Manuscript msA, page 108v
prev: 108r | next: 109r |
8.400 ἔρχεσθ’· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δὲ ·1
8.401 ὧδε γὰρ ἐξερέω . ὡς καὶ τετελεσμένον ἔσται1, 2
8.402 γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους·1, 2
8.403 αὐτὰς δ’ ἐκ δίφρου βαλέω . κατά θ’ ἅρματα άξω·1
8.404 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς1
8.405 ἕλκε’ ἀπαλθήσεσθον . ἅ κεν μάρπτῃσι κεραυνός·1, 2
8.406 ὄφρ’ εἰδῇ γλαυκῶπις ὅτ ἂν ᾧ πατρὶ μάχηται .1, 2
8.407 Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι .1
8.408 αἰεὶ γάρ μοι έωθεν ἐνικλᾶν ὅττι νοήσω·1, 2, 3
8.409 ὡς ἔφατ’ , ὦρτο δὲ Ἶ̈ρις ἀελλόπος ἀγγελέουσα·1, 2
8.410 1
8.411 πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο 1, 2
8.412 ἀντομένη . κατέρυκε . Διὸς δέ σφ’ ἔννεπε μῦθον·1
8.413 πῇ μέματον . τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ῆτορ·1
8.414 οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν ·1
8.415 ὧδε γὰρ ἠπείλησε Κρόνου παῖς . εἰ τελέει περ·1, 2, 3
8.416 γυιώσειν μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους·1
8.417 αὐτὰς δ’ ἐκ δίφρου βαλέειν . κατά θ’ άρματα άξειν .1
8.418 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς1
8.419 ἕλκε’ ἀπαλθήσεσθον , ἅ κεν μάρπτῃσι κεραυνός·1
8.420 ὄφρ’ εἰδῇς γλαυκῶπι ὅτ’ ἂν σῷ πατρὶ μάχηαι .1
8.421 Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζεται . οὐδε χολοῦται·1
8.422 αἰεὶ γάρ οἱ ἕωθεν ἐνικλᾶν ὅττι νοήσῃ·1
8.423 ἀλλὰ σύ γ’ αἰνοτάτη . κύον ἀδδεὲς , εἰ ἐτεόν γε1, 2
8.424 τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι·1
8.425 ἣ μὲν ὰρ ὡς εἰποῦσ’ ἀπέβη . πόδας ὠκέα ῖ̈ρις .1
msA, 8.258, commenting on 8.402 ‡ γυιώσωμεν σφῶϊν ὑφ ἅρμασιν ὠκέας ἵππους . ἐγκλητικὴ νῦν ἐστιν ἡ ἀντωνυμία τρίτου γὰρ προσώπου· τὰ δὲ τρίτα δυϊκὰ τό τε σφωὲ καὶ σφωῒν ἐγκλιτικά ἐστι ὅτε μέντοι δευτέρου γίνεται τοῦ σφῶϊν προπερισπᾶται· ὀρθοτονεῖται γὰρ τὸ γυιώσειν μὲν σφῶϊν ⁑
msA, 8.259, commenting on 8.405 ἕλκε ἀπαλθήσεσθον ἐν τῇ ἑτέρα τῶν Ἀριστάρχου ἕλκε ἀπαλθήσονται καὶ μήποτε κρείττων τὰ ἕλκη ἀπαλθήσονται ⁑
msA, 8.260, commenting on 8.406 ὄφρ’ εἰδῇ ὅτι τῷ τοῦ Διὸς προσώπῳ ἁρμόζουσιν οἱ λόγοι , τῷ δὲ τῆς Ί̈ριδος οὐκέτι ⁑
msA, 8.261, commenting on 8.408 αἱεὶ γάρ μοι ἕωθεν ἐνικλᾶν όττι νοήσω· ἐνικλᾶν ἐμποδίζειν ἡ μεταφορὰ ἀπο τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων· οὕτως δὲ γραπτέον ὅττι κεν εἴπω οἶον κατακάμπτειν καὶ μὴ ἐὰν τὰ ὑπ εμοῦ εἰρημένα καὶ πάλιν ἑξῆς ἐν οῖς ἡ Ί̈ρις φησιν ὅττι κεν εἴπῃ γράφεται ⁑
msA, 8.263, commenting on 8.411 πρώτῃσιν δὲ πύλῃσι⁚ οὐχ ὡς καὶ ἄλλων οὐσῶν . ἀλλ’ αντι τοῦ άκραι ὡς τὸ ἄξαντ’ ἐν πρῴτῳ ῥυμῷ ἀντι τοῦ ἄκρῳ ⁑
msA, 8.264, commenting on 8.415 εἰ τελεεἴ περ⁚ ει ἀντι τοῦ ως ἵν’ ᾖ σύμφωνον τὸ ῶδε γὰρ ἐξερέω τὸ δὲ καὶ τετελεσμένον ἔσται . αἱ δε Ἀριστάρχ δια τοῦ η . ἠ τελέει περ , καὶ γὰρ ὁ Ζεὺς φησὶ τὸ δὲ καὶ τετελεσμένον ἔσται ⁑
msA, 8.265, commenting on 8.420-8.424 ὄφρ’ εἰδῇς γλαυκῶπι . ἀθετοῦνται στίχοι πέντε ὅτι ἐκ τῶν ἐπάνω μετάκεινται ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ εᾷ ὁ Ζεύς καὶ ἀποσυνίσταται ἐπιεικὲς ὃν τὸ τῆς Ἴριδος πρόσωπον οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές ⁑
msAim, 8.266, commenting on 8.408 Ἀρίσταρχ όττι κεν εἴπω ⁑
msAim, 8.267, commenting on 8.415 Ἀρίσταρχος δια τοῦ η ἠ τελέει περ ⁑
msAim, 8.268, commenting on 8.423 ουτ σὺ διὰ τοῦ υ το δὲ ἀδεές δι ενὸς δ ὁ Αρισταρχ ⁑