Manuscript msA, page 123r
prev: 122v | next: 123v |
9.564 κλαῖ’· ὅ τε μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων ·1, 2, 3, 4, 5
9.565 τῇ ὅ γε παρκατέλεκτο· χόλον θυμαλγέα πέσσων .1, 2, 3
9.566 ἐξ ἀρέων μητρὸς κεχολωμένος . ἥ ῥα θεοῖσι1, 2
9.567 πόλλ`’ ἀχέουσ’ ἠρᾶτο κασιγνήτοιο φόνοιο·1, 2, 3, 4, 5
9.568 πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοίᾱ1, 2, 3, 4, 5
9.569 κικλήσκουσ’ Ἀΐδην καὶ ἐπαινὴν . Περσεφόνειαν ·1, 2, 3, 4
9.570 πρόχνυ καθεζομένη· δεύοντο δὲ δάκρυσι κόλποι .1, 2, 3
9.571 παιδὶ δόμεν θάνατον· τῆς δ’ ἠεροφοῖτις Ἐρῑνὺς1, 2, 3, 4, 5, 6, 7
9.572 ἔκλυεν ἐξ Ερέβεσφιν . ἀμείλιχον ῆτορ ἔχουσα·1, 2, 3, 4
9.573 τῶν δὲ τάχ’ ἀμφι πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει·1, 2, 3
9.574 πύ´ργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες·1, 2, 3
9.575 Αἰτωλῶν · πέμπον δὲ θεῶν ἱ̈ερῆας ἀρίστους1, 2, 3
9.576 ἐξελθεῖν καὶ ἀμῦναι· ὑποσχόμενοι μέγα δῶρον·1, 2, 3
9.577 ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς .1, 2
9.578 ἔνθά μιν ἤνωγον . τέμενος περικαλλὲς ἑλέσθαι1, 2, 3
9.579 πεντηκοντόγυον· τὸ μὲν ἥμισυ οἰνοπέδοιο .1, 2, 3
9.580 ἥμισυ δὲ ψιλὴν άροσιν πεδίοιο ταμέσθαι·1, 2, 3, 4
9.581 πολλὰ δέ μιν . λιτάνευε γέρων ἱ̈ππηλάτα Οἰνεὺς1, 2
9.582 οὐδοῦ ἒπ’ ἐμβεβαὼς ὑψηρεφέος θαλάμοιο ,1, 2, 3
9.583 σείων κολλητὰς σανίδας· γουνούμενος υἱόν·1, 2, 3
9.584 πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μηρ1, 2, 3, 4
9.585 ἐλλίσσονθ’ . ὁ δὲ μᾶλλον ἀναίνετο . πολλὰ δ’ ἑταῖροι ,1, 2
9.586 οἵ , οἱ , κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·1, 2, 3, 4
9.587 ἀλλ`’ οὐδ’ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον·1, 2
9.588 πρίν γ’ ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο· τοὶ δ’ ἐπὶ πύργων1, 2, 3
msA, 9.543, commenting on 9.568 πολλὰ δὲ καὶ γαὶαν : ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρουον ⁑
msA, 9.544, commenting on 9.569 κικλήσκουσ’ Ἀΐδην : ὅτι ἐπικαλεῖται μὲν τὸν Άδην καὶ τὴν Περσεφόνην ὑπακούουσι δὲ αἱ Ερινύες ὡς ὑπηρέτιδες ⁑
msA, 9.546, commenting on 9.571 Ἐρινύς , παρ το ἐν τῇ έρα ναίειν καὶ οἰκεῖν ὅ ἐστι τῇ γῇ καταχθονία γὰρ ἡ δαίμων : ἠ οἰονεῖ ἀρανύς τις οὖσα ἡ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελοῦσα ⁑
msA, 9.547, commenting on 9.568 χερσὶν αλοία ταῖς χερσὶν ἔπληττεν ὅθεν καὶ πατραλοίας ὁ τὸν πρα τύπτῶν εὔχονται δὲ οἱ ήρωες : τοῖς μὲν οὐνίοις θεοῖς , ἄνω τας χείρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος . τοῖς δὲ θαλασσιοις πολλὰ δὲ μρι φίλη ἡρήσατο χείρας ὁρεγνῦς εἰς θάλασσαν δῆλον ὅτι τοῖς κατχθονίοις δὲ κόπτοντες τὴν γῆν ὡς ἐνθάδε φησίν ⁑
msA, 9.548, commenting on 9.575 Αἰτωλῶν : ὅτι ἐντεῦθεν Σοφοκλῆς ἐν τῷ Μελεάγρῳ τὸν χωρὸν ἀπο ϊερέων παρήγαγεν :
msA, 9.549, commenting on 9.576 ἐξελθεῖν καὶ ἀμῦναι : βραχ διασταλτ ἐπι τὸ ἀμῦναι : στικτέον δὲ κατα τὸ τέλος τοῦ στίχου : ἀπο αλλης δὲ ἀρχῆς ὁππόθι πιότατον καὶ ὑποστικτέον ἐπι τὸ εραννῆς :
msA, 9.550, commenting on 9.579 πεντηκοντόγυον : πεντήκοντα πλέθρων : γύη γὰρ μέτρον γῆς οἱ δὲ πεντήκοντα ζευγῶν ⁑
msA, 9.551, commenting on 9.580 ἥμισυ δε ψιλην . δια τοῦ ς ψιλῆς γῆς οὕτως αἱ Ἀριστάρχου . δῆλον δὲ ὅτι ἐλλείπει ἡ ης ἵν’ ᾖ εἰς ἄροσιν ⁑
msA, 9.553, commenting on 9.584 πολλὰ δὲ τόν δε κασίγνηται κατα τὸ θηλυκὸν κασίγνηται αἱ Ἀριστάρχου ἔχει δὲ λόγον καὶ ἡ δια τοῦ ο , κατα γὰρ Ὅμηρον πλείους εἰσὶν ἀδελφοὶ , τῷ Μελεάγρῳ οὐ γαρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν , οὐδ ὰρ ἔτ’ αὐτὸς ἔη θάνε δὲ ξανθὸς Μελέαγρος . καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς ἀδελφὰς ἀκουστέον Γὸργην καὶ Δηϊάνειραν ⁑
msA, 9.554, commenting on 9.586 οἵ οἱ κεδνότατοι : ὅτι σωφρονέστατοι . ὁ δε Σιμωνίδης κεδνοὺς τοὺς φίλους ⁑
msA, 9.555, commenting on 9.582 οὐδοῦ ἐπ’ ἐμβεβαώς : εἴτε ἓν μέρος λόγου ἐπεμβεβαῶς , ὡς ἐμμεμαώς εἴτε τῇ ὀδοῦ γενικῇ συνάπτεται . οὐ δύναται ἀναστρέφεσθαι συνείληπται γάρ ⁑
msAim, 9.556, commenting on 9.564 γράφεται ανήρπα
msAim, 9.557, commenting on 9.565 πεπαίνων παρηγορῶν συνέχων :
msAim, 9.558, commenting on 9.567 οτ ελλείπει ἡ περὶ δύναται δὲ καὶ ενος καὶ πλειόνων ἀδελφῶν
msAim, 9.560, commenting on 9.571 γράφεται καὶ ἱεροφοιτος ἡ δια τοῦ σκότους ερχομένου :
msAim, 9.561, commenting on 9.574 ουτ Αρισταρχ ἐλίσσοντο δι ενος λ
msAim, 9.563, commenting on 9.584 ουτ κασίγνηται θηλυκως : ἔχει δὲ λόγον καὶ ἡ δια τοῦ ο ⁑
msAint, 9.564, commenting on 9.564 Αρισταρχ κλαιε ὅ μιν ὅτι αυτήν :
msAint, 9.565, commenting on 9.567 ουτ Ἄρισταρχ τοῦ αδελφικοῦ
msAint, 9.566, commenting on 9.573 δοῦπος πα τὸ δέος ἐμποιεῖν ⁑