Manuscript msA, page 109v
prev: 109r | next: 110r |
8.451 οὐκ άν με τρέψειαν ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ ·1
8.452 σφῶϊν δὲ , πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα .1
8.453 πρὶν πόλεμόν τ’ ἰ̈δέειν . πολέμοιό τε μέρμερα ἔργα·1
8.454 ὧδε γὰρ ἐξερέω . τό δε κεν τετελεσμένον ῆεν·1, 2
8.455 οὐκ ὰν ἐφ’ ὑμετέρων ὀχέων . πληγέντε κεραυνῷ .1, 2, 3
8.456 ὰψ ἐς Ὄλυμπον ΐκεσθον . ἵν’ ἀθανάτων ἕδος ἐστίν·1
8.457 ὡς ἔφαθ’ , αἱ δ`’ ἐπέμυξαν Ἀθηναίη τὲ καὶ Ἥρη .1
8.458 πλησίαι αἵ γ’ ήσθην· κακὰ δὲ Τρώεσσι μεδέσθην .1
8.459 ἤτοι Ἀθηναίη ἀκέων ἦν . οὐδέ τι εἶπε1, 2
8.460 σκυζομένη . Διὶ̈ πατρὶ· χόλος δέ μιν ἄγριος ῄρει·1, 2
8.461 Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον . ἀλλὰ προσηύδᾱ·1
8.462 αἰνότατε Κρονίδη . ποῖον τὸν μῦθον ἔειπες·1
8.463 εὖ νῠ καὶ ἡμεῖς ἴ̈δμεν , ὅ τοι σθένος οὐκ αλαπαδνον·1, 2
8.464 ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων1
8.465 οἵ κεν δὴ κακὸν οῖτον ἀναπλήσαντες ὄλωνται1
8.469 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·1
8.470 ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα 1, 2, 3
8.471 ὄψεαι αί κ’ ἐθέλῃσθα βοῶπι πότνια Ἥρη 1, 2
8.472 ὀλλύντ’ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων ;1
8.473 οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ .1
8.474 πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλείωνα 1, 2, 3
8.475 ἤματι τῷ . ὅτ ἂν οἱ μὲν ἐπὶ πρύμνῃσι μάχωνται1
8.476 στείνει ἐν αἰνοτάτῳ περι Πατρόκλοιο θανόντος·1, 2
8.477 ὡς γὰρ θέσφατόν ἐστι· σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω1
8.478 χωομένης· οὐδ’ εἴ κε , τὰ νείατα πείραθ’ ΐκηαι1
msA, 8.290, commenting on 8.455 οὐκ ἂν ἐφ ὑμετέρων οχέων πληγέντε⁚ οτ ἀρσενικῶς τὸ δυϊκὸν ἐσχημάτισται πληγέντε ἀντι τοῦ πληγεῖσαι . καὶ Ἡσίοδος προλιπόντ’ ἀνθρώπων ἐπι Αἰδοῦς καὶ Νεμέσεως ἀντι τοῦ προλιποῦσαι ⁑
msA, 8.291, commenting on 8.470 ἠοῦς δή , ⁚ ὅτι Ζηνόδοτ γράφει ἄας δη καὶ μᾶλλον ἀντι τοῦ ἐσαύριον ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική⁚
msAil, 8.304, commenting on 8.454@τό-κεν ίξ
msAim, 8.294, commenting on 8.454 ἐν αλλω καί κεν τετελεσμενον έπλεν ⁑
msAim, 8.295, commenting on 8.460 παρα το ἐπεισάγειν το ἐπισκυνιον⁚
msAim, 8.296, commenting on 8.463-8.465 οτ ἐντεῦθεν ἄνω μετάκεινται ⁑
msAim, 8.297, commenting on 8.471 ἐν αλλω ἢν ἐθέλῃσθα ⁚
msAim, 8.298, commenting on 8.474 ἐγερθῆναι ⁑
msAint, 8.300, commenting on 8.459 ὅτι αντ τοῦ ακέουσα
msAint, 8.301, commenting on 8.463 γρ οὐκ επιεικτόν ⁚
msAint, 8.303, commenting on 8.476 γρ πεσόντος ⁚