Manuscript msA, page 121v
prev: 121r | next: 122r |
9.489 ὄψου ἄσαιμι προταμὼν . καὶ οἶνον ἐπισχών·1, 2, 3, 4
9.490 πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα1, 2, 3
9.491 οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ·1, 2, 3
9.492 ὡς ἐπὶ σοὶ μάλα πολλ`’ ἔπαθον· καὶ πολλ’ ἐμόγησα .1, 2, 3
9.493 τὰ φρονέων , ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον1, 2, 3, 4
9.494 ἐξ ἐμεῦ . ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ1, 2, 3
9.495 ποιεύμην . ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς·1, 2
9.496 ἀλλ’ Ἀχιλεῦ . δάμασον θυμὸν μέγαν· οὐδέ τι σε χρὴ1, 2, 3
9.497 νηλεὲς ῆτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοὶ .1, 2, 3, 4
9.498 τῶν περ καὶ μείζων ἀρετὴ . τιμή τε . βίη τε·1, 2
9.499 καὶ μὲν τοὺς θυέεσσι· καὶ εὐχωλῇ σ’ ἀγανῇσι .1, 2
9.500 λοιβῇ τε , κνίσῃ τε . παρατρωπῶσ’ ἄνθρωποι1, 2, 3
9.501 λισσόμενοι . ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ·1, 2
9.502 καὶ γάρ τε λιταί εἰσι Διὸς . κοῦραι μεγάλοιο·1, 2, 3
9.503 χωλαί τε . ῥυσαί τε . παραβλῶπές τ’ ὀφθαλμών·1, 2, 3, 4
9.504 αἵ ῥά τε καὶ μετόπισθ’ ἄτης ἀλέγουσι κιοῦσαι·1, 2, 3, 4
9.505 ἣ δ`’ ἄτη , σθεναρή τε καὶ ἀρτίπος , οὕνεκα πάσας1, 2, 3, 4, 5
9.506 πολλὸν ὑπ’ εκπροθέει· φθά̄νει δέ τε πᾶσαν ἐπ’ αῖαν1, 2, 3, 4
9.507 βλάπτουσ’ ἀνθρώπους· αἳ δ’ ἐξακέονται ὀπίσσω·1, 2
9.508 ὃς μέν τ’ αἰδέσεται κούρας Διὸς ἆσσον ϊούσας .1, 2
9.509 τὸν δὲ μέγ’ ὤνησαν· καί τ’ ἔκλυον εὐξαμένοιο·1, 2, 3, 4
9.510 ὃς δέ κ’ ἀνῄνηται· καί τε στερεῶς ἀποείπῃ·1, 2
9.511 λίσσονται δ’ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι .1, 2
9.512 τῷ ἄτην ἅμ’ ἕπεσθαι . ἵνα βλαφθεὶς ἀποτίσῃ·1, 2, 3
9.513 ἀλλ`’ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι1, 2
msA, 9.468, commenting on 9.489 ‡ὄψου ἄσαιμι : ὅτι πᾶν τὸ πρὸς ἐσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοί καὶ ὅτι οὐχ ὑπο χείρον : ἐτράφη ὁ Ἀχιλλεὺς , ἀλλα τὴν ϊατρικὴν μόνον ἐπαιδεύθη ⁑
msA, 9.469, commenting on 9.494 ἀλλα σὲ παῖδα : ἐνθάδε ορθοτονητέον ἔμφασις γὰρ δείξεως ⁑
msA, 9.470, commenting on 9.496 ἀλλ Αχιλεῦ δάμασον : ἐμφαντικῶς τὸ ἀδάμαστον ἐν έφηνε τοῦ δεσμοῦ καὶ ὁ Ἀγαμέμνων φασὶ δμηθήτω ⁑
msA, 9.471, commenting on 9.497 στρεπτὸς δέ τε : εὐμεταστρεπτοι . εὐμεταβλητοι εύπιστοι . ἐν αντίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοὶ τὸ οὐ γὰρ αῖψα θεῶν τρέπεται νόος . λύοιτο δ’ ἂν προσώπῳ ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητὴς φησίν . ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλεώς εἰκότως καὶ τοὺς θεοὺς πείθεσθαι ⁑
msA, 9.474, commenting on 9.503 παραβλῶπες , διάστροφοι τοὺς ὀφθαλμούς ἐπειδὴ οἱ ϊκετεύοντες ὑπὲρ τοῦ ἐλεεινοὶ φαίνεσθαι προσίσασιν οἰκτρά τὰ σχήματα αὐτῶν καὶ τὰς θέας ἔχοντες προπερισπαστέον δὲ ὁμοίως τὸ τυφλῶπες , ἀπο γὰρ ὀξυνομένης εὐθείας ἐγενετο τῆς παραβλώψ τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα ὥσπερ τὸ ἑλίκωπες καὶ Κύκλωπες περὶ ῶν ἐντελέστερον λεγεται ἐν τοῖς Περὶ Σχημάτων ⁑
msA, 9.475, commenting on 9.505 ἀρτίπος : ὁ τοὺς πόδας ὁλόκληρος πρὸ τέλους ἡ ὀξεῖα , ὁμοίως τ//ῷ ἀλλόπος καὶ τρίπος
msA, 9.476, commenting on 9.509 τὸν δὲ μέγ’ ὤνησαν : ὅτι περισσὸς ὁ δὲ σύνδεσμος δι ὃ οὐ δεῖ συγνεγκλίνειν τῷ ἄρθρω τῷ συνδ ⁑
msAil, 9.485, commenting on 9.489 προσφαγίου
msAil, 9.486, commenting on 9.490 κατέβρεξας
msAil, 9.487, commenting on 9.491 εν τῇ χαλεπῇ παιδοτροφία
msAil, 9.488, commenting on 9.493 διό τι μοι ὴ ἐπειδὴ
msAil, 9.489, commenting on 9.493 λέσσαν :
msAil, 9.490, commenting on 9.504 μετα τὸ βλεβῆναι τινά :
msAil, 9.491, commenting on 9.505 ισχυρά
msAim, 9.477, commenting on 9.492 Ἀρίσταρχ πολλὰ πάθον καὶ πολλὰ μό´γησα :
msAint, 9.481, commenting on 9.497 εὐμετάστρεπτοι καὶ ΐλαοι τοῖς μετανοοῦσι ⁑
msAint, 9.483, commenting on 9.509 Αρισταρχ εὐχομένοιο ⁑
msAint, 9.484, commenting on 9.512 γράφεται ἀποτίνῃ