Manuscript msA, page 120r
prev: 119v | next: 120v |
9.410 μήτηρ γάρ τέ με φησὶ θεὰ Θέτις ἀργυρόπεζα1, 2
9.411 διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ·1, 2
9.412 εἰ μέν κ’ αὖθι μένων . Τρώων πόλιν ἀμφιμάχωμαι .1, 2
9.413 ὤλετο μέν μοι νόστος· ἀτὰρ κλέος ἄφθιτον ἔσται·1, 2
9.414 εἰ δέ κεν οἴκαδ’ ί̈κωμι φίλην ἐς πατρίδα γαῖαν .1, 2
9.415 ὤλετό μοι κλέος ἐσθλὸν . ἐπι δηρὸν δέ μοι αἰὼν1, 2
9.416 ἔσσεται· οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείῃ·1, 2, 3, 4
9.417 καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην1, 2, 3
9.418 οἴκαδ’ ἀποπλείειν· ἐπεὶ οὐκέτι δήετε τέκμωρ1, 2
9.419 Ἰ̈λίου αἰπεινῆς· μάλα γάρ ἕθεν εὐρύοπα Ζεὺς1, 2, 3
9.420 χεῖρα ἑὴν ὑπερέσχε . τεθαρσήκασι δὲ λαοί·1, 2, 3
9.421 ἀλλ’ ὑμεῖς μὲν ἰ̈όντες . ἀριστήεσσιν Ἀχαιῶν1, 2
9.422 ἀγγελίην ἀπόφασθε . τὸ γὰρ γέρας ἐστὶ γερόντων ,1, 2, 3
9.423 ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω .1, 2
9.424 ἥ κέ σφιν νῆάς τε σοῶ . καὶ λαὸν Ἀχαιῶν1, 2, 3
9.425 νηυσὶν ἔπι γλαφυρῇς . ἐπεὶ οὔ σφισιν ἧδέ γ’ ἑτοίμη1, 2, 3
9.426 ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·1, 2, 3
9.427 Φοῖνιξ δ’ αὖθι παρ’ άμμι μένων· κατακοιμηθήτω·1, 2
9.428 ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται1, 2
9.429 αὔριον , ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν άξω·1, 2
9.430 Ὡς ἔφαθ’ . οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ1, 2
9.431 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·1, 2, 3
9.432 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱ̈ππηλάτα Φοῖνιξ ·1, 2
9.433 δάκρυ’ ἀναπρήσας· περὶ γὰρ δίε , νηυσὶν Ἀχαιῶν ·1, 2
9.434 εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ1, 2, 3
msA, 9.397, commenting on 9.416 ἔσσεται : ἀθετεῖται . ὅτι νομίσας τίς κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν : καὶ γὰρ κατα τὸ κοινὸν . ἐπιλέγεται : οὐδέ κέν ῶκα . δεῖ οὖν κοινὸν λαβεῖν τὸ ἔσται ἀπο τοῦ προκειμε τοῦ ἄφθιτον ἔσται ⁑
msA, 9.398, commenting on 9.417 καὶ δ ὰν τοῖς ἄλλοισι , τοσοῦτον ἀπέχει πειθοῦς τεχνικῶς δὲ καὶ τοὺς ἄλλους ἀφίστησι τὸ ἀδύνατον τῆς ἁλλώσεως προβαλλόμενος
msA, 9.399, commenting on 9.420 χείρα ἑὴν ὑπερέσχε : ὑπερασπίζει ἐν χερσὶ γὰρ αἱ ἀσπίδες , μεγάλη δὲ ἡ φαντασία ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος ⁑
msA, 9.400, commenting on 9.425 ἑτοίμη , εὔληπτος φανερά ἕτοιμος λέγει δὲ τοῦτο ὅτι ματαία ἐστιν ἁύτη ἡ γνώμη ἣν ἐποίησαι οἱ Ἕλληνες πέμψαντες ὑμάς πρέσβεις πρός με ὡς δυναμένους με πεῖσαι ⁑
msA, 9.401, commenting on 9.426 ἐμεῦ ἀπομηνίσαντος . ἕν ἐστιν ὡς ἀπομανέντος , καὶ γὰρ τὴν εὐθεῖαν οὕτως οἶδεν ἀπομηνίσας , οὕτως οἶδεν καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων : καὶ εἰ παρελκει δὲ ἡ ἀπὸ οὕτως ἀναγνωστεον .
msAext, 9.406, commenting on 9.424 σόῃ
msAil, 9.407, commenting on 9.422 αποφήνατε :
msAim, 9.403, commenting on 9.419 οτ θηλυκῶς τοῦ Ἴλιον ⁑
msAint, 9.404, commenting on 9.416 οὐδε παρα Ζηνοδότω ἐφέρετο ⁑
msAint, 9.405, commenting on 9.434 μετα φρεσὶ βάλλεαι κατα νοῦν ἔχεις ⁑