Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 111r

Manuscript msA, page 111r

image

prev: 110v next: 111v

Iliad text

8.529 ἀλλ’’ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς·image1, 2

8.530 πρωῒ δ’ ὑπ’ ἠοῖ οἱ συν τεύχεσι θωρηχθέντες ,image1, 2

8.531 νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα ·image1

8.532 εἴσομαι εἴ κέ μ’ ὁ Τυδείδης κρατερὸς Διομήδης image1, 2

8.533 πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται· ἤ κεν ἐγὼ τὸνimage1

8.534 χαλκῷ δῃώσας , ἔναρα βροτόεντα φέρωμαι·image1

8.535 αὔριον ἣν ἀρετὴν διαείσεται . εἴ κ’ ἐμὸν ἔγχοςimage1, 2

8.536 μείνῃ ἐπερχόμενον· ἀλλ’ ἐν πρώτοισιν , ὀΐωimage1

8.537 κείσεται οὐτηθεὶς , πολέες δ’ ἀμφ’ αυτὸν ἑταῖροιimage1

8.538 ἠελίου ἀνιόντος ἐς αύριον· εἲ γὰρ ἐγὼν ὣςimage1, 2

8.539 εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάνταimage1

8.540 τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων ·image1

8.541 ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισιν ·image1

8.542 ὁς Ἕκτωρ ἀγόρευ’ . ἐπὶ δὲ Τρῶες κελάδησαν·image1, 2

8.543 οἱ δ`’ ἵ̈ππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱ̈δρώοντας·image1

8.544 δῆσαν δ’ ϊμάντεσσι παρ’ ἅρμασιν οἷσιν ἕκαστος·image1

8.545 ἐκ πόλιος δ’ ἄξοντο βόας καὶ ἴ̈φια μῆλαimage1, 2, 3

8.546 καρπαλίμως· οἶνον δὲ μελίφρονα οἰνίζοντοimage1

8.547 σῖτόν τ’ ἐκ μεγάρων . ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο·image1

8.553 οἱ δὲ μέγα φρονέοντες , ἐπὶ πτολέμοιο γεφύραςimage1, 2, 3

8.554 εἴατο παννύχιοι . πυρὰ δέ σφισι καίετο πολλά·image1

8.555 ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφι σελήνηνimage1, 2

8.556 φαίνετ’ ἀριπρεπέα· ὅτε τ’ ἔπλετο νήνεμος αἰθήρ .image1

8.557 ἔκ τ’ έφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι·image1, 2, 3

Scholia text

msA, 8.339, commenting on 8.532 ‡ εἴσομαι⁚ ὅτι τὸ εἴσομαι πολλὰ σημαίνει νῦν μὲν γνώσομαι . ἐν ἄλλοις δὲ πορεύσομαι . εἴσομαι ἐξ ἁλόθεν . καὶ ἀντι τοῦ ἐφάνη εἴσατο ὡς ὅτε ἐρινεός ⁚image

msA, 8.340, commenting on 8.535-8.537 αὔριον ἣν ἀρετην⁚ ὅτι ἡ τούτους δεῖ τοὺς τρεῖς στίχους μένειν οἷς τὸ ἀντίσιγμα παράκειται , ἢ τοὺς ἑξῆς τρεῖς οἷς αἱ στιγμαὶ παράκεινται ἢτοὺςἑξῆςτρεῖς · εἰς γὰρ τὴν αὐτὴν γεγραμμένοι εἰσὶ διάνοιαν· ἐγκρίνει δὲ μᾶλλον ὁ Ἀρίσταρχος τοὺς δευτέρους δια τὸ καυχηματικωτέρους εἶναι τοὺς λόγους ὁ δε Ζηνόδοτος τοὺς πρώτους τρεῖς οὐδὲ ἔγραφεν τὰ αὐτὰ δὲ λέγει περι τῶν στίχων τούτων ὁ Δίδυμος ἃ καὶ ὁ Ἀριστόνικος · δι ὃ οὐκ εγράψαμεν τὰ Διδύμου ⁑image

msA, 8.341, commenting on 8.538-8.539 εἰ γὰρ ἐγὼν ὣς , οὕτως δια τοῦ εἶ τὸ εἲ γὰρ ἐγὼν ὥς καὶ τὸ ἀγήρως δια τοῦ ω ⁑image

msA, 8.343, commenting on 8.545 ἐκ πόλιος δ’ ἀκάχοιντο . τὸ ἄξαντο οὐ τὸν μέλλοντα σημαίνει ἀλλ αντι τοῦ ἄγοντο ⁑image

msA, 8.344, commenting on 8.553 οἱ δὲ μεγα φρονέοντες ἐπι πτολέμοιο γεφύρη προηγουμένως μὲν τοῖς εξῆς συναπτέον , τὸν γὰρ τόπον ἐν ᾧ ἡ τοῦ πολέμου συμβολῆ γίνεται γέφυραν εἶπε πολέμου ἢ τὰς διαβάσεις αὐτὰς αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο· λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν ἵν’ ᾖ περίφρασις πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ ὁ δὲ λόγος μέγα φρονοῦντες ἐπι τῷ πολέμῳ τουτέστι τῷ κεκρατηκέναι κατ τὸν πόλεμον ⁑image

msA, 8.345, commenting on 8.555 ὡς δ’ ὅτ’ ἐν οὐρανω ἄστρα φαεινὴν ἀμφὶ ☾ οὕτως οὐ τὴν τότε οὖσαν φαεινήν ἀλλὰ τὴν καθόλου φαεινήν · ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐνω φησὶ καὶ οὐκ Ὀλύμπῳ ⁑image

msA, 8.346, commenting on 8.557 ἔκ τ’ ἔφανεν πᾶσαι⁚ ἀθετεῖται ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφάνειαν· καὶ ὁ ἑξῆς δὲ συναθετεῖται αὐτῷ ἐκεῖ γὰρ αἰφνίδιον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφανέντος· ἐνταῦθα δὲ παρατεταμένην νηνεμίην κατ’ εὐδίαν· οὐκ εφέροντο δὲ οὐδὲ παρα Ζηνοδότῳ . ἠθέτει δὲ καὶ Ἀριστοφάνης ⁑image

msA, 8.347, commenting on 8.557 πρώονες· ὡς σώφρονες . τὸ γὰρ πρῶνες πληθυντικὸν διηρέθῃ . καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη ⁑image

msAext, 8.353, commenting on 8.538 ** ** αἲ γαρ εῖ image

msAil, 8.354, commenting on 8.535@κ’ αimage

msAim, 8.349, commenting on 8.553 γρ γεφύρη ⁑image

msAint, 8.351, commenting on 8.545 τελimage