Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 101r

Manuscript msA, page 101r

image

prev: 100v next: 101v

Iliad text

8.16 τόσσον ἔνερθ’ Ἀΐδεω , ὅσον οὐρανὸς ἔστ’ ἀπὸ γαίης·image1, 2, 3

8.17 γνώσετ’ ἔπειθ’ , ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων·image1

8.18 εἰ δ’ άγε πειρήσασθε θεοὶ ἵ̈να εἴδετε πάντεςimage1, 2, 3

8.19 σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες·image1, 2, 3

8.20 πάντες δ’ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·image1

8.21 ἀλλ’ οὐκ ὰν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίον δὲimage1

8.22 Ζῆν’ ὕπατον μήστωρ’ , οὐδ’ εἰ μάλα πολλὰ κάμοιτε·image1, 2, 3, 4, 5

8.23 ἀλλ’ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι .image1, 2, 3, 4

8.24 αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ·image1

8.25 σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο image1, 2, 3

8.26 δησαίμην , τὰ δέ κ’ αῦτε μετήορα πάντα γένοιτο·image1, 2, 3

8.27 τόσσον ἐγὼ περί τ’ εἰμι θεῶν , περί τ’ εἰμ’ ἀνων .image1

8.28 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇimage1, 2

8.29 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν·image1, 2

8.30 ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·image1

8.31 ὦ πάτερ ἡμέτερε· Κρονίδη · ὕπατε κρειόντων ,image1

8.32 εὖ νυ καὶ ἡμεῖς ἴ̈δμεν , ὅ τοι σθένος οὐκ ἐπιεικτὸν·image1

8.33 ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων .image1

8.34 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται·image1, 2

8.35 ἀλλ’’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’ , ὡς σὺ κελεύεις .image1, 2, 3

8.36 βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ , ἥ τις ὀνήσει .image1

8.37 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο·image1

8.38 τὴν δ’ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς ·image1

8.39 θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷimage1, 2

8.40 πρόφρονι μυθέομαι , ἐθέλω δέ τοι ἥπιος εἶναι·image1, 2, 3

Scholia text

msA, 8.13, commenting on 8.13 Τάρταρος ⁚ τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον . μέρος κατώτατον τοῦ Ἅδου · καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ . ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει . ὠνόμασται δὲ . δια τὸ ἐκτετάχθαι καὶ συγκεχύσθαι τὰ ἐν αυτῷ πάντα· οἱ δὲ τὸ ἀφώτιστον τῆς οἰκουμένης μέρος ἀπεδέξαντο ⁑image

msA, 8.14, commenting on 8.16 τόσσον ἔνερθ’ Ἀΐδεω ⁚ τοσοῦτον φησὶ τὸν Τάρταρὸν . ἀφεστᾶναι τοῦ Ἅιδου ὅσον οὐνος τῆς γῆς . δια δὲ τούτων σφαιροειδ τὸν κόσμον συν ἵστησι κέντρου λόγον ἐπέχουσαν εἰσαγαγὼν τὴν γῆν καὶ τὰς ἁπ αυτῆς . ἐμβαλλομένας εὐθείας εἰς εκάτερα τὰ περατα ἴσας λέγων εἶναι ⁑image

msA, 8.15, commenting on 8.18 εἰ δ’ ἄγε πειρήσασθε πείραν λάβετε τῷ ἀποτόμως ἀπειλοῦντι , καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθε· μεγάλα δὲ ὄντα τὰ προστάγματα ⁑image

msA, 8.16, commenting on 8.19 σειρὴν χρυσείην ὅτι εἰ μη ἐκδεξώμεθα Ὄλυμπον τὸ ἐπὶ Μακεδονίας ὄρος· οὐ συμφωνήσει τῇ διαθέσει ταύτη ἐπι γὰρ τοῦ οὐνου στὰς φησὶν τὸν Ὄλυμπον ἀνέλκειν τῆς πειρᾶς ἐκ τοῦ ῥίου ἐκδεθείσης καὶ ὅτι ἡ εξ περισσή ⁑image

msA, 8.17, commenting on 8.19 σειρὴν χρυσείην χρυσῆν προσέθηκεν βουλόμενος τὸ πρᾶγμα ποιητικὸν δεῖξαι καὶ οἱ μὲν κυρίως οὕτως· οἱ δὲ ἀλληγορικῶς τὸν ☉ σειρὴν ἐξ ουρανῶθεν κρεμάσαντες καὶ τὰ ἑξῆς . κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπεὶ τοῦ οὐνου ὃ κλήρῳ λεχὼν στοιχεῖον εἶχεν τοὺς δὲ λοιποὺς θεοὺς ἐπι τῆς γῆς ὡς αυτῆς κοινῆς ὑπαρχούσης ὥστε ἢ αὐτὸν καθελκυσθῆναι ὑπ αυτοῦ ⁑image

msA, 8.18, commenting on 8.18 ἵνα δετ πάντες· ὡς λέγετε ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον ἢ ἐναλλαγὰς ἐγκλίσεων· ὄφρ’ εῦ πᾶσαι εἴδετ’ ἀκούουσαι . μηδ’ ὡς Πάτροκλον εἵπετ’ αὐτόθι τεθνειῶτι ὄφρα καὶ αὐτῴ μοι σαώσετον ἐκ πολέμου . αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τὲ τελείων βούλεται ἀντιάσας ⁑image

msA, 8.19, commenting on 8.23 πρόφρων ἐθέλοιμι ἐρρῦσαι ⁚ Ἀρίσταρχος δια τοῦ ω ἐθέλωμι Πτολεμαῖος δὲ τ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων πρόσσω γράφει ⁑image

msA, 8.4000, commenting on 8.25-8.26 σειρὴν μέν κεν⁚ ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν δι αυτῶν δὲ διδασκόμεθα πᾶσαν τὴν γῆν σὺν τῆ θαλάσση ⁑image

msAil, 8.2000, commenting on 8.22@Ζῆν’ αimage

msAil, 8.34, commenting on 8.22@μήστωρ’ ἐργάτης τῆς τῶν κατα τὴν μάχην ἔργων ἔμπειρος ⁑image

msAil, 8.35, commenting on 8.25@ῥίον τὸ ἀκροτήριον τοῦ όρουςimage

msAil, 8.36, commenting on 8.26@μετήορα μετέορα ἐφ ύψουςimage

msAil, 8.37, commenting on 8.27@περί-εἰμι διαφε τῇ δυνάμειimage

msAil, 8.38, commenting on 8.32@εὖ-ἡμεῖς σαφῶς δὴ καὶ ἡμεῖς ⁑image

msAil, 8.39, commenting on 8.34@οἶτον μόρον θάνατονimage

msAil, 8.40, commenting on 8.40@πρόφρονι τὸ ἐκ φρονήσες καὶ διαθέσεως ⁑image

msAim, 8.30, commenting on 8.39 ὀργή ⁑image

msAim, 8.31, commenting on 8.40 εἰρωνευεται αὐτήν ⁑image

msAint, 8.33, commenting on 8.23 ὅταν θελήσω ἐρύσαι φησίν ⁑image