Manuscript msA, page 122r
prev: 121v | next: 122v |
9.514 τιμὴν . ἥ τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν·1, 2
9.515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι . τὰ δ’ ὄπισθ’ ὀνομάζοι1, 2, 3
9.516 Ἀτρείδης ἀλλ’ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι .1, 2, 3, 4
9.517 οὐκ ὰν ἔγωγέ σε , μῆνιν ἀπορρίψαντα· κελοίμην1, 2
9.518 Ἀργείοισιν ἀμυνέμεναι . χατέουσί περ ἔμπης·1, 2
9.519 νῦν δ’ ἅμα τ’ αὐτίκα πολλὰ διδοῖ . τά δ’ ὄπισθεν ὑπέστη·1, 2
9.520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροἕηκεν ἀρίστους1, 2, 3
9.521 κρινάμενος κατα λαὸν Ἀχαιϊκὸν . οἵ τε σοὶ αὐτῷ1, 2
9.522 φίλτατοι Ἀργείων · τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς1, 2, 3
9.523 μὴ δὲ πόδας· πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι·1, 2, 3
9.524 οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν1, 2
9.525 ἡρώων . ὅτε κέν τιν’ ἐπιζάφελος χόλος ί̄̈κοι·1, 2
9.526 δωρητοί τε πέλοντο παράρητοί τ’ ἐπέεσσι·1, 2, 3, 4, 5
9.527 μέμνημαι· τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε1, 2, 3, 4
9.528 ὡς ἦν : ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι·1, 2, 3, 4
9.529 Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι1, 2, 3
9.530 ἀμφὶ πόλιν Καλυδῶνα · καὶ ἀλλήλους ἐνάριζον·1, 2, 3
9.531 Αἰτωλοὶ μὲν . ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς .1, 2, 3, 4
9.532 Κουρῆτες δὲ , διαπραθέειν μεμαῶτες Ἄρηϊ ·1, 2, 3
9.533 καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε .1, 2
9.534 χωσαμένη· ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλῳῆς1, 2, 3, 4
9.535 Οἰνεὺς ἐρξ’· ἄλλοι δὲ θεοὶ δαίνυνθ’ ἑκατόμβας·1, 2, 3, 4, 5
9.536 οἴῃ δ’ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο·1, 2
9.537 ἢ λάθετ’ . ἠ οὐκ ἐνόησεν· ἀά̄σατο δὲ μέγα θυμῷ .1, 2, 3, 4
9.538 ἣ δὲ χολωσαμένη δῖον γένος ἰ̈οχέαιρα .1, 2
msA, 9.493, commenting on 9.516 ‡ ἐπιζαφελῶς . ὡς χαλεπῶς : παρέλκει δὲ πάλιν ἡ ἐπὶ , ἐχθρ δὲ εἰ παρα τὸ ζάφελος γέγονε , καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρυτόνως εἰ καὶ ἐκεῖνο κατ ὀξὺν προφέρεσθαι τόνον . ἀλλα μήποτε τὸ μὲν ζαφελος προπαροξύνεται λόγῳ τούτῳ ὡς τὰ εἰς ος λήγοντα συγκείμενα παρα τὸ ζα προπαροξύνεται , ζάθεος ζάκοτος οὕτως ζάφελος τὸ δε ζαφελῶς περισπᾶται ἐπεὶ τὰ δια τοῦ λῶς ἐπιρρηματα παραληγόμενα τὸ ε ὡς ἐπι τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι , ἐντελῶς ἐπιμελῶς οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε : πρόσκειται ὡς ἐπι τὸ πλεῖστον δια τὸ εὐτραπέλως ἰ̈κέλως ⁑
msA, 9.494, commenting on 9.520 ἄνδρας δὲ λίσσεσθαι : ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ ὡς ἂν μὴ δὲ χώραν ἔχων πρεσβευτοῦ ⁑
msA, 9.495, commenting on 9.522 τῶν μη σύ γε μῦθον ἐλέγξῃς μὴ ἀποδοκιμάσῃς μὴ δὲ ἀποδείξης ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις καὶ μὴ ποιήσης ἐπονειδίστους αὐτοὺς ὡς μὴ πείσαντας ⁑
msA, 9.497, commenting on 9.528 ὣς ἢν , τὸ ὡς ἢν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἐξῆς συνάπτεσθαι : ἐὰνδὲ ἐὰν δὲ τοῖς ἄνω συνάπτηται ἔσται μέμνημαι ὡς ἦν ἐὰν δὲ τοῖς ἑξῆς , ἔσται ὑπερβατόν ὡς δὲ ἢν ἐν υμῖν ἐρῷ ⁑
msA, 9.498, commenting on 9.528 ὅτι ἡθικῶς καθ υπεξαίρεσιν λέγει ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισιν , οἷον οὐδεὶς ξένος πάρεστι δια τὸ κατ Ἀχιλλέως παραδείγματι χρῆσθαι τῷ κατα τὸν Μελέαγρον ⁑
msA, 9.499, commenting on 9.529 Κουρῆτες , οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες πρὸς διαστο τοῦ κούρητες Ἀχαιῶν οὐκ εχρῆν δέ καθ ὅτι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπερ μίαν συλλαβὴν ὀξύνεσθαι : ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ Κουρῆτες ἐν τῇ Κλίσει τῶν ὀνομάτων ⁑
msA, 9.500, commenting on 9.532 Κουρῆτες οἱ ἐν Πλευρῶνι οἰκοῦντες πόλει τῆς Αἰτωλίας , ὠνομάσθησαν δὲ οὕτως παρα τὸ μὴ κείρεσθαι τὰς κάρας ⁑
msA, 9.501, commenting on 9.535 Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἑτησίων καρπῶν τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν , ἡ δε θεὸς ὀργισθεῖσα μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν ὃς οὐ μόνον τὴν χώραν ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρεν : Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπι τούτων Μελέαγρος δὲ ὁ Οἰνεως πρῶτος ἐπιτυχὼν . γέρας , τοῦ συὸς ἀκροθίνια λαβῶν τὴν κεφαλὴν καὶ τὸ δερος Ἀταλάντη δι έρωτα δωρεῖται , καὶ γὰρ αύτη συνεξῆλθεν αὐτοῖς ἐπι κυνηγία οἱ δὲ Θεστίου μὲν παῖδες αδελφοὶ δὲ τῆς Μελεαγρου μρς Ἀλθαίας ὀργίλω ἐπι τούτῳ διατεθέντες ἐπεβούλευον τῷ Μελεάγρῳ ὁ δὲ προγνοὺς οὓς μὲν ἀπέκτεινεν : οὓς δὲ εἰς φυγην τραπῆναι παρεσκεύασεν , δι ὅ περ οἱ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστρατευσαν , Μελέαγρος δὲ καταρχὰς τῇ μρι μηνιῶν οὐκ εβοήθει τῇ πρι : πορθούμεν’ δὲ ἤδη τῆς πο πεισθεὶς ὑπο Κλεοπάτρας τῆς γυναικός προελθὼν , οὓς δὲ διώκων ἠνάγκαζεν εκεῖσε κατα κρημνον ἐρεχθῆναι Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ τὴν υπ μοιρῶν δεδομένην δᾶδα κατέφλεξεν , ἢν δὲ πεπρωμένον ἐκείνης ἐκκαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν , φθαρεντος δὲ τοῦ παιδὸς , Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ ⁑
msA, 9.503, commenting on 9.531 Αἰτωλοὶ μὲν ἀμυνόμενοι , ἡ διπλῆ , ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν . καὶ ὅτι λείπει ἡ περι περι Καλυδῶνος ⁑
msA, 9.505, commenting on 9.537 ἢ λάθετ’ , ἐλάθετο ἐκὼν παρεπέμψατο οὐκ ενόησεν οὐκ έλαβεν εἰς νοῦν , ἡ διπλῆ δὲ ὅτι Ζηνόδοτος γράφει ἐκλάθετ’ οὐδ’ ἐνόησεν , ὥστε τὸ αὐτὸ δεῖ λογίζεσθαι , οὐκ ενόησ δὲ ὅτι διαφέρει : τὸ μὲν γὰρ ἐλάθετο ἑκὼν παρέπεμψεν , τὸ δὲ οὐκ ενόησεν . οὐδὲ τὴν ἀρχὴν κατ νοῦν ἔσχεν ⁑
msA, 9.506, commenting on 9.537 ἄλλως ἢ λάθετ’ ἢ οὐκ ενόησεν . ἤτοι ἐννοήσας θῦσαι ἐπελάθετο , ἢ οὐδε ὅλως ἐπελάθετο ⁑
msAil, 9.513, commenting on 9.526 δώροις πείθωμενοι
msAil, 9.514, commenting on 9.526 καὶ λόγοις ὁμοίως πειθόμε
msAil, 9.515, commenting on 9.530 ἐφόνευον
msAil, 9.516, commenting on 9.534 αὐτῆ
msAil, 9.517, commenting on 9.535 ἐπετέλεσας
msAil, 9.518, commenting on 9.535 ἔρξε
msAim, 9.507, commenting on 9.515 λ φέρειν
msAim, 9.508, commenting on 9.527 οτ νέον νεωστί :
msAint, 9.509, commenting on 9.516 εὐθὺς δηλον ὅτι περισπωμενως τὸ δὲ ζάφελος ὄνομα βαρύνεται
msAint, 9.510, commenting on 9.523XXXX επ δε τῆς προτερας οργῆς οὐ μέμψεως ἄξιος ⁑
msAint, 9.511, commenting on 9.523 μη δε τὴν ἐνθάδε ἄφηξιν :