Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 100r

Manuscript msA, page 100r

image

prev: 99v next: 100v

Iliad text

7.456 ἄλλός κέν τις τοῦτο θεῶν , δείσειε , νόημα·image

7.457 ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·image

7.458 σὸν δ’ ἤτοι κλέος ἔσται ὅσην τ’ ἐπικίδναται ἠώς·image1

7.459 ἄγρει μὰν ὅτ’ ἂν , αῦτε κάρη κομόωντες Ἀχαιοὶimage

7.460 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν ,image

7.461 τεῖχος ἀναρρήξας . τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι·image

7.462 αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι ,image

7.463 ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν ·image

7.464 Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·image

7.465 δύσετο τ’ ἠέλιος τετέλεστο δὲ ἔργον Ἀχαιῶν ·image1

7.466 βουφόνεον δὲ κατὰ κλισίας . καὶ δόρπον ἕλοντο·image1

7.467 νῆες δ`’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαιimage1

7.468 πολλαὶ· τὰς προέηκεν , Ἰ̈ησονίδης Εὔνηος ·image

7.469 τόν ῥ’ ἔτεχ’ Ὑψιπύλη ὑπ’ Ἰ̈ήσονι ποιμένι λαῶν·image

7.470 χωρὶς δ’ Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳimage

7.471 δῶκεν Ἰ̈ησονίδης ἀγέμεν μέθυ , χίλια μέτρα·image

7.472 ἔνθεν ὰρ οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί ·image

7.473 ἄλλοι μὲν χαλκῷ . ἄλλοι δ’ αἴθωνι σιδήρῳ·image1

7.474 ἄλλοι δὲ ῥινοῖς , ἄλλοι δ’ αὐτῇσι βόεσσιν·image1

7.475 ἄλλοι δ’ ἀνδραπόδεσσι , τίθεντο δὲ δαῖτα θάλειαν·image1, 2

7.476 παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶimage

7.477 δαίνοιντο· Τρῶες δὲ κατὰ πτόλιν ἠδ’ ἐπίκουροι·image

7.478 παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺςimage

7.479 σμερδαλέα κτυπέων . τοὺς δὲ χλωρὸν δέος ᾕρει·image

7.480 οἶνον δ’ ἐκ δεπάων χαμάδις χέον· οὐδέ τις ἔτληimage

Scholia text

msA, 7.3009, commenting on 7.466 βουφόνεον δὲ· βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς ἄτοπον γὰρ ἐπι θυσίαις φόνον λέγειν . ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατασκευήνimage

msA, 7.3011, commenting on 7.473 ἄλλοι μὲν χαλκῶ· ὅτι ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν ⁑image

msA, 7.3034, commenting on 7.475 αλλ οἲ δ ἂνδραπόδεσσι . ἀθετεῖται , ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον · οὐδε γὰρ παρα τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται· λυπει δὲ καὶ τὸ ἄλλοι πλεονάζον ⁑image

msAint, 7.3007, commenting on 7.465 σημειοῦνται τινὲς αντι τοῦ εδύετο ⁑image

msAint, 7.3008, commenting on 7.475 Αρισταρχ δια τοῦ ο ἀνδραπόδοισι ⁑image