Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 106v

Manuscript msA, page 106v

image

prev: 106r next: 107r

Iliad text

8.298 πάντες δ’ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν .image1

8.299 τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λϋσσητῆρα·image1, 2

8.300 ῆ ῥα· καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴ̈αλλενimage1

8.301 Ἕκτορος ἀντικρὺ . βαλέειν δέ ἑ ΐετο θυμός·image1, 2

8.302 καὶ τοῦ μὲν ρ’ ἀφάμαρθ’ , ὁ δ’ ἀμύμονα Γοργυθίωνα image1

8.303 υἱὸν εῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰ̈ῷ·image1

8.304 τόν ῥ’ ἐξ Αισύμηθεν ὀπυιομένη τέκε μήτηρimage1, 2

8.305 καλὴ Καστιάνειρα δέμας ἐικυῖα θεῇσι·image1

8.306 μήκων δ’ ὣς ἑτέρωσε κάρη βάλεν . ἥ τ’ ἐνι κήπῳimage1

8.307 καρπῷ βριθομένη , νοτίῃσί τε εἰαρινῇσιν .image1, 2

8.308 ὡς ἑτέρωσ’ ἤμῡσε κάρη πήληκι βαρυνθέν·image1, 2

8.309 Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἀπο νευρῆφιν ἴ̈αλλενimage1

8.310 Ἕκτορος ἀντικρὺ . βαλέειν δέ ἑ ΐετο θυμὸς ,image1

8.311 ἀλλ’ ό γε καὶ τόθ’ ἅμαρτε , παρέσφηλεν γὰρ Ἀπόλλων ·image1, 2

8.312 ἀλλ`’ Ἀρχεπτόλεμον . θρασὺν Ἕκτορος ἡνιοχῆαimage1, 2

8.313 ϊέμενον πόλεμον δὲ . βάλε στῆθος παρὰ μαζὸν .image1, 2, 3

8.314 ήριπε δ’ ἐξ οχέων , ὑπερώησαν δέ οἱ ἵ̈πποιimage1

8.316 Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·image1, 2

8.317 τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου .image1, 2

8.318 Κεβριόνην δ’ ἐκέλευσεν ἀδελφεὸν , ἐγγὺς ἐόντα·image1

8.319 ἵ̈ππων ἡνί’ ἑλεῖν . ὃ δ’ ὰρ οὐκ απίθησεν ἀκούσας·image1

8.320 αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντοςimage1

8.321 σμερδαλέα ἰ̈άχων· ὁ δὲ χερμάδιον λάβε χειρὶ .image1, 2, 3

8.322 βῆ δ’ ϊθὺς Τεύκρου · βαλέειν δέ ἑ θυμὸς ἀνώγειν·image1, 2, 3

8.323 ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστὸν .image1

Scholia text

msA, 8.204, commenting on 8.299 ‡ κύνα⁚ διὰ τὸ θρασὺ καὶ πολύλαλον ἐξ οὗ νῦν ἔφυγες θάνατον κύον καὶ τὸ ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου ⁑image

msA, 8.205, commenting on 8.306-8.308 ‡ μήκων δ’ ὡς ἑτέρωσε· ἤτοι τὸ ἑξῆς ἐστιν ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων ἥτ’ ἐνι κήπῳ καρπῷ βριθομένη ἐστί· λείπει γὰρ τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐστιν ἡ μετοχὴ ἀντὶ ῥήματος , ἔσται δὲ οὕτως δῖς ἡ ἀνταπόδοσις λεγομένη καὶ γὰρ ἑξῆς ἐπιφέρει ὣς ἑτέρωσ’ ἤμυσε κάρη καὶ ἐν ἄλλοις δὲ εἴωθεν , κατα δὴ ταύτην τὴν ἐξήγησιν . ἐπι μὲν τὸ βάλε διαστελοῦμεν· ἐπὶ δὲ τὸ εἰἀρινῃσιν ὑποστίξωμεν . δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ν ὑποκρίσει ἵνα συ μία ἀνταπόδοσις ᾖ ἡ ἐπιφερομένη· ἔσται δὲ τὸ ἑξῆς ὡς δε μήκων ἑτέρωσε κάρη βάλε ὣς ἑτέρως ἤμυσε κάρη · ἠ περισσόν ἐστί τὸ η ἄρθρον . καὶ ὁ τέ συνδ . ὁ δὲ λόγος ὡς δε μήκων ἑτέρωσε κάρη βάλε ὣς ἑτέρως ἤμυσε κάρη βάλλει καρπῷ βριθομένη ὡς ἑτέρως ἤμυσε . βέλτιον δὲ ὑποστίζειν ⁑image

msA, 8.207, commenting on 8.307 καρπῷ βριθομένῃ ὅτι ἔξωθεν προσληπτέον τὸ ἐστιν εἰ μη ἡ μετοχη ἀντι ρήματος παρείληπται· βριθομένη , ἀντι τοῦ βρίθεται · ἠ κοινὸν τὸ κάρη βαλεν ⁑image

msA, 8.209, commenting on 8.321 ὁ δὲ χερμάδιον⁚ ὁ δὲ Ὁμηρικὸν ἔθος ὡς περι ἑτέρου λεγόμενον ⁑image

msA, 8.210, commenting on 8.321 σμερδαλέα ϊάχων ὁ δέ⁚ ὅτι ὡς περὶ ἑτερου ὁ δὲ χερμάδιον ἐπι τὸ αὐτὸ ἀναφέρων πρόσωπον ὡς εἰ ἔλεγεν· οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί ⁑image

msAim, 8.211, commenting on 8.296 οτ αντ τοῦ πεῖσαι καὶ βαλεῖν ⁑image

msAim, 8.213, commenting on 8.304 Ἀρίσταρχος Αἱσύμνηθεν καὶ ἡ Ζηνοδοτ καὶ ἡ Ἀριστοφαimage

msAim, 8.214, commenting on 8.308 οτ τὸ πλῆρες ἑτέρωσε ⁑image

msAim, 8.215, commenting on 8.311 διχῶς ἀλλ ὅ γε τοῦ μὲν άμαρτε καὶ ἀλλ ὁ γε καὶ τόθ’ άμαρτε ⁑image

msAim, 8.216, commenting on 8.313 βραχ διασταλτ μετα τὴν δὲ συλλαβην ⁑image

msAim, 8.217, commenting on 8.317 λειπ ἡ περὶ πε εταίρουimage

msAim, 8.218, commenting on 8.322 οτ ἐπι τοῦ Τρῶσαι ⁑image

msAint, 8.219, commenting on 8.313 πρὸς τὸ βάλε ἀντι τοῦ έπσεν ⁑image