Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 113v

Manuscript msA, page 113v

image

prev: 113r next: 114r

Iliad text

9.85 ἓπτ’ ἔσαν ἡγεμόνες φυλάκων· ἑκατὸν δὲ ἑκάστῳimage1, 2

9.86 κοῦροι ἅμ’ ἔστειχον· δολὶχ’ ἔγχεα . χερσὶν ἔχοντες·image1, 2, 3

9.87 καδ δὲ μέσον τάφρου καὶ τείχεος ί̈ζον ϊόντες .image1, 2

9.88 ἔνθα δὲ πῦρ κείαντο τίθεντο δὲ δόρπον ἕκαστος·image1, 2, 3, 4

9.89 Ἀτρείδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶνimage1, 2, 3, 4

9.90 ἐς κλισίην , παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα .image1, 2

9.91 οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴ̈αλλον·image1, 2, 3

9.92 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο .image1, 2, 3

9.93 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτινimage1, 2, 3

9.94 Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·image1, 2

9.95 ὅ , σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·image1, 2

9.96 Ἀτρείδη · κύδιστε· ἄναξ ἀνδρῶν Ἀγάμεμνον ·image1, 2

9.97 ἐν σοὶ μὲν λήξω· σέο δ’ ἄρξομαι . οὕνεκα πολλῶνimage1, 2, 3

9.98 λαῶν ἐσσι ἄναξ· καί τοι Ζεὺς ἐγγυάλιξεimage1, 2

9.99 σκῆπτρόν τ’ . ἠδὲ θέμιστας , ἵνά σφισι βουλεύῃσθα .image1, 2, 3

9.100 τώ σε χρὴ περι μὲν φᾶσθαι ἔπος , ἠδ’ ἐπακοῦσαι·image1, 2

9.101 κρηῆναι δὲ καὶ ἄλλῳ ὅτ ἄ̆ν τινα θυμὸς ἀνώγῃimage1, 2, 3

9.102 εἰπεῖν εἰς ἀγαθόν· σέο δ’ ἕξεται ὅττί κεν ἄρχῃ·image1, 2, 3

9.103 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·image1, 2

9.104 οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει·image1, 2, 3

9.105 οἷον ἐγὼ , νοέω ἠμὲν πάλαι ἠδ’ έτι καὶ νῦν·image1, 2

9.106 ἐξ έτι , τοῦ . ὅτε διογενεῦς Βρισηΐδα κούρηνimage1, 2, 3, 4

9.107 χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούραςimage1, 2

9.108 οὔ τι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι . ἔγωγεimage1, 2, 3

9.109 πολλ`’ ἀπεμυθεόμην . σὺ δὲ σῷ μεγαλήτορι θυμῷimage1, 2, 3, 4, 5

Scholia text

msA, 9.106, commenting on 9.88 τίθεντο δὲ δόρπον : ἕκαστος . δια τοῦ α δόρπα αἱ Ἀριστάρχου ἄκαιρος δὲ Ζηνόδοτος γράφων τίθεντο δὲ δαῖτα θάλειαν ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ τὴν ψυχὴν βεβλημένους ⁑image

No relations found for urn:cts:greekLit:tlg5026.msA.dipl:9.107

msA, 9.108, commenting on 9.97 ἐν σοὶ μὲν λήξω : σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήση : ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις πρότερον καταπτοήσας ⁑image

msA, 9.109, commenting on 9.99 σκῆπτρον τ’ ἠδὲ θέμιστας ἵνα σφίσι βουλεύῃσθα : ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων . ὡς τοῦ βασιλέως δὲ καὶ τῶν θεμίστων κρατοῦντος . οὐδέπω γὰρ ἐχρῶντο γραπτοῖς νόμοις ⁑image

msA, 9.110, commenting on 9.102 σέο δ’ έξεται : ήτοι ἐν τῇ σῇ ἐξουσίᾳ , ἔσται τὸ ἔργον τοῦτο δοκιμασαι . ἥ το τοῦ λόγου κατόρθωμα σόν ἐστιν εἰς σε γαρ ἀνενεχθήσεται : τὸ ἕξεται δασυντέον ἀπο γὰρ τοῦ ἕξω μέλλοντος δασυνομένου μέσος ἐστίν ⁑image

msA, 9.111, commenting on 9.106 διογενεὺς : προπερισπωμένως ἀναγνῶμεν , συναίρεσιν γὰρ ἔπαθεν τοῦ διογενέος καὶ διογενοῦς , καὶ τροπῇ τοῦ ο εἰς ε διογενεῦς γενικῆς γάρ ἐστι πτώσεως ⁑image

msAim, 9.113, commenting on 9.86 Ϊακῶς τὸ στεῖχον αἱ Ἀριστάρχ ἅμα στεῖχον :image

msAim, 9.114, commenting on 9.88 Ἀρίσταρχ μετὰ τοῦ α δόρπα :image

msAim, 9.115, commenting on 9.89 Ἀρίσταρχ γέροντας ἀριστέας :image

msAim, 9.116, commenting on 9.101 καὶ αλλου δε τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην :image

msAim, 9.117, commenting on 9.104 καὶ ἄλλονimage

msAim, 9.118, commenting on 9.108 αντι τοῦ ου κατα τὴν εμὴν γνώμην :image

msAim, 9.119, commenting on 9.109 οὕτως Ἀρίσταρχ ἀπεμυθεόμην ⁑image