Manuscript msA, page 108r
| prev: 107v | next: 108v | 
8.374  ἀλλὰ συ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵ̈ππους1
8.375  ὄφρ’ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο·1
8.376  τεύχεσιν ἐς πόλεμον θωρήξομαι . ὄφρα ἴ̈δωμαι .1, 2
8.377  εἰ νῶϊ Πριάμοιο πάϊς 					κορυθαίολος Ἕκτωρ 				1, 2, 3
8.378  γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας·1, 2, 3
8.379  ἦ τις καὶ Τρώων . 					κορέει κύνας ἠδ’ οἰωνοὺς1, 2
8.380  δημῷ καὶ σάρκεσσι , πεσὼν ἐπι νηυσὶν Ἀχαιῶν ·1
8.381  ὡς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη ·1
8.382  ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵ̈ππους·1
8.383  Ήρη πρέσβα θεὰ θυγάτηρ 					μεγάλοιο Κρόνοιο ·1
8.384  αὐτὰρ Ἀθηναίη κούρη 						 Διὸς αἰγιόχοιο .1
8.385  πέπλον μὲν κατέχευεν ἑανὸν . πατρὸς ἐπ’ ούδει .1
8.386  ποικίλον . ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσὶν·1
8.387  ἡ δὲ χιτῶν’ ἐνδῦσα· Διὸς 					νεφεληγερέταο1
8.388  τεύχεσιν . ἐς πόλεμον θωρήσσετο δακρυόεντα·1
8.389  ἐς δ’ όχεα φλόγεα ποσὶ βήσετο· λάζετο δ’ ἔγχος .1, 2
8.390  βριθὺ μέγα· στιβαρόν· τῷ δάμνῃσι στίχας ἀνδρῶν1
8.391  ἡρώων· τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη·1
8.392  Ἥρη δὲ μάστιγι θοῶς 					ἐπεμαίετ’ ὰρ ἵππους·1
8.393  αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ , ἃς ἔχον Ὧραι·1, 2
8.394  τῇς ἐπιτέτραπται μέγας οὐρανος Οὔλυμπός τε .1
8.395  ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ`’ ἐπιθεῖναι·1
8.396  τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·1
8.397  Ζεὺς δὲ πατὴρ Ἴ̈δηθεν ἐπεὶ ἴ̈δε· χώσατ’ ὰρ 					αἰνῶς·1
8.398  ῗριν δ’ ὤτρυνε 					χρυσόπτερον ἀγγελέουσαν·1
8.399  βάσκ ἴ̈θι . Ἶ̈ρι 					ταχεῖα . πάλιν τρέπε· μὴδ’ έα ἄντην1, 2
msA, 8.247, commenting on 8.377   εἰ νῶϊ ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν νῶϊν τοῦτο δὲ τίθεται ἀντι τοῦ ἡμῖν ἡ ἡμῶν οὐδέτερον δὲ ἁρμόζει τὸ γὰρ νῶϊ ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς ⁑
msA, 8.248, commenting on 8.378   ρηθήσει προφανεὶσα ⁚ Ἀρίσταρχος προφανέντες ὡς πληγέντε κεραυνῷ δυϊκῶς . ὁ δε Ζηνόδοτος γηθήσει προφανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων συστέλλων τὴν τελευταίαν παροξυτόνως προφερόμενος μετ εκτάσεως τοῦ α ἔστι δὲ ἄκρατον Δόριον σπάνιον δὲ τῷ τοιούτῳ παρα τῷ ποιητῇ ⁑
msA, 8.250, commenting on 8.385-8.387   πέπλον μὲν κατέχευεν· αθετοῦνται στίχοι τρεῖς ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστεία καλῶς ἐπεξείργασται πράττεται γὰρ τινὰ · ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν· ἠθέτει δὲ καὶ Ἀριστοφάνης Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν ⁑
msA, 8.251, commenting on 8.389   λάζετο δ’ ἔγχος· Πτολεμαῖος ὁ τοῦ Οροάνδου ἐν τῷ Περι τοῦ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ οι προφέρεται λάζοιτο καὶ ἐστιν οὐκ αδόκιμος ἡ φράσις ⁑
msA, 8.253, commenting on 8.393   αὐτόμαται δὲ πύλαι⁚ ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται· τὸν γὰρ ὑπερ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίω οὐρανὸν καλεῖ πρὸς τὰ περι Ολύμπου ⁑
msA, 8.254, commenting on 8.399   βάσκ’ ἴ̈θι Ἥρη ταχεῖα . ὅτι οὐκ έστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα · ἀλλα πορεύου ταχεῖα·
msAim, 8.255, commenting on 8.376   γρ ΐδωμεν
msAim, 8.256, commenting on 8.378   γρ προφανεῖσα
msAint, 8.257, commenting on 8.377   αντ ἡμῶν