Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 106r

Manuscript msA, page 106r

image

prev: 105v next: 106v

Iliad text

8.272 εἰς Αἴανθ’ . ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ·image1

8.273 ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων·image1

8.274 Ὀρσίλοχον μὲν πρῶτα καὶ Όρμενον , ἠδ`’ Ὀφελέστην .image1

8.275 Δαίτορά τε . Χρομίον τε , καὶ ἀντίθεον Λυκοφόντην ·image1

8.276 καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον ·image1, 2, 3

8.278 τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων image1

8.279 τόξου ἀπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·image1

8.280 στῆ δὲ πὰρ’ αὐτὸν ἰὼν , καί μιν πρὸς μῦθον ἔειπε·image1

8.281 Τεῦκρε , φίλη κεφαλὴ . Τελαμώνιε . κοίρανε λαῶν ,image1

8.282 βάλλ’ οὕτως . αἴ κέν τι φόως Δαναοῖσι γένηαιimage1

8.283 πατρί τε σῷ Τελαμῶνι . ὅ , σ’ ἔτρεφε τυτθὸν ἐόντα·image1, 2

8.284 καί σε νόθον περ , ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳimage1, 2, 3

8.285 τὸν καὶ τηλόθ’ ἐόντα ἐϋκλείης ἐπίβησον·image1

8.286 σοὶ δ’ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·image1

8.287 αἴ κέν μοι δῴη Ζεύς τ’ αἰγίοχος καὶ Ἀθήνη image1

8.288 Ἰ̈λίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον .image1

8.289 πρώτῳ τοι μετ εμὲ πρεσβήϊον ἐν χερὶ θήσω .image1

8.290 ἢ τρίποδ’ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν .image1, 2, 3, 4

8.291 ἠὲ γυναῖχ’ . ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι·image1

8.292 τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·image1

8.293 Ἀτρείδη κύδιστε . τί με σπεύδοντα καὶ αὐτὸνimage1, 2

8.294 ὀτρύνεις· οὐ μέν μοι , ὅση δύναμίς γε πάρεστιimage1

8.295 παύομαι· ἀλλ’ ἐξ οὗ προτὶ Ἴ̈λιον ὠσάμεθ’ αὐτοὺς .image1

8.296 ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω·image1, 2, 3

8.297 ὀκτὼ δὴ προἕηκα τανυγλώχινας ὀϊστούς·image1

Scholia text

msA, 8.194, commenting on 8.276 Πολυαιμονιδ Ἀμοπάονα ⁚ ψιλωτεον πάντα ἵνα κύρια γένηται· παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Αμοπάονα πιθανώτερον γάρ ἐστι κύριον αὐτῶ παραλαβεῖν ἵνα τὸ προκείμενον αὐτοῦ πατρονυμικὸν τυγχάνη ⁑image

msA, 8.195, commenting on 8.283 ὅ σ ἔτρεφε , ἡ σε ἀντωνυμία ἐγκλιτική ἐστι , τὸ δε ὁ παρα τῷ ποιητῇ κείμενον ἐστιν ἀντι τοῦ ος ⁑image

msA, 8.196, commenting on 8.284 καί σε νόθον περ ἑόντα ⁚ παρα Ζηνοδότω , οὐδε ἢν· ἠθέτητο δὲ καὶ παρα Ἀριστοφάνει ὅτι ἄκαιρος ἡ γενεαλογία καὶ οὐκ έχουσα προτροπὴν ἀλλα τοῦναντίον ὀνειδισμὸν καὶ ἀποτροπήν ⁑image

msA, 8.197, commenting on 8.284 Ἡρακλῆς ⁚ πορθήσας Ἴ̈λιον Ἰσιώνην τὴν Λαομέδοντος θυγατέρα Πριαμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον καὶ ἔδωκεν αὐτῇ γέρας Τελαμῶνι ὡς συστρατεύσαντι αὐτῷ ἀφ ῆς ἔσχε Τευκρον ὁ Τελαμών ὡς οὖν ἀπο Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν προ ἀναπέμψαντες τὸν τόνον καὶ ποιήσαντες κύριον . Τευκροῖ γὰρ οἱ Τρῶες ἀπο τοῦ βασιλεύοντος αὐτῶν Τεύκρου . ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρα Ἀπολλωνίω τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν· ἐζήτηται δὲ πῶς ἐξ απάντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον· ἡμεῖς δὲ φαμὲν τοῦτο μὴ εῖναι πρὸς αἰσχύνης . δια τὸ παρα τοῖς παλαιοῖς ἔθος κρατοῦν , ἑτίμων γὰρ τοὺς νόθους ἐπ ἴσης τοῖς γνησίοις· ἄλλως τε· εἰ καὶ αἰχμάλωτος ἡ Ἰσιώνη , ἀλλα βασιλίς· ἔτι δὲ καὶ αὐξήσεως ἕνεκεν τοῦτο εἰρῆσθαι φαμεν ὅτι τῇ ἀρετῇ· καὶ τοὺς γνησίους ὑπερέβαλεν ⁑image

msA, 8.198, commenting on 8.290 ἢ τρίποδ’ ἠὲ δύω⁚ παραδιαζευκτικὸς ὁ η ὡς τὸ ἠὲ δύο ἠ τρεῖς ἄνδρας ἔρυσθε ⁑image

msA, 8.199, commenting on 8.296 ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος⁚ οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ γ δεδεγμένος · Ἡρῳδιανοῦ διὰ τοῦ χ δεδεχμένος . καί φασὶ Διογένης . ἐν τοῖς ὑπομνήμασι . ὅτι εἰρωνευόμενος λε οἷον δεξιούμενος τοῖς τόξοις · τὸ γὰρ δεδέχεσθαι δεξιοῦσθαι ἐστιν οὐκ αχαρις ἡ ἐξήγησις ⁑image

msAim, 8.200, commenting on 8.290 οἱ πε Ζηνόδοτ καὶ Αριστοφα ἵππω ⁚image

msAint, 8.201, commenting on 8.276 τὸ Ἀμοπάονα ἐν ενὶ με λόγου αναγνωστέον κύριον γὰρ ⁑image

msAint, 8.203, commenting on 8.293 αντ προθύμως ἐνεργοῦντα ⁑image