Manuscript msA, page 116r
prev: 115v | next: 116v |
9.210 καὶ τὰ μὲν εὖ , μίστυλλε . καὶ ἀμφ’ οβελοῖσιν ἔπειρε·1, 2
9.211 πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα . ἰ̈σόθεος φώς·1, 2
9.212 αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη . καὶ φλὸξ ἐμαράνθη .1, 2, 3
9.213 ἀνθρακιὴν στορέσας . ὀβελοὺς ἐφ’ ύπερθε τάνυσσε·1, 2
9.214 πάσσε δ’ ἁλὸς θείοιο . κρατευτά̄ων ἐπαείρᾱς·1, 2, 3, 4, 5, 6
9.215 αὐτὰρ ἐπεί ῥ’ ὠπτησε· καὶ εὶν ἑλεοῖσιν ἔχευεν·1, 2, 3, 4
9.216 Πάτροκλος μὲν σῖτον ἑλὼν . ἐπένειμε τραπέζῃ .1, 2
9.217 καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς ·1, 2
9.218 αὐτὸς δ’ ἀντίον ί̈ζεν Ὀδυσσῆος θείοιο1, 2
9.219 τοίχου τοῦ ἑτέροιο· θεοῖσι δὲ θῦσαι ἀνώγει1, 2, 3, 4
9.220 Πάτροκλον ὃν ἑταῖρον· ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάς·1, 2, 3, 4
9.221 οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ί̈αλλον·1, 2, 3
9.222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο·1, 2, 3, 4, 5
9.223 νεῦσ’ Αἴας Φοίνικι · νόησε δὲ δῖος Ὀδυσσεύς .1, 2, 3, 4
9.224 πλησάμενος δ’ οἴνοιο δέπας . δείδεκτ’ Ἀχιλῆα ·1, 2, 3
9.225 χαῖρ’ Ἀχιλεῦ · δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευῆς1, 2, 3, 4, 5, 6
9.226 ἠμὲν ἐνι κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο1, 2, 3
9.227 ἠδὲ καὶ ἐνθάδε νῦν . πάρα γὰρ μενοεικέα πολλὰ1, 2
9.228 δαίνυσθ’ . ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν·1, 2, 3
9.229 ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες1, 2
9.230 δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι1, 2, 3, 4
9.231 νῆας ἐϋσσέλμους . εἰ μὴ σύ γε δύσεαι ἀλκήν·1, 2, 3
9.232 ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο1, 2, 3
9.233 Τρῶες ὑπέρθυμοι . τηλεκλειτοί τ’ ἐπίκουροι .1, 2
9.234 κειάμενοι πυρὰ πολλὰ κατα στρατόν· οὐδ’ ἔτι φασὶ1, 2
msA, 9.243, commenting on 9.212 ‡ αὐτὰρ ἐπεὶ κατα πῦρ εκάη : ὅτι ἔν τισι γράφεται αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο παύσατο δὲ φλόξ : γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος ⁑
msA, 9.244, commenting on 9.214 πάσσε δ’ ἁλὸς θείοιο θείους κέκληκεν τοὺς ἅλλας δια τὸ άσηπτα τηρεῖν τὰ πασθέντα ⁑
msA, 9.245, commenting on 9.214 κρατουτάων τῶν βάσεων ὅ ἐστι τῶν λίθων ἐφ’ ὧν οἱ οβελίσκοι τίθενται τῶν κρεῶν ὁπτωμενων : οἱ δὲ τῶν λαβων τῶν οβελίσκων εἶπον κακῶς :
msA, 9.247, commenting on 9.219 θῦσαι ἀνώγει : ὅτι θῦσαι οὐ σφάξαι οὐ Τιμόθεος ὑπέλαβεν καὶ Φιλόξενος ὁμοίως τῇ ἡμετέρα , συνηθεία : ἀλλα θυμιᾶσαι , καὶ ὅτι θυηλάς τὰς ἐπιθυομενας ἀπαρχὰς καὶ ἐν Οδ . ῆ ρα . καὶ ἄργματα θύσε θεοῖς αἰεὶ τῇἡμετέρα,συνηθεία,ἀλλαθυμιάσαι:καὶὅτιθυηλάςτὰςἐπιθυομέναςἀπαρχᾶςκαὶἐνὈδὈδυσσείᾳ γενέτῃσιν .
msA, 9.248, commenting on 9.219 θῦσαι ἀνώγει ἀπάρξασθαι : δεισιδαίμων δὲ ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται καὶ ἀποπλεύσεσθαι λέγει αὔριον ἱρὰ Διῒ ρέξας καὶ χηλοῦ δ’ ἀπο πῶμ’ ἀνέῳγεν :
msA, 9.249, commenting on 9.220 θυηλάς : ὡς ἀπαρχὰς . τὰ δὲ δια τοῦ ήλη μονογενῆ ὑπερ δύο συλλαβὰς καὶ ὀξύνεται ὥσπερ τὸ γαμφηλή θυηλή καὶ βαρύνεται ὡς τὸ ἀνθήλη ⁑
msA, 9.250, commenting on 9.222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος : εἰς δύο στάσεις διεῖλε τὸν λόγον τὴν παρορμητικήν τραγῳδήσας τὰς συμφορὰς εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρόρμησιν , καὶ εἰς τὴν ἀλλοιωτικὴν ἦς μέρος τὸ ὑπαλλακτικὸν ἀντι γὰρ Ἀγαμέμνον τὴν στρατιὰν ἔλαβεν κυκλικώτερον δὲ κατακέχρηται τῷ στίχῳ δεδειπνικότων αὐτῶν πρὸ ολίγου οὐ γὰρ ἤρων δαιτός ⁑
msA, 9.251, commenting on 9.222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος φαίνονται καὶ παρ’ Ἀγαμέμνονι πρὶν επι τὴν πρεσβείαν στείλασθαι δειπνοῦντες : φησὶ γοῦν αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός , ὡρμῶντ’ ἐκ κλη̈σίης ἄμεινον οῦν εῖχεν ἄν φησὶν ὁ Ἀρίσταρχος ἐγέγραπτο ἂψ ἐπάσαντο ῆ ἐψ επάσαντο ἵν ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται : ἀλλ ὅμως ὑπο περιττῆς εὐλαβείας οὐδὲν μετέθηκεν ἐν πολλαῖς οὔτως εὑρὼν φερομένην τὴν γραφήν ⁑
msA, 9.686, commenting on 9.223 ζητεῖται δέ διὰ τί προαρπαζει τὸν λόγον ὁ Ὀδυσσευς ῥητέον δὲ ὅτι καὶ μα εἰκότως : οὐ δε γὰρ μία ἢν ἐλπὶς προ ἀπο τυχόντων τῶν οἱ κείων αυτου ἐβούλετο δὲ προ ἐκκενώσας τὴν ὀργην ἀναγκάσαι τί τοῖς οἰκείοις προσδοθῆναι χάριτος ⁑
msA, 9.253, commenting on 9.224 πλησάμενος δ’ οἴνοιο : προς τὸ ἔθος ὅτι πλήρη καὶ οὐκ ένα προύπινον ὀρέγοντες τὰ ποτήρια : δεῖ δε νοῆσαι ὅτι κατα τὸ σιωπώμενον ἑδέξατο ὁ Ἀχιλλεύς ἰδίως δε οὐχ ὑπέθεικε καί μιν φωνήσας ⁑
msA, 9.254, commenting on 9.225 χαῖρ’ Ἀχιλεῦ δαιτὸς μὲν ἐΐσης . οὐκ επιδευής ἠμὲν ἐνι κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο : ἠδὲ καὶ ἐνθάδε νῦν . τὸ ἑξῆς ἔστι δαιτὸς μὲν ἐΐσης οὐκ επιδευεῖς , ἀλ’λ οὐ δαιτὸς , ἐπηράτου ἔργα μέμηλεν : ἀλλὰ λίην μέγα πῆμα ἐκεῖνα γὰρ μεταξὺ τέθειται ἠμὲν ἐνι κλ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ καὶ ἐνθάδε νῦν ουτ Ἡρωδιανός ⁑
msA, 9.255, commenting on 9.225 χαῖρ’ Ἀχιλεῦ : ὅτι προστιθέασι τὸ ς οὐκ ἐπιδευεῖς κακῶς : οὗτοι δὲ καὶ τὸ εξῆς περισπῶσιν ῆμεν ἐν κλισίῃ ἵν’ ᾗ ῆμεν ἐτυγχάνομεν : Ἀρίσταρχ δὲ χω τοῦ ς ⁑
msA, 9.256, commenting on 9.226 ἡμὲν ἐνι κλισίῃ . δια τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς οὐ προθεπαρευσας : ῥητέον οὖν . ὅτι εἴ τε ἐν δεικνύμενος Ἀχιλλεῖ ὅτι πρώτερον ὑβρίσας ϊκετης καθέστηκεν : ῆ πάνυ ῥητορικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους καὶ τῇ τραπεζη δυσωπῶν καὶ μονονουχὶ τοῦτο λέγων ὡς ὁμόσιτος αὐτῷ δι ἡμῶν γεγενῆσθαι καὶ γὰρ ἐκείνοῦ καὶ σοῦ μετεσχήκα τραπέζης ⁑
msA, 9.257, commenting on 9.230 ἐν δοιῇ : ἐν δισταγμῷ ἐν διχοστασίᾳ περισπαστέον δέ . δοτικὴ γὰρ ἀκόλουθος εὐθείαι τῆ δοιός οὐ τὸ θηλυεαι δοιή ⁑
msAil, 9.263, commenting on 9.214 τῶ βάσεῶν
msAil, 9.264, commenting on 9.220 τὰς ἀπαρχάσ
msAil, 9.265, commenting on 9.221 βρώματα
msAil, 9.266, commenting on 9.228 ἐπιθυμητῆς
msAil, 9.267, commenting on 9.230 εν δισταγμῶ
msAil, 9.268, commenting on 9.231 ἀναλάβεις τὴν δυνάμιν σου ⁑
msAim, 9.258, commenting on 9.214 Ἀρίσταρχ ἀπαείρας ἀπο τῶν κρατευτάων άρας ⁑
msAim, 9.259, commenting on 9.222 άμεινον φησὶν εἶχεν Αρισταρχος εἰ ἐγέγραπτο ὰψ επάσαντο ⁑
msAim, 9.260, commenting on 9.225 γράφεται εῖς ⁑
msAint, 9.261, commenting on 9.215 ἐν αλλω ἔθηκεν :