Manuscript msA, page 103v
prev: 103r | next: 104r |
8.142 σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν αἴ κ’ ἐθέλῃσι1
8.143 δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο1, 2
8.144 οὐδὲ μάλ’ ἴ̈φθιμος , ἐπει ῆ πολὺ φέρτερός ἐστι·1
8.145 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης ·1
8.146 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατα μοῖραν ἔειπες·1
8.147 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ϊκάνει·1
8.148 Ἕκτωρ γάρ ποτε φήσει ἐνι Τρώεσσ’ ἀγορεύων ,1
8.149 Τυδείδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵ̈κετο νῆας·1, 2
8.150 ὥς ποτ’ ἀπειλήσει . τότε μοι χάνοι εὐρεῖα χθών·1, 2, 3, 4
8.151 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος , ἱ̈ππότα Νέστωρ ·1
8.152 ᾤ μοι . Τυδέος υἱὲ δαΐφρονος , οἷον ἔειπες·1, 2
8.153 εἴ περ γάρ σ’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει·1
8.154 ἀλλ’ οὐ πείσονται Τρῶες , καὶ Δαρδανίωνες .1
8.155 καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων .1
8.156 τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας·1
8.157 ὡς ἄρα φωνήσας , φύγαδε , τράπε μώνυχας ἵ̈ππους1, 2, 3
8.158 αὖτις ἀν ιωχμὸν· ἐπι δὲ Τρῶές τε καὶ Ἕκτωρ 1
8.159 ηχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·1
8.160 τῷ δ’ ἐπι μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ ·1
8.161 Τυδειδη · περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι1, 2
8.162 ἕδρῃ τε . κρέασίν τε . ἰδὲ πλείοις δεπάεσσι·1
8.163 νῦν δέ σ’ ἀτιμήσουσι· γυναικὸς ὰρ αντ’ ἐτέτυξο·1, 2, 3
8.164 ἔρρε κακὴ γλήνη· ἐπεὶ οὐκ είξαντος ἐμεῖο ,1
8.165 πύργων ἡμετέρων ἐπιβήσεαι· οὐδὲ γυναῖκας1
8.166 ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω·1, 2, 3
msA, 8.116, commenting on 8.143 ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσσαιτο ὁ λόγος , οὐδεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἠ φυλάξαιτο ὥστε τὰ συμφέροντα αὐτῷ γενέσθαι
msA, 8.117, commenting on 8.150 ὥς πότ’ ἀπειλήσει ὅτι οὐκ εν τῷ καθόλου εὑρεῖαν λέγει , αλλ’ εμοὶ εὑρεῖα ἡ γῆ γένοιτο ἀντι τοῦ εὐρὺ χάσμα ποιήσει ⁑
msA, 8.118, commenting on 8.150 απειλήσει· καυχήσεται . κόμπάσει σημαίνει δὲ ἡ λέξις πλείονα ἐπι καυχήσεως μὲν ὡς νῦν , ἐπεὶ δ’ εὐχῆς ὡς ἐν εκείνοις , οὐδ’ ἠπείλησεν ἄνακτι · ἐπι δ’ ὀργῆς ὡς ἐν τῷ ἠπείλει κακεῖνος ἐναντίον πτολεμίζων ἐνθά δε λεύσσεσθαι ⁑
msA, 8.119, commenting on 8.157 φύγαδὲ τράπε⁚ φύγαδὲ ὡς ἅλαδὲ , καὶ ἤτοι τὴν φυγὴν φῦγα εῖπεν ὡς τὴν σκέπην σκέπα . ἢ ὡς τὸ οἶκον δὲ , οἴκαδε . οὕτως φυγήν δε φύγαδε ⁑
msAil, 8.130, commenting on 8.166@δαίμονα μόρον