Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 111v

Manuscript msA, page 111v

image

prev: 111r next: 112r

Iliad text

8.558 καὶ νάπαι· οὐρανόθεν δ’ ὰρ ὑπερράγη ἄσπετος αἰθήρ .image1, 2

8.559 πάντα δὲ τ’ εἴδεται ἄστρα· γέγηθε δέ τε φρένα ποιμήν·image1

8.560 τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάωνimage1, 2, 3

8.561 Τρώων καιόντων πυρὰ φαίνετο Ἰ̈λιόθι πρό·image1

8.562 χίλι’ ὰρ ἐν πεδίῳ πυρὰ καίετο· πὰρ δὲ ἑκάστῳimage1, 2

8.563 εἵατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο ;image1, 2, 3

8.564 ἵ̈πποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύραςimage1

8.565 ἑσταότες παρ’ ὄχεσφιν . ἐΰθρονον Ἠῶ μίμνον·image1

9.1 Ὡς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺςimage1, 2, 3, 4

9.2 θεσπεσίη ἔχε φύζα . φόβου κρυόεντος ἑταίρη .image1, 2, 3, 4, 5, 6, 7, 8

9.3 πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι·image1, 2, 3, 4, 5

9.4 ὡς δ’ ἄνεμοι δύο πόντον ὀρίνετον ἰ̈χθυόενταimage1, 2, 3, 4, 5

9.5 βορέης καὶ Ζέφυρος . τώ τε Θρῄκηθεν ἄητονimage1, 2, 3

9.6 ἐλθόντ’ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν·image1, 2, 3

9.7 κορθύεται· πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν .image1, 2, 3, 4, 5, 6, 7

9.8 ὡς ἐδαΐζετο θυμὸς ἐνι στήθεσσιν Ἀχαιῶν ·image1, 2, 3

9.9 Ἀτρείδης δ’ ἄχεϊ μεγάλῳ βεβολημένος ῆτορ .image1, 2, 3, 4

Scholia text

msA, 8.355, commenting on 8.560 ‡ τόσσα μεσηγύ νεῶν . ἡ διπλῆ ὅτι τῷ ὡς ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ τόσσα ποσότητος ὂν δηλωτικόν· διὸ καί τινες γράφουσιν ὡς τα μεσηγὺ νεῶν . τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει τὸ δ’ ἀνταποδιδόμενον τὸ τοῦ πληθους παρεμφαίνει· καὶ ὅτι οὐ τὸν Σκάμανδρον Ξάνθον καλεῖ ἀλλα δια τῶν εξῆς ὃν Ξάνθον καλέουσι θεοὶ ἄνδρες δὲ Σκάμανδρον ⁑image

msA, 8.356, commenting on 8.562 χίλι αρ⁚ ὅτι Ζηνόδοτος γράφει μύρια ἐπιφέρει δὲ ἐν δὲ ἑκάστω εἵατο πεντήκοντ σέλᾳ ὥστε γίνεσθαι μυριάδας πεντήκοντα ἐὰν δὲ γράφηται χίλια πέντε μυριάδας συμφώνως διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἑλλήνων συνἵστησιν ⁑image

msA, 8.357, commenting on 8.563 εἵατο πεντήκοντα σέλαι πυρος⁚ παρ ἑκάστη δὲ σέλα πυρὸς , τουτέστι παρ εκάστη δὲ πυρᾷ πεντήκοντα ἐκαθέζοντο ἄνδρες ἐκ τούτων δ’ ἄνδρες ἐκ τούτων δ’ ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων ὅτι πέντε μυριαδες ἦσαν ⁑image

msA, 9.1, commenting on 9 Ἡ Ι τῆς Ἱλιάδος ἐπιγράφεται Λιτη ὅτι Ἀγαμέμνων Νέστορος συμβουλεύσαντος προς τὸν Ἀχιλλέα ἄνδρας λίσσεσθαι ἔπεμψεν ἀρίστους . Φοίνικα . Ὀδυσσέα . Αἰάντ ⁑image

msA, 9.3, commenting on 9.2 θεσπεσίη ἔχε φύζα : φύζα σημαίνει τὴν μετα . δέους φυγὴν ὅθεν καὶ φυζακινῇς ἐλάφοισι : νῦν δὲ ἔκπληξις : ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν : ὁ κρυόεις δὲ ὁ φόβος ὁ ψυχρὸς : τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδηότας : ὅρα δὲ τὸ ἀντίθετον . πῶς ἐνι ῥήματι ἐδήλωσε Τρῶες ἔχον Ἄχαιοὺς εχε ⁑image

msA, 9.4, commenting on 9.3 πενθεϊ δ’ ατλήτω βεβοληατο : ἔνιοι βεβλήατο , καὶ Ζηνοδοτ οὕτως ἐπι δὲ τῆς κατα ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει . ἐπι δὲ τῆς κατα σῶμα πληγῆς οὐκέτι ουτ : τὸ βεβολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων . τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο , δινήεντα . καὶ τὸ ῆ ρα νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν ⁑image

msA, 9.5, commenting on 9.4 ὡς δ’ ἄνεμοι δύο : καλῶς δύο ἀνέμους παρέλαβεν ταράσσοντας τὸ πέλαγος ἵνα καὶ δύο πάθη ψυχῆς παραστήση ὡς φησὶν εἰωθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ : οὕτω καὶ οἱ Ἑλληνες ἐταράσσοντο ὑπο τῶν δύο χαλεπωτάτῶν παθῶν λύπης τε καὶ φόβου ⁑image

msA, 9.6, commenting on 9.5 Βορέης καὶ Ζέφυρος , ἤτοι συναπτεον ἄητον ἐλθόντ’ ἐξαπίνης , ἢ ὑποστικτεον ἀνυποκρήτως ἐπι τὸ ἄητον ἵν ᾖ τὸ ἑξῆς Βορέης καὶ Ζέφυρος ἐξελθόντες ἐξαπίνης : πῶς δὲ αμφοτέρους ἐκ Θρακης φησὶ πνεῖν τοῦ μένα Βορέου ἐξ άρκτου τοῦ δὲ ἐκ δύσεως πνέοντος : ῥητέον οὖν ὅτι ἡ τῶν Θρακῶν γῆ ἐπι πολὺ διηνεκεῖ καὶ σιγματοειδῶς κεῖται τῇ θεά μέχρι τῆς δύσεως : ἀφ εκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον : οἱ δὲ φασὶν ὅτι συλληπτικῶς πέφρακας τῷ γὰρ ἑταίω συμβεβηκός καθ εκατέρων κεῖται μόνος γὰρ ὁ Βορέας ἀπο Θρᾴκης πνεῖ ⁑image

msA, 9.7, commenting on 9.6 ἄμυδις : Νικίας καὶ Πάμφιλος . δασύνουσι τὸ αμυδις ἐπεὶ πα τὸ ἅμα ἐγένετο : ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν : πολλοὶ δὲ πρότερον καὶ οἱ πε Ἀρίσταρχον καθ ὅτι φασὶ φιλεῖ πῶς , τὰ ἀπο δασέων πῶς πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι ἡμέρα ἦμαρ , ἡδονὴ ἦδος πρόδηλον δὲ κακ τῆς συναλιφῆς , πάντ’ ἄμυδις κεφαλῆς : ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν . καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο ᾗ διὰ τοῦ υ ἐξηνέχθησαν : ἐχρῆν οὖν αμάδις τι εἶναι ὡς χαμάδις τροπῆ δὲ τοῦ α ἐγένετο εἰς τὸ υ ὡς τὸ σάρκες σύρκες . καὶ ἐπεὶ Αιολικη ἡ τροπῆ καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα ⁑image

msA, 9.8, commenting on 9.7 πολλὸν δὲ παρὲξ ἄλλα : τὸ παρὲξ παρα τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστι καὶ ἐγκλίνονται αἱ δύο προθέσεις . διὸ καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ εξ παρεκ μέγα τειχίον αὐλῆς , ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς εξ προθέσεως ἐσθ ὅτε καὶ τῆς παρα . ἀλλα παρὲξ τὴν νῆσον ἐλαύνετον : ὡς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ . ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά ἵνα ᾖ ἕξω ἁλός . ἄλλοι δὲ τὴν παρα κυρίως κεῖσθαι ἵνα γένηται παρ’ ἅλα φῦκος : καὶ τὴν εξ συντάσσεσθαι πρὸς τὸ ἔχευεν ὅπερ καὶ βέλτιον παρ’ αλὶ φυκὸς ἐξέχευαν : μετα γοῦν τῆς διά οὖσα ἡ εξ οὐ τρεπ τὸ ξ διέκ σωλῆνος εἰς ἄγγος . Τυραννίων δὲ ἓν μέρος λογ ήκουσεν ἵν ᾖ ἐπίρρημα καὶ βαρύνει καὶ ἔχει λόγον , ὡς Ἡρωιδιανος ὡς ἔνα παρεξ τοῦ Σκυθικοῦ ἔθνους : παρα δε τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθ ‡image

msAext, 9.13, commenting on 9.9 γράφεται διήκειimage

msAil, 9.14, commenting on 9.1 οὑτως μὲν οἱ Τρῶες ἐφύλασσον :image

msAil, 9.15, commenting on 9.2 θεῖα πολληimage

msAil, 9.16, commenting on 9.2 ἐκράτειimage

msAil, 9.17, commenting on 9.2 φυγήimage

msAil, 9.19, commenting on 9.2 συνεργος φίλη :image

msAim, 8.359, commenting on 8.563 ὑπῆρχον⁚image

msAim, 9.9, commenting on 9.4 Ἀριστοφάνειος ἀνέμω δυϊκῶςimage

msAim, 9.10, commenting on 9.4 σφοδρότεραι γὰρ αἰφνίδιοι τῶν ἀνέμων ἐμβολαί ⁑image

msAim, 9.11, commenting on 9.9 οτ πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπι ψυχῆς λέγει :image