Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 110r

Manuscript msA, page 110r

image

prev: 109v next: 110v

Iliad text

8.479 γαίης καὶ πόντοιο· ἵ̈ν’ Ϊαπετός τε Κρόνος τεimage1, 2

8.480 ήμενοι . οὔτ’ αὐγῇς Ὑπερίονος Ἠελίοιο image1, 2, 3

8.481 τέρποντ’ , οὔτ’ ἀνέμοισι· βαθὺς δέ τε Τάρταρος ἀμφίς·image1

8.482 οὐδ’ ἢν ἔνθ’ ἀφίκηαι ἀλωμένη· οὔ σευ , ἔγωγεimage1

8.483 σκυζομένης ἀλέγω· ἐπεὶ οὐ σέο κύντερον ἄλλο·image1

8.484 ὡς φάτο , τὸν δ’ οὔ τι προσέφη λευκώλενος Ἥρη ·image1

8.485 ἒν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιοimage1, 2

8.486 ἕλκον νύκτα μέλαιναν ἐπι ζείδωρον ἄρουραν·image1

8.487 Τρωσὶν μέν ῥ’ ἀἕκουσιν ἔδυ φάος· αὐτὰρ Ἀχαιοῖς image1

8.488 ἀσπασίη . τρίλλιστος , ἐπήλυθε νὺξ ἐρεβεννή·image1, 2, 3

8.489 Τρώων δ’ αὖτ’ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ image1

8.490 νόσφι , νεῶν ἀγαγὼν . ποταμῷ ἐπι δινήεντι .image1

8.491 ἐν καθαρῷ . ὅθι δὴ νεκύων διεφαίνετο χῶρος·image1, 2, 3, 4

8.492 ἐξ ἵ̈ππων δ’ ἀποβάντες ἐπὶ χθόνα . μῦθον ἄκουον .image1

8.493 τόν ῥ’ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δ’ άρα χειρὶimage1, 2

8.494 ἔγχος ἔχ’ ἑνδεκάπηχυ . πάροιθε δὲ λάμπετο δουρὸςimage1

8.495 αἰχμὴ χαλκείη· περὶ δὲ χρύσεος θέε πόρκης·image1

8.496 τῷ ὅ γ’ ἐρεισάμενος , ἔπεα Τρώεσσι μετηύδαimage1, 2

8.497 κέκλυτέ μευ Τρῶες . καὶ Δάρδανοι . ἠδ’ ἐπίκουροι·image1

8.498 νῦν ἐφάμην νῆας τ’ ὀλέσας καὶ πάντας Ἀχαιοὺς ,image1

8.499 ὰψ ἀπονοστήσειν προτὶ Ί̈λιον ἠνεμόεσσαν·image1, 2

8.500 ἀλλα πρὶν κνέφας ἦλθε , τὸ νῦν ἐσάωσε μάλισταimage1

8.501 Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης·image1, 2

8.502 ἂλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ·image1

8.503 δόρπά τ’ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππουςimage1, 2

Scholia text

msA, 8.305, commenting on 8.478-8.479 ‡ γαίης καὶ πόντοιο⁚ δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα ὡς ἂν τοῦ ὕδατος πεκεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν· ηπείρων εν αῖς κατοικοῦμεν ⁑image

msA, 8.307, commenting on 8.480 Ὑπερίονος ⁚ τοῦ ☉ ἥτοι ὅτι Ὑπερίνος ἐστι καὶ Θειας παῖς ὡς Ἡσίοδος ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ ἡ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ὧν καὶ καὶ περιπολῶν τὸν κόσμον δια τούτου γὰρ τὰ όλα συνέχεται ⁑image

msA, 8.308, commenting on 8.485 ἐν δ’ ἕπεσ’ Ὠκεανῷ ⁚ ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ωκεανοῦ ἀνίσχοντα λέγει τὸν ☉ , εξ ηρωϊκοῦ δὲ οὐκέτι ⁑image

msA, 8.309, commenting on 8.488 ἀσπασίη τρίλλη̈στος ⁚ ὅτι τὰ τρία ἐπι πλήθους τάσσει τρίλλιστος οὖν πολυλιτάνευτος ⁑image

msA, 8.310, commenting on 8.491 ἐν καθαρῶ , ὅθι δή . ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις πρὸς Ἴστρον ⁑image

msA, 8.313, commenting on 8.501 Ἀργείους καὶ νῆας⁚ ὅτι Ζηνόδοτ γράφει ἐπεὶ Διὸς ἐτράπετο φρὴν , ἐξ ἄλλου δὲ στίχου τὸ ἡμιστίχιον ἐστι νῦν ἀναρμόστως προστεθειμένον , οὐ γὰρ κατα Διὸς προαίρεσιν νὺξ ἐγένετο ⁑image

msAim, 8.314, commenting on 8.478-8.479 εἷς τω Τιτάνωνimage

msAim, 8.2004, commenting on 8.480 τοῦ ὑπερ ημᾶς οντος ηλίου⁚image

msAim, 8.315, commenting on 8.491 αμετοχ ην και καθαροςimage

msAim, 8.316, commenting on 8.496 γρ έπεα πτερόεντ ἀγόρευε ⁚image

msAim, 8.317, commenting on 8.499 οτ θηλυκῶς τὴν Ιλιον ⁑image

msAint, 8.318, commenting on 8.488 πλεονάζει τὸ λ ὁ πολυλιτάνευτος⁚image

msAint, 8.319, commenting on 8.503 οτ Ζηνοδ γρ εφοπλιζεσθον συγχει δὲ τὸ δυικόν ⁑image