Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 129r

Manuscript msA, page 129r

image

prev: 128v next: 129v

Iliad text

10.151 ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ’ ἑταῖροιimage1, 2

10.152 εὗδον· ὑπὸ κρασὶν δ’ έχον ἀσπίδας· ἔγχεα δέ σφινimage1, 2, 3

10.153 ὄρθ`’ ἐπὶ σαυρωτῆρος ἐλήλατο· τῆλε δὲ χαλκὸςimage1, 2, 3

10.154 λάμφ’· ὥς τε στεροπὴ πατρὸς Διὸς · αὐτὰρ ὅ γ’ ἥρωςimage1

10.155 εὗδ’ . ὑπο δ’ έστρωτο ῥινὸν βοὸς ἀγραύλοιο·image1, 2

10.156 αὐτὰρ ὑπο κράτεσφι τάπης τετάνυστο φαεινός·image1

10.157 τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱ̈ππότα Νέστωρ .image1

10.158 λὰξ ποδὶ κινήσᾱς ὤτρυνέ τε· νείκεσέ τ’ ἄντην·image1, 2

10.159 ὄρσεο Τυδέος υἱέ . τί πάννυχον ὕπνον ἀωτεῖς·image1, 2

10.160 οὐκ ἀΐεις . ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιοimage1, 2

10.161 εἴαται· ἄγχι νεῶν· ὀλίγος δ’ έτι χῶρος ἐρύκει·image1, 2, 3, 4

10.162 ὡς φάθ’ . ὁ δ’ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε·image1

10.163 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδᾱ·image1

10.164 σχέτλιός ἐσσι γεραιὲ . σὺ μὲν πόνου οὔ ποτε λήγεις·image1, 2, 3, 4

10.165 οὔ νῠ καὶ ἄλλοι ἔασι , νεώτεροι υἷες Ἀχαιῶν .image1

10.166 οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήωνimage1

10.167 πάντῃ ἐποιχόμενοι· σὺ δ’ ἀμήχανός ἐσσι γεραιέ·image1, 2, 3

10.168 τὸν δ’ αὖτε προσέειπε Γερήνιος ἱ̈ππότα Νέστωρ ·image1

10.169 ναὶ δὴ ταῦτά γε πάντα φίλος κατα μοῖραν ἔειπες .image1, 2

10.170 εἰσὶν μέν μοι παῖδες ἀμύμονες . εἰσὶ δὲ λαοὶimage1, 2

10.171 καὶ πολέες . τῶν κέν τις ἐποιχόμενος καλέσειεν .image1

10.172 ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς ·image1

10.173 νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ . ξῠροῦ ἵ̈σταται ἀκμῆςimage1, 2

10.174 ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς . ἠὲ βιῶναι·image1, 2

10.175 ἂλλ’ ἴ̈θι νῦν· Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸνimage1, 2

Scholia text

msA, 10.1531, commenting on 10.175 άλλ’ ἴθι νῦν Αἴαντα ταχὺν ὅτι διαστέλλει τῷ ἐπιθέτῳ τὸν Λοκρὸν τοῦ Τελαμωνίου . καὶ προς Ζηνόδοτ γράφοντα ἐκεῖ : Φυλείδην τε Μέγην τε τὸν Φυλείδην οἰόμενον ὄνομα κύριον ⁑image

msAil, 10.1541, commenting on 10.155@ὑπο-κράτεσφι ὑπὸ τῆ κεφαλῆimage

msAil, 10.143, commenting on 10.161@ὀλίγος-χῶρος μικρὸν διάστημαimage

msAil, 10.1544, commenting on 10.161@ἐρύκει κωλύειimage

msAil, 10.1545, commenting on 10.167@ἀμήχανος πρὸς ὃν οὐκ εστι μηχανήimage

msAil, 10.1546, commenting on 10.174@βιῶναι σωθῆναι ζῆσαι :image

msAim, 10.1533, commenting on 10.161 Ἀρίσταρχος ὀλίγος δέ τε γράφεται δὲ καὶ ὀλίγος δ’ απο χῶρος ἐέργει ⁑image

msAint, 10.1534, commenting on 10.159 διχῶς Ἀρίσταρχος ἔγρεο καὶ ὄρσεο ἀπανθίζει παρὰ τὸ άωτον ὅ εστιν ἄνθἄνθος η κοιμᾷ παρὰ τὸ ἀέσαι τὸ κοιμᾶσθαι :image

msAint, 10.1536, commenting on 10.169 ἐν ἄλλῳ τὸν δ’ ἡμειβετ’ ἔπειτα ⁑image

msAint, 10.1537, commenting on 10.170 Ἀριστοφ φίλος καὶ τέκος ⁑image