Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 102r

Manuscript msA, page 102r

image

prev: 101v next: 102v

Iliad text

8.66 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱ̈ερὸν ῆμαρ .image1, 2, 3

8.67 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο . πίπτε δὲ λαός·image1

8.68 ἦμος δ’ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει·image1, 2, 3

8.69 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·image1, 2

8.70 ἐν δ ετίθει δύο κῆρε τανηλεγέος θανάτοιοimage1, 2, 3

8.71 Τρώων θ’ ἱπποδάμων , καὶ Ἀχαιῶν χαλκοχιτώνων .image1

8.72 ἕλκε δὲ μέσσα λαβὼν . ῥέπε δ’ αἴσιμον ῆμαρ Ἀχαιῶν ·image1

8.73 αἱ μὲν Ἀχαιῶν κῆρες , ἐπὶ χθονὶ πουλυβοτείρῃimage1

8.74 ἑζέσθην· Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·image1, 2

8.75 αὐτὸς δ’ ἐξ Ἴ̈δης μεγάλ’ ἔκτυπε· δαιόμενον δὲimage1

8.76 ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν · οἱ δὲ ἰ̈δόντες ,image1

8.77 θάμβησαν , καὶ πάντας ὑπο χλωρὸν δέος εἷλεν·image1, 2

8.78 ἔνθ’ , οὔτ’ Ἰ̈δομενεὺς τλῆ μίμνειν . οὔτ’ Ἀγαμέμνων .image1

8.79 οὔτε δυ’ Αἴαντες μενέτην θεράποντες Ἄρηος ·image1

8.80 Νέστωρ οἶος ἔμιμνε Γερήνιος , οῦρος Ἀχαιῶν ,image1

8.81 οὔ τι ἑκών . ἀλλ’ ἵ̈ππος ἐτείρετο , τὸν βάλεν ἰ̈ῷimage1, 2

8.82 δῖος Ἀλέξανδρος , Ἑλένης πόσις ἠϋκόμοιοimage1

8.83 ἄκρην κακ κορυφὴν . ὅθι τε πρῶται τρίχες ἵ̈ππωνimage1

8.84 κρανίῳ ἐμπεφύᾱσι . μάλιστα δὲ καίριόν ἐστιν⁚image1, 2

8.85 ἀλγήσας δ’ ἀνέπαλτο . βέλος δ’ εἰς ἐγκέφαλον δῦ·image1, 2

8.86 σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περι χαλκῷ·image1

8.87 ὄφρ’ ὁ γέρων , ἵπποιο παρηορίας ἀπέτεμνε image1, 2, 3, 4

8.88 φασγάνῳ ἀΐσσων , τόφρ’ Ἕκτορος ὠκέες ἵπποιimage1

8.89 ἦλθον ἀνι ιωχμὸν , θρασὺν ἡνίοχον φορέοντεςimage1, 2

8.90 Ἕκτορα · καί νύ̆ κεν ἔνθ’ ὁ γέρων ἀπο θυμὸν ὄλεσσεν .image1

Scholia text

msA, 8.63, commenting on 8.66 ‡ ὄφρα μὲν ἡῶς ἦν· καὶ ἀέξετο ἱερὸν ῆμαρ , ⁑ ἡ διπλῆ ὅτι νῦν τὴν προ μεσημβρίας ώραν ἠῶς λέγει ⁑image

msA, 8.64, commenting on 8.66 ἀέξετο⁚ αὔξησιν ἐλάμβανεν , ἡ ημέρα ὅ εστιν ἕως οὗ ὑψοῦτο ὁ ήλιος ὁ τὴν ἡμέραν ποιῶν ⁑image

msA, 8.65, commenting on 8.68 ῆμος δ’ ἡέλιος μέσον οὐνον ⁚ ὅτι οὐδέποτε ἐν Ὀλύμπω τὸν ☉ , ἀλλ’ ἐν οὐνω , οὐκ άρα ὁ αὐτὸς τῷ οὐρανῷ τὸ δε ἀμφιβεβήκειν γράφεται . καὶ σὺν τῷ ν ἀμφιβεβήκειν ⁑image

msA, 8.5000, commenting on 8.69 τάλαντα⁚ τὴν τοῦ Διὸς διάνοιαν ⁑image

msA, 8.66, commenting on 8.70 ἐν δ’ ἑτίθη δύο κῆρε⁚ μίαν ὑπὲρ εκατέρου στρατεύματος καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει . ὁ δὲ Αἰσχύ νομίσας λέγεσθαι τὰς ψυχὰς ἐποίησε τὴν Ψυχοστασίαν ἐν ᾗ ἐστιν ὁ Ζεὺς . ἱστὰς ἐν τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχην ⁑image

msA, 8.67, commenting on 8.73-8.74 αἱ μὲν Ἀχαιῶν κηρες⁚ αθετοῦνται ὅτι ὑπὲρ εκάστου στρατεύματ κῆρα ζυγοστατεῖ ὁ Ζεῦς οὐ πλείους ὡς ἐπι Ἀχιλλέως καὶ Ἕκτορος · ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς εἰ δέ τις δύο ὑπερ ἑκατέρου ἵστασθαι φήσει ῥυόμενος τὴν σύγχυσιν τοῦ δ σχήματος ἄλογον πρὸς τι γὰρ δύο ἀλλ’ οὐ μία ⁑image

msA, 8.68, commenting on 8.84 καίριόν εστ εὔκαιρον προς θάνατον ἔστι τοῖς ἵπποις τὸ μέρος τοῦτο ὅ ἐστιν ἐπικίνδυνον ⁑image

msA, 8.69, commenting on 8.87 παρῃορίας ⁚ τὰς τοῦ παρήορος ἵππου ἡνίας τὰς παραζεύξεις ὅ ἐστι τοὺς ἔξωθεν παρατεταμένους ϊμάντας ⁑image

msA, 8.70, commenting on 8.87 ἀπέταμνε⁚ δεινος ἐστιν Ὅμηρος καὶ μιᾶς λέξεως ὅλον τὸν ἄνδρα σημαίμει δια γὰρ τοῦ ἀπετάμνε νε , τὴν ἀσθενειαν τοῦ γέροντος δηλοῖ , καὶ ἐντεῦθεν τὸ βραδ τῆς ενεργ προσηκότως οὖν επί τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρα τ χρόνῳ εἰπὼν τὸ ἀΐσσων· ἐπι δε τοῦ δεου Αὐτομέδοντος τῷ συντελικῳ εἰπών ἄϊξε καὶ ἀπέκοψε συντόνως τὸ πραγμα δηλῶν ⁑image

msAext, 8.1000, commenting on 8.70 ** ** ἐν δ’ image

msAim, 8.73, commenting on 8.87 ὡς παρηγορίας ⁑image

msAint, 8.74, commenting on 8.74 ἐν ἑνίοις δια τοῦ ε εζεσθεν ⁑image

msAint, 8.75, commenting on 8.81 εν τισι τῶν ὑπομνημάτων ἐδάμνατο ⁑image

msAint, 8.76, commenting on 8.85 οτ ὁ δέ αντ τοῦ γρ βέλος γὰρ ⁑image

msAint, 8.77, commenting on 8.89 οτ τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶπεν ⁑image