Manuscript msA, page 104r
prev: 103v | next: 104v |
8.167 ὡς φάτο , Τυδείδης δὲ διάνδιχα μερμήριξεν .1
8.168 ἵ̈ππους τε στρέψαι , καὶ ἐναντίβιον μαχέσασθαι .1, 2
8.169 τρὶς μὲν μερμήριξε κατα φρένα καὶ κατα θυμὸν ,1
8.170 τρὶς δ’ ὰρ ἀπ’ Ἰ̈δαίων ὀρέων κτύπε μητίετα Ζεὺς 1, 2
8.171 σῆμα τιθεὶς Τρώεσσι , μάχης ἑτεραλκέα νίκην·1, 2
8.172 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·1
8.173 Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ .1
8.174 ἀνέρες ἔστε φίλοι· μνήσασθε δὲ θούριδος ἀλκῆς·1
8.175 γινώσκω δ`’ ὅτι μοι πρόφρων κατένευσε Κρονίων 1
8.176 νίκην , καὶ μέγα κῦδος· ἀτὰρ Δαναοῖσί γε πῆμα·1
8.177 νήπιοι , οἳ , ἄρα δὴ τάδε τείχεα μηχανόωντο1
8.178 ἀβληχρ' . οὐδενόσωρα· τα δ
’ οὐ μένος ἁμὸν ἐρύξει·1, 2, 3, 4
8.179 ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν·1
8.180 ἀλλ’ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι .1
8.181 μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω .1
8.182 ὡς πυρὶ νῆας ἐνιπρήσω· κτείνω δὲ καὶ αὐτοὺς .1
8.184 ὡς εἰπὼν , ἵ̈πποισιν ἐκέκλετο , φώνησέν τε⁚1
8.185 Ξάνθέ τε . καὶ σὺ· Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε ,1, 2
8.186 νῦν μοι τὴν κομιδὴν ἀποτίνετον . ἣν μάλα πολλὴν1, 2
8.187 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος .1
8.188 ὑμῖν παρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν ,1
8.189 οἶνόν τ’ ἐγκεράσασα , πιεῖν . ὅτε θυμὸς ἀνώγοι .1, 2, 3
8.190 ἢ ἐμοὶ· ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι·1
8.191 ἀλλ`’ ἐφομαρτεῖτον , καὶ σπεύδετον· ὄφρα λάβωμεν1, 2, 3
8.192 ἀσπίδα Νεστορέην · τῆς νῦν κλέος οὐρανὸν ἵ̈κει .1, 2
msA, 8.133, commenting on 8.178 ἀβληχρά⁚ Ἡρακλείδης ὁ Μειλήσιος βαρύνει ὡς ἄσητα . λόγῳ δὲ χρῆται τούτῳ ὡς ὅτι βληχρον ἐστι τὸ ἰσχυρόν ὅπερ κατα στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος σημαίνει γὰρ τὸ ἀσθενὲς . ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρὰ καὶ ἀβληχρὴν πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἁπλῶ , οὕτως γὰρ παρεσχηματίσθη ὡς πενιχρά ψυχρά λέγω δὲ θηλυκῶς οὕτως ἀβληχρά οὐ κοινωνοῦντός ποτὲ τοῦ γένους· λέγω δὲ ὁ ἀβληχρὸς καὶ ἡ ἀβληχρὸς · ἄλλως τε ήδη αὐτὸ τὸ βληχρὸς σημαίνει . ὡς ἐπι τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενὲς Ἀλκαῖος θ βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί · καὶ ὁ Νίκανδρος βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροῒ νύγμα · τούτωι δὴ πλεονάσαν τὸ α φυλάξει τὸν αὐτὸν τόνον ἀεί οἶδα γὰρ τὸ ἄβορος ἄγαυρος ἄσταχυς ⁑
msA, 8.134, commenting on 8.178 οὐδενόσωρα , οὐδεμιᾶς φροντιδ ἄξια ἀπο τῶν ὠρῶν ὤρα γὰρ ἡ φροντις ⁑
msA, 8.136, commenting on 8.185 Ξανθέ τε καὶ σὺ Πόδαργε . καὶ Αἴθων Λάμπε τε δῖον· ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσιν παρεισάγει· μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκὰ καὶ ἡ προσφώνησις εὐήθης· βραχὺ δὲ διασταλτέον καθ’ έκαστον ὄνομα . καν συνάπτηται δὲ τὸ ψυχρὸν εκεῖνο οὐ δύναται νοεῖσθαι ὅτι δύο μέν ἐστιν ἐπίθετα· δύο δὲ κύρια ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι . χωριζουσιν αὐτὰ ἀπ αλλήλων· τὰ δε κύρια προς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται ⁑
msA, 8.137, commenting on 8.188-8.190 ὑμῖν παρ προτέροισι τὸ ἑξῆς τοῦτό ἐστιν ἠ εμοὶ ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι οἴνον τ’ ἐγκεράσασα πιεῖν ὅτε μοι θυμὸς ἀνώγοι ἱστεον δὲ ὅτι προ τοῦ εὑρεθῆναι τὴν τῶν ποτηρίων χρῆσιν κέρασιν ἔπινον ⁑
msA, 8.138, commenting on 8.189 οἴνον τ’ ἐγκεράσασα· γελοιότατος ἐπὶ ἵππων ὁ στίχος ὅτι οἶνον ἵπποι οὐ πίνουσι . καὶ ὅτε θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον ⁑
msA, 8.139, commenting on 8.191 ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον⁚ ὅτι ὡς προς δύο τοῖς δυϊκοῖς σχήμασι χρῆται δι ὃ ἀθετητέον τὸν προκείμενον στίχον ἐν ᾧ τεσσαρά ἐστιν ὀνόματα ⁑
msA, 8.140, commenting on 8.192 ἀσπίδα Νεστορέην ⁚ αὐτὸν τὸν Νέστορα περιφραστικῶς· ἔνιοι δὲ τὸ ὅπλον Ἡφαιστότευκτον γὰρ ἦν ⁑
msAil, 8.145, commenting on 8.190@ἢ-ἐμοὶ ἠπερ εμοὶ
msAint, 8.141, commenting on 8.170 γρ καὶ ἐπ Ιδαίω ⁚
msAint, 8.143, commenting on 8.189 καὶ παρα Ἀριστοφα ἀθετεῖται ⁑
msAint, 8.144, commenting on 8.191 ουτ Ἀρισταρχ ἄλλοι δὲ αί κε λάβωμεν ⁑