Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 126r

Manuscript msA, page 126r

image

prev: 125v next: 126v

Iliad text

10.1 Ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶνimage1, 2, 3, 4

10.2 εὗδον παννύχιοι . μαλακῷ δεδμημένοι ὕπνῳ·image1, 2, 3

10.3 ἀλλ’ οὐκ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶνimage1

10.4 ὕπνος ἔχε γλυκερὸς . πολλὰ φρεσὶν ὁρμαίνοντα·image1, 2

10.5 ὡς δ’ ὅτ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο .image1, 2

10.6 τεύχων ἠ πολὺν ὄμβρον . ἀθέσφατον . ἠὲ χάλαζαν .image1, 2, 3

10.7 ἢ νιφετὸν . ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρᾱς .image1, 2, 3, 4

10.8 ἠέ πόθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο .image1, 2, 3, 4

10.9 ὡς πυκὶν’ ἐν στήθεσσιν ἀνεστενάχιζ’ Ἀγαμέμνωνimage1, 2

10.10 νειόθεν ἐκ κραδίης . τρομέοντο δέ οἱ φρένες ἐντόςimage1, 2, 3, 4

10.11 ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν .image1

10.12 θαύμαζεν πυρὰ πολλὰ . τὰ καίετο Ϊλιόθι πρὸ .image1, 2

10.13 αὐλῶν . συρίγγων τ’ ἐνοπὴν . ὅμαδόν τ’ ἀνθρώπων·image1, 2, 3, 4

10.14 αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴ̈δοι καὶ λαὸν Ἀχαιῶν ·image1

10.15 πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτᾱςimage1, 2

10.16 ὑψόθ’ ἐόντι Διῒ · μέγα δ’ ἔστενε κυδάλιμον κῆρ·image1

10.17 ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·image1, 2

10.18 Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν .image1, 2

10.19 εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο .image1, 2, 3, 4

10.20 ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο·image1

10.21 ὀρθωθεὶς δ’ ἔνδυνε περι στήθεσσι χιτῶνα·image1

10.22 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδῑλα·image1

10.23 ἀμφι δ’ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντοςimage1, 2, 3

10.24 αἴθωνος , μεγάλοιο . ποδηνεκὲς . εἵλετο δ’ ἔγχος·image1

10.25 ὡς δ’ αύτως Μενέλᾱον ἔχε τρόμος . οὐδὲ γὰρ αὖτῷimage1, 2, 3

Scholia text

msA, 10.1, commenting on 10 αὔτη ἡ ραψωδία , ἐπιγράφεται νυκτεγερσία , ἐπαναστάντας τοὺς πρώτους τῶν Ἑλληνων κατασκόπους πέμψαι γνώμνῃ Νέστορος Διομήδη καὶ Ὀδυσσέα ⁑image

msA, 10.3, commenting on 10.1 παραιτητέον τοὺς γράφοντας ὦν ἐστι καὶ Ζηνόδοτος ὤλλοι μὲν : ὴ καὶ τοὺς oπως οὖν βουλομένους δασύνειν : ἔστι γὰρ ὁ ποιητὴς παραλειπτικὸς τῶν ἄρθρων ⁑image

msA, 10.4, commenting on 10.5 ὡς δ’ ὅτ ἂν ἀστράπτῃ , ὅτι παραβάλλει τὸν στεναγμὸν ὡς δ’ ὅτ ἄν οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν καθ έκαστα δὲ οὐκ ἐπεξείργασται . δι ὅτι οὐκ ἐστι πρὸς ἅπαντας ἡ εικών ⁑image

msA, 10.5, commenting on 10.6 τεῦχον ἢ πολὺν ὄμβρον , τῶ πολὺν ἐπήνεγκεν τὸ ἀθέσφατον αὐξήσεως χάριν : ἔνιοι δὲ στίζοντες μετα τὸν ὄμβρον ἀπο ἄλλης ἀρχῆς ἀναγινώσκουσιν ἵν ᾗ πολὴν χάλαζαν · βέλτιον δὲ τὸ ἀθέσφατον καὶ μη δύο καθ ἑνὸς κεῖσθαι ἐπιθτ ⁑image

msA, 10.6, commenting on 10.7 ἠ νιφετὸν· ὅτι ὑγιῶς χρώμενοι , νείφειν μὲν λέγουσι . τὸ χιονίζειν ὄμβρον δὲ τὸν ὑετόν χάλαζαν δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ δι ὃ νῦν διαστέλλει ἕκαστον ⁑image

msA, 10.7, commenting on 10.7 ἐπάλυνεν , ἐλεύκανεν , ὡς πάλη κατασπασθεῖσα οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου ⁑image

msA, 10.8, commenting on 10.8 πολέμοιο μέγα στόμα· ἥτοι μεταφορικῶς τὴν ἀρχὴν τοῦ πολέμου . ἡ περιφραστικῶς ὅλον αὐτον . δι ὅτι πάντων δαπανητικός ⁑image

msA, 10.9, commenting on 10.10 νειόθεν ἐκ κραδίης , εκ τῶν εσωτατῶν λογισμῶν . ἔνδον γὰρ ἐν τοῖς επιλογισμοῖς τα δεινά ορῶν καθ εαυτῶν στένει . ἐντευθεν κινηθεὶς Φιλότιμος , ἐν καρδίᾳ τὸ ἡγεμονικoν ἔθετο : ὅθεν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει . δῆλον ὅτι ὁ νοῦς εκεῖθεν ήρτηται ⁑image

msA, 10.10, commenting on 10.10 τρομέοντο : ὅτι Ζηνόδοτ γράφει φοβέοντο : τὸν δὲ φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετα φυγῆς δειλίασιν : ἐλέγχεται δὲ ὁ Ζηνόδοτος ἁμαρτάνων ἐκ τοῦ ὡς δ’ αὕτως Μενέλαον ἔχε τρόμος ⁑image

msA, 10.11, commenting on 10.12 θαύμαζεν πυρα πο · πῶς φησὶν Ἀγαμέμνων ἐντὸς τοῦ τείχους ὑπάρχων ἐθαυμαζεν τὰς πυρὰς τὴν ἀρχὴν μὴ δὲ βλέπων αὐτὰς , δια τοῦ τείχους . καὶ ῥητεον ὅτι ὡς βασιλεὺς ὑψηλότάτην εἶχε σκηνὴν ἵν ευχερῶς θεωρεῖν δύναται πάντα ⁑image

msA, 10.13, commenting on 10.17 ἧδε δέ οἱ κατ θυμὸν , τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται μη ἀποφάσκοντος τοῖς δεινοῖς ⁑image

msA, 10.14, commenting on 10.18 Νέστορ’ ἐπ πρῶτον , ὅτι καὶ ἐν τοῖς κακοῖς δεῖ καταφεύγειν εἰς σοφίαν· Παμφιλος δὲ τὴν ἐπὶ αναστρέφει , · πιθανώρον δέ ἐστι τὸ ἀκόλουθ φυλάττοντας ἀναγινώσκειν , ἐπι πρῶτον Νέστορα ουτ Ἀσκαλωνίτης ⁑image

msA, 10.15, commenting on 10.19 σύν μῆτιν : εἰσὶν οἳ ἀνέγνωσαν καθ ἓν μερος λο ὡς εὔμητιν κακῶς . δύο γάρ ἐστι με λόγου σὺν καὶ μήτιν τὸ δὲ ἐξ ἐστι συντέμοισι συντεκτῆναι τὸ μῆτιν ⁑image

msA, 10.16, commenting on 10.23 ἀμφί δ’ ἔπειτ δαφοινον : ὅτι επι τῷ χειτῶνι λεοντῆν τέθεικεν ἀντι τοῦ ἀσπίδς , δι ὃ καὶ ἑξῆς λέγει τόν δ’ εὕρ’ ἀμφ ὥμοισι τιθήμενον ἔντεα καλά . ἔντεα δὲ ἀπο τοῦ ἐντὸς ἔχειν τὸν ἄνδρα καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ , ἀλλ’ ἕνεκα φυλακῆς ο δὲ λεοντῆν ⁑image

msA, 10.17, commenting on 10.25 ὡς αὕτως Μενέλαον : κατα τὸν αυτὸν καιρὸν τῷ Ἀγαμέμνονι . ἀλλ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτεραν τάξιν τοῦ λο ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων ἀκριβῶς διεξέρχεται· τοὺς δὲ επι τοῦ Μενελάου ἐπι κεφαλαίου λέγει . ἡ διπλῇ δέ ὅτι ἀνταποδοτικόν ἐστὶ τοῦ ανω γράφειν , τρομέοντο δέ οι· ἡ δὲ ἀναφο πρὸς Ζηνόδοτ ⁑image

msAil, 10.19, commenting on 10.1@Παναχαιῶν πάντων τῶν Ἑλλήνωνimage

msAil, 10.30, commenting on 10.16@ὑψόθ’-διῒ λ τὸ αποδυρόμενοςimage

msAil, 10.31, commenting on 10.19@μῆτιν συμβουλήνimage

msAil, 10.35, commenting on 10.23@δαφοινὸν φοβερὸν κατπληκτικὸν ἡ τὼ ἐκ δαφοινοῦ καὶ καταπληκτικοῦ λέοντος ⁑image

msAim, 10.34, commenting on 10.19 τὸ εξῆς εστι συν αυτῷ τεκτήναιτο μῆτιν ⁑image

msAint, 10.33, commenting on 10.13 βραχὺ διασταλτέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν :image