Manuscript msA, page 107r
| prev: 106v | next: 107v | 
8.324  θῆκε δ’ ἐπὶ νευρῇ . τὸν δ’ αὖ κορυθαίολος Ἕκτωρ 				1
8.325  αὐερύοντα παρ’ ὦμον , ὅθι κληῒς ἀποέργει1, 2
8.326  αὐχένα τε στῆθός τε , μάλιστα δὲ καίριον ἐστι .1
8.327  τῇ ρ’ ἐπι οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι·1
8.328  ῥῆξε δέ οἱ νευρὴν . νάρκησε δὲ χεὶρ , ἐπι καρπῷ·1, 2, 3, 4
8.329  στῆ δὲ γνὺξ ἐριπὼν , τόξον δέ οἱ ἔκπεσε χειρός ,1
8.330  Αἴας δ’ οὐκ αμέλησε 					κασιγνήτοιο πεσόντος·1
8.331  ἀλλὰ θέων περίβη . καί οἱ σάκος ἀμφεκάλυψε·1, 2
8.332  τὸ`ν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι ,1
8.333  Μηκιστεὺς 					 Ἐχίοιο πάϊς . καὶ δῖος 						 Ἀλάστωρ .1
8.334  νῆας ἐπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα·1
8.335  ὰψ δ’ αὖτις Τρώεσσιν 					 Ὀλύμπιος ἒν μένος ῶρσεν·1
8.336  οἱ δ’ ϊθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιοὺς ·1
8.337  Ἕκτωρ δ’ ἐν πρώτοισι 					κίε σθένεϊ βλεμεαίνων·1, 2
8.338  ὡς δ’ ὅτε τίς τε κύων , συὸς ἀγρίου ἠὲ λέοντος1
8.339  ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων .1, 2
8.340  ἰ̈σχία τε γλουτούς τε ἑλισσόμενόν τε δοκεύει .1, 2, 3, 4
8.341  ὡς Ἕκτωρ , ὤπαζε κάρη 					κομόωντας Ἀχαιοὺς ·1
8.342  αἰὲν ἀποκτείνων τὸν ὀπίστατον , οἱ δὲ φέβοντο·1
8.343  αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν1
8.344  φεύγοντες· πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσὶν ,1
8.345  οἱ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες .1
8.346  ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι1
8.347  χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος·1
8.348  Ἕκτωρ δ’ 					ἀμφιπεριστρώφα καλλίτριχας ἵππους1
msA, 8.9003, commenting on 8.340   ἰσχια τε γλουτούς τε⁚ τὸ ἡμιστίχιον . ἢ τοῖς ἄνω συναπτέον ἵν’ ᾖ σχῆμα ἅπτητε ἰσχία ἀντὶ τοῦ ἰσχΐων ὡς Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους · ἠ τοῖς ἑξῆς προσδοτέον ἵνα τὸ δοκεύειν κοινὸν ᾖ ⁑
msAim, 8.230, commenting on 8.339   γρ πεποιθῶς
msAim, 8.231, commenting on 8.340   σημειοῦνται τινὲς ὅτι ὑγιῶς διέσταλκε ⁑