Manuscript msA, page 125v
prev: 125r | next: 126r |
9.689 Αἴας καὶ κήρυκε δύω , πεπνυμένω ἄμφω·1, 2, 3
9.690 Φοῖνιξ δ’ αὖθ’ ὁ γέρων κατελέξατο . ὡς γὰρ ἀνώγει .1, 2
9.691 ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται1, 2
9.692 αὔριον , ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει·1, 2
9.693 Ὡς ἔφαθ’ . οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ1, 2
9.694 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε·1, 2, 3, 4, 5, 6
9.695 δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν ·1, 2, 3, 4
9.696 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·1, 2
9.697 Ἀτρείδη . κύδιστε . ἄναξ ἀνδρῶν Ἀγάμεμνον .1, 2
9.698 μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα1, 2, 3, 4, 5
9.699 μυρία δῶρα διδοὺς . ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·1, 2, 3, 4
9.700 νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας·1, 2, 3, 4
9.701 ἀλλ’ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν , ί̈ῃσιν .1, 2
9.702 ἦ κε μένῃ . τότε δ’ αὖτε μαχήσεται . ὁππότε κέν μιν1, 2
9.703 θυμὸς ἐνι στήθεσσιν ἀνώγῃ . καὶ θεὸς ὄρσῃ·1, 2
9.704 ἂλλ’ ἄγεθ’ , ὡς ἂν ἐγὼ εἴπω . πειθώμεθα πάντες·1, 2
9.705 νῦν μὲν κοιμήσασθε , τεταρπόμενοι φίλον ῆτορ1, 2, 3
9.706 σίτου καὶ οἴνοιο . τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·1, 2
9.707 αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠὼς ·1, 2
9.708 καρπαλίμως προ νεῶν ἐχέμεν λαόν τε καὶ ἵ̈ππους1, 2
9.709 ὀτρύνων· καὶ δ’ αὐτὸς ἐνι πρώτοισι μάχεσθαι·1, 2, 3
9.710 Ὡς ἔφαθ’ . οἱ δ’ άρα πάντες ἐπῄνησαν βασιλῆες1, 2
9.711 μῦθον ἀγασσάμενοι Διομήδεος ἱ̈πποδάμοιο·1, 2
9.712 καὶ τότε δὴ σπείσαντες . ἔβαν κλισίην δὲ ἕκαστος .1, 2
9.713 ἔνθα δὲ κοιμήσαντο . καὶ ὕπνου δῶρον ἕλοντο·1, 2, 3, 4
msA, 9.663, commenting on 9.698 μὴ ὄφελες : ἀντι τοῦ οὐκ ὅφελες : ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται ⁑
msA, 9.664, commenting on 9.699 ‡μυρία δῶρα διδοὺς , ὁ δ’ ἀγήνωρ : ὅτι ἐνίοτε μὲν ἐπι ἐπαίνου ὁ Ἀγήνωρ ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος , νῦν δὲ ἐπὶ ψόγου ὁ ἄγαν ὑβριστικὸς καὶ δια τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν ⁑
msA, 9.665, commenting on 9.700 ἐνῆκας ἔν τισι τῶν ὑπομνημάτων δια τοῦ α ἀνῆκας καὶ ἐστιν Ὁμηρική πως ἡ γραφὴ συ δ’ επι τούτων ἀνῆκε ⁑
msA, 9.666, commenting on 9.709 ὁτρύνων καὶ δ’ αὐτὸς ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατα τὸ σιωπώμενον . ὁ Ἀχιλλεὺς δι ὃ φησὶν οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμαις μαίνεται ἐγχείη : καὶ ὅτι τῷ ἀπαρεμφάτῳ ἀντι τοῦ προστακτικοῦ κέχρηται , καὶ ὅτι τῆ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει ⁑
msA, 9.667, commenting on 9 ζητεῖται δια τι μετα τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Οδ οὐ λέγει . ῥητέον οὖν ὅτι ἐπεὶ αὐτῷ σκληρῶς ἀπεκρίνατο , λεκτέον δὲ καὶ προς τοὺς ζητοῦντας τίνος ἕνεκεν , ἄλλοι τινὲς οὐκ επρέσβευσαν , ἀλλ οὕτοι ὅτι καὶ αὐτοὶ εδόκουν ⁑
msAil, 9.673, commenting on 9.689 φρονιμοι
msAil, 9.674, commenting on 9.695 ἐπι πολύ
msAil, 9.675, commenting on 9.695 λυπούμενοι
msAil, 9.676, commenting on 9.700 αὐθάδη νῦν ἐ ποίησας αὐτον πλέον καὶ ἐφυσίωσας ⁑
msAil, 9.677, commenting on 9.705 κορέσθεντες ⁑
msAil, 9.678, commenting on 9.713 περιφραστικω τὸν ὕπνον :
msAil, 9.679, commenting on 9.713 τὴν ἀνάπαυσιν ⁑
msAim, 9.668, commenting on 9.694 γράφε καὶ φρασσάμενοι Ζηνόδοτος δὲ τὸν στιχον οὐκ έγραφεν : Ἀριστοφα δὲ ἡθέτει ⁑
msAim, 9.669, commenting on 9.698 δια τοῦ δε ουτ οὕτως Ἀριστ μη δ’ ὄφελες :
msAint, 9.670, commenting on 9.694 γράφεται ἀπέειπ
msAint, 9.671, commenting on 9.698 οτ ταῦτα κατ τὸ σιωπώμενον ὁ Αχιλλεὺς ἀκηκοεν ⁑