Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 100v

Manuscript msA, page 100v

image

prev: 100r next: 101r

Iliad text

7.481 πρὶν πιέειν , πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι :image1

7.482 κοιμήσαντ’ ὰρ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο· ⁑image1, 2

8.1 Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αῖαν ,image1, 2, 3, 4

8.2 Ζεὺς δὲ , θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνοςimage1

8.3 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο ·image1, 2

8.4 αὐτὸς δέ σφ’ ἀγόρευε θεοὶ δ’ ὑπὸ πάντες άκουον·image1, 2

8.5 κέκλυτέ μευ πάντές τε θεοὶ . πᾶσαί τε θέαιναι·image1

8.7 μήτέ τις οὖν θήλεια θεὸς τό γε , μὴ τε τίς ἄρσηνimage1, 2

8.8 πειράτω διακέρσαι ἐμὸν ἔπος , ἀλλ’’ ἅμα πάντεςimage1, 2

8.9 αἰνεῖτ’ , ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα·image1

8.10 ὃν δ’ ἂν ἐγὼν , ἀπάνευθε θεῶν ἐθέλοντα νοήσωimage1, 2

8.11 ἐλθόντ’ , ἢ Τρώεσσιν ἀρηγέμεν . ἢ Δαναοῖσι .image1

8.12 πληγεὶς , οὐ κατα κόσμον ἐλεύσεται Οὔλυμπον δὲ .image1, 2, 3

8.13 ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα·image1, 2

8.14 τῆλε μάλ’ , ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον·image1

8.15 ἔνθα σιδήρειαί τε πύλαι . καὶ χάλκεος οὐδός ,image1

Scholia text

msA, 7.3050, commenting on 7.482 ‡ κοίμησαντ ὰρ ἔπειτα· ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι , τοῦτο δὲ προς τὸ ἐν Εὐρυνόμη δ’ ὰρ ἐπὶ χλαῖναν βελε κοιμηθέντι · ἐπιφέρει γὰρ κεῖτ’ εγρηγορῶν Ζηνόδ δὲ καὶ τοῦτον καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας ἔιρηκε στίχον ⁑image

msA, 8.1, commenting on 8 ‡ τὴν ῥαψῳδίαν ταύτην κῶλον μαχην καλοῦσι συντέμνει γὰρ τὴν διήγησιν συναχθόμενος τοῖς Ἀχαιοῖς ⁑image

msA, 8.3, commenting on 8.1 ἠώς ⁚ ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ οἱ δ’ ἄρα δεῖπνον ἕλοντο ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι ἀπρεπές ⁑image

msA, 8.4, commenting on 8.1 κροκόπεπλος· ὅτ’ ἂν πολὺ σκότους ἔχῃ ὀλίγον δὲ φωτός . τὸ δὲ ῥοδοδάκτυλος ἐναντιον ποιητικὴ δέ ἐστι περίφρασις ὡς εἰ εἶπεν· ἡμέρα μὲν γέγονεν . τὸ δὲ ἐκίδνατο ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὗσα ἡ γῆ οὐσα ἡ γῆ οὐ πᾶσα ὑφ ἓν φωτίζεταιimage

msAim, 7.3052, commenting on 7.481 Αρισταρχ πιεμεναι πρὶν λείψω ⁑image

msAim, 8.7, commenting on 8.3 καὶ ὅτι ἀντι τοῦ άκρᾳ · καὶ ὅτὶ λειπ ἡ ἐπί καὶ ὅτι τὰ ἐπίθετα ὡς επι ὄρους ⁑image

msAim, 8.8, commenting on 8.7 Ἀρίσταρχ θεῶνimage

msAim, 8.10, commenting on 8.10 ἐν τῆ Ἀριστοφάνους ἀπάτερθε Ζηνοδ μετόπισθε ⁑image

msAim, 8.11, commenting on 8.12 τὸ οὐ κατα κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν συλλαβῶν γρ αὐτὸν ⁑image