Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 110v

Manuscript msA, page 110v

image

prev: 110r next: 111r

Iliad text

8.504 λύσαθ’ ὑπ’ ἐξ οχέων , παρα δέ σφισι βάλλετ’ ἐδωδήν·image1

8.505 ἐκ πόλιος δ’ ἄξεσθε βόας καὶ ἴ̈φια μῆλαimage1, 2, 3

8.506 καρπαλίμως . οἶνον δὲ μελίφρονα οἰνίζεσθε ,image1

8.507 σῖτόν τ’ ἐκ μεγάρων . ἐπι δὲ ξύλα πολλὰ λέγεσθε ,image1

8.508 ὥς κεν παννύχιοι μέσφ’ ἠοῦς ἠριγενείηςimage1

8.509 καίωμεν πυρὰ πολλά· σέλας δ’ εἰς οὐρανὸν ἵ̈κῃ ,image1

8.510 μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ image1, 2

8.511 φεύγειν ὁρμήσωνται ἐπ’ εὐρέα νῶτα θαλάσσης·image1

8.512 μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι·image1, 2

8.513 ἀλλ’’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ image1, 2, 3

8.514 βλήμενος ἠ ἰ̈ῷ ἠ ἔγχεϊ ὀξυόεντι .image1

8.515 νηὸς ἐπιθρῴσκων· ἵνα τις στυγέῃσι καὶ ἄλλοςimage1, 2

8.516 Τρωσὶν ἐφ’ ἱ̈πποδάμοισι φέρειν πολύδακρυν Ἄρηα ·image1

8.517 κήρυκες δ’ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων·image1, 2

8.518 παῖδας προθήβᾱς , πολιοκροτάφους τε γέρονταςimage1

8.519 λέξασθαι προτι ἄστυ θεοδμήτων ἐπὶ πύργων·image1, 2, 3, 4

8.520 θηλύτεραι δὲ γυναῖκες , ἐνι μεγάροισιν ἑκάστηimage1, 2

8.521 πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω .image1, 2

8.522 μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων·image1

8.523 ὧδ’ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·image1

8.524 μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω·image1

8.525 τὸν δ’ ἠοῦς Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω·image1

8.526 εὔχομαι ἐλπόμενος Διί̈ τ’ ἄλλοισίν τε θεοῖσινimage1, 2, 3

8.527 ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους .image1, 2

8.528 οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν·image1, 2

Scholia text

msAext, 8.338, commenting on 8.519 ** ** περι ἄστυ image

msAim, 8.330, commenting on 8.512 οτ αντ τοῦ μη ῥαδίως μήπως χωρὶς πουδῆς ⁑image

msAim, 8.331, commenting on 8.515 γρ νηὸς αποθρώσκων ⁚image

msAim, 8.333, commenting on 8.521 αντ τοῦ καιέτωσαν ⁑image

msAim, 8.334, commenting on 8.526 ουτ ἡ γραφὴ εὔχομαι ἐλπόμενος οὐ τὸ ἐναντίον ⁑image

msAint, 8.335, commenting on 8.505 οτ οὐ μέλλοντα σημαίνει τὸ άζεσθαι αλλ’ εν ἴσω τῷ άγετ ⁑image

msAint, 8.336, commenting on 8.513 καὶ μέχρις οἵκου κατάσχοι τὴν πληγήν ⁑image

msAint, 8.337, commenting on 8.517 οτ αντ ἀγγελλέτωσαν ⁑image