Manuscript msA, page 119v
prev: 119r | next: 120r |
9.385 οὐδ’ εἴ μοι τόσα δοίη . ὅσα ψάμαθός τε κόνις τε .1, 2, 3
9.386 οὐδέ κεν ὡς ἔτι θυμὸν ἐμὸν πείσει’ Ἀγαμέμνων .1, 2
9.387 πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην·1, 2
9.388 κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο .1, 2, 3
9.389 οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι·1, 2
9.390 ἔργα δ’ Ἀθηναίῃ γλαυκώπιδι ἰ̈σοφαρίζοι .1, 2
9.391 οὐδέ μιν ὡς γαμέω· ὁ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω1, 2
9.392 ὅς τις οἷ τ’ ἐπέοικε . καὶ ὃς βασιλεύτερός ἐστιν·1, 2, 3
9.393 ἢν γὰρ δή με σαῶσι θεοὶ· καὶ οἴκαδ’ ί̈κωμαι·1, 2, 3
9.394 Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γαμέσσεται αὐτός·1, 2, 3
9.395 πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν Ἑλλάδα τε Φθίην τε1, 2, 3, 4
9.396 κοῦραι ἀριστήων· οἵ τε πτολίεθρα ῥύονται·1, 2
9.397 τάων ἥν κ’ ἐθέλωμι φίλην ποιήσομ’ ἄκοιτιν·1, 2, 3
9.398 ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ1, 2, 3
9.399 γήμαντι μνηστὴν ἄλοχον εἰκυῖαν ἄκοιτιν .1, 2, 3, 4, 5
9.400 κτήμασι τέρπεσθαι . τὰ γέρων ἐκτήσατο Πηλεύς ·1, 2, 3
9.401 οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ’ ὅσα φασὶν1, 2, 3, 4
9.402 Ί̈λιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον1, 2
9.403 τὸ πρὶν . ἐπ’ εἰρήνης . πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν :1, 2
9.404 οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει1, 2, 3, 4
9.405 Φοίβου Ἀπόλλωνος · Πυθοῖ ἔνι πετρηέσσῃ·1, 2, 3
9.406 ληϊστοὶ μὲν γάρ τε βόες . καὶ ἴ̈φια μῆλα·1, 2, 3
9.407 κτητοὶ δὲ τρίποδές τε . καὶ ἵ̈ππων ξανθὰ κάρηνα·1, 2
9.408 ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν . οὔτε , λεϊστὴ1, 2
9.409 οὔθ’ ἑλετὴ , ἐπεὶ άρ κεν ἀμείψεται έρκος ὀδόντων·1, 2, 3, 4
msA, 9.375, commenting on 9.385 ‡ οὐδ εἴ μοι τόσσα δοίη : καὶ οὗτος ὁ στίχος δύναται καθ εαυτὸν λέγεσθαι ἢ σὺν τῷ ἑξῆς ὑποστιζόμενος κατ τὸ τέλος ἡ διπλῆ πρὸς τὴν διαφορὰν τῆς ψαμάθου καὶ ἀμάθου ὅτι ἡ παραθαλάσσιος ψάμαθος κόνις δὲ ἡ πεδιάς ἄμμος καὶ οὐδεὶς τὸ αὐτὸ λέγει ⁑
msA, 9.376, commenting on 9.388 κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο : ἤτοι στικτέον ἐπι τὸ Ἀτρείδαο καὶ ἀπ’ άλλης ἀρχῆς τὰ ἄλλα ἀναγνωστέον : εἶτα ὑποστικτέον ἐπι τὸ ἐρίζοι καὶ ἰσοφαρίζοι τῆς ἀνταποδόσεως οὔσης , οὐδέ μιν ὡς γαμέω ἠ διασταλτέον βραχὺ ἐπι τὸ Ἀτρείδαο ⁑
msA, 9.377, commenting on 9.392 ὅς τις οἴ τ’ ἐπέοικε . εἰς ἁπλῆν μεταλαμβάνεται , ἡ ἀντωνυμία ὅστις αὐτῷ περισπασθήσεται οὖν . δείκνυται δὲ ἐν τοῖς Περι ἀντωνυμιῶν ὡς ὅτι ἡ ἐμοί ἐπι δοτικῆς καὶ ἔτι εἱσ οί ὀξύνονται , ἡ δὲ οι περι ἐσπάσθη ἀνακολούθως
msA, 9.378, commenting on 9.393 σόωσι θεοὶ , καὶ οἴκαδ’ ΐκωμαι , Τυραννίων προπερισπᾶ ὡς νοῶσιν ὡς ἀπο τοῦ σωῶ περισπωμένου ἐπεὶ φησὶ καὶ τὸ εὐκτικὸν κατ ἀποκοπὴν εἶπεν ῆ καί σφιν νῆάς τε σοῶ και λαὸν Ἀχαιῶν καὶ τὸ δεύτερον ὅππως κεν νῆάς τε σώῳς καὶ λαὸν Ἀχαιῶν . Ἀπίων δὲ δια τοῦ α γράφει ἐπεὶ καὶ ἐν ἄλλοις ούτως εὑρίσκεται σάωσε δὲ νυκτὶ καλύψας καὶ τὸν μὲν ἐγὼ ἐσάωσα . καὶ ἀλλὰ σάω μὲν ταῦτα σάω δ’ ἐμὲ καὶ ἐπι μέλλοντος κερδαλέης εἴ τίς κεν ἐρύσεται . ἡδὲ σαώσει : ἡ δὲ πλείων χρῆσις . ὧν ἐστι καὶ ὁ Ἀσκαλωνιτ ὡς σώζωσι καὶ δῆλον ότι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι πρόδηλον κακ τῆς μετοχῆς : τὸ δ’ ἕτερος ἐκάτερθεν ΐτην σώοντες ἑταίρους ⁑
msA, 9.379, commenting on 9.395 πολλαὶ Ἀχαιΐδες εἰσὶν , ἀν Ἑλλάδα τε Φθίην τε : ὅτι τὴν Θετταλικὴν οὕτως λέγει μόνην τὴν δὲ ὅλην ήπειρον οὐκ οῖδεν οὕτως καλουμένην . νόθα οὖν ἐκεῖνα ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς καθ Ελλάδα καὶ μέσον Ἄργος ⁑
msA, 9.380, commenting on 9.395 Ἀρίσταρχος παρ’ Ὁμήρω : Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι καί Ἑλληνας τοὺς Θεσσαλοὺς παρακολουθῶν Θουκυδίδη καὶ ἀθετεῖ τὸν στίχον τοῦτον . ἐγχείη δ’ ἑκέκαστο , Πανέλληνας καὶ Ἀχαιούς : καὶ ἐκείνω δὲ τῶν τόπων πάλιν ἀκούει φεύγων ἔπει τ’ ἀπάνευθε δι Ελλάδος εὐρυχόροιο ⁑
msA, 9.381, commenting on 9.399 μνηστὴν ἄλοχον : τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστήν ἐπεὶ δῶρον δίδοται ⁑
msA, 9.383, commenting on 9.400 τὰ γέρων πατρῷα ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα : φησὶ γοῦν ὡς μᾶλλον αἱροῦμαι πατρίδος . καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν ⁑
msA, 9.384, commenting on 9.401 οὐ γὰρ ἐμοὶ ψυχῆς ὅτι τινὲς γράφουσιν οὐ γὰρ ἐμῆς ψυχῆς : ἀλαζονικὸς δὲ ὁ λόγος οὐδὲν τῆς ἐμῆς ψυχῆς . ἄξιόν ἐστιν ἄμεινον οὖν ἐμοὶ γράφειν ⁑
msA, 9.385, commenting on 9.404 οὐδ’ ὅσα λάϊνος προς τοὺς Γλωσσογράφους ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται τὸν γὰρ ἑξῆς μετέγραφε , νηοῦ Ἀπόλλωνος : ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς οὐ κοινότερον , ἀλλα τὸν Πύθιον : οἷον ὁμοφήτορα δια τὸ εἰς λόγους ἔρχεσθαι τοῖς χρησμῳδουμένοις ⁑
msA, 9.386, commenting on 9.404 ἀφίτορος οἱ μὲν ἀσαφήτορος οἱ δὲ τοῦ στροφέος , παρὰ τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους , ἢ ὀμοφήτορος ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομενοῦ τῷ τε πένητι καὶ πλουσίου , ἡ τοξικοῦ ἀπο τῆς τοῦ βελῶν ἀφέσεως ⁑
msA, 9.387, commenting on 9.405 Πυθοῖ ἔνι : πόλις Πυθὼ Φωκίδος ἧς οἰκητορες Δελφοί εστι δὲ ἱερὰ Ἀπόλλωνος : κέκληται δὲ ἥτοι ἀπο τοῦ πυνθάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους : ἢ ἀπο τοῦ τοξευθέντα τὸν τοῦ χριστηρείου φύλακα δράκοντα ὑπο Ἀπολλοωνος , ἀν τόθι πυθῆναι , ὅ ἐστι σαπῆναι :
msA, 9.388, commenting on 9.406 ληϊστοί ἀπο λίας κτητλία δὲ λέγεται κυρίως τὰ τῶν πολεμικῶν λαφύρων κτήματα ⁑