Manuscript msA, page 105r
prev: 104v | next: 105v |
8.218 εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη 1
8.219 αὐτῷ ποιπνύσαντι , θοῶς ὀτρῦναι Ἀχαιούς ·1
8.220 βῆ δ’ ἱ̈έναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 1
8.221 πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ·1, 2
8.222 στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ .1
8.223 ἥ ρ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε·1, 2
8.227 ἤϋσεν δὲ διαπρύσιον . Δαναοῖσι γεγωνώς·1
8.228 αἰδὼς Ἀργεῖοι , κὰκ’ ἐλέγχεα , εἶδος ἀγητοὶ·1
8.229 πῇ ἔβαν εὐχωλαὶ , ὅτε δὴ φάμεν εἶναι ἄριστοι ,1, 2
8.230 ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε .1, 2, 3, 4
8.231 ἔσθοντες κρέα πολλὰ , βοῶν ὀρθοκραιρά̄ων .1, 2
8.232 πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο .1
8.233 Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος1, 2, 3
8.234 στήσεσθ’ ἐν πολέμῳ· νῦν οὐδενὸς ἄξιοί εἰμεν1
8.235 Ἕκτορος . ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ·1, 2, 3
8.236 Ζεῦ πάτερ . ἦ ρά τιν’ ἤδη ὑπερμενέων βασιλήων1
8.237 τῇδ’ ἄτῃ ᾶσᾰς . καί μιν μέγα κῦδος ἀπηύρας .1
8.238 οὐ μεν δή ποτε φημὶ τεὸν περικαλλέα βωμὸν1
8.239 νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε έρρων ,1, 2
8.240 ἀλλ`’ ἐπὶ πᾶσι . βοῶν δημὸν καὶ μηρί’ ἔκηον 1, 2, 3
8.241 ϊέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι·1
8.242 ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·1
8.243 αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι .1
8.244 μὴδ’ οὕτω Τρώεσσιν έα δάμνασθαι Ἀχαιούς ·1
8.245 ὡς φάτο , τὸν δὲ πατὴρ ὀλοφύρετο δακρυ χέοντα·1, 2
8.246 νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι . οὐδ`’ ἀπολέσθαι·1, 2
msA, 8.163, commenting on 8.223 ἥ ρ’ ἐν μεσσάτω προς τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις καὶ προς τὸ γεγωνεμεν ὅτι οὐ ψιλῶς ἐστι φωνῆν ἀλλ’ ακουστὸν φθέγγεσθαι ⁑
msA, 8.164, commenting on 8.229 ὅτε δὴ φάμεν⁚ οὐκ αναγκαῖον ὀξύνειν τὸν δη ἵνα κρᾶσις γενηται , ὁμοίως τω μήτε σὺ Πηλειδ ήθελ ἐπι μὲν γὰρ τοῦ ἐθέλω πάσα ἀνάγκη τὸ ε μένειν κατα τὸν ποιητήν ὡς εἴρηται· ἐπι δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβεβλῆσθαι τὸ ε ὥστε ἐπι τὴν φα συλλαβὴν θετέον τὴν προσωδίαν καὶ ἔστιν ὅμοιον τῷ ἐν Τηλέμαχος δ’ ὡς εἰδεν φαμεν δέ οι οὐ τελέομεν ⁑
msA, 8.165, commenting on 8.230 ἃς ὅ ποτ’ ἐν Λήμνω ὅτι τοῦτο γινόμενον μὲν οὐ παρέστησεν ὡς γενόμενον δὲ παραδιδωσιν ⁑
msA, 8.166, commenting on 8.231 ἐσθόντες κρέα πολλὰ · περιττὸς ὁ στιχ ἐκ γὰρ τοῦ πίνειν οὐκ ἐκ τοῦ ἐσθίειν τὸ καυχάσθαι συμβαίνει ⁑
msA, 8.167, commenting on 8.233-8.234 Τρώων ἀνθ’ ἑκατόν τε⁚ ἐπι τὴν ἄνθ’ συλλαβὴν ἡ ὀξεῖα ἵνα τὸ πλῆρες ᾖ ἄντα οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ Γονύπεσός . καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας· ἄντικρυς γὰρ Τρώων ἑκατ καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαι φησίν . οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις εῖ γε ἐπι γενικὴν φέρεται ⁑
msA, 8.168, commenting on 8.235 Ἕκτορος ὃς ταχα νῆας , ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος κρείσσων γὰρ καθολικώτερον ἑάσαι · οὐδήποτε ἀνδρός , ἀλλ οὐχὶ τοῦ διαφορωτάτου ⁑
msA, 8.169, commenting on 8.235 Ἕκτορος ὃς ταχα ἧττον ἂν φασὶν Ἀρίσταρχον ὀνειδιστικὸν εῖναι εἵπερ οὕτως ἐγέγραπτο Εκτορος ὃ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει , ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφα ⁑
msA, 8.170, commenting on 8.239 νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων⁚ ὅτι τὸ ἔρρων οὐκ έστι ψιλῶς παραγινόμενος· ἀλλὰ μετα φθορᾶς δυσαρεςτεῖ γὰρ τῇ παρουσία ⁑
msA, 8.171, commenting on 8.240 δημόν⁚ Ἀρίσταρχος κατ oξείαν τασῖν ἐπι τοῦ λΐπους· τὸ γὰρ ἐπι τοῦ πλήθους βαρύνει οὕτως καὶ ὁ Ἀσκαλωνίτης λέγων τὸ μὲν παρα τὸ δέμας γεγενῆσθαι οἱονεὶ σῶμά τι τυγχάνων , ἢ παρὰ τὸν δασμόν· τὸ δὲ ἐπι τοῦ λίπους παρα τὸ δαίω εὔκαστον γὰρ τὸ λῖπος δύναιτο δ’ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν εἰ παρὰ τὸ δέω γένοιτ δέεμὸς καὶ ἐν συναλιφῇ δῆμος τὸ συνδεδεμένον πλῆθος· τὸ γὰρ ἐναντίον λύει ἀπο τῆς διαλύσεως ⁑
msAil, 8.176, commenting on 8.233@ἄνθ’ τα
msAil, 8.177, commenting on 8.240@ἔκηον α
msAil, 8.178, commenting on 8.245@ὀλοφύρετο α
msAim, 8.173, commenting on 8.246 Αρισταρχ οὐδ’ ἀπολεῖσθαι ⁑
msAint, 8.174, commenting on 8.230 τὸ ὁποτε ἀντι τοῦ ότε ⁑