Manuscript msA, page 116v
prev: 116r | next: 117r |
9.235 σχήσεσθ’ , ἀλ’λ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι .1, 2, 3, 4
9.236 Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων1, 2, 3
9.237 ἀστράπτει· Ἕκτωρ δὲ μέγα , σθένεϊ βλεμεαίνων1, 2
9.238 μαίνεται ἐκπάγλως . πίσυνος Διῒ , οὐδέ τι τίει1, 2, 3
9.239 ἀνέρας . οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν .1, 2, 3, 4
9.240 ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·1, 2, 3
9.241 στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα·1, 2, 3, 4
9.242 αὐτάς τ’ ἐμπρήσειν μαλεροῦ πυρός· αὐτὰρ Ἀχαιοὺς1, 2, 3, 4
9.243 δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ .1, 2
9.244 ταῦτ’ αἰνῶς δείδοικα κατα φρένα· μή οἱ ἀπειλὰς1, 2, 3
9.245 ἐκτελέσωσι θεοὶ· ἡμῖν δὲ δὴ αἴσιμον εἴη1, 2, 3
9.246 φθίσθαι ἐνὶ Τροίῃ , ἑκὰς Ἄργεος ἱπποβότοιο·1, 2, 3
9.247 ἀλλ`’ ἄνα· εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν1, 2, 3, 4, 5
9.248 τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ1, 2
9.249 αὐτῷ τοι μετόπισθ’ ἄχος ἔσσεται· οὐδέ τι μῆχος .1, 2, 3
9.250 ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν1, 2
9.251 φράζευ , ὅπως Δαναοῖσιν ἀλεξήσηις κακὸν ἦμαρ·1, 2
9.252 ὦ πέπον· ῆ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς1, 2, 3
9.253 ἤματι τῷ· ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·1, 2
9.254 τέκνον ἐμὸν . κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη1, 2, 3
9.255 δώσουσ’ αἴ κ’ ἐθέλωσι . σὺ δὲ μεγαλήτορα θυμὸν1, 2, 3
9.256 ἴ̈σχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·1, 2, 3
9.257 ληγέμεναι δ’ ἔριδος κακομηχάνου . ὄφρά σε μᾶλλον·1, 2
9.258 τίωσ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες·1, 2
9.259 ὡς ἐπέτελλ’ ὁ γέρων . σὺ δὲ λήθεαι· ἀλλ’ τι καὶ νῦν1, 2
msA, 9.270, commenting on 9.236 ‡ἐνδέξια : Ἀρίσταρχος ὑφ’ ἓν μέρος λόγου τὸ ἐνδέξιᾳ ἐπι τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν : ὁ δὲ Ἀσκαλωνίτης κατα παρολκὴν παραλαμβάνει τὴν ἔν πρόθεσιν ὥστε εἶναι δεξιὰ σήματα φαίνων : ἅμεινον δὲ τὸ πρότερον ⁑
msA, 9.271, commenting on 9.238 οὐδέ τι τίσι : εὐτελίζει φησὶν οὐ μόνον ἀνθρώπους : ἀλλὰ καὶ θεους , τῆ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν ⁑
msA, 9.274, commenting on 9.241 στεῦται γὰρ νηῶν : διορίζεται : στάσιν γὰρ ψυχῆς σημαίνει ἡ λέξις : ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ στεῦτο δὲ διψάων ⁑
msA, 9.275, commenting on 9.241 ἄκρα κόρυμβα : τὰ τῶν νεῶν ἀκροστό δια τί δὲ πρῶτον ἀποκόπτει εἰ θ’ οὕτως τὸ πῦρ ἐμβάλλει ἐπει δὴ ἐπι τῶν ἀκροστολίων ῆσαν ἀγάλματα καὶ εἰκόνες θεῶν ἐκ κλίνων τὴν θεοχολωσίαν τοῦτο ποιεῖ
msA, 9.276, commenting on 9.249 οὐδέ τι μῆχος : οὐδεμία ἐστὶ μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν : πρὸς τὸ παρὸν δὲ ἡ γνώμη τινὰ γὰρ τῶν κακῶν ἰ̈άσεως ἔτυχεν : ἐπὶ τὸ μῆχος : βραχὺ διασταλτέον σαφέστερον γὰρ ούτω παρίσταται ⁑
msA, 9.277, commenting on 9.252 ὦ πέπον : ὁτε μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ καὶ ἀσθενῆ : ὁτὲ δὲ τὸν προσηνῆ ἀπὸ τοῦ πεπήρου καὶ ἁπαλοῦ ⁑
msA, 9.279, commenting on 9.256 ἴσχειν : ἐπέχειν παύειν τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν αὕτη γὰρ ἐν τῷ στήθει κεῖται οὖσα αἰτία τῆς οργῆς ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ , θυμὸς γάρ ἐστι φησὶ ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς όρεξιν ἀντιλυπήσεως ⁑
msAext, 9.288, commenting on 9.246 φθεῖσθαι
msAil, 9.289, commenting on 9.245 πεπωμένον
msAil, 9.290, commenting on 9.247 εἰ σπουδάζεις
msAil, 9.291, commenting on 9.247 εἰ προθυμεῖ
msAim, 9.280, commenting on 9.235 ὅτι ἐπι τῶν Τρώων ἐστίν ἐμπεσοῦνται ταῖς ναυσὶν ἐνσείσουσι :
msAim, 9.281, commenting on 9.239 βραχ διασταλτ ἐπι το ανερας .
msAim, 9.283, commenting on 9.244 διασταλτέον βραχ φρένας θεοί ⁑
msAim, 9.284, commenting on 9.247 σημειοῦνται τινες ὅτι τὴν όλην Πελοπόννησον : οὐκ οῖδεν ὁ ποιητ Ἡσιοδ δὲ ⁑
msAim, 9.285, commenting on 9.254 σημειοῦνται τινὲς οτ παρεῖται τὸ τάδε λέγων ⁑
msAint, 9.286, commenting on 9.235 αλλ εμπεσεῖσθε ταῖς ναυσι διώκοντες ἡμὰς :
msAint, 9.287, commenting on 9.242 σημειοῦνται τινὲς ἀντι τοῦ μαλερῶ πυρι ⁑