Manuscript msA, page 102v
prev: 102r | next: 103r |
8.91 εἰ μὴ ὰρ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης ·1
8.92 σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσσῆα ·1
8.93 διογενὲς· Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ ·1, 2
8.94 πῇ φεύγεις μετὰ νῶτα βαλὼν , κακὸς ὡς . ἐν ὁμίλῳ·1, 2
8.95 μή τίς τοι φεύγοντι , μεταφρένω ἐν δόρυ πήξῃ·1, 2
8.96 ἀλλὰ μέν’ . ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα·1
8.97 ὡς ἔφατ’ , οὐδ’ ἐσάκουσε πολύτλας . δῖος Ὀδυσσεύς ·1, 2, 3, 4
8.98 ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν ·1
8.99 Τυδείδης δ’ αὐτός περ ἐὼν , προμάχοισιν ἐμίχθη·1, 2
8.100 στῆ δὲ πρόσθ’ ἵππων , Νηληϊάδαο γέροντος·1
8.101 καί μιν φωνήσας , ἔπεα πτερόεντα προσηύδα·1
8.102 ὦ γέρον , ῆ μάλα δή σε νέοι τείρουσι μαχηταί·1
8.103 σὴ δὲ βίη λέλυται· χαλεπὸν δέ σε γῆρας ὀπάζει·1, 2, 3, 4
8.104 ηπεδανὸς δέ νύ τοι θεράπων , βραδέες δέ τοι ἵπποι·1, 2
8.105 ἀλλ’ άγ’ , ἐμῶν ὀχέων ἐπιβήσεο· ὄφρα ἴ̈δηαι1
8.106 οἷοι Τρώϊοι ἵ̈πποι· ἐπιστάμενοι πεδίοιο1, 2
8.107 κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·1, 2
8.108 οὕς ποτ’ ἀπ’ Αἰνείᾱν ἑλόμην , μήστωρε φόβοιο·1, 2, 3
8.109 τούτω μὲν θεράποντε κομείτων· τώδε δὲ νῶϊ1, 2, 3, 4
8.110 Τρωσὶν ἐφ’ ἱπποδάμοις ἰ̈θύνομεν· ὄφρα καὶ Ἕκτωρ 1
8.111 εἴσεται· ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν·1, 2
8.112 ὡς ἔφατ’ , οὐδ’ ἀπίθησε Γερήνιος . ἱππότα Νέστωρ ·1
8.113 Νεστορέας μὲν ἔπειθ’ ἵ̈ππους , θεράποντε κομείτην1
8.114 ἴφθιμος· Σθένελός τε . καὶ Εὐρυμέδων ἀγαπήνωρ·1, 2, 3, 4, 5
8.115 τὼ δ’ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην .1
msA, 8.79, commenting on 8.94 πῇ φεύγεις⁚ βραχὺ διασταλτέον επι τὸ βαλών καὶ ὧς χαριζόμενα γὰρ σαφέστερον ποιεῖ τὸν λόγον· ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον . ἤτοι γὰρ ὡς δηλος ἐν πλήθει φεύγεις οἶον μετὰ ταραχῆς ἢ ὡς ἐν όχλῳ ἀπαρακαλύπτως . ἡ τὸ εξῆς ἐστι πῆ φεύγεις ἐν ὁμίλῳ , οἷον καὶ σὺ μετὰ τοῦ πλήθους ὡς εἷς τῶν πολλῶν·
msA, 8.80, commenting on 8.95 μή τις τοι φεύγοντι⁚ τινὲς διατέλλουσιν ἐπι τῷ φεύγοντι , καὶ συνάπτωμεν δὲ ὅλον τὸν στίχον ἴσμεν ὅτι οὐ τὸ μετάφρενον φεύγει ⁑
msA, 8.81, commenting on 8.97 ὡς ἔφατ’ οὐδ’ ἐσάκουσαι⁚ προς τὸ ἀμφιβολον πότερον οὐκ αντελάβετο καθόλου τῆς φωνῆς δια τὸν θόρυβον , ἠ ἀκούσας γὰρ ἐπαρεπέμψατο , ὅπερ δέχεται ὁ Ἀρίσταρχος
msA, 8.83, commenting on 8.97 οὐδ’ ες ἄκουσεν⁚ οὐδὲ ἤκουσεν ἐξηγεῖται δὲ πότερον ἄρα οὐδ’ όλως ἤκουσεν ὁ Ὀδυσσεὺς , ἢ οὐκ ἐπείσθη δειλίαν τοῦ ἥρωος κατηγοροῦσιν ἀγνοοῦντες τὸ οὐδ’ ἐσάκουσεν , οὐ γὰρ τὸ παρακοῦσαι . ἀλλα τὸ μὴ αἴσθεσθαι τελείως δηλοῖ καὶ γὰρ οὐκ ῆν δειλὸς τῶν ἄλλων εσχατ φεύγων καὶ τῆ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος ⁑
msA, 8.84, commenting on 8.104 ἠπεδανὸς⁚ ἀσθενής ὴ ἄτεχνος οἰονεὶ ἀπεδανός ὁ μη δυνάμενος δι ὑπερβολὴν ἀσθενείας ἐν τῷ παίδῳ ὅ ἐστιν ἐδάφει στῆναι . ἔμπεδος γὰρ λέγεται ὁ εν τω πέδῳ δὲ ἰσχὺν ἑστώς ⁑
msA, 8.85, commenting on 8.106-8.107 οἷοι Τρώϊοι ἵπποι βραχὺ διασταλτέον ἐπι τῷ ἵπποι · μᾶλλον γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν . καὶ ἄλλως συναπτώμενον ἀκατάλληλόν ἐστι οὐ ἐπιστάμενοι οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα λείπ ἵν’ ᾖ διὰ πεδίου , ἀλλα τὸ ἑξῆς ἐστιν ἔνθα καὶ ἔνθα πεδίου· τοιούτῳ καὶ τὸ ἑβδόμῳ πολλὰ δ’ ἂρ ἔνθα καὶ ἔνθ ἴθυσε μάχῃ πεδίοιο ⁑
msA, 8.86, commenting on 8.107 κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἡδὲ φέβεσθαι⁚ οτ ἀντι τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρ αυτῶ καὶ ὅτι ἐντεῦθεν τὸ φόβον Ἄρηος φορεούσας ⁑
msA, 8.9000, commenting on 8.108 οὕς ποτ’ απ Αινείαν ἑλόμην· ἀθετεῖται ὅτι ἄτοπον προστιθέναι τὴν ἱστορίαν τῷ εἰδότι , καὶ ὁ καιρὸς δεῖται συντομίας . καὶ ὅτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν τῆς ἀφαιρέσεως γεγονυιας τῇ προ ταύτης , ἡμέρᾳ ⁑
msA, 8.87, commenting on 8.108 τούτω μὲν θεράποντε⁚ ὅτι τετήρηται παρ’ αὐτῶ καθαρῶς τὰ δυϊκὰ καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται ⁑
msA, 8.88, commenting on 8.109 τώδε δὲ νῶϊ⁚ παροξύνεται τὸ τώδε παραλόγως ἀληθὲς γὰρ ὡς ὅτι τὰ δια τοῦ δε ἐπεκτεταμένα εἰ ἔχοι προ τέλους φύσει μακρὰν προπερισπᾶται , ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι , ἀλλ ὅμως πάλιν κατ’ ἐπικρατεῖ καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ οξεῖα· ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ Ζ ὅπου περὶ τοῦ ιῷ διαλαμβάνει·
msAext, 8.95, commenting on 8.114 ** ** ἴφθιμοι
msAil, 8.9001, commenting on 8.103@ὀπάζει διώκει καταλαμβα
msAil, 8.96, commenting on 8.108@μήστωρε-φόβοιο ὡς ἐπι τῶν ἵππων :
msAil, 8.97, commenting on 8.109@κομείτων ην
msAil, 8.98, commenting on 8.111@ἢ ει
msAil, 8.99, commenting on 8.114@Εὐρυμέδων ὄνομα
msAil, 8.100, commenting on 8.114@Εὐρυμέδων λ
msAim, 8.89, commenting on 8.99 οτ εν ίσω τὸ μόνος
msAim, 8.91, commenting on 8.109 Ἀρισταρχ κομείτων ⁑
msAint, 8.93, commenting on 8.103 ἐν αλλω γήρας ϊκάνει ⁑
msAint, 8.94, commenting on 8.106 οτ ἐλλειπ ἡ δια