Manuscript msA, page 12v
prev: 12r | next: 13r |
1.26 μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω1, 2, 3
1.27 ἠ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰ̈όντα·1, 2, 3
1.28 μὴ νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·1, 2
1.29 τὴνδ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γηρας ἔπεισιν .
1.30 ἡμετέρῳ ἐνι οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης1, 2
1.31 ἱ̈στὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιοωσαν .
1.32 ἀλλ’ ἴ̈θι μή μ’ ἐρέθιζε σαώτερος ὥς κε , νέηαι .1, 2
1.33 ὡς έφατ’ . ἔδδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ
1.34 βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·1, 2, 3
1.35 πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὁ γεραιὸς1, 2
1.36 Ἀπόλλωνι ἄνακτι . τὸν ἠΰκομος τέκε Λητώ ·1, 2
1.37 κλῦθί μευ ἀργυρότοξ’ ὃς Χρύσην ἀμφιβέβηκας1, 2, 3
1.38 κίλλάν τε ζαθέην Τενέδοιό τε ῗφι ἀνάσσεις .1, 2, 3, 4
1.39 Σμινθεῦ · εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα .1, 2, 3, 4
1.40 ἢ εἰ δή ποτέ τοι κατα πίονα μηρί’ ἔκηα1
1.41 ταύρων ἢδ’ αἰγῶν . τό δε μοι κρήηνον ἐέλδωρ·1, 2, 3
1.42 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν·1, 2, 3
1.43 ὡς έφατ’ εὐχόμενος· τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων .
1.44 βῆ δε κατ Οὐλύμποιο καρήνων χ οώ ωό μενος κῆρ .1, 2
1.45 τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·1
1.46 ἔκλαγξαν δ’ άρ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο1
1.47 αὐτοῦ κινηθέντος· ὃ δ’ ἤϊε νυκτὶ ἐοικώς·
1.48 ἕζετ’ ἔπειτ’ ἀπάνευθε , νεῶν· μετὰ δ’ ἰ̈ὸν έηκε·
1.49 δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο·1, 2
1.50 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς·1, 2, 3, 4, 5
msA, 1.33, commenting on 1.26 μή σε γερον κοίλῃσι μετὰ σπουδῆς ὁ Αγαμέμνων ἀπελαύνει τὸν Χρυσην εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας , καὶ οὐ τοῦτο δὲ λέγει ὅτι γηράσασαν αὐτὴν , τότε ἀποδώσει· ἀλλ’ ὅτι προτερον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται ⁑
msA, 1.34, commenting on 1.28 μη νύ τοι οὐ χραίσμη κατ ολίγων αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι γάρ ὥς που τὸ περι αυτοῦ ἐπιγράφον γράμμα δηλοῦν· βασι γὰρ ἀγαθὸς κρατερός τ’ αἰχμητής · δι ὅ παρα μὲν τῶν ὑπηκόων ὑβρίζεται· τοῖς δε πολεμίοις λίαν ἐστιν ἀπηνής ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμαχου παισίν .
msA, 1.35, commenting on 1.29-1.31 τὴν δ’ ἐγὼ οὐ λύσω ἀθετοῦνται ὅτι ἀναλύουσι τὴν ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν ἡσμένισε γὰρ καὶ ὁ Χρυσης εἰπούσης αὐτῆς τῷ βασιλεῖ· ἀπρεπὲς δὲ καὶ τὸ τὸν Αγαμεμνονα τοιαῦτα λέγειν ⁑
msA, 1.36, commenting on 1.28 μη νυ τοι οὐ χραίσμη ἀναιρεῖ τὴν ἐλπίδα καὶ ἔστι νείποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε ἢ ὡς πορθούμενον περιεῖδε πάντως καὶ φονεὑόμενον ⁑
msA, 1.37, commenting on 1.38 Κιλλαν τε ζαθεην Πέλοψ ὁ Ταντάλου κάτω μισθὸν παιδικῆς ώρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμάστους συν τῷ οχήματι ἔσπευσεν εἰς Πίσαν τῆς Λέσβου ἐπὶ τὸν Ἰπποδαμείας γαμον τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν γενομένῳ δὲ αὐτῷ πὲρι Λέσβον , Κίλλος ἡνίοχος τελευτᾷ τὸν βίον ὃς καὶ καθ υπνον επιστὰς τῷ Πέλοπι σφόδρα ὁδυνηρῶς ἐπ αυτῷ ἔχοντι ἀπωδύρετο τὲ τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περι κηδείας ἡξίου διὅπερ ἀναστὰς ἐξερυπαρου τὸ εἴδωλον δια πυρὸς , εἰθ’ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλλου ἱρίον επ αυτὸ ἐγείρας καὶ πρὸς τῷ ῑρίῳ αὐτοῦ ἐδείματο ἰερὸν Κιλλέου Ἀπόλλωνος προσαγορευσας δια τὸ αιφνιδίως τὸν Κίλλον ἀποθανειν , οὐ μὴν ἀλλα καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν· ὁ μέντοι Κίλλος καὶ μετὰ θάνατον τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον , ἡ ἰστορία παρα Θεοπόμπω ⁑
msA, 1.38, commenting on 1.38 Τενέδοιό τε καὶ τῆς Τενέδου · ἡ δὲ Τενεδος ἐστι νῆσος προ τῆς Τροίας κειμεένη οὔπω δὲ πρότερον τοῦτο εἶχεν ονο · καὶ γὰρ οὐδε Κύκνω τοῦ Ποσειδῶνος Τέννης ἢν καὶ Λευκοθέα · Λευκόφρυν δὲ αὐτὴν οἱ πρὶν ὠνόμαζον· ἐπειδὴ δὲ ἄρα τῷ Κυκνῳ ἐγεννηθη ὁ Τεννης καὶ ἡ Λευκοθέα ἡ μὲν μήτηρ αὐτῶν οὐκέτι ῆν· ἐπέγημεν δ’ ὁ Κύκνος Φυλονόμην ἠ ὡς έννιοι Πολύβοιαν , ἡ Φυλονόμη καὶ γὰρ εἰς ανδρας ετελει ἤδη ὁ Τεννης ἐρασθεῖσα αὐτοῦ λόγους περὶ συνουσιας ηνέγκατο πρὸς αὐτόν· τοῦ δὲ πρὼς τὴν φύσιν δικαιως , τηρήσαντ’ κατηγορήσατο πρὸς τὸν πατέρα αὐτοῦ ὅτι ἐθἑλήκοι αὐτὴν βιασασθαι· ὁ δὲ πιστευσας τῇ κατηγορίᾳ συλλαβὼν τὸν παῖδα ἐνέβαλεν εἰς λάρνακα καὶ ἔρριψεν εἰς τὴν ὑποκειμενην θάλασσαν , ὃν δια σωφροσύνην καὶ δια τὸ εῖναι οἱωνὸν ἔσωσεν ὁ Ποσειδῶν · τὴν γὰρ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυϊ νήσῳ ἐποίησεν ἢν θεασάμενοι καὶ ἀφελόντες τὸ ἐπίθημα μαθόντες τὲ τὸ γεγονὸς , οὐ μόνον ἑαυτὸν βασιλέα κατεστήσαντο , ἀλλὰ καὶ ἀπ αυτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν ⁑
msA, 1.39, commenting on 1.39 Σμινθεῦ ἐπίθετον Ἀπόλλωνος · Σμίνθος γὰρ τόπος τῆς Τρῳαδος ἐν ᾧ ϊερὸν Ἀπόλλωνος ἀπο αἰτιας τῆσδε ἐν Χρυσῃ πόλει τῆς Μυσίας Κρίνις τίς ἱερεὺς τοῦ κεῖθι Ἀπόλλωνος τούτου ὀργισθεὶς ὁ θεὸς ἔπεμψε τοῖς αγροῖς μυιας οἵτινες τοὺς καρποὺς ἐλυμαίνοντο· βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι προς Όρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο· παρ ῷ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο τὸ κακὸνῶς ἀπαλλάξειν· καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς , διεέφθειρεν ἀπαλλασόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνιαν αὐτοῦὴν δηλῶσαι τῷ Κρίνιδι . οὗ γενομένου ὁ Κρίνις ἱερὸν ἱδρύσατο τῷ θεῷ Σμινθέα αὐτὸν προσαγορεύσας , επειδὴ κατὰ τὴν εγχωριον αυτῶν διάλεκτον οἱ μυύες σμίνθιοι καλοῦνται ἡ ἱστορια παρὰ Πολεμωνι ⁑
msA, 1.40, commenting on 1.39 ἄλλοι δε ουτ ὅτι Κρῆτες ἀποικιαν στέλλοντες χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος ὅπου αὐτοῖς ἐναντιωθῶσι γιγενεῖς· ἔλεγεν δὲ περὶ μυῶν ἐκεῖ κτίσαι τὴν πόλιν· οἱ δὲ ἀπέλαισαν τοὺς ἀποικους· ἐλθόντες δὲ εἰς τὸν Ἐλλήσποντον , καὶ τῆς νυκτὸς επιγενομεένης μύες ἔκοψαν αυτῶν τοὺς τελαμῶνας τῶν όπλων· πρω δὲ ἀνασταντες καὶ θεασαμενοι του σοφισάμενοι τὲ καθ εαυτοὺς ἔκτισαν εκεῖ πο ἥτινα ἐκάλεσαν Σμινθίαν · οἱ γὰρ Κρῆτες τοὺς μύας σμίνθους καλοῦσιν ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος , δια τὸ ὑπερασπίζειν αὐτῆς ⁑
msA, 1.41, commenting on 1.39 ἔρεψα παρὰ τὸ ἐρέφω ὅθεν καὶ Ειραφιώτης ὁ Διονυσος λέγεται· ἐστέφετο γὰρ κισσῷ ἢ ἀπο τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός ἢ παρα τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρα τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι ⁑
msA, 1.42, commenting on 1.42 Δαναοι Ἕλληνες οὕτως· Βῆλος ὁ Ἀγήνορος μὲν ἀδε υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης αφ ἧς ἡ χωρα ὠνόμασται Λιβύη βασιλεύων Αἰγυπτίων γαμεῖ Ἀγχινόην τὴν Νήλου θυγατέρα καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι Αἴγυπτος καὶ Δαναὸς καὶ Δαναὸν μὲν Βηλου Λιβύῃ κατοικίζει Αἴγυπτον δὲ ἐν Αραβιᾳ · ὃς καταστρεψάμενος τὴν τῶν Μελαμποδιδῶν χώραν ἀφ εαυτοῦ ωνόμα Αἴγύπτον · γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν μ παιδες· Δαναῷ δὲ θυγατέρες ν . στασιασάντων δὲ αὐτῶν πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς , ὕστερον Δαναὸς τοὺς τοῦ Αιγύπτου παῖδας δεδοικὼς , καθὅτι καὶ ἐκ χρησμοῦ ἠκηκόει ὅτι φονευθήσεται ὑφ ενὸς αυτῶν καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ ναῦν πρῶτος κατεσκεύασεν τὴν κλιθεισαν ὡς ἀπο τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ πεντηκόντωρον εν ῆ τὰς κόρας ἐνθεμενος ἔφυγεν· προσχὼν δὲ Ρόδῳ τὸ τῆς Λινδιας Ἀθηνᾶς ἀγαλμα ῾ϊδρύσατο ἐντευθεν δὲ ῆκεν εἰς Ἄργος καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Ελλάνωρ ὁ τότε βασιλευων· αὐτὸς δὲ κρατησας τῆς χώρας αφ εαυτοῦ τοὺς ενοικουντας Δαναοὺς ῶνόμασεν ἱστορεῖ Ἀπολλόδωρος εν β ⁑
msA, 1.43, commenting on 1.50 οὐρῆας μὲν πρῶτον οὐρῆες λέγονται δια τὸ ἄγονον καὶ ούρια ωὰ καλοῦμεν· εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπο νόσων , σύμμικτος γὰρ , ἡ φύσις αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν , οὐ μεγάλης εἰς τὸν φθεῖραι δεῖται ἀνάγκης οὑδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη· οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρα τῇ ὀσφρήσει χρώμενοι· ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς ὅτι ἀσθενεστερά ἐστι τὰ τοι αῦτα σώματα τῶν ἐναντίως ἐχόντων ἁραιότερα ὄντα εὐπαθέστερά εισιν ⁑
msAil, 1.274, commenting on 1.26 βαθείαις
msAil, 1.275, commenting on 1.27 εν τῶ παροντι καιρω
msAil, 1.276, commenting on 1.27 ἐν μερος λογου
msAil, 1.277, commenting on 1.27 χροντίζοντα βραδύνοντα ⁑
msAil, 1.279, commenting on 1.32 ὅπως ἂν ἐπανέθῃς ⁑
msAil, 1.280, commenting on 1.34 ἀποκοπη
msAil, 1.281, commenting on 1.34 ὀνοματοποιία
msAil, 1.282, commenting on 1.35 πλεῖστα
msAil, 1.283, commenting on 1.35 ηὔχετο ⁑
msAil, 1.284, commenting on 1.36 παραεβολη ⁑
msAil, 1.285, commenting on 1.37 λαμψακινων
msAil, 1.286, commenting on 1.37 πολις Τρωϊκη ⁑
msAil, 1.287, commenting on 1.38 πολίχνιον τῆς Τρωάδος
msAil, 1.288, commenting on 1.38 νησος προ τῆς Τροίας
msAil, 1.289, commenting on 1.40 λιπαρα
msAil, 1.291, commenting on 1.42 τιμωρίαν δοῖεν
msAil, 1.292, commenting on 1.44 ἐξοχῶ ἀκροτηρίων
msAil, 1.293, commenting on 1.45 κοινή ἐστιν οὐκ έκοτασις ⁑
msAil, 1.294, commenting on 1.46 ποιὸν ῆχον απετελεσαν ⁑
msAim, 1.45, commenting on 1.26 ὅτι αντι του κιχείοιμι ⁑
msAim, 1.47, commenting on 1.32 ὅτι τὸ σαώτερος ἀντι ἁπλοῦ ⁑
msAim, 1.48, commenting on 1.34 ὅτι Ζηνόδοτος δια τοῦ χ ⁑
msAim, 1.50, commenting on 1.37 ὅτι κατα μεταφορὰν ἐκ τῶ τετραποδων ὑπερμαχεῖς :
msAim, 1.51, commenting on 1.41 ὅτι περιττὸς ὁ δὲ συνηθθως αὐτῶ ⁑
msAim, 1.52, commenting on 1.42 ὅτι Ζηνοδοτος τίσειεν
msAim, 1.53, commenting on 1.46-1.47 ὅτι Ζηνοδοτος ἀμφοτέρους ἡθέτηκεν οὐ καλῶς ⁑
msAim, 1.54, commenting on 1.50 ὅτι οὐκ ορθῶς τινὲς ουρήας τοὺς φυλακας ἀντιδιαστέλλει γὰρ διὰ του αὐτοῖσι
msAint, 1.55, commenting on 1.30 καθ’ ἑαυτὸ τοῦτο προφερομεθα καὶ γὰρ εμφαντικότερον ⁑
msAint, 1.56, commenting on 1.39 ὅτι παρέλκει ἡ ἐπι ⁑
msAint, 1.57, commenting on 1.41 Ἀρισταρχος δύο μέρη λόγου τὸ τὸ δέ μοι Ἡρωδιανὸς ἔν
msAint, 1.58, commenting on 1.44 ὅτι ορος ὁ Ολυμπος τα γὰρ καρηνα ἐπι όρους ⁑
msAint, 1.59, commenting on 1.49 Αριστάρχος ο τόνος παρα τὴν βιαν ⁑
msAint, 1.60, commenting on 1.50 + φιλανος ὦν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῶα ἀναιρεῖ ἵνα δια τούτων εἰς δεος ἀγαγὼν τοὺς Ἑλλ ἐπι τὸ εὐσεβεῖν παρασκευάσῃ ἥ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργετέραν ἔχουσιν : οἱ μεν γαρ κύνες ἀπο τῆς ὀσφρήσεως τῶν ἰχνῶν εν αισθήσει τῶν θηρίων γίνονται· αἱ δε ονοι πολλακ ἀπολειφθεῖσαι νων ἀπο τῆς ὀσφρήσεως καὶ τας ὁδους ἀνευρισκουσι ⁑