Manuscript msA, page 109r
prev: 108v | next: 109v |
8.426 αὐτὰρ Ἀθηναίην Ἥρη προς μῦθον έειπεν·1
8.427 ὦ πόποι αἰγιόχοιο Διὸς τέκος· οὐκέτ’ ἔγωγε1
8.428 νῶϊ , εῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·1, 2, 3, 4
8.429 τῶν , ἄλλος μὲν ἀποφθείσθω . ἄλλος δὲ βιώτω1, 2
8.430 ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἁ φρονέων ἐνὶ θυμῷ1
8.431 Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω ὡς ἐπιεικές·1
8.432 ὡς ἄρα φωνήσασα , πάλιν τρέπε μώνυχας ἵ̈ππους·1
8.433 τῇσιν δ’ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵ̈ππους·1
8.434 καὶ τοὺς μὲν κατέδησαν ἐπ’ ἀμβροσίῃσι κάπῃσιν·1, 2
8.435 ἅρματα δ’ ἔκλιναν προς ενώπια παμφανόωντα·1, 2, 3, 4
8.436 αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζὸν1
8.437 μίγδ’ ἄλλοισι θεοῖσι· φίλον τετιημέναι ῆτορ .1
8.438 Ζεὺς δὲ πατὴρ , Ἴ̈δηθεν ἐΰτροχον ἅρμα καὶ ἵ̈ππους1
8.439 Οὔλυμπον δὲ δίωκε , θεῶν δ’ ἐξίκετο θώκους·1, 2, 3
8.440 τῷ δὲ καὶ ἵππους μὲν λῦσεν κλυτὸς ἐννοσίγαιος·1
8.441 ἅρματα δ’ ἂμ βωμοῖσι τίθει κατα λῖτα πετάσσας·1, 2, 3, 4, 5, 6
8.442 αὐτὸς δὲ χρύσειον ἐπι θρόνον εὐρύοπα Ζεὺς 1
8.443 ἕζετο . τῷ δ’ ὑπὸ ποσσὶ μέγας πελεμίζετ’ Ὄλυμπος ·1
8.444 αἱ δ’ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη 1, 2
8.445 ἥσθην . οὐδέ τι μιν προσεφώνεον , οὐδ’ ἐρέοντο·1
8.446 αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνι φρεσὶ . φώνησέν τε·1
8.447 τίφθ’ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη ·1
8.448 οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ1, 2
8.449 ὀλλῦσαι Τρῶας . τοῖσιν κότον αἰνὸν ἔθεσθε·1, 2
8.450 πάντως οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι .1
msA, 8.269, commenting on 8.429 ‡ τῶν· αλλος μὲν ἀποφθείσθω · ὅταν εἰς τὴν ἀξίαν ἀτενίση . τῶν θεῶν· τότε φασὶν αὐτοὺς μὴ κινεῖσθαι τῆ περι θνητῶν ὡς οὐδε ἂν ἡμεῖς περι μυρμήκων· ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγωδεῖ συμμαχίας καὶ θεομαχίας παραγων ⁑
msA, 8.270, commenting on 8.434 κάπῃσιν⁚ φάτναις παρὰ τὸ ἐν αυταῖς ἱσταμένους τοὺς ἵππους κάμπτειν ὅ εστιν ἐσθίειν ⁑
msA, 8.271, commenting on 8.435 προς ενώπια παμφανόωντα· βραχὺ διασταλτέον ἐπι τὸ προς ενώπια ἵνα ᾖ ἅρματ παμφανοωντ · ἰστὲον δὲ οτ τὰ οχήματ ἅρματ λέγει ⁑
msA, 8.273, commenting on 8.439 Οὔλυμπον δὲ δίωκε ὅτι κυρίως διώκειν λέγεται , ὅταν προφεύγη τίς νῦν δὲ ἐπι τοῦ συντόνως ἐλαύνοντος ⁑
msA, 8.274, commenting on 8.441 ἅρματα δ’ ἀν βωμοῖσι Χρύσιππος ὑφ ἓν προφέρεται· ὁ μέντοι Ἀρισταρχ δύο με λο παραλαμβάνει καὶ προπερισπᾶ· λέγει γοὖν καὶ ἀλλαχοῦ χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμήτων ἐπι βωμῶν χρὴ μέντοι γινώσκειν ὅτι δια τοῦ μ γράφεται , κὰν παράθεσις ᾖ ὁμοίως τὸ ἀμ φόνον ἀν νέκυας τὸ δὲ αιτιον εν τοῖς περι ορθογραφίας εἴρηται ⁑
msA, 8.275, commenting on 8.441 κατα λῖτα⁚ μετὰπλασμός ἐστιν ἔνθεν βαρύνεται· επεὶ πᾶσα αιτιατικὴ ἑνικὴ απαθ εἰς α λήγουσα βαρύνεται ὑπεσταλμένης τῆς τινά ἀπαθ , δια τὸ εὐφυᾷ διφυᾶ καὶ τὰ τοιαῦτα· τὸ δὲ εξῆς ἐστι καταπετάσας καὶ καλύψας λιτῷ περιβολαίω ⁑
msA, 8.276, commenting on 8.444 αἳ δ’ οἶαι Διὸς προς τὴν καθέδραν ὅτι ἑκατέρωθ τοῦ Διὸς Ἥρα καὶ Ἀθηνά ⁚
msA, 8.277, commenting on 8.448-8.449 οὐ μέν θην⁚ τινὲς ἐν ερωτήσει καὶ περι τῆς προτέρας νοοῦσι μάχης οἷον οὐκ απήρκεσεν ὑμῖν ἐκεῖνα · οἱ δὲ ἐν αποφάσει καὶ περι τῆς νῦν κερτομικῶς⁚
msA, 8.278, commenting on 8.448 οὐ μέν θην κάμετόν γε⁚ ὅτι Ζηνοδοτ γράφει καμέτην διὰ τοῦ η ἀντι τοῦ ἕκαμον · τὸ δὲ κάμετον , προς τὸ πρόσωπον ἀντι τοῦ εκάμετε ὃ καὶ συμφωνεῖ ⁑
msA, 8.279, commenting on 8.450-8.451 πάντως οἷον ἐμόν γε μενος καὶ τὰ ἑξῆς⁚ εἰ δε τοῦ πάντων μείζονος , θυ δύναμις φησὶ τηλικαύτη ὑπάρχει ὡς μηδὲ ὑπὸ πάντων τῶν θεῶν δύνασθαι καταγωνισθῆναι ⁑
msAil, 8.288, commenting on 8.439@δίωκε ήλαυνε :
msAil, 8.289, commenting on 8.441@λῖτα αντ τοῦ λιτόν
msAim, 8.281, commenting on 8.441 ουτ Αρισταρχ βωμοῖσι ⁑
msAim, 8.283, commenting on 8.450-8.451 ἀντι τοῦ ἐκ παντὸς τρόπου οὐκ άν με τρέψειαν ⁑
msAint, 8.284, commenting on 8.428 οτ τινὲς γράφουσι σὺν τῷ ν κακῶς
msAint, 8.285, commenting on 8.435 οτ τὰ oχήματα αρματ λέγουσι·