Manuscript msA, page 112r
prev: 111v | next: 112v |
9.10 φοίτα , κηρύκεσσι λιγυφθόγγοισι κελεύων1, 2, 3
9.11 κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον .1, 2, 3, 4
9.12 μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετα πρώτοισι πονεῖτο·1, 2, 3
9.13 ΐζον δ’ εἰν ἀγορῇ τετιηότες· ἀν δ’ Ἀγαμέμνων .1, 2, 3, 4
9.14 ἵ̈στατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος ,1, 2, 3, 4, 5
9.15 ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ .1, 2, 3, 4
9.16 ὡς ὃ βαρὺ στενάχων ἔπε’ Ἀργείοισι μετηύδᾱ·1, 2, 3
9.17 ὦ φίλοι· Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες·1, 2, 3
9.18 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ·1, 2, 3, 4
9.19 σχέτλιος· ὃς πρὶν μέν μοι , ὑπέσχετο καὶ κατένευσεν1, 2, 3, 4
9.20 Ἴ¨λιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι·1, 2
9.21 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο . καί με κελεύει1, 2
9.22 δυσκλέᾰ Ἄργος ϊκέσθαι· ἐπεὶ πολὺν ὤλεσα λαόν·1, 2
9.23 οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι·1, 2, 3, 4
9.24 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα1, 2
9.25 ἠδ`’ ἔτι καὶ λύσει . τοῦ γὰρ κράτος ἐστὶ μέγιστον·1, 2
9.26 ἀλλ’ ἄγεθ’ . ὡς ἂν ἐγὼ εἴπω . πειθώμεθα πάντες·1, 2
9.27 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·1, 2
9.28 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν·1, 2
9.29 Ὡς ἔφαθ’ , οἳ δ`’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·1, 2, 3, 4
9.30 δὴν δ’ ἄνεῳ , ἦσαν τετιηότες υἷες Ἀχαιῶν ·1, 2, 3, 4
9.31 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης .1, 2
9.32 Ἀτρείδη · σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι1, 2, 3, 4
9.33 ἡ θέμις ἐστὶν ἄναξ ἀγορῇ . σὺ δὲ μή τι χολωθῇς·1, 2, 3, 4
9.34 ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι1, 2, 3, 4, 5
msA, 9.30, commenting on 9.17 ὦ φίλοι Ἀργείων : ἡ διπλῆ ὅτι ἐνθάδε γραπτέον πρὸς γὰρ τοὺς ἀρίστους , οὐ προς τὸ πλῆθος ὁ λόγος . ὅτ ἂν δὲ ἀπόπειραν τῷ πλήθει προσάγη προςφυέστερον γράφετ ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος διασταλτέον δὲ ἐπι τῷ φίλοι δια τὴν ἀντέμφασιν , ἑαυτῷ μὲν γὰρ προσφιλεῖς Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει ⁑
msA, 9.31, commenting on 9.18 Ζεύς με μέγα : ὅτι μέγα δεῖ γράφειν ἀντι τοῦ μεγάλως ὡς σάφα ἀδόκιμος δὲ πάνυ ἡ μετα τοῦ ς μέγας ⁑
msA, 9.33, commenting on 9.23 οὕτω που Διῒ μέλλει : ἀθετοῦνται στίχοι τρεῖς ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ Ἀποπείρα . νῦν δὲ οὐκ αποπειρᾶται . ἀλλα περὶ ἀποστάσεως ἀληθῶς λέγει ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν ⁑
msA, 9.35, commenting on 9.29 ἀκή : ἄγη τίς ἐστιν , οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι : πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει ὡς καὶ τὸ βῆ δ’ ἀκέων ἀντὶ τοῦ ἐκπλαγείς : ἢ ἀχή τίς ἐστὶ παρὰ τὴν ἀχανίαν ⁑
msAext, 9.681, commenting on 9.13 δάκ
msAext, 9.694, commenting on 9.14 δάκ
msAil, 9.46, commenting on 9.11 καλοῦντας κηρύσσοντας :
msAil, 9.47, commenting on 9.13 εκπεπληγμένοι λελυπημένοι ⁑
msAil, 9.48, commenting on 9.15 μέλαν
msAil, 9.49, commenting on 9.30 πόλλῶ χρόνῳ ⁑
msAil, 9.50, commenting on 9.30 λυπούμενοι :
msAil, 9.51, commenting on 9.32 ασυνετοῦντι :
msAim, 9.39, commenting on 9.32 Ἀρισταρχ δια τοῦ η μαχησομ
msAim, 9.40, commenting on 9.34 ὅτι τῶν κατα τήν ἐπιπώλησιν πλητικῶς εἰρημένων μέμνητ ⁑
msAim, 9.53, commenting on 9.34 τὸ ἐν Δαναοῖσιν ἴσως τίς ἀξιώσει τοῖς ἑξῆς συνάπτειν ἀλλ ου κατεπείγει ⁑
msAint, 9.41, commenting on 9.12 οτ τὸ πονεῖν ἀεὶ ἐπι τοῦ ἐνεργεῖν τίθησι νυκτὸς δὲ ούσης καὶ πλησίον ὄντῶν τῶν πολεμίων οὐ πάντας καλεῖ . ἵνα μήτις ταραχὴ γένηται ⁑
msAint, 9.43, commenting on 9.19 Αρισταρχ ὃς τό τε μέν μοι :