Manuscript msA, page 118r
prev: 117v | next: 118v |
9.310 ᾗ περ δὴ κρανέω τε καὶ ὡς τετελεσμένον ἔσται·1, 2, 3, 4
9.311 ὡς μή μοι τρύζητε παρήμενοσ ἄλλοθεν ἄλλος :1, 2, 3
9.312 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν .1, 2, 3
9.313 ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν . ἄλλο δὲ εἴπῃ .1, 2, 3
9.314 αὐτὰρ ἐγὼν , ἐρέω . ὥς μοι δοκεῖ εἶναι ἄριστα·1, 2, 3
9.315 οὔτ’ ἔμεγ’ Ἀτρείδην Ἀγαμέμνονα πεισέμεν οἴω1, 2
9.316 οὔτ’ ἄλλους Δαναούς . ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν1, 2
9.317 μάρνασθαι δηίοισι ἐπ’ ἀνδράσι , νωλεμὲς αἰεί·1, 2, 3, 4, 5
9.318 ἴ̈ση μοῖρᾳ μένοντι . καὶ εἰ μάλα τις πολεμίζῃ·1, 2, 3
9.319 ἐν δὲ ϊῇ τιμῇ . ἠμὲν κακὸς . ἠδὲ καὶ ἐσθλός·1, 2, 3
9.320 κάτθαν’ ὁμῶς . ὅ τ’ ἀεργὸς ἀνὴρ . ὅ , τε πολλὰ ἐοργώς·1, 2
9.321 οὐδ’ έτι μοι περίκειται . ἐπεὶ πάθον ἄλγεα θυμῷ .1, 2, 3, 4, 5
9.322 αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν·1, 2, 3
9.323 ὡς δ’ ὄρνις ἀπτῆσι , νεοσσοῖσι προφέρῃσι1, 2
9.324 μάστακ’ ἐπεί κε λάβῃσι . κακῶς δέ τε οἱ πέλει αὐτῇ·1, 2, 3, 4, 5
9.325 ὡς καὶ ἐγὼ . πολλὰς μὲν ἀΰπνους νύκτας ἴ̈αυον .1, 2, 3
9.326 ἤματα δ’ αἱματόεντα διέπρησσον πολεμίζων .1, 2, 3
9.327 ἀνδράσι μαρνάμενος οάρων ἕνεκα σφετεράων·1, 2, 3
9.328 δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνων ·1, 2, 3
9.329 πεζὸς δ’ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·1, 2
9.330 τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ1, 2
9.331 ἐξελόμην . καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον1, 2
9.332 Ἀτρείδῃ · ὁ δ`’ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι .1, 2, 3
9.333 δεξάμενος . δια παῦρα δασάσκετο . πολλὰ δ’ ἔχεσκεν·1, 2
9.334 ἄλλα δ’ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσιν·1, 2
msA, 9.311, commenting on 9.312 Ἀΐδαο πύλησιν : ὅτι πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον δια τὸ ἄπρακτον : ταχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον ἐπεὶ πῶς ἄν τις τοὺς γονεῖς σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακῶν . ἐκ τῶν ἐναντίων ὁ θάνατος ⁑
msA, 9.314, commenting on 9.321 οὐδέ τί μοι περίκειται : ὁ Ἀσκαλωνίτης δύο ποιεῖ περί εῖτα κεῖται καὶ προπερισπᾷ σημαίνει δε φησὶ τὸ περισσῶς κεῖται εἰσὶ δὲ οἳ ὑφ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται , οἷς συγκατατίθεμαι : τί γάρ ἐστι τὸ κωλύων καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν ⁑
msA, 9.315, commenting on 9.324 μάστακ’ ἐπεί κε λάβῃσι . δια τοῦ ἀρα γράφουσι καὶ αἱ Ἀριστάρχου οὕτως δέ αἱ δὲ εἰ και ότε ραι , κακῶς δὲ τε οἱ πέλει αὐτή ⁑
msA, 9.316, commenting on 9.324 ὅτι οἱ Γλωσσογράφοι μάστακα τὴν ἀκρίδα δέον μάσημα καὶ βρῶμα ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως καθάπερ τὸ χοίνικα τὸ μετρον καὶ τὸ μετρούμενον : ἀλ’λ Ὀδυσσεὺς ἐπι μάστακα χερσὶ πίεζεν ⁑
msA, 9.317, commenting on 9.327 ὁ ἄρων γράφεται καὶ ὀρέων αἱ δὲ ἐξ αμφοτέρων τὸ σημαινόμενον τῶν γυναικῶν , ὁ ἄρων μὲν ἀπο τοῦ ὀαρίζειν , ὡρέων δὲ ὡς ἄν τις εἴποι συν αόρων ἁπο τοῦ συνωρεῖν καθ ὃ καὶ συνωρίδας ἐπι τῶν ἵππων ⁑
msA, 9.318, commenting on 9.325 ἴ̈αυον : ἐμονομάχουν παρ τὸ αὔω τὸ κοιμῶμαι . ἢ παρα τὴν ἴαν τὴν μίαν ἢ διετέλουν ⁑
msAext, 9.330, commenting on 9.317 δηΐοι
msAext, 9.331, commenting on 9.318 ζει
msAil, 9.333, commenting on 9.310 τελειώσῳ :
msAil, 9.334, commenting on 9.321 περισσὸν τι εστι