Manuscript msA, page 124r
prev: 123v | next: 124v |
9.614 τὸν φιλέειν· ἵνα μή μοι ἀπέχθηαι φιλέοντι·1, 2, 3
9.615 καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κέ με κήδῃ·1, 2, 3
9.616 ἶ̈σον ἐμοὶ βασίλευε· καὶ ήμισυ μείρεο τιμῆς·1, 2, 3, 4
9.617 οὗτοι δ’ ἀγγελέουσι· σὺ δ’ αὐτόθι λέξεο μίμνων1, 2, 3
9.618 εὐνῇ ἐνι μαλακῇ· ἅμα δ’ ἠοῖ φαινομένηφι1, 2
9.619 φρασσόμεθ’ . ἦ κε , νεώμεθ’ ἐφ’ ἡμέτερ’ , ἠ ὲ μένωμεν·1, 2, 3
9.620 Η̃· καὶ Πατρόκλῳ ὅ γ’ ἐπ’ ὀφρύσι , νεῦσε σιωπῇ1, 2
9.621 Φοίνικι στορέσαι πυκινὸν λέχος· ὄφρα τάχιστα1, 2, 3, 4
9.622 ἐκ κλισίης . νόστοιο μεδοίατο : τοῖσι δ’ ὰρ’ Αἴᾱς1, 2, 3, 4
9.623 ἀντίθεος Τελαμωνιάδης μετα μῦθον ἔειπε·1, 2
9.624 διογενὲς· Λαερτιάδη · πολυμήχαν’ Ὀδυσσεῦ ·1, 2
9.625 ἴ̈ομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ1, 2, 3
9.626 τῇδέ γ’ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα1, 2, 3
9.627 χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα·1, 2
9.628 οἵ που νῦν έαται ποτιδέγμενοι· αὐτὰρ Ἀχιλλεὺς1, 2
9.629 ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν .1, 2
9.630 σχέτλιος , · οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων1, 2
9.631 τῆς· ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων·1, 2, 3
9.632 νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος1, 2, 3, 4, 5, 6
9.633 ποινὴν . ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·1, 2, 3, 4
9.634 καί ῥ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας·1, 2
9.635 τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ1, 2
9.636 ποινὴν δεξαμένῳ· σοὶ δ’ ἄλληκτόν τε κακόν τε1, 2
9.637 θυμὸν ἐνι στήθεσσι θεοὶ θέσαν· εἵνεκα κούρης1, 2
9.638 οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ’ ἀρίστας·1, 2, 3
msA, 9.596, commenting on 9.614 ἵνα μή μοι : ὁ Ἀσκαλωνίτης ἀναγινώσκει ἵνα μὴ μοὶ τὰς δύο βαρυτόνως οἷον ἵνα μὴ ἐμοὶ κατ ορθὴν τάσιν συγκριτικὴ γάρ ἐστι φησὶν ὡς πρὸς τὸν Ἀγαμέμνονα καὶ ὑγιῶς φησὶν , ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω ἐπὶ τὴν μη τὴν ὀξείαν τιθεῖσα ὁμοίως τῷ μή μοι οἶνον ἄειρε τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε , ἀλλ αποβεβλῆσθαι καὶ ὁμοία ἐστὶν ἡ πλάνη τὸ ἤ μ αν ἄειρε η εγω σε καὶ τὸ τάχα δή με διαρραίσουσι καὶ αὐτὸν εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι ἀλλα τὸ μὴ ὁρᾶσθαι κατ αρχὴν τὸ ε οὕτως ἀνέγνωσαν τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς προτοτύποις ἐχρὴν δὲ αὐτοὺς ἐπιγνῶναι . ὅτι κράσις δύναται ἐπακολουθεῖν καὶ οὕτως ῥῶσαι τὴν ὑγιεῖ , ἀνάγνωσιν ⁑
msA, 9.598, commenting on 9.617 οὔτοι δ’ ἀγγελέουσι : δια τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς . ὅτι γνοῦς παρα κεκλῆσθαι αὐτὸν ὑπο Αγαμέμνονος τῇ πρεσβείαι ἐφοβήθη μὴ μετα μείζονος δεήσεως , πάλιν ἐκ πεμφθῆ . καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξει οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν ὅτι ὡς τροφέα αὐτὸν κατεχ ⁑
msA, 9.599, commenting on 9.622 ἐκ κλισίης νόστοιο : ὅτι νόστοιο μεδοίατο λέγει νόστου ἐπιμελοῖντο πάλιν τῆς ἀφ’ ὁδοῦ μνείαν λάβοιεν οἱ περι τὸν οδ ⁑
msA, 9.600, commenting on 9.632 νηλής : ὅτι παρεῖται πρόθεσις καὶ πτῶσις ἐνήλλακται ἀντι τοῦ καὶ μέν τίς τε παρὰ κασιγνήτου φονέως : καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος ⁑
msA, 9.601, commenting on 9.638 οἴης νῦν δέ τοι ἑπτὰ : ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων ἕξ ἀτὰρ ἑβδομάτη Βρισηΐδαo χωρὶς γάρ εἰσιν αἱ ἑπτά ⁑
msAil, 9.605, commenting on 9.615 λυπεῖν βλάπτειν
msAil, 9.606, commenting on 9.616 μερίζου
msAil, 9.607, commenting on 9.621 πυκνον ἰ̈μάτιον
msAil, 9.608, commenting on 9.622 φροντίσῳ
msAil, 9.609, commenting on 9.625 τὸ τέλος τοῦ λόγου
msAil, 9.610, commenting on 9.626 τελειω θήσεσθαι
msAil, 9.611, commenting on 9.631 ᾔ τινι αὐτὸν
msAil, 9.613, commenting on 9.632 φονοῖο
msAil, 9.614, commenting on 9.633 τεθνῃῶτος
msAim, 9.615, commenting on 9.633 δια τοῦ η αἱ Αρισταρχ :
msAint, 9.604, commenting on 9.619 οτ οὐδὲν ἐστιν μαχόμενον . ἀλλ’ αἱδεσθεῖς παραπέπεισται ⁑