Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 127r

Manuscript msA, page 127r

image

prev: 126v next: 127v

Iliad text

10.51 ἔργα δ’ ἔρεξ’· ὅσα φημὶ μελησέμεν , Ἀργείοισιimage1, 2

10.52 δηθά τε καὶ δολιχὸν . τόσα γὰρ κακὰ μήσατ’ Ἀχαιούς ·image1, 2

10.53 ἀλλ’ ἴ̈θι νῦν Αἴαντα καὶ Ἰ̈δομενῆα κάλεσσονimage1, 2, 3, 4

10.54 ῥίμφα θέων ἐπὶ νῆας . ἐγὼ δ’ ἐπι Νέστορα δῖονimage1, 2

10.55 εἶμι· καὶ ὀτρυνέω ἀνστήμεναι· αἴ κ επίθηταιimage1, 2

10.56 ἐλθεῖν ἐς φυλάκων ἱ̈ερὸν τέλος . ἠδ’ ἐπιτεῖλαι·image1, 2, 3, 4

10.57 κείνου γάρ κε μάλιστα πιθοίατο . τοῖο γὰρ υἱὸςimage1

10.58 σημαίνει φυλάκεσσι· καὶ Ἰ̈δομενῆος ὀπάωνimage1

10.59 Μηριόνης . τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα·image1

10.60 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ·image1

10.61 πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις·image1, 2

10.62 αὖθι μένω μετα τοῖσι . δεδεγμένος εἰς ό κεν ἔλθῃς .image1

10.63 ἠὲ θέω μετά σ’ αὖτις . ἐπὴν , εὖ , τοῖς , ἐπιτείλω·image1

10.64 τὸν δ’ αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·image1

10.65 αὖθι μένειν . μή πως ἀβροτάξομεν ἀλλήλοιϊνimage1, 2, 3

10.66 ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι·image1

10.67 φθέγγεο δ’ ᾗ κεν ΐῃσθα· καὶ ἐγρήγορθαι ἄνωχθι .image1, 2, 3, 4, 5

10.68 πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον·image1, 2, 3

10.69 πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ .image1

10.70 ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμιimage1

10.71 Ζεὺς ἐπι γεινομένοισιν , ἵ̈ει κακότητα βαρεῖαν·image1

10.72 ὣς εἰπὼν . ἀπέπεμπεν ἀδελφεὸν . εὖ , ἐπιτείλας·image1

10.73 αὐτὰρ ὁ βῆ ρ’ ϊέναι μετα Νέστορα ποιμένα λαῶν·image1

10.74 τὸν δ’ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃimage1

10.75 εὐνῇ , ἐνι μαλακῇ . παρὰ δ’ έντεα ποικίλ’ ἔκειτο .image1, 2, 3

Scholia text

msA, 10.68, commenting on 10.53 ‡ ἀλλ’ ΐθι νῦν Αἴαντα : ὁ μὲν Δίδυμος τὴν Ἀριστάρχειαν γραφὴν λέγει Αἴαντε δυϊκῶς . ὁ δε Τήλεφος λέγει κακῶς εἴρηκέναι τὸν Δίδυμον οὐ γὰρ ἐπ αμφοτέρους τοὺς Αἴαντας ὁ Μενέλαος πέμπεται ⁑image

msA, 10.69, commenting on 10.51-10.52 ἔργα δ’ ἔρεξ’ : ἀθετοῦνται στίχοι Β ὅτι παλλιλογεῖ ταυτ , δι αλλων γὰρ προείρηται ὅσσ’ Έκτωρ ἔρεξε Διῒ φίλος υἷας Ἀχαιῶν . καὶ ὅτι ἐπι ταυτὸν φέρει δηθὰ καὶ δολιχον καὶ Ἀριστοφα προηθέτει ⁑image

msA, 10.70, commenting on 10.53 ἀλλ’ ἴθι νῦν Αἴαντα ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περι τοῦ ναυστάθμου ὁ Ἀρίσταρχος ἐπραγματεύσατο ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ϊδομενεὺς νενελκηκέναι ⁑image

msA, 10.71, commenting on 10.56 ἐλθεῖν ἐς φυλάκων : ὡς σκυλακων ἐπι γὰρ τῶν ανδρῶν τέτακται οὐκ επι τῶν τόπων ὅτι οἱ Γλωσσογράφοι ἱερὸν τέλος τὸ μέγα τάγμα σημαίνει δὲ πλείονα ἡ λέξις . ποτὲ μὲν τὸ τάγμα ὡς ἐνθάδε : ποτὲ δὲ τοῦ συμπεπληρωμένου τάγματος . ἠ έργου τὸ τελος . ποτὲ δὲ τοῦ συμπεπληρωμένου τάγματος : ποτὲ δὲ τὴν ἐκ τῶν επεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα ὡς ἐστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι . ποτὲ δὲ τὸ δαπάνημ ὡς Εὐριπίδης ἐν Πολυείδῳ μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλος . καὶ Δημοσθένης ἐν : Χειρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει : ποτὲ δὲ τὴν εορτήν ὡς Ευριπ ἐν Μηδ σεμνὴν εορτὴν καὶ τέλος προσάψωμεν :image

msA, 10.6001, commenting on 10.56 ἱερὸν τέλος ὡς ἱερὸν ἰχθῦν τὸν μέγαν ἱερὸν μὲν οὖν τέλος λέγει τὸ θειον τάγμα ἱερὸν δὲ ἰχθὺν τὸν ἄνετον καὶ ἱερὸν βοῦν ἀπο τοῦ ΐεσθαι ⁑image

msA, 10.73, commenting on 10.61 πῶς γάρ μοι μύθω : στικτέον κατ τὸ τέλος τοῦ στίχου . καὶ ἀφ ετέρας ἀρχῆς πευστικῶς τὰ εξῆς προσενεκτέον ⁑image

msA, 10.74, commenting on 10.65 αῦθι μένειν· ὅτι τῷ ἀπαρεμφάτω : ἀντι τοῦ προστακτικοῦ μένειν ἀντι τοῦ μένε : τὸ δὲ αβροτάξομεν ψιλωτέον ὁμοίως τὸ ήμβροτες : τινὲς γοῦν κυρίως ἡγοῦνται τοῦ βροτοῦ μὴ ἐπιτυχεῖν ἀλλα ἁμαρτῆσαι ὼς τὸ καὶ στέρησιν ἐγκεῖσθαι ⁑image

msA, 10.75, commenting on 10.67 φθέγγεο· τεχνικῶς ἵνα , ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος ὦν μὴ καὶ ὑπονοήσουσιν ἔφοδον εῖναι πολεμίων καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησιν φθέγγεο μηδ’ ἀκέων ἐπ έμ’ έρχεο ⁑image

msA, 10.76, commenting on 10.67 καὶ ἐγρήγορθαι ἄνωχθι : τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντες οὐκ εχρῆν δὲ εἴτε γὰρ συγκοπη ἐστιν τοῦ εγρηγορεναι ὀφείλει παροξύνεσθαι καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμφατ ἔχοντ προ τ θ ἀμέταβολον , παροξύνεται . κεκάρται τετίλθαι ἐσπάρθαι : μίαν μέντοι ἀφορμη ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι . τὸ τὰ εἰς θαι λήγοντ τῇ ορ συλλαῇ παραληγόμενα μὴ παρ’ ἄλλη τιν διαλέκτω ορᾶσθαι ἢ τῇ Αἰολίδη τέτορθαι μέμορθαι ἔφθορθαι ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο καὶ ὁ τονος ὁμοίως τοῖς προκειμένοις ⁑image

msA, 10.77, commenting on 10.67 ἄνωχθι . ἐνεστῶτος ἐστι καὶ παρατατικοῦ μᾶλλον ῆπερ παρακειμένου . ἀναλογώτερον δὲ παρα Καλλιμάχῳ . ἄνωγε δὲ πόρθμενα νεκρῶν . καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ χ ἐν τῷ ἄνωχθι δια τὸ θ . ὁ μὲν οὖν Ἀπολλώνιος εἰς χε βούλεται εἶναι τα τοῦ παρακειμένου προστακτικὰ καὶ ϊκανῶς τῷ λόγῳ συνηγορεῖ : ὁ δὲ Ηρῳδιανὸς εἰς θι τουναντίον μηδε γὰρ εἶναι τὴν εἰς ε κατάληξιν ⁑image

msA, 10.78, commenting on 10.67 πατρόθεν ἐκ γενεῆς . δυσωπεῖ γὰρ ὑπόμνησις προγονικῆς ἀρετῆς καὶ πρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εῖναι μιμητὴν ἐκείνων , ἀλλα κὰθαιρετικὸν τῆς περὶ αυτὸν εὐγενείας ⁑image

msA, 10.79, commenting on 10.68 ὡς ὅταν λε : διογενὲς Λαερτιάδῃ τὸν πρά δηλοῖ . τὸ δε διογενὲς τὸν ἀρχηγὸν τοῦ γένους ⁑image

msA, 10.80, commenting on 10.68 πατρόθεν ἐκ γενεῆς : ὅτι ἀρχαϊκῇ ἡ συνήθεια ὥστε εἴ που τοιοῦτον εὑρίσκομεν εἰδέναι δεῖ ὅτι οὐκ επιθέτου ἔχει χώραν ⁑image

msA, 10.81, commenting on 10.75 εὐνῇ ἐνι μαλακῇ παρα δ’ἔντεα : ὅτι ἔντεα οὐ πάντα τὰ όπλα . ἀλλα κυρίως μὲν ἀσπὶς καὶ περικεφαλαία . τὰ δε δόρατα κατ επικράτειαν ⁑image

msAil, 10.86, commenting on 10.51@φημὶ υπνοῶimage

msAil, 10.87, commenting on 10.52@μήσατ’ εἰργάσατο :image

msAil, 10.88, commenting on 10.55@αἴ-πίθηται ἐὰν δύνατ γέρων γὰρ ἦν :image

msAil, 10.89, commenting on 10.56@τέλος τὸ τάγμαimage

msAil, 10.90, commenting on 10.65@ἀβροτάξομεν αποτύχωμενimage

msAil, 10.91, commenting on 10.67@ᾗ-ΐῃσθα ἔνθα ἂν πορευθῆς ⁑image

msAil, 10.93, commenting on 10.69@μηδὲ-θυμῷ μηδὲ ἐπαιρου τῇ διανοια δι ὑπεριφανιαν :image

msAil, 10.94, commenting on 10.71@ἐπὶ-ἵ̈ει τοῖς ἀεὶ ἀναφυομένοις πράγμασι ⁑image

msAim, 10.83, commenting on 10.54 ἀρισταρχ παρὰ νηας :image

msAim, 10.84, commenting on 10.55 γράφεται αἴ κ’ εθέλησιimage

msAim, 10.85, commenting on 10.75 παρα τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα ⁑image