Manuscript msA, page 120v
prev: 120r | next: 121r |
9.435 βάλλεαι· οὐδ’ έτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι1, 2
9.436 πῦρ ἐθέλεις ἀΐδηλον· ἐπεὶ χόλος ἔμπεσε θυμῷ .1, 2, 3
9.437 πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην1, 2
9.438 οἶος· σοὶ δέ μ’ ἔπεμπε γέρων ἱ̈ππηλάτα Πηλεὺς1, 2
9.439 ἤματι τῷ· ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε .1, 2
9.440 νήπιον . οὔ πω εἰδόθ’ ὁμοιΐου πτολέμοιο1, 2
9.441 οὐδ’ ἀγορέων· ἵ̆να τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι·1, 2, 3, 4
9.442 τούνεκά με προἕηκε διδασκέμεναι τάδε πάντα·1, 2
9.443 μύθων τε ῥητῆρ’ ἔμεναι· πρηκτῆρά τε ἔργων·1, 2, 3, 4
9.444 ὡς ἂν ἔπειτ’ ἀπο σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι1, 2, 3
9.445 λείπεσθ’ . οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς1, 2, 3
9.446 γῆρας ἀποξύσας . θήσειν νέον ἡβώοντα .1, 2, 3, 4, 5
9.447 οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα1, 2, 3
9.448 φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο .1, 2, 3
9.449 ὅς μοι παλλακίδος περὶ , χώσατο καλλικόμοιο .1, 2, 3
9.450 τὴν αὐτὸς φιλέεσκεν· ἀτιμάζεσκε δ’ ἄκοιτιν .1, 2
9.451 μητέρ’ ἐμὴν· ἡ δ’ αἰὲν ἐμὲ λισσέσκετο γούνων1, 2
9.452 παλλακίδι προμιγῆναι· ἵ̈ν’ ἐχθήρειε γέροντα·1, 2, 3, 4, 5
9.453 τῇ πιθόμην . καὶ ἔρεξα· πατὴρ δ’ εμὸς αὐτίκ’ ὀϊσθεὶς1, 2, 3
9.454 πολλὰ κατηρᾶτο· στυγερὰς δ’ ἐπεκέκλετ’ Ἐρινῦς .1, 2, 3, 4
9.455 μή ποτε γούνασιν . οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν1, 2, 3, 4, 5
9.456 ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ’ ἐτέλειον ἒπ’ ἀρὰς1, 2, 3, 4
9.457 Ζεύς τε καταχθόνιος . καὶ ἐπαινὴ Περσεφόνεια ·1, 2, 3, 4
msA, 9.408, commenting on 9.443 ‡μύθων τὲ ῥητῆρ’ ἔμεναι : σημειῶσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγεν ὁ ποιητὴς μεταβαλλὼν τὴν φράσιν . οὐ γὰρ εἶπε μύθων τὲ ῥητῆρα καὶ ἔργων πρακτῆρα καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία ⁑
msA, 9.409, commenting on 9.446 γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα : ὅτι οὐ λέγει νέον κατ τὴν ἡλικίαν ἀλλα κατὰ μεσότητα ἀντι τοῦ νεωστὶ ἡβῶντα ⁑
msA, 9.410, commenting on 9.447 οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα : ὅτι πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν . καὶ ὅτι Ζηνόδοτ , τοῖον ὅτε πρῶτον ἐξ οῦ φανερῶς ἐστι τὸ νέον ὀνοματικῶς δεδεγμένος ⁑
msA, 9.411, commenting on 9.448 φεύγων νείκεα : Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσεν τῆς οικειας γῆς , δια τί αν τοι αύτην τοῦ πρς ἀν τοῦ , παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος , Ἱπποδάμειαν δὲ εξῆς τὸν Φοίνικα ἔτεκε στυγοῦντος δεηθείσης τῆς μρς τῇ παλλακίδι τοῦ πρς Κλυτία ἐμίγη : γνοῦς δὲ ὁ Αμύντωρ ἐπηράσατο τῷ παιδὶ τέκνων ἀγονίαν : δείσας τὲ Φοῖνιξ τόν τε πρα καὶ τὰς ὑπ αυτοῦ γενομένας ἀρᾶς . φεύγει πρὸς Πηλέα ὅστις ὑπο δεξάμενος αὐτὸν δια τὴν συγγένειαν . δίδωσιν αὐτῷ τὴν Δολοπείαν χώραν καὶ Ἀχιλλέα τὸν υν μικρόν ὄντα εἰς ἀνατροφήν παραδίδωσιν . ἡ ϊστορία παρα τῷ ποιητῇ . παρα γὰρ τοῖς τραγικοῖς παραλάσσει ⁑
msA, 9.413, commenting on 9.453 τῇ πιθόμην : Ἀριστόδημος ὁ Νυσαιεὺς ῥήτωρ τὲ , ἀλλὰ καὶ γραμματικός , φεύγων τὸ ἔγκλημ ἐπενόησε γραφὴν τὴν τί οὐ πιθόμην , οὐδὲ ἔρεξα . καὶ οὐ μόνον γε ηὐδοκίμησεν . ἀλλα καὶ ἐτιμήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα προ δὲ αὐτοῦ Σωσιφάνης τὴν τοιαύτην εὗρε γραφήν . καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοίνικι , ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος ἐν ποιήματι τῆς Ϊ +
msA, 9.414, commenting on 9.456 θεοὶ δ’ ἐτέλειον ἑπαρας . ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς : δι ὃ οὐδὲ περι τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν ⁑
msA, 9.415, commenting on 9.456 ἐπαράς : εἴτε παρέλκει ἡ ἐπί φυλαχθήσεται ὁ τόνος ὁ αὐτὸς ὡς ἐπιβουκόλος ἀνήρ καὶ ἐπισμυγερῶς : εἴτε τὸ ἑξῆς ἐστιν ἐπετέλουν οὐκ αναστραφήσεται πάλιν καθότι αἱ συναλειφθῆσαι οὐκ αναστρέφονται . σεσημειωμένου ἐκείνου στεῦτο γὰρ Ἡφαίστοιο παροισέμεναι ⁑
msA, 9.416, commenting on 9.454 Ἐρινῦς : καταχθόνιαι δαίμονες τιμωροὶ τῶν πατρικῶν ἀσεβημάτων τρεῖς δέ εἰσὶν . Ἀλεκτώ . τισι φόνη Μέγαιρα : εἴρηνται δὲ παρα τὸ ἐκ τῆς ἔρας ὅ ἐστι τῆς γῆς εῖναι ⁑
msA, 9.417, commenting on 9.457 καὶ ἐπαινὴ , ἐπίφοβος δεινή . αἰνὸν γὰρ τὸ δεινὸν , ἠ ἢν οὐκ ἀν τις ἐπαινήσειεν , ἀντίφρασις ὁ τρόπος ἡ ὑπερβολικῶς ἢν ἄν τις επαῖνων παραιτήσαιτο ⁑
msAil, 9.430, commenting on 9.445 ὑπόσχοιτο
msAil, 9.431, commenting on 9.446 ἀφελῶν
msAil, 9.433, commenting on 9.454 φοβερας
msAil, 9.434, commenting on 9.455 ἐπικαθεσθῆναι
msAil, 9.435, commenting on 9.458 ἐξ εκείνου
msAil, 9.436, commenting on 9.458 ἐρητύετο
msAim, 9.418, commenting on 9.436 φίλον τεκος πρὸς αγωγὰ ταυτα ὅτι δια τὴν φιλοστοργίαν καὶ παρα τὸ δέον ἀυτῶ πείσεται ⁑
msAim, 9.419, commenting on 9.443 τὸν τῳ λογῳ ρήτορα διδάσκειν σε εῖναι καὶ δραστήριον ἐν τοῖς ἔργοις ⁑