Manuscript msA, page 122v
prev: 122r | next: 123r |
9.539 ὦρσεν ἐπὶ χλούνην σῦν ἄγριον ἀργιόδοντα·1, 2, 3, 4, 5
9.540 ὃς κακὰ πολλ`’ έρδεσκεν . ἔθων Οἰνῆος ἀλωήν·1, 2, 3, 4, 5, 6, 7
9.541 πολλὰ δ’ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ·1, 2
9.542 αὐτῇσιν ῥίζῃσι· καὶ αὐτοῖς ἄνθεσι μήλων·1, 2, 3
9.543 τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος .1, 2
9.544 πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρᾱς1, 2
9.545 καὶ κύνας . οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι .1, 2, 3
9.546 τόσσος ἔην . πολλοὺς δὲ πυρῆς ἐπέβησ’ ἀλεγεινῆς·1, 2, 3, 4
9.547 ἡ δ`’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν .1, 2
9.548 ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι1, 2, 3
9.549 Κουρήτων τὲ μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων·1, 2
9.550 ὄφρα μὲν οὖν Μελέαγρος ἄρηϊφίλος πολέμιζε .1, 2
9.551 τόφρα δὲ Κουρήτεσσι κακῶς , ἦν . οὐδ’ ἐδύναντο1, 2, 3
9.552 τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·1, 2
9.553 ἀλλ`’ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος . ὅς τε καὶ ἄλλων1, 2
9.554 οἰδάνει ἐν στήθεσσι , νόον πύκα περ φρονεόντων·1, 2, 3, 4
9.555 ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ .1, 2, 3
9.556 κεῖτο παρα μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ .1, 2, 3
9.557 κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνί̄νης1, 2, 3, 4
9.558 Ἴ̈̈̈δεώ θ’ . ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν1, 2, 3
9.559 τῶν τότε . καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον1, 2
9.560 Φοίβου Ἀπόλλωνος · καλλισφύρου εἵνεκα νύμφης·1, 2
9.561 τὴν δὲ τότ’ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ1, 2
9.562 Ἀλκυόνην καλέεσκον ἐπώνυμον· οὕνεκ’ άρ’ αὐτῆς1, 2, 3, 4, 5, 6
9.563 μήτηρ· ἁλκυόνος πολυπενθέος οῖτον ἔχουσα1, 2, 3
msA, 9.519, commenting on 9.539 ‡ ὦρσεν ἐπι : οἱ μὲν ἀναστρέφουσιν ἵν ᾗ ἐπῶρσεν οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλοὴν ἐνεκλιναν ἵνα γένηται τὸ ἑξῆς ἐπι τὴν χλούνην : οἱ μὲν τὸν ἐν τομίαν , κνώμενοι γὰρ πρὸς ταφῶ τὰ παρατρίβονται καὶ ἀγρίοτεροι γίγνονται , οἱ δὲ τὸν οἱ μὲν τὸν ἐντομίαν : κνώμενοι γὰρ πρὸς τὰ οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα : τὸν γὰρ οἰκοτραφη σίαλόν φησιν : οἱ δὲ τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά : ἄλλοι δὲ τὸν ἐπι Χλούνῃ χωρίῳ οὕτω καλουμένῳ ἐνδιατρίβοντα ⁑
msAext, 9.534, commenting on 9.545 γὰρ κ’ ἐδα
msAil, 9.536, commenting on 9.554 εῖς ύψος αίρεσθαι ποιεῖ ⁑
msAil, 9.537, commenting on 9.555 μηρ Μελεάγρου
msAil, 9.538, commenting on 9.557 Άρεως παῖς :
msAil, 9.539, commenting on 9.558 τοῦ ϊδοῦ
msAil, 9.540, commenting on 9.562 αντι τοῦ φερώνυμον ⁑
msAil, 9.541, commenting on 9.563 συμφορας
msAim, 9.530, commenting on 9.554 οτ αντ οἰδάνειν ποιεῖ όμοιον τῷ πάντας μέν ρ’ έλπει αντ ελπίζειν ποιεῖ ⁑
msAim, 9.531, commenting on 9.562 οτ οὐ τὴν Μάρπησαν αλλα τὴν Κλεοπάτραν ⁑
msAint, 9.533, commenting on 9.557 τῆς ενὶ μυ θυγχηρος ⁑