Manuscript msA, page 123v
prev: 123r | next: 124r |
9.589 βαῖνον Κουρῆτες . καὶ ἐνέπρηθον μέγα ἄστυ .1, 2, 3
9.590 καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις1, 2, 3
9.591 λίσσετ’ ὀδυρομένη· καί οἱ κατέλεξεν ἅπαντα1, 2
9.592 κήδε’ . ὅσ’ ἀνθρώποισι πέλει . τῶν ἄστυ ἁλώῃ·1, 2, 3, 4
9.593 ἄνδρας μὲν κτείνουσι . πόλιν δέ τε πῦρ ἀμαθύνει·1, 2, 3, 4
9.594 τέκνα δέ τ’ ἄλλοι ἄγουσι . βαθυζώνους τε γυναῖκας·1, 2, 3
9.595 τοῦ δ’ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ έργα·1, 2
9.596 βῆ δ’ ϊέναι· χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα·1, 2
9.597 ὡς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ1, 2
9.598 εἴξᾱς ᾧ θυμῷ· τῷ δ’ οὐκέτι δῶρ’ ἐτέλεσσαν1, 2, 3
9.599 πολλά τε καὶ χαρίεντα· κακὸν δ’ ἤμυνε καὶ αὕτως·1, 2
9.600 ἀλλὰ σὺ , μή μοι ταῦτα νόει φρεσί· μὴ δέ σε δαίμων1, 2
9.601 ἐνταῦθα τρέψειε φίλος· χαλεπὸν δέ κεν εἴη1, 2, 3, 4
9.602 νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλ’ ἐπι δώροις1, 2, 3, 4
9.603 ἔρχεο· ἶ̈σον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί ·1, 2
9.604 εἰ δέ κ’ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς .1, 2
9.605 οὐκ’ έθ’ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών·1, 2, 3, 4, 5
9.606 Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·1, 2
9.607 Φοῖνιξ . ἄττα· γεραιὲ . διοτρεφὲς· οὔ τι με ταύτης1, 2, 3
9.608 χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ .1, 2
9.609 ἥ μ’ ἕξει παρα νηυσὶ κορωνίσιν . εἰς ὅ κ’ ἀϋτμὴ1, 2, 3, 4
9.610 ἐν στήθεσσι μένῃ· καί μοι φίλα γούνατ’ ὀρῴρῃ .1, 2
9.611 ἄλλο δέ τοι ἐρέω· σὺ δ’ ἐνι φρεσὶ βάλλεο σῇσι .1, 2
9.612 μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων .1, 2, 3, 4
9.613 Ἀτρείδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ1, 2
msA, 9.576, commenting on 9.590 ‡καὶ τότε δὴ Μελέαγρον , καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ μόνη πείθεσθαι , ἢ ὅτι ὁ καιρὸς ἢν ὁ πείθων οὐχ ὁ ὄνειρος ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον . οὐ γὰρ ἐρωτικοῖς ἐχρήσατο ῥήμασι καὶ πεφθέντος τοῦ θυμοῦ παρακαλεῖ ⁑
msA, 9.577, commenting on 9.593 ἄνδρας μὲν κτείνουσι πόλιν δέ τε πῦρ ἀμαθύνει : ὅτι ἄμαθον ποιεῖ , οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν : ὁ δὲ Αισχυ επὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε περι τοῦ Ἀκταίωνος λέγων κύνες διημάθυνον ἄνδρα δεσπότην ⁑
msA, 9.579, commenting on 9.605 οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι : ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς ἵν’ ᾖ τιμήεις . Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντι τοῦ τιμῆς μεθέξεις . καὶ ὁ Ἀχιλλεὺς ἀποκρινόμενός φησιν , οὔ τι με ταύτης χρεὼ τιμῆς ἀντι τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος τιμήν καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις ⁑
msA, 9.580, commenting on 9.605 τιμῆς ἔσεαι : τιμηθήση ἠ τίμιος ἔση τινες τὸ τιμῆς δια τοῦ ϊ γράφουσιν ἀπο γὰρ τοῦ τιμήεις : οὕτως καὶ τὴν αἱτιατικὴν εἶπεν καὶ χρυσὸν τιμῆντα καίτοι λογος ἐστιν ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῆ τελευταίᾳ δύο ἔχουσα φωνήεντα , ταῦτα ἐκφωνεῖ χωρὶς τοῦ Θρᾶξ : οὐκ επείσθη δὲ ἡ παράδοσις Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ϊ οὐχ υγιῶς δὲ γενικὴν ἐκδεχεται λειπούσης φράσεως τιμῆς γάρ φησίν ἄξιος ἔσῃ : ὁ δε Χαῖρις βοηθῶν αὐτῷ φησιν ὅτι ἐπιφέρει οὔ τι με ταύτης χρεῶ τιμῆς ⁑
msA, 9.581, commenting on 9.605 ἀλαλκων : ὀξυτονητέον : δευτέρου γὰρ ἀορίστου ἐστίν ὡς ἀγαγών καὶ ἀγαγεῖν οὕτως καὶ ἀλαλκών καὶ ἀλαλκεῖν ⁑
No relations found for urn:cts:greekLit:tlg5026.msAext.dipl:9.695.comment
msAil, 9.590, commenting on 9.589 έκαιον·
msAil, 9.591, commenting on 9.592 κακὰ
msAil, 9.593, commenting on 9.593 κατ μικρον δαπανᾶ
msAil, 9.594, commenting on 9.601 Ἀττικως φίλος
msAil, 9.595, commenting on 9.609 ζωη
msAim, 9.583, commenting on 9.594 οτ Ζηνόδοτ γράφεται τέκνα δὲ δηιοι άγουσι ⁑
msAim, 9.584, commenting on 9.601 γράφεται κάκιον
msAim, 9.585, commenting on 9.602 Ἀρισταρχ ἐπι δώρων ὅ εστ μετ δώρων ⁑
msAint, 9.588, commenting on 9.609 ἀπόμαχ δηλοντ