Manuscript msA, page 112v
prev: 112r | next: 113r |
9.35 φὰς , ἐμεν , ἀπτόλεμον καὶ ἀνάλκιδα , ταῦτα δὲ πάντα1, 2, 3, 4, 5
9.36 ἴ̈σασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες·1, 2, 3, 4
9.37 σοὶ δὲ διάνδιχα δῶκε Κρόνου παῖς ἀγκυλομήτεω·1, 2, 3
9.38 σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων·1, 2
9.39 ἀλκὴν δ’ οὔ τοι δῶκεν . ὅ τε , κράτος ἐστὶ μέγιστον·1, 2, 3
9.40 δαιμόνι’· οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν1, 2
9.41 ἀπτολέμους τ’ έμεναι καὶ ἀνάλκιδας ὡς αγορεύεις·1, 2
9.42 εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι·1, 2
9.43 ἔρχεο· πάρ τοι , ὁδός· νῆες δέ τοι· ἄγχι θαλάσσης1, 2, 3, 4
9.44 ἑστᾶσ’ . αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί·1, 2, 3, 4
9.45 ἀλλ’ ἄλλοι , μενέουσι κάρη κομόωντες Ἀχαιοὶ1, 2
9.46 εἰςόκε περ Τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοὶ .1, 2
9.47 φευγόντων συν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν .1, 2, 3
9.48 νῶϊ δ’ ἐγὼ Σθένελός τε μαχησόμεθ’ . εἰςόκε τέκμωρ1, 2, 3
9.49 Ἰ̈λίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν .1, 2
9.50 Ὡς ἔφαθ’ . οἱ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν1, 2
9.51 μῦθον ἀγασσάμενοι Διομήδεος ἱ̈πποδάμοιο·1, 2
9.52 τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν ἱ̈ππότα Νέστωρ ·1, 2, 3
9.53 Τυδείδη . περὶ μὲν πολέμῳ ἒν , καρτερός ἐσσι .1, 2, 3, 4
9.54 καὶ βουλῇ μετα πάντας ὁμήλικας ἔπλευ , ἄριστος·1, 2
9.55 οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοὶ .1, 2, 3
9.56 οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ί̈κεο μύθων·1, 2, 3, 4, 5
9.57 ῆ μὴν καὶ νέος ἐσσὶ . ἐμὸς δέ κε , καὶ πάϊς εἴης ,1, 2, 3, 4
9.58 ὁπλότατος γενεῇφιν · ἀτὰρ πεπνυμένα βάζεις1, 2, 3, 4, 5, 6, 7, 8
9.59 Ἀργείων βασιλῆας . ἐπεὶ κατὰ μοῖραν ἔειπες·1, 2
msA, 9.54, commenting on 9.36 ‡ἴσας Ἀργείων : ὅτι Ζηνοδοτ γράφει ἠγήτορες ἢ δὲ μέδοντες : βελτιον δὲ καθολικώτερον γεγράφθαι κατλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα τ’ ἀνδρός . καὶ ὅτι νῦν γέροντας τοὺς καθ ἡλικίαν ἐπεὶ μικρῶ πρότερον ὁ Νέστωρ αὐτὸν ἐσεσώκει ἐν τῷ πολέμῳ :
msA, 9.56, commenting on 9.44 ἑστᾶσ’ , ἀθετεῖται , ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ ἐμφαντικώτερος ὁ λόγος γίνεται . ἐφορμῶσιν αἱ νῆες πορευσόμεναι . οἱ δὲ γράφουσιν νῆες μέν τοι ἀμφιέλισσαι , ὥστε παντελῶς ἀποκρίνεσθαι τὸν στίχον ⁑
msA, 9.57, commenting on 9.46-9.47 εἰ δὲ καὶ αὐτοί φευγόντων : ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζήτηται : καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν ὑποστίζοντες ἐπι τῷ αὐτῷ : οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ ἐπέσσυται ὥστε νέεσθαι : εἶτα φευγόντων σὺν νηυσί ἀντὶ τοῦ φευγέτωσαν : ἄμεινον δὲ ὑφ’ ἓν μὲν ἀναγινώσκειν : εἰ δὲ καὶ αὐτοί φευγόντων στίζειν δὲ ἐπὶ τὸ γαῖαν ἵνα λέγηται μὲν ἀποφατικῶς τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ : ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πριδασ : εἴρηται γὰρ ὡς ὁ εἴ συνδ ἔχει τινὰ δύναμιν παρακελευστικὴν ὡς ἐκεῖ , ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κειμένου . ὡς κακεῖ ἐξελθών τις ειδοι ἀντι τοῦ εἰδέτω : ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία : τάχα δὲ καὶ τὸ παρα τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρη εἴα ἀπο τούτου γέγονε περιττεύοντος τοῦ α ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιῥρήματι : εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε : οὐδὲν γὰρ πλέον τοῦ αγε δὴ καὶ ἐνθάδε ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν ⁑
msA, 9.58, commenting on 9.53 Τυδείδη περὶ μεν πολέμῳ ἒν καρτερός ἐσσι : εἰς ἄμφω τὸν βασιλέα ἐλοιδόρησε τούτοις αὐτὸν προύχειν εἰπών ἀλλ οὐ καθ ὑπεροχή . οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὐδὲ συνετώτατον ⁑
msA, 9.59, commenting on 9.55 οὔ τίς τοι τὸν μῦθ ὀνόσσεται : οὐδείς σου τὸν λόγον ἐκφαυλίσει καὶ μέμψεται : πῶς δὲ ὁ Νέστωρ τὸ τέλειον ἀποδοὺς τῷ Διομήδους λόγῳ λέγειν αὐτὸς ἐπιχειρεῖ , ῥητὲ δὲ ὅτι τῆς ὕβρεως τὴν μνημην καὶ Διομήδης πεποίηται καὶ Νέστωρ αὐτῷ τελείως γεγενῆσθαι μαρτυρεῖ . ὅπερ δε δεῖ πράσσειν ἐν τῷ καιρῷ Διομήδης παρέλιπεν κἀκεῖνος εἰσηγεῖται ⁑
msA, 9.60, commenting on 9.56 οὐδὲ πάλιν ἐρέει : ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι λέγειν ἐμὸς ἂν παῖς εἴης , κατ τὴν ἡλικίαν πρὸς ἐπιτίμησιν τοῦ πολέμου : τὸ δὲ πάλιν οὐκ ἐστιν ἐκ δευτέρου ὡς ἡμεῖς , ἀλλ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ ἐναντίως ⁑
msA, 9.680, commenting on 9.57 ῆ μῆν καὶ νέος ἐσσὶ , ἡ συνήθεια στίζει μετὰ τὸ ἐσσί , τὸ δὲ εξῆς συνάπτει , ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν ἡ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος γενεῆφιν δῆλον ὅτι τὰ δια μέσου λεγόμενα . ἐμὸς δέ κε καὶ πάϊς εἴης τῆς ἐοικυίας διορθώσεως τεύξεται ⁑
msA, 9.61, commenting on 9.56 ἀτὰρ οὐ τέλος ἱ̈κεο μύθ’ οὐ μὴν τελος ἐπέθηκεν τω λόγω σου . τὰ μὲν γὰρ προς τὸν βασιων δεόντως φησιν εἰρῆσθαι : ἐλλείπειν δὲ τα τῆς συμβουλῆς καὶ παρα φυλακῆς ἅτινα αὐτὸς ἀναπληροῖ ⁑
msAil, 9.71, commenting on 9.35 εἰπῶν
msAil, 9.73, commenting on 9.44 ι
msAil, 9.74, commenting on 9.48 τέλοσ
msAil, 9.75, commenting on 9.58 νεώτερος
msAil, 9.76, commenting on 9.58 λειπὴ εκ
msAil, 9.77, commenting on 9.58 φρονιμα
msAil, 9.78, commenting on 9.58 λέγεις
msAil, 9.79, commenting on 9.63 ἴ̈σασι
msAil, 9.684, commenting on 9.35 ι
msAim, 9.63, commenting on 9.36 ουτ Ἀρισταρχ ἠμὲν νέοι ὴ δὲ γέροντες . γράφεσθαι δὲ φησι καὶ ἡγήτορες ὴ δὲ μέδοντες :
msAim, 9.65, commenting on 9.43 εὐμαρὴς ἔστι σοι ὁδός
msAim, 9.66, commenting on 9.47 οτ Ἀττικῶς αντ τοῦ φευγέτωσαν :
msAim, 9.67, commenting on 9.52 τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ⁑
msAim, 9.68, commenting on 9.57 δια τοῦ ε αἱ Ἀρισταρχ ἡμεν καὶ νέος ⁑
msAim, 9.683, commenting on 9.58 γράφεται οπλοτερος
msAint, 9.69, commenting on 9.53 ὅτι τὸ περὶ ἀντὶ τοῦ περισσος :
msAint, 9.70, commenting on 9.56 οὐ δε πάλιν ἐρέει οὐ δε αντερεί τοδε τέλος οὐκ επέθηκας τοῖς λόγοις :