Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 107v

Manuscript msA, page 107v

image

prev: 107r next: 108r

Iliad text

8.349 Γοργοῦς ὄμματ’ ἔχων . ἠδὲ βροτολοιγοῦ Ἄρηος ·image1, 2, 3

8.350 τοὺς δὲ ἰδοῦσ’ ἐλέησε θεὰ λευκώλενος Ἥρη ·image1

8.351 αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·image1

8.352 ὦ πόποι αἰγιόχοιο Διὸς τέκος . οὐκέτι νῶϊimage1, 2

8.353 ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ ὑστάτιόν περ .image1, 2, 3

8.354 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνταιimage1

8.355 ἀνδρὸς ἑνὸς ῥιπῇ· ὁ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶςimage1, 2

8.356 Ἕκτωρ Πριαμίδης , καὶ δὴ κακὰ πολλὰ ἔοργε·image1

8.357 τὴν δ’ αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ,image1

8.358 καὶ λίην οὗτός γε μένος θυμόν τ’ ὀλέσειεimage1

8.359 χερσὶν ὑπ’ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·image1

8.360 ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ αγαθῇσι .image1

8.361 σχέτλιος . αἰὲν ἀλιτρὸς . ἐμῶν μενέων ἀπερωεύς·image1, 2

8.362 οὐδέ τι τῶν μέμνηται . ὅ οἱ μάλα πολλάκις υἱὸνimage1

8.363 τειρόμενον σώεσκον ὑπ’ Εὐρυσθῆος ἀέθλων·image1

8.364 ἤτοι ὁ μὲν κλαίεσκε πρὸς οὐρανὸν . αὐτὰρ ἐμὲ Ζεὺς image1

8.365 τῷ ἐπαλεξήσουσαν ἀπ’ οὐρανόθεν προΐαλλεν·image1

8.366 εἰ γὰρ ἐγὼ τάδε ῄδε’ ἐνι φρεσὶ πευκαλίμῃσιν ,image1

8.367 εῦτέ μιν εἰς Ἀΐδαο πυλάρταο προύπεμψεν .image1, 2

8.368 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο .image1, 2, 3

8.369 οὐκ ἂν ὑπεξέφυγε , Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα·image1, 2

8.370 νῦν δ’ ἐμὲ μὲν στυγέει . Θέτιδος δ’ ἐξήνυσε βουλάς·image1

8.371 ἥ οἱ γούνατ’ ἔκυσσε , καὶ ἔλλαβε χειρὶ γενείουimage1, 2

8.372 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον·image1

8.373 ἔσται μὰν , ὅτ’ ὰν αὖτε φίλην γλαυκώπιδα εἴπῃ·image1, 2

Scholia text

msA, 8.233, commenting on 8.349 ‡ Γοργοῦς ὄμματ’ ἔχων⁚ ὁ Ζηνόδοτος γράφει Γοργονος ὄμματ’ ἔχων ἠὲ βροτολοιγοῦ Ἄρηος ὅ δε Ὅμηρος χω τοῦ ν λέγει τῇ δ ἐπι μὲν Γοργῷ ὡς Σαπφώ . δι ὃ λέγει Γοργοῦς ὡς Σαπφοῦς · Ἀρίσταρχ δὲ γράφει σὺν τῷ ϊ οἴμματ’ ἔχων καὶ φασὶ παρα τὴν οῖμον γεγενῆσθαι τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα αἱ μέντοι πλείους τὴν δημωδ εῖχον Γοργοῦς ὅμματ’ ἔχων οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον τῇ δ’ ἐπι μὲν Γοργός βλωσυρωπης · χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν⁚image

msA, 8.234, commenting on 8.352 νῶϊ ἡμῖν κοινῇ διαλεκτῳ Δωριεῖς γὰρ φασὶν ἅμμες Αἰολεῖς ἅμμε . Ἀττικοὶ δὲ νῶ Ἴωνες ἡμέας ἔστι δὲ ἀντωνυμία δυϊκῆ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως ἡμῶν · καὶ ἡμῖν ⁑image

msA, 8.235, commenting on 8.353 ὑστάτιον περ⁚ δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι ἵνα ᾖ ὑστάτιον οἶτον βέλτιον δὲ ὡς σύνηθες τοῖς ἄνω· ἡ δὲ διάνοια οὐκεθ’ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πα ῥύστατον νῦν ὑστάτιον ἀντι τοῦ ὕστατον ὡς μάλλιον τῶν ἄλλων ⁑image

msA, 8.236, commenting on 8.355 ἀνεκτῶς⁚ ὡς ἀνδρικῶς Ἀρίσταρχ περισπᾶ λέλεκται δὲ ἡμῖν περι τῆς προσωδίας ὁπότε διελάβομεν περι τοῦ ῆ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐκέτ’ ἀνεκτά ⁑image

msA, 8.237, commenting on 8.361 σχέτλιος σημειοῦνται τινὲς ὅτι ἀντι τοῦ ἀγνώμων , οὐκ εν τῷ καθόλου δὲ ἀλλ’ εἰς ταύτην μόνην ⁑image

msA, 8.238, commenting on 8.367 πυλάρταο⁚ ἰσχυρῶς συναρμόζοντ καὶ κλείοντος τὰς πύλας δια τὸ μηδένα ὑποστρέφειν ἐξ Άιδου ⁑image

msA, 8.239, commenting on 8.368 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Αϊδαο ⁚ ὅτι τούτου μόνου τοῦ ἄθλου μέμνηται κατα τὸ ῥητὸν τινὲς ῆσαν· καὶ ὅτι κύνα μόνον λε Κέρβερον δὲ οὐκ ὀνομάζει ὡς οἱ νεώτεροι ἀπο δὲ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ· οἶδεν δὲ τὸν κῦνα ἢ τὴν φύσιν αὐτοῦ· Πίνδαρος γοῦν ἑκατόν· Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φησίν ⁑image

msA, 8.240, commenting on 8.368 κύνα Ἅδου ⁚ τὸν Κέρβερον τελεσθέντων Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἐτησίων ὀκτὼ μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τὸν Αὐγαίου βοσκημάτων ἆθλον καὶ τὸν τῆς Ὕδρας ἐνδέκατον . ἐπέταξεν ἆθλον αὐτῶ τὸν Κέρβερον ἑξ Άιδου κομίζειν· εἶχεν δὲ οὕτως τρεῖς μὲν κυνῶν κεφαλὰς τὴν δὲ ουρὰν δράκοντος τὰ δὲ τοῦ νώτου παντοίων εἶχεν ὄφεων κεφαλὰς· μέλλον οὖν ἐπι τοῦτον ἀπιέναι· ῆλθεν πρὸς Εὔμολπον εἰς Ἐλευσῖνα βουλόμενος μυηθῆναι ἢν δὲ οὐκ ἐξὸν ξένοις τότε μυεῖσθαι ἐπειδή περ Θυέστης ὁ Πυλίου παῖς παραγενόμενος ἐμυεῖτο μὴ δυνάμενος οὖν ἰδεῖν τὰ μυστήρια ἐπεί περ οὐκ ἠγνίσθη εἰς τὸν τῶν Κενταύρων φόνον ἀγνισθεὶς ὑπο Εὐμόλπου , τότε ἐμυήθη καὶ παραγενόμενος ἐπι τὸ Τέναρον τῆς Λακωνικῆς ἀκρωτήριον οὖ τῆς Ἅιδου καταβάσεως στόμιον διὰ τοῦτου κατήει ὡς δὲ ἴδον αὐτὸν αἱ ψυχαὶ χωρὶς Μελεαγρου καὶ Μεδούσης τῆς Γοργώνος , εὐθὺς ἔφυγον ἐπι δὲ τὴν Γοργόνα , τὸ ξίφος ὡς ζῶσαν ἔλκει καὶ παρα Ερμοῦ μανθάνει ὅτι ἔστι κενὸν εἴδωλον πλησίον δὲ τῶν Ἅδου πυλῶν γινόμενος . Θησέα ἐγείρει καθήμενον ἐπι ακινήτου θρόνου· ὁμοίως δὲ καὶ Πειρίθουν ἠβουλήθη καὶ τῆς γῆς πολὺ σειομένης οὐκ ηδυνήθη . ἀπεκύλησε δὲ καὶ τὸν Ἀσκαλάφου πέτρον βουλόμενος δὲ αἷμα ταῖς ψυχαῖς παραθέσθαι , μίαν τῶν Ἅδου βοῶν ἀπέσφαξεν ⁑image

msA, 8.241, commenting on 8.371-8.372 ἥ οἱ γούνατ’ ἔκυσσε⁚ ἀθετοῦνται δύο στίχοι ὅτι οὐκ έδει κατ μερος διηγήσασθαι καὶ ταῦτα πρὸς τὴν καλῶς εἰδυῖαν . καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστοροῦμεν ⁑image

msA, 8.243, commenting on 8.369 Στυγὸς ὕδατος⁚ Στὺξ μια τῶν Ωκεανοῦ θυγατέρων ἣν ὁ Ζεὺς φρικωδέστατον όρκον τῶν θεῶν ἐποίησεν τιμήσας αὐτὴν ὡς φησὶν Ἡσίοδος ἐν ἔστιν δὲ καὶ κρίνη ἐν Άδου ⁑image

msAim, 8.244, commenting on 8.349 Αρισταρχος Γοργοῦς οἴ´ματ’ εχων ⁚image

msAim, 8.246, commenting on 8.371 ουδὲ παρὰ Ζηνοδότω ῆσαν ⁑image