Manuscript msA, page 115r
prev: 114v | next: 115v |
9.160 καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι1, 2, 3
9.161 ἠδ’ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι·1, 2
9.162 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·1, 2
9.163 Ἀτρείδη · κύδιστε· ἄναξ ἀνδρῶν Ἀγάμεμνον1, 2
9.164 δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·1, 2, 3
9.165 ἀλλ’ ἄγετε κλητοὺς ὀτρύνομεν· οἵ κε τάχιστα1, 2, 3
9.166 ἔλθωσ’ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος ·1, 2, 3
9.167 εἰ δ’ ἄγε , τοὺς ἂν ἐγὼ . ἐπιόψομαι· οἳ δὲ πιθέσθων .1, 2, 3, 4, 5, 6
9.168 Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω .1, 2, 3
9.169 αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας . καὶ δῖος Ὀδυσσεύς ·1, 2, 3
9.170 κηρύκων δ’ . Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ’ ἑπέσθων·1, 2, 3, 4
9.171 φέρτε δὲ χερσὶν ὕδωρ . εὐφημῆσαί τε κέλεσθε·1, 2, 3
9.172 ὄφρα Διῒ Κρονίδῃ ἀρησόμεθ’ . αί κ’ ἐλεήσῃ·1, 2, 3, 4
9.173 Ὡς φάτο . τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον έειπεν·1, 2, 3
9.174 αὐτίκα . κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν .1, 2
9.175 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο .1, 2
9.176 νώμησαν δ’ ἄρα πᾶσιν . ἐπαρξάμενοι δεπάεσσιν·1, 2
9.177 αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ . ἔπιόν θ’ , ὅσον ἤθελε θυμός ,1, 2, 3, 4
9.178 ὡρμῶντ’ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρείδαο .1, 2
9.179 τοῖσι δὲ πόλλ`’ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ1, 2
9.180 δενδίλλων ἐς ἕκαστον . Ὀδυσσῆϊ δὲ μάλιστα·1, 2, 3, 4
9.181 πειρᾶν . ὡς πεπίθοιεν ἀμύμονα Πηλείωνα ·1, 2
9.182 Τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης1, 2, 3, 4
9.183 πολλὰ μάλ’ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ1, 2
9.184 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο ·1, 2, 3
msA, 9.186, commenting on 9.160 ‡ ὅσσον βασιλεύτερος ειμι : ὅτι τὸ ὅσσον οὐκ ἐστι πλήθους ἀλλ’ ἀντὶ τοῦ καθ ὅσον εἰμὶ βασιλϊευκότερος ⁑
msA, 9.188, commenting on 9.167 οἱ δὲ βαρυτονητέον : δύο γὰρ μέρη λόγου ἀντι τοῦ οὗτοι δὲ . εἰσὶ δε οἳ προπεριέσπασαν οὐκ εὖ χρεία γάρ ἐστι τοῦ δὲ συνδέσμου , ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὡς συνετώτερος : ἔστιν δὲ λέγειν ὅτι κατ οικονομιαν ὑπελείφθην ἵνα ἂν ἀπο τύχωσιν οἱ πε οδ αὐτὸς ὕστερον πείση : ἄτοπον γὰρ ἢν νῦν πρεσβεύειν τὸν Νέστορα : ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεῖσθῆναι : ἀδοξία δὲ ἤν Νέστορα μη δυνηθῆναι πεῖσαι : οἱ δὲ φασὶν ὅτι ἐπει δὴ ἐχθρὸς ἤν Ἀχιλλέως λοιδορήσας ἀντὸν πρὸς Ἀγαμέμνονα . τοὺς δε δ’ ἔα φθινύθει ἕνα καὶ δύο ⁑
msA, 9.189, commenting on 9.168 Φοίνιξ μὲν πρώτιστα : ὅτι ὁ Φοίνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα ὥστε μὴ συγχεῖσθαι δια τῶν ἑξῆς τὰ δυϊκά ⁑
msA, 9.190, commenting on 9.169 αὐτὰρ ἔπειτ’ Αἴας τὸ μέγας : ἡ διπλῆ ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντι χρονικοῦ παραλαμβάνει ἀντι τοῦ μετα ταυτα ὡς καὶ Ἑρμείας μὲν ἔπειτα : βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα εἶτα τὸν Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας . ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντι τοῦ δὴ συνδέσμου λαμβάνει ⁑
msA, 9.193, commenting on 9.182 τὼ δὲ βάτην : ὅτι ἐπι Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολήν οὗτοι δὲ μετα ταῦτα ζητοῦμεν δὲ εἰ καὶ Φοῖνιξ ἐστὶ πρεσβευτής . καὶ φασὶν . οἱ δύο πρεσβεύειν Αἴαντας καὶ Ὀδυσσέα Φοίνικος προεληλυθότος οὐκεἰςτοπρεσβεύεινἀλλεἰςτὸπρεσβεύεινΑἴανταςκαὶὈδυσσέαΦοίνικοςπροέληλυθότος οὐκ εις τὸ πρεσβεύειν ἀλλ εἰς τὸ συλλαβέσθαι : καὶ δια τοῦτο ὁ ποιητής δυϊκῶς κέχρηται : καὶ χαίρετον ὦ φίλοι : ἔνιοι δὲ λέγουσιν συμπρεσβευκὲναι καὶ Φοίνικα καὶ οὐδὲν εἶναι τὸν Φοίνικα τὸν παρα τῷ ποιητῇ ἀριθμόν : πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι ὡς καὶ ἐπι τοῦ μὴ νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς εν Ὀλύμπῳ ἆσσον ϊόντες καὶ ὡς ἐπι τοῦ τὼ κούρω κριθέντε δύο καὶ πεντήκοντα ⁑
msAext, 9.200, commenting on 9.167 οἴ δε
msAext, 9.201, commenting on 9.177 σπεῖσαν τε . πιον θ’
msAil, 9.203, commenting on 9.167 ἐπιλέξομαι
msAil, 9.204, commenting on 9.172 αντ δία
msAil, 9.205, commenting on 9.172 εὐξόμεθα
msAil, 9.206, commenting on 9.173 ἀρέσκοντα
msAim, 9.687, commenting on 9.167 Ἀρίσταρχ εγὼ ἄλλοι δὲ ἐγών ⁑
msAim, 9.194, commenting on 9.170 αντ ἐπέσθωσαν γράφεται δὲ καὶ χωρὶς τοῦ ν
msAim, 9.195, commenting on 9.184 περισπαστεον δεύτερος γα αο ετς ⁑
msAint, 9.197, commenting on 9.171 οτ συγκέκοπται ἀντι τοῦ φέρετε
msAint, 9.198, commenting on 9.180 δια νεύων τοῖς ὀφθαλμοῖς
msAint, 9.199, commenting on 9.182 ἐπεὶ παρα θάλασσαν ἐβάδιζον δια τοῦ το τὼ Ποσιδὼνι εὔχονται :