καὶ φάτο μῦθον: 23.492 μηκέτι νῦν χαλεποῖσιν  μείβεσθον ἐπέεσσιν 23.493 αἴαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. 23.494 καὶ δ' ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. 23.495 λλ' ὑμεῖς ἐν  γῶνι καθήμενοι εἰσοράασθε 23.496 ἵππους: οἱ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης 23.497 ἐνθάδ' ἐλεύσονται: τότε δὲ γνώσεσθε ἕκαστος 23.498 ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. 23.499 ὡς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, 23.500 μάστι δ' αἰὲν ἔλαυνε κατωμαδόν: οἳ δέ οἱ ἵπποι 23.501 ὑψός'  ειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. 23.502 αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, 23.503 ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε 23.504 ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον: οὐδέ τι πολλὴ 23.505 γίνετ' ἐπισσώτρων ἁρματροχιὴ κατ' ὄπισθεν 23.506 ἐν λεπτῇ κονίῃ: τὼ δὲ σπεύδοντε πετέσθην. 23.507 στῆ δὲ μέσῳ ἐν  γῶνι, πολὺς δ'  νεκήκιεν ἱδρὼς Scholia to Iliad 23.483-23.507 Main scholia On Iliad 23.485: δεῦρο νῦν ἡ τρίποδος περιδώμεθον: ἐνθάδε τὸ νῦν συσταλτέον δια τὸ μέτρον τὸ δὲ περιδώμεθον ἐστι ἓν επεὶ δηλοῖ τὸ συνθήκας ποιησώμεθα On Iliad 23.487: ὁππότεραι προσθ' ἵπποι: ὁ νοῦς ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς ὁπότεραί ἐισὶν ἵπποι πρότεραι On Iliad 23.500: μάστι δ' αἰὲν ἔλαυνε: μάστι ἀπο τῆς μάστιγος ϊωνιξ ὡς Θέτι Interlinear scholia On Iliad 23.500: кαтὰ τῶν ώμων Intermarginal scholia On Iliad 23.483: Αρισταρχος νίκος ἄριστε ὡς εἰδος αριστε On Iliad 23.485: ὅτι ἄντι τοῦ άγε το δεῦρο On Iliad 23.486: ὅτι ἄντι τοῦ μάρτυρα οἷον συνθηκοφύλακα On Iliad 23.491: ἐν ἄλλῳ καὶ κατέρυκε On Iliad 23.501: κατεχρήσατο On Iliad 23.503: ὅτι τὰ ἄρματα ἐπετρεχον καὶ οὐκ επετρεχεν On Iliad 23.506: ἐν αλλῳ πετεσθον Venetus A (Marciana 454 = 822), folio 303, recto Iliad 23.508-23.532 23.508 ἵππων ἔκ τε λόφων καὶ  πὸ στέρνοιο χαμᾶζε. 23.509 αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, 23.510 κλῖνε δ' ἄρα μάστιγα ποτὶ ζυγόν: οὐδὲ μάτησεν 23.511 ἴφθιμος Σθένελος,  λλ' ἐσσυμένως λάβ' ἄεθλον, 23.512 δῶκε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκαv 23.513 καὶ τρίποδ' ὠτώεντα φέρειν: ὁ δ' ἔλυεν ὑφ' ἵππους. 23.514 Τῷ δ' ἄρ' ἒπ' Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους 23.515 κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον: 23.516 λλὰ καὶ ὡς Μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππους. 23.517 ὅσσον δὲ τροχοῦ ἵππος  φίσταται, ὅς ῥα τ' ἄνατα 23.518 ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι: 23.519 τοῦ μέν τε ψαύουσιν ὀπισσώτρου τρίχες ἄκραι 23.520 οὐραῖαι: ὁ δέ τ' ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ 23.521 χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος: 23.522 τόσσον δὴ Μενέλαος  μύμονος Ἀντιλόχοιο 23.523 λείπετ':  τὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, 23.524 λλά μιν αἶψα κίχανεν: ὀφέλλετο γὰρ μένος ἠῢ 23.525 ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης: 23.526 εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος  μφοτέροισι, 23.527 τῷ κέν μιν παρέλασς' οὐδ'  μφήριστον ἔθηκεν. 23.528 αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος 23.529 λείπετ'  γακλῆος Μενελάου δουρὸς ἐρωήν: 23.530 βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, 23.531 ἤκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν  γῶνι. 23.532 υἱὸς δ' Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων Scholia to Iliad 23.508-23.532 Main scholia On Iliad 23.509: αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ. ὅτι τοῦτο διακρίνει τὴν ἐν αλλήλοις ἀμγιβολίαν προς τὸ ἐνώπια παμφανόωντα δείκνυται γὰρ τὰ ἅρματα παμφανόωντα: On Iliad 23.514: τῷ δ ὰρ ἔπ Αντίλοχος Νηλήϊος ὅτι ἀπο τοῦ προτάτορος ὁ Ἀντίλοχος Νηλήϊος . ἔστι γὰρ θεοῦ υἱὸς ὀ Νηλεὺς Ποσειδῶνος . βραχὺ δὲ διασταλτέον ἐπι τὸ ἲππους προς τὸ σαφέστερον On Iliad 23.523: λείπετ' ἀτὰρ τὰ πρῶτα: σημειοῦνται τινὲς ὅτι ἃ ἄνω εἴπε δίσκου οῦρα: νῦν δὲ συνθετώς δίσκουρα On Iliad 23.523: καὶ ἐς δίσκουρα λέλειπτο: Πτολεμαῖος καὶ οἱ πλείους δίσκουρα ὡς λίπουρα. καὶ Ἀρίσταρχος δὲ φησὶν ὅπερ ἄνω κατα διάλυσιν εἷπεν: ὅσσα δὲ δίσκου ούρα τοῦτο νῦν κατα σύνθεσιν ἐξήνεγκεν. καγὼ δὲ, συγκατατίθεμαι On Iliad 23.527: τῶ κέ μιν παρέλασ' ὅτι Ζηνόδοτος γράφει ἡ ἀμφήριστὸν ἔθηκεν οὐκ εὐ. νῦν γὰρ οὐχ αρμόζει ἐπι Διομήδους δὲ τοῦ σύνεγγυς τρέχοντος. δια δὲ τούτου βούλεται λέγειν οὐδ' ὅλως ἀμφήριστον Intermarginal scholia On Iliad 23.512: προς τὴν διαφορὰν τοῦ άγειν καὶ φέρειν On Iliad 23.518: ὅτι δια πεδίου On Iliad 23.521: ὅτι δια πεδίου Exterior scholia On Iliad 23.519: ἐπισσώτρου τρίχες Venetus A (Marciana 454 = 822), folio 303, verso Iliad 23.533-23.557 23.533 ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. 23.534 τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, 23.535 στὰς δ' ἂρ' ἐν Ἀργείοις ἔπεα πτερόεντ'  γόρευε: 23.536 λοῖσθος  νὴρ ριστος ἐλαύνει μώνυχας ἵππους: 23.537 λλ' ἄγε δή οἱ δῶμεν  έθλιον ὡς ἐπιεικὲς 23.538 δεύτερ':  τὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. 23.539 ὡς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε. 23.540 καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, 23.541 εἰ μὴ ἄρ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς 23.542 Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ'  ναστάς: 23.543 ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς 23.544 τοῦτο ἔπος: μέλλεις γὰρ  φαιρήσεσθαι ἄεθλον 23.545 τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω 23.546 αὐτός τ' ἐσθλὸς ἐών:  λλ' ὤφελεν  θανάτοισιν 23.547 εὔχεσθαι: τό κεν οὔ τι πανύστατος ἦλθε διώκων. 23.548 εἰ δέ μιν οἰκτίρεις καί τοι φίλον ἔπλετο θυμῷ 23.549 ἔστί τοι ἒν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς 23.550 καὶ πρόβατ', εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι: 23.551 τῶν οἱ ἔπειτ'  νελὼν δόμεναι καὶ μεῖζον ἄεθλον 23.552 ἠὲ καὶ αὐτίκα νῦν, ἵνα ς' αἰνήσωσιν Ἀχαιοί. 23.553 τὴν δ' ἐγὼ οὐ δώσω: περὶ δ' αὐτῆς πειρηθήτω 23.554 νδρῶν ὅς κ' ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι. 23.555 ὡς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς 23.556 χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος: 23.557 καί μιν  μειβόμενος ἔπεα πτερόεντα προσηύδα: Scholia to Iliad 23.533-23.557 Main scholia On Iliad 23.533: ἕλκων άρματα καλα: οὕτως πρόσσοθεν ἐλαύνων κατεαγότος δὲ τοῦ δίφρου ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους ὥσπερ οἱ τῶν ἀγωγαίων περιεχόμενοι καὶ τῇ μάστιγι περιελαύνων κατα τὸν αὐχένα καὶ τὰς πλευρὰς. οὕτως γὰρ ἀκουστέον καὶ οὐ κυρίως: ἡ διπλὴ δὲ ὅτι Ζηνόδοτος γράφει ἐλαύνων ὠκέας ἵππους ὡς ἡνιοχοῦντος αὐτοῦ, συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει τὰς πλευρὰς τῶν ἵππων τύπτων: βραχὺ δὲ διασταλτέον ἐπι τὸ καλὰ προς τὸ σαφέστερον: τὸ δε πρόσσωθεν ὡς ἔμπροσθεν καὶ συνεστάλη τὸ ω εἰς τὸ ο On Iliad 23.538: δεύτερ' ἀτὰρ: ὅτι ἔν τισιν ὑποτάσσονται τούτῳ τὰ τρίτα δ' Ἀντίλοχος : τέτρατα ξανθὸς Μενέλαος : πέμπτα δὲ Μηριονης θεράπων ἐῢς Ἰδομενῆος χωρὶς δὲ τοῦ μηδε τὸν χαρακτῆρα ἔχειν ὁμηρικὴν έτι καὶ προς ουδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως On Iliad 23.551: τῶν οἱ ἔπειτ' ἀνελῶν: ὅτι τὸ ἔπειτα ἀντι τοῦ μετα ταῦτα: ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα. ἡ δε ἀναφορὰ. προσ τὸ Φοῖνιξ μὲν πρώτιστα αὐτὰρ ἔπειτ' Αἴας τε μέγας Interlinear scholia On Iliad 23.536: ἔσχατος Intermarginal scholia On Iliad 23.539: εν αλλῳ ηδὲ κέλευον: On Iliad 23.540: ἐν αλλῳ ἐπήνησαν γὰρ οἱ ἄλλοι On Iliad 23.543: σημειοῦνται τινὲς ὅτι ἄντι μηνίσω On Iliad 23.544: ὄτι ἄντι τοῦ έοικας On Iliad 23.548: οὕτως διὰ τοῦ σ φίλος πᾶσαι εῖχον Exterior scholia On Iliad 23.546: ὤφελεν Venetus A (Marciana 454 = 822), folio 304, recto Iliad 23.558-23.583 23.558 Ἀντίλοχ', εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο 23.559 Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω. 23.560 δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων 23.561 χάλκεον, ᾧ περὶ χεῦμα φαεινοῦ κασσιτέροιο 23.562 ἀμφιδεδίνηται: πολέος δέ οἱ ἄξιον ἔσται. 23.563 Ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ. 23.564 οἰσέμεναι κλισίηθεν: ὁ δ' ᾤχετο καί οἱ ἔνεικεν, 23.566 Τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων 23.567 Ἀντιλόχῳ ἄμοτον κεχολωμένος: ἐν δ' ἄρα κῆρυξ 23.568 χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τ' ἐκέλευσεν 23.569 Ἀργείους: ὁ δ' ἔπειτα μετηύδα ἰσόθεος φῶς: 23.570 Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. 23.571 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους 23.572 τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. 23.573 ἀλλ' ἄγετ' Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 23.574 ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ' ἐπ' ἀρωγῇ, 23.575 μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων: 23.576 Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος 23.577 οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν 23.578 ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε. 23.579 εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔ τινά φημι 23.580 ἄλλον ἐπιπλήξειν Δαναῶν: ἰθεῖα γὰρ ἔσται. 23.581 Ἀντίλοχ' αἴ δ' ἄγε δεῦρο διοτρεφές, ἡ θέμις ἐστί, 23.582 στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην 23.583 χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, Scholia to Iliad 23.558-23.583 Main scholia On Iliad 23.559: Εὐμήλῳ ἐπιδοῦναι: ὑποστικτέον μετα το επιδοῦναι τοῦ ἑπομένου συνδέσμου περιττευόντος On Iliad 23.561-23.562: ῷ περι χεῦμα. ἀμφι δὲ δίνηται εἰσὶν οἳ ἀνεστρεψαν τὴν περι , ὁ μέντοι Ἀσκαλωνίτης καὶ οἱ πλείους κατα παρολκὴν ἐξεδέξαντο κεῖσθαι δια τὸ ἀμφι δε δίνηται δι ὃ οὐκ αναστρέφουσιν On Iliad 23.566: τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο: οὐ δια σμικρολογίαν ἐφίεται τοῦ μέιζονος ἄθλου ἀλλα φύσει πάντες νικᾶν θέλομεν. φιλότιμος οὖν ἐστι περι τὴν νίκαν. ὅτι δε οὐδεὶς ἔρις ἔδειξε παραχρῆμα διαλυσάμενος μέμφεται δὲ αυτῷ ἀπατήσαντι καὶ παρα τὴν ἡρωϊκὴν ἁπλότητα πανουργήσαντι, καὶ Ἀχιλλευς : ἐκ γὰρ δή μ' ἀπάτησεν On Iliad 23.574: ἐς μέσον ἀμφοτεροις ὅτι οὐκ εις τὸ μέσον παρελθόντες ἀλλα μέσον δικάσσατε, μήτε τούτῳ προσχαριζόμενοι μήτε ἐμοί. διὸ ἐπιφέρει μηδ' ἐπ αρωγη On Iliad 23.581: Ἀντίλοχ' αἰ δ' άγε ἀθετεῖται ὅτι ἀκαίρως λέγει διοτρεφὲς. ὀργιζόμενος αὐτῷ On Iliad 23.581: χερσὶν ἔχε' ῥαδινὴν διαστολαὶ ἐπι τὸ ἅρματος , ἔλαυνες . καὶ αψάμενος . μέχρι γὰρ τοῦ ἅρμα πεδῆσαι ήρτηται ὁ λόγος Intermarginal scholia On Iliad 23.568: προς τοὺς δημηγορουντας ὅτι σκημπτρα ἐλαβον On Iliad 23.572: οἱ Αντιλόχου Interior scholia On Iliad 23.568: γράφεται χερσὶ Venetus A (Marciana 454 = 822), folio 304, verso Iliad 23.584-23.608 23.584 ἵππων ἁψάμενος. γαιήοχον ἐννοσίγαιον 23.585 ὄμνυθι, μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι: 23.586 τὸν δ' αῦτ' Ἀντίλοχος πεπνυμένος  ντίον ηύδα: 23.587 ἄνσχεο νῦν: πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι 23.588 σεῖο ἄναξ Μενέλαε. σὺ δὲ πρότερος καὶ  ἀρείων: 23.589 οἶσθ' οἷαι νέου  ἀνδρὸς ὑπερβασίαι τελέθουσι: 23.590 κραιπνότερος μὲν γάρ τε νόος. λεπτὴ δέ τε μῆτις: 23.591 τῶ τοι ἐπιτλήτω κραδίη. ἵ¨ππον δέ τοι αὐτὸς 23.592 δώσω τὴν ἀρόμην. εἰ καi νύ κεν οἴκοθεν ἄλλο 23.593 μεῖζον ἀπαιτήσειας. ἄφαρ κέ τοι αὐτίκα δοῦναι 23.594 βουλοίμην. ἢ σοί γε διοτρεφὲς ἤματα πάντα 23.595 ἐκ θυμοῦ πεσέειν: καὶ δαίμοσιν εἶ:ναι  ἀλιτρός: 23.596 Ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς. 23.597 ἐν χείρεσσι τίθει Μενελάου. τοῖο δὲ θυμὸς 23.598 ἰ¨άνθη. ὡς εἴ τε περι σταχύεσσιν ἐέρση 23.599 ληΐου  ἀλδήσκοντος ὅτε φρίσσουσιν ἄρουραι: 23.600 ὡς ἄρα τοι Μενέλαε μετα φρεσὶ θυμὸς ἰάνθη: 23.601 καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα: 23.602 Ἀντίλοχε. νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς. 23.603 χωόμενος. ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων 23.604 ῆσθα πάρος: νῦν αὖτε νόον νίκησε, νεοίη. 23.605 δεύτερον αὖτ' ἀλέασθαι  ἀμείνονας ἠπεροπεύειν. 23.606 οὐ γάρ κέν με τάχ' ἄλλος  ἀνὴρ παρέπεισεν Ἀχαιῶν: 23.607 ἀλλὰ σὺ γὰρ δὴ πολλ`’ ἔπάθες καὶ πὸλλ’ ἐμόγησας. 23.608 σός τε πατὴρ  ἀγαθὸς. καὶ  ἀδελφεὸς εἵνεκ' ἐμεῖο: Scholia to Iliad 23.584-23.608 Main scholia On Iliad 23.592: δωσω τὴν αρόμην: ταῦτα ἀπ άλλης ἀρχῆς ἀναγνωστέον: ὑποστικτέον δὲ μετα τὸ ἀπαιτήσειας On Iliad 23.603: χωόμενος. ἐπεὶ οὔ τι: ὅτι παρήορος ὁ παρηρτημένος τὰς φρένας. οὐκ αραρῶς οὐδε κατα χώραν ἔχων αὐτάς : καὶ ὅτι χωόμενος νῦν ἀντι τοῦ χολούμενος On Iliad 23.604: ῆσθα πάρος: ὅτι νῦν μόνον ούτως ἐσοχηματισε νεοίη ἀντι τοῦ νεότης On Iliad 23.604: νῦν αῦτε νόον νίκησε νεοιη: νεοίη ὡς ὁμοίη. οἱ μέντοι μετ αυτὸν ὡς ἐπι πλεῖστον νεόειαν λέγουσι. περι δὲ τῆς λέξεως εἰ ὑγιῶς ἐσχήμάτισται ἐν τῷ προτατικῷ ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει Intermarginal scholia On Iliad 23.587: ἐν ἀλλῷ ΐσχεο On Iliad 23.599: αντὶ τοῦ φρίσσοντας ἔχουσι τοὺς στάχυας On Iliad 23.605: γράφεται υστερον Interior scholia On Iliad 23.604: οἱ περι Αντιμαχου νόημα γράφουσι Venetus A (Marciana 454 = 822), folio 305, recto Iliad 23.609-23.633 23.609 τῶ τοι λισσομένῳ ἐπιπείσομαι: ἠδὲ καὶ ἵππον. 23.610 δώσω ἐμήν περ ἐοῦσαν. ἵνα γνώωσι καὶ οἷδε: 23.611 ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής: 23.612 ῀Η ῥα: καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ 23.613 ἵππον ἄγειν: ὁ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα: 23.614 Μηριόνης δ' ἀνάειρε δύο χρυσοῖο τάλαντα 23.615 τέτρατος,ὡς ἔλασεν: πέμπτον δ' ὑπελείπετ' ἄεθλον 23.616 ἀμφίθετος φιάλη. τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς 23.617 Ἀργείων ἀν' ἀγῶνα φέρων. καὶ ἔειπε παραστάς: 23.618 τῆ νῦν καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω. 23.619 Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι. οὐ γὰρ ἔτ'αὐτὸν 23.620 ὄψῃ ἐν Ἀργείοισι. δίδωμι δέ τοι τόδ' ἄεθλον 23.621 αὔτως. οὐ γὰρ πύξ γε μαχήσεαι. οὐδὲ παλαίσεις: 23.623 θεύσεαι. ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει: 23.624 ὡς εἰπὼν.ἐν χερσὶ τίθει. ὁ δ'ἐδέξατο χαίρων. 23.625 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 23.626 ναὶ δὴ ταῦτά γε πάντα τέκος κατα μοῖραν ἔειπες. 23.627 οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα φίλος, πόδες. οὐδέ τι χεῖρες 23.628 ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί: 23.629 εἴθ', ὡς, ἡβώοιμι, βίη τέ μοι ἔμπεδος εἴη: 23.630 ὡς ὁπότε κρείοντ' Ἀμαρυγκέα θάπτον Ἐπειοὶ 23.631 Βουπρασίῳ. παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα. 23.632 ἔνθ' οὔ τίς μοι ὁμοῖος  νὴρ γένετ'. οὔτ' ὰρ' Ἐπειῶν. 23.633 οὔτ' αὐτῶν Πυλίων. οὔτ' Αἰτωλῶν μεγαθύμων: Scholia to Iliad 23.609-23.633 Main scholia On Iliad 23.616: ἁμφίθετος φιάλη: προς τὴν ἀμφίθετον ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα καὶ ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον ἵνα μὴ ὁ Νέστωρ ἄτιμος γένηται ἐν τῷ ἐπι Πατρόκλῳ ἀγῶνι: βέλτιον δὲ στίζειν ἐπι τὸ φιάλη καὶ τοῦ λόγου διαστέλλην ἀξιοῦντος ἵνα ἀφ ετέρας ἀρχῆς ἀναγινώσκωμεν τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς ἀντι τοῦ ταύτην On Iliad 23.621: αύτως οὐ γὰρ πύξ γε: ὅτι προτάσσει τὴν πυγμήν ὡς καὶ ἐν . οὐ γὰρ πύγμαχοι είμεν , ὁ αυτὸς ἄρα ποιητής On Iliad 23.622: οὐδέ τ'ἀκοντιστὺν ἐνδύσεαι: οὕτως ἐσδύσεαι σχεδὸν ἅπασαι οὐ δέ ποτε γὰρ Ὅμηρος τῇ ἐν ἀντι τῆς εἰς κέχρηται On Iliad 23.627: οὐ γὰρ ἐτ' ἔμπεδα: ὅτι ἀπο τοῦ γὰρ ῆρκται τὸ αιτιατικὸν προταξας καὶ ὅτι ἐπεξηγήσατο τὴν ἐμπεδαγυῖαν λέξιν: βραχὺ δὲ διασταλτέον ἐπι τὸ φίλος . ὅτι ὡς εἴρηται ἐπεξηγεῖται τὰ γυῖα ὄτι πόδες καὶ χεῖρες On Iliad 23.630: ὡς ὁπότε κρειόντ' Ἀμαρυγκέα ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται ἱερῶν δὲ οὔ Interlinear scholia On Iliad 23.631: τόπος Intermarginal scholia On Iliad 23.623: γράφεται καὶ ὀπάζει καὶ ἱκάνει καὶ ἐπεισι On Iliad 23.622: Ἀριστάρχος ἐσδύσεαι Exterior scholia On Iliad 23.623: οπάζει Venetus A (Marciana 454 = 822), folio 305, verso Iliad 23.634-23.658 23.634 πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, 23.635 Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι  νέστη: 23.636 Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, 23.637 δουρὶ δ' ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. 23.638 οἴοισίν μ' ἵπποισι παρήλασαν Ἀκτορίωνε 23.639 πλήθει πρόσθε βαλόντες  γασσάμενοι περὶ νίκης, 23.640 οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόφι λείπετ' ἄεθλα. 23.641 οἱ δ' ἄρ' ἔσαν δίδυμοι: ὁ μὲν ἔμπεδον ἡνιόχευεν, 23.642 ἔμπεδον ἡνιόχευ', ὁ δ' ἄρα μάστιγι κέλευεν. 23.643 ὡς ποτ' ἔον: νῦν αὖτε νεώτεροι  ντιοώντων 23.644 ἔργων τοιούτων: ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ 23.645 πείθεσθαι, τότε δ' αὖτε μετέπρεπον ἡρώεσσιν. 23.646 λλ' ἴθι καὶ σὸν ἑταῖρον  έθλοισι κτερέϊζε. 23.647 τοῦτο δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, 23.648 ὥςμεῦ εὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, 23.649 τιμῆς ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' Ἀχαιοῖς. 23.650 σοὶ δὲ θεοὶ τῶνδ'  ντὶ χάριν μενοεικέα δοῖεν. 23.651 ὡς φάτο, Πηλεΐδης δὲ πολὺν καθ' ὅμιλον Ἀχαιῶν 23.652 ᾤχετ', ἐπεὶ πάντ' αἶνον ἐπέκλυε Νηλεΐδαο. 23.653 αὐτὰρ ὃ πυγμαχίης  λεγεινῆς θῆκεν ἄεθλα: 23.654 ἡμίονον ταλαεργὸν ἄγων κατέδης' ἐν  γῶνι 23.655 ἑξετέ'  δμήτην, ἥ τ'  λγίστη δαμάσασθαι: 23.656 τῷ δ' ἄρα νικηθέντι τίθει δέπας  μφικύπελλον. 23.657 στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.658 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ Scholia to Iliad 23.634-23.658 Main scholia On Iliad 23.634: πὺξ μὲν ἐνίκησα: ὅτι τὴν ομοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ τῶν ἀγωνισμάτων On Iliad 23.635: Ἀγκαῖον δὲ πάλῃ: προσ τὸ ὅς μοι ἀνέστη δεῖ γὰρ αὐτὸν ὑποστήσασθαι λαθήμενον τοῦ δε κήρυκος παλαιστὰς καλέσαντος ἀνιστάμενον: On Iliad 23.638: οἱοισίν ἵπποισι πλήθει πρόσθε βαλοντες: σεσημείωται ὁ τόπος προσ τὰ περι τῶν Μολιονιδῶν ζητούμενα: ζητεῖται γὰρ τί εστι τὸ πλήθει πρόσθε βαλόντες :καὶ ὁποῖοί τινες ἧσαν τὴν φύσιν ὡς λέγεσθαι ἐπ' αυτῶν τ' οὶ δ ὰρ ἔσαν δίδυμοι τῆς τε τῆς ἁρματηλασίας ὁ τρόπος. καὶ τί τὸ τῆς νίκης αἴτιον Ἀντόδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν οἷα τίς ποτέ ἐστιν οὐ προσποιεῖται: τινὰς δε φασὶ λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν αγῶνα οἷς ἐνεμπόδιζον τὰ τῶν ἀντιπάλων καὶ τοῦτο εἶναι τῷ πλήθει πρόσθε βαλόντες . ἄλλοι δὲ φασὶ πρὸς τὴν ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτωρος υἱοῖς τοὺς ἀθλοθετοῦντας. διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα καὶ τοῦτ έστι τὸ πλήθει πρόσθε βαλόντες . Ἀρίσταρχος δὲ διδύμους ἀκούει: οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν οἷοι ῆσαν καὶ οἱ Διοσκοροι ἀλλα τοὺς διφυεῖς δύο ἔχοντας σώματα Ἡσιόδῳ μάρτυρι χρώμενος καὶ τοὺς συμπεφυκότας ἀλλήλοις. οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπ' αυτῶν σαφηνίζεσθαι ἄριστα. ἀνασταντος γὰρ δὴ τοῦ Νέστορος ἐπι τὸν αγῶνα καὶ αὐτοὺς ἀναστῆναι εἰτα τὸν μὲν Nέστορα λέγειν ὡς οὐ δίκαιοι ῆεν αγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες. ὁ δε δῆμος συναγωνίζοιτο αὐτοῖς καὶ λέγοι ὡς ῆεν εἱς ἀμφότεροι καὶ δια τοῦτο ὀφείλοι εν ἐνὸς ἐπιβαίνειν ἅρματος ἁτε δὴ συμπεφυκότες. καὶ κρατοῖεν γε οἱ πολλοὶ καὶ τοῦτον εἶναι τῷ πλήθει πρόσθε βαλόντες Venetus A (Marciana 454 = 822), folio 306, recto Iliad 23.659-23.683 23.659 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥσπερ  ρίστω, 23.660 πὺξ μάλ'  νασχομένω πεπληγέμεν: ᾧ δέ κ' Ἀπόλλων 23.661 δώιη καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, 23.662 ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ φερέσθω: 23.663 αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται  μφικύπελλον. 23.664 ὡς ἔφατ', ὤρνυτο δ' αὐτίκ'  νὴρ ἠΰς τε μέγας τε 23.665 εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, 23.666 ἅψατο δ' ἡμιόνου ταλαεργοῦ φώνησέν τε: 23.667 ἄσσον ἴτω ὅς τις δέπας οἴσεται  μφικύπελλον: 23.668 ἡμίονον δ' οὔ φημί τιν'  ξέμεν ἄλλον Ἀχαιῶν 23.669 πυγμῇ νικήσαντ', ἐπεὶ εὔχομαι εἶναι ἄριστος. 23.670 ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ' ἄρα πως ἦν 23.671 ἐν πάντεσς' ἔργοισι δαήμονα φῶτα γενέσθαι. 23.672 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: 23.673 ντικρὺ χρόα τε ῥήξω σύν τ' ὀστέ'  ράξω. 23.674 κηδεμόνες δέ οἱ ἐνθάδ'  ολλέες αὖθι μενόντων, 23.675 οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. 23.676 ὡς ἔφαθ', οἱ δ' ἄρα πάντες  κὴν ἐγένοντο σιωπῇ. 23.677 Εὐρύαλος δέ οἱ οἶος  νίστατο ἰσόθεος φῶς 23.678 μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος, 23.679 ὅς ποτε Θήβας δ' ἦλθε δεδουπότος Οἰδιπόδαο 23.680 ἐς τάφον: ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. 23.681 τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς  μφεπονεῖτο 23.682 θαρσύνων ἔπεσιν, μέγα δ' αὐτῷ βούλετο νίκην. 23.683 ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα Venetus A (Marciana 454 = 822), folio 306, verso Iliad 23.684-23.708 23.684 δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς  γραύλοιο. 23.685 τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον  γῶνα, 23.686 ἄντα δ'  νασχομένω χερσὶ στιβαρῇσιν ἅμ' ἄμφω 23.687 σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. 23.688 δεινὸς δὲ χρόμαδος γενύων γένετ', ἔρρεε δ' ἱδρὼς 23.689 πάντοθεν ἐκ μελέων: ἐπὶ δ' ὤρνυτο δῖος Ἐπειός, 23.690 κόψε δὲ παπτήναντα παρήϊον: οὐδ' ἄρ' ἔτι δὴν 23.691 ἑστήκειν: αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα. 23.692 ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω  ναπάλλεται ἰχθῦς 23.693 θῖν' ἐν φυκιόεντι, μέγα δέ ἑ κῦμ' ἐκάλυψεν, 23.694 ὡς πληγεὶς  νέπαλτ': αὐτὰρ μεγάθυμος Ἐπειὸς 23.695 χερσὶ λαβὼν ὤρθωσε: φίλοι δ'  μφέσταν ἑταῖροι, 23.696 οἵ μιν ἄγον δι'  γῶνος ἐφελκομένοισι πόδεσσιν 23.697 αἷμα παχὺ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε: 23.698 κὰδ δ'  λλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, 23.699 αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας  μφικύπελλον. 23.700 Πηλεΐδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα 23.701 δεικνύμενος Δαναοῖσιλαοῖσιπαλαισμοσύνης  λεγεινῆς, 23.702 τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην, 23.703 τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί: 23.704 νδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσσον ἔθηκε, 23.705 πολλὰ δ' ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. 23.706 στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.707 ὄρνυσθ' οἳ καὶ τούτου  έθλου πειρήσεσθον. 23.708 ὡς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας, Venetus A (Marciana 454 = 822), folio 307, recto Iliad 23.709-23.733 23.709 ἂν δ' Ὀδυσεὺς πολύμητις ἀνίστατο, κέρδεα εἰδώς: 23.710 ζωσαμένω δ' ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα: 23.711 ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν 23.712 ὡς ὅτ'δ'ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων: 23.713 δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων: 23.714 τετρίγει δ' ἄρα νῶτα, θρασειάων ἀπὸ χειρῶν 23.715 ἑλκόμενα στερεῶς. κατὰ δὲ νότιος ῥέεν ἱδρώς: 23.716 πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους 23.717 αἵματι φοινικόεσσαι ἀνέδραμον: οἱ δὲ μάλ' αἰεὶ 23.718 νίκης ϊέσθην. τρίποδος περι ποιητοῖο: 23.719 οὔτ' Ὀδυσεὺς δύνατο σφῆλαι. οὔδει τε πελάσσαι: 23.720 οὔτ' Αἴας δύνατο. κρατερὴ δ' ἔχεν, ῒς,Ὀδυσῆος: 23.721 ἂλλ' ὅτε δή ῥ' ἀνίαζον ἐϋκνήμιδας ἀχαιούς. 23.722 δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας: 23.723 διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ. 23.724 ἤ μ' ἀνάειρ’. ἢ ἐγώ σε: τὰ δ' αὖ Διϊ πάντα μελήσει: 23.725 ὡς εἰπὼν. ἀνάειρε: δόλου τ' οὐ λήθετ' Ὀδυσσεύς: 23.726 κόψ' ὄπιθεν κώληπα τυχὼν. ὑπέλυσε δὲ γυῖα: 23.727 καδ δ' ἔπες' ἐξ ὀπίσω, ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς 23.728 κάππεσε: λαοὶ δ' αὖ, θηεῦτό τε, θάμβησάν τε: 23.729 δεύτερος αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς: 23.730 κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονός. οὐδ' έτ' ἄειρεν: 23.731 ἐν δὲ γόνυ γνάμψεν. ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω 23.732 πλησίοι ἀλλήλοισι. μιάνθησαν δὲ κονίῃ: 23.733 καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ' ἐπάλαιον. Venetus A (Marciana 454 = 822), folio 307, verso Iliad 23.734-23.758 23.734 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο, καὶ κατέρυκε: 23.735 μὴ κέτ' ἐρείδεσθον. μηδὲ τρίβεσθε κακοῖσι: 23.736 νίκη δ' ἀμφοτέροισιν: ἀέθλια δ' ἶ¨ς' ἀνελόντες 23.737 ἔρχεσθ' ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί: 23.738 ὡς ἔφαθ' οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο. 23.739 καί ῥ' ἀπομορξαμένω κονίην. δύσαντο χιτῶνας: 23.740 Πηλείδης δ' αῖψ' ἄλλα τίθει ταχυτῆτος ἄεθλα. 23.741 ἀργύρεον κρητῆρα, τετυγμένον: ἓξ δ' ἄρα μέτρα 23.742 χάνδανεν: αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ' αῖαν 23.743 πολλὸν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν: 23.744 Φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον: 23.745 στῆσαν δ' ἐν λιμένεσσι. Θόαντι δὲ δῶρον ἔδωκαν: 23.746 υἱὸς δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε. 23.747 Πατρόκλῳ ἥρωϊ ἰ+ησονίδης Εὔνηος: 23.748 καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἀέθλιον οὗ ἑτάροιο 23.749 ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο: 23.750 δευτέρω αὖ βοῦν θῆκε: μέγαν, καὶ πίονα δημῷ: 23.751 ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήι ἔθηκε 23.752 στῆ δ' ὀρθὸς, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.753 ὄρνυσθ'. οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε: 23.754 ὡς ἔφατ'. ὤρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας: 23.755 ἂν δ' Ὀδυσεὺς πολύμητις: ἔπειτα δὲ Νέστορος υἱὸς 23.756 Ἀντίλοχος. ὃ γὰρ αὖτε, νέους ποσὶ πάντας ἐνίκα: 23.757 στὰν δὲ μεταστοιχὶ: σήμηνε δὲ τέρματ' Ἀχιλλεύς: 23.758 τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος: ὦκα δ' ἔπειτα Venetus A (Marciana 454 = 822), folio 308, recto Iliad 23.759-23.783 23.759 ἔκφερ' Ὀϊλιάδης: ἐπὶ δ' ὤρνυτο δῖος Ὀδυσσεὺς 23.760 ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο 23.761 στήθεός ἐστι κανών, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ 23.762 πηνίον ἐξέλκουσα παρεκ μίτον,  γχόθι δ' ἴσχει 23.763 στήθεος: ὡς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν 23.764 ἴχνια τύπτε πόδεσσι πάρος κόνιν  μφιχυθῆναι: 23.765 καδ δ' ἄρα ἐκ κεφαλῆς χέ'  ϋτμένα δῖος Ὀδυσσεὺς 23.766 αἰεὶ ῥίμφα θέων: ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοὶ 23.767 νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. 23.768 ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' Ὀδυσσεὺς 23.769 εὔχετ' Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν: 23.770 κλῦθι θεά,  γαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. 23.771 ὡς ἔφατ' εὐχόμενος: τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη, 23.772 γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. 23.773 ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξασθαι ἄεθλον, 23.774 ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, 23.775 τῇ ῥα βοῶν κέχυτ' ὄνθος  ποκταμένων ἐριμύκων, 23.776 οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς: 23.777 ἒν δ' ὄνθου βοέης πλῆτο στόμα τε ῥῖνας τε: 23.778 κρητῆρ' αὖτ'  νάειρε πολύτλας δῖος Ὀδυσσεύς, 23.779 ὡς ἦλθε φθάμενος: ὁ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. 23.780 στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς  γραύλοιο 23.781 ὄνθον  ποπτύων, μετὰ δ' Ἀργείοισιν ἔειπεν: 23.782 ὦ πόποι ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ 23.783 μήτηρ ὡς Ὀδυσῆϊ παρίσταται ἠδ' ἐπαρήγει. Venetus A (Marciana 454 = 822), folio 308, verso Iliad 23.784-23.809 23.784 ὡς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν. 23.785 Ἀντίλοχος δ' ἄρα δὴ λοισθήϊον ἔκφερ' ἄεθλον 23.786 μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.787 εἰδόσιν ὔμμ' ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν 23.788 θάνατοι τιμῶσι παλαιοτέρους  νθρώπους. 23.789 Αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν, 23.790 οὗτος δὲ προτέρης γενεῆς προτέρων τ'  νθρώπων: 23.791 ὠμογέροντα δέ μίν φας' ἔμμεναι:  ργαλέον δὲ 23.792 ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ. 23.793 ὡς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα. 23.794 τὸν δ' Ἀχιλεὺς μύθοισιν  μειβόμενος προσέειπεν: 23.795 Ἀντίλοχ' οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, 23.796 λλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. 23.797 ὡς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων. 23.798 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος 23.799 θῆκ' ἐς  γῶνα φέρων, κατὰ δ'  σπίδα καὶ τρυφάλειαν 23.800 τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος  πηύρα. 23.801 στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.802 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ  ρίστω, 23.803 τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε 23.804 λλήλους προπάροιθεν ὁμίλου πειρηθῆναι. 23.805 ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, 23.806 ψαύσει δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα, 23.807 τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον  ργυρόηλον 23.808 καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον  πηύρων: 23.809 τεύχεα δ'  μφότεροι ξυνήϊα ταῦτα φερέσθων: Venetus A (Marciana 454 = 822), folio 309, recto Iliad 23.810-23.834 23.810 καί σφιν δαῖτ'  γαθὴν παραθήσομαι ἐν κλισίῃσιν. 23.811 ὡς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας, 23.812 ν δ' ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. 23.813 οἱ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 23.814 ἐς μέσον  μφοτέρω συνίτην μεμαῶτε μάχεσθαι 23.815 δεινὸν δερκομένω: θάμβος δ' ἔχε πάντας Ἀχαιούς. 23.816 λλ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ'  λλήλοισιν ἰόντες, 23.817 τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὡρμήθησαν. 23.818 ἔνθ' Αἴας μὲν ἔπειτα κατ'  σπίδα πάντοσε ἴσην 23.819 νύξ', οὐδὲ χρό' ἵκανεν: ἔρυτο γὰρ ἔνδοθι θώρηξ: 23.820 Τυδεΐδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο 23.821 αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς  κωκήν. 23.822 καὶ τότε δή ῥ' Αἴαντι περιδδείσαντες Ἀχαιοὶ 23.823 παυσαμένους ἐκέλευσαν  έθλια ἶς'  νελέσθαι. 23.824 αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως 23.825 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. 23.826 Αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον 23.827 ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος: 23.828 λλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, 23.829 τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. 23.830 στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.831 ὄρνυσθ' οἳ καὶ τούτου  έθλου πειρήσεσθε. 23.832 εἴ οἱ καὶ μάλα πολλὸν  πόπροθι πίονες  γροί, 23.833 ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς 23.834 χρεώμενος: οὐ μὲν γάρ οἱ  τεμβόμενός γε σιδήρου Venetus A (Marciana 454 = 822), folio 309, verso Iliad 23.835-23.859 23.835 ποιμὴν οὐδ' ἀροτὴρ. εἰς' ἐς πόλιν: ἀλλὰ παρἕξει: 23.836 ὡς ἔφατ'. ὦρτο δ' ἔπειτα μενεπτόλεμος Πολυποίτης, 23.837 ἂν δὲ Λεοντῆος κρατερὸν μένος  ντιθέοιο, 23.838 ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. 23.839 ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δῖος Ἐπειός, 23.840 ἧκε δὲ δινήσας: γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί. 23.841 δεύτερος αὖτ'  φέηκε Λεοντεὺς ὄζος Ἄρηος: 23.842 τὸ τρίτον αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας 23.843 χειρὸς  πὸ στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. 23.844 λλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, 23.845 ὅσσόν τίς ἔρριψε καλαύροπα βουκόλος  νήρ, 23.846 ἡ δέ θ' ἐλισσομένη πέτεται διὰ βοῦς  γελαίας, 23.847 τόσσον παντὸς  γῶνος ὑπέρβαλε: τοὶ δ' ἐβόησαν. 23.848 νστάντες δ' ἕταροι Πολυποίταο κρατεροῖο 23.849 νῆας ἐπὶ γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον. 23.850 Αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, 23.851 καδ δ' ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ' ἡμιπέλεκκα, 23.852 ἱστὸν δ' ἔστησεν νηὸς κυανοπρῴροιο 23.853 τηλοῦ ἐπὶ ψαμάθοις, ἒκ δὲ τρήρωνα πέλειαν 23.854 λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ'  νώγει 23.855 τοξεύειν: ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, 23.856 πάντας  ειράμενος πελέκεας οἶκον δὲ φερέσθω: 23.857 ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, 23.858 ἥσσων γὰρ δὴ κεῖνος, ὁδ' οἴσεται ἡμιπέλεκκα. 23.859 ὡς ἔφατ', ὦρτο δ' ἔπειτα βίη Τεύκροιο ἄνακτος, Venetus A (Marciana 454 = 822), folio 310, recto Iliad 23.860-23.884 23.860 ἂν δ' άρα Μηριόνης. θεράπων ἐῢς, Ἰδομενῆος: 23.861 κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες: 23.862 Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν. αὐτίκα δ' ϊὸν 23.863 ἧκεν ἐπικρατέως: οὐδ' ἠπείλησεν ἄνακτι: 23.864 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην: 23.865 ὄρνιθος μὲν ἅμαρτε, μέγηρε γάρ, οἱ, τότ' Ἀπόλλων: 23.866 αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα. τῇ δέδετ' ὄρνις: 23.867 ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός: 23.868 ἡ μὲν ἔπειτ' ἤϊξε προς οὐρανόν. ἡ δὲ παρείθη 23.869 μήρινθος ποτὶ γαῖαν:  ἀτὰρ κελάδησαν Ἀχαιοί: 23.870 σπερχόμενος δ' ἄρα Μηριόνης. ἐξείρυσε χειρὸς 23.871 τόξον:  ἀταρ δὴ ὀϊστὸν ἔχεν πάλαι. ὡς ἴ¨θυνεν. 23.872 αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι 23.873 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην: 23.874 ὕψι δ' ὑπαὶ νεφέων εῖδε τρήρωνα πέλειαν: 23.875 τῇ ῥ' ὅ γε δινεύουσαν. ὑπὸ πτερύγος βάλε μέσσην: 23.876 ἀντικρὺ δὲ διῆλθε βέλος: τὸ μὲν, ἂψ ἐπι γαίῃ 23.877 πρόσθεν Μηριόναο πάγη ποδὸς: αὐτὰρ ἡ ὄρνις 23.878 ἱστῶ ἐφεζομένη νηὸς κυανοπρώροιο. 23.879 αὐχέν' ἀπεκρέμασεν: σὺν δὲ πτερὰ πυκνὰ λιάσθεν: 23.880 ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο: τῆλε δ' ἀπ' αὐτοῦ 23.881 κάππεσε: λαοὶ δ' αὖ θηεῦντό τε. θάμβησάν τε. 23.882 ἂν δ' ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε 23.883 Τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοῖλας ἐπὶ νῆας: 23.884 Αὐτὰρ Πηλείδης. κατα μεν δολιχόσκιον ἔγχος. Venetus A (Marciana 454 = 822), folio 310, verso Iliad 23.885-24.4 23.885 καδ δὲ λέβητ' ἄπυρον. βοὸς ἄξιον  ἀνθεμόεντα. 23.886 θῆκ' ἐς  γῶνα φέρων: καί ῥ' ἥμονες ἄνδρες  ἀνέσταν 23.887 ἂν μὲν ἀρ' Ἀτρείδης, εὐρὺ κρείων Ἀγαμέμνων: 23.888 ἂν δ' ἄρα Μηριόνης. θεράπων ἐῢς, ἰ¨δομενῆος: 23.889 τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς: 23.890 Ἀτρείδη: ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων: 23.891 ἢ δ' ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος. 23.892 ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων. κοίλας ἐπὶ νῆας 23.893 ἔρχευ: ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν 23.894 εἰ σύ γε σῷ θυμῷ ἐθέλοις: κέλομαι γὰρ ἔγωγε: 23.895 ὡς ἔφατ'. οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 23.896 δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον: αὐτὰρ ὅ γ' ἥρως 23.897 Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον: 24.1 λῦτο δ' ἀγὼν: λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι 24.2 ἐσκίδναντ' ϊέναι: τοὶ μὲν δόρποιο μέδοντο 24.3 ὕπνου τε γλυκεροῦ ταρπήμεναι: αὐτὰρ Ἀχιλλεὺς 24.4 κλαῖε. φίλου ἑτάρου μεμνημένος: οὐδέ μιν ὕπνος Scholia to Iliad 23.885-24.4 Main scholia On Iliad 24.1: λῦτο δ' ἀγὼν, εἰ μὲν μέσος Β ἀόριστος ἐστιν ἀπο τῶν εἰς μι ὥσπερ ἤδη ἐπίσταται λέγων: νύν δὲ λύμην τρίς τόσσα πόρον : καὶ τῆς δ` ἄρα κλαιούσης λῦτο γούνατα ἔκτασις ἐγένετο δια τὸ μέτρον: εἰ δέ παρατατικόν τινες ἐκδεχονται δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι ὥσπερ επι τοῦ ἰχθύες ἰχθῦς μῦες μῦς ῥύεσθαι ῥύσθαι πάντῶν ἀθρώπων ῥῦσθαι γενεήν τε τόκον τε: ἠ ἀπο τοῦ λέλυτο λῦτο ὡς βέβλητο βλῆτο ⁑ Venetus A (Marciana 454 = 822), folio 311, recto Iliad 24.5-24.29 24.5 ῄρει πανδαμάτωρ ἂλλ' ἐστρέφετ' ἔνθα καὶ ἔνθα 24.6 Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ: 24.7 ἠδ' ὁπόσα τολύπευσε συν αυτῷ καὶ πάθεν ἄλγεα 24.8 ἀνδρῶν τὲ πτολέμους. ἀλεγεινά τε κύματα πείρων. 24.9 τῶν μιμνησκόμενος θαλερὸν κατα δάκρυον εῖβεν. 24.10 ἄλλοτ' ἐπι πλευρὰς κατακείμενος. ἄλλοτε δ' αῦτε 24.11 ὕπτιος. ἄλλοτε δὴ πρηνὴς. τότε δ' ὀρθὸς ἀναστὰς 24.12 δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλὸς. οὐδέ μιν ἠὼς 24.13 φαινομένη λήθεσκεν ὑπειρ ἅλα τ' ἠϊόνας τε: 24.14 ἂλλ' ὅ γ' ἐπεὶ ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππους: 24.15 Ἕκτορα δ' ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν: 24.16 τρὶς δ' ἐρύσας περι σῆμα Μενοιτιάδαο θανόντος. 24.17 αὖτις ἐνι κλισίῃ παυέσκετο. τόν δέ δ' ἔασκεν 24.18 ἒν κόνῑ ἐκτανύσας προπρηνέα: τοῖο δ' Ἀπόλλων 24.19 πᾶσαν ἀεικείην ἄπεχε χροῒ. φῶτ' ἐλεαίρων 24.20 καὶ τεθνηότα περ: περὶ δ' αἰγίδι πάντα κάλυπτε 24.21 χρυσείῃ. ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων: 24.22 ὡσ ὁ μεν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων: 24.23 τὸν δ' ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες: 24.24 κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργειφόντην: 24.25 ἔνθ' ἄλλοις μὲν πᾶσιν ἐήνδανεν: οὐδέ ποθ' Ἥρῃ 24.26 οὐδε Ποσειδάων' οὐδὲ γλαυκώπιδι κούρῃ: 24.27 ἀλλ' ἔχον ὥς σφιν, πρῶτον ἀπήχθετο Ἴ̈̈λιος ἱ̈ρὴ 24.28 καὶ Πρίαμος καὶ λαὸς. Ἀλεξάνδρου ἕνεκ' ἄτης. 24.29 ὃς νείκεσσε θεὰς. ὅτε οἱ, μέσσαυλον ἵ̈κοντο. Scholia to Iliad 24.5-24.29 Main scholia On Iliad 24.6-24.10: πατρόκλου ποθέων: ἕως τῶν μιμνησκόμενος άθετοῦνται στίχοι δ ὅτι εὐτελής ἔισι ἀρθεντων δὲ αὐτων καὶ ἐμφαντικώτερον δηλοῦται ἡ τοῦ ἀχιλέως λύπη. ἀλλ' εστρέφετ' ἔνθα καὶ ἔνθα ἄλλοτ' ἐπι πλευράς καὶ τοῖς αὐτοῖς καταγίνεται ἀνδροτῆτα καὶ μενος οὐδὲν γὰρ διαφερει καὶ οὐδεποτ' ἀνδροτητ` εἴρηκε τήν ἀνδρείαν ἀλλ' ἡνορέαν . εἴχε καὶ τὸ δυσεξείληπτον τῶν μιμνησκόμενος καὶ γὰρ ἄνω εἴρηκεν ἑταίρου μεμνημένος προηθετοῦντο δὲ καὶ παρα αριστοφανει ταυτα δὲ ἤτοι συναπτέον τοῖς ἄνω ἵν' ἦι κοινὸν τὸ ποθέων ἡ ἀφ' ετερας ἀρχῆς ἀναγνωστεον ἵνα ὑποστείζωμεν ἐπι τὸ κύματα πείρων⁑ On Iliad 24.6: ὁ δὲ λόγος καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο ἔργα πολεμῶν τὲ καὶ πλέων τουτων μιμνησκόμενος ἐδάκρυεν⁑ On Iliad 24.8: αλεγείνα τε κύματα πείρων: Πάμφιλος περισπᾶ λέγων τὴν πρόσθεσιν τοῦ ϊ μὴ ἐξαλλάσσειν τὸν τόνον εἰ δε περῶ οῖδεν ὁ ποιητὴς : τὸ ῥήμα καὶ περόωσι καὶ περάα μεγά λαιτμα δηλον ὅτι καὶ πειρῶν ὁ μεντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει ὡς κείρων φησὶ γοῦν ουτω γενόμενος ἐπι τοῦ παννυχίῃ μέν ῥ ἠ γε καὶ ηῶ, πεῖρ’ ἐκέλευθον : “τὸ πεῖρε διδασκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν ὡς γὰρ ἔκειρε κείρων. οὕτως ἔπειρε πείρων εἰ γὰρ περιεσπᾶτο ἣν ἂν ὁ παρατατικὸς ἐπείρα“ ἐστιν οὖν διττὸν τὸ ῥῆμα καὶ τὸ μὲν συν τῷ ϊ περισπασθήσεται ⁑ On Iliad 24.12: δινεύεσκ' αλύων ψιλῶς τὸ ἀλύων δῆλον κακ τῆς συναλειφῆς⁑ On Iliad 24.17: αὖτις ἐνι κλισίῃ: ὅτι παρεῖται ἡ ἀνά καὶ ἐστιν ἀναπαυέσκετο: ἢ ὅτι ὁ δε πάλιν περισσὸς οὐ γαρ ἐστι λέγειν ὃν ἐδέσμευεν αλλα χωρὶς ὁ δὲ εἰτα ἔασκεν αντι τοῦ εἴα ⁑ On Iliad 24.17: τόνδε δ' ἔασκεν: ὁμοιως ἀναγνωστέον τὸ τόνδε . τῷ τόνδε δ' εγὼν επιοντα καὶ τόνδέ δ' εγὼ κομιῶ λέγω καὶ ὀξύνων τὴν πρώτην ἵν ᾖ επεκτασις ὴ δια τοῦ δέ ⁑ On Iliad 24.18: ἐν κόνι ἐκτανύσας ὅτι οὐδεν πλεον τοῦ πρηνέα ὡς ὅταν λέγῃ ἀταρτηρόν τὸν ἀτηρόν ⁑ On Iliad 24.19-24.20: καὶ τεθνειοτά περ: ἀθετοῦνται: ἀρκεῖ γαρ τὸ προειρῆσθαι πᾶσαν ἀεικειην ἄπεχε χροΐ φῶτ' ἐλεαίρων: τὸ δε πῶς μηκέτ' ἐπεκδιδάσκει ὅτι ἀπεμφαίνων ἐστιν ἀνιερον γὰρ καὶ ἀκάθαρτον τὴν τοῦ Διὸς αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι: πῶς δὲ καὶ κατείληπτο τῇ αἰγίδι ἐλκόμενος ἵνα μὴ ἀποστραφῇ ἠ πῶς ἔλαβε τὴν αἰγίδα παρα Διὸς οὐ γὰρ συγκαταποθεῖται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ ἀλλ' ὕστερον: ὁ δὲ Ἀπόλλων οὐκ εῖχεν ἐξουσίαν τῆς αἰγίδος: εἰ δε ταῦτα ἐγέγραπτο. οὐκ ὰν ἄλλας αἰτίας εἰσεφερε τοῦ καταδρύπτεσθαι λέγει μέντοι ροδόεντι χρῖεν ἐλαίω ἀμβροσίω ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων . καὶ περι τοῦ Ἀπόλλωνος ὃν τροπον πᾶσαν ἀεικείην ἄπεχε χροῒ λέγει: τῷ δ' ἐπι κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων ἵνα διαμένῃ ἔνικμος καὶ περινίζεται τὴν ἀπο τοῦ φόνου ἀκαθαρσίαν. ὡς φησὶν ὁ Ερμῆς τῷ Πριάμῳ θειοιο κεν αὐτὸς επελθών οἶον ἐερσήεις κεῖται περὶ δ' αἷμα νένιπται ⁑ On Iliad 24.20: καὶ τεθνηοτά περ περι δ' αιγιδι: οὕτως αἰγίδα χρυσείην αἱ Ἀριστάρχου : περὶ ὅλον αυτὸν ἐκάλυπτε τὴν χρυσῆν αἰγιδα καὶ μήποτε Ὁμηρικώτερον τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον ⁑ On Iliad 24.24: κλέψαι δ' ὀτρύνεσκον: Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλάντιδος λαθῶν Ήραν ἐμίγη: ἡ δὲ εγγυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἁρκαδίας Ἑρμῆν ἐγέννησεν ὅστις ἐπιθυμίαν ἔσχεν τοῦ κλέπτειν ὅτι καὶ Ζεὺς κλέψας τὴν Ήραν ἐμίγη Μαῖα καὶ δή ποτε τῆς μητρὸς μετα τῶν αδελφῶν αυτῆς λουομένης: λαθὼν ὑφείλετο τὰς ἐσθῆτας: γυμναὶ δὲ εκείναι ἡπόρουν τί πράξωσιν γέλωτα δὲ δια τούτου Ἑρμῆς ποιήσας ἀπέδωκεν αὐταῖς τὰς ἐσθῆτας ἔκλεψε δὲ καὶτὰς Ἀπολλωνος βοῦς: ἡ ϊστορία παρὰ Ερατοσθένει ⁑ Interlinear scholia On Iliad 24.7@τολύπευσε: κατειργάσατο⁑ On Iliad 24.8@πειρων: διαπερων On Iliad 24.12@δινεύεσκ': ανεστρέφατο⁑ On Iliad 24.12@ἀλύων: στένων On Iliad 24.26@Ποσειδαων': ι Intermarginal scholia On Iliad 24.15: ὅτι περισσος ὁ δὲ⁑ On Iliad 24.20: εν αλλω καλυψε Interior scholia On Iliad 24.28: εν αλλω ἕνεκ' αρχης⁑ Venetus A (Marciana 454 = 822), folio 311, verso Iliad 24.30-24.54 24.30 τὴν δ' ῄνησ'. ἥ, οἱ, πόρε μαχλοσύνην ἀλεγεινήν: 24.31 ἂλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς. 24.32 καὶ τότ' άρ' ἀθανάτοισι μετήυδα Φοῖβος Ἀπόλλων : 24.33 σχέτλιοί ἐστε θεοὶ δηλήμονες: οὐδέποθ' ὗμιν 24.34 Ἕκτωρ μηρί' ἔκηε βοῶν αἰγῶν τε τελείων. 24.35 τὸν νῦν οὐκ ἔτλητε νέκυν περ εόντα σαῶσαι. 24.36 ᾗ τ' ἀλόχῳ ΐδέειν, καὶ μητέρι. καὶ τέκεϊ ᾧ. 24.37 καὶ πατέρι Πριάμῳ . λαοῖσί τε, τοι κέ μιν ῶκα 24.38 ἐν πυρὶ κήαι εν. καὶ ἐπι κτέρεα κτερίσαιεν. 24.39 ἂλλ' ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ' ἐπαρήγειν. 24.40 ᾧ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι. οὔτε νόημα 24.41 γαμπτὸν ἐνι στήθεσσι. λέων δ' ὡς ἄγρια οἶδεν: 24.42 ὅς τ' ἐπεὶ ὰρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ 24.43 εἴξας. εῖσ' ἐπὶ μῆλα. βροτῶν, ἵνα δαῖτα λάβῃσιν. 24.44 ὡς Ἀχιλεὺς , ἔλεον μὲν ἀπώλεσεν. οὐδέ οἱ αἰδὼς 24.45 γίνεται. ἥ τ' ἄνδρας μέγα σίνεται. ἠδ' ὀνίνησι: 24.46 μέλλει μέν που τις καὶ φίλτερον ἄλλον ὀλέσσαι: 24.47 ἢε κασίγνητον ὁμογάστριον. ἢε καὶ υἱὸν: 24.48 ἂλλ' ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε: 24.49 τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν: 24.50 αὐτὰρ ὅ γ' Ἕκτορα δῖον. ἐπεὶ φίλον ῆτορ ἀπηύρα. 24.51 ἵππων ἐξάπτων, περὶ σῆμ' ἑτάροιο φίλοιο 24.52 ἕλκει: οὐ μήν οἱ, τό γε κάλλιον, οὐδέ τ' ἄμεινον: 24.53 μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθῶμεν οἱ καὶ ἡμεῖς: 24.54 κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων: Scholia to Iliad 24.30-24.54 Main scholia On Iliad 24.30: ‡ τὴν δ' ᾔνησ, ὴ όι, πόρε: παρα Ἀριστοφάνει καί τισι τῶν πολ¨ητικῶν η οί κεχαρισμένα δῶρ' ονόμηνε καὶ τάχα μᾶλλον οὕτως ἂν ἐχοι ἀθετεῖ γὰρ Ἀρίσταρχος δια τὴν μαχλοσύνην τὸν στίχον ⁑ On Iliad 24.33: οὐν ὕποθ' ὑμῖν ἐγκλιτικῶς τὴν ὑμῖν ᾶναγνωστεον ἐστὶ γὰρ ἀπόλυτος ⁑ On Iliad 24.38: έν πυρὶ κήμενι ὅτι οὐ μόνοι οἱ έπι ξένης τελευτῶντες έκαίοντο, άλλα καὶ οἱ ἐπι τῆς ίδίας πατρίδος ⁑ On Iliad 24.42: ὅστ' έπει ὰρ μεγάλη τε βίη: ὁ ἐπεὶ σύνδεσμος περισσεύει διὸπερ οὐκ επιζητητέον τὴν ὑπ αυτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμην ὁ γὰρ λόγος ὃς τῆ γε δυνάμει καὶ τῇ έπιθυμίαι είξας έπέρχεται θρέμμασιν ἐπεὶ δὲ, σπανίως έστὶν ευρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα μήποτε δια τοῦ η ἐγέγραπτο εἴξῃς ἵνα ὑποστίζωμεν μετ αυτό: καὶ ὁ λόγος επει δ ἂν τῇ δυνάμει καὶ τῇ ἐπιθυμία κρατηθῇ επέρχεται θρέμμα ⁑ On Iliad 24.45: γίνεται ἥ τ' ἄνδρας: ἀθετεῖται ὅτι ἐκ τῶν Ησιόδου μετενήνεκται ὑπό τινος νομίσαντος ἐλλείπειν τον λόγον καὶ γὰρ τοῖς ὑποκειμένοις ἐναντιόν τι πεποίηκεν. εἰ γὰρ βλάπτει ἡ αιδως, εὔλογον Άχιλλεὺς ἀναιδέστατος βούλοιτο εἶναι: παρα μεν γὰρ Ησιοδῳ γνωμικως εκεῖ γὰρ ὄν τι λόχον ἔχει τῆς αιδοῦς ποτὲ μὲν ωφελίαν περιποιουσης ποτὲ δὲ βλάβην. δεῖ δὲ εξωθεν προσὑπακοῦσαι τὸ ἐστί ἵν ᾗ, οὐδέ οἱ αἰδώς ἐστὶ καὶ πλήρης ὁ λόγος ⁑ On Iliad 24.45: ἡ δ' ὀνίνῃσι. τινὲς ἐδάσυναν τὸ ἡδὲ ἵνα ἡ αιδῶς διττὴ ὑπάρχη ἡ μὲν βλαπτουσει : ἡ δὲ ὠφελοῦσα ὅυτως δὲ και Εὐριπίδης ἐξεδέξατο εἰπῶν διττὰς εἶναι αἰδοὺς δύναιτο δ' ἂν ἡ αυτὴ οῦσα πῇ μεν ὠφελιμος εῖναι πῇ δὲ βλαβερά ⁑ On Iliad 24.47: ἠὲ κασίγνητον ὅτι τοῦτο προσέθηκεν ἐπεὶ κασιγνήτους τοὺς ανεψιους που λέγει πάλιν δὲ ὁμογαστριον λέγει καὶ ούχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ μή με κτεῖν' ἐπεὶ οὐκὶ ὁγαστριος Ἕκτορος ⁑ Interlinear scholia On Iliad 24.43: πεισθείς. Intermarginal scholia On Iliad 24.38: οὑτῶς δια του α ἡ παραλήγουσα κτερίσαιεν . ⁑ On Iliad 24.46: ἀντὶ του έοικεν On Iliad 24.53: Ἀρίσταρχος νεμεσσηθεῶμεν δια του θε ⁑ Interior scholia On Iliad 24.33: γράφεται οὐ νύ ποθ' ὕμιν: On Iliad 24.54: ὅτι ἀντὶ θυμου μενος ⁑ Exterior scholia On Iliad 24.30: γράφεται ἥ οἱ κεχαρισμένα δῶρ' ὀνόμηνεν On Iliad 24.33: ου νύ ποθ' ύμιν On Iliad 24.44: περὶ αἰδοῦς : On Iliad 24.47: ἠὲ κασιγνήτον ἠὲ On Iliad 24.48: καὶ οδυρόμενος Venetus A (Marciana 454 = 822), folio 312, recto Iliad 24.55-24.79 24.55 τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη : 24.56 εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε: 24.57 εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. 24.58 Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζὸν: 24.59 αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος. ἣν ἐγὼ αὐτὴ 24.60 θρέψά τε καὶ ἀτίτηλα: καὶ ἀνδρὶ, πόρον παράκοιτιν 24.61 Πηλεῖ , ὃς περὶ κῆρι φίλος γένετ' ἀθανάτοισι: 24.62 πάντες δ' ἀντιάασθε θεοὶ γάμου: ἐν δὲ σὺ τοῖσι 24.63 δαίνυ' ἔχων φόρμιγγα κακῶν ἕταρ', αἰὲν ἄπιστε: 24.64 τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: : 24.65 Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν. 24.66 οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται: ἀλλὰ καὶ Ἕκτωρ 24.67 φίλτατος ἔσκε θεοῖσι. βροτῶν. οἳ ἐν Ἰ̈λίῳ εἰσίν 24.68 ὡς γὰρ ἔμοιγ'. ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων: 24.69 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης. 24.70 λοιβῆς τε. κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς: 24.71 αλλ' ἤτοι κλέψαι μὲν ἐάσομεν: οὐδέ πῃ ἐστὶ, 24.72 λάθρῃ Ἀχιλλῆος . θρασὺν Ἕκτορα : ἦ γάρ οἱ αἰεὶ 24.73 μήτηρ παρμέμβλωκεν, ὁμῶς νύκτάς τε καὶ ἦμαρ: 24.74 ἂλλ' εἴ τις καλέσειε θεῶν. Θέτιν άσσον ἐμεῖο: 24.75 ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος: ὥς κεν Ἀχιλλεὺς 24.76 δώρων ἐκ Πριάμοιο λάχῃ. ἀπό θ' Ἕκτορα λύσῃ: 24.77 ὡς ἔφατ'. ὦρτο δε Ἶ̈ρις ἀελλόπος ἀγγελέουσα: 24.78 μεσσηγὺς δὲ Σάμοιο τε καὶ Ἴ̈μβρου παιπαλοέσσης 24.79 ἔνθορε μείλανι πόντῳ: ἐπεστονάχησε δὲ λίμνη: Scholia to Iliad 24.55-24.79 Main scholia On Iliad 24.58: Ἕκτωρ μὲν θνητός τε: τοῦτο ἔνιοι τῶν κριτικῶν κατὰ συνωνυμίαν μεταλαμβάνουσι λέγοντες αὐτὸν εἶναι γυναῖκα καὶ ἄνθρωπον καὶ θνητόν, ὡς γίνεσθαι τοιοῦτον. Ἕκτωρ μὲν θνητὸς θνητὸν τε θήσατο μαζον ἄλλοι δὲ παρειλῆφθαι τὸ γυναῖκα ἀντι τοῦ κτητικοῦ γυναικεῖον: τοὺς δὲ Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντι κτητικων Ἕλληνα στρατὸν ἀντι Ἑλληνικον καὶ ἄνθρωπον ῆθος ἀντι τοῦ ἀνθρώπινον καὶ Ἑλλάδα διάλεκτον⁑ On Iliad 24.58: Ἕκτωρ μὲν θνητός τε: ἡ διπλῆ, ὅτι ἀντι τοῦ γυναικὸς μαζόν Ὁμηρικὸν δὲ τὸ εθος ὣς τὴν μὲν πρύμνην ἄμφεπε ⁑ On Iliad 24.71: ἀλλ' ἤτοι κλέψαι μὲν: ἀθετοῦνται στίχοι Γ ὅτι ψεῦδος περιέχουσιν: οὐ γὰρ διὰ παντὸς σὺνδιατρίβει αὐτῷ ἡ Θέτις τὸ δε ἐάσομεν νῦν ἀντι τοῦ παρῶμεν οἶον μηδε λέγωμεν ὅπερ ἀγνοήσαντες οἱ περι Ἀντίμαχον ἐποίησαν κλέψαι μὲν ἀμήχανον γράφεται δὲ κατ' ενια εὖ γάρ οἱ αἰεὶ διὰ μέσου δὲ τὸ οὐδέ πῃ ἔστι τὸ δὲ ἑξῆς ἀλλ' ήτοι κλεψαι μὲν ἐάσομεν λάθρῃ Ἀχιλλῆος On Iliad 24.72: ἡ γάρ οἱ αιεὶ οὐκ αναγκαιον τὸ η ἄρθρον ἐκδέχεσθαι καὶ δασύνειν ἔθος γὰρ αὐτῷ ἔσθ' ὅτε παραλείπειν τὰ ἄρθρα ἀλλα φίλη μήτηρ , μήτηρ μὲν τέ μέ φησὶ σύνδεσμος οὖν ἐστι βεβαιωτικός δι ὃ περισπαστέον⁑ On Iliad 24.74: ἀλλ' εἴ τις καλέσειε: ὅτι εξ ονόματος μη καλέσαντος τοῦ Διὸς ἡ προς τοῦτο τεταγμενη Ἶρις ὑπακούει ὥσπερ καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον. αλλ αγε δή τινα μάντιν. ευλόγως οὖν πάλιν ἐρεῖ ὦ Ἀχιλεῦ κέλεαί με On Iliad 24.74: θεῶν Θέτιν άσσον ἐμεῖο: τινὲς τὸ θεῶν ἐπι τοῦ τρέχων ἐξεδέξαντο μετοχὴν παράαλαμβανοντες καὶ ἐβαρυναν. ἀπίθανον δὲ δι ὃ περισπαστέον γενικὴ γάρ ἐστι πληθυντικῆ ὀνόματος τοῦ θεός ⁑ On Iliad 24.77: ὡς ἔφατ' ὦρτο δὲ Ἶρις ἔτι προς τὸ προκείμενον δια τὴν ὁμοιότητα τοῦ μαρτυρίου⁑ Interior scholia On Iliad 24.68: ὅσον ἐπι τῇ ἐμῇ κρίσει⁑ On Iliad 24.74: τὸ εῖ αντι ειθε διὸ οὐδε ὑποστικτέον⁑ On Iliad 24.78: ὅτι τὴν Σαμοθράκην οὕτως εἶπεν Venetus A (Marciana 454 = 822), folio 312, verso Iliad 24.80-24.104 24.80 ἡ δὲ μολυβδαίνῃ ἱκέλη ἐς βυσσὸν ὄρουσεν: 24.81 ἥ τε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα 24.82 ἔρχεται. ὠμηστῇσιν ἐπ' ἰ̈χθύσι κῆρα φέρουσα: 24.83 εὗρε δ' ἐνι σπῆϊ γλαφυρῷ Θέτιν , ἀμφι δ' ὰρ ἄλλαι 24.84 εἵαθ' ὁμηγερέες ἅλιαι θεαὶ. ἡ δ' ἐνι μέσσῃς 24.85 κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος. ὅς οἱ ἔμελλε 24.86 φθίσεσθ' ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης: 24.87 ἀγχοῦ δ' ἱσταμένη προσέφη. πόδας ὠκέα Ἶ̈ρις : 24.88 ὄρσο Θέτι : καλέει Ζεὺς . ἄφθιτα μήδεα εἰδώς: 24.89 τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα: 24.90 τίπτέ με κεῖνος ἄνωγε μέγας θεός: αἰδέομαι δὲ 24.91 μίσγεσθ' ἀθανάτοισιν: ἔχω δ' ἄχε' ἄκριτα θυμῷ: 24.92 εῖμι μὲν, οὐδ' άλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ: 24.93 ὡς ἄρα φωνήσασα κάλυμμ' ἕλε δῖα θεάων 24.94 κυάνεον. τοῦ δ' οὔ τι μελάντερον ἔπλετο ἔσθος. 24.95 βῆ δ' ϊέναι. πρόσθεν δὲ ποδήνεμος ὠκέα ῗρις 24.96 ἡγεῖτ': ἀμφι δ' ἄρά σφι λιάζετο κῦμα θαλάσσης: 24.97 ἀκτὴν δ' εἰσ ἀναβᾶσαι. ἐς οὐρανὸν ἀϊχθήτην: 24.98 εὗρον δ' εὐρύοπα Κρονίδην . περὶ δ' ἄλλοι ἅπαντες 24.99 εἵαθ' ὁμηγερέες μάκαρες θεοὶ, αἰὲν ἐόντες: 24.100 ἡ δ' ἄρα πὰρ Διῒ πατρὶ καθέζετο: εῖξε δ' Ἀθήνη . 24.101 Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε. 24.102 καί ῥ' εὔφρην' ἐπέεσσι: Θέτις δ' ὤρεξε πιοῦσα. 24.103 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε: 24.104 ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ. Scholia to Iliad 24.80-24.104 Main scholia On Iliad 24.80: ες βυσσὸν όρουσεν: ἐπεκράτησεν τὸ ὀξύνεσθαι τῷ τὰ εἰς ὸς λήγοντα ὀνόματα δισύλλαβα, ἀρχόμενα ἀπο συμφώνου ἡ συμφώνων δεδιπλασιασμένον ἔχοντα τὸ ς , ὀξύνεσθαι θέλειν κισσὸς πεσσὸς . ἀντι τοῦ πίπτει τὸ μέσσος ⁑ On Iliad 24.81: ἥ τε κατ αγραύλοιο βοὸς κέρας: ὅτι οὐ λεγεί βοὸς κέρας βοὸς τρίχα δια τὸ τριχίνην εῖναι τὴν ὁρμίαν λίναις γὰρ ἐχρῶντο . οἱ δὲ νῦν οὐδε βοείαις χρῶνται ἀλλ' ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως κατεσκεύαζον γὰρ σύριγγα: ἐκ κέρατος βοειοῦ, ἣν παρετίθεσαν τῇ ορμίᾳ ὑπερ τὸ ἄγκιστρον ὅπως μὴ οἱ ϊχθῦς ἀποτρώγωσι τὸν λίνον ⁑ On Iliad 24.82: ὠμηστῆισιν ἐπι χθύσι κήρα φέρουσα: ἔνιαι τῶν κατὰ πόλεις ἐπι χθῦσι πῆμα φέρουσα ἄτοπον γὰρ ἐπ ἰχθύων κῆρα λέγειν ⁑ On Iliad 24.83: ὠμηστῇσιν: ὡς ορχηστῇσιν προείρηται δὲ ⁑ On Iliad 24.84: εἵαθ' ὁ μηγερέεσ: Ἀριστοφάνης τὸ εἵατο δασέως. Ἀρίσταρχος ψιλοῖ:προ εἴπομεν δὲ περὶ τῆς λέξεως ⁑ On Iliad 24.86: φθίσεσθ' ἐν Τροίῃ: ἀθετεῖται ὅτι περισσός ἐστι τὸ γὰρ οἷ ἐστὶν αὐτῷ καὶ τὸ ἔμελλεν ἀντι τοῦ εῴκει Ὁμήρος οὐχι τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ φθίσεσθαι ⁑ On Iliad 24.94: τοῦδ' οὔτι μελάντερον ἔπλετο ἔσθος: ψιλῶς τὸ ἔσθος καὶ ἐσθής οὐ μόνον διὰ τὴν συναλιφήν ἀλλα καὶ ἀλόγον: ἡμεῖς προ εἴπομεν ἀνασκευάσαντες τοὺς ὑπο τῶν προ εμοῦ εἰρημένους τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει επιφερομένου τοῦ ς μετα δασέος , ὀσφῦς ὀσφραίνεσθαι : ἀσφοδελος ἀσφάραγος . ἀσχάλλω . ὀσχέος : ἴσχω ἰσχοῦ : ἀσθενής ἐσθλὸς ἄσθμα ἔσθω οὕτως ἄρα καὶ ἔσθος καὶ ἐσθής ⁑ On Iliad 24.97: ἀκτὴν δ' ἐισ αναβᾶσαι: προσ τα περὶ τοῦ Ὀλύμπου ουρανον γὰρ νῦν ειπὼν ὑποβὰς φησὶν ήλυθες Οὔλυμπον δὲ , παρ ὅσον ἐπουνια τινα μέρη εστι τοῦ Ὀλύμπου ὑπερ ταν έφη διήκοντα ⁑ On Iliad 24.100: ἡ δ' ἄρα παρ' Διῒ : προς τὴν καθέδραν Αθηνᾶς και Ἡρας ὅτι ἑκατέρωθεν τοῦ Διός : καὶ ὅταν λέγῃ αἱ δοῖαι Διὸς ἀμφὶς τὸ αυτο σημαίνει Διὸς ἐκατέρωθεν οὐχ ὥς τινες δέχονται χωρὶς, ἀλλα μόνον καθ ἑαυτὰς ἐχουσαι τὰς γνώμας ⁑ On Iliad 24.104: ἤλυθες Οὔλυμπον δὲ: ὅτι ἄνω εῖπεν εἰς οὐρανὸν ἀϊχθήτην. νύν δὲ εἰς Ὀλυμπον παραγεγονέναι. αἱ γὰρ κορυφαὶ τοῦ Ὀλύμπου ἐπουράνιοι ⁑ Interlinear scholia On Iliad 95: ἐχωρίζετο Venetus A (Marciana 454 = 822), folio 313, recto Iliad 24.105-24.129 24.105 πένθος ἄλαστον ἔχουσα μετα φρεσὶν. οῖδα καὶ αὐτός: 24.106 ἀλλὰ καὶ ὡς, ἐρέω τοῦ σ' εἵνεκα δεῦρο κάλεσσα: 24.107 ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν όρωρεν 24.108 Ἕκτορος ἀμφὶ νέκυϊ καὶ Ἀχιλῆϊ πτολιπόρθῳ: 24.109 κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην: 24.110 αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτι ἅπτω. 24.111 αἰδῶ καὶ φιλότητα τεὴν μετ' όπισθε φυλάσσων: 24.112 αῖψα μάλ' ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῶ ἐπίτειλον. 24.113 σκύζεσθαί οἱ, εἰπὲ θεοὺς. ἐμὲ δ' ἔξοχα πάντων 24.114 ἀθανάτων κεχολῶσθαι. ὅτι φρεσὶ μαινομένῃσιν 24.115 Ἕκτορ ' ἔχει παρὰ νηυσὶ κορωνίσιν. οὐδ' ἀπέλυσεν: 24.116 αί κέν πως ἐμέ τε δείσῃ. ἀπό θ' Ἕκτορα λύσῃ: 24.117 αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ι̂̈ριν ἐφήσω: 24.118 λύσασθαι φίλον υἱὸν. ἰ̈όντ' ἐπὶ νῆας Ἀχαιῶν . 24.119 δῶρα δ' Ἀχιλλῆϊ φερέμεν. τά κε θυμὸν ἰ̈ήνῃ: 24.120 ὡς ἔφατ'. οὐδ' ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα: 24.121 βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα: 24.122 ῗξεν δ' ἐς κλισίην οὗ, υἱέος: ἔνθ' ἄρα τόν γε 24.123 εὗρ' αδινὰ στενάχοντα: φίλοι δ' ἀμφ' αὐτὸν ἑταῖροι 24.124 ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον: 24.125 τοῖσι δ' ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱ̈έρευτο: 24.126 ἡ δὲ μάλ' ἄγχ' αὐτοῖο καθέζετο πότνια μήτηρ. 24.127 χειρὶ τέ μιν κατέρεξεν. ἔπος τ' ἔφατ'. ἔκ τ' ὀνόμαζε: 24.128 τέκνον ἐμόν: τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων 24.129 σὴν ἔδαιε κραδίην. μεμνημένος. οὐδ έτι σίτου. Scholia to Iliad 24.105-24.129 Main scholia On Iliad 24.108: Ἕκτορος ἀμφι νέκυϊ: ὅτι οὕτως λέγει Ἕκτορος νέκυϊ οὐχ Ἐκτορα : καὶ ἀλλαχοῦ οἰσέμεναι νεκρὸν Ελπήνορα ⁑ On Iliad 24.109: κλέψαι δ' οτρύνεσκον ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευὴ ἀλλ' ήτοι κλέψαι μὲν ἐάσομεν . ἡ δὲ Μασσαλιωτικῇ ὀτρύνουσιν οὕτως καὶ ἡ Χία⁑ On Iliad 24.110: αὐτὰρ ἐγὼ τόδε. ὅτι προϊάπτω Ἀρίσταρχος καὶ ταυτόν ἐστι τῶ προϊάλλω ⁑ On Iliad 24.110: Ἀχιλλῆϊ προτιάπτω: Ἀπολλόδωρος καὶ Ἀρητάδης καὶ Νεοτέλης καὶ Διονυσιος ὁ Θραξ δια τοῦ τ τὴν πρόθεσιν γράφουσι καὶ διασύνουσι τὸ α ἵνα ᾗ προσάπτω ἀνατίθημι: οἱ δὲ χωρὶς τοῦ τ ἔγραψαν καὶ ἐψίλωσαν τὸ α ἵνα ταὐτὸν ὑπάρχη τῷ προϊάλλω οἷον δίδωμι προσπενδω: οὕτως δὲ καὶ Ζηνοδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς πρὸς Κομάνον ⁑ On Iliad 24.121: βῆ δὲ κατ Ουλύμποιο ὅτι παλιν ἐξ Ολύμπου λέγει κατιέναι ἄνω δὲ οὐρανὸν ἀϊχθήτην ⁑ On Iliad 24.124: ἐσσυμένως ἐπένοντο: ὅτι ἅπαξ νῦν ἐν Ἰλιαδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ . τὸἄριστον ἐντύνον τὸ ἄριστον : ἔστι δὲ τὸ πρωϊνὸν ἔμβρωμα τρεῖς γὰρ τροφὰς ἐλάμβανον οἱ ἥρωες⁑ On Iliad 24.129: σὴν ἐν δε κραδίην: βραχὺ διασταλτέον μετα τὸ κραδίην : Πυθαγόρας παραινεῖ καρδίαν μὴ ἐσθίειν ὡς ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ἄνθρωπον .⁑ Venetus A (Marciana 454 = 822), folio 313, verso Iliad 24.130-24.154 24.130 οὔτ' εὐνῆς: ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι 24.131 μίσγεσθ', οὐ γάρ μοι δηρὸν βέῃ. ἀλλά τοι. ἤδη 24.132 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή: 24.133 ἀλλ' ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγελός εἰμιν 24.134 σκύζεσθαί σοι φησὶ θεούς. ἑὲ δ' ἔξοχα πάντων 24.135 ἀθανάτων κεχολῶσθαι. ὅτι φρεσὶ μαινομένῃσιν 24.136 Ἕκτορ ' ἔχεις παρα νηυσὶ κορωνίσιν. οὐδ' ἀπέλυσας: 24.137 ἂλλ' ἄγε δη λῦσον: νεκροῖο δὲ δέξαι ἄποινα: 24.138 τὴν δ' ἀπαμειβόμενος. προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 24.139 τῇδ' εἴη. ὃς ἄποινα φέροι. καὶ νεκρὸν ἄγοιτο: 24.140 εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει: 24.141 ὡς οἵ γ' ἐν νηῶν ἀγύρει. μήτηρ τὲ καὶ υἱὸς. 24.142 πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον: 24.143 Ι̂̈ριν δ' ὤτρυνε Κρονίδης εἰς Ί̈λιον ἱ̈ρήν. 24.144 βάσκ' ΐθι Ι̂̈ρι ταχεῖα: λιποῦσ' έδος Οὐλύμποιο . 24.145 ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴ̈λιον εἴσω. 24.146 λύσασθαι φίλον υἱὸν. ἰ̈όντ' ἐπι νῆας Ἀχαιῶν : 24.147 δῶρα δ' Ἀχιλλῆϊ φερέμεν. τά κε θυμὸν ϊήνῃ: 24.148 οἶος : μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴ̈τω ἀνήρ: 24.149 κῆρυξ τίς, οἱ, ἕποιτο γεραίτερος. ὅς κ' ἰ̈θύνοι 24.150 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἡ δὲ καὶ αὖτις 24.151 νεκρὸν ἄγοι προτι ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς : 24.152 μη δέ τι, οἱ, θάνατος μελέτω φρεσὶ, μὴ δέ τι τάρβος: 24.153 τοῖον γάρ οἱ, πομπὸν ὀπάσσομεν ἀργειφόντην. 24.154 ὃς ἄξει. είως κεν ἄγων, Ἀχιλῆϊ πελάσσῃ: Scholia to Iliad 24.130-24.154 Main scholia On Iliad 24.130: οὐτ' εὐνῆς: ἀγαθὸν δὲ ἀθετοῦνται στίχοι γ ὅτι ἀπρεπὲς μητέρα υἱῷ λέγειν: ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι ἔτι δὲ καὶ ἁπάντων ἀσυμφορώτατόν ἐστι καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι χρεία γὰρ εὐτονίας καὶ πνεύματος καὶ τὸ λέγειν ὅτι ἀθανατός σου ἐγγυς ἐστιν ἄκαιρον: διεσκεύακε δέ τις αὐτούς, οἰηθεὶς ἀποκρέμασθαι. οὐδέ τι σίτου : πλῆρες δέ ἐστι: σὴν έδεαι κραδίην οὐδε τὸ τυχὸν σίτου μεμνημένος⁑ On Iliad 24.134: σκυζεσθαί σοι φησὶ θεοὺς οὕτως εῖπεν ἀντι τοῦ ἑαυτόν ἑὲ . ἡ διπλῆ, Καλλίστρατος οὖν καὶ Ἀρίσταρχος δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας τῷ δε τόνῳ ὡς ἐμέ ⁑ On Iliad 24.145: ἄγγειλον Πριάμῳ ὅτι τοπικῶς ἀντι τῆς προθέσεως θέλει γὰρ εἰπεῖν εἰς Ἴλιον ⁑ On Iliad 24.151: νεκρὸν ἄγοι προτι άστυ: ὅτι οὕτως εἴρηκε νεκρὸν ὃν ἔκτανε ἀντι τοῦ ὃν κτείνας νεκρὸν ἐποίησεν ὡς ἐπι τοῦ ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ ⁑ Venetus A (Marciana 454 = 822), folio 314, recto Iliad 24.155-24.179 24.155 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος . 24.156 οὔτ' αὐτὸς κτενέει. ἀπό τ' ἄλλους πάντας ἐρύξει: 24.157 οὔτε γάρ ἐστ' ἄφρων, οὔτ' ἄσκοπος, οὔτ' ἀλιτήμων: 24.158 ἀλλὰ μάλ' ἐνδυκέως ἱ̈κέτεω πεφιδήσεται ἀνδρός: 24.159 ὣς ἔφατ', ὦρτο δὲ Ϊ̂ρις ἀελλόπος ἀγγελέουσα: 24.160 ΐξεν δ' ἐς Πριάμοιο , κίχεν δ' ἐνοπήν τε γόον τε: 24.161 παῖδες μὲν πατέρ' ἀμφι καθήμενοι ἔνδοθεν αὐλῆς 24.162 δάκρυσιν εἵματ' ἔφυρον: ὃ δ' ἐν μέσσοισι γεραιὸς 24.163 ἐντυπά̆ς ἐν χλαίνῃ κεκαλυμμένος: ἀμφι δὲ πολλὴ 24.164 κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος, 24.165 τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι: 24.166 θυγατέρες δ' ἀνὰ δώματ' ἰ̈δὲ, νυοὶ ὠδύροντο 24.167 τῶν μιμνησκόμεναι. οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ 24.168 χερσὶν ὑπ Αργείων κέατο ψυχὰς ὀλέσαντες: 24.169 στῆ δὲ παρα Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδᾱ 24.170 τυτθὸν φθεγξαμένη: τὸν δὲ τρόμος ἔλλαβε γυῖα: 24.171 θάρσει Δαρδανίδη Πρίαμε φρεσὶ. μὴ δέ τι τάρβει: 24.172 οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη, τόδ' ϊκάνω: 24.173 ἂλλ' ἀγαθὰ φρονέουσα: Διὸς δέ τοι ἄγγελός εἰμι: 24.174 ὃς σεῦ ἄνευθεν, ἐὼν, μέγα κήδεται. ἠδ' ἐλεαίρει: 24.175 λύσεσθαί σε κέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον: 24.176 δῶρα δ' Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰ̈ήνῃ: 24.177 οἶον μη δέ τις ἄλλος ἅμα Τρώων ΐτω ἀνὴρ 24.178 κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ' ϊθύνοι 24.179 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἥ κὲ καὶ αὖτις Scholia to Iliad 24.155-24.179 Main scholia On Iliad 24.163: ἐντυπὰς ἐν χλαίνῃ: ὅτι ἐν ἴσω τῷ ἐντυπωδίῳ ὥστε δια τοῦ ϊματίου τοῦ σώματος τὸν τύπον φαίνεσθαι ⁑ On Iliad 24.163: ἐντυπὰς ἐν χλαίνῃ: οὕτω φησὶν αὐτὸν κεκαλῦφθαι τῇ χλανίδι ἐντετυπωμένιοις τοῖς ϊματίοις ὅλον τὸ σῶμα ὥστε μόνον τῶν μελων τύπων φαίνεσθαι⁑ On Iliad 24.164: κόπρος ἔην κεφαλῇ τε: ὅτι τὸ τοῖο οὐκ έστιν ἀγαθοῦ ὡς οἱ Γλωσσογράφοι ἀλλα θαυμαστικῶς τοιούτου καὶ ὅτι κόπρος τὰ κόπρια ⁑ On Iliad 24.172: οὐ μὲν γάρ τοι ἐγὼ ὅτι ἀπο τῶν ὄσσων προορωμένη καὶ τὸ τόδε τοπικῶς ἀντι τοῦ ἐνταῦθα ⁑ On Iliad 24.174: ὃς σεῦ ἄνευθεν εῶν ὅτι ἐνταῦθα ὑγιῶς λέγεται ἐκεῖ δὲ κακῶς ὑπὸ τοῦ Ονείρου πρὸς τὸν Ἀγαμέμνονα ⁑ Interlinear scholia On Iliad 24.165@κατεμήσατο: κατεχέατο Intermarginal scholia On Iliad 24.165: γράφεται φίλῃσι ⁑ Exterior scholia On Iliad 24.175: ἐκελευσεν Venetus A (Marciana 454 = 822), folio 314, verso Iliad 24.180-24.204 24.180 νεκρὸν ἄγοι προτι ἄστυ. τὸν ἔκτανε δῖος Ἀχιλλεύς : 24.181 μη δέ τι τοι θάνατος μελέτω φρεσὶ, μηδέ τι τάρβος. 24.182 τοῖος γάρ τοι πομπὸς ἅμ' ἕψεται ἀργειφόντης. 24.183 ὅς σ' ἄξει, έως κεν ἄγων. Ἀχιλῆϊ πελάσσῃ: 24.184 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος , 24.185 οὔτ' αὐτὸς κτενέει: ἀπό τ' ἄλλους πάντας ἐρύξει: 24.186 οὔτε γὰρ ἔστ' ἄφρων, οὔτ' ἄσκοπος, οὔτ' ἀλιτήμων: 24.187 ἀλλὰ μάλ' ἐνδυκέως ἱ̈κέτεω πεφιδήσεται ἀνδρός: 24.188 ἡ μὲν ἂρ ὡς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ϊ̂ρις: 24.189 αὐτὰρ ὅ γ' υἷας ἄμαξαν ἐΰτροχον, ἡμιονείην. 24.190 ὁπλίσαι ἠνώγει: πείρινθα δὲ δῆσαι ἐπ' αὐτῆς: 24.191 αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο, κηώεντα. 24.192 κέδρινον, ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει: 24.193 ἐς δ' ἄλοχον Ἑκάβην ἐκαλέσσατο. φώνησέν τε: 24.194 δαιμονίη: Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε 24.195 λύσασθαι φίλον υἱὸν, ἰ̈όντ' ἐπι νῆας Ἀχαιῶν . 24.196 δῶρα δ' Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ϊήνῃ: 24.197 ἀλλ' ἄγε μοι τόδε εἰπὲ, τί τοι φρεσὶν εἴδεται εἶναι: 24.198 αἰνῶς γάρ μ' αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε: 24.199 κεῖσ' ϊέναι ἐπὶ νῆας, ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν : 24.200 ὣς φάτο: κώκυσεν δὲ γυνὴ, καὶ ἀμείβετο μύθῳ: 24.201 ωίμοι πῇ δή τοι φρένες οἴχονθ'. ᾗς τὸ πάρος περ 24.202 ἔκλo' . ἐπ ἀνθρώπους ξείνους, ἠδ' οἷσιν ἀνάσσεις: 24.203 πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος 24.204 ἀνδρὸς ἐς ὀφθαλμοὺς. ὅς τοι πολέας τε καὶ ἐσθλοὺς Scholia to Iliad 24.180-24.204 Main scholia On Iliad 24.192: πολλὰ κεχάνδει: οὕτως Ἀρίσταρχος κεχάνδη δια τοῦ η ἀντι τοῦ κεχάνδε ἡ δὲ Μασσαλιωτικῇ πολλὰ κεκεύθει ⁑ On Iliad 24.202: ἔκλ’ ἐπ ἀνθρώπους : τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνιτης , ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου . οὐκ έστι δὲ ἀλλ' ἐκλέεο τετρασυλλαβως καὶ δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετα τὴν ὀξεῖαν ὀφείλει πάλιν τρίτη ἀπο τέλους ἡ ὀξεῖα φυλάττεσθαι: οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι σὺ δ’ αίδε καί μ' ἐλέησον καὶ τὰ τοιαῦτα πρώτης ὄντα συζυγίας τῶν περισπωμένων ἄλλης ἀναλογίας ε̈χεται ὡς ἐν ετέροις εἴρηται ⁑ Interlinear scholia On Iliad 24.192@γλήνεα πολλὰ: πολλῆς θέας άξια κόσμια ⁑ On Iliad 24.201@περ: γε On Iliad 24.202@ἔκλεος: ἐδοξαζου Intermarginal scholia On Iliad 24.180: ὅτι νεκρόν ὃν ἔκτανε ⁑ On Iliad 24.184: ὅτι ἀντὶ εἰς κλισίην ⁑ On Iliad 24.190: τὸ πλινθίον τὸ επάνω τῶν ἁμαξῶν τιθέμενον ⁑ On Iliad 24.198: Ἀρίσταρχος ἄνωγεν ἔξω τοῦ ϊ On Iliad 24.200: Ἀρίσταρχος ανήρετο μύθω : Interior scholia On Iliad 24.192: Ἀρίσταρχος κεδάνδει Exterior scholia On Iliad 24.192: ὑψόροφον Venetus A (Marciana 454 = 822), folio 315, recto Iliad 24.205-24.229 24.205 υἱέας ἐξενάριξε. σιδήρειόν νύ τοι ῆτορ: 24.206 εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν. 24.207 ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ' ἐλεήσει. 24.208 οὐδέ τι σ' αἰδέσεται: νῦν δε κλαίωμεν ἄνευθεν 24.209 ἥμενοι ἐν μεγάρῳ: τῷ δ' ὥς ποθι Μοῖρα κραταιὴ 24.210 γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτὴ, 24.211 ἀργίποδας κύνας ᾶσαι ἑῶν ἀπάνευθε τοκήων 24.212 ἀνδρὶ παρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι 24.213 ἐσθέμεναι προσφῦσα, τότ' ἄντιτα ἔργα γένοιτο 24.214 παιδὸς ἐμοῦ. ἐπεὶ οὔ, ἑ, κακιζόμενόν γε κατέκτα, 24.215 ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων 24.216 ἑσταότ'. οὔτε φόβου μεμνημένον. οὔτ' ἀλεωρῆς: 24.217 τὴν δ' αῦτε προσέειπε γέρων Πρίαμος θεοειδής: 24.218 μή μ' ἐθέλοντ' ϊέναι κατερύκανε. μη δέ μοι αὐτὴ 24.219 ὄρνις ἐνι μεγάροισι κακὸν πέλευ. οὐδέ με πείσεις: 24.220 εἰ μὲν γάρ τις μ' ἀλλος ἐπιχθονίων ἐκέλευεν, 24.221 ἢ. οἳ, μάντιές εἰσὶ θυοσκόοι. ἠ ἱερῆες: 24.222 ψεῦδός κεν φαῖμεν. καὶ νοσφιζοίμεθα μᾶλλον: 24.223 νῦν δ̀', αὐτὸς γὰρ ἄκουσα θεοῦ. καὶ ἐσέδρακον ἄντην. 24.224 εῖμι. καὶ οὐχ ἅλιον ἔπος ἔσσεται: εἰ δέ μοι αῖσα 24.225 τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων. 24.226 βούλομαι: αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς 24.227 ἀγκὰ̆ς ἑλόντ' ἐμὸν υἱὸν. ἐπὴν γόου ἐξ ἔρον, εἵην: 24.228 ῆ καὶ φωριαμῶν ἐπιθήματα κὰλ' ἀνέῳγεν: 24.229 ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους. Scholia to Iliad 24.205-24.229 Main scholia On Iliad 24.205: υἱέας ἐξενάριξε: ὅτι ὑποτάσσουσι στίχον ὡς ἐλλείποντος τοῦ λόγου. ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ' ἔχοντες . πλείων δε ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ ⁑ On Iliad 24.206: εἰ γάρ σ' αἱρήσει τὸ ἑξῆς ἐστιν εἰ γάρ σ' αἰρήσει οὒ σ ἐλεήσει τὰ δὲ ἄλλα δια μέσου ⁑ On Iliad 24.208: οὐδέ τις αἰδέσεται ὅτι ἀντι τοῦ προσδέξεται ὡς ϊκέτην μή μιν ἐγὼ μὲν ΐκωμαι ἰων οὺς ἔτι μ’ Ἀχιλλευς ⁑ On Iliad 24.210: γεινομένω ἐπένησε λίνῳ: ὅτι ἐνταῦθα καλῶς κεῖται επι δε Ἀχιλλέως ἐν τῇ Υ οὐκέτι ⁑ On Iliad 24.213: τότ' ἄντιτα: Ἀπολλοδωρὸς καὶ Καλλίστρατος τιτά ὥστε τρία εῖναι ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν ἄν καὶ ὄνομα τὸ τίτα : ὁ δε Ἀσκαλωνίτης ἄντιτὰ παραλαμβάνει μεταλαμβάνων εἰς τὸ ἀντέκτιτα : ουτω καὶ οἱ πλείους ὁμοίως τῷ ἄτιτα ἔχεται μὲν οὖν ἡ κατα σύνθεσιν ἀνάγνωσις ἐμφάσεως. καὶ μᾶλλον τοῦ νοητοῦ: μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει επιζητοῦντος τοῦ γένοιτο : εὐκτικοῦ τὸ τοιοῦτο παραφυλακτέον δὲ ὅτι καὶ συλλαβὴ λείπει ἡ τι τοῦ ἐντελους ὄντος ἀντίτητα ⁑ . On Iliad 24.214: ἐπεὶ οὒ ὲ οὕτως ἐπεὶ οὔ ἑ ἐπεὶ ουκ αυτόν αἱ δε κοιναὶ ἐπεὶ ού τι ⁑ On Iliad 24.215: ἄλλα προ τρώων : πρὸς τοὺς γράφοντας ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι ὅτι ἐπι βαρβαρων τὸ ἐπίθετον τίθησιν ⁑ On Iliad 24.221: ἢ οἳ μάντιές εἰσὶ θυοσκόοι: καὶ ἐνταῦθα ἀξιοῦσι τινὲς διαστέλλειν μετα τὸ εἰσὶ ὡς καὶ ἐν τη Α ῥαψῳδίᾳ τὸ γένος φησὶ προειπὼν ἐπιφέρει τὸ εῖδος: ἀλλ' άγε δή τινα μάντιν ἐρείομεν δοκεῖ δέ μοι ἐνθάδε μὴ ἐπείγειν ἐπεὶ ἐνδεχεται τὸ δευτερον τοῦ πρώτου ἐπίθετον εῖναι, μάντεις θῦται καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται θυοσκόοι μὲν οἱ δια τῶν επιθυομένων μαντευόμενοι οἱ ἐμπυροσκόποι καλοῦσι δὲ αὐτοὺς: λιβανομάντης ἱερεῖς δὲ οἱ δια τῶν σπλαγχνῶν μαντευόμενοι: τὰ μὲν γαρ θυμιάματα θύη καλεῖται: τὰ δὲ σπλάγχνα ἱερά κοινὸν δέ ἐστι τὸ μάντις ⁑ On Iliad 24.222: ψεῦδός κεν φαῖμεν: ὅτι ἐνταῦθα ἁρμόζόντως λέγεται ὁ στίχος ὑπο δὲ Νέστορος ἐν τῇ Β οὐκέτι ⁑ On Iliad 24.223-24.224: νῦν δ' αὐτὸς γὰρ: βραχὺ διασταλτέον μετα τὸν δέ τὸ γαρ ἑξῆς νῦν δὲ εἰμι ⁑ On Iliad 24.224-24.225: εἰ δέ μοι αῖσα ⁑ ἡ ὑποστιγμὴ ἀμφίβολος ἤτοι γὰρ μετα τὸ αῖσα ἵνα λείπῃ τὸ ἐστιν ἠ μετα τὸ χαλκοχιτώνων ἵνα κοινῇ τὸ τεθνάμεναι καὶ κατὰ τῶν ἑξῆς ⁑ On Iliad 24.228: ῆ καὶ φωριαμῶν: Ἀρίσταρχος ὡς κιβωτῶν καὶ ἔχομεν τῶν δια τοῦ αμος παρηγμένων ο̂νομάτων κανόνας τοιούσδε : πρῶτον μὲν ὡς τὰ τριβράχεα μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει κάλαμος Πρίαμος . τὸ ποταμός ἐγένετο παρα τὸ ποτασμός καθ ὑφαίρεσιν τοῦ ς : τὸ δὲ ϊταμός ἐπιθετικόν ἐστι. δεύτερον δὲ, ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακράν εἰ μὲν θέσει ᾒ βαρύνεται: ὄρχαμος . Τύρταμος : Πέργαμος : εἰ δε φύσει κύρια ὄντα βαρύνεται πάλιν ὡς ἔχει τὸ Πύραμος Τεύταμος οὐχ οὕτως δὲ ἔχοντα ὀξύνεται. ὡς ἔχει τὸ οῦλαμός χηραμός τούτῳ οὖν τῷ λόγῳ εἴτε παρα τὸ τοὺς φῶρας ἀπείργειν. ἢ ἀπο τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται ἔσται κατ οξεῖαν τάσιν φωραμὸς και πλεονασμῷ τοῦ ϊ φωριαμός ἡ διπλῆ δὲ ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα. καταχρηστικῶς δὲ πίθων καὶ τῶν ὁμοίων ⁑ On Iliad 24.229: ἔνθεν ΙΒ μὲν. ὅτι διεσταλκε τόν πεπλόν ἀπο τῶν χλαινῶν καὶ τὰ φάρη ὡς διαπρέποντα τὸν πέπλον οὕτως προσηγόρευσεν ⁑ On Iliad 24.229-24.231: πέπλος: φᾶρος: χιτών: χλαῖνα. διαφέρουσι : πέπλοι γάρ ἃς περ ἐνῶντο μόναι γυναῖκες οἳ καὶ ἑανοὶ καλοῦνται: χιτὼν δε ἀνδρεῖον ενδυμα φαρος ϊμάτιον: χλαῖνα τὸ περίβλημα ⁑ Interlinear scholia On Iliad 24.209@ὥς ποθι: ἀντὶ τοῦ οὕτως On Iliad 24.215@πρὸ Τρώων: οὕτω χωρὶς τοῦ ς On Iliad 24.216@ἀλεωρῆς: αποφυγῆς Intermarginal scholia On Iliad 24.212: κατέχοιμι εἰς τὸ ἐσθίειν ⁑ Exterior scholia On Iliad 24.223: ἔδρακον Venetus A (Marciana 454 = 822), folio 315, verso Iliad 24.230-24.254 24.230 δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας. 24.231 τόσσα δὲ φάρεα λευκά: τόσους δ' ἐπι τοῖσι χιτῶνας: 24.232 χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα: 24.233 ἐκ δὲ δύ' αἴθωνας τρίποδας. πίσυρας δὲ λέβητας: 24.234 ἐκ δὲ δέπας περικαλλὲς. ὅ, οἱ, Θρῇκες πόρον ἄνδρες 24.235 ἐξ ἑσίην ἐλθόντι, μέγα κτέρας: οὐδέ νυ τοῦ περ 24.236 φείσατ' ἐνι μεγάροις ὃ γέρων: περὶ δ' ήθελε θυμῷ 24.237 λύσασθαι φίλον υἱόν: ὃ δὲ Τρῶας μὲν ἅπαντας 24.238 αἰθούσης ἀπέεργεν. ἔπεσσ' αἰσχροῖσιν ἐνίσσων: 24.239 ἔρρετε λωβητῆρες, ἐλεγχέες. οὔ νυ καὶ ὑμῖν 24.240 οἴκοι ἔνεστι γόος, ὅτι μ' ἤλθετε κηδήσοντες: 24.241 ἦ οὔνεσθ', ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε' ἔθηκε . 24.242 παῖδ' ὀλέσαι τὸν ἄριστον: ἀτὰρ γνώσεσθε καὶ ὔμμες. 24.243 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν . δὴ, ἔσεσθε 24.244 κείνου τεθνειῶτος ἐναιρέμεν: αὐτὰρ ἔγωγε 24.245 πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε 24.246 ὀφθαλμοῖσιν ἰ̈δεῖν: βαίην δόμον Ἄϊδος εἴσω: 24.247 ῆ καὶ σκηπανίῳ δίεπ' ἀνέρας. οἱ δ' ΐσαν ἔξω 24.248 σπερχομένοιο γέροντος: ὃ δ' υἱάσιν οἷσιν ὁμόκλα: 24.249 νεικείων Ἕλενόν τε, Πάριν τ'. Ἀγάθωνά τε δῖον: 24.250 Πάμμονά τ'. Ἀντιφονόν τε: βοὴν ἀγαθόν τε Πολίτην : 24.251 Δηΐφοβόν τε. καὶ Ἱ̈ππόθοον : καὶ δῖον Ἀγαυόν : 24.252 ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε: 24.253 σπεύσατέ μοι κακὰ τέκνα. κατηφόνες: αἴθ' ἅμα πάντες 24.254 Ἕκτορος ὠφέλετ' ἀντὶ. θοῇς ἐπὶ νηυσὶ πεφάσθαι: Scholia to Iliad 24.230-24.254 Main scholia On Iliad 24.229-24.231: πέπλος: ὅν περονῶνται γυναῖκες: ὃς καὶ εανὸς καλεῖται: χιτών ἀνδρεῖον ἔνδυμα φᾶρος ϊματιον ἀνδρῶν και γυναικῶν: χλαίνη τὸ περίβλημα τῆς κλίνης: On Iliad 24.235: ἐξεσίην ἐλθόντ Ἀρίσταρχος δασύνει τὴν δευτέραν συλλαβήν παρα γὰρ τὸ ΐημι φησὶν ἐγένετο: ἐπιφέρει γοῦν προ γὰρ ῆκε πατὴρ ἄλλοι τε γέροντες . παρὰ δὲ τὸν ἥσω μέλλοντα, ἡ εσία ἐγένετο: καὶ ἡ εξεσίᾳ ὡς καὶ παρὰ τὸν θήσω θεσία πῇ δῇ συνθεσίαι τε: τὸ αὐτὸ και επι τοῦ τῶν ἕνεκ' ἐξεσίην οὕτως δὲ καὶ Νικίας : Νεοπτόλεμος δὲ ὁ Παριανός λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν οἶον τὴν ἔκπεμψιν ἀξιοῖ ψιλοῦν: ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι: ἠπίστατο γaρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα δασυνόμενον ἥσω γὰρ καὶ ἐγώ : παρὰ δὲ τοὺς μελλοντας ὁριστικοὺς ἐγίνετο τὰ τοιαυτα ὀνόματα οὐ παρ ενεστῶτας ἀπαρεμφάτου ἐγκλίσεως θύσω γοῦν θυσία : ἄξω αξία δώσω δοσία : προδώσω προδοσία οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσια ⁑ On Iliad 24.241: ἢ οὔνεσθ' οτι μοι: οἷον μικρὸν καὶ φαυλον οἴεσθε τὸ συμβεβηκός: ἡ διπλῆ δὲ ὅτι οὔνεσθε ἐκφαυλίζετε καὶ ουδενός ἅξιον ηγεῖσθαι ⁑ On Iliad 24.241: ἢ οὔνεσθ’ οὕτως αἱ Ἀριστάρχου ἦ ὀνόσασθ’ ἐμέμψασθε καὶ εξεφαυλίσαθε βούλεται δὲ λέγειν εμοὶ συλλυπησόμενοι καὶ οὐχι ἕκαστος ἱ̈διον κακὸν νομίζει τὴν Ἕκτορος ἀπώλειαν ⁑ On Iliad 24.247: ῆ καὶ σκιπανίῳ δίεπ’ δασέως δίεπ ’ παρὰ τὸ επω δάσυνόμενον οὕτως και Ἀρίσταρχος καὶ οἱ πλείους οἶον δια τῶν ἀνδρῶν ἐπορευετο καὶ διί̀στα αὐτοὺς καὶ οὕτως εχει τὰ τῆς ἀναγνώσεως ⁑ On Iliad 24.247: τὸ δὲ έξω ἑκατέροις δύναται σὺντάττεσθαι βελτιον δὲ τοῖς ἄνω ⁑ On Iliad 24.251: Δηϊφοβόν τε καὶ Ἱππόθοον ὅτι ὁμώνυμος ὁ Ἱππόθοος τῷ Πελασγῶ Ἱππόθοος δ' άγε φύλα Πελασγῶν : καὶ ὅτι ἄδηλον πότερόν εστι τὸ κυριον ὁ Δῖος καὶ ὁ Αγαυός ⁑ On Iliad 24.251: Αλεξάνδρου τοξευθέντος ὑπο Φιλοκτήτου Πρίαμος τὸν ῾Ελενης γάμον ἔπαθλον ἔθηκεν τῷ ἀριστεύσαντι κατὰ τὴν μάχηνην Διΐφοβος δὲ γενναίως ἀγωνισαμενος ἄγημεν αὐτήν. ἡ ϊστορία παρὰ Λυκόφρονι ⁑ On Iliad 24.253: κατηφόνες: ὡς Μακεδόνες : οὕτως Ἀρίσταρχος καὶ ἄμεινον θηλυκῇ γὰρ προσηγορίᾳ. ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν οιονεὶ κατήφειαι Κράτης μέντοι κατηφέες γράφει ⁑ Interlinear scholia On Iliad 24.230@χλαίνας: τα περι βλήματα τῆς κλίνης Intermarginal scholia On Iliad 24.232: ὅτι παρέλκει τὰ πάντα ⁑ On Iliad 24.241: Ἀριστάρχος ἢ ὀνόσασθ’ On Iliad 24.246: βρἀχὺ διασταλτέον μετα τὸ ϊδεῖν προς τὸ σαφέστερον⁑ Exterior scholia On Iliad 24.235: ἐξἑσίην: δημοσίαν ἔκπεμψιν: δασυνεται δὲ ἡ β συλλαβὴν παρά τὸν ἥσω μελλοντα On Iliad 24.241: ὅνησιν ἔχετε Venetus A (Marciana 454 = 822), folio 316, recto Iliad 24.255-24.279 24.255 ὤιμοι ἐγὼ πανάποτμος: ἐπεὶ τέκον υἷας ἀρίστους 24.256 Τροίῃ ἐν εὐρείῃ: τῶν δ' οὔ τινα φημὶ λελεῖφθαι: 24.257 Μήστορά τ' ἀντίθεον: καὶ Τρωΐλον ἱππιοχάρμην: 24.258 Ἕκτορα θ'. ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν: οὐδὲ ἐῴκει 24.259 ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι. ἀλλὰ θεοῖο: 24.260 τοὺς μὲν ἀπώλεσ' Ἄρης . τὰ δ' ἐλέγχεα πάντα λέλειπται: 24.261 ψεῦσταί τ', ὀρχησταί τε, χοροιτυπίῃσιν ἄριστοι: 24.262 ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες: 24.263 οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα. 24.264 ταῦτά τε πάντ' ἐπιθεῖτε. ἵνα πρήσσωμεν ὁδοῖο: 24.265 ὡς ἔφαθ', οἱ δ' ἄρα πατρὸς ὑποδδείσαντες ὁμοκλὴν. 24.266 ἒκ μὲν ἄμαξαν ἄειραν. ἐΰτροχον. ἡμιονείην. 24.267 καλὴν: πρωτοπαγέα. πείρινθα δὲ δῆσαν ἐπ' αὐτῆς: 24.268 καδ δ' ἀπὸ πασσαλόφιν ζυγὸν ῄρεον ἡμιόνειον. 24.269 πύξινον, ὀμφαλόεν εὖ, οἰήκεσσιν ἀρηρός: 24.270 ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. 24.271 καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστω ἐπὶ ῥυμῷ: 24.272 πέζῃ ἔπὶ πρώτῃ: ἐπι δὲ κρίκον. ἕστορι βάλλον: 24.273 τρὶς δ' ἑκάτερθεν ἔδησαν. ἐπ' ὀμφαλὸν: αὐτὰρ ἔπειτα 24.274 ἑξείης κατέδησαν. ὑπὸ γλωχῖνα δ' ἔγναμψαν : 24.275 ἐκ θαλάμου δὲ φέροντες. ἐϋξέστης ἐπ' ἀπήνης 24.276 νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα: 24.277 ζεῦξαν δ' ἡμιόνους. κρατερώνυχας. ἐντεσιεργοὺς. 24.278 τούς ῥά́ ποτε Πριάμω Μυσοὶ δόσαν ἀγλαὰ δῶρα: 24.279 ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγὸν. οὓς ὁ γεραιὸς Scholia to Iliad 24.255-24.279 Main scholia On Iliad 24.257: Μηστορά τ’ ἀντίθεον: ὅτι ἐκ τοῦ εἰρῆσθαι. ἱππιοχάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφ ἵππου διωκόμενον αὐτὸν ἐποίησαν: καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται Ὅμηρος δὲ δια τοῦ ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται ⁑ On Iliad 24.269: πύξινον ὀμφαλόεν: οὐκ ῆν παρα Ζηνοδότῳ οὗτος ὁ στίχος οὕτως δὲ εἴρηκε κρίκους τινάς, δι' ῶν α διείρονται καὶ οἱ ἀκιζ On Iliad 24.272: πέζῃ ἐπι πρώτῃ, ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρα ἄξαντ' ἐν πρώτῳ ῥυμῷ ⁑ On Iliad 24.272: ἕστορι βάλλον. δασέως ἀπο τῆς ἕσεως τὸν γὰρ βαλλόμενον πάσσαλον ἐπ άκρου τοῦ ζυγοῦ νοητέον ⁑ On Iliad 24.272: ἕστορι βάλλον: τῷ πεπηγότι πασσάλῳ κατα τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ περ ὸν τὰ ζυγόδεσμα εἰλεῖται καὶ ὁ κρίκος ἔγκειται ⁑ On Iliad 24.275: ἐκ θαλάμου δὲ φέροντες: διασταλτέον μετα τὸ φέροντες προς τὸ σαφεστερον ⁑ On Iliad 24.277: ἐντεσιεργούς. τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους ἀλλα τήν τε ἄμαξαν καὶ τὴν πείρινθα ἕλκοντας ἅπερ καὶ έντεα φησίν ⁑ Intermarginal scholia On Iliad 24.264: ὥς τε διακρινθειτε ⁑ Venetus A (Marciana 454 = 822), folio 316, verso Iliad 24.280-24.304 24.280 αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπι φάτνῃ: 24.281 τὼ μὲν ζευγνοίσθην ἐν δώμασιν ὑψηλοῖσι 24.282 κῆρυξ καὶ Πρίαμος . πυκινὰ φρεσὶ μήδε' ἔχοντες: 24.283 ἀγχίμολον δέ σφ' ἦλθ' Ἑκάβη τετιηότι θυμῷ. 24.284 οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῆφι 24.285 χρυσέῳ ἐν δέπαϊ. ὄφρα λείψαντε κιοίτην: 24.286 στῆ δ' ἵππων προπάροιθεν. ἔπος τ' ἔφατ', έκ τ' ὀνόμαζε: 24.287 τῆ, σπεῖσον Διῒ πατρὶ, καὶ εὔχεο οἴκαδ' ἱ̈κέσθαι 24.288 ὰψ' ἐκ δυσμενέων ἀνδρῶν: ἐπεὶ ἂρ σέ γε θυμὸς 24.289 ὀτρύνει ἐπὶ νῆας. ἐμεῖο μὲν οὐκ ἐθελούσης: 24.290 ἂλλ' εὔχεο σύ γ' ἔπειτα κελαινεφέϊ Κρονίωνι 24.291 Ἰδαίῳ: ὅς τε Τροίην κατα πᾶσαν ὁρᾶται: 24.292 αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον. ὅς τέ οἱ αὐτῷ 24.293 φίλτατος οἰωνῶν. καί, εὑ κράτος ἐστὶ μάλιστα: 24.294 δεξιὸν. ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας: 24.295 τῷ πίσυνος. ἐπὶ νῆας ΐῃς Δαναῶν ταχυπώλων: 24.296 εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεὺς . 24.297 οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην 24.298 νῆας ἐπ' Ἀργείων ϊέναι. μάλα περ μεμαῶτα: 24.299 τὴν δ' ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής: 24.300 ὦ γύναι, οὐ μέν τοι τό γ' ἐφιεμένῃ ἀπιθήσω. 24.301 ἐσθλὸν γὰρ Διῒ χεῖρας ἀνασχέμεν. αἴ κ' ἐλεήσῃ: 24.302 ῆ ῥα: καὶ ἀμφίπολον ταμίην ὄτρυν' ὁ γεραιὸς 24.303 χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον: ἡ δὲ παρέστη 24.304 χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα: Scholia to Iliad 24.280-24.304 Main scholia On Iliad 24.281-24.282: κῆρυξ καὶ Πρίαμος : ὅτι εἰ μὴ προσέθηκε τὸν στίχον οἱ θέλοντες συγχεῖσθαι τὰ δυϊκὰ παρ' Ὁμήρῳ Ἐρατοσθενης καὶ Κράτης ἔλεγον ἂν ἐπι τῶν ἐννέα Πριαμιδῶν τετάχθαι τὼ μὲν ζευγνύσθην ⁑ On Iliad 24.292: αἴτει δ' οἰωνὸν ταχὺν: τὸ ἑξῆς αἴτει δ' οἰωνὸν δεξιόν τὰ δὲ ἄλλα δια μέσου ⁑ On Iliad 24.292: ὅς τέ οἱ αὐτῷ: ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οι ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψίς ἐστι ὁμοίως τῷ ἀλλά οἱ αὐτῷ Ζεύς ⁑ On Iliad 24.293: φίλτατος οἰωνῶν: ὅτι Ζηνόδοτος γράφει καὶ οὗ ἔστι δὲ ἀντι τοῦ ἑαυτοῦ καὶ ἀδίαφορος ὁ λόγος. ⁑ On Iliad 24.304: χέρνιβον ἀμφίπολος: ἀθετεῖται ὅτι παρα τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ ὡς ἡμεῖς τοῦτο δὲ αὐτὸς εἴωθε καλεῖν λέβητα : τὸ δε κατὰ τῶν χειρῶν διδόμενον ὕδωρ χέρνιβα : ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς ἅπαξ ἐνταῦθα εἰρημένῳ ⁑ Interlinear scholia On Iliad 24.292@ταχὺν: τεὸν On Iliad 24.300@ἐφιεμένῃ: εντελλομένη On Iliad 24.303@ἀκήρατον: καθαρόν Intermarginal scholia On Iliad 24.292: ἐν ἄλλῳ εὸν ἄγγελον ⁑ On Iliad 24.295: γράφεται χαίρων ἐνι θυμῷ ⁑ Interior scholia On Iliad 24.293: γράφεται μέγιστον Venetus A (Marciana 454 = 822), folio 317, recto Iliad 24.305-24.329 24.305 νιψάμενος δὲ. κύπελλον ἐδέξατο ἧς ἀλόχοιο: 24.306 εὔχετ' ἔπειτα στὰς, μέσῳ ἕρκεϊ. λεῖβε δὲ οἶνον. 24.307 οὐρανὸν εἰσανιδών: καὶ φωνήσας. ἔπος ηύδᾱ: 24.308 Ζεῦ πάτερ. ἴ̈δηθεν μεδέων: κύδιστε. μέγιστε: 24.309 δός μ' ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν. ἠδ' ἐλεεινόν: 24.310 πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον. ὅς τε σοὶ αὐτῷ 24.311 φίλτατος οἰωνῶν: καί εὑ κράτος ἐστι μάλιστα: 24.312 δεξιὸν. ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας. 24.313 τῷ πίσυνος. ἐπὶ νῆας ἴ̈ω Δαναῶν ταχυπώλων: 24.314 ὣς ἔφατ' εὐχόμενος. τοῦ δ' ἔκλυε μητίετα Ζεύς : 24.315 αὐτίκα δ' αἰετὸν ῆκε τελειότατον πετεηνῶν 24.316 μόρφνον. θὴρητῆρ'. ὃν καὶ περκνὸν καλέουσιν: 24.317 ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται 24.318 ἀνέρος ἀφνειοῖο, ἐϋκλήϊ̄σ ἀραρυῖα. 24.319 τόσσ' ἄρα τοῦ ἑκάτερθεν έσαν πτερά: εἴσατο δέ σφιν 24.320 δεξιὸς ἀΐξας ὑπὲρ ἄστεος: οἰ δὲ ϊδόντες 24.321 γήθησαν. καὶ πᾶσιν ἐνι φρεσὶ θυμὸς ἰ̈άνθη: 24.322 σπερχόμενος δ' ὁ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου: 24.323 ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου: 24.324 πρόσθεν μὲν ἡμίονοι ἕλκον. τετράκυκλον ἀπήνην. 24.325 τὰς Ϊδαῖος ἔλαυνε δαΐφρων: αὐτὰρ ὄπισθεν 24.326 ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι, κέλευε 24.327 καρπαλίμως κατὰ ἄστυ. φίλοι δ' ἅμα πάντες ἕποντο 24.328 πὸλλ' ὀλοφυρόμενοι, ὡς εἲ θάνατον δὲ κιόντα: 24.329 οἳ δ' ἐπεὶ οὖν πόλιος κατέβαν. πεδίον δ' ἀφίκοντο. Scholia to Iliad 24.305-24.329 Main scholia On Iliad 24.306: εὔχετ' ἔπειτα στὰς: ὅτι ἐλλείπει ἡ πρόθεσις ἀντι τοῦ ἐν μέσῳ ἐν μέσῳ έρκεϊ στὰς εὔχετο ⁑ On Iliad 24.XXXX: αὐτίκα δ' αιετὸν ῆκε: ὅτι οὐ τὸν τῷ σώματι τέλειον ἀλλὰ τὸν ἐπιτελεστικώτατον ⁑ On Iliad 24.316: μόρφνον⁑ μόρφνον ὡς ὕπνον καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις: εἴτε μορόφονός ἐστιν εἴτε παρα τὴν ορφνην εσχημάτισται πλεονάσαντος τοῦ μ κατ ἀρχὴν ἵνα σημαίνηται ὁ μέλας, εἴτε παρὰ το μάρπτω μάρφνος ἐστι καὶ μόρφνος ὁ συλλαμβάνων ἐξ οῦ σημαίνεται ὁ ταχὺς κατὰ πάντα τρόπον ὀφείλει βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα: τὰ γὰρ εἰς μος λήγοντα δισύλλαβα μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους ἔχοντα δὲ προ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται ὑπεσταλμένων τῶν εἰς μος ληγόντων, οἷον χόρτος . φόρτος όρκος , ὄρθος τὸ μονογενὲς , πόρνος οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη : οὕτως δὲ θέλει καὶ τὸ πτόρθος : οὕτω μόρφνος παρεφύλαξα δὲ τὰ εἰς μος δια τὸ κορμός , φορμός : τὸ μέντοι περκνός ὀξύνεται ὁμοίως τῷ πυκνός . οὕτως καὶ ὁ Ἀσκαλωνίτης , μεταλαμβάνων εἰς τὸν μέλανα, καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς ἐπεὶ οὐδε παραλήγεται τῇ ορ συλλαβῇ ὡς καὶ τὰ προκείμένα: ὁ μέντοι Ἀρίσταρχος : ἀετοῦ εῖδος καὶ βαρύνει ἀλλ' οὖν γε ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν ⁑ On Iliad 24.318: ἀνέρος ἀφνειοῖο: ὅτι δύναται καὶ κατα σύνθεσιν ἐυκλήϊς εὐεπίκλειστος χωρὶς δὲ τῷ ἀραρυῖα . δύναται δὲ καὶ κατα συναλιφὴν εὖ ταῖς κλισὶν ἀραρυῖα ⁑ On Iliad 24.318: εὐκλήϊς ἄραῥύια Ἀρίσταρχος ἐϋκλήϊς ὡς ἐυκνῆμις σύνθετον ποιῶν τὴν λέξιν οὕτως καὶ ὁ Ἀσκαλωνίτης εἰσὶ δὲ οἳ διεῖλον εὖ κληϊσ' ἄραρυῖα οἷς συγκατατίθεται καὶ Τρύφων οὐκ εῦ ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μη πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δε φημὶ τοιοῦτόν ἐστιν ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ϊ τῆς δοτικῆς παρα τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς: κερκίδ' ὕφαινε . χέρσ' ἐρεται καὶ νῆεσ ἡγήσατ' Ἀχαιῶν οὔ γε μὴν τὸ ἀπο τῶν εἰς ης ἐκτεταμένον θηλυκῶν. εἰ δ' ἡ προκειμένη λέξις κρίσεως δεῖται κατα τὴν ἀνάγνωσιν δηλον ὅτι συνθέτως ἀναγνωσόμεθα ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη ⁑ On Iliad 24.318: εἰ δὴ σύνθετόν ἐστι τὸ ἐϋκλήϊς καὶ παροξύνειν δεῖ αὐτὼ: μακρὸν γὰρ τὸ ϊ καὶ ἐν τῇ συνθέσει ὡς ἐν τῷ κ τῆς καθόλου φησὶν ὁ αὐτός. ἀπο γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν καὶ εν τῷ τρίτῳ δε τῶν Ὀνοματικῶν περὶ τῆς ἐκτάσεως αὐτῶν ταῦτα φησίν : ἄλλως τε: εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ϊ ἔχουσιν ἐν τῷ ἐϋκνήμις μελαμψήφις. καὶ εἰ τοῦτο φησὶ δῆλον ὅτι παροξύνεται ⁑ On Iliad 24.319: έσαν πτερά, καταχρηστικῶς πτερὰ ἃ πτέρυγες: κυρίως δὲ εἰσὶ πτερὰ τὰ πτίλα ⁑ On Iliad 24.329: οἰ δ' ἐπεὶ οὖν πόλεος: αἱ ὑποστιγμαὶ κατέβαν , άφίκοντο : ἡ δὲ ἀνταπόδοσις πρὸς τὸ οἱ μὲν ὰρ άψορροι ⁑ Interlinear scholia On Iliad 24.316@περκνὸν: μέλαν On Iliad 24.318@ἐϋκλήϊ̄ς: εύκλειστος On Iliad 24.319@τόσσ': τηλικαῦτα Intermarginal scholia On Iliad 24.305: λείπει ἡ παρᾶ On Iliad 24.310: ἐν αλλῳ ἐὸν ἄγγελον On Iliad 24.311: γράφεται μέγιστον ⁑ On Iliad 24.320: γράφεται δι αστεος On Iliad 24.322: γράφεται ὁ γερων ξερτοῦ ἐπεβίσετο ⁑ Exterior scholia On Iliad 24.329: πολίος Venetus A (Marciana 454 = 822), folio 317, verso Iliad 24.330-24.354 24.330 οἳ μὲν ὰρ ἄψορροι ποτὶ Ἴ̈λιον ἀπονέοντο: 24.331 παῖδες καὶ γαμβροί: τὼ δ' οὐ λάθον εὐρύοπα Ζῆ 24.332 ν' ἐς πεδίον προφανέντε: ἰ̈δὼν δ' ἐλέησε γέροντα: 24.333 αῖψα δ' ὰρ Ἑρμείᾱν υἱὸν φίλον ἀντίον ηύδᾱ 24.334 Ἑρμείᾱ : σοὶ γάρ τε μάλιστά τε φίλτατόν ἐστιν 24.335 ἀνδρὶ ἑταιρίσσαι: καί τ' ἔκλυες ᾧ κ' ἐθέλῃσθα: 24.336 βάσκ' ΐθι: καὶ Πρίαμον κοίλᾱς ἐπὶ νῆας Ἀχαιῶν 24.337 ὣς ἄγαγ'. ὡς μήτ' άρ τις ἴ̈δῃ μήτ' άρ τε νοήσῃ 24.338 τῶν ἄλλων Δαναῶν . πρὶν Πηλείωνα δ' ϊκέσθαι: 24.339 ὡς ἔφατ'. οὐδ' ἀπίθησε διάκτορος ἀργειφόντης: 24.340 αὐτίκ' ἔπειθ' ὑπο ποσσὶν ἐδήσατο καλὰ πέδιλα. 24.341 ἀμβρόσια: χρύσεια. τά μιν φέρον. ἠμὲν ἐφ ὑγρὴν. 24.342 ἠδ' ἐπ ἀπείρονα γαῖαν. ἅμα πνοιῇς ἀνέμοιο: 24.343 εἵλετο δὲ ῥάβδον. τῇ τ' ἀνδρῶν ὄμματα θέλγει 24.344 ὧν ἐθέλῃ, τοὺς δ' αῦτε καὶ ὑπνώοντας ἐγείρει: 24.345 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργειφόντης: 24.346 αῖψα δ' ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ΐκανε: 24.347 βῆ δ ϊέναι κούρῳ αισυητῆρι ἐοικὼς 24.348 πρῶτον ὑπηνήτῃ: τοῦ περ χαριεστάτη ἥβη: 24.349 οἱ δ' ἐπεὶ οὖν μέγα σῆμα παρὲξ. Ί̈λοιο ἔλασσαν. 24.350 στῆσαν άρ' ἡμιόνους τε καὶ ἵππους. ὄφρα πίοιεν 24.351 ἐν ποταμῷ: δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν: 24.352 τὸν δ' ἐξ ἀγχιμόλοιο ἰ̈δὼν ἐφράσσατο κῆρυξ 24.353 Ἑρμείαν : ποτὶ δὲ Πρίαμον φάτο. φώνησέν τε: 24.354 φράζεο Δαρδανίδη : φραδέος νόου ἔργα τέτυκται: Scholia to Iliad 24.330-24.354 Main scholia On Iliad 24.331-24.332: ‡ παῖδες καὶ γαμβροὶ: προς τὴν συναλιφὴν ὅτι ἐν δύο στίχοις, τὸ γὰρ πλῆρες ἐστι Ζῆνα ἐς πεδίον φανέντε ⁑ On Iliad 24.332: ν’ ἐς πεδίον προφανέντε : οὕτως τὴν συναλιφὴν διεῖλεν Ἀρίσταρχος ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς ⁑ On Iliad 24.339: ‡ τῶ ἄλλων Δαναῶν : ὅτι οὕτως εἴρηκεν Πηλείωνα δέ εἰς Πηλείωνα ἀντι τοῦ προς Πηλείωνα ⁑ On Iliad 24.341: ἀμβρόσια χρύσεια: ὅτι ἐνταῦθα ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψῶ διαπεραιουμένου Ἑρμοῦ : ἐν δὲ τῇ ῥαψωδίᾳ τῆς οὐκέτι ⁑ On Iliad 24.343: εἴλετο δὲ ῥάβδον: τὴν ῥάβδον συσταλτέον κατα τὴν πρώτην συλλαβὴν οὐχ ὅτι παρα τὸ ῥάπτω ἐγένετο ἔνθεν καὶ τὸ ῥαπίζω , ἀλλ ὅτι καὶ τὸ α προ τοῦ β συστέλλεσθαι θέλει ἅμβρος . Ἁβδηρος ἐπιγρᾰβδην : οὕτως οὖν ἐχέτω καὶ ἡ ῥάβδος δι’ ὁ τὸ ἀβάλε καὶ κατα τοῦτο ἐσημειοῦτο ⁑ On Iliad 24.348: πρῶτον ὑπηνητῃ: μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδὸς ἁβρότερον μὲν ἡ κατ ἄνδρα γενναιότερον δὲ ἡ κατὰ παιδα ⁑ On Iliad 24.348: περι τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ επι τοῦ ἄνω χείλους τρίχες: τὸ δε κάτω πάππος τὸ δὲ ἐξ αμφοῖν ὑπήνη ὡς τὸ καὶ μολύνων τὴν ὑπήνην οἱ δὲ κοινῶς εἶπον τὸ γένειον πρώτον ὑπηνήτῃ ἀρχομένῳ γενειαζειν ⁑ On Iliad 24.347: αισυμνητῆρι ἐοικὼς : οὕτως αἰσυμνητῆρι βασιλεῖ τὴν μορφὴν ἐοικώς καὶ ἀλλαχοῦ παναπάλῳ οἷοί τε ἀνάκτων παῖδες ἔασιν ⁑ Interlinear scholia On Iliad 24.335@ἑταιρίσσαι: φίλον γενέσθαι καὶ ἑταῖρον On Iliad 24.341@φέρον: οὕτως δια τοῦ ο φερον Intermarginal scholia On Iliad 24.331: ἐν τῃ Χίᾳ καταβάντε ⁑ On Iliad 24.344: οὕτως Ἀρίσταρχος δια τοῦ ε . αἱ δε κοιναὶ δια τοῦ η ἐθέλη ⁑ On Iliad 24.346: ἐν αλλῳ αῖψα δ' ὰρ ἐς Τροίην ⁑ Interior scholia On Iliad 24.337: ὅτι ἴδῃ καὶ νοήσῃ παραλλήλως ταυτόν ἐστιν ⁑ On Iliad 24.347: Ἀρίσταρχος ἐσυμνητῆρι τουτέστι βασιλικῷ ⁑ Venetus A (Marciana 454 = 822), folio 318, recto Iliad 24.355-24.379 24.355 ἄνδρ' ὁρόω. τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω: 24.356 ἀλλ' ἄγε δὴ φεύγωμεν ἐφ ἵππων. ἤ μιν ἔπειτα 24.357 γούνων ἁψάμενοι: λιτανεύσομεν. αἴ κ' ἐλεήσῃ: 24.358 ὣς φάτο. σὺν δὲ γέροντι νόος χύτο: δείδιε δ' αἰνῶς: 24.359 ὀρθαὶ δὲ τρίχες ἔσταν, ἐνὶ γναμπτοῖσι μέλεσσι: 24.360 στῆ δὲ ταφών: αὐτὸς δ' ἐριούνιος ἐγγύθεν ἐλθὼν. 24.361 χεῖρα γέροντος ἑλὼν. ἐξείρετο. καὶ προσέειπε: 24.362 πῇ πάτερ ὧδ' ἵππους τε καὶ ἡμιόνους ἰ̈θύνεις 24.363 νύκτα δι' ἀμβροσίην: ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι: 24.364 οὐδὲ σύ γ' ἔδδεισας μένεα πνείοντας Ἀχαιοὺς . 24.365 οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι: 24.366 τῶν εἴ τίς σε ἴ̈δοιτο θοὴν διa νύκτα μέλαιναν 24.367 τοσσάδ' ὀνείατ' ἄγοντα, τίς ἂ̆ν δή τοι νόος εἴη: 24.368 οὔτ' αὐτὸς νέος ἐσσὶ γέρων δέ τοι οὗτος ὀπηδεῖ 24.369 ἄνδρ' ἀπαμύνασθαι . ὅτε τις πρότερος χαλεπήνῃ: 24.370 ἀλλ' ἐγὼ οὐδέν σε ῥέξω κακὰ, καὶ δέ κεν ἄλλον, 24.371 σεῦ ἀπαλεξήσαιμι, φίλῳ δέ σε πατρὶ ἐΐσκω: 24.372 τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.373 οὕτω πῃ τάδε γ' ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις: 24.374 ἂλλ' εἴ τις καὶ ἐμεῖο θεῶν. ὑπερέσχεθε χεῖρα: 24.375 ὅς μοι τοιόνδ' ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι. 24.376 αἴσιον. οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητὸς: 24.377 πέπνυσαί τε νόῳ: μακάρων δ' ἔξεσσι τοκήων: 24.378 τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης: 24.379 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες: Scholia to Iliad 24.355-24.379 Main scholia On Iliad 24.367: τόσσα δ’ ὀνείατ’ άγοντα: ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα ὡς οἱ Γλωσσογράφοι ἀλλα πάντα τὰ ὄνησίν τινα περιποιοῦντα ὡς νῦν τὰ δῶρα. καὶ ὅτι ἄγοντα εἴρηκεν οὐ φέροντα οὐ γὰρ αὐτὸς ἐβάσταζεν ⁑ On Iliad 24.376: αίσιον οἷος δὴ σὺ δέμας: οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες ⁑ On Iliad 24.377: μακάρων δ' ἔξεσσι: ἐκγέγονας: ἡ ἐκ μακάρων ἐσσί ἐκ γὰρ τῆς όψεως στοχάζεται ⁑ Intermarginal scholia On Iliad 24.370: γράφεται εἰ δέ κεν ἡ διπλῆ δέ ὅτι τὸ δεν παρέλκεται ⁑ On Iliad 24.373: οὕτως δια τοῦ π οὕτω πη : ἐν δέ τισι δια τοῦ δ ούτω δὴ ⁑ Interior scholia On Iliad 24.370: γράφεται κακoν On Iliad 24.374: γράφεται ἀλλ’ έτι τις ⁑ Exterior scholia On Iliad 24.369: ρητορικός On Iliad 24.374: αλλ ετι τίς Venetus A (Marciana 454 = 822), folio 318, verso Iliad 24.380-24.404 24.380 ἂλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον: 24.381 ἢ έπῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ 24.382 ἄνδρας ἐς ἀλλοδαποὺς, ἵνα περ τάδε τοι σόα μίμνῃ. 24.383 ἠ ἤδη πάντες καταλείπετε καταλείψετε Ἴ̈λιον ϊρὴν 24.384 δειδιότες. τοῖος γὰρ ἀνὴρ ὥ'ριστος ὄλωλε. 24.385 σὸς πάϊς. οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ' Ἀχαιῶν : 24.386 τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.387 τίς δὲ σύ ἐσσι φέριστε. τέων δ' ἔξεσσι τοκήων: 24.388 ὥς μοι καλὰ τὸν οἶτον, ἀπότμου παιδὸς ἔνισπες: 24.389 τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης: 24.390 πειρᾷ ἐμοῖο γεραιὲ, καὶ εἴρεαι Ἕκτορα δῖον. 24.391 τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἐνι κυδιανείρῃ 24.392 ὀφθαλμοῖσιν ὄπωπα. καὶ εὖτ' ἐπὶ νηὺσὶν ἐλάσσας 24.393 Ἀργείους . κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ: 24.394 ἡμεῖς δ' ἐσταότες θαυμάζομεν: οὐ γὰρ Ἀχιλλεὺς 24.395 εἴᾱ μάρνασθαι κεχολωμένος Ἀτρείωνι : 24.396 τοῦ γὰρ ἐγὼ θεράπων. μία δ' ἤγαγε νηῦς εὐεργής: 24.397 Μυρμιδόνων δ' ἔξ εἰμι. πατὴρ δέ μοι ἐστὶ Πολύκτωρ : 24.398 ἀφνειὸς μὲν ὅ γ' ἐστὶ. γέρων δὲ δὴ ὡς σύ περ ὧδε: 24.399 ἓξ δέ οἱ υἷες ἔασιν: ἐγὼ δέ οἱ ἕβδομός εἰμι: 24.400 τῶν μέτα παλλόμενος, κλήρῳ λάχον ἐνθάδ' ἕπεσθαι: 24.401 νῦν δ' ἦλθον πεδίον δ' ἀπὸ νηῶν: ἠῶθεν γὰρ 24.402 θήσονται περι ἄστυ μάχην ἐλίκωπες Ἀχαιοί : 24.403 ἀσχαλόωσι γὰρ οἵ̂γε καθήμενοι. οὐδε δύνανταὶ 24.404 ἴ̈σχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν : Scholia to Iliad 24.380-24.404 Main scholia On Iliad 24.381: ἠέ πῃ ἐκπέμπεις: βέλτιον ἀφ ετέρας ἀρχῆς τὴν πεῦσιν γίνεσθαι: ἆρα ἐκπέμπεις ⁑ On Iliad 24.388: ὥς μοι καλὰ τὸν οῖτον: εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο ἀπ ἄλλης ἀρχῆς. εἰ δὲ μὴ τοῖς ἄνω συναπτέον ⁑ On Iliad 24.388: ἀπότμου παιδὸς ἔνισπες: ἔνισπες ὡς ἔδραμες ἔστι γὰρ ὁριστικὸν ἐκ τοῦ ήνισπες τὴν ἄρχουσαν συστείλαντος : τὸ μέντοι προστακτικὸν προ τέλους ἔχει τὴν ὀξεῖαν σὺ δ’ ἀληθῶς ἐνίσπες ὁμοιως τῷ ἐπίσχες . καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ϊ ἐστὶ τῆς προθέσεως ὅπου δὲ τοῦ ῥήματος . τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προπαροξύνεται: λέγω δὲ τὸ νημερτές μοι ἔνισπε ⁑ On Iliad 24.400: τῶν μέτα παλλόμενος: τῶν μετα ἀναστρέφουσι τὴν πρόθεσιν ἔστι γὰρ μετα τῶν ⁑ Intermarginal scholia On Iliad 24.383: ὅτι θηλυκως τὴν Ἴλιον ⁑ On Iliad 24.394: ὅτι ἀντὶ ἐθεώμεθα On Iliad 24.399: γράφεται ἓξ δὲ τῷ On Iliad 24.400: οὕτως τῶν μετα ⁑ Interior scholia On Iliad 24.395: ὅτι ἀντιφράζει τὸν χόλον τῆ μήνιδϊ ⁑ Venetus A (Marciana 454 = 822), folio 319, recto Iliad 24.405-24.429 24.405 τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.406 εἰ μὲν δὴ θεράπων Πηληιάδεω Ἀχιλῆος 24.407 εἶς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον: 24.408 εἰ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς: ἠέ μιν ἤδη 24.409 ᾗσι κυσὶν μελειστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς : 24.410 τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης 24.411 ὦ γέρον: οὔ πω τόν γε κύνες φάγον: οὐδ' οἰωνοί, 24.412 ἀλλ' ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηὶ 24.413 αὑτως ἐν κλισίῃσι δυωδεκάτη δέ οἱ ἠὼς: 24.414 κειμένῳ: οὐδέ τί οἱ χρὼς σὴπεται: οὐδέ μιν εὐλαὶ 24.415 ἔσθουσ' αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν: 24.416 ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο 24.417 ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανείη: 24.418 οὐδέ μιν αἰσχύνει: θείοιό κεν αὐτὸς ἐπελθὼν. 24.419 οἷον ἐερσήεις κεῖται: περὶ δ' αἷμα νένιπται, 24.420 οὐδέ ποθι μιαρὸς: σὺν δ' ἕλκεα πάντα μέμϋκεν. 24.421 ὅσσ' ἐτύπη: πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν: 24.422 ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἐῆος 24.423 καὶ νέκυός περ ἐόντος: ἐπί σφι φίλος περὶ κῆρι: 24.424 ὣς φάτο γήθησεν δ' ὁ γέρων, καὶ ἀμείβετο μύθῳ: 24.425 ὦ τέκος ἦ ῥ' ἀγαθὸν καὶ αἰνέσιμα δῶρα διδοῦναι 24.426 ἀθανάτοις ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊς: εἴ ποτ' ἔην γε 24.427 λήθετ' ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι 24.428 τῷ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ 24.429 ἀλλ' ἄγε δὴ καὶ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον. Venetus A (Marciana 454 = 822), folio 319, verso Iliad 24.430-24.454 24.430 αὐτόν τε ῥῦσαι πέμψον δέ με σύν γε θεοῖσιν 24.431 ὄφρα κεν ἐς κλισίην Πηληιάδεω ἀφίκωμαι: 24.432 τόν δ' αὖτε προσέειπε διακτορος ἀργειφόντης: 24.433 πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου. οὐδέ με πείσεις 24.434 ὅς με κέλῃ σεῖο δῶρα πάρεξ Ἀχιλῆα δέχεσθαι: 24.435 τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι πέρι κῆρι: 24.436 σϋλεύειν μή τι μοι κακὸν μετόπισθε γένηται 24.437 σοὶ δ' ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην: 24.438 ἐνδυκέως ἐν νηὶ θοῇ ἢ πεζὸς ὁμαρτέων: 24.439 οὐκ ἄν τις τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο 24.440 ἦ καὶ ἁναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους 24.441 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσὶν 24.442 ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠύ: 24.443 ἀλλ' ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον. ἵκοντο 24.444 οἱ δὲ, νέον περὶ δόρπα φυλακτῆρες πονέοντο 24.445 τοῖσι δ' ἐφ' ὕπνον ὄρουσε διάκτορος ἀργειφόντης 24.446 πᾶσιν: ἄφαρ δ' ὤιξε πύλας καὶ ἀπῶσεν ὀχῆας: 24.447 ἐς δ' ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ' ἀπ' ἀπήνης. 24.448 ἀλλ' ὅτε δὴ κλισίην Πηληιάδεω ἀφίκοντο 24.449 ὑψηλήν τὴν Μυρμιδόνες ποίησαν ἄνακτι 24.450 δοῦρ' ἐλάτης κέρσαντες ἀτὰρ καθύπερθεν ἔρεψαν: 24.451 λαχνήεντ' ὄροφον λειμωνόθεν ἀμήσαντες 24.452 ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι 24.453 σταυροῖσιν πυκινοῖσι θύρην δ' ἐῖχε μοῦνος ἐπιβλὴς 24.454 εἰλάτινος: τὸν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοί Venetus A (Marciana 454 = 822), folio 320, recto Iliad 24.455-24.479 24.455 τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῗδα θυράων 24.456 τῶν ἄλλων: Ἀχιλεὺς δ' ἐπιρρήσσεσκε καὶ οἷος: 24.457 δή ῥα τόθ' Ἑρμείας ἐριούνιος ᾦξε γέροντι 24.458 ἐς δ' ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλείωνι : 24.459 ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθονὶ φώνησέν τε: 24.460 ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα: 24.461 Ἑρμείας σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. 24.462 ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι οὐδ' Ἀχιλῆος 24.463 ὀφθαλμοὺς εἴσειμϊ: νεμεσσητον δέ κεν εἴη: 24.464 ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην: 24.465 τύνη δ' εἰσελθὼν λάβε γούνατα Πηλείωνος 24.466 καὶ μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο 24.467 λίσσεο καὶ τέκεος ἵνά οἱ σὺν θυμὸν ὀρίνης: 24.468 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον 24.469 Ἑρμείας : Πρίαμος δ' ἐξ ἵππων ἄλτο χαμάζε. 24.470 Ἰδαῖον δὲ κατ' αὐθι λίπεν: ὁ δὲ μίμνεν ἐρύκων 24.471 ἵππους ἡμιόνους τε: γέρων δ' ἰθὺς κίεν οἴκου: 24.472 τῇ ῥ' Ἀχιλεὺς ἵζεσκε Διὶ φίλος: ἐν δέ μιν αὐτὸν 24.473 εὗρ' ἕταροι δ' απάνευθεν καθήατο: τὼ δὲ δύ' οἴω 24.474 ἥρως Αὐτομέδων τε καὶ Ἄλκϊμος ὄζος Ἄρηος 24.475 ποίπνυον παρεόντε: νέον δ' ἀπέληγεν ἐδωδῆς: 24.476 ἔσθων καὶ πίνων ἔτι καὶ παρέκειτο τράπεζα: 24.477 τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγας ἄγχι δ' ἄρα στάς 24.478 χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας 24.479 δεινὰς ἀνδροφόνους, αἵ οἵ πολέας κτάνον υἷας. Venetus A (Marciana 454 = 822), folio 320, verso Iliad 24.480-24.504 24.480 ὡς δ' ὅταν ἄνδρ' ἄτη πυκινὴ λάβῃ: ὅς τ' ἐνὶ πάτρῃ 24.481 φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον 24.482 ἀνδρὸς ἐς ἀφνειοῦ: θάμβος δ' ἔχει εἰσορόωντας. 24.483 ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα: 24.484 θάμβησαν δὲ καὶ ἄλλοι: ἐς ἀλλήλους δὲ ἴδοντο: 24.485 τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε: 24.486 μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ : 24.487 τηλίκου. ὥς περ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ 24.488 καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες 24.489 τείρουσ' οὐδὲ τις ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι: 24.490 ἀλλ' ἤτοι κεῖνος γε σέθεν ζώοντος ἀκούων 24.491 χαίρει τ' ἐν θυμῷ ἐπί τ' ἔλπεται ἤματα: πάντα 24.492 ὄψεσθαι φίλον υἱὸν ἀπο Τροίηθεν μολόντα: 24.493 αὐτὰρ ἐγὼ πανάποτμος ἐπεὶ τέκον υἷας ἀρίστους 24.494 Τροίῃ ἐν εὐρείη: τῶν δ' οὔ τινά φημὶ λελεῖφθαι: 24.495 πεντήκοντά μοι ἦσαν ὅτ' ἤλυθον υἷες Ἀχαιῶν 24.496 ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν: 24.497 τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες: 24.498 τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ' ἔλυσεν: 24.499 ὃς δέ μοι οἶος ἔην: εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, 24.500 τὸν σὺ πρώην κτεῖνας ἀμυνόμενον περὶ πάτρης 24.501 Ἕκτορα : τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας Ἀχαιῶν 24.502 λυσόμενος παρὰ σεῖο: φέρω δ' ἀπερείσι' ἄποινα: 24.503 ἀλλ' αἰδεῖο θεοὺς Ἀχιλεῦ : αὐτόν τ' ἐλέησον 24.504 μνησάμενος σοῦ πατρὸς: ἐγὼ δ' ἐλεεινότερός περ: Venetus A (Marciana 454 = 822), folio 321, recto Iliad 24.505-24.529 24.505 ἔτλην δ' οἷ' οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, 24.506 ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι: 24.507 ὣς φάτο; τῷ δ' ἄρα πατρὸς ὑφ' ΐμερον ὦρσε γόοιο: 24.508 ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα: 24.509 τὼ δὲ μνησαμένω, ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο. 24.510 κλαῖ' ἁδινὰ, προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς: 24.511 αὐτὰρ Ἀχιλλεὺς κλαῖεν, ἑὸν πατέρ'. ἄλλοτε δ' αὖτε 24.512 Πάτροκλον : τῶν δὲ στοναχὴ, κατα δώματ' ὀρώρει: 24.513 αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεὺς . 24.514 καί οἱ ἀπὸ πραπίδων ἦλθ' ΐμερος ἠδ' ἀπο γυίων. 24.515 αὐτίκ' ἀπὸ θρόνου ὦρτο. γέροντα δὲ χειρὸς ἀνίστη. 24.516 οἰκτείρων πολιόν τε κάρη. πολιόν τε γένειον: 24.517 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 24.518 ἆ δεὶλ'ε . ῆ δὴ πολλὰ κὰκ' ἄνσχεο σὸν κατα θυμόν: 24.519 πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος 24.520 ἀνδρὸς ἐς ὀφθαλμοὺς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς 24.521 υἱέας ἐξενάριξα: σιδήρειον νύ τοι ῆτορ: 24.522 ἂλλ' ἄγε δὴ, κατ ὰρ, έζευ ἐπὶ θρόνου: ἄλγεα δ' ἔμπης 24.523 ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ: 24.524 οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο: 24.525 ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι. 24.526 ζώειν ἀχνυμένοις: αὐτοὶ δέ τ' ἀκηδέες εἰσί: 24.527 δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει 24.528 δώρων οἷα δίδωσι: κακῶν, ἕτερος δὲ εάων: 24.529 ᾧ μέν κ' ἀμμίξᾱς δῴῃ Ζεὺς τερπικέραυνος. Scholia to Iliad 24.505-24.529 Main scholia On Iliad 24.512: πάτροκλον τῶν δὲ στοναχὴ, ὅτι καταχρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν Ζηνόδοτος δὲ στεναχὴ δια τοῦ ε γράφει ἐκπίπτει δὲ τὰ δια τοῦ ε ῥήματα ἐν τοῖς ὀνόμασιν εἰς τὸ ὀ λέγω λόγος : μένω μονή , οὕτως στενάξαι στοναχή ⁑ On Iliad 24.513-24.514: καί οι ἀπο πραπίδων: ἀθετεῖται προείρηται γὰρ ϊκανῶς δια τοῦ αὐτὰρ ἐπεί ῥα γόοιο καὶ ἀκύρως τέθειται τὸ γυίων : οὐ γὰρ οὕτως λέγει πάντα τὰ μέλη ἀλλὰ μόνον τὰς χείρας καὶ τοὺς πόδας ⁑ On Iliad 24.522: ἀλλ άγε δὴ, ὅτι τὸ ἁπλοῦν ἐστιν έζευ τούτῳ δὲ ἀνάλογον τὸ σύνθετον κατ αρ έζευ οὐχὶ ΐζευ : καὶ ὅτι τὸ ἔμπης ἀντι τοῦ όμως εσθ’ ότε δὲ ἀντι τοῦ ὁμοίως ἔμπης ἀντι τοῦ ὁμως εσθ’ ότε δὲ ἀντι τοῦ ομοίως ἔμπης μοι δοκέει δαΐδων σέλας ⁑ On Iliad 24.527: δοιοὶ γάρ τε πίθοι ὅτι ἐντεῦθεν Ἡσιόδῳ τὸ περι τοῦ πίθου μύθευμα. καὶ ὅτι δύο τοὺς πάντας λέγει πίθους τινὲς δὲ τῶν νωτέρων ἕνα μὲν τῶν ἀγαθῶν δύο δὲ τῶν κακῶν ἐδέξαντο: εἰς παραμυθίαν τοῦ Πριαμου ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀχιλλέα λέγοντα ταυτα ἐπει δὴ μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅμηρος τοὺς θεοὺς λέγων θεοὶ δοτῆρες ἐάων ἴ̈διον γὰρ θεῶν δῶρον τὸ αγαθόν: ζητοῦσι δὲ τινὲς ἀπο τούτων τῶν επῶν πῶς ἐνταυθα μὲν ὁ ποιητής φησὶν ἐπισπᾶσθαι τὰ κακὰ τοὺς ἀνθρώπους οἱ δὲ καὶ αὐτοὶ σφησὶν ἀτασθαλίῃσιν ὑπερ μόρον ἄληε ἔχουσιν : ῥητέον οὖν ὅτι ἐνταυθα Ἀχιλλεύς ἐστιν ὁ λεγών ἔκ θεῶν εῖναι τὰ κακὰ ἀγνοῶν τὴν ἀλήθειαν ἐν δε τῇ Ζεὺς ὡς σαφῶς ἐπιστάμενος λέγει τὴν ἀλήθειαν: λύεται οὖν τὸ ζήτημα προσώπῳ ⁑ On Iliad 24.528: δώρων οἷα δίδωσι: ὅτι τὸ ἑάων ἀντι τοῦ ἀγαθῶν : καὶ τὸ υἱος εῆος ἀγαθοῦ , δια δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει εοῖο . καὶ ὅτι τὸ έτερος ἐπι δύο. ἕως δε τοῦ δίδωσι βούλονται στίζειν ἵνα μὴ δύο πίθοι ὦσι κακῶν καὶ εἰς ἀγαθῶν, ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο: φησὶ γοῦν ἐν παρ έσλον πήματα σὺν δύο δαίονται βροτοῖς ἀθάνατοι : ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι κακῶν ἕτερος δὲ εάων . ἀλλ ὁ μεν ἔτερος κακῶν ὁ δὲ ἕτερος ἀγαθῶν ⁑ On Iliad 24.525: ἐπεκλώσαντο: εἰμαρμένον ἐποίησαν ἐπεμοίρησαν ἀπο μιᾶς Μοίρας είρηται τῆς Κλωθοῦς : τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι: Κλωθώ : Λαχεσις : Ἄτροπος ⁑ Interlinear scholia On Iliad 24.518@ἄνσχεο: ἀνέσχου Intermarginal scholia On Iliad 24.524: οὐ γάρ τίς τ' άνυσις ἐν άλλω ⁑ Interior scholia On Iliad 24.518: οὕτως Ἀρίσταρχος κάκ’ άνσχεο ⁑ Venetus A (Marciana 454 = 822), folio 321, verso Iliad 24.530-24.554 24.530 ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται: ἄλλοτε δ' ἐσθλῷ: 24.531 ᾧ δέ κε τῶν λυγρῶν δῴη, λωβητὸν ἔθηκε 24.532 καί ἑ, κακὴ βούβρωστις ἐπι χθόνα δῖαν ἐλαύνει. 24.533 φοιτᾷ δ'. οὔτε θεοῖσι τετιμένος. οὔτε βροτοῖσιν: 24.534 ὡς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα 24.535 ἐκ γενετῆς: πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο 24.536 ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι: 24.537 καί οἱ, θνητῶ, ἐόντι θεὰν ποίησαν ἄκοιτιν: 24.538 ἂλλ' ἐπι καὶ τῶ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι 24.539 παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων. 24.540 ἂλλ' ἕνα παῖδα τέκεν παναώριον: οὐδέ νυ τόν γε 24.541 γηράσκοντα κομίζω: ἐπεὶ μάλα τηλόθι πάτρης 24.542 ἧμαι ἐνι Τροίῃ , σέ τε κήδων. ἠδὲ σὰ τέκνα: 24.543 καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι. 24.544 ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει: 24.545 καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων: 24.546 τῶ σε γέρον πλούτῳ τὲ καὶ υἱάσι φασὶ κεκάσθαι: 24.547 αὐτὰρ ἐπεί τοι πῆμα τόδ' ἤγαγον Οὐρανίωνες. 24.548 αἰεί τοι περὶ ἄστυ μάχαι τ' ἀνδροκτασίαι τε. 24.549 ἄνσχεο: μὴ δ' ἀλίαστον ὀδύρεο σὸν κατα θυμόν: 24.550 οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος εῆος, 24.551 οὐδέ μιν ἀνστήσεις. πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα: 24.552 τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.553 μή πω μ' ἐς θρόνον ΐζε διοτρεφές. ὄφρά κεν Ἕκτωρ 24.554 κεῖται ἐνι κλισίῃσιν ἀκηδής: ἀλλὰ τάχιστα Scholia to Iliad 24.530-24.554 Main scholia On Iliad 24.536: ‡ ὄλβῳ τε πλούτῳ τε: ὄλβω δύναται τῇ φρονήσει εἴγε καὶ ἄνολβος ὁ ἀπαίδευτος οἱ δὲ τὴν τῶν αγρῶν κτῆσιν παρα τὰς ολὰς ⁑ On Iliad 24.540: τέκεν παναώριον: οἱ μὲν ἐδάσυναν ἵνα ἐκδέξωνται τὸν κατα παντα ἄωρον : οἱ δὲ ἐψίλωσαν ἐκδεχόμενοι τὸν εἰς πάντα πεφροντίσμενον : ἄμεινον δὲ τὸ πρότερον τοῦτο γὰρ θέλει σημαίνειν ⁑ On Iliad 24.532: βούβρωστις. κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός: νῦν δὲ ἀντι τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν τὸν οἰκτρὸν ἐξεδέξαντο ⁑ On Iliad 24.544: ὄσσον Λέσβος ἄνω Μάκαρος ἕδος: ἀντι τοῦ οἰκητηριον ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινακου καὶ ἐβασίλευσεν αὐτῆς ⁑ On Iliad 24.544: ὅσσον Λέσβος ἄνω: ὅτι τὸ ἄνω ἀντι τοῦ ανα : καὶ προς τὸ έργει ἵν ᾖ ἀνείργει καὶ περιορίζει : περιώρισε δὲ τὴν Πριάμου ἀρχὴν ἐκ μὲν μεσημβρίας Λέσβῳ ἐκ δὲ ἀνατολῶν Φρυγίᾳ ἐκ δε άρκτων: Ἑλλησπόντῳ ⁑ On Iliad 24.545: καὶ Φρυγίη καθύπερθε: ὅτι ἑτέρα καθ Ὅμηρον ἡ Φρυγίᾳ : οἱ δὲ νεώτεροι συγχέουσι ⁑ On Iliad 24.551: οὐδέ μιν ἀνστήσεις ὅτι οὐ λέγει οὐκ αναστήσεις αὐτόν ἀν μὴ πρότερον κακὸν πάθῃς , ἀλλα πρότερον κακὸν πεισῃ ἠ ἀναστήσεις αὐτόν . τοιοῦτο δέ ἐστι καὶ τὸ τὴν δ' ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γήρας ἔπεισιν ⁑ On Iliad 24.551: πρὶν κακὸν ἄλλο πάθῃσθα: πρὶν ἠ ἄλλο γένηταί σοι κακόν οἶον πολλὰ μὲν κακὰ πάθοις ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς τοῦτο γὰρ ἀδύνατον ⁑ Intermarginal scholia On Iliad 24.546: Ἀρίσταρχος συν τῷ ν τῶν σε ⁑ On Iliad 24.550: ὅτι Ζηνόδοτος γράφει ἑοῖο : καὶ ὅτι λείπει ἡ περῖ ⁑ Venetus A (Marciana 454 = 822), folio 322, recto Iliad 24.555-24.579 24.555 λῦσον. ἵν' ὀφθαλμοῖσιν ἴ̈δω: σὺ δὲ δέξαι ἄποινα 24.556 πολλὰ, τά τοι φέρομεν; σὺ δὲ τῶνδ' ἀπόναιο καὶ ἔλθοις 24.557 σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ᾿ἕασας: 24.558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο: 24.559 τὸν δ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 24.560 μὴκέτι νῦν μ' ἐρέθιζε γέρον: νοέω δὲ καὶ αὐτὸς 24.561 Ἕκτορά τοι λῦσαι: Διόθεν δέ μοι ἄγγελος ἦλθε 24.562 μήτηρ. ἥ μ' ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος: 24.563 καὶ δὲ σὲ γιγνώσκω Πρίαμε φρεσὶν. οὐδέ με λήθεις 24.564 ὅττι θεῶν τίς σ'. ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν : 24.565 οὐ γάρ κε τλαίῃ βροτὸς ἐλθέμεν: οὐδὲ μάλ' ἡβῶν 24.566 ἐ στρατὸν: οὐδε γαρ ἂν φυλακοὺς λάθοι. οὐδέ́ κ ὀχῆα 24.567 ῥεῖα μετ' ὀχλίσσειε θυράων ἡμετεράων: 24.568 τῶ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς. 24.569 μή σε γέρον οὐδ' αὐτὸν ἐνι κλισίῃσιν ἐάσω 24.570 καὶ ἱ̈κέτην περ ἐόντα. Διὸς ἀλίτωμαι ἐφετμάς: 24.571 ὡς ἔφατ'. ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ: 24.572 Πηλείδης δ' οἴκοιο λέων ὡς ἆλτο θύραζε: 24.573 οὐκ οἶος: ἅμα τῷ γε, δύω θεράποντες ἕποντο 24.574 ἥρως Αὐτομέδων ἠδ' Ἄλκιμος : οὕς ῥα μάλιστα 24.575 τί' Ἀχιλεὺς ἑτάρων μετα Πάτροκλόν γε θανόντα: 24.576 οἳ τόθ' ὑπο ζυγόφιν λύ̆ον ἵππους ἡμιόνους τε: 24.577 ἐς δ' ἄγαγον κήρυκα, καλήτορα τοῖο γέροντος: 24.578 καδ δ' ἐπι δίφρου εἷσαν: ἐϋξέστου δ' ἀπ' ἀπήνης 24.579 ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα: Scholia to Iliad 24.555-24.579 Main scholia On Iliad 24.556: ‡ πολλά, τά τοι φέρομεν: ἀθετοῦνται ὅτι ἀνάρμοστοι τῷ προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτοφῶρος ἡ ὑπόκρισις⁑ On Iliad 24.554-24.560: ἐπεί με πρῶτον ἔασας: δασύνει Δίδυμος τὸ εάσας ἐν πρώτῳ διορθωτικον ὁμοίως καὶ Ἑρμαππίας μεταλαμβάνοντες εἰς τὸ ήδυνας ὁ δὲ Σιδώνιος γράφει ἐπεί με πρῶτ' ἐλέησας : Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺς στίχους. δύναται δὲ καὶ το ψιλούμενον ώς φησὶ Τρύφων καὶ συμφωνεῖ εἰ μὴ πλῆρες ἐστι κατὰ τὴν φράσιν ἔχειν ἀφορμὴν ὡς ἔτι φθεγγομένου ἔτι καὶ λαλοῦντος τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπα/ ν /τῆσαι ὑπο οργῆς κεκινημένον καὶ μοεσολαβῆσαι τὴν διάλεξιν, ἀλλα τάχιστα λῦσον ἵν ὀφθαλμοῖ̂σιν ΐδω: σὺ δὲ δέξαι ἄποινα πολλά τά τοι φέρομαι: σὺ δὲ τῶνδ' ἀπόναιο καὶ έλθοις σὴν ἐς πατρίδα γαῖαν ἐπεί με πρῶτον έασας τὸν δ ὰρ ὑπόδρα ϊδὼν μηκέτι νῦν μ' ἐρέθιζε γέρον : τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτον τι έσται εἴασας εἰς λόγους σοι εἴκειν ⁑ On Iliad 24.557: ἐπεί με πρῶτον έασας. ἀντι τοῦ ἥδυνας ηὔφρανας : ὅπερ ἀγνοήσαντες τινὲς ἔγραψαν ἐπεί μ’ πρῶτ' ἐλέησας κέχρηται δὲ καὶ ἐν ήσατο δ' αἰνῶς ἡδὺ ποτὸν πίνων ⁑ On Iliad 24.566: ἐς στρατὸν οὐδε γὰρ ἂν, ὅτι φυλακοὺς τῷ τόνῳ ὡς ἀγαθοὺς προἐφέρετο ὁ Ἀρίσταρχος . ἑνικῶς δὲ ὀχῆα προείρηται γὰρ ὅτι εἷς ἦν ὧν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοί ⁑ On Iliad 24.566: οὐδε γὰρ ἂν φυλακοὺς Ἀρίσταρχος κατ’ οξεῖαν τάσιν προεφέρετο ὡς φρουρούς : ἔστι δε καὶ ὁ λόγος συναγωνιζόμενος τῇ ὀξείᾳ τάσει οὗτος: ὡς τὰ εἰς κος λήγοντα ὑπερ δύο συλλαβὰς παραληγόμενα τῷ α ἐπιθετικὰ ὄντα ὀξύνεται: μαλακός παρδαλικός : φαρμακός : ἀνακός , ἔνθεν ἀνακοῖν Διοσκόρον ⁑ On Iliad 24.569: μή σε γέρον οὐδ’ αὐτὸν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ σε ἀντωνυμία καὶ ἔστι τὸ ἑξῆς οὐδ’ αὐτόν σε ὁμοίως οὖν ἀναγνωστέον τῷ μή σε γέρον κοίλῃσιν , ἐκεῖ μέντοι ἐν διαστολῇ μή σε γ’ εν ἀμφιάλω Ϊθακῃ ⁑ On Iliad 24.574: ἥρως Αὐτομέδων τε: ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα Ἄλκιμον εἰπών ⁑ Intermarginal scholia On Iliad 24.566: εν αλλω οὔτε γαρ ἂν On Iliad 24.568: γράφεται: ενι φρεσὶ ⁑ On Iliad 24.577: ὅτι τὸν Ἰδαῖον ἐπιθετικῶς καλήτορα εἶπεν On Iliad 24.578: γράφεται ἐϋσσώτρου . Interior scholia On Iliad 24.565: ἔξω τοῦ ν ὁ κέ σύνδεσμος ⁑ On Iliad 24.566: ὅτι οὕτως ἐσχημάτιοσε τοὺς φύλακας ⁑ Venetus A (Marciana 454 = 822), folio 322, verso Iliad 24.580-24.604 24.580 καδ δ' ἔλιπον δύο φάρε'. ἐΰννητόν τε χιτῶνα: 24.581 ὄφρα νέκυν πυκάσας δοιη οἶκον δὲ φέρεσθαι: 24.582 δμῳὰς δ' ἐκκαλέσας. λοῦσαι κέλετ'. ἀμφί τ' ἀλεῖψαι 24.583 νόσφιν ἀειράσας. ὡς μὴ Πρίαμος ἴδοι υἱόν: 24.584 μὴ ὁ μεν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο 24.585 παῖδα ἰδὼν. Ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ: 24.586 καί, ἑ, κατακτείνειε. Διὸς δ' ἀλίτηται ἐφετμάς : 24.587 τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ. 24.588 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον. ἠδὲ χιτῶνα: 24.589 αὐτὸς τόν γ' Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας: 24.590 σὺν δ' ἕταροι ἤειραν ἐϋξέστὴν απ ἀπήνὴν: 24.591 ᾤμωξεν τ' ὰρ ἔπειτα: φίλον δ' ὀνόμηνεν ἑταῖρον: 24.592 μή μοι Πάτροκλε , σκυδμαινέμεν, αί κε πύθηαι 24.593 εἰν Ἄϊδός περ ἐὼν. ὅτι Ἕκτορα δῖον ἔλυσα 24.594 πατρὶ φίλῳ: ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα: 24.595 σοὶ δ' αὖ, ἐγὼ καὶ τῶνδ' ἀποδάσσομαι ὅσσ' ἐπέοικεν: 24.596 ῆ ῥα, καὶ ἐς κλισίην πάλιν ήϊε δῖος Ἀχιλλεύς 24.597 ἕζετο δ' ἐν κλισμῷ πολυδαιδάλῳ. ἔνθεν ἀνέστη. 24.598 τοίχου τοῦ ἑτέρου. ποτὶ δὲ Πρίαμον φάτο μῦθον: 24.599 υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες: 24.600 κεῖται δ' ἐν λεχέεσσ': ἅμα δ' ἠοῖ φαινομένῃφι 24.601 ὄψεαι αὐτὸν ἄγων: νῦν δὲ μνησώμεθα δόρπου: 24.602 καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου: 24.603 τῇ περ δώδεκα παῖδες ἐνι μεγάροισιν ὄλοντο: 24.604 ἓξ μὲν θυγατέρες. ἓξ δ' υἱέες ἡβώοντες: Scholia to Iliad 24.580-24.604 Main scholia On Iliad 24.579: ᾕρεον ἑκτορέης: δασυντέον ἔφαμεν γὰρ τὸ περισπώμενον ἐρῶ δασύνεσθαι ⁑ On Iliad 24.584: χόλον οὐκ ἐρύσαιτο: ἔν τισι κότον οὐ κατερύκοι ἄμεινον δὲ χόλον : On Iliad 24.594: πατρὶ φίλῳ ἐπεὶ οὔ μοι: ἀθετοῦνται ὅτι οὐκ ὀρθῶς ἕνεκα δώρων λέγει ἀπολελυκέναι τὸν νεκρόν ὑπo γὰρ τοῦ Διὸς ἠναγκάσθη ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ Πατρόκλου τιμωριαν δώρων ἠλλάξατο ⁑ On Iliad 24.602: καὶ γάρ τ’ ἡΰκομος Νιόβη : Νιόβη θυγάτηρ μὲν ἢν Ταντάλου γυνὴ δὲ Ἀμφίωνος γαμηθεῖσα δὲ τῷ Ἀμφίωνι παῖδας ἔσχεν δέκα δύο, ἐπαρθεῖσα δὲ τῷ πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ ὠνείδιζεν τῇ Λητοῖ ὅτι δύο μόνους ἐγέννησεν Ἀπόλλωνα καὶ Ἄρτεμιν : καὶ ὅτι ἐυτεκνωτέρα ἀυτῆς ἐστιν: ἀγανακτήσασα δὲ ἡ θεὸς ἔπεμψεν ἰοὺς τοῖς παισὶν ἀυτῆς: καὶ Ἀπόλλων μὲν τοὺς ἄρρενας ἀναιρεῖ κυνηγετοῦντας ἐν τῷ κιθερῶνι. Ἄρτεμις δὲ τὰς θηλείας ἐπ οἴκου οὔσας. θρηνοῦσαν οὖν τὴν Νιόβην τὸ τοιοῦτο δυστύχημα: Ζεὺς ἐλεήσας εἰς λίθον μετέβαλεν. ὡς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρα πάντῳ πηγὰς δακρύων προϊεμένη: ἡ ϊστορία παρα Εὐφορίωνι ⁑ Intermarginal scholia On Iliad 24.588: ὅτι ἔδ ει χϊτωνα. ειτα φάρος ⁑ On Iliad 24.605: γράφεται καὶ ὑεῖς διχῶς οὖν ⁑ Interior scholia On Iliad 24.581: ὁ Αχιλλεύς On Iliad 24.599: γράφεται ὡς ἐκέλευσας ⁑ Venetus A (Marciana 454 = 822), folio 323, recto Iliad 24.605-24.629 24.605 τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο 24.606 χωόμενος Νιόβῃ . τὰς δ' Ἄρτεμις ἰ̈οχέαιρα: 24.607 οὕνεκ' ἄρα Λητοῖ ϊσάσκετο καλλιπαρήῳ: 24.608 φῆ δοιὼ τεκέειν. ἡ δ' αὐτὴ γείνατο πολλούς: 24.609 τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπο πάντας ὄλεσσαν: 24.610 οἱ μὲν ἂρ ἐννῆμαρ κέατ' ἐν φόνῳ: οὐδέ τις ῆεν 24.611 κατθάψαι: λαοὺς δὲ λίθους ποίησε Κρονίων . 24.612 τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες: 24.613 ἡδ' ἄρα σίτου μνήσατ'. ἐπεὶ κάμε δάκρυ χέουσα: 24.614 νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν. 24.615 ἐν Σιπύλῳ , ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς 24.616 νυμφάων, αἵ τ' ἀμφ' Ἀχελήϊον ἐρρώσαντο: 24.617 ἔνθα λίθος περ ἐοῦσα, θεῶν ἐκ κήδεα πέσσει: 24.618 ἂ̀λλ' άγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ 24.619 σίτου. ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα 24.620 Ἴ̈λιον εἰσαγαγὼν. πολυδάκρυτος δέ τοι ἔσται: 24.621 ῆ. καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς 24.622 σφάξ'. ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὖ κατα κόσμον: 24.623 μίστυλλόν τ' ὰρ ἐπισταμένως. πεῖράν τ' ὀβελοῖσιν: 24.624 ὄπτησάν τε περιφραδέως. ἐρύσαντό τε πάντα: 24.625 Αὐτομέδων δ' ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ 24.626 καλοῖς ἐν κανέοισιν: ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς : 24.627 οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ΐαλλον: 24.628 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο. 24.629 ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ' Ἀχιλῆα Scholia to Iliad 24.605-24.629 Main scholia On Iliad 24.604: ἓξ μὲν θυγατέρες, ὅτι οἱ νεώτεροι διαφωνοῦσι περι τοῦ ἀριθμοῦ τῶν Νιόβης παίδων: οἱ μὲν γὰρ δεκατέσσαρας: οἱ δὲ εἴκοσι τοὺς Νιοβίδας λέγουσιν ⁑ On Iliad 24.636: ὑπνῳ ὑπο γλυκερῷ ταρπώμεθα Ἀρίσταρχος παυσώμεθα , ἀναπαυσώμεθα δηλοῦν: οὐ γὰρ εὔκερον τὸ ταρπώμεθα : εἰ επεὶ μετα δώδεκα ἡμέρας ἁΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ On Iliad 24.657: ‡ ποσῆμαρ μέμονας: ὑφ ἕν περισπωμένης οὔσης πρὸ τέλους ὡς καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ ἑξῆμαρ προείρηται δὲ ἤδη περι τῆς λέξεως, ἀλλα καὶ ἐζήτητο ἐν ταῖς Προτάσσεσι παραιτητέον οὖν τοὺς κατα διάλυσιν ἀναγινώσκοντας ⁑ On Iliad 24.605: ‡τοὺς μὲν Ἀπόλλων πέφνεν: ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντηκεν⁑ On Iliad 24.613: ἣ δ' άρα σίτου μνήσατο προς τὴν διαφωνίαν τῶν νεωτέρων. φασὶ γὰρ καὶ αὐτὴν ἀπολελιθῶσθαι: Ὅμηρος δὲ οὔ⁑ On Iliad 24.613-24.617: νῦν δ' έ που ἐν πέτρῃσιν: ἀθετοῦνται στίχοι τέσσαρες ὅτι οὐκ ἀκλουθεῖ, τὸ ἠ δ' άρα σίτου μνήσατ’ . εἰ γὰρ ἀπελιθώθη, πῶς σιτία προηνέγκατο: καὶ ἡ παραμυθία γελοῖα: φάγε, ἐπεὶ καὶ ἡ Νιόβη ἔφαγε καὶ ἀπελιθώθη: ἔστι δὲ καὶ Ησιόδια τῷ χαρακτῆρι καὶ μᾶλλον γε τὸ ἀμφ' Ἀχελώϊον ἐρρώσαντο καὶ τρὶς κατα τὸ συνεχὲς τὸ ἕν , ὡς δὲ καὶ λίθος γενομένη θεῶν ἐκ κήδεα πέσσει . προηθετοῦντο δὲ καὶ παρα Ἀριστοφανει ⁑ Intermarginal scholia On Iliad 24.617: τὸ ἐκ προς τὸ θεῶν τὰ ἐκ θεῶν κήδεα πέσσει ⁑ Venetus A (Marciana 454 = 822), folio 323, verso Iliad 24.630-24.654 24.630 ὅσσος ἔην οἷός τε, θεοῖσι γὰρ ἄντα ἐῴκει: 24.631 αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς . 24.632 εἰσορόων ὄψίν τ' ἀγαθὴν. καὶ μῦθον ἀκούων: 24.633 αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες. 24.634 τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής: 24.635 λέξον νῦν με, τάχιστα διοτρεφὲς. ὄφρα καὶ ἤδη 24.636 ὕπνῳ ὕπο γλυκερῷ παυσώμεθα κοιμηθέντες: 24.637 οὐ γάρ πω μύσαν ὄσσ' ὑπο βλεφάροισιν ἐμοῖσιν. 24.638 ἐξ οὗ σῇς ὑπο χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν: 24.639 ἂλλ' αἰεὶ στενάχω: καὶ κήδεα μυρία πέσσω. 24.640 αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον: 24.641 νῦν δὴ καὶ σίτου πασάμην: καὶ αἴθοπα οἶνον 24.642 λαυκανίης καθέηκα: πάρος γε μὲν οὔ τι πεπάσμην: 24.643 ἦ ῥ', Ἀχιλεὺς δ' ἑτάροισιν ἰ̈δὲ δμῳῇσι κέλευσε 24.644 δέμνι' ὑπ αἰθούσῃ θέμεναι, καὶ ῥήγεα καλὰ 24.645 πορφύρε' ἐμβαλέειν. στορέσαι τ' ἐφύπερθε τάπητας: 24.646 χλαίνας τ' ἐνθέμεναι οὔλας. καθύπερθεν ἕασασθαι: 24.647 αἳ δ' ἴ̈σαν ἐκ μεγάροιο δά̆ος μετα χερσὶν ἔχουσαι: 24.648 αῖψα δ' ἄρα στόρεσαν δοιὼ λέχε' ἐγκονέουσαι: 24.649 τὸν δ' ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς : 24.650 ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε: μή τις Ἀχαιῶν 24.651 ἐνθάδ' ἐπέλθῃσιν βουληφόρος: οἵ τέ μοι αἰεὶ 24.652 βουλὰς βουλεύουσι παρήμενοι ἡ θέμις ἐστί: 24.653 τῶν εἴ τίς σε ἴ̈δοιτο θοὴν δια νύκτα μέλαιναν. 24.654 αὐτίκ' ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν: Scholia to Iliad 24.630-24.654 Main scholia On Iliad 24.616: αἵ τ' ἀμφ' Ἀχελώϊον ἐρρώσαντο⁑ αἵτινες περι τὸ ὕδωρ χορεύουσιν, ἤτοι ἀπο τοῦ Ἀχελῴου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ ὃς ὡνόμασται ἀπο τοῦ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ: ἠ δια τοῦ η Ἀχελήϊον Ἀχελὴς γὰρ ποταμὸς ἀπο Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν⁑ Interlinear scholia On Iliad 24.636@παυσώ: ταρπ On Iliad 24.641@πασάμην: εγευσάμην On Iliad 24.644@δέμνι’: τὰς κοίτας On Iliad 24.648@ἐγκονέουσαι: σπεύδουσαι On Iliad 24.650@εκτὸς μὲν δὴ λέξο: εκτὸς τῆς σκηνῆς Intermarginal scholia On Iliad 24.636: οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ ἀναπαυσώμεθα : ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον ταρπώμεθα ⁑ On Iliad 24.648: οὕτως Ἀρίσταρχος . στόρεσαν δυϊκῶς ⁑ Venetus A (Marciana 454 = 822), folio 324, recto Iliad 24.655-24.679 24.655 καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται: 24.656 ἂλλ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον: 24.657 ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον 24.658 ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω: 24.659 τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.660 εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ. 24.661 ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ , κεχαρισμένα θείης: 24.662 οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα. τηλόθι δ' ὕλη: 24.663 ἀξέμεν ἐξ ὄρεος: μάλα δὲ Τρῶες δεδίασιν: 24.664 ἐννῆμαρ μέν κ' αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν: 24.665 τῇ δεκάτῃ δέ κε θάπτοιμεν. δαινῦτό τε λαός: 24.666 ἑνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν: 24.667 τῇ δὲ δυωδεκάτῃ πτολεμίξομεν. εἴ περ ἀνάγκη: 24.668 τὸν δ' αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς : 24.669 ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ ' ὡς σὺ κελεύεις: 24.670 σχήσω γὰρ τόσσον πόλεμον χρόνον, ὅσσον ἄνωγας: 24.671 ὡς ἄρα φωνήσας. ἐπι καρπῷ χεῖρα γέροντος 24.672 ἔλλαβε δεξιτερὴν: μή πως δείσει' ἐνι θυμῷ: 24.673 οἳ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο 24.674 κῆρυξ καὶ Πρίαμος . πυκινὰ φρεσὶ μήδε' ἔχοντες: 24.675 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου. 24.676 τῷ δ' Βρισηῒς παρελέξατο καλλιπάρῃος: 24.677 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ 24.678 εὗδον παννύχιοι. μαλακῷ δεδμημένοι ὕπνῳ. 24.679 ἂλλ' οὐχ Ἑρμείᾱν ἐριούνιον ὕπνος ἔμαρπτεν Scholia to Iliad 24.655-24.679 Intermarginal scholia On Iliad 24.663: Ἀρίσταρχος μάλα γὰρ δὲ οὐ μάλα δε ⁑ Interior scholia On Iliad 24.661: ὡς ἐπιφέρει Exterior scholia On Iliad 24.676: τῶ δὲ Βρισηῒς Venetus A (Marciana 454 = 822), folio 324, verso Iliad 24.680-24.705 24.680 ὁρμαίνοντ' ἀνὰ θυμὸν. ὅπως Πρίαμον βασιλῆα 24.681 νηῶν ἐκπέμψειε. λαθὼν ἱεροὺς πυλαωρούς: 24.682 στῆ δ' ἄρ, ὑπερ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν 24.683 ὦ γέρον. οὔ νύ τι σοί γε μέλει κακὸν. οἷον ἔθ' εὕδεις 24.684 ἀνδράσιν ἐν δηΐοισιν. ἐπεί σ' είασεν Ἀχιλλεύς : 24.685 καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο. πολλὰ δ' ἔδωκας: 24.686 σεῖο δέ κεν ζωοῦ. καὶ τρὶς τόσα δοῖεν ἄποινα 24.687 παῖδες, τοὶ μετ' όπισθε λελειμμένοι: αἴ κ' Ἀγαμέμνων 24.688 γνωησ' Ἀτρεΐδης , γνώωσι δὲ πάντες Ἀχαιοί : 24.689 ὡς ἔφατ', ἔδεισεν δ' ὃ γέρων: κήρυκα δ' ἀνίστη: 24.690 τοῖσιν δ' Ἑρμείας ζεῦξ' ἵππους ἡμιόνους τε: 24.691 ῥίμφα δ' ἄρ αὐτὸς ἔλαυνε κατὰ στρατὸν: οὐδέ τις ἔγνω: 24.692 ἂλλ' ὅτε δὴ πόρον ΐξον ἐϋρρεῖος ποταμοῖο. 24.694 Ἑρμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν Ὄλυμπον : 24.695 Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν: 24.696 οἳ δ' εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε 24.697 ἵππους: ἡμίονοι δὲ νέκυν ἄγον. οὐδέ τις ἄλλος 24.698 ἔγνω πρόσθ' ἀνδρῶν καλλιζώνων τε γυναικῶν. 24.699 ἀλλ' ἄρα Κασσάνδρη. ἱ̈κέλη χρυσῇ Ἀφροδίτῃ 24.700 Πέργαμον εἰσαναβᾶσα, φίλον πατέρ' εἰσ ἐνόησεν 24.701 ἑσταότ' ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην: 24.702 τὸν δ' ἄρ' ἐφ' ἡμιόνων ἴ̈δε κείμενον ἐν λεχέεσσι: 24.703 κώκυσέν τ' ὰρ, ἔπειτα, γέγωνέ τε πᾶν κατὰ ἄστυ: 24.704 ὄψεσθε Τρῶες καὶ Τρωϊάδες Ἕκτορ ' ϊόντες. 24.705 εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι Scholia to Iliad 24.680-24.705 Main scholia On Iliad 24.720: παρα δ' εἶσανἀοιδοὺς: ἀοιδοὺςνῦν τοὺς θρηνῳδοὺς ἦσαν δὲ οὗτοι Κλῖτος καὶ Ἐπιμήδης ⁑ Intermarginal scholia On Iliad 24.701: Ἀρίσταρχος ἑστεῶτ’ ⁑ Interior scholia On Iliad 24.697: γράφεται φερον Venetus A (Marciana 454 = 822), folio 325, recto Iliad 24.706-24.730 24.706 χαίρετ'. ἐπεὶ μέγα χάρμα πόλει, τ' ἦν, παντί τε δήμῳ: 24.707 ὣς ἔφατ'. οὐδέ τις αὐτόθ' ἐνι πτόλεϊ λίπετ' ἀνὴρ, 24.708 οὐδὲ γυνὴ. πάντας γὰρ ἀάσχετον ἵκετο πένθος: 24.709 ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι: 24.710 πρῶται τόν γ' ἄλοχός τε φίλη. καὶ πότνια μήτηρ. 24.711 τιλλέσθην, ἐπ' ἄμαξαν ἐΰτροχον ἀΐξασαι. 24.712 ἁπτόμεναι κεφαλῆς. κλαίων δ' ἀμφίστασθ' ὅμιλος: 24.713 καὶ νύ κε δὴ πρόπαν ῆμαρ ἐς ἠέλιον καταδύντα 24.714 Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων. 24.715 εἰ μὴ άρ' ἐκ δίφροιο γέρων λαοῖσι μετηύδᾱ: 24.716 εἴξατέ μοι οὐρεῦσι διελθέμεν; αὐτὰρ ἔπειτα 24.717 ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγοιμι δόμον δέ: 24.718 ὡς ἔφαθ', οἳ δὲ διέστησαν, καὶ εἶξαν ἀπήνῃ: 24.719 οἱ δ' ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα 24.720 τρητοῖς ἒν λεχέεσσι θέσαν: παρὰ δ' εἷσαν ἀοιδοὺς 24.721 θρήνους: ἐξάρχοὺς οἵ τε στονόεσσαν ἀοιδήν 24.722 οἱ μὲν άρ' ἐθρήνεον. ἐπὶ δὲ στενάχοντο γυναῖκες: 24.723 τῇσιν δ' Ἀνδρομάχῃ λευκώλενος ἦρχε γόοιο: 24.724 Ἕκτορος ἀνδροφόνοιο κάρη μετα χερσὶν ἔχουσα: 24.725 ἆνερ. ἀπ' αἰῶνος νέος ὤλεο: καδ δ’ έμε χήρην 24.726 λείπεις ἐν μεγάροισι: πάϊς δέ τε. νήπιος αὕτως 24.727 ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι: οὐδέ μιν οἴω 24.728 ἥβην ΐξεσθαι: πρὶν γὰρ πόλις ἥδε κατ' ἄκρης 24.729 πέρσεται: ῆ γὰρ όλωλας ἐπίσκοπος. ὅς τέ μιν αὐτὴν 24.730 ῥύσκευ, ἔχες δ' ἀλόχους κεδνὰς καὶ νήπια τέκνα: Scholia to Iliad 24.706-24.730 Main scholia On Iliad 24.735: ή τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν: ὅτι ἐντεῦθεν κινηθέντες οἱ μεθ' Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατα τοῦ τείχους ὑπο τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἄστυἄνακτα ⁑ Intermarginal scholia On Iliad 24.717: γράφεται πόλιν δέ On Iliad 24.725: Ζηνόδοτος νεον ώλεο : On Iliad 24.726: ἐν ἄλλω: πάϊς δ' έτι ⁑ Interior scholia On Iliad 24.722: ἐν ἄλλῳ οἱ μὲν δὴ θρήνεον : On Iliad 24.723: ἐν αλλω τοῖσιν ⁑ Venetus A (Marciana 454 = 822), folio 325, verso Iliad 24.731-24.755 24.731 αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι: 24.732 καὶ μὲν ἐγὼ μετὰ τῇσι: σὺ δ' αὖ τέκος, ἢ ἐμοὶ αὐτῇ 24.733 ἕψεαι: ἔνθά κεν ἔργα, ἀεικέα ἐργάζοιο 24.734 ἀθλεύων προ ἄνακτος ἀμειλίχου. ἤ τις Ἀχαιῶν 24.735 ῥίψει χειρὸς ἑλὼν ἀπο πύργου λυγρὸν ὄλεθρον 24.736 χωόμενος. ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ . 24.737 ἢ πατέρ'. ἠὲ καὶ υἱὸν. ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν 24.738 Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οῦδας. 24.739 οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δάϊ λυγρῇ: 24.740 τῶ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, 24.741 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας 24.742 Ἕκτορ : ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά: 24.743 οὐ γάρ μοι θνῄσκων. λεχέων ἐκ χεῖρας ὄρεξας. 24.744 οὐδε τί μοι εἶπες πυκινὸν ἔπος. οὗ τέ κεν αἰεὶ 24.745 μεμνήμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα: 24.746 ὡς ἔφατο κλαίουσ'. ἐπὶ δὲ στενάχοντο γυναῖκες: 24.747 τῇσιν δ' αὖθ' Ἑκάβη αδινοῦ ἐξῆρχε γόοιο: 24.748 Ἕκτορ . ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων: 24.749 ῆ μέν μοι ζωός περ ἐὼν, φίλος ῆσθα θεοῖσιν: 24.750 οἱ δ' ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ: 24.751 ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς, πόδας ὠκὺς Ἀχιλλεὺς 24.752 πέρνασχ', ὅν τιν' ἕλεσκε. πέρην ἁλὸς ἀτρυγέτοιο. 24.753 ἐς Σάμον . ἔς τ' Ἴ̈μβρον . καὶ Λῆμνον ἀμιχθαλόεσσαν: 24.754 σεῦ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ: 24.755 πολλὰ ῥυστάζεσκεν, ἑοῦ περὶ σῆμ' ἑτάροιο Scholia to Iliad 24.731-24.755 Main scholia On Iliad 24.624: ώπτησάν τε περιφραδέως. σημειοῦνται τινὲς ὅτι Ἡσίοδος ἐποίησεν: ὥπτησαν μὲν πρῶτα περιφραδέως δ' ἐρύσαντο οὐδεῖς δὲ περιφραδέως ἐξέλκει κρέα ἀλλα μᾶλλον οπτᾷ⁑ On Iliad 24.628: αὐτὰρ ἐπεὶ πόσιος: ὅτι κατακέχρηται τῷ στίχῳ ὁ γὰρ Ἀχιλλεὺς ήδη κεκόρεστο λέγει γὰρ νέον δ' ἀπέληγεν ἐδωδῆς ⁑ Interlinear scholia On Iliad 24.755@ῥυστάζεσκεν: εῖλκεν ἔσσυρεν ⁑ Intermarginal scholia On Iliad 24.752: ἐν αλλω ὅντιν' ἕλέῃσι Venetus A (Marciana 454 = 822), folio 326, recto Iliad 24.756-24.780 24.756 Πατρόκλου . τὸν ἔπεφνες: ἀνέστησεν δέ μιν οὐδ' ὧς 24.757 νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι 24.758 κεῖσαι. τῷ ΐκελος. ὅν τ' ἀργυρότοξος Ἀπόλλων 24.759 οἷς. ἀγανοῖσ βέλεσσιν ἐποιχόμενος κατέπεφνεν: 24.760 ως ἔφατο κλαίουσα: γόον δ' ἀλίαστον ὄρινε: 24.761 τῇσι δ' ἔπειθ' Ἑλένη τριτάτη ἐξῆρχε γόοιο: 24.762 Ἕκτορ . ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, 24.763 ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, 24.764 ὅς μ' ἄγαγε Τροίηνδ ' ὡς πρὶν ὤφελλον ὀλέσθαι: 24.765 ἤδη γὰρ νῦν μοι τόδ’ εεικοστὸν ἔτος ἐστὶν 24.766 ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης. 24.767 ἂλλ' οὔ πω, σεῦ, ἄκουσα κακὸν ἔπος. οὐδ' ἀσύφηλον: 24.768 ἀλλ' εἴ τίς με καὶ ἄλλος ἐνι μεγάροισιν ἐνίπτοι 24.769 δαέρων. ἢ γαλόων. ἠ εινατέρων εὐπέπλων. 24.770 ἢ ἑκυρὴ. ἑκυρς δὲ πατὴρ ὡς ήπιος αἰεί. 24.771 ἀλλὰ σὺ τόν ἐπέεσσι παραιφάμενος κατέρυκες. 24.772 σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι: 24.773 τὼ σέ θ' ἅμα κλαίω καὶ ἒμ' ἄμμορον ἀχνυμη κῆρ: 24.774 οὐ γάρ τίς μοι ἔτ' ἄλλος ἐνι Τροίῃ εὐρείῃ 24.775 ήπιος. οὐδὲ φίλος. πάντες δέ με πεφρίκασι: 24.776 ὡς ἔφατο κλαίουσ'. ἐπὶ δὲ, στένε δῆμος ἀπείρων: 24.777 λαοῖσιν δ' ὁ γέρων Πρίαμος μετα μῦθον ἔειπεν: 24.778 ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δὲ. μηδέ τι θυμῷ 24.779 δείσητ' Ἀργείων πυκινὸν λόχον: ῆ γὰρ Ἀχιλλεὺς 24.780 πέμπων μ' ὧδ' ἐπέτελλε μελαινάων ἀπο νηῶν: Scholia to Iliad 24.756-24.780 Main scholia On Iliad 24.758: ὄν τ' ἀργυρότοξος Ἀπόλλων : ἀντι τοῦ ὄν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι ⁑ On Iliad 24.765-24.767: ἤδε γὰρ νύν μοι τόδε εἰκοστον: ψευδὲς οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι ἐξ οῦ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη εἴγε δεκαετὴς μὲν ἡ τοῦ θανάτου παρασκευὴ ὁμολογεῖται γεγονέναι εἰκοστῷ δὲ Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν θάκην ἐπανελήλυθεν πολὺν ἐν τῇ πλάνῃ ενδιατρίψας χρόνον: ῥητέον οῦ δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι: νῦν εἰκοστὸν ἐτος ἐστιν ἀπο τῆς ἁρπαγῆς Ἑλενης : ἐπι δὲ Ὀδυσσέως τὰ δέκα ἔτι, τῆς στρατολογίας οὐκ αριθμητέον: λεληθότως δὲ ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην ⁑ Interlinear scholia On Iliad 24.757@ἐρσήεις: ἀνθηρός On Iliad 24.768@ἐνίπτοι: ἐπιπλήττοι Intermarginal scholia On Iliad 24.759: εν αλλῳ οἷς ἀγανοῖσι βέλεσσι ἐποιχόμενος καταπέφνῃ ⁑ On Iliad 24.768: γράφεται ένισσοι On Iliad 24.770: γράφεται εῖεν : On Iliad 24.775: νῦν βδελύττονται ⁑ Exterior scholia On Iliad 24.764: ὤφελλ' απολέσθαι On Iliad 24.776: ἔστενε Venetus A (Marciana 454 = 822), folio 326, verso Iliad 24.781-24.804 24.781 μὴ πρὶν πημανέειν. πρὶν δωδεκάτη μόλῃ ἠώς: 24.782 ὡς ἔφαθ'. οἳ δ' ὑπ' ἀμάξῃσιν βόας ἡμιόνους τε 24.783 ζεύγνυσαν. αἶψα δ' ἔπειτα προ άστεος ἠγερέθοντο 24.784 ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην: 24.785 ἀλλ' ὅτε δῆ δεκάτη ἐφάνη φαεσίμβροτος ἠὼς. 24.786 καὶ τότ' ἂρ' ἔξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες 24.787 ἒν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν: ἒν δ' ἔβαλον πυρ 24.788 ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠὼς . 24.789 τῆμος άρ' ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός 24.791 πρῶτον μὲν κατα πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ 24.792 πᾶσαν ὁπόσσον ἐπέσχε πυρὸς μένος: αὐτὰρ ἔπειτα 24.793 ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ' ἕταροί τε 24.794 μυρόμενοι: θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν 24.795 καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες: 24.796 πορφυρέοις πέπλοισι αλύψαντες μαλακοῖσιν: 24.797 αῖψα δ' ὰρ, ἐς κοίλην κάπετον θέσαν: αὐτὰρ ὕπερθε 24.798 πυκνοῖσιν λάεσσι. κατεστόρεσαν μεγάλοισι: 24.799 ῥίμφα δὲ σῆμ' ἔχεαν: περι δὲ σκοποὶ εἵατο πάντ 24.800 μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί : 24.801 χεύαντες δὲ τὸ σῆμα. πάλιν κίον: αὐτὰρ ἔπειτα 24.802 εὖ συναγειράμενοι δαίνυντ' ἐρικυδέα δαῖτα 24.803 δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος: 24.804 ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο: Scholia to Iliad 24.781-24.804 Main scholia On Iliad 24.793: ὀστέα λευκά: τινὲς ὀστέα προπαροξυτόνως ὡς χάλκεα ἄμεινον δὲ παροξύνειν: On Iliad 24.795: καὶ τά γε χρυσείην ἐς λάρνακα: ἡ διπλῆ ὅτι τὴν σορὸν λάρνακα εῖπεν ⁑ Intermarginal scholia On Iliad 24.785: ἐν ἀλλῳ ροδοδάκτυλος ηως ⁑ On Iliad 24.786: ἐν αλλῳ ἀχνύμενοι κῆρ ⁑