Manuscript msA, page 130r
prev: 129v | next: 130v |
10.202 ἔνθα καθεζόμενοι . ἔπε’ ἀλλήλοισι πίφαυσκον·1, 2, 3
10.203 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱ̈ππότα Νέστωρ ·1, 2
10.204 ὦ φίλοι . οὐκ ὰν δή τις ἀνὴρ πεπίθοιθ’ἑῷ αὐτοῦ1, 2, 3, 4
10.205 θυμῷ τολμήεντι· μετα Τρῶας μεγαθύμους1, 2
10.206 ἐλθεῖν· εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα·1
10.207 ἤ τινά που καὶ φῆμιν ἐνι Τρώεσσι πύθοιτο .1, 2, 3
10.208 ἄσσά τε μητιόωσι μετὰ σφίσιν , ἢ μεμάασιν1, 2
10.209 αὖθι μένειν παρα νηυσὶν ἀπόπροθεν . ἠὲ πόλιν δὲ1
10.210 ὰψ , ἀναχωρήσουσιν . ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς ·1
10.211 ταῦτά τε πὰντα πύθοιτο καὶ ὰψ , εἰς ἡμέας ἔλθοι1, 2
10.212 ἀσκηθὴς , μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη1, 2
10.213 πάντας ἐπ ἀνθρώπους· καί οἱ δόσις ἔσσεται ἐσθλή·1
10.214 ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι .1
10.215 τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι . μέλαιναν .1, 2
10.216 θῆλυν . ὑπόρρηνον . τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον·1, 2, 3, 4, 5
10.217 αἰεὶ δ’ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται·1, 2, 3
10.218 Ὡς ἔφαθ’ . οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·1, 2
10.219 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·1
10.220 Νέστωρ . ἒμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ1
10.221 ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων1
10.222 Τρώων . ἂλλ’ εἴ τις μοι ἀνῆρ ἅμ’ ἕποιτο καὶ ἄλλος .1, 2
10.223 μᾶλλον θαλπωρὴ . καὶ θαρσαλεώτερον ἔσται1, 2, 3
10.224 σύν τε δύ’ ἐρχομένω· καί τε πρὸ , ὃ . τοῦ ἐνόησεν1, 2, 3
10.225 ὅππως κέρδος έῃ· μοῦνος δ’ εἴ πέρ τε νοήσῃ .1, 2
10.226 ἀλλά τέ οἱ βράσσων τε νόος . λεπτὴ δέ τε μῆτις·1, 2, 3
msA, 10.2003, commenting on 10.208 ἄσσα τε μητιόωσι , ὄτι κακῶσ ἐν τοῖσ μετα ταυτ κείνται ὅ τε τὸν Δόλωνα συλλαμβάνουσιν οἱ περι Διομηδη τὴν δὲ σφίσι νῦν ὀρθοτονητέον , καὶ δια τὴν σύνταξιν δια τὴν μετάληψιν εἰσ γὰρ σύνθετον ⁑
msA, 10.2004, commenting on 10.207 ἥ τινά που καὶ φημιν ἐνι Τρώεσσι πιθοίατο : εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν εαυτοῖς οἶον Λακεδαιμονίων βουλευόμενων ποῖον χωρίον ἐπιτειχίσσουσι τῆς Ἀττικῆς , Ἀλκιβιάδης συνεβούλευσεν πεπέμπειν εἰς Ἀθηνας κατασκόπους οἵτινες παραγενόμενοι , ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων διαλεγομένων ὅτι τὴν Δακέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι καὶ οὕτως Λακεδαιμόνιοι ἐπετειχισαν τὴν Δεκέλειαν ⁑
msA, 10.2005, commenting on 10.216 θῆλυν ὑπόρρηνον ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου ῥητή τὸ δὲ ἀποτέλεσμα ὑποσεσιώπηται· δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι ⁑
msA, 10.2006, commenting on 10.216 δια τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλετ : τὰ πρόβατα καὶ ῥητέον ὅτι μέλανα μὲν ἐπεὶ νυκτὸς επορεύοντο , ὑπόρρη δὲ συμβόλῳ τινὶ αἰσίῳ ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται ⁑
msA, 10.2007, commenting on 10.217 εἰλαπίνῃσιν· ἑορταῖς ὅτε κατὰ ιλας πίνωσιν· εἴρηται δὲ οὕτως παρα τὸ ἔλασσειν ὅ ἐστι ταράσσεσθαι ⁑
msA, 10.2008, commenting on 10.222 ‡ Τρώων ἀλλ’ εἴ τις μοι ἀνὴρ : ἤτοι στικτέον ἐπι τὸ ἄλλος ίν’ ᾖ ὁ λόγος ευκτικος . ἀλλ’ εἴτε , ἣ παρακελευστικὸς ὡς προ εἴρητ . ἢ ὑποστικτεον ἐπι τὸ ἄλλος , ἵν’ ᾗ ἀνταπόδοσις τὰ ἐπιφερόμενα· μᾶλλον θαλπωρὴ ⁑
msA, 10.2009, commenting on 10.224 σύν τε δυ’ ἐρχομένω , μάλα καλῶς ἡμας ἐδιδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς . ὁ μὲν γὰρ εῖς . τάχα μὲν οὐδε νοήσει ῥαδίως . εῖ δε καὶ τοῦτο , ἀλλ’ ἀνόνητα· οἱ δε δύο στεροποιοῦσιν ἀλλήλους τῇ κοινωνία ⁑
msA, 10.2010, commenting on 10.224 σύν τε δυ’ ἐρχομένω , προς τὸ σχῆμα , ὅτι ὅμοιον ἐστιν ἐκείνω ἄμφω δ’ ἑζομένω συνερχόμενοι δύο ἀντι τοῦ συνερχομενων· ἕνιοι δὲ μὴ νοήσαντες τὸ ν προστιθέασι κακῶς : ἄλλως , ἀντι τοῦ δυεῖν συνερχομένω ἕτερος προ θάττερου πολλάκις ἐλογίσατο ἡ ὑπερ τοῦ ἑτέρου ὡς πρό τε παίδων καὶ πρὸ γυναικῶν ⁑
msAext, 10.2000, commenting on 10.207 εἴ τινά που καὶ φῆμιν
msAil, 10.2000, commenting on 10.202@πίφαυσκον έλεγον
msAil, 10.5001, commenting on 10.204@πεπίθοιθ’ το
msAil, 10.2001, commenting on 10.205@τολμήεντι καρτερικὼ
msAil, 10.2003, commenting on 10.216@ὑπόρρηνον ύπαρνον ἔγκυον·
msAil, 10.2004, commenting on 10.216@κτέρας κτημα
msAil, 10.2005, commenting on 10.217@εἰλαπίνῃσι εορταῖς
msAil, 10.2006, commenting on 10.223@θαλπωρὴ ἡδονὴ θάλψεις
msAil, 10.2007, commenting on 10.226@βράσσων βραδύτερος ἠ ταρασσόμενος ⁑
msAim, 10.2000, commenting on 10.215 νυκτερινη ἡ πράξις ἤν ⁑
msAim, 10.2001, commenting on 10.218 ιδιον γὰρ τω ἐλλη τὸ προσκἐπτεσθαι ⁑
msAint, 10.2000, commenting on 10.203 ἐν αλλῳ τοῖσι δὲ καὶ μετέειπε ⁑
msAint, 10.2001, commenting on 10.223 ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς ⁑