Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 118v

Manuscript msA, page 118v

image

prev: 118r next: 119r

Iliad text

9.335 τοῖσι μὲν ἔμπεδα κεῖται· ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶνimage1, 2

9.336 εἵλετ’· ἔχει δ’ ἄλοχον θυμαρέα . τῇ παριαύωνimage1, 2, 3

9.337 τερπέσθω· τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσινimage1, 2

9.338 Ἀργείους . τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείραςimage1, 2, 3

9.339 Ἀτρείδης . ἢ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο·image1, 2, 3

9.340 ῆ μοῦνοι φιλέουσ’ ἀλόχους μερόπων ἀνθρώπωνimage1, 2

9.341 Ἀτρεῖδαι · ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων .image1, 2

9.342 τὴν αὐτοῦ φιλέει· καὶ κήδεται . ὡς καὶ ἐγὼ τὴνimage1, 2, 3

9.343 ἐκ θυμοῦ φίλεον· δουρικτητήν περ ἐοῦσαν·image1, 2, 3

9.344 νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο . καί μ’ ἀπάτησε .image1, 2

9.345 μή μευ πειράτω εὖ εἰδότος . οὐδέ με πείσει·image1, 2, 3

9.346 ἀλλ`’ Ὀδυσεῦ . συν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι .image1, 2

9.347 φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ·image1, 2, 3

9.348 ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖοimage1, 2

9.349 καὶ δὴ τεῖχος ἔδειμε καὶ ἤλασε τάφρον ἐπ αυτῷimage1, 2, 3, 4

9.350 εὐρεῖαν· μεγάλην . ἒν δὲ σκόλοπας κατέπηξεν·image1, 2, 3

9.351 ἀλλ’ οὐδ’ ὡς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιοimage1, 2

9.352 ί̈σχειν· ὄφρα δ’ ἐγὼ μετ’ Ἀχαιοῖσιν πολέμιζον .image1, 2

9.353 οὐκ εθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ .image1, 2, 3

9.354 ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ί̈κανεν .image1, 2, 3

9.355 ἔνθά ποτ’ οἶον ἔμιμνε , μόγις δέ μευ ἔκφυγεν ὁρμήν .image1, 2, 3

9.356 νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ .image1, 2, 3

9.357 αὔριον ϊρὰ Διὶ̈ ῥέξας καὶ πᾶσι θεοῖσι .image1, 2

9.358 νηήσας , εὖ , νῆας· ἐπὴν ἅλα δὲ προερύσσω .image1, 2, 3, 4

9.359 ὄψεαι ἢ ἐθέλῃσθα· καὶ αἴ κέν τοι τὰ μεμήλῃimage1, 2

Scholia text

msA, 9.335, commenting on 9.336 ‡θυμαρέα : τῇ ψυχῇ ἀρέσκουσα θυμήρει . σύνθετον δέ ἐστι παρα τὸ ἄρω θυμαρής . καὶ οὕτως ἀνέγνωμεν Εὔμαιος δ’ ἄρ οἱ σκῆπτρον θυμαρὲς , διὰ τοῦ α . οὐ γάρ ἐστι παρώνυμον δια τοῦ ἥρης , τὰ γὰρ δια τοῦ ἥρης καὶ ώδης παρώνυμα βαρύνεται ξιφήρης ὀλιγήρης , τοξήρης ὀνώδης καὶ βοώδης ⁑image

msA, 9.336, commenting on 9.338 Ἀργείους τί δὲ λαὸν ἀνίγαγον : ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν , δια τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναιimage

msA, 9.337, commenting on 9.339 ἢ οὐχ’ Ἑλένης ονμ : πρακτικῶς ὁ λόγος δεικνὺς τὸν Ἀγαμέμνονα . ἢ ἀσύνετον ἢ ἄδικον : εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆναι περι γυναῖκα πολεμεῖν . οὐκ έδει περι Ἑλένης ἀσύνετος οὖν ἐστι περι μικρᾶς αἰτίας πολεμῶν . εἰ δὲ χαλεπὸν καὶ μέγα πῶς ἅπερ παθῶν ὑπ αλλοφύλων ἀγανακτεῖ , ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ αδικεῖν νομίζει , καὶ πρῶτα μὲν ἀπηρίθμηται τὸ ἀχάριστον εῖτα τὴν ὕβριν ⁑image

msA, 9.338, commenting on 9.342 τὴν αὐτοῦ φιλέει , ὁ Ἀσκαλωνίτης δασύνει σύνθετον ἐκδεχόμενος τὴν ἀντωνυμίαν δι ὃ καὶ τὰς τοιαύτας κατα διάλυσιν ἀναγινώσκομεν , καὶ μαχόμην κατ εμ αὐτὸν ἐγώ καὶ πυκάσασα ἑ αυτήν . τί οὖν ἔστιν ἐνθάδε λέγειν , ἢ ὅτι λειπ ἡ ἕο ὡς τὸ ἕο τ’ αὐτοῦ πάντα κολούει : οὕτως καὶ ἐνθάδε τὴν ἑ αυτοῦ φιλέει ⁑image

msA, 9.339, commenting on 9.343 δουρικτήτην . δουριγνήτη ὡς ἀριγνώτη ἵνα τοῦ δουρίκτητος παρώνυμον , ἢ ουτ γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητής ἀμφιρύτη περιξέστη ⁑image

msA, 9.340, commenting on 9.349 καὶ δὴ τεῖχος ἕδειμε ἐν τῷ περι Ἰλιάδος καὶ Ὀδυσσείας . ὁ Ἀρίσταρχος προφέρεται καὶ ἤλασαν ἔκτοθι τάφρον καὶ ἐν τῷ ἑξῆς , περι δὲ σκόλοπας κατέπηξεν , εἰσὶ δὲ οὐκ ἄτοποι αἱ γραφαι ⁑image

msA, 9.341, commenting on 9.347 φραζέσθω , πρὸς τὸ ἐν Ὀδυσσείᾳ ζητούμε νεῖκος Ὀδυσσηος καὶ Πηλείδεω Ἀχιλῆ ὅτι ἐμφαίνει καὶ νῦν ἀναίρων τὴν ἐπιχείρησιν τῶν πε Ὀδυσσέως λεγόντων βουλῇ καὶ λόγω αἰρεθήσεσθαι , τὴν πο νῦν γὰρ οἶον ἐπισαρκάζων λέγει ⁑image

msA, 9.343, commenting on 9.354 ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας , ὅτι πληθυντικῶς εἶπε τὴν πύλην μίαν οῦσαν : Σκαιαῖ δὲ καὶ Δαρδάνιαι αἱ αὐταὶ ἡ δὲ δρῦς προ τῆς Ἰλίου ἦν ; ⁑image

msAil, 9.349, commenting on 9.355 ἁπαξ ἔμεινεimage

msAil, 9.350, commenting on 9.358 σωρεύσαιimage

msAim, 9.344, commenting on 9.345 καλῶς ἐπιστάμενου μου ὅτι ἀπαταιών εστιimage

msAim, 9.345, commenting on 9.349 Ἀρισταρχ καὶ ἡλασεν έκτοθι τάφρον ⁑image

msAim, 9.346, commenting on 9.356 γράφεται καὶ πολεμίζεινimage

msAim, 9.347, commenting on 9.358 ἀντι τοῦ κινήσαντος ⁑image

msAint, 9.348, commenting on 9.350 βραχὺ διασταλτ ἐπι το εὑρεῖα προς ἔμφασιν ⁑image