Manuscript msA, page 114v
prev: 114r | next: 115r |
9.135 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε1, 2
9.136 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ ἀλαπάξαι .1, 2, 3
9.137 νῆα , ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω1, 2, 3, 4, 5
9.138 εἰσελθὼν . ὅτε κεν , δατεώμεθα ληΐδ’ Ἀχαιοί ·1, 2, 3, 4
9.139 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω ,1, 2
9.140 αἴ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν .1, 2, 3, 4
9.141 εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης1, 2, 3, 4
9.142 γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ ,1, 2
9.143 ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνι πολλῇ·1, 2, 3, 4, 5, 6
9.144 τρεῖς δέ μοί εἰσὶ θύγατρες ἐνι μεγάρῳ εὐ̈πήκτῳ .1, 2
9.145 Χρυσόθεμις . καὶ Λαοδίκη · καὶ Ἰ̈φιάνασσα ·1, 2, 3, 4
9.146 τάων ἥν κ’ ἐθέλῃσι . φίλην ἀνάεδνον ἀγέσθω1, 2, 3
9.147 πρὸς οἶκον Πηλῆος . ἐγὼ δ’ ἐπὶ μείλια δώσω1, 2, 3
9.148 πολλὰ μάλ’ . ὅσσ’ οὔ πω τις , ἑῇ ἐπέδωκε θυγατρί·1, 2, 3, 4
9.149 ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα·1, 2
9.150 Καρδαμύλην . Ἐνόπην τε . καὶ Ϊρὴν ποιήεσσαν·1, 2, 3
9.151 Φηράς τε ζαθέας . ἠδ’ Ἄνθειαν βαθύλειμον .1, 2
9.152 καλήν τ’ Αἴπειαν . καὶ Πήδασον ἀμπελόεσσαν .1, 2
9.153 πᾶσαι δ’ ἐγγὺς ἁλός νέαται Πύλου ἠμαθόεντος·1, 2, 3, 4, 5
9.154 ἐν δ’ ἄνδρες ναίουσι , πολύρηνες . πολυβοῦται .1, 2, 3, 4
9.155 οἵ κέ , ἑ , δωτίνῃσι θεὸν ὡς τιμήσουσι·1, 2, 3, 4
9.156 καί οἱ , ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας·1, 2, 3
9.157 ταῦτά κέ οἱ τελέσαιμι μεταλλήξαντι χόλοιο·1, 2
9.158 δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστος·1, 2, 3, 4, 5
9.159 τούνεκα καί τε βροτοῖσι θεῶν , ἔχθιστος ἁπάντων·1, 2, 3
msA, 9.154, commenting on 9.137 ‡νῆα ἅλις , χρυσου : ὅτι παρετυμολογεῖ τὴν ναῦν ἀπο τοῦ νῆσαι ὅ ἐστι σορεῦσαι . καὶ ἐν Ὀδυσσείᾳ τὰ ὀνόματα ἀπο τοῦ ἑτοίμου λαμβάνει Τερπιάδην τὸν Φήμιον ἀπο τοῦ τέρπειν τὸν κιθαρῳδὸν ὁ αὐτὸς ἄρα ποιητής ⁑
msA, 9.155, commenting on 9.140 αἵ κε μετ Ἀργείην : ὅτι ἔνιοι ὑποτάσσουσι στίχον τὴν γὰρ ἀπ’ αῦτις ἐγὼ δώσω ξανθῶ Μενελάῳ εὐήθως πάνυ ⁑
msA, 9.156, commenting on 9.140 αἵ κε μετ Ἀργείην : οὐχ ὡς αἰχμάλωτον ἀλλ’ ὡς πρεσβεύουσαν ἁπασῶν ἐν κάλλει ⁑
msA, 9.157, commenting on 9.141 εἰ δέ κεν Ἄργος : ὅτι τὴν Πελοπόννησον Ἀχαιϊκὸν Ἄργος λέγει καὶ Ἴ̈ασον εἰ πάντες σε ἴδοιεν ἀν Ίασον Ἄργος : Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν ⁑
msA, 9.158, commenting on 9.143 ὅς μοι τηλύγετος : ἀγαπητός μονογενής : μόνος γὰρ Ὀρεστης ἄρσην ἐγένετο τῶν Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας ⁑
msA, 9.159, commenting on 9.143 θαλίη ἐνι πολλῇ : ἐν πολλῇ εὐωχίᾳ ἐν πολλοῖς ἀγαθοῖς , εἴπηται δὲ παρα τὸ θάλλειν τοὺς εὐωχουμένους :
msA, 9.160, commenting on 9.145 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα : οικεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα τρία γὰρ συνέχει τὴν ἀρχήν . νόμος ὀρθός ἔπειτα κρίσις καὶ ἰσχύς :
msA, 9.161, commenting on 9.147 ἐπιμείλια δώσῳ : Ἀρίσταρχος ἓν μερος λόγου παρέλαβεν ὡς ἐπιφέρνια : Ἀπολλόδωρος δὲ διαλύει ἐπί εῖτα μείλια οὕτως δὲ καὶ Ἀλεξίων καὶ ἐστι τὸ ἑξῆς ἐπιδώσω μείλια : Τρύφων δὲ ζητεῖ περι τοῦ τόνου πότερον ὡς ποίμνια ἢ ὡς παιδία ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον πλέον εἶναι : σπάνιον δὲ τὸ παροξυνόμενον εἰ ούτως ὁρισαίμεθα τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα μὴ ὄντα υπκοπιστικὰ εἰ ἔχοι τὴν τρίτην ἀπο τέλους φύσει μακρὰν . διὰ τοῦ ϊ ἐκφερομένην . ἤτοι μόνου ἢ . καὶ συν ετέρῳ φωνήεντι προπαροξύνεται Ἴλιον πόμνον σίγιον λείριον . αἴτιον : οὕτως καὶ μείλιον : σπάνια δὲ τὰ παροξυνόμενα ὥσπερ τὸ ἰνίον : τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον :
msA, 9.163, commenting on 9.150 Ϊρήν : Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ ἱρήν : εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ϊδιότητα , ὥσπερ ἐδηλώσαμεν ἐπι τοῦ Ῥίπην τε Στρατίην τε Ὄρθην . ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπι τῶν εἰς ος καὶ πάλιν ἐπ εκείνων ἐλέγομέν τινα , ὁμοτόνως μένειν οὕτως καὶ ἐπι τούτων . καὶ ἐστιν ὁρίσασθαι τὰ μείναντα ἐπαίνων ὀνόματά ἐστὶν οὐκ ἀναστρέφοντος τοῦ κανόνος οὐ γὰρ τὰ ἐπι επαίνου μένει καὶ τῶν μὲν τρεπόντων ἀρήτη Ἀρήτη τῶν δὲ μεινάντων πινυτή μηρ δὲ πιστη Ἀγυή οὕτως καὶ Ϊρή ⁑
msA, 9.164, commenting on 9.153 νέαται : ὡς κέαται : σημαίνει δὲ τὸ νεόνται γενόμενον παρὰ τὸ νῶ οὗ παράγωγον ναίω . ὅσοι δὲ παροξύνουσιν ὡς ἐπι τοῦ ἔσχαται : κατα τὸ νοητὸν παραλαμβάνουσιν : οὐδ’ ἐνθάδε δὲ ὑγειῶς παροξύνουσιν , ὀφείλει γὰρ ὁμοτονεῖν τὸ νέατοι Ἀπολλώ δὲ δια τοῦ κ γράφει κέαται ⁑
msA, 9.166, commenting on 9.158 δμηθήτω : δια τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται : τὸν δὲ Άιδην ἀνελεήμονά φησίν ὅτι ἐκεῖνοι μὲν πε τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημάτων δι ὅ καὶ συγγινώσκουσιν οἱ δὲ περι τῶν ἰδίων καὶ ἀλλοτρίων δι ὅ καὶ ἄκαμπτοι εἰσιν : ὅθεν οὐδεμιᾷ πο Άιδου βωμός ἐστιν Αἰσχύλος : φησιν μόνος θεῶν θάνατος οὐ δώρων ἐρᾷ : οὐδ’ άν τι θύων οὐδ’ επισπευδων λάβοις , οὐδ’ ἐστι βωμὸς οὐδ’ επαγωνίζεται ⁑
msA, 9.167, commenting on 9.159 τούνεκα καί τε βροτοῖσι φησὶν ὁ Ἀρίσταρχος ὅτι ενιοι ὑποτάσσουσι τούτῳ οὔνεκ’ ἐπί κε λάβῃσι πέλωρ ἔχει οὐδ’ ἀνίησι : οὐκ εῖναι δὲ ἀναγκαῖον ⁑
msAil, 9.177, commenting on 9.137 δαψιλῶς ϊκανῶς
msAil, 9.178, commenting on 9.137 πληρωσατω σωρευσάσθω
msAil, 9.179, commenting on 9.138 μεριζώμεθα
msAil, 9.180, commenting on 9.138 τὰ λάφυρα
msAil, 9.181, commenting on 9.141 γόνιμον λιπαρον
msAil, 9.183, commenting on 9.153 γράφεται και νάεται
msAil, 9.184, commenting on 9.155 δωρεαῖς :
msAil, 9.185, commenting on 9.158 δαμασθήτω ὑπειξάτω
msAil, 9.688, commenting on 9.136 ι
msAim, 9.168, commenting on 9.143 οτ ἀγαπητὸς μόνος ἐπι ταῖς θηλείαις :
msAim, 9.170, commenting on 9.148 οτ οὐ λέγει ὅτι πρῶτος επι δέδωκα
msAim, 9.171, commenting on 9.153 οτ ἀντι τοῦ νέονται ἕνιοι δε αντ τοῦ ἔσχαται οὐκ εὖ ⁑
msAint, 9.173, commenting on 9.146 οτ εδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθένοις ⁑
msAint, 9.174, commenting on 9.155 Αρισταρχ τιμήσονται ⁑
msAint, 9.175, commenting on 9.154 δια τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ Αρισταρχ ⁑