Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 103r

Manuscript msA, page 103r

image

prev: 102v next: 103v

Iliad text

8.116 Νέστωρ δ’ ἐν χείρεσσι λάβ’ ἡνία φοινικόεντα·image1, 2

8.117 μάστιξεν δ’ ἵππους , τάχα δ’ Ἕκτορος ἄγχι γένοντο·image1

8.118 τοῦ δ’ ϊθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·image1, 2

8.119 καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν· ὁ δ`’ ἡνίοχον θεράποντα ,image1

8.120 υἱὸν ὑπερθύμου Θηβαίου . Ηνιοπῆα .image1

8.121 ἵ̈ππων ἡνί’ ἔχοντα . βάλε στῆθος , παρὰ μαζὸν·image1

8.122 ήριπε δ’ ἐξ ὀχέων . ὑπερώησαν δέ οἱ ἵ̈πποιimage1

8.123 ὠκύποδες· τοῦ δ’ αῦθι , λύθη ψυχή τε μένος τε·image1

8.124 Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·image1, 2

8.125 τὸν μὲν ἔπειτ’ εἴασε· καὶ ἀχνύμενός περ ἑταίρουimage1, 2, 3

8.126 κεῖσθαι· ὁ δ’ ἡνίοχον μέθεπε θρασὺν· οὐδ’ ὰρ ἔτι δὴνimage1

8.127 ἵ̈ππω δευέσθην σημάντορος· αῖψα γὰρ εὗρενimage1

8.128 Ἰ̈φιτίδην . Ἀρχεπτόλεμον θρασὺν , ὅν ῥα τόθ’ ἵππωνimage1, 2

8.129 ὠκυπόδων ἐπέβησε , δίδου δέ οἱ ἡνία χερσίν·image1

8.130 ἐνθά κε λοιγὸς ἔην , καὶ ἀμήχανα ἔργα γένοντο·image1, 2

8.131 καὶ νύ̆ κε σήκασθεν κατὰ Ἴ̈λιον ἠΰτε ἄρνες·image1, 2, 3

8.132 εἰ μὴ ὰρ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·image1

8.133 βροντήσας δ’ ἄρα δεινὸν . ἀφῆκ’ ἀργῆτα κεραυνόν·image1, 2

8.134 καδ δὲ πρόσθ’ ἵππων Διομήδεος ἧκε χαμᾶζε·image1

8.135 δεινὴ δὲ φλόξ ὦρτο θεείου καιομένοιο·image1, 2, 3

8.136 τὼ δ’ ἵ̈ππω δείσαντε , καταπτήτην ὑπ’ όχεσφι·image1

8.137 Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα ,image1, 2, 3

8.138 δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ· Διομήδεα δὲ προσέειπε·image1

8.139 Τυδείδη · ἄγε δ’ αῦτε φόβον δ’ ἔχε μώνυχας ἵππους·image1, 2

8.140 ἦ οὐ γιγνώσκεις . ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ’ ἀλκή·image1

8.141 νῦν μεν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζειimage1

Scholia text

msA, 8.101, commenting on 8.125 καὶ ἀχνύμενός περ ἑταίρου⁚ οὐκ έστιν ἡ περὶ πρόθεσις· ἀλλ ὁ περ σύνδεσμος ἐναντιωματικος καὶ ἐγκλιτικός . δι ὃ τὸ τέλος τῆς μετοχῆς ὀξυτονητέον ⁑image

msA, 8.104, commenting on 8.131 ὅτι τὸ σίκασθεν αὐτὸς ἐπεξηγεῖται εἰπὼν ἠΰτε ἄρνες ⁑image

msA, 8.105, commenting on 8.133 βροντήσας δ’ άρα δεινὸν· βραχὺ διασταλτέον ἐπὶ τὸ δεινὸν , κεῖται γὰρ αντι μεσότητος δεινὸς βροντήσας . ἐπι δὲ τοῦ κεραυνοῦ ἐν αρκεῖ , ἐπίθετον τὸ ἀργῆτα ⁑image

msA, 8.106, commenting on 8.135 θεείου⁚ θείου· προσληπτέον δὲ κεραυνοῦ . ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ , ὡς θεῖον ὄζει ἐν εκείνῳ τῷ τόπῳ ⁑image

msA, 8.107, commenting on 8.139 Τυδείδη ἅγε δ’ αὖτε⁚ ὅτι πάλιν φόβον τὴν φυγὴν . καὶ ὅτι Ζηνόδοτος γράφει ἄγε νῶϊ φόβον δὲ , ὅ ἐστιν ἡμεῖς ἠ ἡμᾶς ὧν οὐδέτερον ἁρμόζει ⁑image

msAil, 8.115, commenting on 8.137@φύγον εimage

msAim, 8.108, commenting on 8.116 ἐν ἄλλω σιγαλόεντimage

msAim, 8.109, commenting on 8.125 οτ καὶ ἐνθάδε λειπ ἡ περι⁚image

msAim, 8.110, commenting on 8.135 τοὺ κεραυνίου πυροςimage

msAim, 8.111, commenting on 8.137 Ἀρισταρχ φύγον ἄλλοι δὲ φύγεν ἐν αλλω δὲ τὸ φοινικόεντα ⁑image

msAint, 8.113, commenting on 8.124 οτ ελλειπ ἡ περὶ καὶ ὅτι ἀντι τοῦ Ἕκτορος φρένας ⁑image

msAint, 8.114, commenting on 8.130 οτ κατα τοῦ ουδ τὸ πληθυντικόν ὡς σπάρτα λέλυνται ⁑image