Manuscript msA, page 128v
prev: 128r | next: 129r |
10.126 ἀλλ`’ ΐομεν· κείνους δὲ κιχησόμεθα προ πυλάων1
10.127 ἐν φυλάκεσσ’ . ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι·1, 2, 3, 4, 5
10.128 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱ̈ππότα Νέστωρ ·1
10.129 οὕτως , οὔ τίς , οἱ νεμεσήσεται οὐδ’ ἀπιθήσει1, 2
10.130 Ἀργείων . ὅτε κέν τιν’ ἐποτρύνῃ καὶ ἀνώγῃ·1, 2
10.131 Ὡς εἰπὼν . ἔνδυνε περὶ στήθεσσι χιτῶνα·1
10.132 ποσσὶ δ’ ὑπο λιπαροῖσιν ἐδήσατο κᾱλὰ πέδιλα·1
10.133 ἀμφι δ’ άρα χλαῖναν περονήσατο φοινικόεσσαν .1, 2, 3
10.134 διπλῆν . ἐκταδίην . οὔλη δ’ ἐπενήνοθε λάχνη·1, 2, 3, 4, 5
10.135 εἵλετο δ’ ἄλκιμον ἔγχος· ἀκαχμένον ὀξέϊ χαλκῷ .1
10.136 βῆ δ’ ἰ̈έναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·1
10.137 πρῶτον ἔπειτ’ Ὀδυσῆα . Διῒ μῆτιν ἀτάλαντον1, 2
10.138 ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱ̈ππότα Νέστωρ1
10.139 φθεγξάμενος· τὸν δ’ αἶψα περὶ φρένας ἤλυθ’ ἰ̈ωή .1
10.140 ἐκ δ’ ῆλθε κλισίης . καί σφεας πρὸς μῦθον έειπε·1, 2, 3
10.141 τίφθ’ οὕτως ἐπὶ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε1, 2
10.142 νύκτα δι αμβροσίην . ὅ τι δὴ χρειὼ τόσον ἴ̈̄κει·1, 2, 3
10.143 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·1
10.144 διογενὲς . Λαερτιάδη . πολυμήχαν’ Ὀδυσσεῦ .1
10.145 μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς ·1, 2
10.146 ἂλλ’ ἕπευ , ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ’ ἐπέοικε1, 2
10.147 βουλὰς· βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι·1, 2
10.148 Ὡς φάθ’ . ὁ δὲ κλισίην δε κιὼν πολύμητις Ὀδυσσεὺς .1
10.149 ποικίλον ἀμφ’ ὤμοισι σάκος θέτο· βῆ δὲ μετ’ αὐτούς .1
10.150 βὰν δ’ ἐπὶ Τυδείδην Διομήδεα . τὸν δ’ ἐκίχανον1
msA, 10.1500, commenting on 10.127 ‡ ἐν φυλάκεσσ’ἵνα γάρ σφιν ὅτι Ζηνόδοτος γράφει ἵνα γάρ μιν ἔστι δὲ ἑνικὸν τὸ μίν . βούλεται δὲ ὁ ποιητὴς δια τοῦ σφίν αὐτοῖς σημῆναι : δι ὃ καὶ ἑξῆς ἐπιφέρει κείνους δὲ κιχησόμεθα :
msA, 10.1501, commenting on 10.134 διπλῆν ἐκταδίην : οὶκεία στολή τῷ γέροντι δια τὸ γῆρας καὶ τὴν νύκτα ⁑
msA, 10.1503, commenting on 10.137 ‡ πρῶτον ἔπειτ’ οδ γελοίως τινὲς στίζουσι μετὰ τὸ πρῶτον συνσπτέον οὖν αὐτῳ τοῖς ἑπωμένοις , ἔστι γὰρ τὸ ἑξῆς ἔπειτα Ὀδυσσεα πρῶτον ἐξ ὕπνου ἀνήγειρε ἔστι γάρ τι καὶ ἐν τοῖς μετα ταῦτα πρῶτον ⁑
msA, 10.1504, commenting on 10.140 ἐκ δ’ ῆλθε κλισίης : σημειοῦνται τινες ὅτι ἔνδον καθεύδει Ὀδυσσεὺς ἀλλ οὐχ ὁ Διομήδης ἑκτὸς ἀπο κλισίης ⁑
msA, 10.5003, commenting on 10.140 κλισία ἡ σκηνή ἔνθα ἀνέκλινον τὰ ἅρματα καὶ αὐτοὶ ἐκοιμῶντο κείμενοι ⁑
msAext, 10.1513, commenting on 10.118 κατκατὰνηας
msAil, 10.1514, commenting on 10.127@ἵνα εκεῖ
msAil, 10.1515, commenting on 10.127@ἐπέφραδον εἶπον
msAil, 10.1516, commenting on 10.133@περονήσατο περόνι ἀναλάβετο·
msAil, 10.1517, commenting on 10.133@φοινικόεσσαν πυρράν
msAil, 10.1518, commenting on 10.134@ἐκταδίην εκτεταμένην
msAil, 10.1519, commenting on 10.134@οὔλη απαλὴ
msAim, 10.1511, commenting on 10.146 αρισταρχ χω τοῦ υ ἀλλέπε ὄφρα ⁑