Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 101v

Manuscript msA, page 101v

image

prev: 101r next: 102r

Iliad text

8.41 ὡς εἰπὼν . ὑπ όχεσφι τιτύσκετο χαλκόποδ’ ἵππωimage1, 2

8.42 ὠκυπέτᾱ χρυσέῃσιν ἐθείρῃσιν κομόωντε·image1, 2, 3

8.43 χρυσὸν δ’ αὐτὸς ἔδυνε περι χροῒ , γέντο δ’ ϊμάσθληνimage1, 2

8.44 χρυσείην , εὔτυκτον . ἑοῦ δ’ ἐπεβήσετο δίφρου·image1

8.45 μάστιξεν δ’ ελάαν , τὼ δ’ οὐκ ἀκοντε πετέσθηνimage1, 2

8.46 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος·image1, 2

8.47 Ἴ̈δην δ’ ἵ̈κανεν πολυπίδακα· μητέρα θηρῶν .image1, 2

8.48 Γάργαρον , ἔνθα δέ , οἱ , τέμενος , βωμός τε θυήεις·image1, 2

8.49 ἔνθ’ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τεimage1

8.50 λύσας ἐξ ὀχέων . κατὰ δ’ ἠέρα πουλὺν ἔχευεν ,image1

8.51 αὐτὸς δ’ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων .image1

8.52 εἰσορόων Τρώων τε πόλιν , καὶ νῆας Ἀχαιῶν ·image1

8.53 οἱ δ’ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ image1, 2, 3

8.54 ῥίμφα κατὰ κλισίας , ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο·image1, 2

8.55 Τρῶες δ’ αῦθ’ ἑτέρωθεν ἀνὰ πτόλιν ὡπλίζοντοimage1, 2

8.56 παυρότεροι· μέμασαν δὲ καὶ ὡς ὑσμῖνι μάχεσθαιimage1, 2

8.57 χρειοῖ ἀναγκαίῃ· πρό τε παίδων . καὶ πρὸ γυναικῶν·image1, 2, 3, 4

8.58 πᾶσαι δ’ ὠΐγνυντο πύλαι , ἐκ δ’ έσσυτο λαὸςimage1, 2

8.59 πεζοί θ’ ἱ̈ππῆές τε . πολὺς δ’ ὀρυμαγδὸς , ὀρώρει·image1

8.60 οἱ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ΐκοντο ,image1, 2

8.61 σύν ρ’ έβαλον ῥινοὺς , σὺν δ’ ἔγχεα , καὶ μένε’ ἀνδρῶνimage1

8.62 χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαιimage1, 2

8.63 ἔπληντ’ ἀλλήλῃσι . πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει·image1

8.64 ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶνimage1

8.65 ὀλλύντων τὲ καὶ ὀλλυμένων . ῥέε δ’ αἵματι γαῖα·image1, 2

Scholia text

msA, 8.41, commenting on 8.43 ‡ χρυσὸν δ’ αὐτὸς ἔδυνε ὅτι ἀντι τοῦ χρυσὴν πανοπλίαν καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν οὐκέτι ἑξῆς ἐγχωρεῖ τὴν αυτὴν ταύτην πανοπλίαν ἀνειληφέναι τὴν Ἀθηνᾶν καὶ ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντι τοῦ ἔλαβεν ⁑image

msA, 8.43, commenting on 8.47-8.48 Ἴδην δ’ ἱ̈κανεν⁚ προς τὴν ἰδιότητα τῆς φράσεως ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν· προτάξας γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν· μέρη γὰρ τῆς Ἴδης , ἄλλα τε καὶ τὸ Γάργαρον ⁑image

msA, 8.44, commenting on 8.48 Γάργαρον ⁚ τὸ ἀκροτήριον τῆς Ἴδης ἤτοι ἀπο τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα , ἢ ἀπο μεταφορὰς τοῦ ἐν τοῖς στόμασιν ἡμῶν γαργαρεῶνος τῆς λεγομένης σταφυλῆς · καὶ γὰρ τὸ σῶμα τοῦτο ἀπο παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει· τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης · Λεκτόν Γὰργαρον Φαλάκρη τούτου μνημονεύει Καλλίμαχος ἐν πρώτῳ αἰτίαν ⁑image

msA, 8.45, commenting on 8.53 ‡ οἱ δ’ ἄρα δεῖπνον ἕλοντο⁚ ὅτι προ τούτου τὴν ανατολὴν τίθησι Ζηνόδοτος . τὸ δὲ συνεχὲς τοῦ λόγου οὕτως ἐστιν ἡμέρας ἐνστάσης , ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο· οἱ δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντimage

msA, 8.46, commenting on 8.54 ἀπο δ’ αὐτοῦ θωρήσσοντο εξωπλίζοντ καὶ ἀνελάμβανον τὰ ὅπλα ὅπερ ἀγνοήσαντες τινὲς γράφουσι τοὶ δ’ αὐτόθι θωρήσσοντο ⁑image

msA, 8.47, commenting on 8.56 παυρότεροι⁚ ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας συν τοῖς ἐπικούροις λέγει ἡ δε ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα , πολλεων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες · καὶ πρὸς Ζηνόδοτ γράφοντα , · μυρία δ’ ἐν πεδίω ⁑image

msA, 8.48, commenting on 8.58 πᾶσαι δ’ ὡΐγνυντο πυλαι⁚ ὅτι μία ἐστι πύλη καὶ πληθυντικῶς εἶπεν πύλαι · τὸ δὲ πᾶσαι ἀντι τοῦ όλαι · ὡς θριξὶ δὲ πάντα νέκυν καταείνυον ⁑image

msA, 8.50, commenting on 8.65 ῥέε δ’ αἵματι γαία⁚ ὅτι ἀντι τοῦ ἐρρεῖτο ἡ γῆ . καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν ⁑image

msAil, 8.57, commenting on 8.41@τιτύσκετο ὑπεζεύγνοιεν τῷ ἅρματι ἡτοίμαζε ⁑image

msAil, 8.58, commenting on 8.42@ὠκυπέτᾱ ταχεῖςimage

msAil, 8.59, commenting on 8.42@ἐθείρῃσιν θρη̈ξίνimage

msAil, 8.60, commenting on 8.50@κατὰ-δ’ περὶ δimage

msAil, 8.61, commenting on 8.57@πρό υπερimage

msAim, 8.51, commenting on 8.45 οὐκ απρόθυμοι ⁑image

msAim, 8.53, commenting on 8.57 ὡς Λητοῖ ἡ γὰρ εὐθεια χρειὼ ἐμείω γένηται ⁑image

msAint, 8.55, commenting on 8.55 Αρισταρχ διὰ τ ο οπλίζοντο ⁑image

msAint, 8.56, commenting on 8.60 γράφεται ἵκανον ⁚image