Manuscript msA, page 104v
prev: 104r | next: 105r |
8.193 πᾶσαν χρυσείην έμεναι . κανόνας τε καὶ αὐτὴν·1, 2, 3
8.194 αὐτὰρ ἀπ’ ὤμοιϊν Διομήδεος ἱπποδάμοιο1
8.195 δαιδάλεον θώρηκα· τὸν Ἥφαιστος κάμε τεύχων·1, 2
8.196 εἰ τούτω κε λάβοιμεν . ἐελποίμην κεν Ἀχαιοὺς 1
8.197 αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων·1
8.198 ὡς ἔφατ’ εὐχόμενος , νεμέσησε δὲ πότνια Ἥρη ·1
8.199 σείσατο δ’ εἰνι θρόνῳ , ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον ·1, 2
8.200 καί ρα Ποσειδάωνα μέγαν θεὸν , ἀντίον ηὔδαν·1
8.201 ὦ πόποι . ἐννοσίγαι’ εὐρυσθενὲς , οὐδέ νυ σοί περ1
8.202 ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός·1
8.203 οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι1, 2
8.204 πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην .1
8.205 εἴ περ γάρ κ’ ἐθέλοιμεν ὅσοι Δαναοῖσιν ἀρωγοὶ .1
8.206 Τρῶας ἀπώσασθαι , καὶ ἐρυκέμεν εὐρύοπα Ζῆ 1, 2
8.207 ν’ · αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος οἶος ἐν Ί̈δῃ ·1, 2, 3
8.208 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·1
8.209 Ἥρη ἀπτοεπὲς· ποῖον τὸν μῦθον ἔειπες·1, 2
8.210 οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διὶ̈ Κρονίωνι μάχεσθαι1
8.211 ἡμέας τοὺς ἄλλους· ἐπει ῆ πολὺ φέρτερός ἐστιν·1
8.212 ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·1
8.213 τῶν δ’· ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε ,1, 2, 3, 4, 5, 6
8.214 πλῆθεν ὁμῶς ἵ̈ππων τὲ καὶ ἀνδρῶν ἀσπιστάων1
8.215 εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 1
8.216 Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε·1
8.217 καί νύ κεν ἔπρησεν πυρὶ κηλέῳ νῆας ἐἴ̈σας ,1, 2, 3
msA, 8.146, commenting on 8.193 ‡ κανόνας ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν οὓς ὄχανα ἐκάλουν ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπο Καρῶν ὡς καὶ Ἀνακρέων φησὶν Καριοεργέος ὀχάνοιο ⁚
msA, 8.147, commenting on 8.195 δαιδάλεον ὅτι Ἡφαιστότευκτα τὰ ὅπλα ἀπο γὰρ Γλαύκου ἔλαβεν καὶ ἀπο τῶν ὅπλων ἐπι τοὺς ἄνδρας ἀναφέρεται καὶ οὐκ έστιν ἀλληγορίᾳ ⁑
msA, 8.148, commenting on 8.203 οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἱγάς ⁚ Ἑλίκη πο ἐν Πελοποννήσῳ · Ποσειδῶνος ἀφ ῆς αὐτὸν Ἑλικώνιον ὁ ποιητὴς καλεῖ ⁑
msA, 8.149, commenting on 8.205-8.206 Τρώας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν αὐτοῦ κ’ ἔνθ’ ἀκαχοιτο⁚ εἰ δια τὸν ει σύνδεσμον ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετα τὸ Ζῆν ὄνομα ⁑
msA, 8.9011, commenting on 8.206-8.207 ἀλλ εἰ μὲν ἐκ πλήρους ἔκειτο⁚ οὐδὲν ἂν ἐζητεῖτο· ἐπεὶ δὲ συνείληπται καὶ ὑπο τῶν γραμματικῶν μετενήνεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον δύο παρηκολούθησεν ἄλογα· ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ , ὑποστιγμὴ πέπτωκεν καὶ αὐτὴ χρόνου ἔχουσα διάστημα , ᾧ παραπλήσια κἀκεῖνα ὡς ἔφαθ’ αι δ’ ἐπέμυξαν · ὡς εφαθ’ οὐδ’ ἀπίθησεν ⁚ ἕτερον δὲ ὅτι συμβήσεται κατ αρχὰς τοῦ στίχου μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς ⁑
msA, 8.151, commenting on 8.209 ἀπτοεπες ὅτι δασύνουσιν ἁπτοεπὲς καθαπτομένη τοῖς ἕπεσιν · Ἀρίσταρχ δὲ ψιλοῖ ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν , καὶ ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι ἡ άγαν πτοοῦσα· ἢ παρὰ τὸ ἁπτὸν τὸ ἰσχυρόν . ὥστε εῖναι δεινοεπές ⁑
msA, 8.154, commenting on 8.213 τῶν δ’ ὅσον ἐκ νηῶν⁚ βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν . σαφεστέραν γὰρ ποιεῖ τὴν διάνοιαν τοιαύτην οῦσαν ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νηῶν , τοῦτο πληρες ἦν πεζῶν τὲ καὶ ἵππων λείποντος τοῦ και συνδεσμου· τὸ γὰρ ἔεργεν ἐστι περιώριζεν εντὸς τῶν τε νηῶν καὶ τοῦ τείχους μεταξὺ κενὸν ἦν εἰς δίοδον τὸ μὲν πλάτος πλεθριαῖον ὑπάρχον τὸ δὲ μῆκος δι όλου τοῦ ναστάθμου · πάλιν δὲ οὕτως . τοῦ τείχους ἐκτὸς ἦν διάστημα βραχὺ μεθ ὃ ἡ τάφρος ὤρυκτο τοσοῦτον μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ενὸς βέλους εἶναι τὴν τάφρον· καὶ εφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπο τῶν ἐπιόντων· ἀμφότερα οὖν τὰ διαστήματα ἑκατέρωθ τοῦ τείχους· τὸ μὲν προς τὴν τάφρον· τὸ δὲ πρὸς τὰς ναῦς ἐπεπλήρωτο· οὕτως Νικάνωρ ⁑
msA, 8.155, commenting on 8.217 κηλέω⁚ ὡς μελέω γέγονε δὲ παρὰ καλὸν καὶ κηλὸν κήλιον ὡς παρα τὸ Μῆλον Μήλιον δερος· καὶ Ἱ̈ωνικῶς κήλεον καὶ κηλέῳ ἐκεῖνο γοῦν ἐντελές ἐστι , τὸ σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος ⁑
msAext, 8.1001, commenting on 8.217 ** ** υρι κηλέῳ
msAil, 8.160, commenting on 8.207@ν’ α
msAil, 8.161, commenting on 8.213@δ’ ε
msAim, 8.156, commenting on 8.193 οτ ἀντι τοῦ όλην
msAim, 8.157, commenting on 8.199 οτ μακρὸν Ὄλυμπ ὡς όρος ⁑
msAim, 8.158, commenting on 8.206 πρὸς τὴν συναλιφην αντ τοῦ Ζῆνα ⁑
msAim, 8.159, commenting on 8.213 διχῶς Αρισταρχος καὶ ἔεργε καὶ έρυκε ⁑