Manuscript msA, page 119r
prev: 118v | next: 119v |
9.360 ῆρι μάλ’ Ἑλλήσποντον ἐπ’ ϊχθυόεντα πλεούσας1, 2, 3, 4
9.361 νῆας ἐμὰς . ἐν δ’ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·1, 2
9.362 εἰ δέ κεν εὐπλοί̈ην δώῃ κλυτὸς ἐννοσίγαιος .1, 2
9.363 ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ϊκοίμην·1, 2
9.364 ἔστι δέ μοι μάλα πολλὰ . τὰ κάλλιπον . ἐνθάδε ἔρρων·1, 2, 3, 4
9.365 ἄλλον δ’ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν .1, 2
9.366 ἠδὲ γυναῖκας ἐϋζώνους . πολιόν τε σίδηρον1, 2, 3
9.367 ἄξομαι , ἅσσ’ ἔλαχόν γε· γέρας δέ μοι ὅς περ ἔδωκεν·1, 2, 3, 4, 5
9.368 αῦτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων1, 2, 3
9.369 Ἀτρείδης . τῷ πάντ’ ἀγορευέμεν ὡς ἐπιτέλλω1, 2
9.370 ἀμφαδὸν . ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ .1, 2
9.371 εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν1, 2, 3
9.372 αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ’ ἂν ἔμοιγε1, 2, 3
9.373 τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰ̈δέσθαι·1, 2
9.374 οὐδ’ έτι οἱ βουλὰς συμφράσσομαι . οὐδὲ μὲν ἔργον·1, 2
9.375 ἐκ γὰρ δή μ’ ἀπάτησε . καὶ ἤλιτεν· οὐδ’ ὰν έτ’ αὖτις1, 2, 3, 4
9.376 ἐξαπάφοιτ’ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος1, 2, 3, 4
9.377 ἐρρέτω . ἐκ γάρ εὑ̈ φρένας εἵλετο μητίετα Ζεύς ·1, 2
9.378 ἐχθρὰ δέ μοι τοῦ δῶρα . τίω δέ μιν ἐν κᾰρὸς αἴσῃ·1, 2, 3, 4
9.379 οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη .1, 2, 3
9.380 ὅσσa τέ οἱ νῦν ἔστι· καὶ εἴ ποθεν ἄλλα γένοιτο·1, 2
9.381 ἠδ’ ὅσ’ ἐς Ὀρχομενὸν ποτινίσεται· ἠδ’ ὅσα Θήβας1, 2, 3, 4, 5, 6
9.382 Αἰγυπτίας ὅθι πλεῖστα δόμοις ἒν κτήματα κεῖται .1, 2, 3
9.383 αἵ θ’ ἑκατόμπυλοί εἰσι· διηκόσιοι δ’ ἂν’ ἑκάστας1, 2, 3, 4, 5
9.384 ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·1, 2
msA, 9.351, commenting on 9.360 ‡Ἑλλήσποντον : ἀντι τοῦ δι Ἑλλησπόντου Ἑλλήσποντος δέ ἐστιν ἡ ἐν τοῖς στενοῖς θάλασσα παρα κειμένη τῇ Τροία οὕτως προσαγορευθεῖσα ἀπο ἑλλης τῆς Φρίξου ἀδελφῆς ⁑
msA, 9.685, commenting on 9.364 ‡ἔστι δέ μοι+ ἀντίθεσιν ποιεῖται τῶν δώρων Ἀγαμέμνονος ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά τοῦτο μὲν τὰ τοῦ Πηλέως : τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λαφύρων ἐδέξατο :
msA, 9.353, commenting on 9.364 ἐνθάδε ἔρρων : ὅτι τὸ ἔρρων οὐ λέγει ψιλῶς παραγινόμενος ἀλλα δυσαρεστῶν τῇ παρουσίᾳ φησίν ἐνθάδε μετα φθορᾶς παραγινόμενος ⁑
msA, 9.355, commenting on 9.367 ἄξομαι . ὅτι παραπλησίως καὶ κατ ἀρχὴν τῆς μήνιδος λέγει τῶν δ’ ἄλλων ἅ μοι ἐστι : τὰ μὲν γὰρ ἄλλα κατα κλῆρον ἔλαβεν τὴν δὲ Βρισηΐδα ἐξαίρετον παρ Ἀγαμέμνονος :
msA, 9.356, commenting on 9.371 εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν : δια τί ἐξηπατῆσθαί φησὶν ὁ Ἀχιλλεὺς ὑπο τοῦ Ἀγαμέμνονος ἀφαιρεθεὶς δὲ τοῦ γέρως ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη . ἢ ὅτι τέως φίλος ῶν ἀνεφάνη ἐχθρός ταύτην λέγει , τὴν ἁπάτην παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι , καὶ μὴ προσέχειν ὡς φίλῳ , καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι . ἁπάτη ἐστι ὃ γὰρ ἔφησεν οὐκ ἐποίησεν ⁑
msA, 9.357, commenting on 9.372 αἱὲν ἀναιδείην , δύναται μὲν συνάπτεσθαι τῷ ἐπάνω στίχῳ . ὡς καὶ τέτριπται , βέλτιον δὲ καθ αὑτὸ προφέρεσθαι , μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον ⁑
msA, 9.358, commenting on 9.375 ἐκ γὰρ δῆ μ’ ἀπάτησε καὶ ἥλιτον : παρατηρητέον , ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι ἡ γὰρ οργῇ μᾶλλον παρίσταται δια τοῦ τοιούτου ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαί ἕως τοῦ ἐν καρὸς αἴσῃ ⁑
msA, 9.360, commenting on 9.378 ἐχθρὰ δέ μοι τοῦ δῶρα τίω δέ μιν ἐν καρός . ὅτι συνέσταλται Ἰακῶς ἐν καρὸς ἀντι τοῦ ἐν κηρός ὅμοιον γάρ ἐστιν τῷ ἴσον γάρ σφισὶ πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ οἱ δὲ κάρα τὸν φθεῖρα : οἱ δὲ απο τῶν Kαρῶν τοῦ ἔθνους οὓς ἀεί λοιδορεῖ ὁ ποιητὴς ὅτι Ἀθηναῖοι τὸν ἐγκέφαλον οὔτε ἴσθιον οὔτε ὠνόμαζον : ἐν καρὸς οὖν τοῦ ἐγκεφάλου ⁑
msA, 9.361, commenting on 9.378 ἀλλω : ἠ ὡς ἔνιοι ἐν τάξει μισθοφόροι πρῶτοι γὰρ κάρες ἐπολέμησαν ἐπι μισθῷ καὶ ἔδοξεν εἶναι ἀτιμώτατοι ⁑
msA, 9.363, commenting on 9.383 αἵ θ’ αετκατόμπυλοι ὅτι ἀν εκαστας πληθυντικῶς τὰς πύλας ὡς εἶναι ἑκατὸν τάγματα : οὕτως δὲ ἀν ἑκάστας δεῖ γράφειν . οὐδέποτε γὰρ ἑνικῶς Ὅμηρος πύλην φησὶν ἀλλα πύλας ⁑
msAext, 9.369, commenting on 9.381 η οὑδ’ ὁς ἐσ Ορχαμε νείσιται η ουδ ος
msAext, 9.370, commenting on 9.383 ἀν εκάτην
msAil, 9.374, commenting on 9.381 ανάκειται
msAim, 9.364, commenting on 9.367 γράφεται καὶ ἅσσα λέλοχ ⁑
msAim, 9.365, commenting on 9.381 γράφεται οὐδ’ ὅς Ἐρχομενὸν καί οὐδ’ ὅσα Θήβας ⁑
msAint, 9.366, commenting on 9.368 καὶ ἐνυβρίζων
msAint, 9.367, commenting on 9.382 γράφεται καὶ ἡ αντι τοῦ ὁθι :
msAint, 9.368, commenting on 9.383 Αρίσταρχ ἑκαστας ἄλλοι δὲ ἑκαστην :